TLG 2934 012 :: JOANNES DAMASCENUS :: Contra Manichaeos

JOANNES DAMASCENUS Scr. Eccl. Theol., Monachus, vel Joannes Monachus Sancti Sabae
(Damascenus: A.D. 7–8)

Contra Manichaeos

Source: Kotter, B. (ed.), Die Schriften des Johannes von Damaskos, vol. 4 [Patristische Texte und Studien 22] Berlin: De Gruyter, 1981: 351–398.

Citation: Section — (line)

t

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου μοναχοῦ πρεσβυτέρου τοῦ Δαμα‐ σκηνοῦ κατὰ Μανιχαίων

1

Ὀρθόδοξος· Ἐπειδὴ συνεληλύθαμεν ἀλλήλοις λογικὴν συζήτησιν ποιήσασθαι, ἐρωτῶ σε· Τί τὸ ζητούμενον; Ὁ Μανιχαῖος· Τὸν περὶ πίστεως γυμνάσαι λόγον, ὅπως ἂν εὕρωμεν τὴν ἀλήθειαν. Ὀρθόδοξος· Τί γάρ ἐστιν ἡ ἀλήθεια; Μανιχαῖος· Ἡ τοῦ ὄντος διάγνωσις καὶ
5ὁμολογία. Ὀρθόδοξος· Τὸ ψεῦδος τῇ ἀληθείᾳ ἐναντίον; Μανιχαῖος· Παντὶ τρόπῳ. Ὀρθόδοξος· Πῶς τοῦτο φῄς; Μανιχαῖος· Ἐπειδὴ ἡ μὲν ἀλήθεια τῶν ὄντων ἐστὶ γνῶσις, τὸ δὲ ψεῦδος τοῦ μὴ ὄντος. Ὀρθόδοξος· Οὐ καλῶς ἀπεκρίθης· ἡ μὲν ἀλήθεια τῶν ὄντων ἐστὶ γνῶσις, τὸ δὲ ψεῦδος μὴ ὄντος γνῶσις· τὸ γὰρ μὴ ὂν οὐ γινώσκεται. Μανιχαῖος·
10Τί οὖν ἐστι τὸ ψεῦδος; Ὀρθόδοξος· Τῶν ὄντων ἀγνωσία. Μανι‐ χαῖος· Ὀρθῶς εἴρηκας. Ὀρθόδοξος· Εἰ οὖν ἡ μὲν ἀλήθεια τῶν ὄντων ἐστὶ γνῶσις, τὸ δὲ ψεῦδος ἄγνοια τοῦ ὄντος, εἰπέ μοι· Ἡ γνῶσις ἕξις; Μανιχαῖος· Ναί. Ὀρθόδοξος· Εἰ ἡ γνῶσις ἕξις, ἡ ἄγνοια πάντως στέρησις. Μανιχαῖος· Καὶ ἡ ἄγνοια ἕξις. Ὀρθόδοξος· Τί ἐστιν ἄγνοια;
15Μανιχαῖος· Τὸ μὴ ἔχειν γνῶσιν. Ὀρθόδοξος· Τὸ μὴ στερητικόν ἐστιν ἢ ἀποφαντικὸν καὶ ἑκτικόν; Μανιχαῖος· Τὸ μὴ στερητικόν ἐστιν. Ὀρθόδοξος· Μὴ ὂν λέγομεν τὸ ἐστερημένον τοῦ εἶναι; Μανιχαῖος· Δηλονότι. Ὀρθόδοξος· Οὐκοῦν εἰ ἡ ἄγνοια τὸ μὴ ἔχειν γνῶσίν ἐστι, τὸ δὲ μὴ στερητικόν, ἡ ἄγνοια ἄρα στέρησις καὶ οὐχ ἕξις. Μανιχαῖος·
20Ὀρθῶς εἴρηκας. Ὀρθόδοξος· Εἰ οὖν ἡ ἀλήθεια γνῶσις, ἕξις δηλονότι· καὶ εἰ τὸ ψεῦδος ἄγνοια, στέρησις κατὰ τὸν τῆς ἀληθείας λόγον. Ἔσται οὖν ἡ μὲν ἀλήθεια ἕξις, τὸ δὲ ψεῦδος στέρησις, καὶ ἔσται ἡ μὲν ἀλήθεια ὄν, τὸ δὲ ψεῦδος μὴ ὄν. Μανιχαῖος· Ἐκ παντός. Ὀρθόδοξος· Ψεῦδος ἡ κακία ἢ ἀλήθεια; Μανιχαῖος· Ψεῦδος. Ὀρθόδοξος· Οὐκ ὂν ἄρα ἡ
25κακία, ἀλλ’ ὄντος στέρησις καὶ μὴ ὂν καὶ ὡς στέρησις ἕξει ἀντίκειται τῷ
ἀγαθῷ. Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Μανιχαῖος· Ἔλθωμεν.351

2

Ὀρθόδοξος· Μίαν ἀρχὴν λέγεις τῶν ὄντων ἢ δύο; Μανιχαῖος· Δύο, μίαν ἀγαθὴν καὶ μίαν πονηράν· καὶ τὴν μὲν ἀγαθὴν ὀνομάζω δέν‐ δρον ἀγαθόν, παντὸς ἀγαθοῦ περιεκτικὸν καὶ ποιητικόν, μὴ δυνάμενον καρπὸν κακὸν ποιεῖν· τὴν δὲ πονηρὰν σκότος, φθοράν, δένδρον πονηρόν,
5παντὸς πονηροῦ καὶ πάσης κακίας περιεκτικόν, μὴ δυνάμενον καρπὸν ἀγαθὸν ποιεῖν. Ὀρθόδοξος· Κοινωνοῦσιν ἀλλήλαις αὗται αἱ δύο ἀρχαὶ ἢ οὔ; Μανιχαῖος· Παντελῶς ἀκοινώνητοι καὶ ἐναντίαι ἀλλήλαις ὑπάρ‐ χουσιν. Ὀρθόδοξος· Ἐν ἀλλήλαις καὶ σὺν ἀλλήλαις εἰσὶν ἢ κεχωρισμέ‐ ναι; Μανιχαῖος· Κεχωρισμέναι ἦσαν ἐξ ἀρχῆς, ἑκάστη ἐν τοῖς ἰδίοις
10ὅροις. Ὀρθόδοξος· Πῶς οὖν νῦν εἰσι συμμεμιγμέναι; Μανιχαῖος· Ἦν ὁ ἀγαθὸς ἐν τῷ ἰδίῳ τόπῳ, ἐν πάσῃ ἀγαθοσύνῃ καὶ μακαριότητι, ἡ δὲ ὕλη ἤγουν ἡ κακία ἄζως, ἀκίνητος, αἰσχρά, σκότος δυσειδές, ἀναί‐ σθητος ἐπὶ πολλοὺς αἰῶνας· ὕστερον δὲ ἐστασίασεν ἡ ὕλη πρὸς ἑαυτήν, καὶ οἱ καρποὶ αὐτῆς ἐπολέμησαν πρὸς ἀλλήλους, καὶ τῶν μὲν διωκόν‐
15των, τῶν δὲ φευγόντων ἔφθασαν εἰς τὰ ὅρια τοῦ φωτὸς καὶ ἰδόντες τὸ φῶς ἐπεθύμησαν τοῦ κάλλους αὐτοῦ καὶ ἐπαύσαντο τοῦ πρὸς ἀλλήλους πολέμου καὶ συμφωνήσαντες πρὸς ἀλλήλους ἐπέθεντο τῷ φωτί· καὶ ἀπέστειλεν ὁ ἀγαθὸς δύναμιν παρ’ αὐτοῦ, καὶ συμπλοκῆς γενομένης ἔφαγον μέρος τοῦ φωτὸς οἱ ἄρχοντες τοῦ σκότους. Παρεχώρησε γὰρ
20ὁ ἀγαθὸς ἁρπαγῆναι δύναμιν ἐξ αὐτοῦ φοβηθείς, ἵνα μὴ κατακυριεύσωσι τοῦ τόπου αὐτοῦ. Τοῦτο δὲ ἐποίησεν, ἵνα διὰ τῆς μοίρας, ἧς παρέδωκε, κατακυριεύσῃ τῆς κακίας. Καὶ οὕτως ἐγένετο σύγκρασις τοῦ ἀγαθοῦ καὶ τοῦ πονηροῦ· ἐκ γὰρ τῆς μοίρας τοῦ ἀγαθοῦ ἐγένοντο αἱ ψυχαί, ἐκ δὲ τῆς οὐσίας τῆς κακίας τὰ σώματα. Ὀρθόδοξος· Τέως περὶ τούτων διασκε‐352
25ψώμεθα. Μανιχαῖος· Διασκεψώμεθα.

3

Ὀρθόδοξος· Ἡ ἀρχὴ ποσαχῶς λαμβάνεται; Μανιχαῖος· Φράσον σύ. Ὀρθόδοξος· Ἄναρχον μέν ἐστι τὸ μὴ ἐσχηκὸς ἀρχήν, τὸ δὲ τῆς ἀρχῆς ὄνομα ὁμώνυμόν ἐστι· καὶ γὰρ πολλὰ σημαίνει. Λέγεται γὰρ ἀρχὴ κατὰ χρόνον, ὡς λέγομεν ἀρχὴν ἡμέρας τὴν τοῦ ἡλίου ἀνατολήν,
5καὶ ἀρχὴν ἐνιαυτοῦ. Λέγεται ἀρχὴ καὶ κατὰ τόπους, ὡς λέγομεν· Ἀρχὴ ὁδοῦ, καὶ ἀρχὴν τοῦ Φυσὼν τὸν παράδεισον. Λέγεται ἀρχὴ καὶ κατὰ ἀξίωμα καὶ ἐξουσίαν, ὡς λέγομεν ἀρχὴν εἶναι καὶ τὸν βασιλέα τῶν ὑπη‐ κόων. Λέγεται ἀρχὴ καὶ τὸ φύσει πρότερον ὡς ἐπὶ τοῦ ἀριθμοῦ. Δύο μὲν γὰρ ὄντων ἐξ ἀνάγκης ἔσται τὸ ἕν, ἑνὸς δὲ ὄντος οὐκ ἐξ ἀνάγκης ἐστὶ
10δύο· ἔσται γὰρ δύο ἓν καὶ ἕν, τὸ δὲ ἓν οὐ δύο. Ἀρχὴ οὖν τῶν δύο τὸ ἕν. Λέγεται ἀρχὴ καὶ κατὰ τάξιν ὡς πρῶτον τὸ τοῦ ἀναγνώστου ἀξίωμα, εἶτα ὑποδιακόνου, εἶτα διακόνου, καὶ οὕτως πρεσβυτέρου, καὶ οὕτως ἐπισκόπου. Λέγεται ἀρχὴ καὶ κατὰ τὸ αἴτιον καὶ τοῦτο τριχῶς; ἢ γὰρ φυσικὸν ὡς ἀρχὴ υἱοῦ πατήρ, ἢ ποιητικὸν ὡς ἀρχὴ κτίσεως ὁ κτίστης,
15ἢ μιμητικὸν ὡς ἀρχὴ εἰκόνος τὸ εἰκονιζόμενον. Κατὰ τοσούτους οὖν τρόπους λεγομένης τῆς ἀρχῆς ἐκεῖνό ἐστι τὸ ὄντως ἄναρχον λεγόμενον· τὸ κατὰ πάντας τοὺς τρόπους ἄναρχον λεγόμενον. Πῶς οὖν δύο ἀρχὰς σὺ φῂς ἀνάρχους; Μανιχαῖος· Κατὰ πάντας τοὺς τρόπους· οὕτως γὰρ ἔσονται ἄναρχοι. Ὀρθόδοξος· Ἀλλ’ ἐψεύσω κατὰ τῆς σεαυτοῦ κορυφῆς·
20ἀπὸ δὲ ψεύδους ἀρξάμενος ἀδόκιμον ἕξεις τὸ τέλος. Μανιχαῖος· Πῶς
τοῦτο λέγεις; Ὀρθόδοξος· Δύο εἰπὼν ἀπὸ ἀριθμοῦ ἤρξω, τὰ δὲ δύο οὐκ ἀρχή· ἄλλη γὰρ ἀρχὴ τῶν δύο, ἡ μονάς. Περὶ ἀρχῆς οὖν διαλεγόμενος μίαν ἀρχὴν εἰπέ, ἵνα ᾖ τελεία ἡ ἀρχή· φύσει γὰρ μονὰς ἀρχὴ δυάδος. Εἰ οὖν δύο ἀρχαί, ποῦ ἡ φύσει προτέρα ἀρχή, τουτέστιν ἡ μονάς;353

4

Μανιχαῖος· Σὺ οὖν τρεῖς ὑποστάσεις λέγεις, καὶ πῶς λέγεις, ὅτι ἀπὸ μονάδος δεῖ ἄρχεσθαι; Ὀρθόδοξος· Εἰ καὶ τρεῖς ὑποστάσεις λέγω, ἀλλὰ μίαν ἀρχήν φημι· ἀρχὴ γὰρ ὁ πατὴρ υἱοῦ καὶ πνεύματος οὐ κατὰ χρόνον, ἀλλὰ κατ’ αἰτίαν. Ἐκ πατρὸς γὰρ λόγος καὶ πνεῦμα, εἰ καὶ μὴ
5μετὰ πατέρα. Ὥσπερ γὰρ ἐκ τοῦ πυρὸς φῶς καὶ οὐ προτερεύει κατὰ χρό‐ νον τὸ πῦρ τοῦ φωτός—ἀδύνατον γὰρ εἶναι πῦρ ἀφώτιστον, ἀρχὴ δέ ἐστι καὶ αἰτία τὸ πῦρ τοῦ ἐξ αὐτοῦ φωτός—, οὕτω καὶ ὁ πατὴρ ἀρχὴ καὶ αἰτία τοῦ λόγου καὶ τοῦ πνεύματος—ἐκ τοῦ πατρὸς γὰρ λόγος καὶ πνεῦμα—, οὐ προτερεύει δὲ χρόνῳ· ἀδύνατον γὰρ εἶναι πατέρα ἐκ
10τοῦ υἱοῦ ἢ λόγον ἐκ τοῦ πνεύματος. Μίαν οὖν ἀρχὴν ὁμολογῶ ὡς καὶ αἴτιον φυσικὸν τὸν πατέρα λόγου καὶ πνεύματος. Σὺ δὲ οὐ λέγεις ἐκ τοῦ ἀγαθοῦ τὸν πονηρὸν οὐδὲ τὸν ἀγαθὸν ἐκ τοῦ πονηροῦ.

5

Ὅτι δὲ οὐ κατὰ χρόνον ἀνάρχους εἶναι δυνατὸν τὰς καθ’ ὑμᾶς δύο ἀρχάς, οὕτω γνωσόμεθα. Τὸ μὴ ἀρξάμενον τοῦ εἶναι ἄτρεπτόν ἐστιν· εἰ γὰρ ἐτράπη, οὐ παντελῶς ἐστιν ἄναρχον. Τρεπόμενον γὰρ ἐξ ἀσωμάτου εἰς σῶμα ἢ ἐξ ἀνειδέου εἰς εἶδος ἢ ἐξ ἀκινήτου εἰς κίνησιν ἢ ἐξ ἡσυχίας
5καὶ ἠρεμίας εἰς στάσιν ἄρχεται τοῦ γίνεσθαι, ὅπερ οὐκ ἦν πρότερον. Καὶ οὐκ ἔστιν ἄναρχον τρεπόμενον ἐξ ἀνάρχου εἰς ἀρχόμενον· τὸ γὰρ ἀρχὴν λαμβάνον καὶ ἠργμένον οὐκ ἄναρχον. Μανιχαῖος· Τί οὖν; Ὁ κατὰ σὲ θεὸς οὐκ ἐτράπη γεννήσας υἱὸν καὶ προαγαγὼν πνεῦμα; Ὀρθόδοξος· Οὐδαμῶς· οὐ γὰρ λέγω· Μὴ ὢν πρότερον πατὴρ ὕστερον
10γέγονε πατήρ, ἀλλὰ ἀεὶ ἦν ἔχων ἐξ αὑτοῦ τὸν αὐτοῦ λόγον καὶ διὰ τοῦ λόγου αὐτοῦ ἐξ αὑτοῦ τὸ πνεῦμα αὐτοῦ ἐκπορευόμενον.

6

Μανιχαῖος· Εἶτα οὐδὲ κτίσας ὕστερον τὴν κτίσιν ἐτράπη δημιουρ‐ γὸς γενόμενος; Ὀρθόδοξος· Οὐδαμῶς. Μανιχαῖος· Πῶς τοῦτο λέγεις;
Ὀρθόδοξος· Ὅτι οὐκ ἐκ τῆς οὐσίας αὐτοῦ τὴν κτίσιν προήγαγεν, ἀλλ’ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι θελήματι. Μανιχαῖος· Εἶτα ὅτε ἠθέλησε354
5γενέσθαι τὴν κτίσιν, οὐκ ἐτράπη θελήσας, ὅπερ οὐκ ἤθελε πρότερον; Ὀρθόδοξος· Οὐδαμῶς· οὐ γὰρ πρότερον μὴ θέλων ὕστερον ἠθέλησεν, ἀλλ’ ἀεὶ ἤθελεν ἐν τῷ ὑπ’ αὐτοῦ ὡρισμένῳ καιρῷ γενέσθαι τὴν κτίσιν.

7

Ὅτι δὲ οὐδὲ κατὰ τόπον δυνατὸν δύο εἶναι ἀνάρχους, οὕτω γνωσό‐ μεθα· Τὰ δύο ἢ ἐν ἀλλήλοις εἰσίν—ἀδύνατον δὲ φῶς καὶ σκότος ἐν ἀλλή‐ λοις εἶναι· φωτὸς γὰρ παρουσία σκότος διαλύει—ἢ ἕκαστον αὐτῶν ἐν τῷ ἰδιάζοντι τόπῳ ἐστί. Περιορίζονται οὖν ἕκαστον ἐν τῷ ἰδίῳ τόπῳ,
5καὶ τὸ τέλος τοῦ τόπου τοῦ ἑνὸς ἀρχὴ τοῦ τόπου τοῦ ἑτέρου γίνεται. Ἀλλὰ καὶ ἀδύνατον ἄμικτον εἶναι τῷ σκότει τὸ φῶς μὴ ὄντος τινὸς δια‐ φράγματος τοῦ κωλύοντος συγκραθῆναι ἀλλήλοις. Χρὴ οὖν εἶναι τὸ φῶς καὶ τὸν τόπον αὐτοῦ καὶ τὸ σκότος καὶ τὸν τόπον αὐτοῦ καὶ τὸ διάφραγμα τὸ διατειχίζον καὶ διορίζον ἑκάστου αὐτῶν τὸν τόπον·
10καὶ ἔσονται οὐ δύο ἀρχαί, ἀλλὰ πέντε.

8

Μανιχαῖος· Τί οὖν; Ὁ κατὰ σὲ θεὸς καὶ ὁ υἱὸς αὐτοῦ καὶ τὸ πνεῦμα αὐτοῦ οὐ τοῖς αὐτοῖς περιπεσοῦνται; Ὀρθόδοξος· Οὐδαμῶς. Ἐγὼ γὰρ οὐκ ἐν τόπῳ φημὶ εἶναι τὸ θεῖον—ἄποσον γὰρ καὶ ἀπερίληπτόν ἐστιν—οὐδὲ κεχωρισμένας ἀλλήλων φημὶ τὰς τρεῖς ὑποστάσεις, ἀλλ’
5ὥσπερ ὁ λόγος ἐκ τοῦ νοῦ γεννώμενος οὐκ ἐκφοιτᾷ ἐξ αὐτοῦ οὐδὲ χωρίζε‐ ται, ἀλλ’ ἐξ αὐτοῦ γεννᾶται καὶ ἐν αὐτῷ ἐστιν, οὕτως ὁ υἱὸς καὶ τὸ πνεῦμα ἐκ τοῦ πατρός εἰσι καὶ ἐν αὐτῷ. Μία γὰρ οὐσία καὶ ὑποστάσεις ἀδιάστατοι, ἐπειδὴ αἱ δυνάμεις τοῦ νοῦ ἀδιάστατοι αὐτοῦ εἰσιν. Ὑπερ‐ φυῶς γὰρ ὁ λόγος καὶ τὸ πνεῦμα καὶ δυνάμεις εἰσὶ τοῦ πατρὸς ἀνεκφοίτη‐
10τοι καὶ ὑποστάσεις τελεῖαι, ἐπειδὴ πρέπει τὰς τοῦ ὑπερφυοῦς θεοῦ δυνά‐ μεις ὑπερφυῶς εἶναι ὑποστάσεις. Διὸ εἰ καὶ τρεῖς ὑποστάσεις, ἀλλ’ εἷς θεὸς καὶ οὐ τρεῖς. Ὁ γὰρ νοῦς καὶ ὁ λόγος καὶ τὸ πνεῦμα αὐτοῦ εἷς νοῦς καὶ οὐ τρεῖς νόες, ὡς τὸ φυτὸν τοῦ ῥόδου καὶ τὸ ἄνθος καὶ ἡ εὐωδία ἑκάστου αὐτῶν ῥόδον λέγεται καὶ ἔστι καὶ οὐ τρία ῥόδα λέγονται ἐν τῇ
15συναριθμήσει, ἀλλ’ ἓν ῥόδον ἡ ῥίζα καὶ ὁ κλάδος καὶ τὸ ἄνθος.355

9

Ὅτι δὲ οὐδὲ κατὰ ἀξίωμα καὶ κράτος ἔσονται δύο ἀρχαί, οὕτω γινώσκομεν. Δύο μόνων ὄντων, θεοῦ καὶ ὕλης, ἢ ὁ ἕτερος τοῦ ἑτέρου ἐκράτει καὶ ἦρχεν ἢ οὐδεὶς οὐδενὸς ἦρχεν ἢ καὶ ἄλλα ἦσαν τὰ ὑποτασσό‐ μενα καὶ κυριευόμενα ὑπὸ τῶν δύο ἀρχῶν συναΐδια αὐταῖς καὶ οὐ δύο
5μόνον ἔσονται, ἀλλὰ πλείονα—δύο μὲν τὰ ἄρχοντα, ἕτερα δὲ τὰ ἀρχό‐ μενα—ἢ, εἰ μὴ ἦσαν τὰ ἀρχόμενα συναΐδια ταῖς ἀρχαῖς, ἦν ποτε χρόνος, ὅτε οὐκ ἦσαν ἀρχαί. Μανιχαῖος· Εἶτα καὶ τῷ σῷ θεῷ οὐ τὰ αὐτὰ συμ‐ βήσεται; Ἢ γὰρ συναΐδιος αὐτῷ ἦν ἡ ὑποχείριος αὐτοῦ κτίσις ἢ ἦν καιρός, ὅτε οὐκ ἦρχεν. Ὀρθόδοξος· Οὐχ οὕτως· ἡ μὲν γὰρ κτίσις οὐ
10συναΐδιος αὐτῷ, ἀεὶ δὲ καὶ κύριος ἦν καὶ ἔσται τοῦ εἶναι ἐξουσιάζων ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγων οὐσίας τῷ λόγῳ αὐτοῦ καὶ τῷ πνεύ‐ ματι τοῦ στόματος αὐτοῦ. Οὔτε δὲ ὁ λόγος αὐτοῦ προφορικός, ἀλλ’ οὐσιώδης καὶ ἐνυπόστατος, οὔτε τὸ στόμα αὐτοῦ μέλος σωματικὸν οὔτε τὸ πνεῦμα αὐτοῦ πνοὴ λυομένη, ἀλλ’ ὑπερούσια πάντα τὰ τοῦ ὑπερου‐
15σίου, εἰ καὶ ἡμεῖς ἐκ τῶν καθ’ ἡμᾶς κατανοοῦμεν τὰ ὑπὲρ ἡμᾶς.

10

Ἀλλ’ οὐδὲ κατὰ φυσικὴν καὶ οὐσιώδη αἰτίαν ἔσονται αἱ καθ’ ὑμᾶς δύο ἀρχαί· ὁ γὰρ πατὴρ ὁμοουσίου υἱοῦ γεννήτωρ, ἀΐδιος ἀϊδίου, ἀσώματος ἀσωμάτου. Εἰ οὖν αἱ καθ’ ὑμᾶς δύο ἀρχαὶ κατὰ τὸ φυσικὸν αἴτιον ἀρχαί εἰσι πάντων τῶν ὄντων, ἔσονται τὰ πάντα ὁμοούσια καὶ
5συναΐδια ταῖς καθ’ ὑμᾶς ἀρχαῖς. Εἰ δὲ ἀΐδια, καὶ ἄτρεπτα καὶ ἐναντία καὶ ἀκοινώνητα καὶ ἄρχοντα καὶ οὐκ ἀρχόμενα καὶ κύρια καὶ οὐ δοῦλα. Εἰ δὲ κατὰ τὸ ποιητικὸν αἴτιον ἀρχαί εἰσι τῶν ὄντων αἱ καθ’ ὑμᾶς δύο ἀρχαί, οὐκ ἐκ τῆς οὐσίας τοῦ θεοῦ αἱ ψυχαὶ οὐδὲ ἐκ τῆς οὐσίας τῆς ὕλης τὰ σώματα, ἀλλ’ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθησαν, καὶ οὔτε ἐπολέμη‐
10σεν ἡ ὕλη μετὰ τοῦ φωτὸς οὔτε ἥρπασεν ἐξ αὐτοῦ μέρος καὶ ἐποίησε τὰς ψυχάς. Πῶς δὲ καὶ τὰ ἐναντία καὶ ἀκοινώνητα συνεβιβάσθησαν εἰς ἑνὸς κόσμου ποίησιν; Ἢ πῶς ὁ μὲν πονηρὸς κατεσκεύασε τὸ σῶμα, ὁ δὲ ἀγαθὸς τὴν ψυχήν, καὶ ἓν ζῷον, τὸν ἄνθρωπον, ἀπετέλεσαν; Εἰ δὲ κατὰ μίμησιν ὡς πρωτότυπον εἰκόνος αἴτιον τὸ εἰκονιζόμενον,
15ἄλλοι κόσμοι εἰσὶν αἱ καθ’ ὑμᾶς ἀρχαί, ὧν καθ’ ὁμοίωσιν γέγονεν ὁ κόσμος. Οὐ γὰρ ἓν εἶδος οὐδὲ μία ἢ δύο μορφαὶ ἐν τοῖς οὖσιν, ἀλλὰ ἀναρίθμητοι. Καὶ πῶς τὰ ἀναρίθμητα εἴδη τῶν δύο παρ’ ὑμῖν ἀρχῶν εἰκόνες εἰσίν; Οὕτως ἀδύνατον καὶ ἀσύστατον τὸ παρ’ ὑμῖν περὶ τῶν δύο ἀρχῶν φρόνημα. Ἐρωτήσατε γὰρ τὴν ἀπειρόκακον τῶν παίδων πληθύν· Ἡ356
20δυὰς ἀρχὴ ἢ ἡ μονάς; Καὶ ἐροῦσιν, ὡς ἡ μονὰς ἀρχὴ παντὸς ἀριθμοῦ. Ὢ νηπίων νηπιωδέστεροί τε καὶ ἀφρονέστεροι.

11

Καὶ τοῦτο δὲ ἡμῖν ἐρωτῶσιν εἴπατε· Ἡ πολυαρχία ἐστὶ καλὸν καὶ στάσιμον καὶ τακτικὸν ἢ ἡ μοναρχία; Πᾶσι δῆλον, ὡς ἡ πολυαρχία ἀναρχία ἐστὶ καὶ στασιώδης καὶ πολέμου καὶ μάχης καὶ κακῶν αἰτία καὶ λύσεως, ἡ δὲ μοναρχία βεβαία καὶ ἔννομος καὶ εἰρήνης αἰτία καὶ τάξεως
5καὶ γαλήνης καὶ δικαιοσύνης καὶ τῆς ἐπὶ τὸ κρεῖττον αὐξήσεως. Εἰ οὖν δύο ἀρχαὶ ἄναρχοι καθ’ ὑμᾶς, πολυαρχία ἀρχὴ τῶν ὄντων, καὶ ἀρχὴ τῶν πάντων κακία, καὶ οὕτω μία ἀρχὴ ἡ κακία. Πῶς δὲ καὶ ἀκοινωνήτους παντελῶς λέγετε τὰς δύο ἀρχάς, ἃς αὐτοὶ ἀνεπλάσατε. Εἰ γὰρ καὶ αὐτή ἐστι κἀκείνη καὶ ἡ αὐτὴ οὐσία ἐστὶν ἄναρχος ἀρχὴ καὶ ἀίδιος κἀκείνη
10ὁμοίως, οὔκ εἰσι παντελῶς ἀκοινώνητοι. Κοινωνοῦσι γὰρ κατά τε τὸ εἶναι καὶ κατὰ τὸ οὐσία καὶ ἄναρχος ἀρχὴ καὶ ἀίδιος εἶναι, καὶ κατὰ πάντα ψευδὴς ὁ λόγος ὑμῶν ἀποδέδεικται.

12

Καὶ πάλιν· Εἰ δύο ἀρχαὶ ἄναρχοι, ἕκαστον ἐπὶ τῷ οἰκείῳ χαίρει καὶ τέρπεται καὶ τὴν ἑαυτοῦ σύστασιν ἀγαθὸν λογίζεται· ἑκάστῳ γὰρ ἀγαθόν ἐστι, τὸ συστατικὸν τῆς οἰκείας φύσεως. Καὶ ὁ παρ’ ὑμῖν οὖν ἀγαθὸς καὶ ὁ παρ’ ὑμῖν πονηρός, ἕκαστος ἐφ’ ἑαυτῷ χαίρει καὶ τοῖς οἰκεί‐
5οις ἐπιτέρπεται καὶ τὰ οἰκεῖα ἀγαθὰ λογίζεται. Τίς οὖν ὁ κρίνας τὸν ἕνα ἀγαθὸν καὶ τὸν ἕτερον πονηρόν; Κἀκεῖνος μᾶλλόν ἐστι θεός, μείζων ἀμ‐ φοτέρων· τὸ γὰρ ἔλαττον ὑπὸ τοῦ κρείττονος καὶ τὸ ἀρχόμενον ὑπὸ τοῦ ἄρχοντος κρίνεται.

13

Εἰπὲ δὲ καὶ τοῦτο· Κοινωνοῦσιν ἀλλήλαις αἱ παρ’ ὑμῖν δύο ἀρχαὶ ἢ παντελῶς εἰσιν ἀκοινώνητοι; Μανιχαῖος· Ἀκοινώνητοι ἦσαν παντε‐ λῶς· ἡ μὲν γὰρ μία ἐν πληρώματι τῶν ἀγαθῶν ἦν, ἡ δὲ ἑτέρα ἐν πληρώ‐ ματι τῶν κακῶν, ἀλλ’ ἐγένετο μετὰ ταῦτα σύγκρασις. Ὀρθόδοξος·
5Ἀναβαλοῦ τέως τὸν τῆς συγκράσεως λόγον. Φράσον δὲ ἡμῖν πρότερον· Τὸ ὂν τῷ ὄντι κατὰ τὸ εἶναι ἐναντίον ἢ τὸ μὴ ὂν τῷ ὄντι; Μανιχαῖος·
Τὸ ὂν κακὸν τῷ ὄντι ἀγαθῷ ἐναντίον. Ὀρθόδοξος· Οὐκ ἠρώτησα, εἰ κατὰ τὸ κακὸν καὶ ἀγαθόν εἰσιν ἐναντία, ἀλλὰ τὸ εἶναι. Τὰ γὰρ ὄντα οὐ παντελῶς ἐναντία· κατὰ γὰρ αὐτὸ τὸ εἶναι κοινωνοῦσιν ἀλλήλοις, τῷ357
10δὲ ὄντι τὸ μὴ εἶναι ἐναντίον. Ὥστε, εἰ παντελῶς ἐναντίον τῷ ἀγαθῷ τὸ κακόν, ἔστι δὲ τὸ ἀγαθόν, οὐκ ἔστι τὸ κακόν. Ὥστε τὸ κακὸν στέρησίς ἐστι τοῦ εἶναι καὶ κακὸν λέγεται· καὶ εἰ οὐσία τὸ ἀγαθόν, ἀνούσιον τὸ κακὸν ἢ οὐ πάντη ἐναντία.

14

Μανιχαῖος· Εἶτα· Οὐχ ὁρᾶται κακία ἐν τοῖς οὖσιν; Ὀρθόδοξος· Ἡ παντελὴς κακία οὐχ ὁρᾶται ἐν τοῖς οὖσιν· οὔτε γὰρ ὁ θεὸς ὁ ὄντως ὢν καὶ τοῦ εἶναι αἴτιος κακία οὔτε τι τῶν γεγονότων, καθὸ γέγονε, κακόν, ἀλλὰ τό τε τῶν πάντων αἴτιον ἀγαθὸν καὶ πάντα τὰ γενόμενα ὑπ’
5αὐτοῦ ἀγαθά. Πάντα δὲ τὰ ὄντα ὑπ’ αὐτοῦ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη καὶ πάντα καλὰ καὶ λίαν καλά. Τὸ δὲ κακὸν οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ ἀποβολὴ καὶ στέρησις ἑκούσιος τῶν ὑπὸ θεοῦ τῇ λογικῇ φύσει δεδωρημένων, ὥσπερ πενία πλούτου ἀπο‐ βολή· πλοῦτος μὲν γάρ ἐστιν ὄντων κτῆσις χρυσοῦ καὶ ἀργύρου καὶ
10λίθων διαυγῶν καὶ ἐσθῆτος διαφόρου, παίδων καὶ παιδισκῶν, ἀλόγων καὶ ἀρουρῶν καὶ τῶν τοιούτων, ὧν ἕκαστον οὐσία ἐστί. Διὸ καὶ πλούσιος λέγεται ὁ ταῦτα κτησάμενος· οἷόν τις πολυούσιος πολλὴν ἔχων περὶ ἑαυτὸν οὐσίαν. Ἡ δὲ πενία μερικὴ μὲν μερικὴ τούτων ἀποβολή, παντελὴς δὲ παντελὴς τούτων στέρησις, καὶ ὥσπερ ἡ ὁλοκληρία τοῦ σώματος
15καλόν, ἡ δὲ ἑνὸς μέλους ἀποβολὴ μερικὸν κακὸν οὐχ ὑπάρχον, ἀλλ’ ὑπάρχοντος στέρησις. Ὁρᾶται δὲ ἤτοι νοεῖται ἐν τῷ ὄντι οὐχ ὡς ὄν, ἀλλ’ ὡς ἀπογενόμενον, οἷον ὁ ὀφθαλμὸς καὶ ἡ ὅρασις ὑπάρχει καὶ ἔστιν, ἡ δὲ τύφλωσις οὐκ ἔστιν οὐσία, ἀλλὰ τοῦ ὑπάρξαντος ὀφθαλμοῦ ἀπώ‐ λεια. Θεωρεῖται δὲ ἐν τῷ συνισταμένῳ καὶ ὄντι σώματι οὐχ ὡς ὄν, ἀλλ’
20ὡς ὑπάρξαντος ὀφθαλμοῦ στέρησις. Καὶ οὕτως κατὰ μέρος ἡ προσθήκη τῆς τῶν μελῶν στερήσεως προσθήκη κακοῦ λέγεται· οὐ γὰρ ἔστι τὸ κακόν, ἀλλὰ λέγεται καὶ θεωρεῖται ἐν τῷ ὑπολελειμμένῳ σώματι ἡ τῶν ἀποβληθέντων ἀνυπαρξία οὐχ ὡς ὄν, ἀλλ’ ὡς μὴ ὄν, οὐχ ὡς ἕξις, ἀλλ’
ὡς στέρησις. Οὕτω καὶ ἡ κακία ἤτοι ἁμαρτία ἑκούσιός ἐστι τῶν ἐκ θεοῦ358
25δεδωρημένων τῇ λογικῇ φύσει ἀγαθῶν· ἐπὶ γὰρ τῶν ἀλόγων καὶ ἀψύχων οὐκ ἔστιν εἰπεῖν ἑκούσιον, ἀλλ’ ἐπὶ τῶν λογικῶν. Ἔστιν οὖν κακία ἡ τῶν φυσικῶν δυνάμεων παράχρησις. Εἰ γὰρ χρησόμεθα ταῖς παρὰ θεοῦ δεδωρημέναις τῇ ψυχῇ δυνάμεσιν, ἐφ’ ᾧ ἐλάβομεν, τουτέστι κατὰ τὸν νόμον τοῦ δεδωκότος, καλόν. Εἰ δὲ οὔκ,
30ἐφ’ ᾧ ἐλάβομεν, ἀλλὰ παρὰ τὸν νόμον τοῦ δεδωκότος χρησόμεθα, κακόν· καὶ οὐκ αὐταὶ αἱ δυνάμεις οὐδὲ ἡ χρῆσις αὐτῶν ἐστιν ἡ κακή, ἀλλ’ ὁ κακὸς τρόπος τῆς χρήσεως ὁ παρὰ τὸν νόμον τοῦ δεδωκότος θεοῦ. Εἰ γὰρ ἀγαθὸς ὁ θεός, ἀγαθὸς καὶ ὁ νόμος αὐτοῦ φυσικὸς καὶ ὢν ἐξ ὄντος. Ἡ δὲ τούτου παρακοὴ στέρησις τοῦ ὑπάρξαντος ἡμῖν νόμου, οἷον ἡ
35ἐπιθυμία καὶ ὁ θυμὸς καὶ ἡ πρᾶξις καὶ ἐνέργεια καὶ πρὸ τούτων ὁ λογισμὸς οὐ κακά, ἀλλὰ καλά, ἐάν, ἐφ’ ᾧ ἐλάβομεν, χρησώμεθα κατὰ τὸν νόμον τοῦ δεδωκότος· κακὰ δὲ οὐκ αὐτά, ἀλλὰ τὸ μὴ κατὰ τὸν νόμον τοῦ δεδωκότος χρήσασθαι. Εἰ γὰρ πρὸς σύστασιν τῆς ζωῆς χρησόμεθα βρώ‐ σει, πόσει, ὕπνῳ καὶ τοῖς τοιούτοις, καλὸν τούτων ἕκαστον. Καὶ εἰ τῇ
40ἐπιθυμίᾳ καὶ τῇ ἀγάπῃ χρησόμεθα πρὸς τὸν θεὸν τὸν μόνον φύσει ἐπιθυμη‐ τὸν καὶ πρὸς τὸν πλησίον κατὰ τὸν νόμον τοῦ θεοῦ καλόν. Καὶ εἰ τῇ μίξει χρησόμεθα ταῖς ἑαυτῶν γυναιξὶ πρὸς τεκνογονίαν κατὰ τὸν νόμον τὸν δοθέντα τῇ φύσει παρὰ θεοῦ, καλόν· εἰ δὲ χρησόμεθα τῇ ἐπιθυμίᾳ πρὸς τὰ ἀλλότρια παρὰ τὸν νόμον τοῦ θεοῦ, κακόν. Εἶπε γὰρ ὁ θεός· «Οὐκ
45ἐπιθυμήσεις τὸν ἀγρὸν τοῦ πλησίον σου οὐδὲ τὴν γυναῖκα αὐτοῦ οὐδὲ ὅσα αὐτῷ ἐστιν.» Ἡ πορνεία οὐ διὰ τὴν συνάφειάν ἐστι κακή, ἀλλὰ διὰ τὸ τῇ ἀλλοτρίᾳ συναφθῆναι. Ἡ κενοδοξία, οὐ διὰ τὸ ἀγαπᾶν τὴν δόξαν κακή, ἀλλὰ διὰ τὸ μὴ τὴν ἐκ θεοῦ δόξαν ἀγαπᾶν. Τὸ μῖσος καὶ ὁ θυμός, εἰ μὲν κατὰ τῶν κωλυόντων τὴν σωτηρίαν τῆς ψυχῆς καὶ τὴν πρὸς

14

(50)

θεὸν δι’ ὑπακοῆς αὐτοῦ συνάφειαν καὶ ἀφιστώντων ἐκ θεοῦ, τουτέστι κατὰ τοῦ διαβόλου καὶ τῶν θεραπόντων αὐτοῦ, καλόν. Φησὶ γάρ· «Οὐχὶ τοὺς μισοῦντάς σε, κύριε, ἐμίσησα καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετη‐ κόμην; Τέλειον μῖσος ἐμίσουν αὐτούς, εἰς ἐχθροὺς ἐγένοντό μοι.» Καὶ οἱ ἅγιοι μάρτυρες ἐθυμοῦντο κατὰ τῶν τυράννων δικαίως θυμούμενοι.
55Καὶ ἐὰν κατὰ τοῦ οἰκείου λογισμοῦ θυμωθῶ χωρίζοντός με ἐκ τοῦ θεοῦ, καλόν. Ἐάν τις ἀποστερῇ με τῆς σωτηρίας, καλὸν θυμωθῆναι καὶ μισῆ‐
σαι· ἐὰν δὲ λυπῇ κατὰ κόσμον καὶ ὠφελείας γίνηται πρόξενος ἀποστερῶν τῶν ὑλικῶν, ἀγαπήσω μᾶλλον ἤπερ μισήσω. Ὁ φόνος κακόν· μόνου γὰρ θεοῦ τὸ χωρίζειν τὴν ψυχὴν ἐκ τοῦ σώματος, τοῦ καὶ συνδήσαντος· εἰ359
60δὲ φονεύσω ὑπὸ θεοῦ κελευόμενος, καλόν· πᾶν γὰρ τὸ ἐκ τοῦ ἀγαθοῦ ἀγαθόν. Κακὸν οὖν τὸ ἐπιθυμεῖν ἁρπάζειν, ὃ οὐκ ἔστιν ἡμέτερον, ἀλλὰ τοῦ θεοῦ. Ἡ κατάκρισις κακή· θεοῦ γὰρ μόνου τὸ κρίνειν, καὶ κακὸν ἁρπάζειν τὸ τοῦ θεοῦ ἀξίωμα, οἷς μὴ δέδοται παρὰ θεοῦ τὸ κρίνειν. Ἡ κενοδοξία καὶ ἡ ὑπερηφανεία κακή· θεῷ γὰρ μόνῳ πρέπει τὸ ἔπαρμα καὶ
65ἡ δόξα. Ὥστε οὐδὲν ἕτερόν ἐστιν ἡ κακία εἰ μὴ τὸ παρὰ φύσιν καὶ τὸν νόμον κεχρῆσθαι ταῖς φυσικαῖς δυνάμεσιν, ὃ οὐκ ἔστιν οὐσία, ἀλλ’ ἡμέτερον ἐπιτήδευμα.

15

Χρὴ γὰρ εἰδέναι, ὡς διττῶς λέγεται τό τε ἀγαθὸν καὶ τὸ κακόν· ἀγαθὸν γὰρ κυρίως λέγεται τὸ ἐκ τοῦ φύσει ἀγαθοῦ θεοῦ δεδωρημένον. Ὥσπερ πᾶν φῶς ἐξ ἡλίου ἤτοι πυρὸς φωτίζεται, οὕτω πᾶν ἀγαθὸν ἐκ τοῦ ἀορίστου καὶ ἀκαταλήπτου πελάγους τῆς ἀγαθότητος τὴν ὕπαρξιν
5ἔχει καί, ὅσα παρὰ θεοῦ, ἀγαθὰ κυρίως καὶ ἀληθῶς. Λέγεται δὲ ἀγαθὸν οὐ κυρίως, ἀλλὰ καταχρηστικῶς καὶ καθ’ ἡμετέραν συνήθειαν τὸ τῇ αἰσθήσει ἡμῶν καὶ τῇ ἐφέσει φαινόμενον ἡδύ, ὃ πρὸς καιρὸν μὲν τέρπει, ὕστερον δὲ πικρὸν καρπὸν ἀποδίδωσι, παρὰ τὸν νόμον τοῦ κτίσαντος γινόμενον καὶ δοκοῦν ἀγαθὸν εἶναι, ὅπερ οὐκ ἔστιν ἀγαθόν, ἀλλὰ κυρίως
10κακόν. Καὶ τὸ κακὸν ὁμοίως· κυρίως μὲν κακὸν ἔστι καὶ λέγεται τὸ παρὰ τὸν νόμον τοῦ κτίσαντος γινόμενον. Λέγεται κακὸν οὐ κυρίως, ἀλλὰ κατὰ τὴν ἡμετέραν συνήθειαν τὸ καθ’ ἡμετέραν αἴσθησιν ἐπίπονον καὶ ἀλγεινόν, ὅπερ πρὸς μὲν τὸ παρὸν ὀδύνας, ὕστερον δὲ καρπὸν σωτηρίας καὶ ἀεν‐
15νάου εὐφροσύνης ἀναδίδωσιν.

16

Εἰπὲ δέ· Ἀρχὴ παντὸς πράγματος μία ἢ δύο, οἷον ἡ ἀρχὴ καὶ αἰτία τῆς ψυχῆς μία ἢ δύο; Μανιχαῖος· Μία. Εἰ γὰρ δύο, πῶς ἐκ δύο ἐναντίων ἓν καὶ τὸ αὐτὸ προέρχεται; Τὰ γὰρ παντελῶς ἐναντία ἀκοινώνη‐ τον ἔχουσι τὴν ἐνέργειαν· πῶς γὰρ ἡ ἄυλος ψυχὴ ἐξ ἀύλου καὶ ὕλης
5ἔσται; Ἢ πῶς τὸ αὐτὸ τὰ ἐναντία παρήγαγον μὴ ὁμονοήσαντα; Παντελῶς γὰρ ἀκοινώνητα τὰ κατὰ φύσιν ἐναντία. Ὀρθόδοξος· Καλῶς ἔφης· ἑκάστου τῶν ὄντων πάντων μία ἀρχή; Μανιχαῖος· Παντὶ τρόπῳ. Ὀρθόδοξος· Τὸ εἶναι ἀρχὴ τῶν δύο ἀρχῶν τῶν κατὰ σέ ἐστιν ἢ αἱ δύο ἀρχαὶ ἀρχαὶ τοῦ εἶναι; Μανιχαῖος· Πρὸς τί γὰρ360
10συντείνει τοῦτο; Ὀρθόδοξος· Εἰ μὲν τὸ εἶναι ἀρχὴ τῶν κατὰ σὲ δύο ἀρχῶν, ἰδοὺ μία ἀρχὴ καὶ οὐ δύο. Εἰ γὰρ τὸ εἶναι ἀρχὴ τοῦ εἶναι, ἐν μιᾷ οὖν ἀρχῇ· οὐ γὰρ τὸ τοιῶσδε εἶναί φημι, τουτέστι κακὸν εἶναι ἢ καλόν, ἀλλ’ αὐτὸ τὸ ἁπλῶς εἶναι. Εἰ οὖν τὸ εἶναι ἀρχὴ τῶν κατὰ σὲ δύο ἀρχῶν, μία ἀρχὴ καὶ οὐ δύο. Εἰ δὲ αἱ κατὰ σὲ ἀρχαὶ ἀρχαὶ τοῦ εἶναι,
15ἔσονται δύο ἐναντία τοῦ αὐτοῦ πράγματος. Ὥσπερ γὰρ ἡ ἁπλῶς οὐσία μία οὖσα δεκτική ἐστι διαφόρων ποιοτήτων καὶ κατὰ τοῦτο λέγον‐ ται πολλαὶ οὐσίαι, οὕτω καὶ τὸ ἁπλῶς εἶναι ἕν ἐστι, εἰ καὶ ἐν διαφόροις θεωρούμενον πολλὰ τὰ ὄντα παρωνύμως ἐξ ἑαυτοῦ ποιεῖ κατονομάζεσθαι. Ὁρίσω οὖν ἀκοινώνητον παντελῶς εἶναι τὴν τῶν ἐναντίων ἐνέργειαν,
20οὐκ ἐκ δύο ἀρχῶν τὸ εἶναι μάλιστα καὶ ἐναντίων, ἀλλ’ ἐκ μιᾶς. Οὐ γὰρ τὸ εἶναι αἴτιον τοῦ ὄντος· οὐ γὰρ προῆν τὸ εἶναι τοῦ ὄντος. Ἐν τίνι γὰρ ἐθεωρεῖτο; Ἀλλ’ ἐν τῷ ἀνάρχῳ ὄντι τὸ εἶναι θεωρούμενον, ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ ὡς αἰτίου ὑφέστηκε. Μία οὖν ἀρχὴ τοῦ εἶναι, καὶ τὸ ἐναντίον ταύτης οὐκ ἔστι.

17

Καὶ πάλιν· Ἡ ἀρχὴ τῆς ἑκάστου τῶν ὄντων κινήσεως μία ἢ δύο, ὑπαρκτική τε καὶ χρονικὴ καὶ τοπικὴ καὶ ἐνεργητική—ὑπαρκτικὴ μὲν τῆς ἑκάστου γενέσεως, —χρονικὴ δέ, ἀφ’ οὗ χρόνου ἤρξατο, —τοπικὴ δέ, ἀφ’ οὗ τόπου ἤρξατο τὰ ἀπὸ τόπου ἀρχόμενα, —ἐνεργητικὴ δέ, ἐξ
5ἧς ἐνεργείας ἐνεργεῖ τὸ ἐνεργούμενον, οἷον ἡ πρώτη ὕπαρξις τοῦ ἀνθρώπου, καὶ ἀφ’ οὗ χρόνου ἐγένετο καὶ ἀφ’ οὗ τόπου ἤρξατο κινεῖσθαι, βαδίζειν τυχόν, καὶ τῆς βαδιστικῆς ἐνεργείας; Μανιχαῖος· Μία. Ὀρθό‐ δοξος· Ἀληθῶς ἔφης· ἀδύνατον γὰρ δύο ἀρχὰς εἶναι τῆς τοῦ ἑνὸς ὑπάρ‐ ξεως. Μανιχαῖος· Οὕτως ἔχει. Ὀρθόδοξος· Τοῦτο ἐφ’ ἑκάστου τῶν
10ὄντων θεωρεῖται ἢ οὔ; Μανιχαῖος· Ἐφ’ ἑκάστου τῶν ὄντων ἁπάν‐ των. Ὀρθόδοξος· Ὅπερ οὖν ἐφ’ ἑκάστου τῶν ἁπάντων θεωρεῖται, καὶ
ἐπὶ πάντων κοινῶς θεωρηθήσεται, οἷον, ὅπερ ἕκαστος τῶν ἀνθρώπων ἔχει, καὶ πᾶσα ἡ ἀνθρωπότης ἔχει, ὡς τὸ ζῆν καὶ τὸ λογίζεσθαι, καὶ ὅπερ ἑκάστη οὐσία ἔχει, καὶ ἡ κοινὴ οὐσία ἔχει, ὡς τὸ αὐθύπαρκτον καὶ361
15μὴ ἐν ἑτέρῳ ἔχειν τὸ εἶναι. Οὕτω τοίνυν καὶ εἰ ἕκαστον τῶν ὄντων ἐκ μιᾶς ἀρχῆς συνέστηκε, καὶ πάντα τὰ ὄντα ἐκ μιᾶς ἀρχῆς συνέστηκε καὶ οὐκ ἐκ δύο, καὶ οὐκ ἔσονται δύο ἀρχαί, ἀλλὰ μία.

18

Μανιχαῖος· Διὰ τί ἄναρχος ὁ θεός; Ὀρθόδοξος· Ὅτι τὸ μὴ ὂν οὐκ ἔχει ἀφ’ ἑαυτοῦ τὸ εἶναι. Τὸ οὖν ἀφ’ ἑαυτοῦ μὴ ἔχον τὸ εἶναι, πῶς ἀφ’ ἑαυτοῦ ἔσται; Καὶ χρὴ οὖν ἔκ τινος ὄντος τὸ μὴ ὂν τὸ εἶναι λα‐ βεῖν· τὸ δὲ πρῶτον μεταδοτικὸν τοῦ εἶναι ἐξ ἑαυτοῦ ἔχον τὸ εἶναι, ἄναρχον
5ἀεὶ ἔσται.

19

Μανιχαῖος· Διὰ τί μία ἀρχὴ καὶ οὐ δύο; Ὀρθόδοξος· Ὅτι δυὰς ἐκ μονάδος προέρχεται ὡς μονάδος γέννημα καὶ ἀρχὴ δυάδος μονὰς καὶ πρὸ τῆς δυάδος πάντως μονὰς καὶ ὅτι παντὸς πράγματος ἀρχὴ μία καί, εἰ ἑκάστου τῶν ὄντων μία ἀρχή, καὶ πάντων ἔσται ἀρχὴ μία· ὁ γὰρ
5ἐφ’ ἑκάστου τῶν ὄντων ἀποδεδομένος λόγος καὶ ἐπὶ πάντων ἀποδοθήσε‐ ται.

20

Καὶ πάλιν· Εἰ δύο ἀρχαί, πολυαρχία· εἰ δὲ πολυαρχία, στάσις· εἰ δὲ στάσις ἀρχὴ τῶν ὄντων, κακία τῶν ὄντων ἀρχή· στάσις γὰρ κακία ἐστί. Πρέπει οὖν τῷ θεῷ ἁπάντων τῶν λεγομένων καὶ νοουμένων μείζονι εἶναι καὶ ἔχειν. Ποῖον οὖν μεῖζον, τὸ ἐξ οὐκ ὄντων θεοπρεπῶς ποιεῖν
5οὐσίας ἢ ἀνθρωπίνως τῇ δημιουργικῇ, μᾶλλον δὲ τεκτονικῇ τέχνῃ περὶ τὴν ὕλην καταγίνεσθαι; Μανιχαῖος· Πάντως, ὅτι τὸ ἐκ μὴ ὄντων. Ὀρθόδοξος· Οὐκοῦν πρέπει θεῷ ἐκ μὴ ὄντων ποιεῖν οὐσίας, καὶ οὐκ ἦν ὕλη, ἀλλ’ ὑπὸ θεοῦ ἐγένετο.

21

Μανιχαῖος· Ὁ θεὸς κατὰ πάντα ἐστὶν ἄναρχος ἢ κατὰ τὶ μέν, κατὰ τὶ δὲ οὔ; Ὀρθόδοξος· Εἰ οὐ κατὰ πάντα ἄναρχος, καὶ ἄναρχος καὶ οὐκ ἄναρχος. Εἰ δὲ κατὰ πάντα ἄναρχος, ὄντως ἄναρχος καὶ φύσει ἄναρχος. Τὸ δὲ ἄναρχον καὶ ἀπέραντον· ἓν γὰρ ἀρχῆς εἶδος καὶ τὸ
5τέλος. Πᾶν οὖν ἔχον ἀρχὴν καὶ τέλος ἔχει κατὰ τὴν ἑαυτοῦ φύσιν, καὶ πᾶν τέλος ἔχον καὶ ἀρχὴν ἔχει. Καὶ οἱ ἄγγελοι γοῦν ἀρχὴν ἔχοντες καὶ τέλος ἔχουσι κατὰ τὴν ἑαυτῶν φύσιν, εἰ καὶ τῇ θείᾳ χάριτι πάλιν ἄρχονται
τοῦ εἶναι καὶ ἀνακαινίζονται. Ὥσπερ γὰρ τὸ ἀκίνητον σῶμα ἀρξάμενον τοῦ κινεῖσθαι ἐκ τόπου ἤρξατο, τουτέστι τὸ κυκλικόν, φθάνον δὲ τὸν362
10τόπον, ὅθεν ἤρξατο, ἐπλήρωσε τὴν περιφέρειαν καὶ τὸν κύκλον, πάλιν δὲ ἄρχεται τῆς κινήσεως καὶ νέαν ἀρχὴν κινήσεως ποιεῖται καὶ οὕτω διαμένει κινούμενον, ἕως ἂν ὁ κελεύων αὐτὸ κινεῖσθαι θέλῃ, οὕτω καὶ οἱ ἄγγελοι κινούμενοι ζωτικῶς καὶ φθάνοντες τὸ φυσικὸν τέλος τῆς ἑαυτῶν ὑπάρξεως ἄρχονται τῆς ζωτικῆς κινήσεως, ἕως πάλιν προστάξει τοῦ
15ποιήσαντος αὐτοὺς παύσονται τῆς κινήσεως. Ἀεὶ γὰρ παρὰ θεοῦ τὸ εἶναι καὶ ζωτικῶς καὶ νοερῶς κινεῖσθαι λαμβάνουσιν οὐκ ἐξ ἑαυτῶν ἔχοντες τοῦτο. Ὥσπερ δὲ τροχὸς κινηθεὶς κινεῖται καὶ παύεται—ἐὰν δὲ ἔχῃ τὸ ἀεικίνητον, ἀεὶ κινεῖται οὐκ ἐξ ἑαυτοῦ ἔχων τὴν κίνησιν—, οὕτω καὶ οἱ ἄγγελοι οὐκ ἐξ ἑαυτῶν ἔχοντες τὸ εἶναι, ὅσον κινεῖ αὐτοὺς
20ὁ ποιήσας, κινοῦνται· ἂν μέντοι ἐκεῖνος μὴ κινήσῃ, παύονται τῆς κινή‐ σεως. Ὥστε τὸ ἀρχὴν ἔχον πάντως καὶ τέλος, καὶ τὸ τέλος ἔχον πάντως καὶ ἀρχήν. Καὶ τὸ φύσει ἄναρχον κατὰ πάντα ἄναρχόν ἐστι, κατά τε αἰτίαν καὶ χρόνον καὶ τόπον καὶ ἐξουσίαν.

22

Τὰ οὖν δύο ἢ ἐν ἀλλήλοις ἔσονται ἢ τόπῳ περιγραφήσονται καὶ οὐκ ἄναρχοί εἰσι. Πῶς οὖν ἐν ἀλλήλοις τὸ φῶς καὶ τὸ σκότος; Τὸ γὰρ φῶς τοῦ σκότους ἀναιρετικόν. Εἰ οὐ μεθόριά εἰσι τοῦ φωτὸς καὶ μεθόρια τοῦ σκότους, οὐδὲ τὸ φῶς ἀπερίγραπτον ὡς μὴ πανταχοῦ ὂν οὐδὲ τὸ
5σκότος. Καὶ οὐ παντελῶς ἄναρχα ἔχοντα τοπικὴν ἀρχήν. Ἀμήχανον γὰρ μὴ ὄντος τινὸς διατειχίσματος καὶ μεσοτοίχου ἀνεπίμικτον παντελῶς εἶναι τὸ φῶς καὶ τὸ σκότος. Εἰ γὰρ ἐν νυκτὶ λύχνον ἀνάψωμεν, ὁ μὲν περὶ τὸν λύχνον τόπος φωτεινότερος ἔσται, κατὰ μικρὸν δὲ διάστημα ἔσται σκοτεινότερον, μέχρις ἂν τελείως ἐκλίπῃ τὸ φῶς καὶ καθαρὸν σκότος
10γένηται φωτὸς ἀνεπίμικτον. Ἢ γὰρ ἐξ ἀρχῆς ἐμίγνυτο τῷ φωτὶ τὸ σκότος, καὶ οὐκ ἐναντία ταῦτα παντελῶς καὶ ἀκοινώνητα, ἢ ἕτερόν τι μεσότοιχον ἦν ἀπ’ ἀρχῆς τὸ ταῦτα χωρίζον, καὶ οὐκέτι δύο ἀρχαί, ἀλλὰ τρεῖς. Τὸ φύσει πεφυκὸς οὐ μεθίσταται, τὸ δὲ μεταβαλλόμενον οὐ φύσει. Εἰ οὖν φύσει ἀκοινώνητα τὸ φῶς καὶ τὸ σκότος, πῶς ἐκοινώνησαν μετὰ
15ταῦτα; Πῶς ἐξ ἀγαθοῦ καὶ πονηροῦ ἓν ζῷον ἀπετελέσθη, ὁ ἄνθρωπος; Εἰ γὰρ συνεβιβάσθησαν, ἐκοινώνησαν ἀλλήλοις· ὁ γὰρ συμβιβασμὸς
κοινωνία γνώμης ἐστί. Καὶ οὔτε ὁ ἀγαθὸς καθαρῶς καὶ τελείως ἔμεινεν ἀγαθὸς οὔτε ὁ πονηρός, ἀλλ’ ἀμφότεροι ἐτράπησαν. Τὸ δὲ τρεπόμενον οὐκ ἄναρχον οὐδὲ θεός· ὁ γὰρ θεὸς πάντα προειδὼς τὰ ἐφ’ ἡμῖν πάντα τὰ363
20οὐκ ἐφ’ ἡμῖν ὁρίζει. Καὶ πάλιν· Τὸ εἶναι τῷ εἶναι ἐναντίον ἢ τὸ εἶναι τῷ μὴ εἶναι; Μανιχαῖος· Τὸ εἶναι τῷ μὴ εἶναι. Ὀρθόδοξος· Οὐκοῦν τῶν κατὰ σὲ δύο παντελῶς ἐναντίων ἀρχῶν ἡ μία ἔσται, ἡ δὲ ἑτέρα οὐκ ἔσται.

23

Καὶ πάλιν· Τὸ εἶναι τῷ εἶναι ἐναντίον; Μανιχαῖος· Τὸ εἶναι κακὸν τῷ εἶναι ἀγαθὸν ἐναντίον. Ὀρθόδοξος· Οὐκοῦν ἑνὶ καὶ τῷ αὐτῷ συνυπάρχουσι καὶ συνουσίωνται τὰ ἐναντία. Καὶ πῶς ἐναντία; Μα‐ νιχαῖος· Τὸ μὴ ὂν ἀκατωνόμαστον· δεῖ γὰρ εἶναι καὶ οὕτως ὀνομάζεσθαι.
5Πῶς οὖν τὸ μὴ ὂν ἐναντίον τῷ ὄντι; Τὰ γὰρ ἐναντία ἀλλήλοις δεῖ πρῶτον εἶναι καὶ τότε ἐναντία εἶναι καὶ τότε ὀνομάζεσθαι ἐναντία· ὅπερ γὰρ οὐκ ἔστι τι, οὐκ ὀνομάζεται. Ὀρθόδοξος· Μὴ ὂν εἰπὼν ὠνόμασας ἢ οὔ; Μανιχαῖος· Ὠνόμασα κατὰ ἀπόφασιν, οὐ κατὰ κατάφασιν. Ὀρθό‐ δοξος· Ἡ κατάφασις ἕξιν δηλοῖ καὶ ἡ ἀπόφασις στέρησιν; Μανιχαῖος·
10Ναί. Ὀρθόδοξος· Ἐναντία ἡ ἕξις τῇ στερήσει; Μανιχαῖος· Ναί. Ὀρθόδοξος· Ἐναντίον ἄρα τὸ μὴ ὂν τῷ ὄντι ὡς ἕξις στερήσει; Μανι‐ χαῖος· Ναί. Ὀρθόδοξος· Τὸ κακὸν καθ’ ἕξιν λέγεται ἢ κατὰ στέρησιν; Μανιχαῖος· Καθ’ ἕξιν. Ὀρθόδοξος· Τὸ καλὸν καθ’ ἕξιν λέγεται ἢ κατὰ στέρησιν; Μανιχαῖος· Καθ’ ἕξιν. Ὀρθόδοξος· Οὐκοῦν οὐ πάντη
15ἐναντίον τὸ κακὸν τῷ ἀγαθῷ· ἕξις γὰρ ἕξει οὐκ ἐναντίον. Μανιχαῖος· στέρησις καὶ ἔλλειψις ὁλοκληρίᾳ. Μανιχαῖος· Καὶ τί φῄς; Ὀρθόδοξος· Οὕτω καὶ τὸ κακὸν στέρησις μᾶλλον ἔσται καὶ οὕτως ἐναντίον τῷ ἀγαθῷ ὡς ἕξει στέρησις· τὸ γὰρ κακὸν οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ τοῦ ἀγαθοῦ στέρησις καὶ τὸ παντελὲς κακὸν παντελὴς τοῦ ἀγαθοῦ στέρησις. Διὸ τὸ
20κακόν φαμεν μὴ ὂν μᾶλλον ὡς στέρησιν τῆς φυσικῆς ἕξεως ἤπερ ὄν.

24

Τί οὖν φῂς τὴν ὕλην, ζωὴν ἢ φθορὰν καὶ θάνατον, κίνησιν καὶ κινουμένην ἢ ἀκινησίαν καὶ κινητόν, φῶς ἢ σκότος; Μανιχαῖος· Φθορὰν καὶ θάνατον, ἀκινησίαν καὶ ἀκίνητον, σκότος καὶ οὐ φῶς. Ὀρθό‐ δοξος· Εἰ οὖν φθορά, πῶς καρποὺς προήγαγε; Πῶς ἔζησεν; Ἡ γὰρ φθορὰ
5οὐ ζῇ οὐδὲ ζωὴν ἔχει οὐδὲ ζωῆς μεταδίδωσιν· ὃ γάρ τις οὐκ ἔχει, πῶς
μεταδίδωσι; Πῶς δὲ καὶ ἀκίνητος οὖσα ἐκινήθη καὶ μέχρι τῶν ὁρίων τοῦ φωτὸς ἔφθασε; Τίς ὁ ταύτῃ δοὺς τὴν ζωὴν καὶ τὸ κινητόν; Εἰ μὲν ὁ ἀγαθός, οὐκ ἀγαθὸς οὐδὲ σοφός· —οὐκ ἀγαθὸς μὲν τὴν κακίαν ζωώσας καὶ κινήσας, οὐ σοφὸς δὲ οὐδὲ γνωστικὸς ἑαυτῷ παρεσχηκὼς πολέμους364
10καὶ πράγματα καὶ καθ’ ἑαυτοῦ κινήσας τὴν κακίαν ἠρεμοῦσαν καὶ ἡσυ‐ χάζουσαν· στάσεως γὰρ καὶ κακῶν ἐγένετο πρόξενος—, εἰ δὲ οὐχ ὁ θεός, ἕτερος, καὶ οὐκέτι δύο, ἀλλ’ ἢ τρεῖς· ὃ γάρ τις οὐκ ἔχει, οὐ δύναται ἀφ’ ἑαυτοῦ κτήσασθαι. Μανιχαῖος· Ἀλλὰ δυνάμει εἶχε τὸ ζῆν καὶ τὴν κίνησιν. Ὀρθόδοξος· Εἰ δυνάμει εἶχε ζωὴν καὶ κίνησιν, δυνάμει
15ἦν ἀγαθή, εἴπερ ζωὴ καὶ κίνησις ἀγαθή. Μανιχαῖος· Ἡ τῆς κακίας ζωὴ καὶ κίνησις οὐκ ἀγαθόν, ἀλλὰ κακόν. Ὀρθόδοξος· Τὸ ἐκ δυνάμεως ἐρχόμενον εἰς ἐνέργειαν τρεπτὸν καὶ ἀρχόμενον καὶ οὐκ ἄναρχον καί, εἰ δυνάμει εἶχε ζωὴν καὶ κίνησιν, ἐνέργειαν ἔσχεν ὕστερον· εἰ μὲν κακὴ ἡ ταύτης ζωή τε καὶ κίνησις, δυνάμει ἦν κακὴ καὶ οὐκ ἐνεργείᾳ, καὶ
20ἔσται ἡ κακία οὐκ ἄναρχος. Εἰ δὲ ἀγαθὸν ἡ ταύτης ζωή τε καὶ κίνησις, ἐκ κακίας ἦλθεν εἰς ἀγαθόν. Μανιχαῖος· Τί δαί; Οὐχ ἡ ἑτέρου φθορὰ ἑτέρου γένεσις; Ὀρθόδοξος· Οὐχ ἡ φθορὰ γίνεται γένεσις, ἀλλ’ ἡ ὑπὸ θεοῦ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι προστάξει θεοῦ δημιουργηθεῖσα, τρεπτὴ οὖσα ὡς ἀπὸ τροπῆς ἀρξαμένη. Τροπὴ γάρ ἐστι τὸ ἐκ τοῦ μὴ ὄντος εἰς
25τὸ εἶναι ἐλθεῖν· ὧν δὲ τὸ εἶναι ἀπὸ τροπῆς ἤρξατο, τρεπτὰ πάντως καὶ ἀλλοιωτά. Τρεπτὴ οὖν οὖσα ἡ ὕλη τῷ θείῳ προστάγματι ζωοῦται καὶ φθείρεται καὶ πάλιν ζωοῦται· ὥστε οὐχ ἡ φθορὰ δημιουργεῖ γένεσιν, ἀλλὰ τὸ θεῖον πρόσταγμα ζωοῖ καὶ γενεσιουργεῖ.

25

Εἰπὲ δὲ καὶ τοῦτο· Τὰ ἐκ τοῦ φωτὸς ὅρια φωτὸς πεπλήρωται ἢ οὔ; Μανιχαῖος· Παντί που δῆλον, ὡς φωτὸς πεπλήρωται. Ὀρθό‐ δοξος· Τὸ φῶς καὶ τὸ σκότος δεκτικὰ ἀλλήλων εἰσὶν ἢ ἀνεπίδεκτα; Μανιχαῖος· Δεκτικά. Ὀρθόδοξος· Οὐκοῦν οὔκ εἰσι φύσει, ὅ εἰσι· τὸ
5γὰρ φύσει πεφυκὸς οὐ μεθίσταται, καὶ ἡ φύσει ζωὴ ἀνεπίδεκτος θανάτου. Πῶς οὖν ὡμίλησε φωτὶ τὸ σκότος καὶ οὐ διελύθη; Εἶτα ὁ τόπος τοῦ φωτὸς ἐπεπλήρωτο τοῦ ἀγαθοῦ καὶ τοῦ φωτὸς ἢ οὔ; Μανιχαῖος· Ἐπεπλή‐ ρωτο. Ὀρθόδοξος· Πῶς οὖν ἐχωρήθη τὸ σκότος; Οὐ γὰρ μεδιμναῖον ἀγγεῖον χωρήσει διμέδιμνον, τουτέστιν ἀγγεῖον ἑνὸς μοδίου χωρητικὸν
10οὐκ ἂν δύο χωρήσει μοδίους.365

26

Εἶτα εἰσελθόντες οἱ τοῦ σκότους καρποὶ εἰς τὰ τοῦ φωτὸς ὅρια τί πεποιήκασιν ἢ τί πεπόνθασιν; Μανιχαῖος· Εἶδον τὸ φῶς καὶ ἠγάσθησαν καὶ προσεκίσσησαν αὐτῷ καὶ εἰς ἔρωτα αὐτοῦ ἦλθον. Ὀρθόδοξος· Ὢ σκοτεινοὶ καὶ ἀνόητοι. Τυφλὸν τὸ σκότος ἢ φωτεινόν; Μανιχαῖος·
5Τυφλόν. Ὀρθόδοξος· Καὶ πῶς ὁρᾶν δύναται τὸ τυφλὸν ἢ πῶς τὸ παντελῶς κακὸν θαυμάσει ἢ ἐρασθήσεται τοῦ ἀγαθοῦ;

27

Ὅμως αὗται αἱ δύο ἀρχαὶ φθαρτικαὶ ἀλλήλων εἰσί; Μανιχαῖος· Ναί. Ὀρθόδοξος· Οὐκοῦν οὐ μόνη ἡ κακία ἐστὶ φθορά, ἀλλὰ καὶ ὁ ἀγα‐ θός. Μανιχαῖος· Ἡ μὲν κακία φθορά, ὁ δὲ ἀγαθὸς ζωή. Ὀρθόδοξος· Οὐκοῦν ἡ μὲν κακία φθείρει τὸν ἀγαθὸν καὶ οὐχ ὑφίσταται, ὁ δὲ ἀγαθὸς
5ζωοῖ τὴν κακίαν, καὶ ὑποστήσεται μὲν ἡ κακία, ἀπωλεῖται δὲ ὁ ἀγαθός. Ὡς οὖν ἔφης, ἡ ὕλη κακὸν καὶ φθορὰ καὶ θάνατος. Τὸ οὖν κακόν, εἰ μὲν ἄλλοις κακόν, ἑαυτῷ δὲ ἀγαθόν, συνίσταται μὲν ἑαυτῷ, οὐ παντελῶς κακόν, οὐ παντελῶς φθορά· συνιστῶν γὰρ ἑαυτῷ, κατὰ τοῦτο οὐκ ἔσται κακόν. Εἰ δὲ παντελῶς κακὸν καὶ παντελῶς φθορά, καὶ ἑαυτοῦ ἔσται
10ἀναιρετικὸν καὶ ἀνύπαρκτον. —Ἔκθου δὲ ἡμῖν καί, ὃν ἔφης, συγκράσεως λόγον.

28

Μανιχαῖος· Ἦν, ὡς ἔφην, θεὸς καὶ ὕλη, ἕκαστον ἐν τοῖς οἰκείοις ὅροις, ὁ μὲν ἀγαθὸς θεός, ζωή, φῶς, κίνησις, γνῶσις, νόησις καὶ πᾶν ἀγαθόν, ἡ δὲ ὕλη κακία, φθορά, σκότος, θάνατος, ἐν ἠρεμίᾳ καὶ ἡσυχίᾳ καὶ ἀκινησίᾳ παντελεῖ. Εἶτα μετὰ πολλοὺς αἰῶνας ἐστασίασεν ἡ ὕλη πρὸς
5ἑαυτὴν καὶ οἱ ταύτης καρποὶ πρὸς ἀλλήλους, καὶ οὕτω τῶν μὲν διωκόν‐ των, τῶν δὲ διωκομένων, καὶ ἦν, ὡς ἔφην, θεὸς καὶ ὕλη, τουτέστι δύο ἀρχαί· καὶ τοῦ μὲν φωτὸς μέρος ἐστὶν ἡ ψυχή, τοῦ δὲ σκότους καὶ τῆς ὕλης δημιούργημα τὸ σῶμα. Ἡ δὲ μίξις οὕτως ἐγένετο. Καὶ ἕκαστον αὐτῶν
ἀνὰ μέρος ἦν, καὶ ὁ μὲν ἀγαθὸς ἐν ἑνὶ μέρει ἦν, ὁ δὲ πονηρὸς ἐν τρισίν.366
10Εἶτα ἐκινήθη ὁ πονηρὸς ἀτάκτῳ ὁρμῇ ἐκ τῶν ὁρίων αὐτοῦ καὶ ἦλθεν εἰς τὰ ὅρια τοῦ ἀγαθοῦ, καὶ γνοὺς ὁ ἀγαθὸς προέβαλεν ἐξ ἑαυτοῦ δύναμιν λεγομένην μητέρα ζωῆς, καὶ ἡ μήτηρ τῆς ζωῆς προεβάλετο τὸν πρῶτον ἄνθρωπον, τοῦτον δὲ τὸν πρῶτον ἄνθρωπον λέγω τὰ πέντε στοιχεῖα, ἅτινά ἐστιν ἀήρ, ἄνεμος, φῶς, ὕδωρ καὶ πῦρ. Ταῦτα οὖν ἐνδυσάμενος
15ἀπῆλθε καὶ ἐπολέμησε τῷ σκότει. Οἱ δὲ τοῦ σκότους ἄρχοντες ἔφαγον ἐκ τῆς πανοπλίας αὐτοῦ μέρος, ὅ ἐστι ψυχή· κατέσχον δὲ καὶ τὸν πρῶτον ἄνθρωπον, καὶ ἐβασανίζετο ὑπ’ αὐτῶν ὢν ἐν τῷ σκότει καὶ ἐβόησε πρὸς τὸν ἀγαθόν, καὶ προεβάλετο ἄλλην δύναμιν λεγομένην ζῶν πνεῦμα. Καὶ κατῆλθε καὶ ἔδωκε δεξιὰν τῷ πρώτῳ ἀνθρώπῳ καὶ ἀνήγαγεν αὐτόν.
20Ἀφῆκε δὲ κάτω τὸ μέρος, ὃ ἔφαγον οἱ ἄρχοντες, τουτέστι τὴν ψυχήν· ἐκ γὰρ τῆς μοίρας τοῦ ἀγαθοῦ ἐγένοντο αἱ ψυχαί, ἐκ δὲ τῆς οὐσίας τῆς κακίας τὰ σώματα.

29

Ὀρθόδοξος· Εἰ κατὰ τὸν θεῖον ἀπόστολον οὐκ ἔστι κοινωνία φωτὶ πρὸς σκότος, πῶς ἐγένετο σύγκρασις ψυχῆς καὶ σώματος; Καὶ αὐτὴ δὲ ἡ πεῖρα, ἥτις ἐστὶ τῶν ματαίων λόγων ἰσχυροτέρα, διδάσκει. Εἰσῆλθε τὸ σκότος εἰς τὰ ὅρια τοῦ φωτός, καὶ οὐκ ἐλύθη; Καὶ πάλιν· Πῶς ἐχω‐
5ρήθη τὸ σκότος ἐν τοῖς τοῦ φωτὸς ὁρίοις; Καὶ πάλιν· Εἰ μὲν σοφὸς ἦν ὁ ἀγαθός, πῶς οὐ προέγνω τὴν ἐπιδρομὴν τοῦ πονηροῦ καὶ προωχύρωσεν ἑαυτὸν καὶ τὸν τόπον αὐτοῦ; Εἰ γὰρ μὴ ἦν σοφὸς μηδὲ προγνώστης, μωρός· τὸν δὲ μωρὸν πῶς λέγεις ἀγαθόν; Καὶ πάλιν· Εἰ ὅλον τὸ σκότος εἰσῆλθεν εἰς τὰ ὅρια τοῦ φωτός, κενὸς
10ἔμεινεν ὁ τόπος αὐτοῦ· εἰ δὲ μέρος αὐτοῦ, πῶς μέρος αὐτοῦ ἐνίκησε τὸν ὑπὸ τοῦ ἀγαθοῦ ἀποσταλέντα πολεμῆσαι αὐτῷ; Ἄσοφος γὰρ ὁ ἀπο‐ στέλλων ἀσθενέστερον πρὸς ἰσχυρότερον. Ἢ ἀσθενὴς ὁ ἀγαθός, ὁ δὲ πονηρὸς ἰσχυρότερος. Καὶ πάλιν· Εἰ μὲν ἑκουσίως προέδωκεν ὁ ἀγαθὸς μέρος ἑαυτοῦ, τουτέστι
15τὴν ψυχήν, οὐκ ἀγαθὸς ὁ ἀγαθὸν κακῷ ἐκδιδούς. Πῶς δὲ αὐτὸς ἔκδοτον
δέδωκε τὴν ψυχὴν τῷ πονηρῷ; Κρίνειν τοὺς δουλεύοντας τῷ πονηρῷ; Ἐροῦσι γὰρ αὐτῷ· Σὺ παρέδωκας ἡμᾶς, ἀνῄρηται ἡ κρίσις. Εἰ δὲ αὐτοῦ μὴ θέλοντος ἀφήρπασαν μέρος αὐτοῦ οἱ ἄρχοντες τῆς κακίας, ἀσθενέ‐ στερός ἐστι καὶ ἀμαθέστερος, πρῶτον μὲν ἀπολέσας μέρος αὐτοῦ, δεύτερον367
20μὴ δυνηθεὶς ἀφαρπάσαι τὸ ἐξ αὐτοῦ ἁρπαγέν· εἰ γὰρ ἐξ ἀρχῆς οὐκ ἠδυνή‐ θη, οὐδὲ μετὰ ταῦτα δυνηθήσεται. Πῶς δὲ παραλαβὼν τοὺς ἄρχοντας τῆς κακίας ἐσταύρωσε καὶ ἐκ τῶν σαρκῶν αὐτῶν ἐποίησε τοὺς οὐρανούς, ἐκ δὲ τῶν ὀστῶν αὐτῶν τὰ ὄρη, τὸ δὲ μέρος αὐτοῦ ἁρπαγὲν οὐ παρέλαβε; Καὶ οὕτως δὲ ἀναιρεῖται ἡ
25κρίσις. Ἀναίτιοι γὰρ οἱ ἁμαρτάνοντες· εἰ γὰρ αὐτὸς οὐκ ἠδυνήθη τὸ μέρος αὐτοῦ ἀπολαβεῖν, πῶς ἡ ψυχὴ ἡ κατακυριευθεῖσα δυνήσεται μὴ ἁμαρτάνειν καὶ ἀναίτιος ἔσται; Καὶ εἰ τελευταῖον δεσμήσει ὁ ἀγαθὸς τὴν κακίαν, ἀπολήψεται τελείως τὴν ψυχήν, καὶ οὐ κολασθήσεται ἄνθρωπος. Καὶ πάλιν· Εἰ ἐκ τοῦ σώματος τῇ ψυχῇ ἡ κακία, ἀναίτιος ἡ ψυχή.
30 Καὶ πάλιν· Τὸ σῶμα νεκρὸν κείμενον οὐχ ἁμαρτάνει. Οὐκοῦν οὐκ ἐκ τοῦ σώματος ἡ κακία, ἀλλ’ ἐκ τῆς ψυχῆς.

30

Εἴπατε ἡμῖν, ὦ Μανιχαῖοι, ἡ παρ’ ὑμῖν ἄναρχος κακία, ἣν ὕλην ὀνομάζετε, ἀσώματός ἐστιν ἢ σῶμα ἢ σύνθετον; Καὶ εἰ μὲν ἀσώματος, πῶς ὕλη; Ἡ γὰρ ὕλη οὐκ ἀσώματος. Ἀλλ’ ἴσως ἐρεῖτε, ὅτι ἀσώματος μέν ἐστιν, ἐποίησε δὲ τὸ σῶμα. Εἴπατε οὖν
5ἡμῖν· Ἐκ τῆς οὐσίας αὐτοῦ ἢ ἐκ τοῦ μὴ ὄντος; Καὶ εἰ μὲν «ἐκ τῆς ἑαυτοῦ οὐσίας» εἴπητε, ψεύδεσθε. Ἐκ γὰρ ἀσωμάτου οὐσίας σῶμα οὐ προέρχεται—τὸ γὰρ φύσει πεφυκὸς οὐ μεθίσταται οὔτε ἐξ ἀσωμάτου εἰς σῶμα οὐσία τραπήσεται—οὐδὲ ἐκ σώματος εἰς ἀσώμα‐ τον οὐδὲ ἐκ λογικοῦ εἰς ἄλογον οὐδὲ ἐξ ἀλόγου εἰς λογικόν. Ἡ γὰρ οὐσιώ‐
10δης ποιότης ἀκίνητος, τὰ δὲ μεταβάλλοντα καὶ τρεπόμενα κατὰ συμβεβη‐ κὸς τρέπεται, ἅτινα γίνονται καὶ ἀπογίνονται δίχα τῆς τοῦ ὑποκειμέ‐ νου φθορᾶς. Εἰ δὲ εἴπητε «ἐκ τοῦ μὴ ὄντος», εἴπατε ἡμῖν, διὰ τί ἀσώματος ὢν καὶ
πονηρὸς μὴ ἐποίησε καὶ τὴν σύμμιξιν ἀπὸ πονηρῶν, διὰ τί μὴ ἐποίησε368
15καὶ ψυχὰς φύσει πονηρὰς ὡς καὶ τὸ σῶμα, ὡς λέγετε, φύσει κακόν, διὰ τί συνεκέρασε τῇ ἑαυτοῦ κακίᾳ μέρος τοῦ ἀγαθοῦ; Ὁ γὰρ ἀγαθὸς τοῦτο οὐκ ἐποίησεν· ὥστε οὐ τελέως ἐστὶ πονηρός, ἀλλ’ ἔχει μέρος ἀγαθόν. Καὶ ταῦτα μέν, εἰ ἀσώματον λέγετε. Εἰ δὲ σῶμα, πῶς ἐκινήθη; Πᾶν γὰρ σῶμα καθ’ ἑαυτὸ ἀπροαίρετον καὶ
20νεκρόν. Πῶς οὖν ἐκινήθη; Τίς αὐτῷ δέδωκε τὴν κίνησιν; Ὁ ἀγαθός; Οὐκοῦν οὐκ ἀγαθὸς ἢ οὐ σοφὸς οὐδὲ προνοητικὸς κινήσας τὴν κακίαν. Εἰ δὲ σύνθετον εἴπητε, γνῶτε, ὅτι πᾶν τὸ σύνθετον εὐδιάλυτον, καὶ ἀνάγκη, πρῶτον εἶναι τὰ ἁπλᾶ, ἐξ ὧν ἡ σύνθεσις γέγονεν, ὡς ἀνάγκη, πρῶτον εἶναι τὴν πίσσαν καθ’ ἑαυτὴν καὶ τὸν κηρὸν καθ’ ἑαυτὸν καὶ
25τότε γενέσθαι τὴν τοῦ κηροπίσσου σύνθεσιν. —Ἔσονται οὖν αἱ ἀρχαὶ τῆς κακίας δύο καὶ οὐ μία.

31

Εἴπατε οὖν, ὦ Μανιχαῖοι· Αἱ παρ’ ὑμῖν δύο ἀρχαὶ παντελῶς εἰσιν ἀκοινώνητοι ἢ ἔν τισι κοινωνοῦσι καὶ ἔν τισι διαφέρουσι καί, εἰ μὲν παντε‐ λῶς εἰσιν ἀκοινώνητοι, ἡ μία ἔσται καὶ ἡ μία οὐκ ἔσται. Εἰ δὲ κοινωνοῦσι κατὰ τὸ εἶναι ὡς οὐσία καὶ συμβεβηκός, τὸ ἓν ἐν τῷ ἑτέρῳ ἔχει τὴν ὕπαρ‐
5ξιν· τὸ γὰρ συμβεβηκὸς καθ’ αὑτὸ οὐχ ὑφίσταται, ὡς τὸ χρῶμα οὐ δύναται συστῆναι ἄνευ σώματος. Ἔστι δὲ τὸ μὲν σῶμα οὐσία, τὸ δὲ χρῶμα συμβεβηκός· τὸ δὲ συμβεβηκὸς γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς φθορᾶς τοῦ ὑποκειμένου, τοῦ χρώματος ἀλλασσομένου τὸ σῶμα τὸ αὐτὸ μένει. Οἵαν οὖν θέλετε, εἴπατε οὐσίαν καί, οἷον θέλετε, συμβεβηκός·
10εἰ δὲ ἀμφότεραι οὐσίαι, γνῶτε, ὅτι οὐσία οὐ διαφέρει μὲν οὐσίας, οὐκ ἔστιν δὲ ἐναντία οὐσία οὐσίας εἰ μὴ κατὰ συμβεβηκός. Εἰ ἔστιν ὁ ἀγαθός, καὶ ἔστιν ὁ πονηρός, καὶ οὐσία ἐστὶν ἀίδιος καὶ ἄτρεπτος, ἐνεργητική, δημιουρ‐ γητικὴ ἑκάτερον αὐτῶν· ἕν εἰσι τῇ οὐσίᾳ ἀμφότεροι, ποιότητι δὲ διαφέ‐ ρουσι.
15 Καὶ πάλιν· Ὁρῶμεν τὰ στοιχεῖα καὶ τοὺς καιρούς, οὐρανόν τε καὶ γῆν καὶ θάλασσαν ἀεὶ ὡσαύτως ἔχοντα, καὶ νύκτα καὶ ἡμέραν ἡλίου τε
καὶ σελήνης καὶ ἄστρων κινήσεις καὶ ὄμβρους καὶ τὰ τῆς γῆς ἐκφόρια κατὰ λόγον καὶ καθ’ εἱρμὸν τεταγμένα καὶ ῥυθμιζόμενα. Εἰ οὖν δύο ἀρχαὶ ἀλλήλαις ἐναντίαι, πῶς εὐθέτως τὰ πάντα διεξάγεται, εἰ μὴ συνεβιβάσθη‐369
20σαν φιλικῷ τρόπῳ; Εἰ ἑαυτὴν ἀνήλωκεν ἡ ὕλη, πῶς ἐκινεῖτο; Εἰ δὲ πρὸς τὴν ἑαυτῆς ἀνά‐ λωσιν ἐκινεῖτο, πῶς ἦλθεν ἐπὶ τὰ τοῦ φωτὸς ὅρια; Εἰ κατωφερὴς ἡ ὕλη καὶ φυσικὸς τόπος αὐτῆς τὰ κατώτερα καὶ σκο‐ τεινότερα, πῶς ἐλθοῦσα ἐπὶ τὰ τοῦ φωτὸς ὅρια ἐξῆλθεν ἐκ τῆς ἑαυτῆς
25φύσεως; Τὸ σκότος τυφλόν· πῶς οὖν εἶδε τὸ φῶς; Εἰ ἄτακτος καὶ ἄνους ἡ ὕλη, πῶς ἔχει ἄρχοντας; Πῶς δὲ καὶ πολεμῆσαι δύναται τῷ λόγον καὶ τάξιν ἔχοντι; Ἢ καὶ πολεμοῦσα ἐπικρατεστέρα γενήσεται, ὥστε ἁρπάσαι τι παρὰ τοῦ σοφοῦ καὶ μὴ ἁρπαγῆναι; Εἰ
30δὲ ὁ ἀγαθὸς θεὸς συνεχώρησε μέρος αὐτοῦ ἁρπαγῆναι διὰ τὸ ἐπισχεῖν αὐτὴν τοῦ μὴ προβῆναι εἰς τὰ ἑαυτοῦ ὅρια οὐ δυνηθεὶς ἄλλως, ἰσχυρό‐ τερος ὁ πονηρὸς καὶ δολοπλόκος ὁ ἀγαθός. Καὶ πῶς ἀγαθὸς ἢ θεὸς δόλῳ καὶ μὴ δυνάμει χρώμενος; Τὸ ἀεὶ ὡσαύτως ἔχον ἀλήθειά ἐστιν, ἡ δὲ ἀλήθεια ἀγαθόν· τὸ δὲ
35ἄναρχον ἄτρεπτον. Εἰ οὖν ἄναρχος ἡ ὕλη, καὶ ἄτρεπτος ἔσται· εἰ δὲ ἄτρεπτος, ἀεὶ ὡσαύτως ἔχουσα· εἰ δὲ ἀεὶ ὡσαύτως ἔχουσα, ἀλήθειά ἐστιν· εἰ δὲ ἀλήθειά ἐστιν, ἀγαθὸν ἔσται. Εἰ δὲ τρέπεται ἡ ὕλη, ἐξ ἀγαθοῦ εἰς κακόν, καὶ πρότερον οὖσα ἀγαθὴ ὕστερον ἐγένετο κακή, ἢ εἰς ἀγαθὸν ἐκ κακοῦ, καὶ πρότερον οὖσα κακὴ
40ὕστερον ἐγένετο ἀγαθή· ἡ γὰρ τροπὴ εἰς τὸ ἐναντίον ἄγει. Ἡ ἀίδιος οὐσία ἄτρεπτός ἐστιν· οὐ γὰρ ἐκ μὴ ὄντος ἦλθεν εἰς τὸ εἶναι· οὗ δὲ ἡ ὕπαρξις οὐκ ἐκ προκοπῆς, ἄτρεπτος ἡ οὐσία. Ἀγαθὸς οὖν ὢν ὁ θεὸς καὶ ἀίδιος οὐχ ὑπομένει τροπήν, ἀλλ’ ἀεὶ ἀγαθός ἐστι καί, ἃ δὲ ποιεῖ, ἀγαθά ἐστιν· ἐκ γὰρ τοῦ ἀγαθοῦ οὐκ ἐγχωρεῖ κακὰ γίνεσθαι,
45ὅμως δὲ τρεπτά, ἐπειδὴ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγει. Τὰ οὖν λογικὰ δεκτικὰ μέν ἐστι τροπῆς διὰ τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγήν, ἀλλ’ αὐτεξούσια διὰ τὸ λογικὰ εἶναι. Αὐτεξούσια δὲ
μένει, καθὼς γέγονε, τουτέστιν ἀγαθά, δοῦλα καὶ ἐπιγνώμονα καὶ ὑπ‐ ήκοα τοῦ πεποιηκότος, ὅπερ ἐστὶ τῇ κτιστῇ φύσει· ἀρετὴ γάρ ἐστι τὸ μέ‐370

31

(50)

νειν ἐν τοῖς ὅροις τῆς οἰκείας φύσεως. Αὐτεξουσίως οὖν ἐτράπη ὁ ἄνθρωπος μεγάλου ἐπιθυμήσας, οὐ καλῶς δέ· μέγα γὰρ τὸ εἶναι θεόν, ἀλλὰ κακὸν τῷ μὴ ὄντι θεῷ ἀγνωμονεῖν τῷ ποιήσαντι καὶ ὑπερβαίνειν τὴν οἰκείαν φύσιν καὶ θέλειν εἶναι, ὃ γενέσθαι αὐτὸν ἀδύνατον· ἀδύνατον γὰρ τὸν μὴ ἄναρχον εἶναι θεὸν ἢ τὸν ἠργμένον εἶναι ἄναρχον. Ἄγει οὖν τῶν
55ὄντων τὴν στέρησιν ἡ τοῦ μὴ προσήκοντος ζήτησις.

32

Μανιχαῖος· Τίς ἡ κακία τοῦ διαβόλου; Ὀρθόδοξος· Ἡ κατὰ τοῦ ποιήσαντος ἐπανάστασις. Δέδωκεν οὖν αὐτῷ ὁ θεὸς τὸ εἶναι, ἵνα τε μὴ δόξῃ φοβεῖσθαι τὴν τοῦ δούλου ἐπανάστασιν καὶ ἵνα διδάξῃ ἡμᾶς καὶ πρὸς τοὺς κακοὺς εὐεργετικῶς διακεῖσθαι. Οὐ μόνον γὰρ ἐποίησεν
5αὐτόν, ἀλλὰ καὶ ἄρχοντα τοῦ κόσμου ἐποίησεν αὐτὸν καί, εἴπερ θελήσει ἀγαθὸς γενέσθαι, δέχεται καὶ εὐεργετεῖ. Διὸ καὶ δυνάμενος ἀνελεῖν αὐτὸν οὐκ ἀνεῖλεν, ἀλλ’ ἀνέχεται τῆς ἀφροσύνης αὐτοῦ εὐεργετικῶς καὶ ἀφθό‐ νως τὸ εἶναι παρέχων αὐτῷ, ὅπερ ἐστὶν αὐτοῦ. Τὸ δὲ καλὸν γενέσθαι αὐτὸν οὐ τοῦ θεοῦ μόνου, ἀλλὰ καὶ αὐτοῦ· τὸ γὰρ βίᾳ γινόμενον οὐ
10καλὸν οὐδὲ ἀρετή.

33

Εἰ δὲ λέγεις ὅτι, διὰ τί εἴασεν αὐτὸν πολεμεῖν τοῖς ἀνθρώποις, φημί, ὅτι πρὸς τὸ συμφέρον· πολλοὶ γὰρ δι’ αὐτοῦ στεφανοῦνται. Εἰ δὲ λέγεις, ὅτι καὶ πολλοὶ ἀπόλλυνται, φημί, ὅτι, ὥσπερ ἠδυνήθη αὐτὸς ὁ διάβολος ἐκτὸς προσβολῆς ἄλλου γενέσθαι κακὸς ἐξ οἰκείας γνώμης,
5ὅπερ καὶ χεῖρον αὐτῷ ἐστιν ἔγκλημα, οὕτως ἠδύνατο καὶ ὁ ἄνθρωπος ἐξ ἑαυτοῦ καὶ μὴ ἔχων τὸν προσβάλλοντα γενέσθαι κακός, καὶ ἐγίνετο ἂν αὐτῷ ἡ ἁμαρτία χείρων· πλείονος γὰρ ἀπολογίας καὶ συγγνώμης ἀξιοῦται ὁ ἐξ ὑποβολῆς ἄλλου ἁμαρτάνων ἤπερ ὁ ἐξ ἑαυτοῦ. Ὁ γὰρ ἐξ ἑαυτοῦ ἁμαρτάνων ἀναπολόγητός ἐστιν, ὥσπερ καὶ ὁ ἐξ ἑαυτοῦ μετ‐
10ερχόμενος τὴν ἀρετὴν πλέον ἐπαινεῖται. Διὸ ὁ διάβολος μὲν ἐξ ἑαυτοῦ ἁμαρτήσας ἀμετανόητος ἔμεινεν, ὁ δὲ ἄνθρωπος οὐκ ἐξ ἑαυτοῦ ἁμαρτήσας, ἀλλ’ ἐκ τῆς τοῦ διαβόλου προσβολῆς ἐν μετανοίᾳ γέγονε καὶ ἠξιώθη τῆς ἀνακαινίσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν. Τὸ οὖν εἶναι ἀγαθόν ἐστι
καὶ δῶρον θεοῦ.371

34

Μανιχαῖος· Διὰ τί προγνοὺς ὁ θεὸς πονηρὸν ἐσόμενον τὸν διά‐ βολον ἐποίησεν αὐτόν; Ὀρθόδοξος· Δι’ ὑπερβολὴν ἀγαθότητος ἐποίη‐ σεν αὐτόν. Ἔφη γάρ· Ἐπειδὴ οὗτος πονηρὸς μέλλει ἔσεσθαι καὶ ἀπολλύειν πάντα τὰ διδόμενα αὐτῷ ἀγαθά, στερήσω αὐτὸν κἀγὼ τελείως τοῦ
5ἀγαθοῦ καὶ ἀνύπαρκτον αὐτὸν ποιήσω; Οὐδαμῶς. Ἀλλ’ εἰ καὶ αὐτὸς πονηρὸς ἔσται, ἐγὼ τῆς μετουσίας μου μὴ στερήσω αὐτόν, ἀλλὰ δώσω αὐτῷ ἓν ἀγαθόν, τὴν διὰ τοῦ εἶναι μετουσίαν μου, ἵνα, κἂν μὴ θέλῃ, μετέχῃ μου τοῦ ἀγαθοῦ διὰ τοῦ εἶναι. Οὐδεὶς γάρ ἐστιν ὁ συγκρατῶν καὶ συνέχων τὰ ὄντα ἐν τῷ εἶναι εἰ μὴ ὁ θεός· τὸ γὰρ εἶναι ἀγαθόν ἐστι
10καὶ δῶρον θεοῦ.

35

Μανιχαῖος· Τὸ εἶναι τοῖς οὖσιν ἐκ θεοῦ τοῦ ἀγαθοῦ· εἰ οὖν πᾶσι τοῖς οὖσιν ἀγαθὸν τὸ εἶναι ὡς ἐκ θεοῦ τοῦ ἀγαθοῦ δεδομένον, καὶ τῷ διαβόλῳ ἀγαθὸν τὸ εἶναι. Ὀρθόδοξος· Πάντα τὰ ὄντα ἐκ τοῦ θεοῦ ἔσχε τὸ εἶναι. Πάντα τὰ δοθέντα ἑκάστῳ ὑπὸ θεοῦ, ἃ καὶ ἀγαθά ἐστι·
5τὰ γὰρ ἐκ τοῦ ἀγαθοῦ διδόμενα ἀγαθά. Κακὸν δὲ οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ ἡ τῶν ἀγαθῶν, τουτέστι τῶν ὑπὸ θεοῦ δοθέντων, ἀποβολή. Οἱ οὖν ἐκ θεοῦ κἂν τὸ εἶναι ἔχοντες ἐν μετουσίᾳ μερικῇ τοῦ ἀγαθοῦ εἰσι κατ’ ἔσχατον ἀπήχημα. Καλὸν οὖν ἐστιν εἶναι τὸν διάβολον καὶ διὰ τοῦ εἶναι μετέχειν τοῦ ἀγαθοῦ. Τὸ οὖν εἶναι καλόν, τὸ δὲ εὖ εἶναι κάλλιον.
10Τελεία γὰρ ὕπαρξις τὸ ὑγιαίνειν, τὸ νοσεῖν καὶ εἶναι μερικὸν κακὸν καὶ φθορά· οὐ γὰρ τελεία ἀνυπαρξία, ἀλλὰ μερικὴ ὕπαρξις καὶ μερικὴ ἀνυπ‐ αρξία. Τὸ μὴ εἶναι τέλειον κακόν· τελεία γὰρ φθορὰ καὶ ἀνυπαρξία τὸ τελείως μὴ ὄν. Τὸ οὖν εἶναι καὶ τὸ εὖ εἶναι καλὰ καὶ παρὰ θεοῦ, τὸ δὲ κακὸν ἐξ ἀγαθοῦ γενέσθαι τῆς τοῦ γινομένου γνώμης. Ὁ οὖν θεὸς δι’
15ὑπερβολὴν ἀγαθότητος καὶ τῷ πονηρῷ τὰ ἀγαθὰ δέδωκε, τὸ εἶναι καὶ τὸ εὖ εἶναι.

36

Ἐγκαλεῖτε ἡμῖν, ὦ Μανιχαῖοι, διὰ τί προγινώσκων ὁ θεὸς τὸν διάβολον κακὸν ἐσόμενον ἐποίησεν αὐτόν, καὶ ἀπεδείξαμεν διὰ πλειόνων, ὅτι κατὰ τὸν φυσικὸν τοῦ δικαίου λόγον καλῶς ἐποίησεν αὐτόν· κρεῖσσον
γὰρ κατὰ τὸν φυσικὸν λόγον κἂν εἶναι καὶ κατὰ τὸν τοῦ εἶναι λόγον372
5μετέχειν τοῦ ἀγαθοῦ. Ἐκ τοῦ θεοῦ γὰρ τοῦ μόνου ἀεὶ ὄντος αὐτὸ τὸ εἶναι, ἀγαθοῦ καὶ ἀγαθῶν παρεκτικοῦ· τὸ δὲ ἐκ τοῦ ἀγαθοῦ ἀγαθὸν πάντως ἐστίν. Εἰ δὲ λέγετε, ὅτι συνέφερεν αὐτῷ μὴ γενέσθαι ἤπερ γενέ‐ σθαι καὶ κολασθῆναι ἀτελευτήτως, φαμέν, ὅτι ἡ κόλασις ἐκείνη οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ πῦρ ἐπιθυμίας τῆς κακίας καὶ ἁμαρτίας καὶ πῦρ ἀστο‐
10χίας τῆς ἐπιθυμίας. Οὐ γὰρ ἐπιθυμοῦσι θεοῦ οἱ ἐν τῇ κακίᾳ τὸ ἄτρεπτον ἐσχηκότες, ἀλλὰ τῆς κακίας, ἐκεῖ δὲ ἐνέργεια κακίας καὶ ἁμαρτίας οὐκ ἔσται. Οὐδὲ γὰρ ἐσθίομεν οὐδὲ πίνομεν οὐδὲ ἐνδυόμεθα οὐδὲ γαμοῦμεν οὐδὲ πλουτοῦμεν οὐδὲ φθόνος ἰσχύει οὐδέ τι τῶν τῆς ἁμαρτίας εἰδῶν. Ἐπιθυμοῦντες οὖν καὶ μὴ ἔχοντες τὰ τῆς ἐπιθυμίας πυρὸς δίκην ὑπὸ
15τῆς ἐπιθυμίας καταφλέγονται. Οἱ δὲ τοῦ ἀγαθοῦ, τουτέστι μόνου τοῦ θεοῦ, ἐπιθυμοῦντες, τοῦ ὄντος καὶ ἀεὶ ὄντος, καὶ τυγχάνοντες εὐφραί‐ νονται κατὰ τὴν ἀναλογίαν τῆς ἐπιθυμίας αὐτῶν, καθ’ ἣν τυγχάνουσι τοῦ ἐπιθυμουμένου. Τὸ μὲν οὖν ὄντως ἀγαθὸν τὸ φύσει ἐστὶν ἀγαθόν, κἂν ποσῶς μετέχειν κατ’ αὐτὸ τὸ εἶναι τοῦ ἀγαθοῦ. Τὸ δὲ δοκοῦν ἀγαθὸν
20οὐ φύσει ἀγαθόν ἐστι, ἀλλὰ κακόν. Τὸ προκρίνειν τὴν τῶν κτισμάτων ἀπόλαυσιν τῆς τοῦ κτίστου ἀπολαύσεως καὶ τὸ οἰκεῖον θέλημα τοῦ θελήματος τοῦ δημιουργοῦ οὐκ ἔστι δικαίου οὐδὲ ἀγαθοῦ, προκρίνειν τὸ ἡμῖν δοκοῦν ἀγαθόν, ὅπερ κακὸν μᾶλλον ἐδείχθη, τοῦ ὄντος φύσει ἀγαθοῦ, ἀλλὰ γενέσθαι μὲν αὐτὸν καὶ ἔχειν μοῖράν τινα καὶ σμικροτάτην τοῦ
25ὄντως ἀγαθοῦ ἤπερ διὰ τὸ κακόν, τουτέστι τὴν ἄδικον ἔφεσιν καὶ λύπην, στερηθῆναι καὶ αὐτῆς τῆς μικρᾶς μοίρας τοῦ ἀγαθοῦ. Ὁ γὰρ θεὸς οὐ κατὰ τὴν ἡμετέραν κρίσιν τὴν ἄλογον κρίνει, ἀλλὰ κατὰ τὸ ὄντως ἀγαθὸν καὶ δίκαιον, οὐδὲ τοῖς πάθεσιν ἡμῶν ἐξακολουθεῖ οὐδὲ διὰ νομιζομένην συμπάθειαν, τὴν ὄντως ἐμπάθειαν, τὸν τοῦ δικαίου λόγον προδίδωσι.

37

Καὶ πάλιν· Ὁ θεὸς τὰ μήπω ὄντα ὡς ὄντα καλεῖ καὶ τὰ ἐσόμενα ὡς ἤδη γεγενημένα θεωρεῖ καὶ κρίνει. Ὥσπερ οὖν τὸν ἤδη ἁμαρτήσαντα ὁ κριτὴς δικαίως κολάζει—κἂν μὴ κολάσῃ, ἄδικός ἐστι—καὶ οὐκ ἔστιν αὐτὸς αἴτιος τῆς τοῦ κολαζομένου ἁμαρτίας ἢ τιμωρίας, ἀλλ’ ἡ τοῦ
5ἁμαρτήσαντος προαίρεσις, οὕτως ὁ θεὸς ὡς ἤδη γεγενημένον τὸ ἐσόμενον
βλέπων ἔκρινεν γενέσθαι καί, εἰ κακὸς γένοιτο, ἐξ αὐτοῦ κολασθῆναι. Διὸ καὶ ἐποίησεν αὐτὸν καὶ ἀγαθὸν ἐποίησεν αὐτόν· αὐτὸς δὲ ἐξ οἰκείας προαιρέσεως γέγονε κακὸς καὶ ἑαυτῷ γέγονε τῆς τιμωρίας αἴτιος, μᾶλλον δὲ ἑαυτὸν τιμωρεῖται τῶν μὴ ὄντων ἐφιέμενος. Ὅτι δὲ οὐχ ἡ πρόγνωσις373
10τοῦ θεοῦ γέγονεν αἰτία αὐτῷ τῷ διαβόλῳ τοῦ κακὸν ἔσεσθαι, δῆλον· οὐδὲ γὰρ ὁ προγινώσκων ἰατρὸς τὴν ἐσομένην νόσον αἴτιός ἐστι τῆς νόσου, ἀλλ’ αἴτιον μὲν τῆς νόσου ἡ ἀταξία, ἡ δὲ πρόγνωσις τῆς τοῦ ἰατροῦ ἐπιστήμης γνώρισμα καὶ αἴτιον τῆς προγνώσεως τὸ οὕτως μέλλειν ἔσεσθαι. Ὅτι δὲ οὕτως ἐστί, φησὶν ὁ ἀπόστολος· Ὁ «καλῶν τὰ
15μὴ ὄντα ὡς ὄντα». Καὶ τοῦτο δὲ εἰδέναι χρή, ὅτι, καθὼς ἐξέλθῃ ἡ ψυχὴ ἐκ τοῦ σώματος, οὕτως διαμένει ἄτρεπτος τοῦ λοιποῦ εἴτε τὸ ἀγαθὸν ποθοῦσα, εἴτε τὸ πονηρόν.

38

Ἐπὶ πᾶσι δὲ τούτοις τοῦτό φαμεν ἀγαθόν, ὅπερ θέλει ὁ θεός· ὥσπερ γὰρ τὸ φῶς ἐκ τοῦ ἡλίου ὁρίζεται, οὕτω καὶ τὸ ἀγαθὸν ἐκ τοῦ θεοῦ. Πᾶν οὖν, ὃ θέλει ὁ ἀγαθός, ἀγαθόν ἐστι, καὶ τοῦτό ἐστιν ἀγαθόν, ὃ θέ‐ λει. Κριτής ἐστιν ὁ θεός, οὐχ ἡμεῖς κριταὶ τοῦ θεοῦ. Τί οὖν αὐτὸν ἀνακρίνο‐
5μεν; Θεὸς ὀρρωδεῖ καὶ δειλιᾷ καὶ δέδοικε; Θεὸς φοβούμενος μὴ εἴη θεός.

39

Εἰ ὁ ἥλιος καὶ ἡ σελήνη πλοῖα γεγόνασι διὰ τὸ ἀγαγεῖν τὴν μοῖραν, ἣν ἥρπασεν ἡ ὕλη ἀπὸ θεοῦ, οὐκ ἦν πρὸ τούτου ἥλιος οὐδὲ σελήνη, καὶ σκότῳ ἦν ὁ ἄνθρωπος.

40

Εἰ καθ’ ὑμᾶς ἡ θλῖψις κακή, πάντως ἡ ἡδονὴ καὶ ἡ ἀπόλαυσις ἀγαθή, καί, εἰ τοῦτο, ἀγαθὸν ἡ πορνεία καὶ ἡ γαστριμαργία καὶ ὅσα τέρπει καὶ ἥδει τὸν πράττοντα, ὅσα δὲ λυπεῖ, ἐγκράτεια, νηστεία, ἀγρυπνία καὶ τὰ τοιαῦτα, κακά.

41

Εἰ ἐγκαλεῖτε θεῷ τὴν τοῦ κατακλυσμοῦ πανολεθρίαν καὶ τῶν Σοδομιτῶν τὴν ἐκφλόγωσιν καὶ τοῦ Φαραὼ τὸν ποντισμὸν πρὸς τὸ συμφέρον παιδεύοντι, ἐγκαλέσατε μᾶλλον αἰωνίως κολάζοντι.

42

Τὸ ἐκ τῆς ἑαυτοῦ οὐσίας προφέρειν οὐ δημιούργημα, τὸ δὲ ἐκ
μὴ ὄντων δημιούργημα. Εἰ οὖν δημιουργεῖ ἡ κακία, ἐκ μὴ ὄντων παράγει, καὶ οὐκέτι ἐκ τῆς ὕλης τὸ σῶμα· εἰ δὲ ἐκ τῆς ὕλης, τουτέστιν ἐκ τῆς οὐσίας τῆς κακίας, εἰ μὲν ἄναρχος ἡ κακία, καὶ ἀθάνατος πάντως καὶ374
5ἄτρεπτος—τὸ γὰρ μὴ ἀρξάμενον οὐ παύεται οὐδὲ τρέπεται· εἰ δὲ τρέπεται καὶ φθείρεται, οὐκ ἄναρχος—, εἰ δὲ ἡ κακία ἄτρεπτος, καὶ τὸ ἐκ τῆς οὐσίας αὐτῆς σῶμα ἄφθαρτον ἔσται καὶ ἄτρεπτον. Τίνος οὖν ἦν ἡ φθορὰ καὶ ἡ κακία; Ἡ γὰρ φθορὰ πάντως φθείρει τι ἢ οὐκ ἔστι φθορά. Εἰ μὲν τὸ ἀγαθὸν παθητόν, παθητὸς καὶ ὁ ἀγαθός, καὶ πῶς τελέως ἀγαθός;
10Φθειρόμενος δὲ ὁ ἀγαθὸς ὑπὸ αὐτῆς εἰς ἀνυπαρξίαν χωρήσει. Εἰ δὲ ἑαυτὴν ἔφθειρεν, ἐφθάρη καὶ ἀπώλετο καὶ οὐκ ἔστιν. Εἰ δὲ μέρος τοῦ ἀγαθοῦ, καὶ μέρος ἑαυτῆς ἔφθειρεν. Ἧς δὲ φύσεως τὸ μέρος φθαρτόν, καὶ πᾶσα φθαρτή· ἀδύνατον γὰρ τὴν αὐτὴν φύσιν καὶ φθαρτὴν εἶναι καὶ ἄφθαρτον. Εἰ γὰρ λέγομεν τὸ σῶμα τοῦ ἀνθρώπου φθαρτὸν μέρος ὂν
15τοῦ ἀνθρώπου, τὴν δὲ ψυχὴν ἄφθαρτον, ἀλλ’ οὔκ εἰσι μιᾶς φύσεως. Ἡ γὰρ ψυχή, εἰ καὶ ἐν σώματι πολιτεύεται, ἀλλ’ οὐκ ἔστι σῶμα, ἀλλ’ ἀσώματος· ὥστε ἄλλης φύσεώς ἐστιν ἡ ψυχὴ καὶ ἄλλης τὸ σῶμα, καὶ οὐ τὸ μὲν μέρος τῆς αὐτῆς φύσεως φθαρτόν, τὸ δὲ ἄφθαρτον, ἀλλ’ ἡ μὲν μία φύσις τοῦ ἀνθρώπου φθαρτή, ἡ δὲ ἄφθαρτος. Καὶ οὔτε ἡ ψυχὴ ἐξ
20ἀνάρχου οὐσίας—τρεπτὴ γάρ—οὔτε τὸ σῶμα· καὶ αὐτὸ γὰρ τρεπτὸν καὶ φθαρτόν. Μιᾶς δὲ φύσεως λέγεται ὁ ἄνθρωπος, οὐχ ὅτι ἡ ψυχὴ καὶ τὸ σῶμα μιᾶς ἐστι φύσεως, ἀλλ’ ὅτι πάντες οἱ ἄνθρωποι ὁμοίως ἕκαστος ψυχὴν ἔχει καὶ σῶμα καὶ ἕκαστος δύο φύσεις ἔχει.

43

Ἡ τροπὴ ἐκ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον μεταβολή, ἐκ μὴ ὄντος εἰς τὸ εἶναι ἢ ἐξ ὄντων εἰς τὸ μὴ εἶναι ἢ ἐξ ἀρετῆς εἰς κακίαν, ὅπερ ἐστὶν ἐκ τῶν φυσικῶν ἕξεων εἰς τὴν τούτων στέρησιν. Ἡ ἀρετὴ πλήρωσίς ἐστι τοῦ νόμου τοῦ θεοῦ, ὁ δὲ νόμος τοῦ θεοῦ θέλημα αὐτοῦ ἐστιν—οὐδεὶς
5γὰρ ἐντέλλεται, ὃ οὐ θέλει—, τὸ δὲ θέλημα τοῦ θεοῦ ἀγαθόν ἐστιν, ἄτρεπτον, ἀεὶ ὡσαύτως ἔχον. Ὥστε τὸ ἀγαθὸν ὄν ἐστιν, ὁμοίως καὶ ἡ ἀρετή—ἀγαθὸν γὰρ ἡ ἀρετή—, ἡ δὲ κακία οὐκ ὄν, ἀλλὰ τοῦ ὄντος,
τουτέστι τοῦ νόμου τοῦ θεοῦ, ἑκούσιος παρακοὴ καὶ ἀναίρεσις κατὰ σύμβασιν ἐν τῷ πράττεσθαι παρυφισταμένη καὶ ἅμα τῷ παύσασθαι375
10τῆς πράξεως παυομένη.

44

Καὶ τοῦτο δὲ εἰδέναι δεῖ, ὅτι ὁ θεὸς οὐ κολάζει τινὰ ἐν τῷ μέλλοντι, ἀλλ’ ἕκαστος ἑαυτὸν δεκτικὸν ποιεῖ τῆς μετοχῆς τοῦ θεοῦ, Ἔστι δὲ ἡ μὲν μετοχὴ τοῦ θεοῦ τρυφή, ἡ δὲ ἀμεθεξία αὐτοῦ κόλασις· ἐνταῦθα δὲ οὐ κολάζων ἐπιφέρει τοὺς πειρασμοὺς ὁ θεός, ἀλλὰ παιδεύων καὶ ἰώμενος
5τὴν κακίαν, ἵνα ἐπιγνῶμεν αὐτὸν καὶ ἐπιστρέφωμεν καὶ τύχωμεν τῆς ἁγιότητος αὐτοῦ. «Ἡ γὰρ παιδεία κυρίου ἀνοίγει μου τὰ ὦτα.»

45

Μανιχαῖος· Εἰ ἀγαθός, διὰ τί ἐν τῷ μέλλοντι αἰῶνι κολάζει τὸν πονηρὸν καὶ οὐ μᾶλλον ἀναιρεῖ αὐτόν; Ὀρθόδοξος· Ὁ θεὸς ἀγαθός ἐ‐ στιν, ἀλλὰ καὶ δίκαιος· ὡς ἀγαθὸς οὖν ἐποίησεν, ὅσα ἐποίησεν, ἀγαθά. Ὥσπερ οὖν δίκαιον ἦν, τοὺς ὑπ’ αὐτοῦ ἐσομένους ἀγαθοὺς καὶ μέλλοντας
5οὐ μόνον φυλάττειν τὸ δοθὲν αὐτοῖς ἀγαθόν, ἀλλὰ καὶ ἐπεργάζεσθαι αὐτό, γενέσθαι καὶ ἀξιωθῆναι τοῦ τελείου ἀγαθοῦ καὶ τῆς αἰωνίου τρυ‐ φῆς, οὕτως καὶ δίκαιον ἦν, τοὺς ὑπ’ αὐτοῦ ἐσομένους ἀγαθοὺς καὶ μέλ‐ λοντας οὐ φυλάττειν τὸ δοθὲν αὐτοῖς ἀγαθόν, ἀλλ’ ἑκουσίως ἐκκλίνειν διὰ τῆς ἀποβολῆς τῶν ἀγαθῶν ἐπὶ τὴν κακίαν καὶ γενέσθαι καὶ στερηθῆναι
10τῆς ἀιδίου τρυφῆς.

46

Πλέον ἀπέχει τὰ σεραφὶμ ἀπὸ θεοῦ ἤπερ ὁ πονηρὸς ἀπὸ τῶν σεραφίμ. Εἰ οὖν μὴ ἐγένετο ὁ διάβολος, ὁ πρὸ αὐτοῦ ἀνεφαίνετο χείρων πάντων καὶ κακὸν ἐν συγκρίσει τῇ πρὸς τοὺς πρὸ αὐτοῦ καὶ ἐλέγομεν· Διὰ τί προειδὼς ὁ θεός, ὅτι τοιοῦτος μέλλει ἔσεσθαι, ἐποίησεν αὐτόν;
5Ὁμοίως καὶ ἐπὶ τοῦ πρὸ ἐκείνου, ἕως ἂν ἔλθωμεν καὶ εἰς αὐτὰ τὰ σεραφίμ. Καὶ γὰρ πολλάκις θεωροῦμεν πρᾶγμα ἐλεεινότατον καὶ δοκοῦμεν μὴ εἶναι ἐλεεινότερον αὐτοῦ ἕτερον καὶ μετὰ ταῦτα ὁρῶμεν ἕτερον χεῖρον. Ὅπερ γὰρ ἂν ἔσχατον κακόν, ὧν εἴδομεν, λογισώμεθα, ὑπονοοῦμεν μὴ εἶναι αὐτοῦ χεῖρον.

47

Ἐποίησεν οὖν ὁ θεὸς τὰ πάντα καλὰ λίαν ἕκαστον κατὰ τὴν ἰδίαν φύσιν, καθὼς ἠθέλησεν· οὐ γὰρ ὑπόκειται νόμῳ, ἀλλ’, ὅπερ θέλει, τοῦτό ἐστιν ἀγαθόν, οὐχ ὅπερ ἡμεῖς κρίνομεν. Οὐ γάρ ἐσμεν ἡμεῖς κριταὶ τοῦ θεοῦ, ἀλλ’, ὥσπερ ἐκ τοῦ ἡλίου ἤτοι τοῦ πυρὸς πᾶν φῶς φωτίζεται,
5οὕτως ἐκ τοῦ θελήματος τοῦ θεοῦ πᾶν ἀγαθὸν ὁρίζεται. Εἰ γὰρ λέγεις, ὅτι καλῶς ἐποίησεν ὁ θεὸς ἐν τούτῳ καὶ κακῶς ἐν τούτῳ καί, διὰ τί ἐποίησε τοῦτο καὶ διὰ τί οὐκ ἐποίησε τοῦτο, σὺ κριτὴς εἶ τοῦ θεοῦ καὶ μείζων αὐτοῦ καὶ σοφώτερος. Ἐξουσίαν οὖν ἔχει ὡς θεὸς ποιῆσαι, ὅπερ θέλει, καὶ τοῦτό ἐστιν ἀγαθόν, καὶ ἐξουσίαν ἔχει, ὧν ποιεῖ, ἃς θέλει, αἰτίας ἀποκαλύ‐376
10ψαι ἡμῖν καί, ἃς θέλει, ἀποκρύψαι. Ἕκαστον δὲ τῶν γενομένων λογικῶν ἀγαθῶν ἑκουσίως ἢ ἐνέμεινεν τῷ ἀγαθῷ, ὡς ἐκτίσθη, ἢ ἑκουσίως ἐτράπη καὶ ἀπεφοίτησε τοῦ ἀγαθοῦ καὶ ἀπώλεσεν αὐτό. Ἀγαθὸν μὲν γάρ ἐστι τάξις ἀρίστη ἑκάστῳ τὸ κατὰ φύσιν οἰκεῖον διασῴζουσα—ταυτὸν δέ ἐστι καὶ ἀρετή—, κακία δὲ ἡ τῆς τάξεως λύσις εἴτουν ἀταξία. Τὰ
15ὄντα πάντα, καθόσον ἔστι, καὶ ἀγαθά ἐστι καὶ ἐκ τοῦ ἀγαθοῦ, καθόσον δὲ ἐστέρηται τοῦ ἀγαθοῦ, οὔτε ἀγαθὰ οὔτε ὄντα ἐστί. Τὰ μὲν γὰρ ἄζωα, καθόσον οὐκ ἔσχεν ἐκ τοῦ ἀγαθοῦ ζωήν, ἄζωά ἐστιν ὡς ἐστερημένα ζωῆς, ὁμοίως καὶ τὰ ἀναίσθητα καὶ τὰ ἄλογα, καθόσον ἔσχεν, ἀγαθά ἐστιν.

48

Οἶδεν ὁ θεὸς τὸ κακὸν ὡς ἀγαθόν, ὥσπερ τὴν πορνείαν οἶδεν ὡς ἔφεσιν καὶ φιλίαν καὶ ἕνωσιν. Καὶ παρ’ αὐτῷ καὶ αἱ αἰτίαι τῶν κακῶν δυνάμεις ἀγαθοποιοί· πολλάκις ἐκ πορνείας γεγένηνται σκεύη ἐκλογῆς.

49

Εἰ κακὸν ἡ κακία, καλὸν ἡ κόλασις τοῦτο ἐξορίζουσα. Κακὸν γὰρ ἡ πορνεία, οὐχ ὁ σωφρονισμός· οὐ γὰρ ἡ κόλασις κακή, ἀλλὰ τὸ ἄξιον ἑαυτὸν ποιῆσαι κολάσεως.

50

Εἰ τὸ κακὸν ἀίδιον καὶ δημιουργεῖ καὶ δύναται καὶ ἔστι καὶ δρᾷ, πόθεν αὐτῷ ταῦτα; Ἢ ἐκ τοῦ ἀγαθοῦ ἢ τῷ ἀγαθῷ ἐκ τοῦ κακοῦ ἢ ἀμ‐ φοῖν ἐξ ἄλλης αἰτίας, ὅτι καὶ τὸ κακὸν ἐν τῷ ἀγαθῷ παρυφίσταται καὶ ὅτι ἀγαθύνει καὶ τὰ κακὰ καὶ τὴν ἑαυτοῦ στέρησιν. Ἡ γὰρ φιλία
5ἀγαθὴ οὖσα ἀγαθὸν ποιεῖ φανῆναι τὴν πορνείαν, ὅτι ἐν τῷ ἀγαθῷ φιλονεικεῖ πως καὶ τὸ μὴ ὂν εἶναι. Μὴ εἶναι γὰρ λέγεται ὁ θεὸς κατὰ τὴν πάντων ὑπεροχικὴν ἀφαίρεσιν.

51

Ὅτι δὲ ἡ φύσις αὐτὴ τὴν ἀρχὴν μίαν προβάλλεται, δηλοῖ αὐτὸς ὁ ἀριθμὸς οὐκ ἀπὸ δύο ἀρχόμενος, ἀλλ’ ἀπὸ μιᾶς. Εἰ οὖν ἀρχὴ ἀριθμοῦ
μονάς, καὶ ἀρχὴ τῶν ὄντων μία.377

52

Εἰ μὴ πάντη ἀκοινώνητον τῷ ἀγαθῷ τὸ κακόν, τὸ δὲ ἀγαθὸν ὄν, τὸ κακὸν οὐκ ὄν· δύο γὰρ ὄντα κατὰ τὸ εἶναι κοινωνοῦσιν. Εἰ οὐσία τὸ ἀγαθόν, ἀνούσιον τὸ κακόν· δύο γὰρ οὐσίαι κατὰ τὸ εἶναι οὐσίας κοι‐ νωνοῦσιν.

53

Εἰ ἀκίνητον ἐξ ἀρχῆς τὸ κακόν, καλὸν ἡ κίνησις καὶ ἡ ἀκινησία κα‐ κόν. Πόθεν οὖν ἔσχε τὸ κακὸν τὴν κίνησιν; Ἡ ζωὴ ἀγαθὸν καὶ κίνησις καὶ ἦν ἀεὶ καὶ ἔστιν ἐν τῷ ἀγαθῷ, καὶ ζῶν ἐστι καὶ ἦν ὁ ἀγαθός. Ὁ θάνατος, ὥς φατε, κακὸν καὶ ἀκινησία καὶ φθορὰ καὶ νέκρωσις καὶ οὐδὲν ἧττον ἀνυπαρ‐
5ξία. Θάνατος δὲ ἦν ἡ κακία, ὡς ὑμεῖς λέγετε. Ὥσπερ οὖν ζωὴ καὶ ζῶν ὁ ἀγαθός, θάνατος καὶ νέκρωσις καὶ νενεκρωμένον τὸ κακόν. Πόθεν οὖν ἀνέζησε καὶ ἐκινήθη; Εἰ μὲν ἐξ ἑαυτοῦ, ἐκ τοῦ κακοῦ ζωή, ὅπερ ἀμήχανον· ἡ φθορὰ γὰρ οὐ ζωοποιεῖ. Εἰ δὲ ἐκ τοῦ ἀγαθοῦ, οὐκ ἀγαθὸν τὸ ἀγαθὸν τῷ κακῷ ζωῆς καὶ κινήσεως γεγονὸς αἴτιον. Καὶ διὰ τί προειδὼς τὰ
10ἐξ αὐτοῦ ἐσόμενα κακὰ ἐζωοποίησεν αὐτόν;

54

Τὸ κακόν, καθό ἐστι κακόν, τῷ ἀγαθῷ καὶ ἀκοινώνητον καὶ ἐναντίον καὶ ἐχθρόν, ἡ δὲ ἐπιθυμία τοῦ ἀγαθοῦ ἀγαθόν. Πῶς οὖν τὸ ἄκρως κακὸν ἐπεθύμησε τοῦ ἀγαθοῦ;

55

Ἡ κακία ἀκίνητος καὶ φθορὰ μᾶλλον καὶ οὐ γένεσις. Πῶς οὖν προεβάλετο τὰ ἑαυτῆς προβλήματα ἡ κακία ἄζωος καὶ ἀναίσθητος; Πῶς οὖν αἰσθάνεται τοῦ ἀγαθοῦ καὶ τῶν τοῦ ἀγαθοῦ προβλημάτων;

56

Τὸ ἐκ τῆς οὐσίας τοῦ ἀνάρχου καὶ ἀκτίστου ἄναρχον καὶ ἄκτιστόν ἐστι. Πῶς οὖν τὰ πάντα ἐκ τῆς οὐσίας τῶν καθ’ ὑμᾶς ἀρχῶν λέγετε; Εἰ μὲν γὰρ ἐκ τῆς οὐσίας αὐτῶν εἰσι τὰ πάντα, ἀρχαὶ ἄναρχοι εἰσι καὶ οὐδέν. Εἰ δὲ κτίσματά εἰσιν, οὐκ ἐκ τῆς οὐσίας αὐτῶν εἰσι.

57

Τὸ κακὸν φθορὰ καὶ θάνατος. Τὸ οὖν κακόν, εἰ μὲν ἄλλοις κακόν, ἑαυτῷ δὲ ἀγαθόν, συνιστᾷ μὲν ἑαυτό, οὐ παντελῶς δὲ κακόν· συνιστᾷ γὰρ ἑαυτό, καὶ κατὰ τοῦτο οὐκ ἔστι κακόν. Εἰ δὲ παντελῶς κακόν, καὶ
ἑαυτῷ κακὸν καὶ ἑαυτοῦ ἀναιρετικὸν καὶ ἀνύπαρκτον. Εἰ δὲ καὶ ἐν τῇ378
5ἑτέρου φθορᾷ ἑτέρων γένεσις γίνεται, οὐχ ἡ φθορὰ γενέσεώς ἐστιν αἴτιον, ἀλλὰ τὸ ἀγαθὸν δι’ ὑπερβολὴν ἀγαθότητος καὶ ἐκ τῆς ἑτέρου φθορᾶς ἑτέρου κατεργάζεται γένεσιν. Ἡ γὰρ ὕλη ὑποχείριος τῷ ἀγαθῷ ὑπ’ αὐτοῦ γενομένη, ἀγαθή· καὶ γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἐν ἀρχῇ τὰ πάντα παρήγαγεν.

58

Οὐκ ἔστι τὸ αὐτὸ κατὰ τὸ αὐτὸ ἀγαθὸν καὶ κακὸν οὐδὲ τοῦ αὐτοῦ φθορὰ καὶ γένεσις, ἡ αὐτὴ κατὰ τὸ αὐτὸ δύναμις οὔτε αὐτοδύναμις ἢ αὐτοφθορά. Τὸ μὲν οὖν αὐτοκακὸν οὔτε ὂν οὔτε ἀγαθὸν οὔτε γενεσιουργὸν οὔτε ὄντων ἢ ἀγαθῶν ποιητικόν· τὸ δὲ ἀγαθόν, ἐν οἷς μὲν ἂν τελέως ἐγγέ‐
5νηται, τέλεια ἀγαθὰ ἀποδείκνυσιν, ἐν οἷς δὲ μερικῶς, μερικά· ἐν οἷς δὲ μηδόλως, οὔτε εἰσὶ καὶ κακὰ λέγονται παντελῶς.

59

Ἡ πορνεία καθὸ μὲν ἔφεσις καὶ φιλία καὶ ἕνωσις ἀγαθόν, καθὸ δὲ τοῦ μὴ ὀφείλοντος καὶ τοῦ ἀπηγορευμένου ἔφεσις κακόν· τὸ γὰρ μὴ ἐντεταλμένον, ἀλλ’ ἀπηγορευμένον οὐκ ὂν ὡς μὴ ὀφεῖλον. Διὸ καὶ ἡ τοῦ μὴ ὄντος μηδὲ ὀφείλοντος γενέσθαι ἔφεσις κακόν.

60

Τὸ κακὸν διττόν. Τὸ μὲν τῇ ἀληθείᾳ κακὸν ὡς ἡ τῶν φυσικῶν ἕξεων ἀπόπτωσις. «Ὁ γὰρ θεὸς ἐποίησε τὸν ἄνθρωπον εὐθῆ, αὐτοὶ δὲ ἐζήτησαν λογισμοὺς πολλούς.» Ἕτερον δὲ κακὸν λέγεται τὸ κατ’ αἴσθησιν ὡς αἱ θλίψεις αἱ κατὰ τοὺς πειρασμούς· τὸ γὰρ τῆς κακίας ὄνομα ὁμώνυ‐
5μόν ἐστι. Δύο γὰρ σημαίνει· ποτὲ μὲν γὰρ σημαίνει τὴν τῆς ἀρετῆς στέ‐ ρησιν, ποτὲ δὲ τὴν τῆς χαρᾶς, τουτέστι τοῦ ἐπιθυμουμένου. Ἡ μὲν γὰρ πορνεία οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ σωφροσύνης στέρησις καὶ κακὴ χρῆσις· ἀντὶ γὰρ τοῦ ἀγαπῆσαι καὶ μιγῆναι τὸ ἴδιον σκεῦος, τουτέστι τὴν ἰδίαν γυναῖκα, ἀγαπᾷ καὶ μίγνυται τῇ ἀλλοτρίᾳ. Ἡ ἀπιστία ἀντὶ τοῦ
10πιστεῦσαι καὶ ἀγαπῆσαι τὸν φύσει θεὸν πιστεύει τῷ μὴ ὄντι θεῷ. Τοῦτο οὖν ἐστι κακία τὸ τῷ μὴ ὄντι ὡς ὄντι χρήσασθαι, τὸ μὴ παρέχειν ἑκάστῳ τὰ ἴδια· ἴδια ἑκάστῳ τὰ ὑπὸ θεοῦ ὁριζόμενα. Ἴδιον μὲν θεοῦ ἡ δόξα καὶ ἡ τιμὴ ὡς δημιουργῷ πρέπουσα, ἴδιον δὲ τῶν κτισμάτων τὸ μέτρον, ὃ ἑκάστῳ ὥρισεν ὁ τὸ εἶναι δούς. Ἐφ’ ἡμῖν δέ ἐστιν ἢ χρήσασθαι τοῖς
15δοθεῖσιν ἡμῖν ὑπὸ θεοῦ, ἐφ’ ᾧ δέδωκεν ἡμῖν αὐτά, καὶ ἐφ’ ἡμῖν ἐστι χρήσα‐ σθαι οὐκ ἐφ’ ᾧ δέδωκεν, οἷον ἔδωκεν ἡμῖν τὸ ἐπιθυμητικόν, ἵνα ἐπιθυμῶμεν
αὐτοῦ τοῦ μόνου ἀγαθοῦ. Ἐὰν ἐπὶ τούτῳ χρησώμεθα τῇ ἐπιθυμίᾳ ἀρετὴ καὶ καλόν· εἰ δὲ ἕτερόν τι παρ’ αὐτὸν ἀγαπήσωμεν, οὐκ ἔστι χρῆσις, ἀλλὰ παράχρησις. Εἰς αὐτὸ γὰρ τοῦτο ἐποίησεν ἡμᾶς, ἵνα μετέχωμεν αὐτοῦ379
20ἐπιθυμοῦντες.

61

Ἦν, φησίν, ἡ ὕλη ἄναρχος, ἀγένητος, ἐν ἰδίοις ὅροις, ἀεὶ ἀτάκτως κινουμένη, ἀεὶ ἑαυτῇ μαχομένη καὶ ἑαυτὴν ἀναλίσκουσα. Ἦν δέ, φησί, καὶ ὁ θεὸς ἐν ἰδίοις ὅροις, ἄναρχος, ἀγένητος, ἀίδιος, ἀσώματος, ὅλος φῶς, ἀλλ’ ἡ ὕλη, φησίν, ἀτάκτως καὶ ἀλόγως κινουμένη ἐπὶ τὰ τοῦ θεοῦ
5ὅρια ἦλθε. Καὶ θαυμάσασα τὸ τοῦ θεοῦ φῶς τῆς μὲν πρὸς ἑαυτὴν μάχης ἐπαύσατο, τῷ δὲ φωτὶ ἐπέθετο μαχομένη ὡς καὶ μέρος αὐτοῦ ἁρπάσαι εἰς ἑαυτήν· καὶ γὰρ ἄρχοντας ὡς ἐπὶ κεκρυμμένου βασιλείου τὴν ὕλην ἔχειν διαβεβαιοῦνται, οὓς καὶ «κοσμοκράτορας τοῦ σκότους» καὶ «πνευμα‐ τικὰ τῆς πονηρίας» εἶναι φάσκουσι. Συνεχώρησε δέ, φησίν, ὁ ἀγαθὸς
10θεὸς μέρος ἑαυτοῦ ὑπ’ αὐτῆς ἁρπασθὲν αἰχμάλωτον γενέσθαι, ὅπως αὐτὴν περιγράψῃ καὶ περιορίσῃ τοῦ μὴ περαιτέρω προβαίνειν εἰς τὰ ἑαυτοῦ ὅρια. Εἰ ἄναρχος, ἀγένητος, ἀσώματος, ἄποιος, ἀόρατος ἡ ὕλη, ὁμοίως καὶ ὁ ἀγαθὸς θεός, ἐκ δὲ τῆς οὐσίας αὐτῶν τὰ πάντα, πῶς ὁρῶνται τὰ
15ἐξ αὐτῶν γενόμενα; Τὸ γὰρ ἐξ ἀσωμάτου καὶ ἀοράτου οὐσίας προερχό‐ μενον ἀσώματον πάντως ἔσται καὶ ἀόρατον. Καὶ πρὸ τούτου, εἰ καὶ αἱ δύο οὐσίαι ἄναρχοι καὶ ἀγένητοι καὶ ἀίδιοι, ἐξ αὐτῶν δέ ἐσμεν ἡμεῖς οὐκ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ὑπ’ αὐτῶν παραχθέντες, ἀλλ’ ἐκ τῆς οὐσίας αὐτῶν, ἄναρχοι καὶ ἀίδιοί ἐσμεν ἡμεῖς· ἑκάστης γὰρ οὐσίας γέννη‐
20μα ὁμοούσιον τῇ γεννησάσῃ οὐσίᾳ· ἀιδίου ἀίδιον, ἀγεννήτου ἀγέννη‐ τον, ἀνάρχου ἄναρχον. Καὶ πάλιν· Εἰ ἐκ τῆς οὐσίας τοῦ ἀγαθοῦ καὶ τοῦ πονηροῦ ἡ σύστασις ἡμῶν, οὐ κτίσματα, ἀλλὰ τέκνα ἐσμέν, καὶ οὐκ ἔστι κτίσις ἐν κόσμῳ. Καὶ πάλιν· Εἰ ἀδύνατον τραπῆναι τὴν οὐσίαν τοῦ ἀγαθοῦ εἰς πονη‐
25ρὸν καὶ ὅλως λογίσασθαι ἢ πρᾶξαι πονηρὸν καὶ ἀδύνατον τὸν πονηρὸν τραπῆναι καὶ λογίσασθαι ἢ πρᾶξαί τι ἀγαθόν· —ἡ δὲ ψυχὴ ἡμῶν τοῦ ἀγαθοῦ—, ἀδύνατόν ἐστι τὴν ψυχὴν ἡμῶν λογίσασθαι φαῦλόν τι καὶ τὸ σῶμα ἡμῶν πρᾶξαι ἀγαθόν. Ἀλλ’ ὁρῶμεν πολλὰς ψυχὰς λογιζομέ‐ νας πονηρὰ ὡς τὰς τῶν Μανιχαίων καὶ πολλὰ σώματα ποιοῦντα ἀγαθὰ380
30ὡς τὰ τῶν ἁγίων. Καὶ πάλιν· Εἰ καὶ ὁ πονηρὸς σύνθετός ἐστιν ἐξ ἀσωμάτου καὶ σώματος καὶ ὁ ἀγαθὸς ὁμοίως καὶ ἡ μὲν ψυχὴ ἡμῶν τῆς οὐσίας τοῦ ἀγαθοῦ ἐστι, τὸ δὲ σῶμα τοῦ πονηροῦ, καὶ ἡ ψυχὴ ἡμῶν σύνθετος ἔσται ἐξ ἀσωμάτου καὶ σώματος καὶ τὸ σῶμα ἡμῶν.
35 Καὶ πάλιν· Εἰ ἄναρχος ἡ ὕλη, εἰ μὲν ἀσώματος, πῶς ἐξ ἀσωμάτου οὐ‐ σίας προῆλθε; Τὸ γὰρ ἄναρχον, πάντως ἄτρεπτον· τὰ φύσει ἁπλᾶ οὐ πέφυκεν ἑνοῦσθαι. Πῶς οὖν ἐγένετο σύγκρασις; Καὶ πάλιν· Εἰ σύνθετος ἡ ὕλη ἐξ ἀσωμάτου καὶ σώματος, τὸ δὲ σῶμα ἐναντίον τῷ ἀσωμάτῳ, τίς ὁ ἑνώσας τὰ ἐναντία; Οὐκ ἂν γὰρ τὰ ἐναντία
40τοῖς ἐναντίοις ὡμίλει φιλικῶς συναπτόμενα εἰς ἓν ὕφος καὶ μίαν ὑπόστασιν, εἰ μὴ ἡ τοῦ δημιουργοῦ δύναμις εἰς ἓν αὐτὰ συνεβίβασεν. Ἡ ὕλη ἄρα σύνθετος οὖσα ὑπὸ θείου λόγου τὸ εἶναι εἴληφε. Καὶ πάλιν· Ἡ ὕλη φθορά ἐστιν ἢ φθαρτή; Ἡ μὲν γὰρ φθορὰ φθείρει καὶ οὐ φθείρεται, τὸ δὲ φθαρτὸν φθείρεται ὑπὸ τῆς φθορᾶς· καὶ τὸ μὲν
45φθαρτόν, τουτέστιν τὸ φθειρόμενον, ἡ ὕλη.

62

Τί ἐστι φθεῖρον ἢ φθορὰ ἢ φθαρτή; Φθορὰ μὲν γάρ ἐστιν ἡ τῶν συντεθέντων διάλυσις. Φθείρει δὲ ὁ τὴν φθορὰν ἐπάγων, φθείρεται δὲ τὸ διαλυόμενον σύνθετον. Καὶ τὸ μὲν φθεῖρον καὶ φθειρόμενον οὐσίαι εἰσίν, ἡ δὲ φθορὰ συμβεβηκὸς ἐν τῷ λύεσθαι τὰ συντεθέντα θεωρουμένη
5καὶ οὔτε προϋπάρχουσα οὔτε μετὰ τὸ λυθῆναι διαμένουσα.

63

Τί οὖν ἐστιν ἡ ὕλη, φθείρουσα ἢ φθορὰ ἢ φθαρτή; Καὶ εἰ μὲν εἴπητε, ὅτι φθείρουσα, εἴπατε, τί φθείρει εἰ μὴ τὸν ἀγαθόν; Οὐδὲν γὰρ λέγετε ἕτερον εἰ μὴ τὴν ὕλην καὶ τὸν ἀγαθόν. Εἰ οὖν δύο ἦσαν, φθείρει ἡ ὕλη, γενεσιουργεῖ δὲ ὁ ἀγαθός, ἢ ἡ μὲν ὕλη συνίσταται, φθείρεται δὲ καὶ ἀπόλ‐
5λυται ὁ ἀγαθός. Εἰ δὲ ἑαυτὴν φθείρει, γνῶτε, ὡς οὐδὲν ἑαυτοῦ ἐστιν
φθαρτικόν· εἰ δὲ καὶ ἑαυτὸ ἔφθειρεν, ἀνάλωσεν ἂν ἑαυτὸ καὶ εἰς ἀνυπαρξίαν ἤλασε. Πῶς δὲ καὶ τὸ φθειρόμενον ἄναρχον; Εἰ δὲ φθαρτή, ὑπὸ τίνος φθείρεται εἰ μὴ ὑπὸ τοῦ ἀγαθοῦ, καὶ ἔσται ὁ ἀγαθὸς φθορεύς. Εἰ δὲ φθορά ἐστιν, ὑπὸ τίνος ἐνεργεῖται καὶ ἔστιν; Ἡ γὰρ φθορὰ διάλυσίς381
10ἐστιν, ὡς εἴπομεν. Τίς οὖν ὁ διαλύων καὶ τί τὸ διαλυόμενον; Ὅτι δὲ οὐ δύναται ἡ ὕλη φθορὰ εἶναι καὶ φθαρτὴ οὐσία, ἐντεῦθεν γνωστόν· ἡ μὲν γὰρ φθαρτὴ οὐσία προηγεῖται καὶ προϋφίσταται ὡς συντεθεῖσα ὑπόστασις. Ἡ δὲ φθορὰ ἐπιγίνεται μετὰ τὴν σύνθεσιν λύουσα τὰ συντε‐ θειμένα. Πῶς δὲ καὶ ἦν ἡ οὐσία τῆς ὕλης σύνδρομον καὶ συνουσιωμένην
15ἔχουσα τὴν φθοράν; Ἀλλ’ ἴσως ἐρεῖτε, ὅτι ἦν ποτε οὐκ ἐνεργείᾳ φθορά, ἀλλὰ δυνάμει, ὁμοίως καὶ φθαρτόν. Ἀλλὰ γνῶτε, ὅτι τὸ μὲν εἶναι φθαρτικὸν ἢ δημιουρ‐ γικόν, μήπω δὲ ἐνεργεῖν τὴν φθορὰν ἢ τὴν δημιουργίαν διὰ τὸ μὴ δύνα‐ σθαι τὰ φθειρόμενα ἢ δημιουργούμενα συναΐδια εἶναι τῷ φθείροντι ἢ δημι‐
20ουργοῦντι ἀληθές. Ἀλλ’ ὑμεῖς οὐδὲν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραχθῆ‐ ναι λέγετε, ἀλλ’ αὐτὴν ἑαυτῆς εἶναι τὴν κακίαν φθαρτικὴν καὶ ἀναλωτι‐ κήν, ὥστε αὕτη δυνάμει ἔχουσα τό τε φθείρειν καὶ φθείρεσθαι, καὶ οὐκ ἐνεργείᾳ ἀτελὴς ἦν. Τὸ δὲ ἐξ ἀτελοῦς προκόπτον εἰς τελειότητα οὐκ ἄναρ‐ χον· εἰ γὰρ τὸ ἄτρεπτον ἄναρχον, τὸ τρεπόμενον οὐκ ἄναρχον.
25 Καὶ πάλιν· Τί πρῶτον τῆς ὕλης, ἡ οὐσία αὐτῆς ἢ ἡ φθορά; Καὶ εἰ μὲν ἡ φθορά, ἀδύνατον αὐτὴν ὑπάρξαι πρὸ τοῦ εἶναι ἀναλισκομένην. Εἰ δὲ ἡ οὐσία αὐτῆς προϋπῆρξε τῆς φθορᾶς, οὐσία μᾶλλον καὶ ὕπαρξίς ἐστι καὶ οὐ φθορὰ καὶ ἦν ἀφθαρσία ποτὲ μὴ ἔχουσα ἐναντίαν τὴν φθορὰν καὶ οὐκ ἄναρχος ἡ φθορά. Εἰ δὲ ἀεὶ ἦν ἡ οὐσία αὐτῆς ἀναλίσκουσα ἑαυτήν,
30πῶς προήγαγε τοὺς καρπούς; Εἰ μερικῶς ἀνήλισκεν, οὐ παντελῶς φθαρ‐ τικὴ οὐδὲ παντελῶς φθαρτὴ καὶ οὐ τελέως κακή. Εἰ δὲ φθαρτικὴ οὖσα ἐπαύσατο τοῦ ἑαυτὴν φθείρειν, ἢ κακὸν τὸ φθείρειν καὶ ἐκ κακοῦ εἰς ἀγαθὸν ἐτράπη ἢ ἀγαθὸν τὸ φθείρειν καὶ ἐξ ἀγαθοῦ γέγονε κακή. Εἰ ἡ ὕλη κακία, ἑαυτὴν δὲ ἔφθειρεν, ἀγαθή· τὸ γὰρ φθεῖρον τὸ κακὸν ἀγαθόν.
35 Καὶ πάλιν εἴπατε· Ἡ ὕλη φῶς ἦν ἢ σκότος; Καὶ εἰ μὲν φῶς, τῆς οὐσίας τοῦ ἀγαθοῦ· καὶ ἰδοὺ μία ἀρχὴ καὶ οὐ δύο. Εἰ δὲ σκότος, πῶς τὸ σκότος θεωρεῖ; Εἰ γὰρ θεωρεῖ, φῶς ἔχει. Εἰ δὲ οὐκ ἔχει φῶς, τυφλόν ἐστι, καὶ πῶς εἶδε τὸ φῶς; Πῶς δὲ καὶ σκότος ἔσται ἐν τῷ φωτεινῷ καὶ οὐ λυθήσε‐
ται; Ἢ «ποία κοινωνία φωτὶ πρὸς σκότος;»382
40 Καὶ πάλιν· Ἡ ὕλη ἔζη ἢ οὔ; Καὶ εἰ μὲν οὐκ ἔζη, πῶς ἐκινήθη; Πᾶν γὰρ τὸ μὴ ἔχον ζωὴν ἀκίνητον. Εἰ δὲ ἔζη, ἢ ἐξ αὐτῆς ἔχει τὴν ζωὴν ἢ ἀλλαχό‐ θεν. Καὶ εἰ μὲν ἐξ ἑαυτῆς, ζωὴ ἦν καὶ οὐ θάνατος. Εἰ δὲ ἀλλαχόθεν ἔσχε τὴν ζωήν, ἢ ἐκ τοῦ ἀγαθοῦ, καὶ πῶς ἀγαθὸς ὁ ζωώσας τὴν κακίαν; Εἰ δὲ ἐξ ἄλλου, οὐκ ἔσονται δύο, ἀλλὰ τρεῖς.
45 Καὶ πάλιν· Ἡ ὕλη ἀφ’ ἑαυτῆς ἦν ἄναρχος ἢ ἐξ ἄλλου ἐγένετο. Καὶ εἰ μὲν ἐξ ἄλλου ἐγένετο, οὐκ ἄναρχος. Εἰ δὲ ἄναρχος ἦν, πάντοτε εἶχε τὸ εἶναι καὶ οὐδέποτε ἔσχε τὸ μὴ εἶναι. Πῶς δὲ λέγετε αὐτὴν φθορὰν καὶ θάνατον; Ἡ γὰρ φθορὰ τὸ μὴ εἶναι παρέχει, ἡ δὲ ὕλη οὐκ ἔσχε ποτὲ τὸ μὴ εἶναι· ἀεὶ γὰρ ἦν, ὡς λέγετε. Πῶς οὖν, ὃ οὐκ ἔχει, δύναται δοῦναι;

63

(50)

Καὶ πάλιν· Ἡ γένεσις καὶ ἡ φθορὰ ἐναντία. Ἡ μὲν γὰρ γένεσις ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγή, ἡ δὲ φθορὰ ἐκ τοῦ ὄντος εἰς τὸ μὴ εἶναι διάλυσις. Εἰ οὖν ἡ ὕλη καθ’ ὑμᾶς φθορά, πῶς ποιεῖ καρποὺς καὶ γεννᾷ; Καὶ πάλιν· Ἡ φθορὰ ἡ παντελὴς καὶ ἑαυτὴν φθείρει· εἰ γὰρ ἑαυτὴν συνιστᾷ, οὐ παντελὴς φθορά. Εἰ δὲ καὶ ἑαυτὴν φθείρει, οὐκ ἔσται.

64

Ἀγαθὸν λέγεται παρὰ τὸ ἄγαν θεῖν πάντα πρὸς αὐτό, ὃ καὶ φύσει ἐστὶν ἐραστὸν καὶ ἐφετόν, οὗ φυσικῶς πάντα ἐφίεται. Κακὸν δέ ἐστιν ἡ παρὰ φύσιν ἔφεσις, τουτέστιν ὅταν ἑτέρου τινὸς παρὰ τὸ φύσει ἐφετὸν ἐφιέμεθα. «Πάντων οὖν καὶ τῶν καλῶν καὶ τῶν κακῶν ἀρχὴ καὶ τέλος
5ἐστὶ τὸ ἀγαθόν· τοῦ γὰρ ἀγαθοῦ ἕνεκα πάντα, καὶ ὅσα ἀγαθὰ καὶ ὅσα ἐναντία· καὶ γὰρ καὶ ταῦτα πράττομεν τὸ ἀγαθὸν ποθοῦντες. Οὐδεὶς γὰρ εἰς τὸ κακὸν ἀποβλέπων ποιεῖ, ἅπερ ποιεῖ. Διὸ οὐδὲ ὑπόστασιν ἔχει τὸ κακόν, ἀλλὰ παρυπόστασιν, τοῦ ἀγαθοῦ ἕνεκα καὶ οὐχ ἑαυτοῦ γινό‐ μενον·» πᾶν γὰρ γινόμενον ἢ δι’ ἀγαθὸν γίνεται ἢ διὰ νομιζόμενον ἀγα‐
10θόν.

65

Πλανᾶται ὑπὸ θεοῦ προφήτης ἢ τοῦ θεοῦ παραχωροῦντος αὐτὸν πλανηθῆναι κατὰ τὴν ἀξίαν τῆς ἐπιθυμίας αὐτοῦ ἢ προλέγων καὶ τοῦ θεοῦ ἄλλα ποιοῦντος, παρ’ ἃ προεῖπε, πεπλανῆσθαι λέγεται ὑπὸ θεοῦ,
τουτέστι πλάνος ἀποδεδεῖχθαι.383

66

Εἴπατε οὖν ἡμῖν, ὦ Μανιχαῖοι· Ἡ ὕλη, ἣν λέγετε κακίαν καὶ σκότος καὶ φθορὰν καὶ θάνατον, ἄναρχον καὶ ἀίδιον, οὐσία ἦν ἢ συμβεβη‐ κός; Καὶ εἰ μὲν οὐσία, ἢ σῶμα ἦν, οἷον γῆ, ὕδωρ, ἀήρ, πῦρ, ἢ ἀσώματον, οἷον θεός, ἄγγελος, ψυχή, ἢ ἐκ σώματος καὶ ἀσωμάτου σύνθετος. Καὶ
5εἰ μὲν σῶμα, ἀκίνητος ἦν· πᾶν γὰρ σῶμα ἄψυχον καὶ ἀκίνητον. Καὶ πῶς μὴ κινουμένη ἦλθεν εἰς τὰ ὅρια τοῦ φωτός; Ἢ πῶς ἔσχε κίνησιν; Ἢ ἀγαθὸς καὶ οὐκ ἀγαθὸς ὁ δεδωκὼς τῇ κακίᾳ κίνησιν ἢ ἄλλος ἔδωκεν αὐτῇ τὴν κίνησιν παρὰ τὸν ἀγαθόν, καὶ ἔσονται τρεῖς ἀρχαὶ καὶ οὐ δύο. Εἰ δὲ λέγετε, ὅτι ἀσώματος ἦν ἡ ὕλη, πόθεν τὸ σῶμα; Ἡ γὰρ ἀσώματος
10καὶ ἄναρχος οὐσία οὐ δύναται εἰς σῶμα τραπῆναι. Πόθεν οὖν ἡ ἀναρίθ‐ μητος τῶν σωμάτων πληθύς; Εἰ δὲ σύνθετον εἴπητε τὴν ὕλην ἐξ ἀσω‐ μάτου καὶ σώματος, γνῶτε, ὅτι ἀδύνατον σύνθετον γενέσθαι εἰ μὴ ἐξ ἁπλῶν, ὥσπερ ἀδύνατον γενέσθαι δύο εἰ μὴ ἐκ μιᾶς καὶ μιᾶς καὶ ἀδύνα‐ τον γενέσθαι ἄνθρωπον εἰ μὴ ἐκ ψυχῆς καὶ σώματος καὶ ἀδύνατον γενέ‐
15σθαι σῶμα εἰ μὴ ἐκ τῶν ἁπλῶν στοιχείων, τῆς γῆς καὶ τοῦ ὕδατος καὶ τοῦ ἀέρος καὶ τοῦ πυρός. Χρὴ οὖν πρῶτον εἶναι τὰ ἁπλᾶ καὶ τότε γενέ‐ σθαι ἐκ τῶν ἁπλῶν σύνθετον. Ἔσονται οὖν οὐ δύο ἀρχαί, ἀλλὰ τρεῖς. Οὕτως ἀδύνατον ἄναρχον εἶναι τὴν ὕλην. Καὶ εἰ σύνθετος ἐξ ἀσωμάτου καὶ σώματος, διὰ τί οὐκ ἐποίησε τὸν ἄνθρωπον ἐκ τῆς ἀσωμάτου αὐτοῦ
20φύσεως καὶ τοῦ σώματος;

67

«Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ.» «Πρόσεχε, οὐρανέ, καὶ λαλήσω, καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου.» Λαλήσω γὰρ ῥήματα οὐκ ἐμῆς καρδίας, ἀλλὰ τῶν ἐσκοτισμένων καὶ μεμιαμμένων Μανιχαίων. Ἀκούσατε, λαοί, φυλαί, γλῶσσαι, ἀκούσατε. Ἓν θέατρον γενέσθω
5σήμερον ὁ οὐρανὸς καὶ ἡ γῆ. Ἀκούσατε, τί λέγουσιν οἱ ἐπικατάρατοι Μανιχαῖοι, οἱ ἐσκοτισμένοι περὶ τὸ φῶς, τὸ στόμα τοῦ διαβόλου. Λέγουσιν, ὅτι ἡ ὕλη ἐπολέμησε μετὰ τοῦ θεοῦ καὶ ἀπέσπασε μέρος ἀπ’ αὐτοῦ. Περιγραπτὸν λέγουσι τὸν θεόν, πολεμοῦντα καὶ πολεμούμενον καὶ λυπούμενον καὶ ἀποτεμνόμενον. Πολεμεῖται ὁ θεός; Ἀποκόπτεται ὁ
10θεός; Οἴμοι, οἴμοι, οὐκ ἀποκτενοῦμεν αὐτούς; Οὐ πυρὶ καταναλώσομεν;
Τούτοις ὁμιλήσομεν; Τούτους εἰς κοινωνίαν δεξόμεθα; Ὁ κοινωνῶν αὐτοῖς ὅμοιος αὐτοῖς ἐστι καὶ τῆς μερίδος αὐτῶν ἔσται καὶ ἐν τῷ νῦν καὶ ἐν τῷ μέλλοντι αἰῶνι. Ἀδελφοί, κοινωνία λέγεται· ἀποθάνωμεν καὶ μὴ δεξώμεθα εἰς κοινωνίαν τοὺς Μανιχαίους. Ἀποθάνωμεν, ἵνα ζήσωμεν·384
15ὁ δεχόμενος αὐτοὺς εἰς κοινωνίαν Μανιχαῖός ἐστιν, ὅμοιος αὐτοῖς. Κρεῖττόν ἐστιν ἰουδαΐσαι καὶ Ἰουδαῖον ἀποθανεῖν ἤπερ κοινωνῆσαι τοῖς Μανι‐ χαίοις. Ὦ ἀπὸ τῶν Μανιχαίων. Ἀκούσατε δὴ πρὸς θεοῦ, ὦ ἄνδρες, ἀκούσατε, τί φησιν ὁ θεώλεστος Μάνης. Οὐκ ἔστι, φησίν, ὁ κόσμος τοῦ θεοῦ, ἀλλὰ τοῦ διαβόλου. Ἀπαλλοτριῶσαι ἡμᾶς βούλονται τοῦ θεοῦ
20ἡμῶν. Καὶ ἐλυπήθη, φησίν, ὁ θεός, ὅτι ἀπεκόπη μέρος ἀπ’ αὐτοῦ, καὶ ἐπόνησεν. Ἐὰν ἀπεκόπη μέρος ἐξ αὐτοῦ, φθαρτός ἐστι· πᾶν γὰρ τὸ τεμνόμενον φθαρτόν ἐστιν. Ἐσύλησε καὶ ἥρπαξε, φησίν, ἡ κακία μέρος ἀπὸ τοῦ θεοῦ καὶ διὰ τοῦτο πέμπει ὁ θεὸς καὶ συλᾷ καὶ ἁρπάζει τὸ μέρος τὸ συληθὲν ἀπ’
25αὐτοῦ. Λῃστὰς θεοῦ εἰσάγεις, ὦ θεώλεστε; Ἀλλὰ καὶ μηχανάς, φησίν, ἐποίησεν ὁ θεός, δώδεκα κάδους καὶ τὸν ἥλιον καὶ τὴν σελήνην, ἵνα λάβῃ τὸ ἴδιον. Εἶτα τί, ἵνα τι τελευταῖον γένηται, ἵνα πέμψῃ πῦρ ὁ ἀγαθὸς καὶ καύσῃ τὸν κόσμον καὶ ἀναλώσῃ πάντα καὶ ἀποκαταστήσῃ τὴν ὕλην κάτω εἰς τὸν τόπον αὐτῆς καὶ τὰς ψυχὰς τὰς μὴ δεξαμένας τὸν
30Μάνεντα; Ἀκούσατε, οἷα λέγει ὁ ἀντίδικος τοῦ θεοῦ, πόσην δύναμιν δίδωσι τῇ ὕλῃ· Καταβάλλει τοῦ θεοῦ τοῦ ὑψίστου τὴν δύναμιν. Πρῶτον μέν φησιν, ὅτι ἐσυλήθη καὶ ἐκλάπη. Ὢ ἀδυναμίας. Τὸν θεόν μου λέγεις ἀδύνατον; Ἀλλ’ ἑκὼν παρεχώρησε. Πῶς οὖν ἐλυπήθη, εἰ μὴ ἐβιάσθη; Οὐδεὶς προδίδωσι τὰ ἑαυτοῦ ἑκουσίως καὶ λυπεῖται. Εἰ δέ, ἵνα μὴ κατακυ‐
35ριευθῇ ὁ τόπος αὐτοῦ, μὴ δυνηθεὶς ἄλλως περιγενέσθαι τῆς ὕλης, ἐλυ‐ πήθη, πῶς οὐκ ἀδύναμος; Εἶτα λυπεῖται, καὶ κολάζεται τὸ μέρος τὸ ἀπ’ αὐτοῦ, καὶ τεχνάζεται καὶ μηχανὰς ποιεῖ, ἵνα λάβῃ τὸ ἴδιον, καὶ οὐδὲ ὅλον ἀπολαμβάνει τὸ ἴδιον· αἱ γὰρ ψυχαὶ αἱ μὴ ἀκολουθήσασαι
τῷ Μάνεντι εἰς αἰῶνα κολάζονται· καὶ τελευταῖον ἡ ὕλη πάλιν ἐν τοῖς385
40ἰδίοις τόποις στασιάσασα τὸν ἀγαθὸν καὶ θλίψασα, αὐτὴ δὲ μὴ θλιβεῖσα, ἀλλὰ τὸ ἔσχατον πρὸς τὸ ἴδιον παλινδρομήσασα μετὰ καὶ τῶν ψυχῶν τῶν μὴ πιστευσασῶν τῷ Μάνεντι. Ἀλλὰ τυχὸν καὶ πάλιν ἀναστήσεται.

68

Εἴπατε ἡμῖν, ὦ Μανιχαῖοι· Ἡ ὕλη ἡσυχάζουσα τὸ πρότερον καλὴ ἦν ἢ κακή; Εἰ μὲν κακή, ὕστερον στασιάσασα καλὴ ἐγένετο. Εἰ δὲ πρῶτον καλή, ὕστερον κακή. Εἶτα στασιάσασα πρὸς ἑαυτὴν καὶ ἀτάκτως κινηθεῖσα καὶ ἐλθοῦσα
5εἰς τὰ τοῦ φωτὸς ὅρια, εἰ μὲν ἐθεάσατο τὸ ἄυλον φῶς, πῶς τυφλή; Πῶς δὲ καὶ ὕλη ἄυλον φῶς θεάσεται; Εἰ δὲ ἐνόησε, πῶς ἄλογος καὶ ἄνους; Εἰ δὲ καὶ ἠράσθη καθ’ ὑμᾶς, πῶς ἄψυχος; Πῶς δὲ κακή; Τὸ γὰρ ἐρῶν τοῦ ἀγαθοῦ οὐ κακόν. Πῶς δὲ ἄνους καὶ ἄσοφος ἡ ἐκβᾶσα ἐκ τῶν αὐτῆς, ὥσπερ ζῷον οὐκ ἄλογον, ἀλλ’ ὥσπερ ἄριστος στρατηγὸς καὶ εὔτακτος,
10καὶ λαβοῦσα ἀξιόλογον λάφυρον τοῦ φωτὸς καὶ εἰς τὰ ἑαυτῆς ὑπο‐ στρέψασα; Πῶς δὲ καὶ φαύλην λέγετε τὴν τὸ ἀγαθὸν δεξαμένην καὶ χωρή‐ σασαν; Τὰ γὰρ δεκτικὰ ἀγαθοῦ οὐκ ἐναντία οὐδὲ πολέμια. Καὶ πάλιν· Εἰ ἡ ὕλη ἀφήρπασε μέρος τοῦ θεοῦ, δραστήριος μὲν καὶ ποιητικὴ ἡ ὕλη, παθητὴ δὲ καὶ ῥευστὴ ἡ φύσις τοῦ ἀγαθοῦ. Εἰ δὲ ἐκείνη
15μὲν τοῦ ἀγαθοῦ ἐπεθύμησεν, ὁ δὲ ἀγαθὸς μέρος αὑτοῦ ἔδωκε τῷ κακῷ, ἀμφότερα ἐτράπησαν· καὶ τὸ κακὸν γὰρ ἐπεθύμησε τοῦ ἀγαθοῦ καὶ ἀγαθὸν ἐγένετο, καὶ τὸ ἀγαθὸν δεξάμενον μιγῆναι τῷ κακῷ κακὸν ἐγέ‐ νετο. Καὶ πάλιν· Ἐβλάβη τὸ ἀγαθὸν ὑπὸ τῆς ἁρπαγῆς καὶ τῆς μίξεως ἢ
20ἔβλαψεν, ἢ ὠφέλησεν ἢ ὠφελήθη; Εἰ μὲν ὠφελήθη, ἐνεργὸν καὶ ἀγαθὸν τὸ ὠφελῆσαν καὶ ἧττον τὸ ὠφεληθὲν καὶ παθητόν. Εἰ δὲ ἐβλάβη, καὶ οὕτω παθητὸν τὸ βλαβὲν καὶ ἐπικρατέστερον τὸ βλάψαν. Εἰ δὲ ἔβλαψε, κακόν ἐστι. Εἰ δὲ ὠφέλησε, φθονερὸς ὁ ἀγαθός, λυπηθεὶς καὶ μνησίκακος, πυρὶ παραδοὺς τὴν ὕλην καὶ τῇ ὑπερβολῇ τῆς μνησικακίας καὶ ἐξ ἑαυτοῦ
25μέρος σὺν αὐτῇ. Εἰ δὲ οὐδὲ ἔβλαψεν οὐδὲ ἐβλάβη οὐδὲ ὠφέλησεν οὐδὲ ὠφελήθη, πρῶτον μὲν ἀνενέργητον· τὸ γὰρ ἀγαθόν, ἔνθα ἂν γένηται, ὠφελεῖ, ἐὰν ἔχῃ ἀγαθὴν ἐνέργειαν· δεύτερον δὲ ἄδικον, ὅτι μηδὲ ὠφεληθεὶς μηδὲ βλαβεὶς κολάσει τὴν μηδὲν ἀδικήσασαν ὕλην. Εἰ δὲ διὰ τὸ ἐρασθῆναι αὐτοῦ τὴν ὕλην καὶ μετασχεῖν αὐτοῦ ὀργίζεται ὁ θεὸς καὶ λυπεῖται καθ’
30ὑμᾶς, μηδεὶς ἐρασθῇ αὐτοῦ. Εἰ δέ, ὥς φατε, γνοὺς ὁ θεὸς τὴν ὕλην ἐπερχομένην αὐτῷ ἑκὼν συνεχώ‐ ρησεν ἁρπαγῆναι μέρος αὐτοῦ ὑπ’ αὐτῆς, ἵνα αὐτῆς τὴν κίνησιν περι‐
γράψας τιμωρήσηται ὥσπερ βόλον ἐντήξας τῇ γεέννῃ, πρῶτον μέν, τίνος ἕνεκεν οὐκ εὐθέως ἔτηξε καὶ παρέδωκεν αὐτὴν τῇ γεέννῃ; Εἰ δὲ οὐκ ἐδύ‐386
35νατο εἰ μὴ τρόπῳ τοιούτῳ, ἡμῖν τί μέμφεται μὴ ἀνθισταμένοις τῷ πονηρῷ, αὐτὸς προδοὺς τὰς ψυχὰς ἡμῶν διὰ ἀδυναμίαν; Εἶτα γέενναν λέγοντες ἢ ὁμοούσιον τοῦ ἀγαθοῦ ταύτην ἐρεῖτε ἢ ὁμοού‐ σιον τοῦ πονηροῦ ἢ ἄλλην οὐσίαν, καὶ οὐκέτι δύο, ἀλλὰ τρεῖς. Εἰ γὰρ τοῦ ἀγαθοῦ, πῶς κολάζει; Οὐκ ἀγαθὴ γὰρ ἡ γέεννα. Εἰ δὲ τοῦ πονηροῦ,
40οὐ κολάζει τὸ πονηρόν· οὐδὲν γὰρ ἑαυτὸ κολάζει. Εἰ δὲ ἕτερόν τι παρὰ τὰ δύο, τρεῖς ἀρχαὶ καὶ οὐ δύο, ἢ ἐκ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη. Καὶ εἰ τοῦτο, διὰ τί μὴ πρὸς τὴν εὐθεῖαν ἐρχόμενοι εἴπομεν, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρῆχθαι τὰ πάντα; Τὸ ἄναρχον ἄτρεπτον· τροπὴ γάρ ἐστι τὸ μὴ πρότερον ὄντα ὕστερον
45γενέσθαι. Ὧν δὲ τὸ εἶναι ἀπὸ τροπῆς, τρεπτά εἰσι φύσει· ὧν δὲ εἶναι οὐκ ἀπὸ τροπῆς ἤρξατο, ἀλλ’ ἄναρχον, ἄτρεπτα φύσει. Πῶς οὖν ἐκ τῶν ἀνάρχων οὐσιῶν ἐγενόμεθα; Εἰ μὴ γὰρ καὶ αὐταὶ τοιαῦταί εἰσιν, οἷοι ἡμεῖς, ἄνθρωποι καὶ αὐτοί. Εἰ δὲ τοιαῦται, πῶς ἐτράπησαν; Οὐκ ἐκ τῶν ἀνάρχων τοίνυν οὐσιῶν ἡμεῖς, ἀλλ’ ἐκ τοῦ μὴ ὄντος.

68

(50)

Εἰ ἄναρχος ἀρχὴ καὶ ἀίδιος ἡ ὕλη καὶ ἡ κακία ἐξ ἑαυτῆς ἔχουσα τὸ εἶναι καὶ ὅσα ἔχει, τουτέστι τὴν τυραννίδα καὶ τὴν ἰσχὺν καὶ τὴν κακίαν, ἄτρεπτα ταῦτα ἕξει. Πῶς οὖν ὁ τοσοῦτον αὐτὴν φοβηθείς, ὥστε παραχω‐ ρῆσαι μέρος ἑαυτοῦ αἰχμάλωτον ὑπ’ αὐτῆς γενέσθαι, ἐσχάτως αὐτῆς περιγενέσθαι δυνήσεται;

69

Μανιχαῖος· Διὰ τί προγινώσκων ὁ θεὸς τὸν διάβολον, ὅτι ἔμελλε τρέπεσθαι ἐκ τοῦ ἀγαθοῦ εἰς τὸ κακὸν καὶ ἀποβάλλεσθαι τὸ ἀγαθὸν καὶ ἐν ἀνυπαρξίᾳ τοῦ ἀγαθοῦ εἶναι, ὅπερ ἐστὶ κακόν, ἐποίησεν αὐτόν; Ὀρθόδοξος· Εἰ προεγίνωσκεν αὐτόν, ὡς πάντως ἐσόμενον προεγίνωσκεν
5αὐτόν· ἡ γὰρ μὴ πάντως ἐσομένου πρόγνωσις οὐ πρόγνωσίς ἐστιν, ἀλλ’ ἀγνωσία καὶ πλάνη. Μανιχαῖος· Θέλων ἐποίησεν αὐτὸν ὁ θεός; Ὀρθόδοξος· Ναί, θέλων. Μανιχαῖος· Καὶ διὰ τί ἠθέλησε ποιῆσαι
αὐτὸν ἀγαθὸς ὤν, τὸν κακὸν ἐσόμενον; Ὀρθόδοξος· Ἐποίησεν αὐτὸν ὁ θεὸς καλόν· αὐτὸς δὲ ἑκουσίως ἐτράπη καὶ ἀπεβάλετο τὸ ἀγαθόν. Μα‐387
10νιχαῖος· Διὰ τί ἀπεβάλετο τὸ ἀγαθόν; Ὀρθόδοξος· Ὅτι αὐτεξούσιος ἐγένετο. Μανιχαῖος· Καὶ διὰ τί ἐποίησεν αὐτὸν αὐτεξούσιον καὶ τρε‐ πτόν; Ὀρθόδοξος· Τρεπτὸν μὲν ἅπαν κτίσμα κατὰ φύσιν· ὧν γὰρ ἡ γένεσις ἀπὸ τροπῆς ἤρξατο, ταῦτα ἀνάγκη κατὰ φύσιν τρεπτὰ εἶναι. Ἦ οὐ τροπὴ ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγή; Μόνον οὖν φύσει
15ἄτρεπτον τὸ θεῖον ὡς ἄκτιστον καὶ ἀεὶ ὄν. Τὰ δὲ κτίσματα, ὅσα μὲν λογικά, ἐθελότρεπτα, τῷ θελήματι τρεπόμενα, τὰ δὲ λοιπὰ κατὰ σῶμα. Αὐτεξούσιον δέ, ὅτι οὐκ ἐξ ἀνάγκης· πᾶν γὰρ λογικὸν αὐτεξούσιον. Εἰς τί γὰρ τῷ λογικῷ χρήσηται μὴ ὢν αὐτεξούσιος; Ἢ πῶς ἐν ἀρετῇ γενήσεται ἢ ἀγαθὸς ἔσται μὴ ὢν αὐτεξούσιος; Τὸ γὰρ βίᾳ γινόμενον ἢ
20ἀνάγκῃ φύσεως οὐκ ἀρετή· ὅθεν οὐδὲ ἔχει ἀρετὴν τὰ ἄλογα. Τὸ δὲ διά τινα ῥαθυμίαν ἀνελεῖν τὴν τῶν ἀγαθῶν ἀρετήν, οὐ δικαίου. Μανιχαῖος· Ὤφειλεν οὖν τοὺς μέλλοντας ἐναρέτους ἔσεσθαι μόνους ποιῆσαι, ἵνα μόνον ᾖ τὸ ἀγαθὸν καὶ μόνη ἡ ἀρετὴ πολιτεύηται. Ὀρθόδοξος· Τέλει‐ ον ἀγαθὸν ὁ θεὸς μόνος, τῇ δὲ πρὸς αὐτὸν συγκρίσει πάντα ἀτελῆ, κα‐
25τὰ τοῦτο ὄντα καὶ λεγόμενα ἀγαθά, καθ’ ὅσον αὐτοῦ μετέχουσι, καὶ τῇ πρὸς ἄλληλα συγκρίσει. Ὅπερ γὰρ πλέον μετέχει τοῦ ἀγαθοῦ, πλέον ἀγαθὸν ἔστι τε καὶ λέγεται· ὅπερ δὲ ἔλαττον, ἔλαττον· ὅπερ δὲ οὐδ’ ὅλως, ἀγαθὸν οὐδ’ ὅλως. Τὸ δὲ οὐδ’ ὅλως ἀγαθόν, παντελῶς κακόν. Καὶ αὐτὸ δὲ τὸ εἶναι, ἀγαθόν· ἐκ θεοῦ γὰρ τοῦ ἀγαθοῦ τὸ εἶναι, ὥστε
30ὢν ὁ διάβολος κατ’ αὐτὸ τὸ εἶναι ἀγαθός ἐστι.

70

Μανιχαῖος· Διὰ τί λέγει ὁ κύριος· «Καλὸν ἦν τῷ ἀνθρώπῳ ἐκείνῳ, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος;» Ὀρθόδοξος· Ἐπειδὴ τῷ μὲν ἀγαθῷ πρέπει τὸ διδόναι τὰ ἀγαθά, τῷ δὲ λαμβάνοντι αἰσχύνη καὶ ὄνειδος τὸ μὴ φυλάξαι, ἃ ἔλαβεν ἀγαθά, οὐ διὰ τὸν διδοῦντα, ἀλλὰ δι’
5ἑαυτὸν καὶ τὴν ἑαυτοῦ ῥαθυμίαν. Καὶ ὁ θεὸς οὐ δύναται μὴ παρέχειν τὰ ἀγαθὰ ἀγαθὸς ὤν, τουτέστιν οὐ θέλει· ὁ δὲ μὴ θέλων λαβεῖν αὐτὸς
ἑαυτοῦ αἴτιος, ἑαυτῷ τὸ μὴ λαβεῖν κρεῖττον ποιῶν τοῦ λαβεῖν. Οὐ δίκαιον οὖν οὐδὲ καλόν, διὰ τὸ μὴ θέλειν τοῦτον λαβεῖν κωλυθῆναι τὸν ἀγαθὸν τοῦ εὖ ποιεῖν καὶ διδόναι τὰ ἀγαθά. Οὕτω γὰρ ἂν ἡ κακία ἐνίκα τὸ388
10ἀγαθόν, εἰ ὁ θεὸς ἀγαθότητι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγει, τὸ δὲ κακὸν ἔσεσθαι ἐξ ἀγαθοῦ ἑκουσίως τρεπόμενον ἐκώλυσε τὴν ἀγαθὴν τοῦ ἀγαθοῦ δημιουργίαν. Διὸ οὐκ εἶπεν ὁ κύριος· Συνέφερεν, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος, ἀλλά· «Συνέφερε τῷ ἀνθρώπῳ ἐκείνῳ.» Καλὸν μὲν καὶ κατὰ φύσιν καὶ κατὰ τὸ δίκαιον τὸν ἀγαθὸν εὖ ποιεῖν
15καὶ διδόναι τὰ ἀγαθά, ὁ δὲ λαβὼν καὶ μὴ φυλάξας ἐπονείδιστον ἑαυτῷ τὸ λαβεῖν ἐποίησεν· αὐτὸς γὰρ ὁ μὴ θέλων τὸ ἀγαθὸν καί, ὃ ἔχει ἀγαθόν, οὐ θέλει οὐδὲ ἥδεται. Τὸ μὲν γὰρ εἶναι οὐκ ἐφ’ ἡμῖν, ἀλλ’ ἐκ θεοῦ μόνου, τὸ δὲ ἀγαθὸν εἶναι ἐκ θεοῦ καὶ ἐξ ἡμῶν. Ὁ θεὸς οὖν, ὅπερ αὐτοῦ ἐστι, δίδωσι τὸ εἶναι καὶ τὸ εὖ εἶναι, ἡμεῖς δέ, ὅπερ ἐφ’ ἡμῖν ἐστι, τὸ φυλάξαι τὰ
20δοθέντα ἀγαθά, ἢ ποιοῦμεν ἢ οὔ. Ὅπερ δὲ μόνου θεοῦ ἐστι, καὶ θελόντων καὶ μὴ θελόντων ἡμῶν αὐτὸς δίδωσιν ὡς ἀγαθός, ἵνα κἂν ποσῶς ᾖ ἐν ἡμῖν τὸ ἀγαθόν.

71

Ὁ θεὸς καὶ τῷ διαβόλῳ ἀεὶ παρέχει τὰ ἀγαθά, ἀλλ’ ἐκεῖνος οὐ θέλει λαβεῖν. Καὶ ἐν τῷ μέλλοντι αἰῶνι πᾶσι δίδωσιν ὁ θεὸς τὰ ἀγαθά· πηγὴ γάρ ἐστι τῶν ἀγαθῶν πᾶσι βρύουσα τὴν ἀγαθότητα, ἕκαστος δέ, καθὼς ἑαυτὸν κατεσκεύασε δεκτικόν, μετέχει τοῦ ἀγαθοῦ. Ἐνταῦθα μὲν
5οὖν περὶ ἄλλα τὴν ὄρεξιν ἔχοντες καὶ ἐπιτυγχάνοντες κἂν ποσῶς ἡδώμεθα, ἐκεῖσε δέ, ὅταν «ὁ θεὸς εἴη τὰ πάντα ἐν πᾶσι», μὴ βρώσεως οὔσης, μὴ πόσεως μηδέ τινος σαρκικῆς ἡδονῆς μηδέ τινος ἀδικίας οἱ μηδὲ τὰς συνήθεις ἡδονὰς ἔχοντες μηδὲ τῶν ἐκ θεοῦ δεκτικοὶ ὄντες ὀδυνῶνται ἀνηκέστως, οὐ τοῦ θεοῦ κόλασιν ποιήσαντος, ἀλλὰ ἡμῶν ἑαυτοῖς τὴν
10κόλασιν εὐτρεπισάντων, ἐπεὶ οὐδὲ θάνατον ὁ θεὸς ἐποίησε, ἀλλ’ ἡμεῖς ἑαυτοῖς τοῦτον ἐπεσπασάμεθα. Φύσει μὲν γὰρ πᾶν σύνθετον διαλύεται, ἀλλ’ ὅσον θεῷ διὰ θεωρίας ἥνωτο ὁ Ἀδάμ, ἐν ἑαυτῷ εἶχε τὴν ζωὴν ὑπὲρ φύσιν ζωοποιοῦσαν τὴν θνητὴν αὐτοῦ φύσιν. Ὅτε δὲ ἀπέστη τῆς πρὸς τὴν ζωὴν ἤγουν τὸν θεὸν ἑνώσεως, ἦλθεν ἐκ τῆς ὑπὲρ φύσιν ἀφθαρσίας
15εἰς τὴν κατὰ φύσιν τοῦ συνθέτου διάλυσιν, ὅπερ ἐστὶ θάνατος.

72

Ἐπειδὴ δέ τινές φασιν, ὡς ἔδει τὸν θεὸν προειδότα τοὺς ἁμαρτή‐
σοντας καὶ μὴ μετανοήσοντας καὶ κριθησομένους μὴ παραγαγεῖν αὐτοὺς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι—οὐ γὰρ ἀγαθοῦ ποιῆσαι καὶ κολάσαι—, φαμὲν πρὸς αὐτοὺς πρῶτον μὲν τὸ τοῦ ἀποστόλου· «Μενοῦν γε, ὦ ἄνθρω‐389
5πε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; Τῷ γὰρ θελήματι αὐτοῦ τίς ἀνθέστηκεν;» Ὃ γὰρ θέλει, τοῦτό ἐστιν ἀγαθόν· «Καὶ ἐξουσίαν ἔχει ὁ κεραμεὺς ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν.» Αὐτὸς μὲν γάρ ἐστιν ὁ ποιῶν τούς τε δικαίους καὶ τοὺς ἁμαρτωλούς—ἀλλ’ οὐκ αὐτὸς ποιεῖ αὐτοὺς δικαίους ἢ ἁμαρτωλούς—ἢ τιμίους ἢ ἀτίμους·
10φησὶ γὰρ ὁ αὐτὸς ἀπόστολος ἐν τῇ πρὸς Τιμόθεον ἐπιστολῇ, προαριθ‐ μήσας τὰς κακίας, ἐπάγει λέγων· «Ὅστις οὖν ἐκκαθάρῃ ἑαυτὸν ἐκ τούτων, γέγονε σκεῦος ἐκλογῆς.» Αὐτεξούσιοι γὰρ γενόμενοι ἐξουσίαν ἔχομεν καθᾶραι ἑαυτοὺς ἐκ τῶν αἰσχίστων παθῶν καὶ μολῦναι ἑαυτούς. Ὅμως πάντας ὁ θεὸς ἀγαθοὺς ἐποίησεν. Αὐτὸς μὲν οὖν καὶ τὸ εἶναι καὶ τὸ εὖ
15εἶναι πᾶσι παρέχει ὥσπερ ἥλιος ἐφαπλῶν τὰς ἀκτῖνας τῆς ἀγαθότητος αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ. Καὶ τὸ μὲν εἶναι οὐκ ἔστιν ἐφ’ ἡμῖν λαβεῖν, τὸ δὲ εὖ εἶναι ἐφ’ ἡμῖν ἐστιν. Ἂν τοίνυν θελήσωμεν καὶ ποθήσωμεν, μετέχομεν τῆς ἀγαθότητος αὐτοῦ καὶ ἐν φωτὶ εἰς αἰῶνας ἐσόμεθα. Ἐὰν δὲ ῥαθυμήσωμεν καὶ ἑαυτοὺς τυφλώσωμεν καὶ μὴ ποθήσωμεν αὐτόν,
20ἀμέτοχοι αὐτοῦ ἐσόμεθα. Οὐκ ἔδει οὖν διὰ τὴν ἡμετέραν ῥαθυμίαν αὐτὸν ἀμετάδοτον γενέσθαι τῶν τῆς ἀγαθότητος αὐτοῦ δωρεῶν, ὧν πρώτη ἐστὶ τὸ εἶναι, οὐδὲ ἔδει τὴν ἡμετέραν κακίαν νικῆσαι καὶ ἀνενέργητον ποιῆσαι τὴν ἀγαθότητα αὐτοῦ. Εἰ γὰρ τοῦτο ἦν, οὐδὲν ἂν τῶν ὄντων ἐγένετο· οὐδὲν γὰρ τῶν ὄντων ἀξίως πολιτεύεται τῆς ἀγαθότητος
25αὐτοῦ. Δικαίως γὰρ πρὸς αὐτὸν συγκρινόμενα τὰ πάντα ἀνάξια τοῦ εἶναί εἰσιν.

73

Ὅμως οὐ μόνον ἀγαθός ἐστιν ὁ θεός, ἀλλὰ καὶ δίκαιος καὶ ὁρῶν τὰ πάντα μήπω γενόμενα ὡς ὄντα. Ὁ καλῶν γάρ, φησί, «τὰ μὴ ὄντα ὡς ὄντα.» Εἰ μὲν ὤφειλε δι’ ἀγαθότητα μὴ ποιῆσαι τοὺς κολαζομένους, μᾶλλον δι’ ὑπερβάλλουσαν ἀγαθότητα ὤφειλε καὶ ποιῆσαι αὐτοὺς καὶ μὴ
5κολάσαι, ἀλλὰ συγχωρῆσαι αὐτοῖς ἁμαρτάνουσιν· αὐτὸς γὰρ κύριος ἀμ‐ φοτέρων ἐστί, καὶ τοῦ ποιῆσαι καὶ τοῦ συγχωρῆσαι. Εἰ δὲ δίκαιόν ἐστι τὸ
κολάζεσθαι τοὺς ἁμαρτάνοντας, δίκαιον ἦν καὶ γενέσθαι αὐτούς. Ὁρᾷ γὰρ «τὰ μὴ ὄντα ὡς ὄντα» ὁ θεὸς καὶ οὐκ ἐκ τῆς ἀποβάσεως τῶν πραγμάτων κρίνει, ἀλλ’ ἐκ τῆς προγνώσεως τῶν ἐσομένων. Ἐπεὶ οὐδὲ ἐκ τῆς ἀποβά‐390
10σεως τῶν γινομένων γινώσκει, ἀλλὰ προγινώσκει τὰ ἐσόμενα καὶ κατὰ τὴν πρόγνωσιν αὐτοῦ προορίζει. Πῶς δὲ καὶ προγινώσκει τὸ μὴ ἐσόμενον; Εἰ γὰρ προέγνω τὸν ἁμαρτάνοντα καὶ μὴ ἐποίησεν αὐτόν, οὐ πρόγνωσις ἦν, ἀλλὰ πλάνη· ὥσπερ γὰρ ἡ γνῶσις τῶν ὄντων ἐστίν, οὕτω καὶ ἡ πρόγνωσις τῶν πάντως ἐσομένων ἐστί.

74

Μὴ οὖν κρίνωμεν τὸν θεόν· οὐ γὰρ οἴδαμεν τὴν βουλὴν αὐτοῦ. «Τίς γὰρ ἔγνω νοῦν κυρίου; Ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» Οὐ γὰρ πᾶσαν τὴν βουλὴν αὐτοῦ ἀπεκάλυψεν ἡμῖν, ἀλλ’ ὅπερ συνέφερεν ἡμῖν γνῶναι· ὅπερ δὲ οὐ συνέφερεν ἡμῖν γνῶναι, ἀπέκρυψε. Μὴ οὖν
5εὐθύνωμεν τὸν θεόν· αὐτὸς γάρ ἐστιν ὁ κριτὴς καὶ αὐτός ἐστιν ἡ πηγὴ τῶν ἀγαθῶν, καὶ οὐκ ἔστιν ἀγαθόν, εἰ μὴ ὃ αὐτὸς βούλεται, ὥσπερ οὐκ ἔστι φῶς εἰ μὴ τὸ ἐκ τοῦ ἡλίου πηγαζόμενον.

75

Αὐτὸς μὲν οὖν ὁ θεὸς φύσει ἀγαθὸς καὶ συμπαθὴς ὢν οὐ θέλει τὴν ἁμαρτίαν, οὐ θέλει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ οὐδὲ τέρπεται ἐπ’ ἀπωλείᾳ ζώντων οὐδὲ πάθει ὀργῆς κατέχεται ἢ κολάζει, ἀλλὰ πᾶσι βρύει τὰ ἀγαθά. Ὁ ποθῶν λαμβάνει καὶ ὁ ἀγαθὸς ἀγαθῶν τυγχάνει·
5καὶ ἐν μὲν τῷ βίῳ τούτῳ οἰκονομία τίς ἐστι καὶ κυβέρνησις καὶ πρόνοια ἄρρητος πρὸς ἐπιστροφὴν καὶ μετάνοιαν καλοῦσα τοὺς ἁμαρτάνοντας, μετὰ δὲ θάνατον οὐκέτι τροπή, οὐκέτι μετάνοια, οὐχὶ τοῦ θεοῦ μὴ δεχομέ‐ νου μετάνοιαν—αὐτὸς γὰρ ἑαυτὸν ἀρνήσασθαι οὐ δύναται οὐδὲ ἀποβάλλεται τὴν συμπάθειαν—, ἀλλ’ ἡ ψυχὴ οὐκέτι τρέπεται. Διὸ
10κἄν τις ποιήσῃ πάσας τὰς δικαιοσύνας καὶ ἐπιστρέψας ἁμαρτήσῃ καὶ ἐξέλθῃ ποθῶν τὴν ἁμαρτίαν ἐκ τοῦ βίου, ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖ‐ ται. Ὁμοίως καὶ ὁ ἁμαρτωλός, ἐὰν μετανοήσῃ καὶ ἐν τῇ μετανοίᾳ αὐτοῦ ἀποθάνῃ, οὐ μὴ μνησθῶσιν αἱ ἁμαρτίαι αὐτοῦ. Ὡς γὰρ οἱ δαίμονες μετὰ τὴν ἔκπτωσιν οὐ μετανοοῦσιν οὐδὲ οἱ ἄγγελοι νῦν οὐχ ἁμαρτάνουσι,
15ἀλλ’ ἀμφότεροι ἔσχον τὸ ἄτρεπτον, οὕτω καὶ οἱ ἄνθρωποι μετὰ θάνατον
τὸ ἄτρεπτον ἔχουσι, καὶ οἱ μὲν δίκαιοι ποθοῦντες τὸν θεὸν καὶ ἔχοντες αὐτὸν ἀεὶ ἐν αὐτῷ εὐφραίνονται, οἱ δὲ ἁμαρτωλοὶ ποθοῦντες τὴν ἁμαρτίαν καὶ μὴ ἔχοντες τὰς ὕλας τῆς ἁμαρτίας, ὡς ὑπὸ πυρὸς καὶ σκώληκος κατεσθιόμενοι, κολάζονται μηδεμίαν παρηγορίαν ἔχοντες. Τί γάρ ἐστι391
20κόλασις εἰ μὴ τοῦ ποθουμένου στέρησις; Κατὰ τὴν ἀναλογίαν οὖν τοῦ πόθου οἵ τε τὸν θεὸν ποθοῦντες εὐφραίνονται καὶ οἱ τὴν ἁμαρτίαν ποθοῦν‐ τες κολάζονται· καὶ γὰρ οἱ ἐπιτυγχάνοντες τοῦ ποθουμένου κατὰ τὸ μέτρον τοῦ πόθου εὐφραίνονται καὶ οἱ ἀποτυγχάνοντες κατὰ τὸ μέτρον τοῦ πόθου ὀδυνῶνται.

76

Ὑμεῖς δὲ εἴπατε ἡμῖν· Τί ἐστι παντοκράτωρ; Πάντως ὁ πάντων κρατῶν· φησὶ γὰρ ὁ ἀπόστολος· «Ὁ δὲ πάντα κατασκευάσας θεός.» Καὶ πῶς παντοκράτωρ ὁ θεὸς μὴ κρατῶν τῆς ὕλης καὶ τῆς κακίας; Ἢ πῶς δημιουργὸς μὴ αὐτὸς δημιουργήσας τὴν ὕλην; Ἢ πῶς θεὸς ἀτελὴς
5ὢν καὶ ἐλλιπῆ ἔχων τὴν δύναμιν; Διὰ τί γὰρ οὐκ ἀνεῖλε καὶ ὑπέταξε τὴν ὕλην, ἀλλ’ εἴασεν αὐτὴν στασιάζουσαν καὶ μέχρι ῥοπῆς καιροῦ; Εἰ μὲν μὴ βουληθείς, οὐκ ἀγαθός· οὐκ ἀγαθοῦ γὰρ οὐδὲ δικαίου τὸ ἐφησυ‐ χάζειν τοῖς ἁμαρτάνουσιν. Εἰ δὲ μὴ δυνηθείς, θεὸς ἀδύνατος μὴ εἴη θεός· οὐ γὰρ δύνασθε εἰπεῖν, καθὼς ἡμεῖς ἔφημεν περὶ τοῦ γενέσθαι καὶ εἶναι
10τὸν διάβολον, ὅτι αὐτὸ τὸ εἶναι αὐτὸν ἀγαθόν ἐστιν. Ἡμεῖς γὰρ ἐκ τοῦ ἀγαθοῦ διδόντες αὐτῷ τὸ εἶναι ἀγαθὸν τὸ εἶναι αὐτὸν δικαίως εἴποιμεν· τὸ γὰρ ἐκ τοῦ ἀγαθοῦ διδόμενον ἀγαθόν ἐστιν. Ὑμεῖς δὲ οὐκ ἐκ τοῦ ἀγαθοῦ διδόντες τῇ ὕλῃ ὕπαρξιν, ἀλλὰ καὶ κακὴν ταύτην λέγοντες καὶ φύσει κακὴν καὶ παντελῶς ἀμέτοχον ἀγαθοῦ οὐκ ἀγαθὸν δυνήσεσθε
15εἰπεῖν τὸ εἶναι αὐτήν. Οὐκοῦν ἢ οὐκ ἀγαθὸς ἢ οὐ δυνατὸς ὁ θεὸς καθ’ ὑμᾶς μὴ ἐξ ἀρχῆς αὐτὴν ἀνελών. Καὶ πάλιν· Εἰ ἐκ τῆς οὐσίας τοῦ ἀγαθοῦ καὶ τῆς οὐσίας τοῦ κακοῦ τὰ πάντα, οὐδὲ ὁ ἀγαθὸς καὶ δημιουργὸς οὐδὲ ὁ πονηρός, ἀλλὰ πατέρες τῶν ὄντων.
20 Καὶ πάλιν· Εἰ ἡ κακία ἐναντία τῷ ἀγαθῷ ὡς ὂν ὄντι καὶ ἀρχὴ ἀρχῇ καὶ οὐσία οὐσίᾳ καί, καθ’ ὑμᾶς εἰπεῖν, θεὸς θεῷ, ἐν ἡμῖν δέ ἐστι ποιῆσαι τὸ ἀγαθὸν καὶ κακόν, ἐν ἡμῖν ἐστι δοῦναι τὰ νικητήρια τῷ ἀγαθῷ ἢ τῷ
πονηρῷ, καὶ ἡμεῖς ἐσμεν αἴτιοι τῆς ἐπικρατείας ἑκατέρου.392

77

Ἡμεῖς γὰρ ἕνα θεόν φαμεν ἀγαθόν, δίκαιον, πάντων δημιουργόν, πάντων κρατοῦντα, παντοδύναμον, ὅσα θέλει δυνάμενον, καὶ ὑπ’ αὐτοῦ ἐκτίσθαι τὰ πάντα, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, οὐκ ἐκ τῆς οὐσίας αὐτοῦ, ἀλλ’ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι—«πάντα γάρ, ὅσα ἠθέλησεν,
5ἐποίησεν ὁ κύριοσ»—, καὶ τοῦτο ἀγαθόν φαμεν, ὃ θέλει· οὐ γὰρ τὰ ποιή‐ ματα κρίνει τὸν ποιήσαντα. Ἀλλ’ οὐδὲ ἴσμεν τὸν λόγον τῆς προνοίας αὐτοῦ· «τίς γὰρ ἔγνω νοῦν κυρίου ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» Εἰ ἔγνωστο ἡ βουλὴ αὐτοῦ καὶ τὸ θέλημα αὐτοῦ, οὐκ ἦν θεὸς οὐδὲ θαυμα‐ στός. Ὥσπερ γὰρ ἡ οὐσία αὐτοῦ ἀκατάληπτος, οὕτω καὶ ἡ θέλησις καὶ
10ἡ πρόνοια αὐτοῦ. Εἰ γὰρ τὰ τῶν ἀνθρώπων οὐδεὶς ἐπίσταται εἰ μὴ τὸ πνεῦμα ἑκάστου τὸ ἐν αὐτῷ, ἀλλ’ οὐδὲ πάντα τὰ ἑαυτοῦ ἕκαστος τῶν ἀνθρώπων ἐπίσταται—οὐ γὰρ τὸ μέλλον γινώσκει οὐδέ, τί βούλεται ἢ τί θελήσει καὶ βουληθῇ αὔριον, ἐπίσταται—, πῶς οὖν τὸ τοῦ θεοῦ θέλημα καὶ τὴν αὐτοῦ βουλὴν γνώσεται, ὃς πολλάκις καί, ὧν ἐβουλεύσατο,
15εἰς λήθην ἔρχεται;

78

Προνοεῖται ὁ θεὸς κατὰ τὴν αὐτοῦ πρόγνωσιν τῶν ἁπάντων. Καὶ δοκεῖ μὲν ἡμῖν τοῖς μὴ εἰδόσι μηδὲ τὰ μέλλοντα μηδὲ τὰ προγεγονότα μηδὲ πάντα τὰ ἐνεστῶτα ἀνώμαλος ἡ κυβέρνησις αὐτοῦ, ὁμαλὴ δέ ἐστι καὶ ἀγαθὴ καὶ δικαία τῷ ὄντι. Προγινώσκων γὰρ τὰ ἐφ’ ἡμῖν ὡς
5ὄντα τὰ ἐσόμενα δικαίως, ὡς αὐτὸς θέλει καὶ βούλεται, κρίνει· οὐ γάρ, ὡς ὁρᾷ ἄνθρωπος, ὄψεται ὁ θεός. «Ἄνθρωπος γὰρ εἰς πρόσωπον ὁρᾷ, θεὸς δὲ εἰς καρδίαν.» Ἡμεῖς καὶ τὸ ὑπὸ πάντων κρινόμενον δίκαιον πολ‐ λάκις ἄδικον ὁρῶμεν διὰ πρόληψιν κακίας καὶ διὰ τὸ μὴ τὸ αὐτὸ πᾶσιν ἀρεστὸν εἶναι· οὐ γὰρ τὸ αὐτὸ πᾶσιν ἀρεστόν, ἀλλ’ ἕτερον ἑτέρῳ. Κρίνει
10δὲ ὁ θεὸς οὐκ ἐκ μεταμελείας ἢ ἐπιγνώσεως, ἀλλ’ ἐκ προγνώσεως. Προεγ‐ νωκὼς γὰρ ὁ θεὸς τὰ πάντα πρὶν γενέσεως αὐτῶν προώρισεν ἑκάστῳ δικαίως καὶ προνοητικῶς καὶ συμφερόντως κατάλληλα τοῖς ἐφ’ ἡμῖν τὰ οὐκ ἐφ’ ἡμῖν. Ἄλλο γάρ ἐστι γνῶσις καὶ ἄλλο πρόγνωσις καὶ ἄλλο ἐπίγνωσις καὶ ἄλλο ὁρισμὸς καὶ ἄλλο προορισμός. Γνῶσις μὲν γάρ
15ἐστι τὸ εἰδέναι τὰ ὄντα ἢ τὰ γινόμενα, πρόγνωσις δὲ τὸ εἰδέναι τὰ ἐσόμενα πρὶν γενέσεως αὐτῶν, ἐπίγνωσις δέ ἐστιν ἡ μετὰ ψευδῆ γνῶσιν ἐπιγινο‐ μένη ἀληθὴς γνῶσις· καὶ ὁρισμὸς μέν ἐστι κρίσις καὶ ἀπόφασις ἐπὶ τοῖς γεγενημένοις, προορισμὸς δὲ κρίσις καὶ ἀπόφασις ἐπὶ τοῖς ἐσομένοις.393

79

Προειδὼς οὖν ὁ θεὸς τὰ ἐσόμενα ὑφ’ ἡμῶν ἑκουσίως ἤγουν τὰ ἐφ’ ἡμῖν, ἀρετήν φημι καὶ κακίαν, προορίζει τὰ οὐκ ἐφ’ ἡμῖν. Καὶ ἡ μὲν προγνωστικὴ δύναμις τοῦ θεοῦ οὐκ ἐξ ἡμῶν ἔχει τὴν αἰτίαν, τὸ δὲ προγνῶναι, ἃ μέλλομεν ποιεῖν, ἐξ ἡμῶν· εἰ γὰρ μὴ ἐμέλλομεν ποιεῖν,
5οὐδὲ αὐτὸς προεγίνωσκε τὸ μὴ ἐσόμενον. Καὶ ἡ μὲν πρόγνωσις τοῦ θεοῦ ἀληθής ἐστι καὶ ἀπαράβατος, ἀλλ’ οὐκ αὐτή ἐστιν ἡ αἰτία τοῦ γενέσθαι πάντως τὸ ἐσόμενον, ἀλλ’, ὅτι μέλλομεν ποιεῖν τόδε ἢ τόδε, προγινώσκει. Προγινώσκει δὲ πολλά, ἃ οὐκ ἔστιν αὐτῷ ἀρεστά, καὶ οὐκ αὐτὸς αἴτιος τούτων. Ὡς οὐδὲ ἰατρὸς αἴτιος τῆς νόσου, εἰ προγνῶ,
10ὅτι μέλλει τις νοσεῖν, ἀλλὰ τὸ μὲν νοσῆσαι ἄλλης αἰτίας τῆς ποιούσης τὴν νόσον, ἡ δὲ πρόγνωσις τοῦ ἰατροῦ τῆς ἐν αὐτῷ τέχνης· οὕτω καὶ τὸ ἐσόμενον ὑφ’ ἡμῶν οὐκ ἐκ τοῦ θεοῦ τὴν αἰτίαν ἔχει, ἀλλὰ τὸ αὐτεξού‐ σιον ἡμῶν θέλημα· οὐ κακὸν δὲ τὸ αὐτεξούσιον, εἰ, ὡς ἐδόθη ἡμῖν καὶ ἐφ’ ᾧ ἐδόθη, χρησόμεθα αὐτῷ. Τὸ δὲ προγνῶναι τὸν θεὸν τῆς προγνωστι‐
15κῆς αὐτοῦ δυνάμεως. Ἀλλ’ οὐδὲ αἱ τιμωρίαι ἡμῶν τὸν θεὸν ἔχουσιν αἴτιον. Οὐ γὰρ ὁ κριτής ἐστι τῆς τιμωρίας τοῦ πονηροῦ αἴτιος, εἰ καὶ αὐτὸς θέλων κρίνει, ἀλλ’ αἴτιος μέν ἐστιν ὁ πταίσας τῆς ἑαυτοῦ τιμωρίας, ὁ δὲ κριτὴς τῆς δικαιοσύνης αἴτιος· ἀγαθὸν δὲ ἡ δικαιοσύνη. Εἰ γὰρ θέλων κρίνει, ἀλλ’ οὐ κατὰ προηγούμενον θέλημα, ἀλλὰ κατὰ τὸ ἑπόμενον.
20Προηγούμενον οὖν ἐστι θέλημα, ὅπερ τις ἀφ’ ἑαυτοῦ θέλει, ἑπόμενον δέ, ὅπερ ἐκ τῆς τῶν γινομένων αἰτίας· προηγουμένως γὰρ ἐξ ἑαυτοῦ «θέλει ὁ θεὸς πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν». Ἁμαρτανόντων δὲ ἡμῶν θέλει παιδεύεσθαι ἡμᾶς πρὸς τὸ συμφέ‐ ρον. Καὶ τὸ μὲν προηγούμενον θέλημα τοῦ θεοῦ τῆς ἀγαθότητός ἐστι,
25τὸ δὲ ἑπόμενον τῆς δικαιοσύνης αὐτοῦ.

80

Ὅτι δὲ προώρισεν ὁ θεὸς τὰ πάντα κατὰ τὴν πρόγνωσιν αὐτοῦ, οὕτως γνωσόμεθα. Ἄτρεπτον τὸ θεῖον καὶ οὐκ ἐξ ἐπιγνώσεως κρῖνον, ἀλλ’ ἐκ προγνώσεως. Εἰ οὖν καθ’ ἡμέραν κρίνει καὶ ὁρίζει, καθ’ ἡμέραν γινώσκει τὸ γινόμενον καί, ὥς τινές φασι, καὶ μεταμελεῖται καὶ προστίθη‐
5σιν ἔτη ζωῆς, μὴ εἰδότες, τί φασιν. Εἰ γὰρ μεταμελεῖται καὶ προστίθησι, τρεπτὸν ἔχει καὶ τὸ θέλημα καὶ τὴν γνῶσιν, καὶ τοῦτο ἀνάξιον τοῦ θεοῦ. Εἰ δὲ λέγεται προστεθεικέναι τῷ Ἐζεκίᾳ κατὰ τὴν γραφήν, ἀλλ’ οὐκ ἀγνοῶν οὐδὲ μὴ προορίσας προσέθηκεν, ἀλλ’ αὐτὸς μὲν καὶ προέγνω καὶ προώρισε τὰ κατὰ τὸν Ἐζεκίαν· προνοητικῶς δὲ ἐσχηματίσατο394
10οἰκονομῶν τὴν σωτηρίαν ἡμῶν, ἵνα δείξῃ, πόσον δύναται ἡ μετάνοια. Μεταμελεῖσθαι δὲ λέγεται ἐκ τῶν καθ’ ἡμᾶς. Ἡ γὰρ γραφὴ ἀνθρωπικώτε‐ ρον περὶ θεοῦ διαλέγεται πρὸς τὴν νηπιότητα τῶν ἀκουόντων. Ὥσπερ γὰρ λέγεται· «Ἵνα τί ὑπνοῖς, κύριε;» —οὐχ ὑπνοῖ δὲ ὁ θεός, ἀλλὰ τὴν ἀνοχὴν καὶ τὴν μακροθυμίαν αὐτοῦ καὶ τὴν ὑπέρθεσιν τῆς βοηθείας αὐτοῦ
15ὕπνον ἐκάλεσε· παρ’ ἡμῖν γὰρ οἱ ὑπνοῦντες οὐ βοηθοῦσιν—, οὕτω καὶ μεταμέλειαν· ἡμεῖς γάρ, ὅταν δῶμέν τινι πλοῦτον καὶ κακῶς ἐκεῖνος χρήσηται αὐτῷ, μεταμελούμεθα. Οὕτως τοῦ θεοῦ τὸν ἄνθρωπον ποιήσαν‐ τος καὶ τὸν Σαοὺλ χρίσαντος εἰς βασιλέα καὶ ἁμαρτησάντων αὐτῶν μετα‐ μελεῖσθαι λέγεται, οὐ τοῦ θεοῦ μεταμεληθέντος—προῄδει γὰρ τὸ ἐσόμε‐
20νον—, ἀλλὰ τούτων ἄξια μεταμελείας πραξάντων. Ἀγωνισώμεθα οὖν ποιῆσαι τὸ ἀγαθὸν καὶ ἀγαθοὶ γενέσθαι, ἵνα ὦμεν τῶν προεγνωσμένων ἀγαθῶν καὶ προωρισμένων εἰς ζωὴν αἰώνιον.

81

Ἰστέον δέ, ὡς ἀγαθὸν μέν ἐστι τάξις ἀρίστη ἑκάστῳ τὸ κατὰ φύσιν οἰκεῖον διασῴζουσα—ταυτὸν δέ ἐστι καὶ ἀρετή—, κακία δὲ ἡ τῆς τάξεως λύσις ἤγουν ἀταξία. Δισσῶς δὲ τὸ ἀγαθὸν λέγεται· ἢ τὸ ὄντως ἀγαθὸν ὡς ἡ ῥηθεῖσα τάξις ἢ καὶ τὸ δοκοῦν ἀγαθόν, ἡ κατ’ αἴσθησιν ἡδονὴ
5παρὰ τὴν προειρημένην τάξιν, ὅπερ οὐκ ἀγαθόν ἐστιν, ἀλλὰ μᾶλλον κακόν. Καὶ ἡ κακία δὲ δισσῶς λέγεται· ἢ τὸ ὄντως κακόν, τουτέστι τὸ παρὰ τὴν φυσικὴν τάξιν γινόμενον καὶ παρὰ τὸν νόμον τοῦ κτίσαντος κατ’ οἰκείαν γνώμην—φυσικὴ γὰρ τάξις ἡ ὑπακοὴ τοῦ κτίσαντος, ἀταξία δὲ ἡ παρακοή—ἢ τὸ δοκοῦν κακόν, τὸ κατ’ αἴσθησιν λυπηρὸν
10καὶ ἡμῖν ἐπίπονον ὡς ἡ παιδεία, ἥτις μᾶλλον ἀγαθόν ἐστι καὶ συμφέρον πρὸς τὴν κατὰ φύσιν ἐπανάγουσα τάξιν. Καὶ λέγονται τὰ μὲν ἑκούσια
κακά, τὰ ὄντως κακά, τὰ εἴδη τῆς ἁμαρτίας, τὰ δὲ ἀκούσια, τὰ ἐπίπονα.395

82

Οὔτε τούτων οὖν οὔτε ἐκείνων αἴτιος ὁ θεός, ὡς ἐδείξαμεν. Εἰ γὰρ καὶ τὰ ἀκούσια λεγόμενα κακὰ διὰ τὸ ἡμῖν δοκεῖν κακὰ εἶναι, διὰ τὸ ἀηδὲς καὶ διὰ τὸ παράβουλον ἡμῶν καὶ διὰ τὸ ἁμαρτάνειν ἡμᾶς, τουτέστιν ἀποτυγχάνειν τοῦ δέοντος σκοποῦ, τῷ πρὸς τὴν ἡδονὴν λίχνῳ δικαίῳ
5λόγῳ ὁ θεὸς ἐπάγει παιδεύων πρὸς τὸ συμφέρον, ἀλλὰ τῶν ἑκουσίων κακῶν ἤρτηται τὰ ἀκούσια λεγόμενα κακά· ἀκολουθεῖ γὰρ τοῖς ἑκου‐ σίοις κακοῖς τὰ ἀκούσια. Τιμωρίαι γὰρ καὶ παιδεῖαι ὡς τὰ πολλὰ πρὸς διόρθωσιν αἱ συμφοραὶ γίνονται, καὶ ἡ τοῦ μέλλοντος αἰῶνος κόλασις τελεία τῆς κακίας καὶ ἁμαρτίας ἀναίρεσις ἢ τὸ ἐναντίον εἰπεῖν τοῖς ἐπιπο‐
10θοῦσι τὰς σωματικὰς παρὰ τὸν φυσικὸν νόμον ἡδονὰς καὶ τὰς διὰ ταύτας ἁμαρτίας ἡ κόλασις καὶ ἀπορία τῆς τούτων χρήσεως ἔσται αἰωνία κόλασις. Κόλασις γὰρ ἡ τοῦ ποθουμένου ἀποτυχία. Ἄχρι γὰρ ἁμαρτίας ἡδονὴ παρὰ τὸν νόμον τῆς φύσεως· αὕτη δὲ διττή, ἢ ψυχικὴ ἢ σωματική· καὶ ψυχικὴ μὲν ἡ τῆς δόξης ἔφεσις, σωματικὴ δὲ βρῶσις, πόσις, ἄνεσις
15σώματος, ὕπνος, συνουσία γυναικῶν. Ταῦτα πάντα φυσικὰ καὶ καλὰ κατὰ τὴν φυσικὴν τάξιν καὶ τὸν νόμον τοῦ κτίσαντος γινόμενα, κακὰ δὲ παρὰ τὸν νόμον τοῦ κτίσαντος καὶ τὴν φυσικὴν τάξιν καὶ χρῆσιν.

83

Φυσικὴ δὲ τάξις τὸ ἐφίεσθαι τῆς παρὰ θεοῦ δόξης, τὸ δὲ τῆς παρ’ ἀλλήλων δόξης ἐφίεσθαι παρὰ φύσιν· θεῷ γὰρ μόνῳ τῷ φύσει δοξαστῷ πρέπει ἡ παρὰ πάντων τῶν κτισμάτων αὐτοῦ δόξα, ἡμῖν δὲ τὸ ταπεινοῦ‐ σθαι θεῷ ὡς δημιουργῷ καὶ ἀλλήλοις διὰ τὸν νόμον τοῦ κτίσαντος.
5Τοῦτο γὰρ τῆς πρὸς θεὸν ἀγάπης καὶ τῆς πρὸς τὸν πλησίον τεκμήριον, ὃς νόμος θεοῦ ἐστιν· «Ἀγαπήσεις γὰρ κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ τὸν πλησίον σου ὡς ἑαυτόν», καὶ «πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται». Ὥστε τὸ ἀγαπᾶν τὴν παρ’ ἀλλήλων δόξαν ἀπιστίαν συνίστησιν. «Οὐ δύνασθε» γάρ,
10φησί, «πιστεύειν εἰς ἐμὲ δόξαν παρ’ ἀλλήλων λαμβάνοντες καὶ τὴν δόξαν τοῦ μόνου θεοῦ οὐ ζητοῦντες.»

84

Πάλιν· Ἡ σωματικὴ ἡδονή, βρῶσις καὶ πόσις καὶ τὰ λοιπὰ κατὰ τὴν φυσικὴν χρῆσιν καὶ τὸν νόμον τοῦ κτίσαντος λαμβανόμενα καλά,
παρὰ δὲ τὸν νόμον τοῦ θεοῦ καθ’ ἡμετέραν γνώμην καὶ παράχρησιν γινόμενα κακά· οἷον βρῶσις καὶ πόσις, ὅσον πρὸς τὸ ζῆν καὶ σύστασιν396
5τοῦ σώματος, καλά, ὁμοίως καὶ ὁ ὕπνος καὶ ἡ τῆς γυναικὸς χρῆσις, τὸ εἰδέναι τὸ ἴδιον σκεῦος, καλόν, τὸ δὲ πρὸς ἡδονὰς ἀλόγους κεχρῆσθαι βρώσει καὶ πόσει καὶ γυναιξὶν ἀδιαφόρως ἀλόγων δίκην πονηρόν.

85

Διὰ οὖν τὴν κενὴν δόξαν καὶ διὰ τὴν ἄμετρον βρῶσιν καὶ πόσιν καὶ τὰς πορνείας ἡ φιλαργυρία, τὸ τούτων ἔρεισμα, φθόνοι τε καὶ ἔριδες καὶ πονηρίαι καὶ ψεῦδος καὶ συκοφαντίαι καὶ ἁρπαγαὶ καὶ φόνοι καὶ τὸ πρὸς τὸν πλησίον μῖσος. «Διὰ γὰρ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ἐψύγη
5ἡ ἀγάπη τῶν πολλῶν.» Πολλοὺς δὲ ἔφη τοὺς κεχρημένους τῇ ἀνομίᾳ. Ἐκ τῶν φυσικῶν οὖν ἔρχονται τὰ παρὰ φύσιν τοῦ διαβόλου προσβάλ‐ λοντος.

86

Πρὸς πάντα ταῦτα δύο δὲ ἡμῖν τρόποι μέγιστοι πρὸς βοήθειαν, τὸ βιάζεσθαι ἑαυτούς—ἔνδειγμα γὰρ ἀγάπης πρὸς τὸν θεὸν ἡ βία— καὶ ἡ προσευχή· ἔνδειγμα γὰρ ταπεινώσεως ἡ προσευχή. Ἐπιγινώσκον‐ τες γὰρ τὴν οἰκείαν ἀσθένειαν τὴν τοῦ θεοῦ ἐπικαλούμεθα δύναμιν.
5 Δεῖ δὲ εἰδέναι, ὅτι καὶ τὸ μὴ κρίνειν λυτροῦται ἀπὸ ἁμαρτίας· τὸ γὰρ μὴ κρίνειν ταπεινώσεως σημεῖον. Οὐδὲν οὕτως προσκαλεῖται τὴν τοῦ θεοῦ βοήθειαν ὡς ἡ ταπείνωσις. «Ἴδε» γάρ, φησί, «τὴν ταπείνωσίν μου καὶ τὸν κόπον τῆς βίας μου καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου,» καὶ «ἴδε τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με,» δηλονότι ἐκ τοῦ πολεμοῦντός
10με ἐχθροῦ καὶ τῆς ἁμαρτίας καὶ ἀφροσύνης μου. Συμβάλλεται δὲ πρὸς ἀρετὴν καὶ ἡ μετὰ ἐναρέτων διαγωγή—μιμητικὸν γὰρ ζῷον ὁ ἄνθρω‐ πος—καὶ τὸ ἀπέχεσθαι τῆς κατ’ αἴσθησιν ὁμιλίας τῶν ἐρεθιζόντων· ὅσον γὰρ ἀπὸ ὀφθαλμῶν, τοσοῦτον καὶ ἀπὸ καρδίας. Δι’ αὐτῶν γὰρ ἡ μνήμη τῶν αἰσθητῶν τῇ ψυχῇ γίνεται. Πρόκειται δὲ ἡμῖν, χωρίσαι τὸν
15νοῦν τῆς μνήμης τῶν αἰσθητῶν, ἵνα κούφῳ πτερῷ πρὸς τὸν νοητὸν ἀναπτῇ ἥλιον καὶ τῷ ἀπροσίτῳ καὶ ἀμηχάνῳ αὐτοῦ κάλλει καταυγασθῇ. Παχύνεται γὰρ νοῦς ὑπὸ τῆς μνήμης τῶν αἰσθητῶν καὶ πρὸς αὐτὰ καθέλκεται καὶ ἀφίσταται τῆς κατανοήσεως καὶ ἀπολαύσεως τοῦ νοητοῦ κάλλους· «οὐδεὶς γὰρ δύναται δυσὶ κυρίοις δουλεύειν.» Ἔθει κατορθοῦσιν
20οἱ ἄνθρωποι πᾶσαν τέχνην καὶ ἐπιμονῇ καὶ βίᾳ.397

87

Διὰ βίας οὖν τῆς ἐξ ἀγάπης γινομένης καὶ προσευχῆς τῆς ἐκ τα‐ πεινώσεως καὶ ἀποφυγῆς τῶν αἰσθητῶν καὶ τοῦ φυγεῖν τὴν τῶν ἀμελε‐ στέρων συνοίκησιν καὶ τοῦ μὴ κρίνειν καὶ ταπεινώσεως καὶ τῆς τῶν ἐναρέτων συναναστροφῆς καὶ ὑπακοῆς τὴν ἑαυτῶν σωτηρίαν κατεργα‐
5σώμεθα, μὴ κρύπτοντες τοὺς λογισμοὺς καὶ τὰ ἐν ἡμῖν πάθη. Πᾶν γὰρ κρυπτὸν φαῦλον, τὸ δὲ φανερούμενον φῶς ἐστιν. Οὐ γὰρ γεννᾷ ὄφις ἐν ἡλίῳ, ἀλλ’ ἐν φωλεοῖς, οὐδὲ σπόρος αὐξάνει ὑπὲρ γῆς κείμενος, ἀλλ’ ὑπὸ γῆν κρυπτόμενος. Οὕτω καὶ οἱ πονηροὶ λογισμοὶ μὴ δημοσιευόμενοι καρποφοροῦσιν εἰς φθορὰν καὶ οἱ ἀγαθοὶ εἰς ζωὴν αἰώνιον. Ἧς γένοιτο
10πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ πατρὶ ἡ δόξα ἅμα τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ καὶ ὁμοουσίῳ
πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.398