TLG 2934 008 :: JOANNES DAMASCENUS :: De duabus in Christo voluntatibus

JOANNES DAMASCENUS Scr. Eccl. Theol., Monachus, vel Joannes Monachus Sancti Sabae
(Damascenus: A.D. 7–8)

De duabus in Christo voluntatibus

Source: Kotter, B. (ed.), Die Schriften des Johannes von Damaskos, vol. 4 [Patristische Texte und Studien 22] Berlin: De Gruyter, 1981: 173–231.

Citation: Section — (line)

t

Τοῦ μακαρίου Ἰωάννου μοναχοῦ Δαμασκηνοῦ περὶ τῶν ἰδιωμάτων τῶν ἐν τῷ ἑνὶ Χριστῷ τῷ κυρίῳ ἡμῶν δύο φύσεων, ἐξ ἐπιδρομῆς δὲ καὶ περὶ δύο θελημάτων καὶ ἐνεργειῶν καὶ μιᾶς ὑποστάσεως.

1

Οἱ δύο φύσεις καὶ μίαν ὑπόστασιν ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁμολογοῦντες διπλᾶ μὲν καὶ διάφορα τὰ τῶν φύσεων φυσικὰ ἰδιώματα συνομολογεῖν ὀφείλουσιν, ἁπλᾶ δὲ τὰ τῆς ὑποστάσεως· ἀμήχανον γὰρ φύσιν συστῆναι ἐκτὸς τῶν κατ’ αὐτὴν φυσικῶν ἰδιωμάτων
5τῶν συνιστώντων αὐτὴν καὶ ἀποδιαιρούντων ἐκ τῶν λοιπῶν φύσεων, ὧν τὸ ἄθροισμα ἐν ἑτέρῳ οὐ θεωρηθήσεται εἴδει. Ἀδύνατον δ’ αὖ πάλιν τὴν μίαν καὶ τὴν αὐτὴν ὑπόστασιν διαφέρειν ἑαυτῆς τοῖς συστατικοῖς
καὶ χαρακτηριστικοῖς αὐτῆς καὶ ἀφοριστικοῖς ἐκ τῶν λοιπῶν ὁμοειδῶν ὑποστάσεων, τοῖς ὑποστατικοῖς, φημί, ἰδιώμασιν, ὧν τὸ ἄθροισμα ἐφ’
10ἑτέρας ὑποστάσεως θεωρηθῆναι ἀμήχανον. Συμβεβηκότα δὲ ταῦτα καὶ ἐπουσιώδη καλεῖν ἔθος τοῖς περὶ ταῦτα δεινοῖς.

2

Φύσις μὲν γὰρ φύσει συγκρίνεται καὶ φύσεως διαφέρειν λέγεται ἤτοι εἶδος εἴδους ταῖς οὐσιώδεσι καὶ φυσικαῖς διαφοραῖς. Ὡσαύτως καὶ ὑπόστασις ὑποστάσει συγκρίνεται ὁμοειδεῖ καὶ διαφέρειν τῶν ὁμοειδῶν ὑποστάσεων λέγεται τοῖς τῶν ὑποστάσεων χαρακτηριστικοῖς ἰδιώμασιν·
5οὐ μὴν ὑπόστασις ἑτεροειδεῖ ὑποστάσει συγκρίνεται ὡς ὑπόστασις. Τὰ γὰρ ὑποστατικὰ τοῦ Πέτρου τυχὸν ἰδιώματα πρὸς τόνδε τὸν βοῦν συγκρινόμενα φύσιν μᾶλλον ἀφορίζει καὶ οὐχ ὑπόστασιν· οὐ γὰρ λέγομεν διαφέρειν τόνδε τὸν ἄνθρωπον τοῦδε τοῦ ἵππου, ὅτι ὁ μὲν φαλακρός, ὁ δὲ εὐχαίτης, οὐδ’ ὅτι ὁ μὲν μακρός, ὁ δὲ κολοβός, ἀλλ’ ὅτι ὁ μὲν λογικός,
10ὁ δὲ ἄλογος, οὐδ’ ὅτι ὁ μὲν υἱὸς τοῦδε, ὁ δὲ υἱὸς τοῦδε. Εἰ δὲ καὶ εἴπωμεν, ὅτι ὁ μὲν υἱὸς Νέστορός ἐστιν, ὁ δὲ υἱὸς τοῦδε τοῦ ἵππου, καὶ ὁ μὲν σοφός, ὁ δὲ ἄσοφος, φυσικαὶ διαφοραὶ τάττονται· αἱ γὰρ ὑποστατικαὶ διαφοραὶ τῶν ἀνθρώπων πρὸς ὑποστατικὰς διαφορὰς ἵππων φυσικαὶ λογίζονται.
15 Διὸ καὶ ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὸ τοῦ σώματος σχῆμα καὶ ὁ τῆς ὄψεως χαρακτὴρ καὶ τὸ εἶναι αὐτὸν υἱὸν τῆς παρθένου πρὸς τὸ εἶναι αὐτὸν υἱὸν θεοῦ ἀσχημάτιστον οὐχ ὑποστάσεών εἰσιν διαφόρων
ἀφοριστικά, ἀλλὰ διαφόρων φύσεων, μιᾶς δὲ ὑποστάσεως ἀφορίζοντα αὐτὴν ἐκ τῶν ὁμοουσίων αὐτῇ κατὰ τὴν αὐτῆς θεότητα, ὑποστάσεων
20τοῦ πατρός φημι καὶ τοῦ ἁγίου πνεύματος, καὶ τῶν ὁμοουσίων αὐτῇ κατὰ τὴν αὐτῆς ἀνθρωπότητα ὑποστάσεων, τῆς μητρός φημι καὶ τῶν λοιπῶν κατὰ μέρος ἀνθρώπων· ὅτε γὰρ ἐκ δύο φύσεων μία ὑπόστασις σύνθετος γένηται, ταῦτά τε κἀκεῖνα, τά τε τῆς θείας τυχὸν φύσεως φυσικά τε καὶ ὑποστατικὰ ἰδιώματα καὶ τῆς ἀνθρωπίνης τῆς αὐτῆς
25ὑποστάσεως συστατικὰ γίνεται. Ὅθεν ὁ Χριστὸς θεός τε καὶ ἄνθρωπος, ἄναρχος καὶ ἠργμένος ἡ αὐτὴ μία ὑπόστασις, ὁρατὴ καὶ ἀόρατος, κτιστὴ καὶ ἄκτιστος, περιγραπτὴ καὶ ἀπερίγραπτος, παθητὴ καὶ ἀπαθής, υἱὸς θεοῦ καὶ υἱὸς παρθένου εἴτουν ἀνθρώπου, ἀμήτωρ ἐκ πατρός, ἀπάτωρ ἐκ μητρός, προαιώνιος καὶ πρόσφατος, ἀσχημάτιστος καὶ ἐν μορφῇ
30δούλου καὶ ἐν σχήματι ἀνθρώπου, «ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων». Ταῦτα πάντα συστατικὰ καὶ χαρακτηριστικὰ τῆς Χριστοῦ τοῦ θεοῦ ὑποστάσεως καὶ ἐκ πάντων ὁμοῦ καὶ ἐξ ἑνὸς ἑκάστου κατονομάζε‐ ται.

3

Σοφῶς οὖν ὁ δημιουργὸς φύσεών τε, τουτέστιν εἰδῶν, πλείστην διαφορὰν ἐποιήσατο πρὸς ἔνδειξιν τοῦ πλούτου τῆς αὐτοῦ σοφίας τε καὶ δυνάμεως, ὡς ἂν θαυμαζόμενος ποθοῖτο πλέον, ποθούμενος δὲ νοοῖτο, νοούμενος δὲ θεοειδὲς ἀπεργάζοιτο τὸ νοερὸν ζῷον καὶ λογικόν,
5δι’ ὃ καὶ τὰ πλήθη τῶν εἰδῶν ἐτεκτήνατο. «Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται», καὶ «ἐκ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς καταλαμβάνεται.» Ὑποστάσεων δὲ πάλιν καθ’ ἕκαστον εἶδος διαφοράν τε πρὸς ἀλλήλας καὶ συνάφειαν ἐποιήσατο, συνάφειαν μὲν φυσικήν—πᾶσαι γὰρ αἱ ὑπὸ τὸ αὐτὸ εἶδος
10ὑποστάσεις τῷ λόγῳ τῆς φύσεως ἥνωνται—, διαφορὰν δὲ ὑποστατικήν· διακέκρινται γὰρ ἀλλήλων χαρακτηριστικοῖς τισιν ἰδιώμασιν, τουτέστι συμβεβηκόσι. Ἐπειδὴ γὰρ τὸ μοναδικὸν ἀκοινώνητον καὶ ἀμείλικτον, ἡ δὲ πρὸς τὰ ὁμοειδῆ κοινωνία ἡδὺ καὶ μειλίχιον—πᾶν γὰρ ζῷον τὸ ὅμοιον ἀγαπᾷ καὶ τῷ ὁμοίῳ τέρπεται—, καὶ αὐτὴ πρώτη ἡ μόνη μακαρία
15καὶ ἄναρχος καὶ ἀνώλεθρος φύσις τρισὶν ἐνθεωρεῖται ὑποστάσεσιν, πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι. Φησὶ γοῦν ἡ ἐνυπόστατος σοφία· «Ἐγώ εἰμι, ᾗ προσέχαιρεν», ὁ θεὸς καὶ πατὴρ δηλαδή. Διὰ τοῦτο καθ’ ἕκαστον τάγμα τῶν ἀγγελικῶν δυνάμεων διαφόρους ὑποστάσεις ἐδημιούργησεν, ὁμοίως καὶ τῆς ἀνθρωπίνης φύσεως, οὐ μὴν ἀλλὰ καὶ καθ’ ἕκαστον εἶδος, ὡς ἂν κοι‐
20νωνοῦντες ἀλλήλοις τῆς φύσεως χαίροιεν ἐν ἀλλήλοις καὶ φυσικῇ σχέσει συναπτόμενοι φιλικῶς πρὸς ἀλλήλους διάκοιντο. Ἡ δὲ τῶν ὑποστάσεων διαφορὰ τὸ οἰκεῖον διακρίνει τοῦ ἀλλοτρίου ὡς ἂν κατὰ γένος καὶ κτῆμα ἕκαστος τὸ οἰκεῖον ἐπιγινώσκων φροντίζοι καὶ μὴ ἐπιβαίνοι ὡς οἰκείῳ τῷ ἀλλοτρίῳ καὶ ὡς ἂν ἡ ἑκάστου ὕπαρξις γνωρίζοιτο.
25 Χρὴ τοιγαροῦν τὸν περί τινος ποιούμενον ζήτησιν εἰδέναι πρότερον, τί ἐστιν, εἶθ’ οὕτως, εἰ ἓν ἢ δύο εἰσὶν ἀποφαίνεσθαι. Τοῦτο δέ φημι περὶ τῶν ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ζητουμένων, φύσεων λέγω καὶ ὑποστάσεως, θελημάτων καὶ ἐνεργειῶν καὶ λοιπῶν ἰδιωμάτων. Ἀλλ’ ἵνα τοῦτο σαφέστερον γένηται, εἴπωμεν πρότερον, τί διαφέρει
30φύσις ὑποστάσεως, καὶ τότε ἀριδήλως γνωσόμεθα τά τε συστατικὰ τῆς φύσεως καὶ τὰ τῆς ὑποστάσεως ἰδιώματα. Καὶ οὕτω σκεψώμεθα περὶ
τῶν ἐν τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, εἴτε διπλᾶ εἴη εἴτε ἁπλᾶ.

4,col 1

Φύσις μὲν οὖν ἐστι κατὰ τοὺς ἁγίους πατέρας τὸ κοινὸν καὶ ἀόριστον ἤτοι τὸ εἰδικώτατον εἶδος, οἷον ἄνθρωπος, ἵππος, βοῦς,
5ὑπόστασις δὲ τὸ μερικὸν τὸ καθ’ αὑτὸ ὑφεστώς,
22 οὐσία τις μετὰ συμβεβηκότων, τὴν καθ’ αὑτὸ ὕπαρξιν ἰδιαιρέτως καὶ
25ἀποτετμημένως τῶν λοιπῶν ὑπο‐ στάσεων ἐνεργείᾳ καὶ πράγματι κληρωσαμένη, τὸ κοινωνοῦν μὲν τοῖς ὁμοειδέσιν ἀτόμοις τῷ λό‐ γῳ τῆς φύσεως, συμβεβηκόσι δέ
30τισι, χαρακτηριστικοῖς ἰδιώμασι τὴν πρὸς τὸ ὁμοφυές τε καὶ ὁμοειδὲς ἄτομον ἔχον διαφοράν.
41 Καὶ ἁπλῶς εἰπεῖν· Φύσις ἐστὶ τὸ κοινόν, οἷον ἀνθρω‐ πότης—καὶ ὁ Πέτρος γὰρ ἄν‐
45θρωπός ἐστι καὶ ὁ Παῦλος καὶ οἱ λοιποὶ κατὰ μέρος ἄνθρω‐ ποι—, ὑπό‐ στασις δὲ τὸ μερικόν, ὁ δεῖνα καὶ ὁ δεῖνα. Ὁ Πέτρος ὑπόστα‐

4,col 1

(50)

σίς ἐστι καὶ ὁ Παῦλος ἄλλη ὑπό‐ στασις, οὐκ ἔστι δὲ ὁ Πέτρος φύσις καὶ ὁ Παῦλος ἄλλη φύσις, ἀλλ’ ὁ Πέτρος ὑπόστασις ἔχων τελείαν τὴν φύσιν τῆς ἀν‐
55θρωπότητος· διὸ καὶ τέλειός ἐστιν ἄνθρωπος. Καὶ ὁ Παῦλος ἄλλη ὑπόστασίς ἐστιν ἔχων τελείαν τὴν αὐτὴν φύσιν τῆς ἀνθρωπότητος. Καὶ τὴν μὲν φύσιν τὴν αὐτὴν
60τελείαν ἔχει ἑκάστη ἀνθρώπων ὑπόστασις, οὐ τὴν αὐτὴν δὲ ὑπό‐ στασιν. Οὐδὲ μίαν ἔχουσι πάντες οἱ ἄνθρωποι· ἄλλος γάρ ἐστιν ὁ Πέτρος καὶ ἄλλος ὁ Παῦλος, ἄλλη
65ὑπόστασις καὶ ἄλλη, οὐκ ἄλλη δὲ φύσις ὁ Πέτρος καὶ ἄλλη ὁ Παῦ‐ λος. Πάντες γὰρ οἱ ἄνθρωποι μιᾶς εἰσιν φύσεως.
73 Καὶ ταῦτα μὲν περὶ φύσεως καὶ ὑποστάσεως πρὸς τὸ παρόν.
76 Εἴπωμεν δὲ καί, τί ἐστι φυσικὸν ἰδίωμα καὶ τί ἐστιν ὑποστατικὸν ἰδίω‐ μα, καὶ τὴν τούτων διαφοράν.

4,col 2

Φύσις μὲν οὖν ἐστι κατὰ τοὺς ἁγίους πατέρας τὸ κοινὸν καὶ ἀόριστον ἤτοι τὸ εἰδικώτατον εἶδος, οἷον ἄνθρωπος, ἵππος, βοῦς,
5ὑπόστασις δὲ τὸ μερικὸν τὸ καθ’ αὑτὸ ὑφεστώς, οἷον Πέτρος, Παῦλος, Ἰωάννης. Ἡ μὲν γὰρ φύσις κοινόν ἐστι συνάγον καὶ περιέχον πολλούς· ἕκαστον γὰρ εἶδος φύσις
10ἐστί. Καὶ πρῶτον μέν, εἰ καὶ ὑπερού‐ σιός ἐστιν, ἡ μακαρία φύσις τῆς θεότητος· μία γάρ ἐστι καὶ κοι‐ νή, περιέχουσα τὰς τρεῖς ἀπερι‐ γράπτους ὑποστάσεις, πατέρα καὶ
15υἱὸν καὶ πνεῦμα ἅγιον. Ὁμοίως καὶ ἡ τῶν ἀγγέλων καὶ ἀνθρώπων καὶ ἕκαστον εἶδος ζῴων ἢ φυτῶν ἢ ἀψύχων σωμάτων. Εἰδέναι δὲ δεῖ, ὅτι ταυτόν ἐστι κατὰ τοὺς
20ἁγίους πατέρας φύσις καὶ οὐσία καὶ μορφή. Ἡ δὲ ὑπόστασις οὐσία τίς ἐστι μετὰ συμβεβηκότων, τὴν καθ’ αὑτὸ ὕπαρξιν ἰδιαιρέτως καὶ
25ἀποτετμημένως τῶν λοιπῶν ὑπο‐ στάσεων ἐνεργείᾳ καὶ πράγματι κληρωσαμένη, τὸ κοινωνοῦν μὲν τοῖς ὁμοειδέσιν ἀτόμοις τῷ λό‐
γῳ τῆς φύσεως, συμβεβηκόσι δέ
30τισι καὶ χαρακτηριστικοῖς αὐτῆς ἰδιώμασι τὴν πρὸς τὸ ὁμοειδές τε καὶ ὁμοφυὲς ἄτομον ἔχον διαφοράν. Ὁ γὰρ Πέτρος καὶ ἕκαστος ἄν‐ θρωπος οὐσία ἐστίν—ἄνθρωπος
35γάρ ἐστιν—, ἀλλὰ μετὰ συμβεβη‐ κότων—ἢ γὰρ μακρός ἐστιν ἢ κολοβὸς ἢ σιμὸς ἢ γρυπός· ταῦτα δὲ συμβεβηκότα εἰσί—, καὶ ἕκαστος καθ’ ἑαυτὸν ἔσχε τὴν
40ὕπαρξιν. Καὶ ἁπλῶς εἰπεῖν· Φύσις μέν ἐστι τὸ κοινὸν τῶν ἀνθρώπων, τὸ κοινὸν τῶν ἵππων, οἷον ἀνθρω‐ πότης—καὶ ὁ Πέτρος γὰρ ἄν‐
45θρωπός ἐστι καὶ ὁ Παῦλος καὶ οἱ λοιποί, ἕκαστος ἄνθρωπός ἐστιν—, ὑπό‐ στασις δὲ τὸ μερικόν, ὁ δεῖνα καὶ ὁ δεῖνα. Ὁ Πέτρος ὑπόστα‐

4,col 2

(50)

σίς ἐστι καὶ ὁ Παῦλος ἄλλη ὑπό‐ στασις, οὐκ ἔστι δὲ ὁ Πέτρος ἄλλη φύσις καὶ ὁ Παῦλος ἄλλη
φύσις.
68 Καὶ ὁ Πέτρος γὰρ καὶ ὁ Παῦλος ἑκά‐
70τερος αὐτῶν ἄνθρωπός ἐστι τέ‐ λειος· οὐκ ἔστι δὲ ὁ Πέτρος Παῦλος οὐδὲ ὁ Παῦλος Πέτρος. Καὶ ταῦτα μὲν περὶ φύσεως καὶ ὑποστάσεως πρὸς τὸ παρόν·
75ὑπόστασις δὲ καὶ πρόσωπον καὶ ἄτομον τὸ αὐτό ἐστιν. Εἴπωμεν οὖν, τί ἐστι φυσικὸν ἰδίωμα καὶ τί ἐστιν ὑποστατικὸν ἰδίω‐ μα, καὶ τὴν τούτων διαφοράν.

5,col 1

Φυσικὸν μὲν οὖν ἰδίωμά ἐστι τὸ τὴν φύσιν συνιστῶν, οὗ χωρὶς οὐ δύναται συστῆναι ἡ φύσις, ἧς ὑπάρχει ἰδίωμα,
5 οἷον τὸ ζωτικόν, τὸ λογικόν, τὸ θελητικόν, τὸ αἰσθητικόν, τὸ βαδιστικόν, τὸ ἀναπνευστικὸν ἐπὶ τοῦ
10ἀνθρώπου καὶ τὰ τοιαῦτα. Ὁ γὰρ μὴ λογιζόμενος οὐκ ἔστιν ἄνθρωπος· οὐκ ἐγένετο γὰρ ἄνθρωπος μὴ λογιζόμε‐ νος, εἴτε καλῶς, εἴτε κακῶς,
18 ὁμοίως οὐδὲ ὁ μὴ αἰ‐ σθανόμενος μηδὲ βαδίζων μηδὲ
20ἀναπνέων.
22 Φυσικὸν οὖν ἰδίωμά ἐστι τὸ συνιστῶν τὴν φύσιν καὶ χωρίζον εἶδος ἀπὸ εἴδους, τουτέστι φύ‐
25σιν ἀπὸ ἄλλης φύσεως, καὶ ἐν ἑκάστῃ ὑποστάσει τοῦ αὐτοῦ εἴ‐ δους θεωρούμενον, οἷον τὸ λογι‐ κόν. Συνιστᾷ γὰρ τὴν φύσιν τοῦ ἀνθρώπου ὡς
30ἐν τῷ ὅρῳ αὐτοῦ λαμβανόμενον— ἄνθρωπος γάρ ἐστι ζῷον λογικὸν θνητόν—, καὶ χωρίζει τὸ λογι‐ κὸν τὸν ἄνθρωπον ἐκ πάν‐ των τῶν ἀλόγων.
36 Καὶ γὰρ πᾶς ἄνθρωπος λογι‐ κός ἐστιν· ὁ γὰρ μὴ ὢν λογικὸς οὐκ ἔστιν ἄνθρωπος. Ἀδύνατον γὰρ ἄνθρω‐
40πον μὴ εἶναι ζῷον λογικὸν θνητόν.

5,col 2

Φυσικὸν μὲν οὖν ἰδίωμά ἐστι τὸ τὴν φύσιν συνιστῶν, οὗ χωρὶς οὐ δύναται συστῆναι ἡ φύσις, ἧς ὑπάρχει ἰδίωμα, ὡς ἐπὶ τοῦ
5ἀνθρώπου τὸ ζωτικόν, τὸ λογικόν, τὸ αἰσθητικόν, τὸ βαδιστικόν, τὸ ἀναπνευστικόν, τὸ θελητικόν, τὸ ἐνεργητικόν, τὸ θνητὸν
10 καὶ τὰ τοιαῦτα. Ὁ γὰρ μὴ ζῶν ἢ μὴ λογιζόμενος οὐκ ἔστιν ἄνθρωπος· οὐ γὰρ γέγονεν ἄνθρωπος μὴ ζῶν ἢ μὴ λογιζόμε‐ νος, εἴτε καλῶς, εἴτε κακῶς. Καὶ
15ὁ μὴ θέλων οὐκ ἔστι τέλειος ἄν‐ θρωπος· οὐκ ἐγένετο γὰρ ἄνθρω‐ πος μὴ θέλων, εἴτε καλῶς, εἴτε κακῶς. Ὁμοίως οὐδὲ ὁ μὴ αἰ‐ σθανόμενος μηδὲ ἀναπνέων μηδὲ
20βαδίζων οὐκ ἔστι τέλειος ἄνθρω‐ πος, ἀλλ’ ἐλλιπής. Φυσικὸν οὖν ἰδίωμά ἐστι τὸ συνιστῶν τὴν φύσιν καὶ χωρίζον εἶδος ἀπὸ εἴδους, τουτέστι φύ‐
25σιν ἀπὸ ἄλλης φύσεως, καὶ ἐν ἑκάστῃ ὑποστάσει τοῦ αὐτοῦ εἴ‐ δους θεωρούμενον, οἷον τὸ λογι‐ κὸν καὶ τὸ θνητόν. Συνιστῶσι γὰρ τὴν φύσιν τοῦ ἀνθρώπου ὡς
30ἐν τῷ ὅρῳ αὐτοῦ λαμβανόμενα— ἄνθρωπος γάρ ἐστι ζῷον λογικὸν θνητόν—, καὶ χωρίζουσι τὸν ἄν‐ θρωπον, τὸ μὲν λογικὸν ἐκ πάν‐ των τῶν ἀλόγων, τὸ δὲ θνητὸν ἐκ
35τῶν ἀθανάτων, θεοῦ τε καὶ ἀγγέ‐ λων. Καὶ πᾶς ἄνθρωπος λογι‐ κός ἐστι καὶ θνητός· ὁ γὰρ μὴ ὢν λογικὸς καὶ θνητὸς οὐκ ἔστιν ἄνθρωπος. Ἀδύνατον γὰρ ἄνθρω‐
40πον μὴ εἶναι ζῷον λογικὸν θνητόν.

6,col 1

Ὑποστατικὸν δὲ ἰδίωμα τὸ χωρίζον ὑπόστασιν ἀπ’ ἄλλης ὑποστάσεως, οἷον τὸ σιμόν, τὸ λευκόν, τὸ μέλαν, τὸ φαλακρὸν
5καὶ τὰ τοιαῦτα· οὐ γὰρ πᾶς ἄν‐ θρωπος σιμός, ἀλλ’ ὁ μὲν σιμός, ὁ δὲ γρυπός, ὁ δὲ εὔρινος, οὔτε πᾶς ἄνθρωπος λευκός, ἀλλ’ ὁ μὲν λευκός, ὁ δὲ μέλας, ὁ δὲ σιτό‐
10χρους, οὐδὲ πᾶς ἄνθρωπος φαλα‐ κρός, ἀλλ’ ὁ μὲν φαλακρός, ὁ δὲ κομήτης, τουτέστι δασύθριξ. Καὶ ἁπλῶς εἰπεῖν ἐπὶ τῆς ἀνθρωπότη‐ τος· Ὅσα πάντες οἱ ἄνθρωποι
15ἔχουσιν ἐκ τοῦ δημιουργοῦ δοθέν‐ τα, φυσικά εἰσιν ἰδιώματα κατὰ τοὺς ἁγίους πατέρας καὶ τὸν ἀληθῆ λόγον, τά τε τῆς πλάσεως καὶ τῆς κατακρίσεως.
21 Φύσις γάρ ἐστι δύναμις ἐκ θείου προστάγ‐ ματος δοθεῖσα ἑκάστῳ εἴδει, καθ’ ἣν ἐνεργεῖν καὶ πάσχειν πέφυκεν.
26v. finem cap.
45Ὥστε τὸ μὲν ἔχειν ὀφθαλμοὺς καὶ ῥῖνας καὶ τὰ λοιπὰ τῶν με‐ λῶν φυσικόν ἐστιν— ὁ γὰρ ἑνὸς τούτων ἐστερημένος οὐκ ἔστι τέλειος ἄνθρωπος—ἡ

6,col 1

(50)

δὲ τούτων διαφορὰ ὑποστατική·
58 Ἡ ὅρασις καὶ τὸ ὁρᾶν φυσικόν, ἡ δὲ διάφορος ὅρασις,
60τουτέστιν ἡ καλὴ καὶ ἡ κακή, ὑποστατική ἐστιν· ἡ ἐπιθυμία τῆς βρώσεως καὶ αὐτὴ ἡ βρῶσις φυσική, ἡ δὲ τῶν διαφόρων βρω‐ μάτων ἐπιθυμία καὶ ἡ διάφορος
65ἐπιθυμία ἐπιτεταμένη καὶ ἀν‐ ειμένη ὑποστατική· ἡ θέλησις καὶ τὸ θέλειν φυσικόν, ἡ διάφορος θέ‐
70λησις καὶ τὸ δια‐ φόρως θέλειν ὑποστατικόν.
77 Ὅσα δὲ τινὲς μὲν ἔ‐ χουσι τῶν ὁμοειδῶν ὑποστάσεων, τινὲς δὲ οὐκ ἔχουσιν, ὑποστατικά
80εἰσιν ἰδιώματα.

6,col 2

Ὑποστατικὸν δὲ ἰδίωμα τὸ χωρίζον ὑπόστασιν ἀπὸ ἄλλης ὑποστάσεως, οἷον τὸ σιμόν, τὸ μέλαν
5καὶ τὰ τοιαῦτα· οὐ γὰρ πᾶς ἄν‐ θρωπος σιμός, ἀλλ’ ὁ μὲν σιμός, ὁ δὲ γρυπός, ὁ δὲ εὔρινος, οὔτε πᾶς ἄνθρωπος λευκός, ἀλλ’ ὁ μὲν λευκός, ὁ δὲ μέλας, ὁ δὲ σιτό‐
10χρους.
12 Καὶ ἁπλῶς εἰπεῖν· Ὅσα πάντες οἱ ἄνθρωποι
15ἔχουσιν ἐκ τοῦ δημιουργοῦ δοθέν‐ τα, φυσικὰ αὐτῶν εἰσιν ἰδιώματα,
18 τά τε τῆς πλάσεως καὶ τὰ τῆς κατακρίσεως. Ἡ δὲ
20ἁμαρτία οὐ φυσική· οὐ γὰρ ἐκ τοῦ δημιουργοῦ δέδοται. Φύσις γάρ ἐστι δύναμις ἐκ θεοῦ προστάγ‐ ματος δοθεῖσα ἑκάστῳ εἴδει, καθ’ ἣν ἐνεργεῖν καὶ πάσχειν πέφυκεν.
25Ὅσα δὲ τινὲς μὲν ἔχουσι τῶν ὁμοειδῶν ὑποστάσεων, τινὲς δὲ οὐκ ἔχουσιν, ὑποστατικά εἰσιν ἰδιώματα. Οὔτε οὖν τὸ ἄθροισμα τῶν τοῦδε τοῦ εἴδους ἰδιω‐
30μάτων δυνατὸν θεωρηθῆναι ἐν ἑτέρῳ εἴδει, οὐδὲ τὸ
ἄθροισμα τῶν τῆσδε τῆς ὑποστάσεως ἰδιωμάτων δυνατὸν θεωρηθῆναι ἐν ἑτέρᾳ ὑποστάσει. Θεωρεῖται μὲν γὰρ τὸ αὐτὸ φυσικὸν ἰδίωμα ἐν διαφόροις εἴδεσιν, ὡς τὸ λογικὸν ἐν ἀγγέλῳ καὶ ἀνθρώπῳ καὶ τὸ θνητὸν ἐν ἀνθρώπῳ
35καὶ πᾶσι τοῖς ἀλόγοις ζῴοις, καὶ θεωρεῖται τὸ αὐτὸ συμ‐ βεβηκός, τουτέστιν ὑποστατικὸν ἰδίωμα, ἐν διαφόροις ὑποστάσεσιν, ὡς τὸ λευκὸν ἐν διαφόροις ὑποστάσεσι θεωρεῖται—πολλοὶ γάρ εἰσιν ἄνθρωποι λευκοί—, ἀλλ’ οὔτε πάντα τὰ φυσικὰ ἰδιώματα τοῦ ἀνθρώπου
40θεωροῦνται ἐν ἑτέρῳ εἴδει, οὔτε πάντα τὰ ὑποστατικὰ ἰδιώματα τοῦδε τοῦ ἀνθρώπου θεωροῦνται ἐν ἑτέρᾳ ὑποστάσει. Τὸ δὲ ἐν ἑνὶ εἴδει καὶ μόνον θεωρούμενον καὶ ἐν πάσαις αὐτοῦ ταῖς ὑποστάσεσιν οὐκ ἰδίωμα λέγεται, ἀλλ’ ἴδιον.
45Ὥστε τὸ μὲν ἔχειν ὀφθαλμούς, ῥῖνας καὶ τὰ λοιπὰ τῶν με‐ λῶν φυσικόν ἐστι τῷ ἀνθρώπῳ— ὁ γὰρ ἑνὸς τούτων ἐστερημένος οὐκ ἔστι τέλειος ἄνθρωπος—, ἡ

6,col 2

(50)

δὲ τούτων διαφορὰ ὑποστατικὴ ἀφορίζουσα ὑπόστασιν ἐξ ὁμοει‐ δοῦς καὶ ὁμοουσίου ὑποστάσεως καὶ οὐκ ἐξ ἀλλοειδοῦς καὶ ἑτε‐ ροουσίου· ὡς γὰρ ἤδη φθάσαντες
55εἴπομεν, οὐ συγκρίνεται ὑπόστα‐ σις πρὸς ἑτεροειδῆ ὑπόστασιν ὡς ὑπόστασις, ἀλλ’ ὡς φύσις πρὸς φύσιν. Ἡ ὅρασις καὶ τὸ ὁρᾶν φυσικόν, ἡ δὲ διάφορος ὅρασις,
60τουτέστιν ἡ καλὴ καὶ ἡ κακή, ὑποστατική ἐστιν· ἡ ἐπιθυμία τῆς βρώσεως καὶ αὐτὴ ἡ βρῶσις φυσική, ἡ δὲ τῶν διαφόρων βρω‐
μάτων ἐπιθυμία καὶ ἡ διάφορος
65ἐπιθυμία ἡ ἐπιτεταμένη καὶ ἀν‐ ειμένη, τουτέστι πολλὴ καὶ ὀλί‐ γη, ὑποστατική· ἡ θέλησις καὶ ἡ ἐνέργεια καὶ τὸ θέλειν καὶ ἐν‐ εργεῖν φυσικόν, ἡ διάφορος θέ‐
70λησις καὶ ἐνέργεια καὶ τὸ δια‐ φόρως θέλειν καὶ ἐνεργεῖν, κα‐ λῶς ἢ κακῶς, ὑποστατικόν. Καλὸν μὲν οὖν τὸ κατὰ φύσιν πρὸς ὑπ‐ ακοὴν τοῦ κτίσαντος, κακὸν δὲ
75τὸ παρὰ φύσιν καθ’ ἡδονὴν καὶ οἰκείαν γνώμην παρὰ τὸν νόμον τοῦ θεοῦ.

7,col 1

Εἰδέναι τοίνυν χρή, ὅτι πᾶσα ἀνθρώπων ὑπόστασις ἔχει τό τε εἶναι καὶ τὸ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι ὑπὸ τοῦ δημιουργοῦ
5παρῆχθαι, τουτέστι τὸ κτιστὸν τό τε ζωτικὸν καὶ ἐνεργητικὸν καὶ αἰσθητικὸν καὶ νο‐ ερὸν καὶ λογιστικὸν καὶ ὀρεκ‐ τικόν,
10τουτέστι
θελητικόν, καὶ τὸ ἐξ οὐσίας καὶ συμβεβηκότων ὑφίστασθαι. Ταῦτα οὖν οὐσιώδη εἰσὶ καὶ φυσικά, ἡ δὲ τούτων ἰδιότροπος καὶ ἰδι‐
15αίρετος κίνησις ὑποστατικὴ δια‐ φορά. Τὸ μὲν γὰρ μετέχειν τού‐ των τὸ ταυτὸν τῆς φύσεως παρί‐ στησιν, ὁ δὲ τρόπος τῆς ὑπάρξε‐ ως
20 καὶ ἡ ἀποτετμημένη καὶ ἰδιοσύστατος ὑπόστασις καὶ σύμπηξις ἑκάστου καὶ ἡ ἰδιότροπος καὶ ἰδιοκίνητος καὶ ἡ διάφορος τῶν φυσικῶν
25χρῆσις ἀποτετμημένας τὰς ὑπο‐ στάσεις δείκνυσι καὶ πολλοὺς λέγεσθαι τοὺς ἀνθρώπους ποιεῖ. Ὥστε ἐπὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ἐπειδὴ μὲν διά‐
30φορος ἡ ἑκάστου ὕπαρξις, τρεῖς ὑποστάσεις εἰσίν· ἐπειδὴ δὲ
36 οὐκ ἰδιοτρόπως οὐδὲ ἰδιαιρέτως καὶ ἀποτετμημένως ἑκάστη θέλει καὶ ἐνεργεῖ, ἀλλ’ ἑνιαίως, οὐ τρεῖς
40θεοί, ἀλλ’ εἷς θεός. Τούτων οὕτως εἰρημένων, ἴδω‐ μεν, εἰ δύο φύσεις εἰσὶν ἐν τῷ Χριστῷ, καὶ οὕτως γνωσόμεθα, εἰ διπλᾶ ἔχει τὰ φυσικὰ ἰδιώματα·
45ἀδύνατον γὰρ φύσιν συστῆναι ἐκ‐ τὸς τῶν φυσικῶν καὶ συστατικῶν αὐτῆς ἰδιωμάτων.

7,col 2

Εἰδέναι δὲ χρή, ὅτι πᾶσα ἀνθρώπων ὑπόστασις ἔχει τό τε εἶναι καὶ τὸ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι ἐκ τοῦ δημιουργοῦ
5παρῆχθαι, τουτέστι τὸ κτιστὸν τό τε ζωτικὸν καὶ ἐνεργητικόν, αἰσθητικόν τε καὶ νο‐ ερὸν καὶ λογικὸν καὶ ὀρεκ‐ τικὸν τὸ κατ’ αἴσθησιν καὶ λό‐
10γον, τουτέστι τὸ αὐτεξουσίως
θελητικόν, καὶ τὸ ἐξ οὐσίας καὶ συμβεβηκότων ὑφίστασθαι. Ταῦτα πάντα οὐσιώδη εἰσὶ καὶ φυσικά, ἡ δὲ τούτων ἰδιότροπος καὶ ἰδι‐
15αίρετος κίνησις ὑποστατικὴ δια‐ φορά. Τὸ μὲν γὰρ μετέχειν τού‐ των τὸ ταυτὸν τῆς φύσεως παρί‐ στησιν, ὁ δὲ τρόπος τῆς ὑπάρξε‐ ως τὴν τῶν ὑποστάσεων εἰσάγει
20διαφοράν, καὶ ἡ ἀποτετμημένη ἑκάστου ὕπαρξίς τε καὶ σύμπηξις καὶ ἡ ἰδιότροπος καὶ ἰδιοκίνητος καὶ διάφορος τῶν φυσικῶν
25χρῆσις ἀποτετμημένας τὰς ὑπο‐ στάσεις ποιεῖ καὶ πολλοὺς λέγεσθαι τοὺς ἀνθρώπους. Ὥστε ἐπὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ἐπειδὴ μὲν διά‐
30φορος ἡ ἑκάστου ὕπαρξις, τρεῖς ὑποστάσεις εἰσίν· ἐπειδὴ δὲ ἐπ‐ ίσης θεωρεῖται ἡ φύσις καὶ τὰ ταύτης ἰδιώματα ἐν ἑκάστῃ τῶν ὑποστάσεων, μιᾶς εἰσιν οὐσίας
35καὶ φύσεως· καὶ ἐπειδὴ οὐκ ἀπο‐ τετμημένως εἰσὶν οὐδὲ ἰδιοτρόπως οὐδὲ ἰδιαιρέτως ἑκάστη θέλει καὶ ἐνεργεῖ, ἀλλ’ ἑνιαίως, οὐ τρεῖς τὰ τρία
40θεοί, ἀλλ’ εἷς θεὸς σὺν ἀλλήλοις καὶ ἐν ἀλλήλοις εἰσί τε καὶ λέ‐
γονται. Τούτων οὕτως εἰρημένων, ἴδω‐ μεν, εἰ δύο φύσεις εἰσὶν ἐν τῷ
45Χριστῷ, καὶ οὕτω γνωσόμεθα, εἰ διπλᾶ ἔχει τὰ φυσικὰ ἰδιώματα· ἀδύνατον γὰρ φύσιν συστῆναι ἐκ‐ τὸς τῶν φυσικῶν καὶ συστατικῶν αὐτῆς ἰδιωμάτων. Οὕτως οὖν λεκ‐

7,col 2

(50)

τέον·

8,col 1

Τέλειος θεὸς ὁ Χριστὸς καὶ τέλειος ἄνθρωπος καὶ μετὰ τὴν τῶν φύσεων ἕνωσιν, τέλειος ἐν
5θεότητι καὶ τέλειος ἐν ἀνθρωπό‐ τητι; Ναὶ πάντως. Θεότης δὲ καὶ ἀνθρωπότης μία φύσις ἢ δύο; Δύο, ὡς ἀληθῶς· ἄλλη γὰρ φύσις θεό‐ τητος καὶ ἄλλη φύσις ἀνθρωπότη‐
10τος. Οὐκοῦν δύο φύσεις ἐν τῷ Χριστῷ, καὶ ἐν δύο φύσεσιν ὁ Χριστός, εἴπερ θεός ἐστι τέ‐
15λειος καὶ ἄνθρωπος τέλειος.
18 Καὶ πάλιν· Ἐκ δύο φύσεων τὸν Χριστὸν ὁμολογοῦμεν; Πάν‐
20τως. Διὰ τί ἐκ δύο; Ὅτι ἐκ θεότη‐ τός ἐστι καὶ ἀνθρωπότητος. Τί γὰρ
τὸ εἰπεῖν θεότητα καὶ ἀνθρωπό‐ τητα; Δύο φύσεις παριστᾷ; Πάντως· οὐ γὰρ μία φύσις θεότη‐
25τος καὶ ἀνθρωπότητος. Εἶτα· Ὁμο‐ λογοῦμεν τὸν Χριστὸν μετὰ τὴν ἕνωσιν ἐν θεότητι καὶ ἀνθρωπό‐ τητι; Πάντως. Οὐκοῦν, εἰ μετὰ τὴν ἕνωσιν ἐν θεότητι καὶ ἀν‐
30θρωπότητι ὁμολογοῦμεν αὐτόν, θεότης δὲ καὶ ἀνθρωπότης δύο φύσεις καὶ οὐ μία, ἐν δυσὶ φύσεσιν αὐτὸν ὁμολογοῦμεν.
35 Καὶ πάλιν· Εἰ ἔχει ὁ Χριστὸς τὴν φύσιν τοῦ πατρὸς καὶ μετὰ τὴν ἕνωσιν τελείαν καὶ ἀνελλιπῆ, ἄτρεπτον καὶ ἀσύγχυτον; Παντὶ τρόπῳ. Ἔχει καὶ τὴν φύσιν
40τῆς μητρός, τουτέστιν τὴν φύσιν τοῦ Ἀδάμ, τελείαν, ἀνελλιπῆ, ἄτρεπτον καὶ ἀσύγχυτον; Ἐκ παντός. Ἡ φύσις τοῦ θεοῦ καὶ πατρὸς καὶ ἡ φύσις τῆς ἁγίας
45παρθένου μία ἢ δύο; Δύο πάντως. Οὐκοῦν δύο φύσεις ἐν τῷ Χριστῷ μετὰ τὴν ἕνωσιν. Πρὸ γὰρ τῆς ἑνώσεως οὐ δύο φύ‐ σεις ἐν τῷ θεῷ λόγῳ, ἀλλὰ μία,

8,col 1

(50)

ἡ τοῦ πατρός.
103 Ἀδύνατον τὴν μίαν καὶ τὴν αὐτὴν φύσιν κτιστὴν εἶναι
105καὶ ἄκτιστον, ἠργμένην καὶ ἄν‐ αρχον καὶ παθητὴν καὶ ἀπαθῆ. Εἰ γὰρ ἤρξατο, οὐκ ἄναρχος, καὶ εἰ ἄκτιστος, οὐκ ἐκτίσθη. Ὥστε οὐ μία φύσις ὁ Χριστός,
110ἀλλὰ μία ὑπόστασις δύο φύσεις ἔχουσα, μίαν ἄκτιστον καὶ κτιστὴν μίαν, μίαν ἄναρχον καὶ ἄλλην ἠργμένην.

8,col 2

Τέλειος θεὸς ὁ Χριστὸς καὶ τέλειος ἄνθρωπος καὶ μετὰ τὴν καθ’ ὑπόστασιν τῶν φύσεων ἕνωσιν; Ναὶ πάντως. Τέλειος ἐν
5θεότητι καὶ τέλειος ἐν ἀνθρωπό‐ τητι; Ἀληθῶς. Θεότης δὲ καὶ ἀνθρωπότης μία φύσις ἢ δύο; Δύο, ὡς ἀληθῶς· ἄλλη γὰρ φύσις θεό‐ τητος καὶ ἄλλη ἀνθρωπότη‐
10τος. Ἄλλη δὲ καὶ ἄλλη οὐ μία, ἀλλὰ δύο. Οὐκοῦν δύο φύσεις ἐν τῷ Χριστῷ, καὶ ἐν δύο φύσεσιν ὁ Χριστὸς μετὰ τὴν καθ’ ὑπόστα‐ σιν ἕνωσιν, εἴπερ θεός ἐστι τέ‐
15λειος καὶ ἄνθρωπος τέλειος με‐ τὰ τὴν ἕνωσιν καὶ τέλειος ἐν θεότη‐ τι καὶ τέλειος ἐν ἀνθρωπότητι. Καὶ πάλιν· Ἐκ δύο φύσεων ὁμολογοῦμεν τὸν Χριστόν; Πάν‐
20τως. Διὰ τί ἐκ δύο; Ὅτι ἐκ θεότη‐ τός ἐστι καὶ ἀνθρωπότητος. Τί γάρ; Τὸ εἰπεῖν θεότητα καὶ ἀνθρωπό‐ τητα δύο φύσεις πάντως παριστᾷ; Πάντως· οὐ γὰρ μία φύσις θεότη‐
25τος καὶ ἀνθρωπότητος. Εἶτα· Ὁμο‐ λογοῦμεν τὸν Χριστὸν μετὰ τὴν ἕνωσιν ἐν θεότητι καὶ ἀνθρωπό‐ τητι; Πάντως. Οὐκοῦν, εἰ μετὰ τὴν ἕνωσιν ἐν θεότητι καὶ ἀν‐
30θρωπότητι ὁμολογοῦμεν αὐτόν, θεότης δὲ καὶ ἀνθρωπότης δύο φύσεις καὶ οὐ μία, ἐν δύο φύσεσιν ἀνάγκη λέγειν αὐτὸν μετὰ τὴν ἕνωσιν ὥσπερ καὶ ἐκ δύο φύσεων.
35 Καὶ αὖθις· Ἔχει ὁ Χριστὸς τὴν φύσιν τοῦ πατρὸς καὶ μετὰ τὴν ἕνωσιν τελείαν, ἀνελλιπῆ, ἄτρεπτον καὶ ἀσύγχυτον; Παντὶ τρόπῳ. Ἔχει δὲ καὶ τὴν φύσιν
40τῆς μητρός, τουτέστιν τοῦ Ἀδάμ, τελείαν, ἀνελλιπῆ, ἄτρεπτον καὶ ἀσύγχυτον; Ἀν‐ αμφιβόλως. Ἡ φύσις τοῦ θεοῦ καὶ πατρὸς καὶ ἡ φύσις τῆς ἁγίας
45παρθένου μία ἢ δύο; Δύο πάντως καὶ οὐ μία. Οὐκοῦν δύο φύσεις
ἐν τῷ Χριστῷ μετὰ τὴν ἕνωσιν. Πρὸ γὰρ τῆς ἑνώσεως οὐ δύο φύ‐ σεις ἐν τῷ θεῷ λόγῳ, ἀλλὰ μία,

8,col 2

(50)

ἡ τοῦ πατρός. Καὶ πάλιν· Ἡ ἐν τῷ Χριστῷ θεότης παθητὴ φύσις ἢ ἀπαθής; Ἀπαθὴς πάντως. Καὶ ἡ ἐν τῷ Χριστῷ ἀνθρωπό‐ της παθητὴ ἢ ἀπαθής; Παθητὴ δηλονότι. Παθητὴ οὖν φύσις καὶ ἀπαθὴς μία φύσις οὐκ ἔστιν, ἀλλὰ δύο, καὶ
55δύο φύσεις ἐν τῷ Χριστῷ. Ἡ θεότης τοῦ Χριστοῦ αὐτή ἐστι τοῦ πατρὸς καὶ τοῦ πνεύματος ἢ οὔ; Αὐτὴ καὶ οὐκ ἄλλη. Τελεία φύσις αὕτη ἐν τῷ Χριστῷ ἢ μέρος φύσεως; Τελεία. Ἡ ἀνθρω‐ πότης αὐτοῦ τελεία φύσις ἐστὶν ἐν αὐτῷ; Τελεία. Οὐκοῦν
60δύο φύσεις τέλειαι ἐν τῷ Χριστῷ. Εἰ δὲ μίαν φύσιν σύνθετον εἴπῃς τοῦ Χριστοῦ, ἡ θεότης καὶ ἡ ἀνθρωπότης μέρη εἰσὶ τῆς συνθέτου φύσεως τοῦ Χριστοῦ, καὶ ἔσται ὁ πατὴρ καὶ θεὸς καὶ ὁ Ἀδὰμ μέρη τῆς μιᾶς φύσεως τοῦ Χριστοῦ καὶ ἔσται ὁ μὲν Χριστὸς
65τελεία φύσις, ὁ πατὴρ δὲ μερικὴ καὶ ἀτελὴς φύσις συγκρι‐ νόμενος πρὸς Χριστόν. Καὶ αὖθις· Διὰ τί οὐ λέγετε δύο φύσεις ἐπὶ Χριστοῦ; Ὅτι ὁ ἀριθμὸς διαίρεσιν παρεισάγει. Οὐκοῦν καὶ τὸ λέγειν τρεῖς ὑποστάσεις τῆς θεότητος διαιρεῖ τὴν θεότητα.
70Ἀλλ’ οὐκ ἔστι τοῦτο· ὁ γὰρ ἀριθμὸς τὴν διαφορὰν καὶ τὴν ποσότητα τῶν ἀριθμουμένων δηλοῖ καὶ μόνον, εἴτε ἡνωμένα εἰσὶ τὰ ἀριθμούμενα, εἴτε διῃρημένα. Τρεῖς γὰρ ὑποστάσεις λέγοντες τῆς θεότητος οὐ διαιροῦμεν αὐτὰς ἀπ’ ἀλλήλων—ἥνωνται γὰρ κατ’ οὐσίαν—, ἀλλὰ τὴν
75διαφορὰν τῶν ὑποστάσεων σημαίνομεν καὶ τὸ μὴ συγχεῖ‐ σθαι αὐτὰς καὶ συναλείφεσθαι εἰς μίαν ὑπόστασιν. Ὁμοίως δύο φύσεις τοῦ Χριστοῦ λέγοντες οὐ διαιροῦμεν αὐτάς— ἥνωνται γὰρ καθ’ ὑπόστασιν—, ἀλλὰ τὴν διαφορὰν τῶν φύσεων σημαίνομεν καὶ τὸ μὴ τετράφθαι καὶ συγκε‐
80χύσθαι αὐτάς. Ὑμεῖς γὰρ μιᾶς συνθέτου φύσεως τὸν Χριστὸν λέγοντες ἐκ θεότητος καὶ ἀνθρωπότητος οὔτε τῷ πατρὶ αὐτὸν λέγετε ὁμοούσιον οὔτε ἡμῖν· οὔτε γὰρ ὁ πατὴρ συνθέτου φύσεως οὔτε ἡμεῖς ἐκ θεότητος καὶ ἀνθρωπότητος σύνθετοι. Ἀλλὰ καὶ παθητὴν τὴν θεότητα ὁμολογεῖτε·
85εἰ γὰρ μιᾶς φύσεως ὁ Χριστὸς συνθέτου ἐκ θεότητός τε καὶ ἀνθρωπότητος, ἔπαθε δὲ ὁ Χριστός, δηλονότι ἡ μία φύσις αὐτοῦ ἡ σύνθετος, ἡ θεανθρωπότης, ἔπαθεν. Ἀλλὰ δῆλον, ὅτι ἀρειανίζετε· ὡς γὰρ ἐκεῖνοι, καὶ ὑμεῖς ταυτὸν λέγετε φύσιν καὶ ὑπόστασιν καὶ παθητὴν τὴν τοῦ Χριστοῦ
90θεότητα καὶ τὴν φύσιν αὐτοῦ σύνθετον λέγετε, ἵνα ἑτε‐ ροούσιον αὐτὸν τοῦ πατρὸς βλασφημήσητε. Ἡμᾶς δὲ μὴ γένοιτο οὕτω φρονεῖν· οἴδαμεν γὰρ διαφορὰν φύσεώς τε καὶ ὑποστάσεως κατὰ τοὺς ἁγίους πατέρας. Διὸ καὶ τὸ τριαδικὸν τῶν ὑποστάσεων καὶ τὸ μοναδικὸν τῆς
95φύσεως ἐπὶ τῆς θεότητος ὁμολογοῦμεν καὶ ἐν τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ κατὰ τὸν θεολόγον Γρηγόριον «ἔμπαλιν ἢ ἐπὶ τῆς τριάδος» τὸ μοναδικὸν τῆς ὑποστά‐ σεως καὶ τὸ διττὸν καὶ διάφορον τῶν φύσεων κηρύττομεν καὶ σύνθετον μίαν ὑπόστασιν αὐτὸν ὁμολογοῦμεν, ὁμοού‐

8,col 2

(100)

σιον τῷ πατρὶ καὶ ἀπαθῆ κατὰ τὴν τῆς θεότητος φύσιν, ὁμοούσιον ἡμῖν καὶ παθητὸν κατὰ τὴν φύσιν τῆς ἀνθρω‐
πότητος τὸν αὐτόν. Ἀδύνατον γὰρ τὴν μίαν καὶ τὴν αὐτὴν φύσιν κτιστὴν εἶναι
105καὶ ἄκτιστον, ἠργμένην καὶ ἄν‐ αρχον. Εἰ γὰρ ἤρξατο, οὐκ ἄναρχος, καὶ εἰ ἄκτιστός ἐστιν, οὐκ ἐκτίσθη. Ὥστε οὐ μία φύσις ὁ Χριστός,
110ἀλλὰ μία ὑπόστασις δύο ἔχουσα φύσεις, μίαν ἄκτιστον καὶ μίαν κτιστήν, μίαν ἄναρχον καὶ μίαν ἠργμένην, μίαν ἀπαθῆ καὶ μίαν παθητήν.

8,col 1

(115)

Καὶ πάλιν· Εἰ ἐκ διαφόρων φύσεων συντεθειμένη ἡ φύσις, οὐδὲ μία αὐτῶν ἐστιν ὁμοούσιος. Ἡ μὲν γὰρ ἑκάστη τὸν ἑαυτῆς ὅρον ἔχει μόνον, ἡ δὲ σύνθετος ἄλλον ὅρον ἔχει σύνθετον. Ἀδύνατον δὲ τὰ ἕτερον καὶ ἕτερον ὅρον δεχόμενα ὁμοούσια εἶναι. Εἰ οὖν μία φύσις ὁ Χριστός,
120πῶς τῷ πατρὶ ἔσται ὁμοούσιος καὶ τῇ μητρί; Ὁ μὲν γὰρ θεός, ἡ δὲ ἄνθρωπος. Θεὸς δὲ καὶ ἄνθρωπος οὐ μία φύσις· οὐ γὰρ εἷς ὅρος θεότητος καὶ ἀνθρωπότητος. Ὁ μὲν γὰρ κτίστης, ὁ δὲ κτίσμα. Καὶ πάλιν· Μία καὶ ἡ αὐτὴ φύσις ἑτεροουσίοις ὁμοούσιος
125εἶναι οὐ δύναται. Καὶ πάλιν· Φύσις φύσει ὁμοούσιος οὐ λέγεται οὐδὲ ὑπό‐ στασις μονοφυὴς ἑτεροουσίοις ὑποστάσεσιν ὁμοούσιος. Εἰ οὖν μία φύσις ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν, πῶς τῷ πατρὶ
καὶ τῇ μητρὶ ἑτεροουσίοις οὖσιν ἔσται ὁμοούσιος;
130 Ὅτι δὲ καὶ μία ὑπόστασις τοῦ Χριστοῦ καὶ οὐ δύο, ἐντεῦθεν γνωσόμεθα· Εἷς υἱὸς ὁ Χριστὸς ἢ δύο; Εἷς πάντως. Καὶ πῶς δύο ὑποστάσεις, εἰ εἷς ὁ υἱός; Εἰ δύο ὑποστάσεις, ἄλλος καὶ ἄλλος, καὶ ἢ ἔσονται δύο Χριστοὶ ἢ ἄλλος ὁ Χριστὸς καὶ ἄλλος ὁ θεὸς λόγος καὶ οὐκέτι εἷς υἱός.
135 Καὶ πάλιν· Εἰ δύο ὑποστάσεις τοῦ Χριστοῦ, κάθηται δὲ ἐν δεξιᾷ τοῦ πατρὸς ἐπὶ τοῦ χερουβικοῦ θρόνου καὶ λατρεύεται ὑπὸ πάσης κτίσεως σὺν τῷ πατρὶ καὶ τῷ πνεύματι· οὐκοῦν τετράδι καὶ οὐ τριάδι λατρεύομεν. Καὶ πάλιν· Εἰ μία φύσις τοῦ Χριστοῦ μετὰ τὴν ἕνωσιν,
140πῶς ὀνομάζεται; Χριστότης δηλαδὴ ἡ θεανθρωπότης. Ποίᾳ φύσει; Εἰ μία, δηλονότι τῇ μιᾷ αὐτοῦ φύσει. Οὐκοῦν ἡ θεανθρωπότης αὐτοῦ, καὶ ἔσται ἡ ἐν Χριστῷ θεότης παθητή. Καὶ πάλιν· Ἔπαθεν ὁ Χριστός; Πάντως. Ἡ θεότης
145αὐτοῦ ἔπαθεν ἢ ἡ ἀνθρωπότης αὐτοῦ, ποία φύσις; Ἡ ἀνθρωπότης. Ἡ δὲ θεία αὐτοῦ φύσις ἀπαθὴς ἔμεινεν; Ναί. Ἡ παθοῦσα αὐτοῦ φύσις καὶ ἡ μὴ παθοῦσα ἡ αὐτή ἐστιν ἢ ἄλλη καὶ ἄλλη; Ἄλλη πάντως καὶ ἄλλη. Καὶ εἰ ἄλλη καὶ ἄλλη, πῶς μία αἱ δύο; Ἀλλ’ αἱ μὲν δύο φύσεις

8,col 1

(150)

ἢ ἄλλη καὶ ἄλλη μία φύσις οὔκ εἰσιν, ἀλλὰ μία ὑπόστασις, δύο δὲ φύσεις, μία ἀπαθὴς καὶ μία παθητή. Καὶ ἔσται ὁ
λόγος εὔδρομος.

9

Ὑπόστασιν δὲ μίαν σύνθετον τὸν Χριστὸν λέγομεν· μία γὰρ οὖσα τῶν τῆς θεότητος ὑποστάσεων εὐδοκίᾳ πατρὸς ἐσαρκώθη ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς ἀειπαρθένου καὶ θεοτόκου καὶ γέγονεν ἄνθρωπος τέλειος
5οὐ κατὰ τροπὴν ἢ σύγχυσιν ἢ ἀλλοίωσιν, ἀλλὰ κατὰ πρόσληψιν σαρκὸς ἐψυχωμένης ψυχῇ λογικῇ τε καὶ νοερᾷ, μείνας, ὃ ἦν, θεὸς τέλειος, καὶ γενόμενος, ὃ οὐκ ἦν, ἄνθρωπος τέλειος, φύσιν προσλαβών, οὐχ ὑπόστασιν, φύσιν οὐκ ἀνυπόστατον, ἀλλ’ ἐν αὐτῷ ὑποστᾶσαν καὶ αὐτὸν ἐσχη‐
10κυῖαν ὑπόστασιν· οὐ γὰρ γέγονε τοῦδε ἢ τοῦδε, ἀλλὰ τοῦ θεοῦ λόγου. Πᾶσα γὰρ σὰρξ καὶ πᾶσα ψυχὴ τινὸς λέγεται καὶ τινός ἐστι καὶ αὐτὸν ἔχει ὑπόστασιν· ἡ γὰρ σὰρξ καὶ ἡ ψυχὴ τοῦ Πέτρου τὸν Πέτρον ἔχει ὑπόστασιν, καὶ οὐκ ἄλλην ἔχει ὑπόστασιν ἡ ψυχὴ τοῦ Πέτρου καὶ
15ἄλλην ἡ σὰρξ αὐτοῦ. Ἄλλην μὲν γὰρ φύσιν ἔχει ἡ ψυχὴ καὶ ἄλλην ἡ σάρξ, ἡ ψυχὴ ἀσώματον καὶ ἄυλον, τὸ σῶμα ὑλικήν, ἀλλ’, ἐπειδὴ ἑνός εἰσι, μίαν ἔχουσιν ὑπόστα‐ σιν. Τίνος οὖν ἐγένετο ἡ ἐκ παρθένου ἐψυχωμένη σάρξ;
20Εἰ μὲν τοῦ θεοῦ λόγου, αὐτὸν ἔχει ὑπόστασιν. Εἰ δὲ ἄλλου παρ’ αὐτόν, οὐ προσκυνητέον αὐτῷ οὔτε λατρευτέον· οὐ γὰρ κτίσει οὐδὲ ἑτέρῳ παρὰ τὴν ἁγίαν τριάδα λατρεύο‐ μεν. Ἀλλ’ οὐκ ἐγένετο ἑτέρου· οὐκ ἄγγελος γάρ, οὐ πρέ‐ σβυς, ἀλλ’ αὐτὸς ὁ κύριος ἦλθε καὶ ἔσωσεν ἡμᾶς. Καὶ «ὁ
25πρῶτος Ἀδὰμ ἐκ γῆς χοϊκός· ὁ δεύτερος Ἀδάμ, ὁ κύριος, ἐξ οὐρανοῦ.» Τριὰς λέγεται, διότι τρεῖς ὑποστάσεις εἰσὶν τῆς θεότη‐ τος, πατὴρ καὶ ὁ μονογενὴς υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον. Εἰ οὖν ἑτέρα ὑπόστασίς ἐστι τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ
30καὶ ἑτέρα ὑπόστασις τοῦ υἱοῦ τῆς παρθένου, ἢ ἐξεβλήθη ὁ υἱὸς τοῦ θεοῦ ὁ μονογενὴς καὶ ἀντεισήχθη ὁ τῆς παρθένου ἢ οὐ προσκυνεῖται ὁ υἱὸς τῆς παρθένου ἢ τέσσαρες κάθηνται ἐπὶ τοῦ θρόνου καὶ τετράδι λατρεύομεν. Ἀλλ’ ἡμᾶς μὴ γένοιτο τετράδι λατρεύειν, ἀλλὰ τριάδι ἁγίᾳ καὶ προσκυνη‐
35τῇ, ἑνὶ πατρί, μιᾷ ὑποστάσει, ἑνὶ υἱῷ καὶ λόγῳ τοῦ θεοῦ σεσαρκωμένῳ, μιᾷ ὑποστάσει μετὰ τῆς σαρκὸς αὐτοῦ, ἑνὶ ἁγίῳ πνεύματι, μιᾷ ὑποστάσει, τριάδι παναγίᾳ καὶ δεδοξασμένῃ. Καὶ πάλιν· Ὅτι μία τοῦ Χριστοῦ ὑπόστασις, ἐντεῦθεν
40γνωσόμεθα. Ἀρχὴ τῆς ἑκάστου βρέφους ὑπάρξεως καὶ ὑπόστασίς ἐστιν ἡ ἐκ πατρὸς καταβαλλομένη σπορὰ ἐν τῇ μήτρᾳ τῆς γυναικός, ἣν συλλαμβάνουσα ἡ γυνὴ χορηγεῖ τὰ οἰκεῖα αἵματα, καὶ οὕτως συνίσταται τὸ βρέφος. Μία ὑπόστασις τῆς σπορᾶς καὶ τῶν ἐκ τῆς μητρὸς
45ἐν αὐτῇ ὑφισταμένων εἰς σάρκα αἱμάτων, καὶ ἡ σύλληψις τῆς σπορᾶς ἐστι. Συλλαμβάνει δὲ ἡ γυνὴ ἐκ τῆς τοῦ ἀνδρὸς μίξεως τὸν ἐξ αὐτοῦ καταβαλλόμενον σπόρον, καὶ αὐτός ἐστι τοῦ βρέφους ὑπόστασις. Τί οὖν συνέλαβεν ἡ ἁγία παρθένος; Σάρκα; Οὐκοῦν οὐκ ἐξ αὐτῆς ἡ σάρξ·

9

(50)

οὐ γὰρ ἐξ ἑαυτῆς συλλαμβάνει γυνή. Τί οὖν συνέλαβεν; Τὸν τοῦ θεοῦ λόγον; Πνεῦμα γὰρ ἅγιον ἐμεσίτευσεν ἀντὶ συναφείας καὶ ἐνῴκησεν ἐν αὐτῇ, καὶ συνελήφθη ὁ υἱὸς καὶ λόγος τοῦ θεοῦ καὶ αὐτὸς ἐγένετο σὰρξ ἐψυχωμένη ψυχῇ λογικῇ καὶ νοερᾷ, καὶ αὐτὸς οἱονεὶ θεῖος σπόρος
55γέγονε τῇ σαρκὶ ὑπόστασις, μία ὑπόστασις δύο φύσεων, θεότητός τε καὶ ἀνθρωπότητος. Ὢν γὰρ θεὸς τέλειος γέγο‐ νεν ἄνθρωπος τέλειος, καὶ ἔστιν εἷς υἱὸς θεοῦ καὶ ἀνθρώπου, ἀμήτωρ ἐκ πατρὸς ὡς θεός, ἀπάτωρ ἐκ μητρὸς ὡς ἄνθρωπος, ὁ αὐτὸς δύο φύσεις, μία ὑπόστασις· εἷς γὰρ ὁ Χριστὸς
60υἱὸς καὶ οὐ δύο. Εἰ δὲ εἷς υἱός, πῶς δύο ὑποστάσεις; Ἡ γὰρ ὑπόστασις ἄλλον ποιεῖ καὶ ἄλλον ἐξ ἄλλου ἀφορί‐ ζει· εἰ γὰρ δύο ὑποστάσεις ἐξ ἑνὸς πατρὸς καὶ μιᾶς μητρὸς δίδυμοι γενόμενοι οὐχ εἷς υἱός, ἀλλὰ δύο, πῶς ἡ ἐξ ἑτεροου‐ σίου πατρὸς γεγεννημένη καὶ ἐξ ἑτεροουσίου μητρὸς
65γεγεννημένη ὑπόστασις εἷς υἱὸς ἔσονται; Οὐ γὰρ τῆς αὐτῆς οὐσίας ὁ πατὴρ καὶ θεὸς καὶ ἡ παρθένος. Καὶ εἰ δύο ἀνθρώ‐ πων ὑποστάσεις ὁμοούσιοι τυγχάνουσαι οὐκ ἔσονται εἷς υἱός, πῶς δύο ὑποστάσεις ἑτεροούσιοι εἷς υἱὸς ἔσονται; Ἀνάγκη οὖν ἢ δύο υἱοὺς λέγειν τὸν Χριστὸν καὶ τὸν
70θεὸν λόγον ἢ μίαν ὑπόστασιν καὶ ἕνα υἱόν. Πῶς δὲ καὶ δύο φύσεων λέγετε τὸν Χριστόν, εἰ ἄλλος ὁ Χριστὸς καὶ ἄλλος ὁ θεὸς λόγος· ἔσται γὰρ καθ’ ὑμᾶς μιᾶς φύσεως καὶ μιᾶς ὑποστάσεως ὁ θεὸς λόγος καὶ μιᾶς φύσεως καὶ μιᾶς ὑποστάσεως ὁ Χριστός. Εἰ δὲ τοῦτο
75δοθείη, ψευδεῖς ἔσονται πάντως αἱ διαγορεύουσαι γραφαὶ τὸν ἐν ἀρχῇ λόγον καὶ θεὸν σάρκα γεγονέναι καί, ὥσπερ ἕνα θεὸν πατέρα, οὕτω καὶ κύριον Ἰησοῦν Χριστὸν ἕνα καὶ τὸν ἴδιον καὶ μονογενῆ τοῦ θεοῦ υἱὸν ὑπὸ τοῦ πατρὸς ὑπὲρ τοῦ κόσμου δεδόσθαι καὶ πεπονθέναι καὶ τὸν ἐξ
80Ἰσραηλιτῶν ὁρμώμενον κατὰ σάρκα Χριστὸν ἐπὶ πάντων εἶναι θεὸν εὐλογητὸν εἰς τοὺς αἰῶνας καὶ θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν καὶ κληρονόμον πάντων καὶ τῶν αἰώνων ποιητὴν καὶ τῆς τοῦ πατρὸς δόξης ἀπαύγασμα καὶ χαρακτῆρα τῆς ὑποστάσεως καὶ μέγαν θεὸν ἐν μορφῇ
85τε θεοῦ ὄντα μορφὴν εἰληφέναι δούλου καὶ τὰ τούτοις συγγε‐ νῆ· ταῦτα γὰρ καὶ τὰ τοιαῦτα περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ λέγε‐ ται Χριστοῦ καὶ οὐ περὶ ἄλλου καὶ ἄλλου προσώπου ἢ περὶ ἄλλης καὶ ἄλλης ὑποστάσεως ἤγουν ἄλλου καὶ ἄλλου
υἱοῦ καὶ Χριστοῦ.
90 Πῶς δὲ καὶ Χριστὸς αὐτὸς ὁ θεὸς ἡμῶν ἀληθεύσοι φάσκων ἑαυτὸν τοῦ Ἀβραὰμ προγενέστερον καὶ τῆς τοῦ κόσμου καταβολῆς ἀρχαιότερον καὶ ἐξ οὐρανοῦ καταβεβηκέναι καὶ φῶς καὶ ζωὴν καὶ ἀνάστασιν πεφυκέναι καὶ βοῶν· «Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» καὶ «ὁ ἑωρακὼς
95ἐμὲ ἑώρακε τὸν πατέρα» καὶ τὰ τούτοις παραπλήσια, δι’ ὧν οὐκ ἄνθρωπος ψιλὸς καὶ προσφάτως ὑποστὰς δείκνυται, ἀλλὰ θεὸς σεσαρκωμένος καὶ εἷς Χριστὸς υἱὸς τοῦ θεοῦ ἐν δύο φύσεσι, θεότητί φημι, καθ’ ἣν ἓν πρὸς τὸν πατέρα καὶ θεὸν ἐγινώσκετο, καὶ ἀνθρωπότητι,

9

(100)

καθ’ ἣν ἑτεροούσιος πρὸς τὸν πατέρα, ἡμῖν δὲ τοῖς γηίνοις ὁμοούσιος καὶ κατ’ οὐδὲν ἡμῶν παρηλλαγμένος κατὰ τὴν φύσιν καὶ οὐκ ἄλλη καὶ ἄλλη, ἀλλὰ μία καὶ ἡ αὐτὴ ὑπόστασις, ἄλλην καὶ ἄλλην ἐν ἑαυτῇ φύσιν συγχύσεως δίχα καὶ τροπῆς φέρουσα, τὴν μὲν ἄκτιστον καὶ προαιώ‐
105νιον καὶ δημιουργικὴν τῶν κτισμάτων, τὴν δὲ κτιστὴν καὶ πρόσφατον. Οὐ γὰρ ἡ ἀνθρωπότης συνάναρχος καθέστηκεν ὁμοειδής τε καὶ ὁμοούσιος τῇ θεότητι οὐδὲ ἐξ οὐρανοῦ κατελήλυθεν, ἀλλ’, ἐπείπερ εἷς καὶ ὁ αὐτὸς ὑπῆρχε θεὸς λόγος ἑνώσας ἑαυτῷ καθ’ ὑπόστασιν τὴν
110ἀνθρωπότητα, διὰ τοῦτο ποτὲ μὲν ὑψηλὰ καὶ θεοπρεπῆ, ποτὲ δὲ ταπεινὰ καὶ ἀνθρωποπρεπῆ περὶ ἑαυτοῦ ἐφθέγγετο. Ὅθεν καὶ κύριος τοῦ Δαυὶδ καὶ υἱὸς ἤθελε νοεῖσθαι καὶ τοὺς υἱὸν θεοῦ καλοῦντας αὐτὸν καὶ υἱὸν Δαυὶδ ὀνομάζον‐ τας ὡς εὐσεβεῖς ἀπεδέχετο, τοὺς μὲν ὡς τὴν ἀόρατον
115αὐτοῦ θεότητα καὶ προαιώνιον ἐκ θεοῦ καὶ πατρὸς γέννη‐ σιν σημαίνοντας, τοὺς δὲ τὴν ὁρωμένην αὐτοῦ τῆς ἀνθρω‐
πότητος οὐσίαν καὶ φύσιν ἀληθῆ κηρύττοντας. Τούτων ἁπάντων ἀθετουμένων δύο μονογενεῖς ἀναγκα‐ σθησόμεθα λέγειν, ἕνα μὲν τοῦ θεοῦ καὶ πατρός, ἕνα δὲ
120τῆς παρθένου καὶ μητρός. Καὶ μονογενὴς ὁ μονογενὴς οὐκέτι ῥηθήσεται ἑτέρου καθ’ υἱοθεσίαν ἐπεισαχθέντος αὐτῷ, καὶ ὁ μὲν πρεσβύτερος ἔσται, ὁ δὲ νεώτερος, ὁ μὲν φυσικὸς καὶ γνήσιος, ὁ δὲ θετὸς καὶ νόθος. Ἔπειτα δέ, εἰ καὶ τετάρτην ἐπεισάγειν ὑπόστασιν
125καὶ συμπροσκυνεῖν τῇ τρισυποστάτῳ θεότητι τολμήσαι‐ μεν τὴν ἐκ τῆς παρθένου Μαρίας τεχθεῖσαν, εὑρεθησό‐ μεθα θεὸν σέβοντες ἀλλότριον καινόν τε καὶ πρόσφατον, ὅπερ πράττειν παντελῶς ἀπηγόρευται, καὶ τῷ τῆς ἀνθρωπολατρείας ἑλληνικῶς ὑποβληθησόμεθα ἐγκλήματι
130καὶ τῇ τοῖς ἀνθρωπολάτραις ἐπιφερομένῃ κατάρᾳ κατα‐ δικασθησόμεθα· «ἐπικατάρατος» γάρ, γέγραπται, «πᾶς ἄνθρωπος, ὃς ἔχει τὴν ἐλπίδα αὐτοῦ ἐπ’ ἄνθρωπον». Ἀλλ’ ἡμεῖς οὔτε ταῖς τρισὶ τῆς θεότητος ὑποστάσεσι μόναις προσκυνηταῖς καὶ σεπταῖς ὑπαρχούσαις ἑτέραν ἀσεβῶς
135ἐπεισκομίζομεν ὑπόστασιν, ἐπεὶ μήτε δύο υἱοὺς καὶ Χριστοὺς τὸν ἕνα υἱὸν καὶ Χριστὸν ἐκ τῶν θεοπνεύστων λέγειν πεπαιδεύμεθα λογίων οὔτε λατρεύειν ἀνθρώπῳ ψιλῷ θεοστυγῶς ἀνεχόμεθα, ἀλλ’ ἕνα Χριστὸν σύνθετον ἐκ θεότητός τε καὶ ἀνθρωπότητος καὶ τέλειον ἐν ἀμφοτέ‐
140ραις ταῖς οὐσίαις, ἐξ ὧν καὶ ἐν αἷς συνετέθη, τὸν συμπροσ‐ κυνούμενον ἀεὶ τῷ πατρὶ καὶ τῷ παναγίῳ πνεύματι λατρεύομέν τε καὶ προσκυνοῦμεν μιᾷ τιμῶντες προσκυνή‐ σει τὴν αὐτοῦ θεότητα καὶ ἀνθρωπότητα, ὡς ἀχωρίστως καὶ δίχα παντὸς μερισμοῦ καθ’ ὑπόστασιν ἡνωμένας καὶ
145ἓν ἀποτελεσάσας πρόσωπον. Ἀλλ’ ἡμᾶς μὴ γένοιτο τετράδι λατρεύειν, ἀλλὰ τριάδι ἁγίᾳ· ἑνὶ πατρί, μιᾷ ὑποστάσει, ἑνὶ υἱῷ καὶ λόγῳ τοῦ θεοῦ σεσαρκωμένῳ, μιᾷ ὑποστάσει μετὰ τῆς σαρκὸς αὐτοῦ, ἑνὶ ἁγίῳ πνεύματι, μιᾷ ὑποστάσει, τριάδι πανα‐ γίᾳ καὶ δεδοξασμένῃ. Ὥσπερ γὰρ μάχαιρα πυρακτωθεῖσα μία ἐστὶ

9

(150)

καὶ μετὰ τὴν πύρωσιν, οὕτω καὶ ὑπὲρ τοῦτο ὁ Χριστὸς εἷς ἐστι καὶ μία ὑπόστασις καὶ μετὰ τὴν σάρκωσιν. Καὶ ὥσπερ φοβοῦμαι ἅψασθαι τῆς πεπυρωμένης μαχαίρας, οὐ διὰ τὴν τοῦ σιδήρου φύσιν, ἀλλὰ διὰ τὴν τοῦ ἑνωθέντος αὐτῷ πυρὸς φύσιν, οὕτω προσκυνῶ τῷ σαρκωθέντι θεῷ λόγῳ καὶ συμπροσκυνῶ τῇ σαρκί, οὐ διὰ τὴν τῆς σαρκὸς φύσιν, ἀλλὰ
155διὰ τὸν ἑνωθέντα αὐτῇ θεὸν λόγον. Προσκυνῶ τῷ βασιλεῖ μετὰ τῆς ἁλουρ‐ γίδος καὶ τιμῶ τὴν ἁλουργίδα διὰ τὸν βασιλέα. Καὶ μὴν ὅτι ἐπὶ μὲν τοῦ βασιλέως καὶ τῆς ἐσθῆτος οὐ καθ’ ὑπόστασιν ἡ ἕνωσις οὐδὲ ἀδιά‐ σπαστος οὐδὲ διαιωνίζουσα, ἐπὶ δὲ Χριστοῦ τοῦ θεοῦ ἡμῶν καθ’ ὑπόστα‐ σιν ἀδιάσπαστος καὶ διαιωνίζουσα ἡ ἕνωσις. Διὸ ὡς ἑνὶ τῆς ἁγίας τριάδος
160συμπροσκυνῶ τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι Χριστῷ τῷ σαρκωθέντι υἱῷ τοῦ θεοῦ καὶ θεῷ.

10

Δέδεικται τοίνυν, ὅτι δύο φύσεις τοῦ Χριστοῦ καὶ μία ὑπόστασις. Εἰ οὖν δύο φύσεις ἔχει, ἀνάγκη ὁμολογεῖν ἐν αὐτῷ τὰ τῶν δύο φύσεων φυσικὰ ἰδιώματα τελείως καὶ ἀνελλιπῶς, εἴπερ γινώσκομεν αὐτὸν θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον.

11

Ἔχει μὲν ἐκ τῆς θείας καὶ πατρικῆς φύσεως τὸ ἄκτιστον, τὸ ἄχρο‐ νον, τὸ ἄναρχον· οὐ γὰρ πρότερον οὐκ ὢν ἤρξατο τοῦ εἶναι, ἀλλ’ ἀεὶ ἦν γεννητῶς τὸ θεὸς εἶναι, τὸ θελητικόν, τὸ ἐνεργητικόν, τὸ παντοδύνα‐
μον, τὸ ἀπειροδύναμον, τὸ δημιουργικόν, τὸ παντουργικόν, τὸ ἄπειρον,
5τὸ ἀπερίγραπτον, τὸ ἀκατάληπτον, τὸ ἀνεξερεύνητον, τὸ ἀθάνατον, τὸ παντοκρατορικόν, τὸ συνεκτικόν, τὸ ἀγαθόν, τὸ σοφόν, τὸ δίκαιον, τὸ σωστικόν, τὸ ἁπλοῦν κατὰ φύσιν καὶ ἀσύνθετον, τὸ ἄτρεπτον, τὸ ἀναλ‐ λοίωτον, τὸ παντεποπτικόν, τὸ τῶν μελλόντων προγνωστικόν, τὸ περιεκτικὸν τῶν πάντων ἤτοι περιληπτικόν, τὸ ἀμέτοχον, μεθεκτὸν δὲ
10τῆς ἐνεργείας, οὐ φύσεως· τὸ αὐτεξούσιον καὶ παντεξούσιον, τὸ εὐεργετι‐ κόν, τὸ μεταδοτικὸν, τὸ φωτιστικόν, τὸ ἀόρατον, τὸ ἀναφές, τὸ ὑπέρθεον, τὸ ὑπερούσιον, καὶ ἁπλῶς εἰπεῖν, πάντα, ὅσα ἔχει ὁ πατήρ, τοῦ υἱοῦ εἰσιν πλὴν τῆς ἀγεννησίας. Καὶ μάρτυς τούτου ἀληθὴς αὐτὸς ὁ κύριος ἡμῶν καὶ θεὸς εἰπών· «Πάντα, ὅσα ἔχει ὁ πατήρ, ἐμά ἐστι.» Καὶ πρὸς αὐτὸν τὸν πατέ‐
15ρα λέγει· «Πάντα τὰ ἐμὰ σά ἐστι καὶ τὰ σὰ ἐμά.»

12

Τῆς δὲ ὑποστάσεως αὐτοῦ ἴδιον τὸ υἱὸν εἶναι γεννητὸν ἐκ τοῦ πατρὸς καὶ οὐ πατέρα ἀγέννητον οὐδὲ γεννήτορα. Ἐκ τοῦ πατρὸς γὰρ γεγέννηται ἀπαθῶς, ἀσυνδυάστως, τουτέστιν ἄνευ μίξεως, ὡς φῶς ἐκ πυρός, μᾶλλον δὲ ὡς φῶς τέλειον ἐκ τελείου φωτός. Ἐκ τοῦ πατρὸς οὖν
5ἔχει τὸ εἶναι καὶ πάντα, ὅσα ἔχει. Διὸ καὶ λέγει· «Ὁ πατήρ μου μείζων μού ἐστιν·» ἐγὼ γὰρ ἐξ αὐτοῦ, εἰ καὶ μὴ μετ’ αὐτόν, οὐκ αὐτὸς ἐξ ἐμοῦ. Διὸ καὶ τιμᾷ τὸν πατέρα.

13

Εἰπόντες τοίνυν τὰ τῆς θείας φύσεως τοῦ Χριστοῦ ἰδιώματα, ἃ ἔσχεν ἐκ τοῦ πατρός, εἴπωμεν καὶ τὰ τῆς ἀνθρωπίνης αὐτοῦ φύσεως φυσικὰ
ἰδιώματα, ἅπερ ἐκ τῆς ἐξ ἡμῶν ἔσχε προσλήψεως. Εἰ γὰρ θεὸς ὢν τέλειος γέγονε δι’ ἡμᾶς καθ’ ἡμᾶς ἄνθρωπος τέλειος, δῆλον, ὡς πάντα ἔχων τὰ
5φυσικὰ τῆς θεότητος ἰδιώματα καὶ κατὰ τοῦτο θεὸς ὢν τέλειος καὶ πάντα ἕξει τὰ φυσικὰ τῆς ἀνθρωπότητος ἰδιώματα, τουτέστι πάσας τὰς φυσικὰς δυνάμεις τῆς ἀνθρωπότητος, τὰς ἐνεργητικάς τε καὶ παθητικάς, ἵνα τέλειος ᾖ ἄνθρωπος· εἰ γάρ τι τῶν φυσικῶν οὐκ ἀνέλαβεν, οὐ τέλειος, ἀλλ’ ἐλλιπής ἐστιν ἄνθρωπος.

14

Ἔστω δὲ προδιωρισμένον, ὅτι πάσης ἐνεργείας καὶ χρήσεως καὶ πράξεως καὶ πάθους τὴν δύναμιν φυσικῶς παρὰ τοῦ δημιουργοῦ εἰλήφαμεν καὶ ταῦτα φυσικά ἐστιν· ἀδύνατον γὰρ οἱανοῦν φύσιν χρήσα‐ σθαι πράξει ἢ ἐνεργῆσαι ἐνέργειαν ἢ παθεῖν πάθος, ὧν τὴν δύναμιν οὐ
5κατὰ φύσιν ἔλαβεν. Οἷον οὐ δύναται ἡ γῆ βλαστῆσαι μὴ κατὰ φύσιν λαβοῦσα παρὰ τοῦ δημιουργοῦ τὴν βλαστικὴν δύναμιν, οὐδὲ τὸ ὕδωρ ζωοβλαστεῖν, ἵν’ οὕτως εἴπω, τὴν τῶν ἰχθύων γέννησιν καὶ πρὸς βλά‐ στησιν τῶν τῆς γῆς συντελεῖν ἐκφορίων, εἰ μὴ παρὰ τοῦ δημιουργοῦ τὴν τοιαύτην εἴληφε δύναμιν, οὐδὲ φυτὸν αὐξῆσαι δύναται, εἰ μὴ τὴν
10αὐξητικὴν ἔλαβε δύναμιν, οὐ τὸ πτηνὸν πέτασθαι μὴ τὴν τοῦ πέτασθαι λαβὸν δύναμιν, οὐ χερσαῖον βαδίζειν, οὐχ ἑρπετὸν ἕρπειν, εἰ μὴ ἕκαστον τὴν τοιαύτην ἔλαβε δύναμιν. Οὕτω δὴ καὶ ὁ ἄνθρωπος οὐ δύναται ὁρᾶν ἢ νοεῖν ἢ αὐτεξουσίως θέλειν ἢ ἐνεργεῖν, εἰ μὴ ἑκάστου τὴν δύναμιν ἔλαβε φυσικῶς παρὰ τοῦ δημιουργοῦ.

15

Ὁ ἄνθρωπος τοίνυν μικρὸς κόσμος ἐστίν. Ἔχει γὰρ ψυχὴν καὶ σῶμα καὶ μέσος ἕστηκε νοῦ καὶ ὕλης· σύνδεσμος γάρ ἐστιν ὁρατῆς καὶ ἀοράτου ἤτοι αἰσθητῆς καὶ νοητῆς κτίσεως. Ὀφθαλμὸς γὰρ καὶ τὸ καθαρώτατον τῆς ψυχῆς ἐστιν ὁ νοῦς. Κοινωνεῖ οὖν τοῖς μὲν ἀψύχοις
5σώμασι κατὰ τὴν ἐκ τῶν τεσσάρων στοιχείων κρᾶσιν καὶ σύνθεσιν, τοῖς δὲ φυτοῖς κατά τε ταῦτα καὶ κατὰ τὴν θρεπτικὴν καὶ αὐξητικὴν δύνα‐
μιν, ἔτι δὲ καὶ τὴν σπερματικήν, τοῖς δὲ ἀλόγοις ζῴοις καὶ ἐν τούτοις μέν, ἀλλὰ καὶ κατὰ τὸ ζωτικὸν καὶ κατὰ τὴν ἄλογον ὄρεξιν ἤγουν θυμὸν καὶ ἐπιθυμίαν, κατά τε τὸ φανταστικὸν καὶ μνημονευτικὸν καὶ κατὰ τὴν
10αἴσθησιν καὶ τὴν καθ’ ὁρμὴν κίνησιν—καθ’ ὁρμὴν δὲ κίνησίς ἐστιν ἡ κίνησις ὅλου τοῦ σώματος—καὶ τὸ φωνητικὸν καὶ ἀναπνευστικὸν καὶ ἐκ τόπου εἰς τόπον μεταβατικόν. Συνάπτεται δὲ ταῖς ἀσωμάτοις καὶ νοεραῖς δυνάμεσι διὰ τοῦ λογικοῦ καὶ τῆς λογικῆς τοῦ νοῦ ὀρέξεως, ἥτις ἐστὶ θέλησις, ἡ πρώτη τοῦ νοῦ κίνησις· ὀρεγόμενος γὰρ κινεῖται
15πρὸς νόησιν καὶ ὀρεγόμενος λογίζεται καὶ ὀρεγόμενος κρίνει. Αὕτη δὲ ἡ ὄρεξις αὐτεξούσιός ἐστιν· αὐτεξουσίως γὰρ ὀρεγόμενος νοεῖ καὶ λογίζε‐ ται καὶ κρίνει.

16

Ἴδια μὲν τοῦ σώματος τομὴ καὶ ῥεῦσις καὶ μεταβολὴ ἡ κατὰ ποιότητα ἤτοι ψύξιν, θέρμανσιν, ὑγρότητα καὶ ξηρότητα, καὶ ἡ τῶν μελῶν διοργάνωσις. Ἴδια δὲ ψυχῆς λογικῆς μόνης αὐτῆς καθ’ αὑτὴν ζωή, νόησις καὶ ἡ λογικὴ ὄρεξις, ἥτις κυρίως ἐστὶ θέλησις. Καὶ πρὸ τούτων
5ἰδικώτατον ψυχῆς χωρίζον αὐτὴν ἐκ τῆς τῶν ἀγγέλων οὐσίας τὸ ἐν σώματι πολιτεύεσθαι καὶ τούτῳ μεταδιδόναι ζωῆς καὶ κινήσεως καὶ τὸ αὐτεξουσίως κατ’ οἰκείαν ὄρεξιν ἤτοι θέλησιν ἄγειν τὸ σῶμα καὶ τὴν ἄλογον ὄρεξιν, ἐπιθυμίαν καὶ θυμὸν καὶ τὴν καθ’ ὁρμὴν κίνησιν, καὶ φυσικῶς ἄρχειν ὡς ἰδίου φυσικοῦ δούλου τοῦ οἰκείου σώματος. Διὸ καὶ
10πλέον τῶν ἀγγέλων κατ’ εἰκόνα ὁ ἄνθρωπος· ὁ γὰρ ἄγγελος οὐκ ἔχει φυσικὸν δοῦλον οὐδὲ φυσικῶς ἐστι δεσπότης.

17

Κοινὰ δὲ ψυχῆς καὶ σώματος, ὧν ἡ ψυχὴ τῷ σώματι μεταδίδωσι, τὸ ζωτικόν, τὸ φανταστικόν, τουτέστι τὸ τῶν αἰσθητῶν ἀντιληπτικὸν ἢ διαγνωστικόν, αὐτὸ τὸ αἰσθητικὸν ἤγουν αἱ πέντε αἰσθήσεις· ὅρασις, ἀκοή, ὄσφρησις, γεῦσις, ἁφή, ἔτι καὶ τὸ μνημονευτικὸν καὶ ἡ καθ’ ὁρμὴν
5κίνησις τό τε θρεπτικὸν καὶ αὐξητικὸν καὶ ἡ ἄλογος ὄρεξις, θυμὸς λέγω
καὶ ἐπιθυμία, πεῖνά τε καὶ δίψα καὶ κόπος καὶ πτύελος, ἡδονὴ καὶ λύπη καὶ ἀηδία, φόβος, δειλία καὶ ἀγωνία, ἀδημονία, ταραχή, ἱδρὼς καὶ θάνατος—θάνατος γάρ ἐστι χωρισμὸς ψυχῆς ἐκ τοῦ σώματος—καὶ πᾶσα ἡ τῆς τροφῆς καὶ αὐξήσεως οἰκονομία.

18

Ταῦτα πάντα ἄλογα πάθη εἰσὶ καὶ ἐνέργειαι, ἐνέργειαι μὲν καὶ δυνάμεις τῆς φύσεως—διὸ καὶ πάντα τὰ φυσικὰ παρὰ θεοῦ δεδωρημένα τῇ φύσει—, πάθη δέ, ὅτι πᾶσα κτίσις κτιστὴ παθητικῶς κινεῖται καὶ ἐνερ‐ γεῖ· μόνη δὲ ἡ θεία φύσις ἐστὶν ἀπαθής, ἀπαθῶς κινουμένη καὶ ἀκινήτως
5ἐνεργοῦσα. Ἔτι δὲ τινὲς μὲν αὐτῶν δοκοῦσι μᾶλλον εἶναι ἐνέργειαι, τινὲς δὲ πάθη· πρεπωδέστερον γὰρ εἰπεῖν τὴν ζωὴν μᾶλλον ἐνέργειαν, τὸν δὲ θάνατον καὶ τὴν τομὴν καὶ τὴν ῥεῦσιν πάθος. Ἡ μὲν οὖν τομὴ καὶ ἡ ῥεῦσις καὶ ἡ κατὰ ποιότητα μεταβολή, τουτέστι λεύκανσις, μέλανσις, ψύξις, θέρμανσις, νόσος καὶ τὰ τοιαῦτα, πάθη εἰσίν, ὁμοίως καὶ ἡ τῶν
10μελῶν διοργάνωσις ἤτοι διάπλασις· ἡ μὲν γὰρ φύσις ἐνεργεῖ διοργανοῦσα καὶ διαπλάττουσα, πάσχει δὲ τὸ σῶμα διοργανούμενον. Φύσιν δὲ λέγω τὸν ἐξ ἀρχῆς παρὰ τοῦ δημιουργοῦ δοθέντα ἑκάστῳ εἴδει νόμον καὶ δύνα‐ μιν, καθ’ ἣν κινεῖται ἢ ἠρεμεῖ. Κινεῖται μέν, πρὸς ἃς ἔχει δύναμιν ἐνεργείας νοῶν, λογιζόμενος, θέλων, αἰσθανόμενος, τόπους ἐκ τόπων ἀμείβων·
15τούτων γὰρ τὴν δύναμιν ἔχει παρὰ τοῦ δημιουργοῦ. Ἠρεμεῖ δὲ μὴ κινού‐ μενος, πρὸς ἃς οὐκ ἔλαβε δύναμιν ἐνεργείας μὴ ἱστάμενος. Κινήσεις δέ εἰσι γένεσις καὶ φθορὰ καὶ ἀλλοίωσις, αὔξησις, μείωσις καὶ ἡ τοπικὴ κίνησις. Ἑξάτροπος δὲ αὕτη ἐστίν, ἔμπροσθεν, ὀπίσω, δεξιά, ἀριστερά, ἄνω, κάτω· καὶ πάντα δὲ τὰ λοιπὰ τὰ εἰρημένα κινήσεις εἰσίν· ἡ δὲ νόησις καὶ
20ἡ λογικὴ ὄρεξις ὅ τε διαλογισμὸς καὶ ἡ ζήτησις καὶ σκέψις καὶ βουλὴ καὶ κρίσις καὶ διάθεσις καὶ προαίρεσις γνώμη τε καὶ ἡ πρὸς τὴν χρῆσιν ὁρμὴ ἐνέργειαί εἰσιν. Δοκεῖ δὲ μᾶλλον ἡ νόησις εἶναι ἐνέργεια, ἡ δὲ ὄρεξις πάθος· πᾶν γὰρ ὀρεγόμενον πάσχει. Λέγομεν δὲ αὐτὴν λογικὴν ὄρεξιν τὴν ἐνέργειαν, διότι αὐτεξούσιός ἐστιν, ἐξουσιάζουσα τῶν ἀλόγων πα‐
25θῶν καὶ κρίνουσα καὶ κυβερνῶσα καὶ χαλιναγωγοῦσα ταῦτα, θυμὸν καὶ ἐπι‐ θυμίαν καὶ αἴσθησιν καὶ τὴν καθ’ ὁρμὴν κίνησιν. Ταῦτα γὰρ ὑπήκοα καὶ ἐπιπειθῆ τῷ λόγῳ εἰσὶν ἄλογα πάθη· πέφυκε γὰρ πείθεσθαι τῷ λόγῳ καὶ ὑποτάσσεσθαι καὶ κινεῖσθαι, ὡς ἂν ὁ λόγος κελεύῃ ἐπὶ τῶν κατὰ φύσιν ἀνθρώπων.
30 Ἔστι δὲ καὶ ταῦτα πάθη συστατικὰ τῆς ζῳώδους οὐσίας· ἄνευ γὰρ τούτων οὐκ ἔστι συστῆναι τὴν ζωήν. Ταῦτα δὲ εἰς ὑπηρεσίαν ἐδόθησαν τῷ ἀνθρώπῳ παρὰ τοῦ δημιουργοῦ, ἡ μὲν ἐπιθυμία πρὸς θεὸν καὶ τὰ αὐτοῦ θελήματα, ὁ δὲ θυμὸς κατὰ τοῦ διαβόλου καὶ τῆς ἁμαρτίας καὶ πρὸς τὸ ἀνδρειοῦν τὴν ἐπιθυμίαν. Ἡ μὲν οὖν ἄλογος ὄρεξις πρὸς σύστασιν
35τῆς ζῳώδους οὐσίας δέδοται, ἡ δὲ λογικὴ καὶ αὐτεξούσιος, ὅπως αὐτεξου‐ σίως χαλιναγωγήσῃ πᾶσαν φυσικὴν κίνησιν καὶ ὑποταγῇ καὶ ὑποτάξῃ τῷ νόμῳ τοῦ κτίσαντος. Συνέζευκται τοίνυν ἡ νόησις καὶ ἡ ὄρεξις ἐν τῷ ἀνθρώπῳ, ὅπως μὴ ἀκουσίως πάσχωμεν τὰ τῶν ἀλόγων λογικοὶ ὄντες. Καὶ γὰρ ὁ νοῦς αὐτεξουσίως ὀρεγόμενος καὶ λογικῶς καὶ νοητικῶς ὀρεκ‐
40τικῶς νοεῖ καὶ σκέπτεται καὶ ζητεῖ καὶ βουλεύεται καὶ διακρίνει καὶ διατίθεται πρὸς τὸ κριθὲν καὶ προαιρεῖται καὶ ὁρμᾷ πρὸς τὴν πρᾶξιν· φύσει γὰρ κατάρχει τοῦ ἀλόγου τὸ λογικόν. Εἰ οὖν ὡς λογικὸς πάσης ἀλόγου κτίσεως βασιλεὺς ἐδημιουργήθη ὁ ἄνθρωπος, πῶς οὐκ ἔσται τῶν ἐν αὐτῷ ἀλόγων παθῶν αὐτεξούσιος; Ὀρεκτικὸς οὖν καὶ λογικὸς
45καὶ νοητικὸς ὢν ὀρεκτικῶς νοεῖ καὶ λογίζεται καὶ λογικῶς καὶ νοητικῶς
αὐτεξουσίως ὀρέγεται. Τῶν δὲ κοινῶν ψυχῆς καὶ σώματος τὸ μὲν ζωτικὸν ἐνέργεια μᾶλλόν ἐστι καὶ τὸ φανταστικὸν δὲ καὶ αἰσθητικὸν καὶ μνημο‐ νευτικὸν καὶ ἡ καθ’ ὁρμὴν κίνησις παθητικαί εἰσιν ἐνέργειαι ἢ ἐνεργητικὰ πάθη, ὁ δὲ θυμὸς καὶ ἡ ἐπιθυμία πεῖνά τε καὶ δίψα, κόπος, φόβος, δειλία

18

(50)

καὶ ἀγωνία, ἡδονή, λύπη, πτύελος καὶ ἱδρὼς τό τε θρεπτικὸν καὶ αὐξητι‐ κὸν καὶ ἐπὶ πᾶσιν ὁ θάνατος πάθη εἰσίν.

19

Ταῦτα πάντα φυσικά εἰσι καὶ ἀδιάβλητα παρὰ τοῦ δημιουργοῦ τῇ φύσει τῶν ἀνθρώπων δεδωρημένα. Αὐτὸς γὰρ καὶ τὸ εἶναι καὶ τὸ οὕτως εἶναι ἐδωρήσατο, καὶ οὐκ ἔστιν ἀνθρώπων οὐδείς, ὃς τούτων ἀμέτ‐ οχος γέγονε. Τὸ δὲ ἔχειν ταῦτα τὴν μὲν τοῦ δημιουργοῦ σοφίαν καὶ
5ἀρετὴν παρίστησιν, ἡμῖν δὲ οὔτε ἀρετὴ οὔτε κακία λογίζεται· καλὰ μὲν γάρ εἰσι καὶ ἐπ’ ἀγαθῷ ὑπὸ τοῦ ἀγαθοῦ δεδωρημένα, ὁ δὲ τρόπος τῆς χρήσεως αὐτῶν ἀρετὴν καὶ κακίαν συνίστησιν. Ἂν μὲν γὰρ ὑποταγῇ τὸ θέλημα τῷ νόμῳ τοῦ θεοῦ καὶ κατὰ τὸν νόμον αὐτοῦ ὁ νοῦς κυβερνήσῃ τὰ ὑπήκοα αὐτῷ, πάσας φημὶ τὰς ψυχικὰς κινήσεις, κατ’ ἐξαίρετον δὲ
10θυμὸν καὶ ἐπιθυμίαν—ταῦτα γὰρ ὑπήκοα τῷ λόγῳ—, ἀρετὴν εἰργα‐ σάμεθα καὶ δικαιοσύνην ἐπληρώσαμεν. Ἐπὶ τούτῳ γὰρ ἐλάβομεν τὴν τούτων ἐξουσίαν καὶ ὡς ἐξουσίαν λαβόντες καὶ νόμον ἐδεξάμεθα καὶ ὑπὸ νόμον γεγόναμεν· τὰ γὰρ ἄλογα μὴ ἔχοντα τὸν ἡγεμόνα νοῦν τὸν αὐτ‐ εξούσιον θυμοῦ καὶ ἐπιθυμίας οὐκ ἔλαβε νόμον.
15 Φύσει τοιγαροῦν τοῦ δημιουργοῦ δοῦλοι ὑπάρχοντες καὶ τὸ αὐτεξού‐ σιον ἔχοντες, τὸ τῆς ἀρετῆς συστατικόν, —οὐ γὰρ ἀρετὴ οὐδὲ τερπνὸν τὸ βίᾳ γινόμενον—νόμον ἐλάβομεν, ὅπως ἐπιγνῶμεν, ὅτι δεσπότην ἔχο‐ μεν, —ἵνα μὴ ἐν σκότει διαπορευόμενοι βόθροις περιπέσωμεν· «λύχνος γὰρ τοῖς ποσί μου ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου», ἔφη Δαυὶδ ὁ
20προφήτης· —ὅπως γνωσθῇ ἡμῶν ὁ πρὸς τὸν δεσπότην πόθος καὶ
εὔνοια, —ὅπως τε τῷ θεῷ τοῦ ἀγαθοῦ κοινωνήσωμεν, «ἵν’ ᾖ τοῦ ἑλομένου τὸ ἀγαθὸν οὐχ ἧττον ἢ τοῦ παρασχόντος τὰ σπέρματα»· αὐτὸς γὰρ ἡμῖν τὴν δύναμιν τῆς ἀγαθοεργίας ἐδωρήσατο. Αὐτεξουσίους δὲ ἡμᾶς ἐποίη‐ σεν, ἵνα ἐξ αὐτοῦ καὶ ἐξ ἡμῶν τὸ ἀγαθὸν γένοιτο· παντὶ γὰρ τῷ προαι‐
25ρουμένῳ τὸ ἀγαθὸν ὁ θεὸς συνεργεῖ εἰς τὸ ἀγαθόν. —ὅπως τὸ κατὰ φύσιν φυλάξαντες τῶν ὑπὲρ φύσιν τύχωμεν, τῆς ἀφθαρσίας καὶ τῆς θεώσεως ἐκ τῆς πρὸς τὸ θεῖον ἑνώσεως διὰ τῆς κατὰ δύναμιν τοῦ θελήματος πρὸς αὐτὸ ὁμοιώσεως· —ὅπως μὴ ταῖς φυσικαῖς δυνάμεσιν ἀλόγως χρώμενοι παρασυμβληθῶμεν τοῖς ἀνοήτοις κτήνεσι καὶ ὁμοιωθῶμεν αὐτοῖς. Εἰ γὰρ
30μὴ ὑποταγῇ ἡ θέλησις ἡμῶν τῷ θείῳ θελήματι, ἀλλὰ κατ’ οἰκείαν γνώμην καὶ αἵρεσιν χρήσηται ὁ αὐτεξούσιος νοῦς θυμῷ καὶ ἐπιθυμίᾳ κακίαν εἰργά‐ σατο· κακία γὰρ οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ ἁμαρτία καὶ ἀποτυχία καὶ παρα‐ κοὴ τοῦ δεσποτικοῦ νόμου. Ὥστε τὸ αὐτεξούσιον πρῶτον ἀγαθὸν τῇ λογικῇ φύσει πρέπον, καὶ τὸ κεχρῆσθαι τῷ αὐτεξουσίῳ καὶ κατεξουσιά‐
35ζειν καὶ κρατεῖν τῶν ἀλόγων παθῶν, θυμοῦ λέγω καὶ ἐπιθυμίας, ἀρετή, τὸ δὲ προδιδόναι τὸ αὐτεξούσιον καὶ ἡττᾶσθαι τοῖς ἀλόγοις πάθεσι καὶ ἀλόγως καὶ κτηνωδῶς βιοῦν, τοῦτο κακία, τοῦτο ἁμαρτία. —ἵνα μὴ ἀσχημονῶμεν τὰ τῶν ἀλόγων πράσσοντες, ἀλλ’ ἐπέχωμεν λόγῳ τὰς ὁρμὰς τῆς φύσεως. Οὐ γὰρ πρέπει τῷ λογικῷ ἡ τῶν ἀλόγων πολιτεία,
40ἀλλὰ μᾶλλον καὶ τοῖς ἀλόγοις πάθεσι λογικῶς κεχρῆσθαι καὶ λόγῳ ταῦτα ῥυθμίζειν καὶ κατ’ ἐξουσίαν ἄγειν καὶ ἡνιοχεῖν καὶ ἄγεσθαι καὶ ὑπείκειν τῷ θείῳ νόμῳ καὶ τούτοις κεχρῆσθαι, καθὼς ὁ κύριος διετάξατο.

20

Εἰδέναι τοίνυν χρεών, ὡς ἡ τῶν ὀνομάτων σύγχυσις ποιεῖ τοῖς αἱρετικοῖς τὴν πλάνην. Καθὼς οὖν τοῖς μονοφυσίταις, τοῖς ἀκεφάλοις φημί, τὸ ταυτὸν λέγειν φύσιν καὶ ὑπόστασιν αἴτιον γέγονε λέγειν ἐπὶ Χριστοῦ μίαν φύσιν, ἵνα μὴ εἰς δύο ὑποστάσεις τὸν Χριστὸν διέλωσιν, ἔτι
5δὲ καὶ τοῖς Νεστορίου ὁμόφροσι τοῦ λέγειν δύο ὑποστάσεις, ἵνα μὴ τὰς δύο Χριστοῦ φύσεις εἰς μίαν συγχέωσιν, οὕτω καὶ τοῖς μονοθελήταις τὸ μὴ εἰδέναι τὴν διαφορὰν τοῦ φυσικοῦ καὶ τοῦ ὑποστατικοῦ θελήματος, τουτέστι τοῦ γνωμικοῦ, αἴτιον γέγονε τοῦ ἓν λέγειν ἐπὶ Χριστοῦ θέλημα. Ἵνα οὖν τὴν ἐκ τῆς ὁμωνυμίας διαφύγωμεν πλάνην, οὕτω τὸν περὶ τοῦ
10θελήματος ἀναπτύξωμεν λόγον.

21

Τὸ θέλημα ὁμώνυμόν ἐστι. Ποτὲ μὲν γὰρ σημαίνει τὴν θέλησιν, τουτέστι τὴν θελητικὴν δύναμιν, ποτὲ δὲ αὐτὸ τὸ θελητόν, τὸ τῇ θελήσει ὑποκείμενον, τουτέστιν αὐτὸ τὸ πρᾶγμα, ὅπερ τις θέλει. Ἄλλο δέ ἐστι θέλησις καὶ ἄλλο τὸ θελητόν, ὥσπερ ἄλλο ὅρασις καὶ ἄλλο τὸ ὁρατόν·
5ὅρασις μὲν γάρ ἐστιν αὐτὴ ἡ ὁρατικὴ δύναμις, καθ’ ἣν ὁρῶμεν, ἡ ἐν τῷ ὀφθαλμῷ ἐνεργοῦσα, ὁρατὸν δὲ αὐτὸ τὸ ὁρώμενον πρᾶγμα, ἢ λίθος ἢ ξύλον ἤ τι τοιοῦτον. Οὕτω καὶ θέλησίς ἐστιν αὐτὴ ἡ θελητικὴ τῆς ψυχῆς δύναμις, καθ’ ἣν θέλομεν, θελητὸν δὲ αὐτὸ τὸ πρᾶγμα, ὅπερ τις θέλει. Οἷον θέλω πλεῦσαι, τὸ πλεῦσαι θελητόν ἐστι· θέλω γῆμαι, τὸ γῆμαι θελητόν
10ἐστιν. Πάντως δὲ τὸ θελητὸν ἢ ἐνέργειά ἐστι, τουτέστι πρᾶξις, ἢ πάθος. Ἴδωμεν τοίνυν, εἰ φυσική ἐστιν ἡ θέλησις ἢ ὑποστατική.

22

Ἆρα πᾶς ἄνθρωπος ἔχει τὴν δύναμιν τὴν θελητικὴν ἢ οὔ; Δῆλον, ὡς πᾶς ἄνθρωπος ἔχει τὸ δύνασθαι θέλειν καὶ πᾶς ἄνθρωπος ἔχει τὸ θέλειν· τίς γὰρ ἄνθρωπος γέγονεν, ὃς οὐκ ἠθέλησεν οὐδέν; Οὐ πᾶς δὲ ἄνθρωπος τὸ αὐτὸ θέλει, ἀλλ’ ὁ μὲν τόδε, ὁ δὲ τόδε, οὐδὲ πᾶς ἄνθρωπος ὡσαύτως
5θέλει, ἀλλ’ ὁ μὲν καλῶς, ὁ δὲ κακῶς, ἕκαστος κατὰ τὴν οἰκείαν γνώμην. Ὥστε ἡ μὲν θέλησις, τουτέστιν ἡ θελητικὴ δύναμις καὶ αὐτὸ τὸ ἁπλῶς θέλειν, φυσικόν, τὸ δὲ θελητόν, τουτέστι τὸ τὶ θέλειν, γνωμικὸν καὶ
ὑποστατικόν.

23

Καὶ πάλιν· Τῶν ὁμωνύμων, ὡς εἴπομεν, ὂν τὸ θέλημα ποτὲ μὲν σημαίνει τὴν θέλησιν, ποτὲ δὲ τὸ θελητόν. Δεῖ γὰρ εἰδέναι, ὅτι ἄλλο ἐστὶ θέλησις καὶ ἄλλο τὸ θέλειν καὶ ἄλλο τὸ τὶ καὶ πῶς θέλειν καὶ ἄλλο τὸ θελητὸν καὶ ἄλλο τὸ θελητικὸν καὶ ἄλλο ὁ θέλων, ὥσπερ ἄλλο ὅρασις
5καὶ ἄλλο τὸ ὁρᾶν καὶ ἕτερον τὸ τὶ καὶ πῶς ὁρᾶν καὶ ἄλλο τὸ ὁρατὸν καὶ ἄλλο τὸ ὁρατικὸν καὶ ἕτερον ὁ ὁρῶν. Ὅρασις μὲν γάρ ἐστιν αὐτὴ ἡ ὁρατικὴ δύναμις τῆς ψυχῆς ἡ ἐν τῷ ὀφθαλμῷ ἐνεργοῦσα, καθ’ ἣν ὁρῶμεν. Ὁρᾶν δέ ἐστι τὸ κεχρῆσθαι τῇ ὁρατικῇ δυνάμει καὶ ἐνεργεῖν καὶ βλέ‐ πειν· οὐδεὶς δὲ ὁρᾷ μὴ ἔχων ὅρασιν, τουτέστι δύναμιν τοῦ ὁρᾶν. Τὶ δὲ
10ὁρᾶν ἐστιν οὐρανὸν ὁρᾶν ἢ γῆν ἢ ἕτερόν τι. Ὅπως ὁρᾶν ἐστι καλῶς ἢ κακῶς. Ὁρατὸν δέ ἐστι τὸ ὑποκείμενον τῇ ὁράσει, τουτέστι τὸ ὁρώμενον σῶμα ἢ χρῶμα ἢ σχῆμα. Ὁρατικὸν δέ ἐστι τὸ ἔχον ἐκ φύσεως τὴν ὁρατι‐ κὴν δύναμιν, οἷον ὁ ἄνθρωπος ἐκ φύσεως ἔχει τὴν δύναμιν τοῦ ὁρᾶν, κἂν κοιμᾶται, κἂν ἐτυφλώθη· ὁρατικὸν γὰρ ζῷον ὁ ἄνθρωπος. Ὁρῶν δέ
15ἐστιν ὁ κεχρημένος τῇ ὁράσει, τουτέστι τῇ ὁρατικῇ δυνάμει, καὶ ἐνεργῶν καὶ βλέπων. Οὕτω θέλησις μέν ἐστιν αὐτὴ ἡ θελητικὴ δύναμις ἡ τῇ ψυχῇ φυσικῶς δεδομένη παρὰ τοῦ δημιουργοῦ, τουτέστι τὸ δύνασθαι θέλειν. Θέλειν δέ ἐστι τὸ κεχρῆσθαι κατ’ ἐνέργειαν τῇ θελητικῇ δυνάμει καὶ ὀρέγεσθαι· οὐδεὶς δὲ θέλει μὴ ἔχων θέλησιν, τουτέστι δύναμιν τοῦ θέλειν.
20Θελητὸν δέ ἐστι τὸ ὑποκείμενον τῇ θελήσει, αὐτὸ τὸ πρᾶγμα, ὅπερ θέλομεν· οἷον θέλω πλεῦσαι, τὸ πλεῦσαι θελητόν ἐστιν, θέλω σωφρονῆ‐ σαι, τὸ σωφρονῆσαι θελητόν ἐστιν. Ἀθέλητον δέ ἐστιν, ὅπερ τις οὐ θέλει, ὥσπερ ἀόρατον, ὅπερ τις οὐχ ὁρᾷ. Τὶ δὲ θέλειν ἐστὶν ἑνωθῆναι θεῷ θέλειν, θέλειν φαγεῖν, θέλειν πιεῖν, θέλειν πλεῦσαι, θέλειν συναφθῆναι γυναικί.
25Πῶς δὲ θέλειν ἐστὶ καλῶς θελῆσαι, ἤγουν θελῆσαι καλῶς καὶ κατὰ νόμον θεοῦ τῇ ἰδίᾳ γυναικὶ μιγῆναι ἢ κακῶς καὶ παρὰ τὸν νόμον τοῦ θεοῦ ἀλλοτρίᾳ. Θελητικὸν δέ ἐστι τὸ ἔχον ἐκ φύσεως τὴν θελητικὴν δύναμιν, οἷον ὁ ἄνθρωπος, ὁ ἄγγελος, ὁ θεός. Ἕκαστος γὰρ αὐτῶν ἐκ φύσεως ἔχει τὴν θελητικὴν δύναμιν· καὶ γὰρ ἑκάστη τῶν τῆς θεότητος ὑποστάσεων
30θέλει καὶ ἑκάστη ὑπόστασις ἀγγέλων θέλει καὶ ἑκάστη ὑπόστασις ἀνθρώ‐ πων θέλει. Ὅπερ δὲ ἑκάστη ὑπόστασις ἔχει, φυσικόν ἐστι· φυσικὸν γάρ ἐστι τὸ ἐν πάσαις ταῖς ὁμοειδέσι καὶ ὁμοουσίοις ὑποστάσεσι θεωρούμενον. Θέλων δέ ἐστιν ὁ κεχρημένος τῇ θελήσει, τουτέστι τῇ θελητικῇ δυνάμει, καὶ ὀρεγόμενος ἤγουν ὑπόστασις.

24

Τὸ οὖν θέλημα ποτὲ μὲν σημαίνει τὴν θέλησιν, τουτέστι τὴν θελητι‐ κὴν δύναμιν, ποτὲ δὲ τὸ θελητόν, τουτέστιν αὐτὸ τὸ πρᾶγμα, ὅπερ θέλο‐ μεν· ἡ μὲν οὖν θέλησις φυσικὴ καὶ τὸ ἁπλῶς θέλειν φυσικόν. Πᾶς γὰρ ἄνθρωπος ἔχει τὴν δύναμιν τοῦ θέλειν καὶ πᾶς ἄνθρωπος θέλει, τουτέστι
5κέχρηται τῇ θελήσει· θελητικὸν γὰρ ζῷον ὁ ἄνθρωπος. Τὸ δὲ θελητὸν οὐ φυσικὸν μόνον, ἀλλὰ καὶ γνωμικὸν καὶ ὑποστατικόν. Ἀλλ’ οὐ πᾶς ἄνθρωπος ὡσαύτως θέλει οὐδὲ τὸ αὐτό· ὥστε τὸ πῶς θέλειν, καλῶς ἢ κακῶς, ἢ τὸ τὶ θέλειν, τόδε ἢ ἐκεῖνο, οὐ φυσικόν, ἀλλὰ γνωμικὸν καὶ ὑποστατικὸν ἐπί τε ἀγγέλων καὶ ἀνθρώπων.
10 Ἐπὶ μὲν γὰρ τῆς ἁγίας καὶ ἀδιαιρέτου τριάδος μία τῶν τριῶν ὑποστά‐ σεων φυσικὴ θέλησις καὶ ἓν φυσικὸν τὸ ἀγαθόν, καὶ οὐχ ἑκάστη ὑπόστασις ἴδιον ἔχει θελητὸν οὐδὲ ἰδίαν κίνησιν, ἀλλὰ μία κίνησις καὶ ἓν θελητὸν τῶν τριῶν ὑποστάσεων· διὸ οὐ τρεῖς θεοί, ἀλλὰ εἷς θεὸς αἱ τρεῖς ὑποστάσεις, εἷς θεὸς μετὰ τῶν ἑαυτοῦ δυνάμεων, ἀλλ’ οὐ σύνθετος. Ἑκάστη γὰρ αὐτῶν
15θεὸς τέλειος καὶ τελεία ὑπόστασις· σύνθεσις δὲ φύσεως ἐξ ὑποστάσεως οὐ
γίνεται, καὶ ξένον τοῦτο παντελῶς καὶ μόνον πρέπον θεῷ. Ἐπὶ δὲ ἀγγέλων καὶ ἀνθρώπων οὐχ οὕτως· μία μὲν γάρ ἐστιν ἡ θέλη‐ σις τῶν ἀγγέλων, ἡ παρὰ θεοῦ δοθεῖσα αὐτοῖς φυσικὴ τοῦ θέλειν δύναμις. Ἕκαστος γὰρ ἄγγελος θέλει καὶ ἕκαστος ἄνθρωπος θέλει, οὐ μία δὲ κίνησις
20πάντων τῶν ἀγγέλων οὔτε μὴν πάντων τῶν ἀνθρώπων, ἀλλ’ ἑκάστη ὑπόστασις ἰδίαν ἔχει κίνησιν καὶ ἴδιον θελητόν· οὐχ ὁμοίως γὰρ θέλουσι πᾶσαι αἱ ὑποστάσεις τῶν ἀγγέλων οὐδὲ τὸ αὐτὸ οὐδὲ αἱ τῶν ἀνθρώπων, ἀλλ’ ἡ μὲν καλῶς, ἡ δὲ κακῶς, καὶ ἡ μὲν τόδε, ἡ δὲ τόδε, καὶ τοῦδε κινου‐ μένου καὶ θέλοντος οὐ συγκινεῖται καὶ συνθέλει ὁ ἕτερος. Ὥστε ἐπὶ τῶν
25ἀγγέλων καὶ ἀνθρώπων ἡ μὲν θέλησις φυσική ἐστιν, ὁμοίως καὶ τὸ θέλειν φυσικόν. Πᾶς γὰρ ἄνθρωπος θελητικός ἐστιν καὶ πᾶς ἄνθρωπος θέλει, οὐ πᾶς δὲ ἄνθρωπος τοῦ αὐτοῦ πράγματός ἐστι θελητικὸς οὐδὲ τὸ αὐτὸ θέλει. Ἐπὶ μὲν γὰρ τῆς ἁγίας τριάδος αἱ τρεῖς ὑποστάσεις ἐν ἀλλήλαις εἰσί,
30καὶ ὁ λόγος καὶ τὸ πνεῦμα δυνάμεις εἰσὶ τοῦ πατρός, καὶ διὰ τοῦτο μία κίνησις καὶ ὡσαύτως καὶ τὸ αὐτὸ θελητόν. Οἱ δὲ ἄγγελοι καὶ οἱ ἄνθρωποι ἕκαστος ἀποτετμημένην καὶ ἰδιαίρετον ἔχει τὴν ἑαυτοῦ ὑπόστασιν, εἰ καὶ μιᾶς εἰσι φύσεως· διὰ τοῦτο ἡ μὲν δύναμις τοῦ θέλειν καὶ τὸ θέλειν ἓν καὶ φυσικόν, τὸ δὲ πῶς καὶ τὸ τὶ θέλειν ὑποστατικὸν καὶ γνωμικόν. Καὶ μία
35μὲν αὐτῶν θελητικὴ φύσις, πολλοὶ δὲ θέλοντες, διαφόρως καὶ ἄλλο καὶ ἄλλο θέλοντες.

25

Θέλησις τοίνυν ἐστὶν ὄρεξις ζωτική τε καὶ λογική· ἡ δὲ ζωτική, πάντως καὶ αἰσθητική. Τὰ μὲν οὖν ἄλογα αἰσθητικῶς ὀρέγεται, ἀλλ’ οὐ λογικῶς οὐδὲ αὐτεξουσίως· ὁ δὲ ἄνθρωπος ζῷον ὑπάρχων λογικὸν ὡς μὲν ζῷον ζωτικῶς καὶ αἰσθητικῶς ὀρέγεται, ὡς δὲ λογικὸς λογικῶς
5καὶ αὐτεξουσίως. Θέλησις οὖν ἐστι φυσικὴ ὄρεξις λογική τε καὶ ζωτική,
μόνων ἠρτημένη τῶν φυσικῶν. Φυσικὰ δὲ θελήματά εἰσι πρῶτον τὸ ὑποτάσσεσθαι τῷ νόμῳ τοῦ θεοῦ—φύσει γὰρ δοῦλος θεοῦ καὶ ὑποχεί‐ ριος ὁ ἄνθρωπος—, ἔπειτα καὶ τὰ τῆς φύσεως συστατικά, οἷον πεῖνα, δίψα, ὕπνος καὶ τὰ τοιαῦτα· ὑποστατικὴ δὲ καὶ γνωμικὴ θέλησις ὄρεξις
10καθ’ ἡδονὴν καὶ κατ’ οἰκείαν γνώμην τῆς κεχρημένης ὑποστάσεως καὶ οὐ κατὰ νόμον θεοῦ καὶ τρόπος χρήσεως τῆς φυσικῆς θελήσεως κατὰ γνώμην τῆς κεχρημένης ὑποστάσεως. Τὸ οὖν ἀποτετμημένον τῶν ὑποστά‐ σεων διάφορον τὴν γνώμην ἐργάζεται.

26

Ἀλλά φασιν, ὡς ὁ ἄνθρωπος οὐκ ἔχει φυσικὸν θέλημα. Λέγουσι δὲ δύο μόνα εἶναι θελήματα, τὸ ἓν τὸ θεῖον, τὸ ἀγαθόν, τὸ δὲ ἕτερον τὸ πονη‐ ρόν, τὸ διαβολικόν· καὶ πηνίκα μὲν τὸ ἀγαθὸν θελήσει ὁ ἄνθρωπος, τὸ τοῦ θεοῦ ἔσχε θέλημα, ἡνίκα δὲ τὸ πονηρόν, τὸ τοῦ διαβόλου. Ἀλλ’
5ἀγνοοῦσιν, ὡς ἀδύνατον οἱανοῦν φύσιν χρήσασθαι πράξει, ἧς τὴν δύνα‐ μιν οὐ κατὰ φύσιν ἔλαβεν. Οἷον οὐ δύναται τὸ πτηνὸν μὴ κατὰ φύσιν λαβὸν τὴν τοῦ πέτασθαι δύναμιν πτῆναι, ὁμοίως οὐδὲ τὸ χερσαῖον βαδί‐ ζειν, εἰ μὴ τὴν βαδιστικὴν κατὰ φύσιν ἔλαβε δύναμιν. Οὕτω δὴ καὶ ὁ ἄνθρωπος οὐ δύναται νοεῖν, εἰ μὴ τὴν νόησιν κατὰ φύσιν ἔλαβεν, οὐδὲ
10λαλεῖν, εἰ μὴ τὴν λαλητικὴν κατὰ φύσιν ἔλαβε δύναμιν, ὁμοίως οὐδὲ ὁρᾶν οὐδὲ θέλειν, εἰ μὴ φυσικῶς τὴν θελητικὴν ἔλαβε δύναμιν. Δεῖ οὖν πρῶτον φύσει ἔχειν τὴν δύναμιν τοῦ θέλειν, ὅπερ ἐστὶ θέλησις, καὶ οὕτω θέλειν. Διὸ ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπειδὴ δύο φύσεις, δύο φυσικαὶ θελήσεις, ἵνα ᾖ θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος μηδὲν λείπων
15τῶν τῆς θεότητος ἰδιωμάτων μήτε μὴν τῶν τῆς ἀνθρωπότητος, καὶ δύο θέλειν καὶ διαφόρως θέλειν κατὰ τὴν φυσικὴν διαφοράν, θείως καὶ παντο‐
δυνάμως—παντοδύναμον γὰρ τὸ θεῖον θέλημα—καὶ οὐ παντοδυνά‐ μως, ἀλλ’ ἀσθενῶς καὶ παθητικῶς—παθητικὸν γὰρ καὶ ἀσθενὲς τὸ ἀνθρώπινον θέλημα—καὶ ἄλλο μὲν καὶ ἄλλο φυσικὸν θελητόν. Οὐ
20γὰρ τὰ τῆς ἀνθρωπότητος θελήματα καὶ τῆς θεότητός εἰσι θελητά· φύσει γὰρ θελητικὴ καὶ ὀρεκτικὴ ἡ ἀνθρωπίνη φύσις βρώσεως καὶ πόσεως καὶ ὕπνου καὶ τῶν τοιούτων, ἀλλ’ οὐχ ἡ θεότης τούτων ὀρεκτική. Οὐκ αὐτὴ γὰρ τούτων ὀρέγεται, εἰ καὶ θέλει τὴν ἀνθρωπίνην φύσιν τούτων ὀρέ‐ γεσθαι φυσικῶς καὶ ὡς ὤφειλε καὶ ὅτε.

27

Κατὰ μὲν οὖν τὴν φυσικὴν διαφορὰν δύο θελήματα ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οὐκ ἐναντία. Οὐδὲ γὰρ ἐναντίον τῷ θείῳ θελήματι τὸ φυσικὸν τοῦ ἀνθρώπου θέλημα οὔτε ἡ φυσικὴ θελητικὴ δύναμις οὔτε τὰ φυσικῶς αὐτῇ ὑποκείμενα οὔτε ἡ φυσικὴ χρῆσις τῆς θελήσεως· πάντων
5γὰρ τῶν φυσικῶν τὸ θεῖον θέλημα δημιουργόν. Τὰ δὲ παρὰ φύσιν μόνα ἐστὶν ἐναντία τῷ θείῳ θελήματι, ὅπερ ἐστὶν ἡ κατ’ οἰκείαν γνώμην καὶ ἁμαρτητικῶν ἡδονῶν ὄρεξις, τουτέστιν ἡ ἁμαρτία. Ταύτην ὁ κύριος οὐκ ἀνέλαβεν· «Ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» Ἐπειδὴ δὲ μία τοῦ Χριστοῦ ὑπόστασις καὶ εἷς ὁ Χριστός,
10εἷς ὁ θέλων κατ’ ἄμφω τὰς φύσεις, ὡς θεὸς εὐδοκῶν καὶ ὡς ἄνθρωπος ὑπήκοος γενόμενος, εὐδοκῶν ὡς θεὸς σὺν πατρὶ καὶ τῷ πνεύματι τῷ πα‐ τρικῷ καὶ θείῳ θελήματι, ὡς ἄνθρωπος δὲ ὑπήκοος γενόμενος τοῦ θείου καὶ πατρικοῦ αὐτοῦ θελήματος τῷ ἡμετέρῳ θελήματι. Οὐ γὰρ κατὰ τὸ θεῖον αὐτοῦ θέλημα γέγονεν ὑπήκοος τῷ πατρί· τὸ γὰρ θεῖον θέλημα οὔτε
15ὑπήκοον οὔτε παρήκοον. «Ταῦτα γὰρ τῶν ὑπὸ χεῖρα», ὥς φησιν ὁ θεο‐
λόγος Γρηγόριος, καὶ τῆς τοῦ δούλου μορφῆς τοῦ ἐξ ἡμῶν προσλήμματος. Γέγονε δὲ ὑπήκοος φυσικῶς κατὰ τὸ ἀνθρώπινον αὐτοῦ θέλημα· ὑπακοὴ γὰρ αὐτεξούσιος καὶ ἀβίαστος ὑποταγὴ θελήματός ἐστιν ἑτέρῳ θελήματι. Ἤθελε τοίνυν καὶ θέλει ὡς θεὸς τὰ θεῖα καὶ ἤθελε καὶ θέλει ὡς ἄνθρωπος
20τὰ ἀνθρώπινα οὐκ ἐναντιότητι γνώμης, ἀλλ’ ἰδιότητι τῶν φύσεων. Ἤθελε γὰρ καὶ θέλει τὰ ἀνθρώπινα, ὡς ηὐδόκει ἡ θεία αὐτοῦ θέλησις καὶ ὅτε καὶ ὅπερ, αὐτεξουσίως ὑποτασσομένης τῆς ἀνθρωπίνης αὐτοῦ θελήσεως τῇ θείᾳ αὐτοῦ θελήσει.

28

«Θέλησις μὲν γὰρ καὶ ἐνέργεια θεοῦ ἐστι» κατὰ τὸν μακάριον Εἰρηναῖον «παντὸς χρόνου καὶ τόπου καὶ αἰῶνος καὶ πάσης φύσεως ποιη‐ τική τε καὶ προνοητικὴ αἰτία», «θέλησις δὲ ἀνθρωπίνη ἐστὶ φυσικὴ δύνα‐ μις τοῦ κατὰ φύσιν ὄντος ὀρεκτικὴ καὶ τῶν οὐσιωδῶς τῇ φύσει προσόντων
5συνεκτική· ἡ μὲν γὰρ οὐσία τοῦ τε εἶναι καὶ ζῆν καὶ κινεῖσθαι κατ’ αἴσθη‐ σίν τε καὶ νοῦν ὀρέγεται τῆς οἰκείας ἐφιεμένη φυσικῆς καὶ πλήρους ὀντότητος. Θελητικὴ γὰρ ἑαυτῆς ἐστιν ἡ φύσις καὶ πάντων τῶν συστα‐ τικῶν αὐτῆς τῷ τοῦ εἶναι λόγῳ, καθ’ ὃν ἔστι τε καὶ γέγονεν ὀρεκτικῶς ἐπηρτημένη. Διόπερ ἕτεροι τοῦτο τὸ φυσικὸν ὁριζόμενοι θέλημά φασι·
10Θέλημά ἐστι φυσικόν, ὄρεξις λογική τε καὶ ζωτική», μόνων ἠρτημένη τῶν φυσικῶν. «Θέλησις τοίνυν ἐστὶ» κατὰ τὸν μακάριον Κλήμεντα «δύναμις τοῦ κυρίως ὄντος ὀρεκτική», καὶ πάλιν «ὄρεξις τῇ τοῦ λογικοῦ φύσει κατάλληλος», καὶ πάλιν «αὐτοκράτορος νοῦ κίνησις αὐτεξούσιος.» Ἐν ἀρχῇ γὰρ πλάσας ὁ θεὸς τὸν ἄνθρωπον «ἐποίησεν αὐτὸν φύσιν ἀναμάρ‐
15τητον, καὶ θέλησιν αὐτεξούσιον», καθώς φησιν ὁ ἱερὸς Ἀθανάσιος. Καὶ φύσις μὲν ἀναμάρτητος πᾶσα ἡ κτίσις λογική τε καὶ ἄλογος, αἰσθητὴ καὶ ἀναί‐ σθητος καὶ ἄζωος, ἀλλ’ οὐ πᾶσα ἡ κτίσις θέλησις αὐτεξούσιος. Καὶ ἡ θεία φύσις ἀναμάρτητος καὶ αὐτεξούσιος θέλησις, ἀλλ’ οὐ τρεπτή, ἀλλ’ ἄτρεπτος. Ἡ μὲν οὖν θεία φύσις θελητικὴ καὶ αὐτεξούσιος καὶ ἀναμάρτη‐
20τος καὶ ἄτρεπτος. Πᾶσα δὲ ἡ κτίσις ἀναμάρτητος παρὰ θεοῦ ἐγένετο— «πάντα γάρ, ὅσα ἐποίησεν ὁ θεός, καλὰ λίαν»—, ἀλλὰ τρεπτή. Ὧν γὰρ ἡ γένεσις ἀπὸ τροπῆς ἤρξατο, τρεπτὰ κατὰ φύσιν ἐστί· τροπὴ δέ ἐστιν ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγή. Εἰ οὖν τὸ τοῦ ἀνθρώπου οὐκ ἀνέλαβε θέλημα, ποίῳ θελήματι γέγονεν
25τῷ πατρὶ ὑπήκοος; Εἰ τὸ ἀνθρώπινον οὐκ ἀνέλαβε θέλημα, ποίῳ θελή‐ ματι ὑπὸ νόμον γέγονεν; Εἰ τὸ ἀνθρώπινον οὐκ ἀνέλαβε θέλημα, ποίῳ θελήματι ἐπλήρωσε πᾶσαν δικαιοσύνην; Ὅτι μὲν γὰρ πᾶσαν ἀρετὴν μετῆλθε καὶ πᾶσαν δικαιοσύνην, ἄκουε αὐτοῦ πρὸς Ἰωάννην τὸν βαπτι‐ στὴν λέγοντος· «Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶ‐
30σαν δικαιοσύνην.» Ἀρετὴν μὲν γὰρ πᾶσαν καὶ δικαιοσύνην ἐπλήρωσεν, ἀλλ’ οὐκ ἐξ ἔργων οὐδὲ ἐξ ἀρετῆς προέκοπτεν, ἀλλ’ ἐξ ἄκρας ἑνώσεως τέλειος ἦν· οὐ γὰρ ὢν ἄνθρωπος γέγονε θεός, ἀλλὰ θεὸς ὢν τέλειος γέγο‐ νεν ἄνθρωπος τέλειος. Εἰ ἀνθρώπινον οὐκ ἀνέλαβε θέλημα, οὐ γέγονεν τέλειος ἄνθρωπος.
35Εἰ ἀνθρώπινον οὐκ ἀνέλαβε θέλημα, τὸ πρωτοπαθῆσαν ἐν ἡμῖν οὐκ ἰάσατο. «Τὸ γὰρ ἀπρόσληπτον ἀθεράπευτον», ὡς ὁ θεολόγος ἔφη Γρηγόριος. Τί γὰρ τὸ πταῖσαν εἰ μὴ τὸ θέλημα; Τί τὸ ἁμαρτῆσαν εἰ μὴ τὸ θέλημα; Ὅπερ οὖν ἔπταισεν, ὅπερ ἥμαρτεν, αὐτὸ μᾶλλον ἐδεῖτο τῆς θεραπείας.
Εἰ δὲ λέγεις, ὅτι τὸ ἁμαρτῆσαν οὐκ ἀνέλαβεν, οὐδὲ τὴν ἁμαρτήσασαν καὶ
40νοσήσασαν φύσιν ἀνέλαβεν. Εἰ δὲ τοῦτο οὐκ ἀνέλαβεν, οὐδὲ τὴν φύσιν τῆς ἀνθρωπότητος· αὕτη γὰρ ἥμαρτεν. Εἰ τὸ ἀνθρώπινον οὐκ ἀνέλαβε θέλημα, πῶς «πρὶν ἢ γνῶναι καλὸν καὶ πονηρόν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν»; Οὐ γὰρ τὸ θεῖον θέλημα ἀπειθεῖ ἢ πείθεται ἢ ἐκλέγεται. Ἀπειθεῖ τοίνυν πονηρίᾳ
45καὶ ἐκλέγεται τὸ ἀγαθὸν ὑπακούων αὐτεξουσίως ὡς ἄνθρωπος τῷ πατρι‐ κῷ θελήματι· ἡ γὰρ ἐκλογὴ αὐτεξουσίου θελήματος, ἀλλ’ οὐ καθ’ ἡμᾶς βουλευόμενος καὶ κρίνων καὶ ἀμφότερα τὰ ἐναντία, ἀρετήν φημι καὶ κακίαν, λογιζόμενος καὶ ἐν γνώσει τούτων γινόμενος, ἀλλὰ μόνου τοῦ ἀγαθοῦ, ὅπερ ἐστὶν ἡ τοῦ θείου θελήματος εὐδοκία, καὶ οὕτω τὸ τοῦ

28

(50)

Ἀδὰμ ἀπέτισεν ὄφλημα. Διὰ τοῦτο εἶπε· «Πρὶν ἢ γνῶναι καλὸν καὶ πονηρόν·» οὐ γὰρ ἔγνω ἢ ἐλογίσατο πονηρὸν ὁ ἐνανθρωπήσας θεὸς λόγος διὰ τὴν καθ’ ὑπόστασιν ἕνωσιν· οὐκ ἐπαμφοτερίζοντα ἢ διστάζοντα εἶχε τὸν λογισμόν, ἀλλ’ αὐτὸς ὢν ὁ εἷς Χριστὸς τοῦτο κἀκεῖνο, τουτέστι θεὸς καὶ ἄνθρωπος, ἐκέχρητο τοῖς ἀνθρωπίνοις αὐτοῦ, τουτέστι πᾶσι
55τοῖς φυσικοῖς τῆς ἀνθρωπότητος, πρὸς ὑπακοὴν τοῦ πατρικοῦ καὶ θείου αὐτοῦ θελήματος. Εἰ τὴν δι’ ἀγγέλων βοήθειαν κατεδέξατο—φησὶ γάρ· «Καὶ ἰδοὺ ἄγγε‐ λος ἐνίσχυσεν αὐτόν», ὅς ἐστι νόμος τῆς ἀνθρωπίνης φύσεως—, τὸ θέλημα οὐκ ἀνέλαβε; Φησὶ γάρ, ὅτι «τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται
60περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε.» Εἰ τὴν ἐγκατάλειψιν κατεδέξατο, τὸ θέλημα οὐκ ἀνέλαβε; Φησὶ γάρ· «Ἐλωΐ, ἐλωΐ, λιμᾶς ἀβαχθανή; τουτέστι· Θέε μου, θέε μου, ἱνατί με ἐγκατ‐
έλιπες;» Παρέδωκε γὰρ ὁ θεὸς καὶ πατὴρ τὸν μονογενῆ αὐτοῦ υἱὸν ὑπὲρ ἡμῶν εἰς θάνατον γενόμενον ἄνθρωπον· οὐκ ἐγκατελείφθη μὲν γὰρ ἡ σὰρξ
65αὐτοῦ οὐδὲ ἐχωρίσθη τῆς θεότητος αὐτοῦ οὐδὲ εἶδε διαφθορὰν οὐδὲ ἡ ψυχὴ αὐτοῦ ἐγκατελείφθη εἰς ᾅδου, ἀλλ’ οὐκ ἐφείσατο ὁ θεὸς καὶ πατὴρ τοῦ ἰδίου υἱοῦ, ἀλλ’ ὑπὲρ ἡμῶν παρέδωκεν αὐτὸν εἰς ὕβρεις καὶ ἀτιμίας καὶ πάθη ἀδιάβλητα καὶ ἀναμάρτητα καὶ εἰς θάνατον. Διὸ τῇ πατρικῇ εὐδοκίᾳ ὑπήκοος μέχρι θανάτου γενόμενος καὶ αἰσχύνης καταφρονήσας
70δόξῃ καὶ ἀφθαρσίας τιμῇ τὴν φύσιν ἡμῶν ἐστεφάνωσεν. Εἰ οἱ μίαν φύσιν ἐπὶ Χριστοῦ ὁμολογοῦντες σύνθετον καὶ τὰς δύο ἀπαρ‐ νούμενοι τὴν τῶν φύσεων διαφορὰν καταδέχονται, πῶς οἱ δύο φύσεις ἐπὶ Χριστοῦ καταγγέλλοντες μίαν ἐπ’ αὐτοῦ θέλησιν τερατεύεσθε; Ἀλλά φασιν· Οὐ φυσικόν ἐστι τὸ θέλημα, ἀλλ’ ὑποστατικόν. Ποῖον
75οὖν θέλημα λέγετε; Τὴν θελητικὴν δύναμιν καὶ τὸ ἁπλῶς θέλειν καὶ τὸ φυσικὸν θελητὸν ἢ τὸν τρόπον τῆς τοῦ θέλειν χρήσεως, τουτέστι καὶ τὸ πῶς θέλειν καὶ τὸ κατ’ οἰκείαν γνώμην καὶ ἡδονὴν θελητόν; Ἀλλ’ εἰ μὲν τὴν θελητικὴν δύναμιν ὑποστατικήν φατε καὶ τὸ ἁπλῶς θέλειν, οὐκ ἀληθῶς ἀποφαίνεσθε. Πᾶς γὰρ ἄνθρωπος ἔχει τὴν θελητικὴν δύναμιν
80καὶ τὸ ἁπλῶς θέλειν· τὰ δὲ ἐν πάσαις ταῖς ὑπὸ τὸ αὐτὸ εἶδος θεωρού‐ μενα ὑποστάσεσι φυσικὰ καὶ οὐχ ὑποστατικά. Οὐ πᾶς δὲ ἄνθρωπος τὸ αὐτὸ θέλει οὐδὲ ὡσαύτως. Ὥστε ἡ μὲν θελητικὴ δύναμις καὶ τὸ ἁπλῶς θέλειν φυσικόν, τὸ δὲ τὶ θέλειν καὶ τὸ πῶς θέλειν διάφορον καθ’ ἑκάστην ὑπόστασιν καὶ ὡς συμβεβηκὸς ὑποστατικόν. Καὶ μάρτυς Ἰωάννης ὁ
85ἅγιος καὶ ὄντως Χρυσόστομος οὕτωσι λέγων ἐν βιβλίῳ πρώτῳ, λόγῳ
τεσσαρεσκαιδεκάτῳ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους ἐπιστολῆς· «Ἡ μὲν γὰρ βούλησις ἔμφυτον καὶ παρὰ θεοῦ, ἡ δὲ τοιάδε βούλησις ἡμέτερον καὶ τῆς γνώμης ἡμῶν.» Ἔτι, εἰ ὑποστατικὴ ἡ θελητικὴ δύναμις, καθὰ ἑτεροϋπόστατός ἐστιν ὁ
90υἱὸς τοῦ πατρός, ἔσται καὶ ἑτερόβουλος. Τὰ φυσικὰ ἀδίδακτα· οὐδεὶς γὰρ διδάσκεται πεινῆν ἢ διψῆν, κοιμᾶσθαι ἢ ἀναπνεῖν, οὕτως οὐδὲ θέλειν διδάσκεταί τις. Πῶς δὲ θέλειν ἤτοι καλῶς ἢ κακῶς καὶ τὶ θέλειν διδάσκεται· οὐ γὰρ τὸ θέλειν διδάσκει ὁ τοῦ θεοῦ νόμος—τοῦτο γὰρ φυσικῶς ἡμῖν παρ’ αὐτοῦ δέδοται—, ἀλλὰ τὸ
95καλῶς θέλειν καὶ τὶ θέλειν. Ὥστε τὸ μὲν θέλειν φυσικόν, τὸ δὲ τὶ καὶ πῶς θέλειν ὑποστατικὸν καὶ διάφορον, πλὴν τῆς ἁγίας τριάδος· ἐκεῖ γὰρ ὡσαύτως καὶ τὰ αὐτὰ θέλουσιν αἱ ἅγιαι τῆς θεότητος τρεῖς ὑπο‐ στάσεις κατὰ τὴν τῆς θεότητος οὐσίαν. Ὁ γὰρ εἷς τῆς ἁγίας τριάδος, ὁ σεσαρκωμένος υἱὸς καὶ λόγος τοῦ θεοῦ καὶ θεός, ὥσπερ φύσιν ἀνθρώπου

28

(100)

ἔσχε παρὰ τὸν πατέρα καὶ τὸ πνεῦμα τὸ ἅγιον καὶ κατὰ τὸ γενέσθαι ἄνθρωπος διακέκριται πατρὸς καὶ πνεύματος, οὕτω καὶ ἐν τοῖς τῆς ἀνθρωπότητος φυσικοῖς ἰδιώμασι διακέκριται τοῦ πατρὸς καὶ τοῦ πνεύ‐ ματος δύο φύσεις ἔχων καὶ δύο φυσικὰς ἰδιότητας. Ἔτι οὐσιῶδές ἐστι καὶ φυσικόν, ὃ παρὸν σῴζει καὶ ἀπὸν φθείρει τὸν
105ὅρον τῆς φύσεως. Ἆρα οὖν ζῷον ἀθέλητον ὁ ἄνθρωπος ἔσται; Οὐδαμῶς. Οὐ γὰρ γέγονέ ποτε ἄνθρωπος ἀνεθέλητος. Ἄρα φυσικὴ ἡ θέλησις.
Εἰ ἡ πεῖνα καὶ ἡ δίψα καὶ ἡ τοῦ ὕπνου ἔφεσις ὀρέξεις οὖσαι ἄλογοι φυσικαί εἰσιν, ἡ τοῦ νοῦ λογικὴ ὄρεξις ἡ αὐτεξούσιος οὐκ ἔσται φυσική; Κατ’ εἰκόνα θεοῦ γεγόναμεν κατὰ τὸ νοερὸν καὶ αὐτεξούσιον. Εἰ οὖν
110νοῦν καὶ θέλησιν αὐτεξούσιον οὐκ ἀνέλαβεν, οὐκ ἀνέλαβε τὸ κατ’ εἰκόνα· μετ’ ὀλίγα δὲ μικρὰ καὶ περὶ τοῦ κατ’ εἰκόνα διαληψόμεθα. Εἰ ἀνθρωπίνην οὐκ ἀνέλαβε θέλησιν, πάντα, ὅσα ἠθέλησεν ὁ Χριστός, θείῳ ἠθέλησε θελήματι. Καὶ πῶς εἰσελθὼν εἰς οἰκίαν καὶ θελήσας λαθεῖν οὐκ ἠδυνήθη; Οὐκοῦν οὐ παντοδύναμον τὸ θεῖον θέλημα, ἀλλὰ ἀδύνατον. Παῦσαι, ὦ
115ἄνθρωπε, ταῦτα ληρῶν. Οὐκ ἔστι θείας θελήσεως τὸ ἐφίεσθαι βρώσεως, πόσεως καὶ τόπους ἐκ τόπων ἀμείβειν καὶ τὰ τοιαῦτα, ἀλλ’ ἀνθρω‐ πίνης, εἰ καὶ ἀνθρωπίνῃ θελήσει κατ’ εὐδοκίαν πατρικὴν ταῦτα ὁ Χρι‐ στὸς ἠθέλησεν.

29

Ἀλλά φασιν· Οὐ κατὰ φύσιν ἐδόθη τῷ ἀνθρώπῳ τὸ αὐτεξούσιον, ἀλλὰ κατὰ τιμὴν ἐν τῷ φάναι τὸν θεολόγον Γρηγόριον· «Τῷ αὐτεξουσίῳ τιμήσας αὐτόν. «Ἀλλ’ ἄκουε πάλιν τοῦ πατρός· «Τοῦτον λόγῳ καὶ εἰκόνι θεοῦ τετιμημένον». Οὐκοῦν οὐδὲ τὸ λογικὸν ἕξει κατὰ φύσιν, ἀλλὰ κατὰ
5τιμήν, καὶ ὥρα σοι λέγειν, ὡς οὐ λογικὴν ψυχήν, ἀλλ’ ἄλογον ὁ κύριος προσήκατο.

30

(t1)

Κατὰ πόσους τρόπους λέγεται τὸ «κατ’ εἰκόνα»;
2 Κατὰ τὸ λογικὸν καὶ νοερὸν καὶ αὐτεξούσιον, κατὰ τὸ γεννᾶν τὸν νοῦν λόγον καὶ προβάλλειν πνεῦμα, κατὰ τὸ ἀρχικόν. Κατὰ ταῦτα καὶ
οἱ ἄγγελοι καὶ οἱ ἄνθρωποι κατ’ εἰκόνα. Ἔτι δὲ καὶ ἐκ περιουσίας οἱ
5ἄνθρωποι κατὰ τὸ ἀγέννητον τὴν ὑπὸ τοῦ Ἀδάμ, καὶ γεννητὸν τὴν ὑπὸ τοῦ Ἄβελ, καὶ ἐκπορευτὸν τὴν ὑπὸ τῆς Εὔας, κατὰ τὸ φύσει ἀρχι‐ κόν—φύσει γὰρ ἔχει δοῦλον ἡ ψυχὴ τὸ σῶμα καὶ ἐξουσιάζει αὐτοῦ— καὶ κατὰ τὸ συνάγειν πᾶσαν τὴν κτίσιν—ἔν τε γὰρ τῷ θεῷ ἑνοῦται πᾶσα ἡ κτίσις καὶ ἐν τῷ ἀνθρώπῳ· σύνδεσμος γάρ ἐστι νοητῆς καὶ αἰσθητῆς
10κτίσεως—καὶ ὅτι κατ’ εἰκόνα, οὗ ἔμελλε γίνεσθαι ὁ υἱὸς τοῦ θεοῦ· οὐ γὰρ ἄγγελος γέγονεν, ἀλλ’ ἄνθρωπος.

31

Πᾶσα ὑπόστασις σύνθετος ἐκ διαφόρων φύσεων συντεθειμένη τὰ φυσικὰ ἰδιώματα τῶν δύο φύσεων ἔχει κατ’ ἀνάγκην, κἂν σύγχυσις θεωροῖτο ἐν τῇ ἑνώσει. Τὸ γὰρ πῦρ καὶ τὸ ὕδωρ ἐναντία εἰσὶ παντελῶς— τὸ μὲν γὰρ πῦρ θερμὸν καὶ ξηρόν, τὸ δὲ ὕδωρ ψυχρὸν καὶ ὑγρόν—, ἀλλ’
5ἡνίκα συντεθῇ σῶμα ἐκ τῶν τεσσάρων στοιχείων, τὰς τέσσαρας ἔχει ποιότητας, θερμότητα καὶ ψυχρότητα, ὑγρότητα καὶ ξηρότητα. Εἰ οὖν, ἔνθα σύγχυσις θεωρεῖται, ἀνάγκη θεωρεῖσθαι τὰ φυσικὰ ἰδιώματα τῶν συντεθέντων, πόσῳ μᾶλλον ἐπὶ τῆς ἀσυγχύτου ἑνώσεως.

32

Ἀλλά φασιν, ὡς ὁ ἄνθρωπος οὐκ ἔχει φυσικὸν θέλημα· λέγουσι δὲ Μανιχαϊκῶς δύο μόνα εἶναι θελήματα, τὸ ἓν τὸ θεῖον, τὸ ἀγαθόν, τὸ ἕτερον τὸ διαβολικόν, τὸ πονηρόν. Καὶ πηνίκα μὲν τὸ ἀγαθὸν θελήσει ὁ ἄν‐ θρωπος, τὸ τοῦ θεοῦ ἔσχε θέλημα· ἡνίκα δὲ τὸ πονηρόν, τὸ τοῦ διαβόλου.
5Ὢ μανίας ὑπερβολή. Ὢ σκότος ἀγνοίας. Τὸ θεῖον θέλημα παντουργὸν ἢ οὔ; Ναί, φασίν. Εἰ οὖν τὸ θεῖον θέλημα ἔχει ὁ ἄνθρωπος ἀγαθὸν θέλων, ἔσται κατ’ αὐτοὺς παντουργός. Ἀλλ’ ἀγνοοῦσιν, ὡς ἀδύνατον οἱανοῦν
φύσιν χρήσασθαι πράξει ἢ ἐνεργῆσαι ἐνέργειαν, ἧς τὴν δύναμιν οὐ κατὰ φύσιν ἔλαβεν· οἷον οὐ δύναται τὸ πτηνὸν μὴ κατὰ φύσιν λαβὸν τὴν
10τοῦ πέτασθαι δύναμιν πτῆναι οὐδὲ τὸ χερσαῖον βαδίζειν, εἰ μὴ τὴν βαδιστικὴν κατὰ φύσιν ἔλαβε δύναμιν. Οὕτω δὴ καὶ ὁ ἄνθρωπος οὐ δύναται ἐνεργεῖν καὶ θέλειν, εἰ μὴ κατὰ φύσιν τὴν θελητικὴν δύναμιν καὶ ἐνεργητικὴν ἔλαβεν· οὐδὲ γὰρ νοεῖν δύναται, εἰ μὴ φύσει τὴν νοητικὴν ἔλαβεν δύναμιν, οὐδὲ ὁρᾶν οὐδέ τι ἕτερον ἐνεργεῖν· ὥστε ἡ θελητικὴ καὶ
15ἐνεργητικὴ δύναμις φυσικῶς ἔνεστι τῷ ἀνθρώπῳ καὶ τὸ θέλειν καὶ ἐνερ‐ γεῖν. Διὸ καὶ πάσῃ φύσει αἱ φυσικαὶ ἐνέργειαι ἀεὶ ἐνυπάρχουσι καὶ συνυπάρ‐ χουσι, τὰ δὲ θελητὰ καὶ ἐνεργητὰ οὐ συνυπάρχουσι. Καὶ ἡ μὲν φυσικὴ θέλησις, τουτέστιν ἡ θελητικὴ δύναμις, μία, τὰ δὲ θελητὰ πολλὰ καὶ διάφορα· φησὶ γὰρ ἡ γραφή· «Πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς».
20Οὐκ εἶπεν· Ἡ θεία θέλησις ἐν αὐτοῖς, ἀλλὰ «πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς», τουτέστι τὰ θελητά.

33

Ἰστέον δέ, ὅτι τὰ θελητὰ τῆς θεότητος φυσικά εἰσιν· ἄτρεπτος γὰρ οὖσα οὐ πέφυκεν ἄλλως καὶ ἄλλως θέλειν, ἀλλ’ ἀεὶ ὡσαύτως θέλει. Διὸ καὶ τὰ αὐτά εἰσι θελητὰ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος· πάντα γὰρ τὰ φυσικὰ τὰ αὐτά εἰσι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ὡς
5ἡ αὐτὴ αὐτῶν φύσις. Οὐδὲν δὲ ὑποστατικὸν ἐν τῇ ὑπερουσίῳ θεότητι, εἰ μὴ τὸ ἀγέννητον καὶ τὸ γεννητικὸν τοῦ πατρὸς καὶ τὸ γεννητὸν τοῦ υἱοῦ καὶ τὸ ἐκπορευτὸν τοῦ ἁγίου πνεύματος.

34

Ὡς εἴπομεν περὶ θελήματος, οὕτω καὶ περὶ ἐνεργείας φαμέν, ὅτι τὸ τῆς ἐνεργείας ὄνομα διάφορα σημαίνει. Ἐνεργείας μὲν θεοῦ ἴδιόν ἐστι
τὸ μὴ μόνον ἐπ’ ἄπειρον αἰσθήσεως ἐπέκεινα πάσης εἶναι νοῦ τε καὶ παν‐ τὸς αἰῶνος, ἀλλὰ καὶ πάσης οὐσίας τε καὶ κλήσεως. Ἐνέργεια γάρ ἐστιν
5ἡ φυσικὴ ἑκάστης οὐσίας δύναμίς τε καὶ κίνησις. Καὶ πάλιν· Ἐνέργειά ἐστι φυσικὴ ἡ πάσης οὐσίας ἔμφυτος κίνησις. Καὶ πάλιν· Ἐνέργειά ἐστιν φυσικὴ ἡ δηλωτικὴ ἑκάστης οὐσίας δύναμις. Καὶ πάλιν· Ἐνέργειά ἐστι φυσικὴ καὶ πρώτη ἡ ἀεικίνητος δύναμις τῆς νοερᾶς ψυχῆς, τουτέστιν ὁ ἀεικίνητος αὐτῆς λόγος φυσικῶς ἐξ αὐτῆς ἀεὶ πηγαζόμενος. Λέγονται
10δὲ ἐνέργειαι αἱ πράξεις, ὡς τὸ ὁρᾶν, τὸ λαλεῖν, τὸ ἀναπνεῖν, τὸ περιπατεῖν, τὸ ἐσθίειν, τὸ πίνειν, τουτέστιν ἡ χρῆσις πάσης φυσικῆς δυνάμεως. Καὶ τὰ πάθη δὲ τὰ φυσικὰ πολλάκις ἐνέργειαι λέγονται, οἷον πεῖνα, δίψα καὶ τὰ τοιαῦτα. Καὶ ἁπλῶς εἰπεῖν· Ἐνέργειά ἐστι φυσικὴ ἡ ἑκάστης οὐσίας δύναμίς τε καὶ κίνησις, ἧς χωρὶς μόνον τὸ μὴ ὄν. Πῶς οὖν οὐχ
15ἕξει τὴν φυσικὴν ἐνέργειαν τῆς ἀνθρωπίνης φύσεως ὁ κύριος; Ἡ γὰρ ἀνυπαρξία τῆς φυσικῆς ἑκάστου ἐνεργείας ἀνυπαρξία ὑπάρχει τῆς φύσεως. Εἰ οὖν οὐκ ἔσχεν ἀνθρωπίνην φυσικὴν ἐνέργειαν, οὐδὲ φύσιν ἔσχεν ἀνθρωπίνην· ὧν γὰρ ἡ φύσις διάφορος, τούτων καὶ ἡ θέλησις καὶ ἡ ἐνέργεια διάφορος.

35

Ἕτερον οὖν ἐστιν ἐνέργεια καὶ ἕτερον ἐνεργεῖν καὶ ἕτερον τὸ τὶ καὶ πῶς ἐνεργεῖν καὶ ἕτερον τὸ ἐνεργητόν, τουτέστι τὸ ἐνέργημα, καὶ ἕτερον τὸ ἐνεργητικὸν καὶ ἕτερον ὁ ἐνεργῶν. Ἐνέργεια μὲν οὖν ἐστιν αὐτὴ ἡ ἐνεργητικὴ δύναμις, τουτέστι τὸ δύνασθαι ἐνεργεῖν, ἐνεργεῖν δὲ
5τὸ κεχρῆσθαι τῇ ἐνεργητικῇ δυνάμει. Τὶ δὲ ἐνεργεῖν ἐστιν ὁρᾶν, νοεῖν, ἀκούειν, περιπατεῖν, ἐσθίειν, πίνειν. Πῶς δὲ ἐνεργεῖν ἐστι καλῶς ἢ κακῶς. Ἐνεργητικὸν δέ ἐστι τὸ ἔχον δύναμιν τοῦ ἐνεργεῖν, οἷον ὁ ἄνθρωπος,
ὁ ἄγγελος. Ἐνεργῶν δὲ ὁ κεχρημένος τῇ ἐνεργείᾳ ἤγουν ἡ ὑπόστασις. Ἡ οὖν ἐνέργεια ποτὲ μὲν σημαίνει τὴν ἐνεργητικὴν δύναμιν, ποτὲ δὲ τὸ
10ἐνεργεῖν, ποτὲ δὲ τὸ ἐνέργημα· ἡ μὲν οὖν ἐνέργεια, τουτέστιν ἡ δύναμις ἡ ἐνεργητική, καὶ τὸ ἐνεργεῖν φυσικόν. Πᾶς γὰρ ἄνθρωπος ἔχει τὴν δύναμιν τοῦ ἐνεργεῖν καὶ πᾶς ἄνθρωπος ἔχει τὸ ἐνεργεῖν· ἐνεργητικὸν γὰρ ζῷον ὁ ἄνθρωπος. Τὸ δὲ ἐνέργημα οὐ μόνον φυσικόν, ἀλλὰ καὶ ὑποστατικὸν ἐπί τε ἀγγέλων καὶ ἀνθρώπων. Ἐπὶ γὰρ τῆς ἁγίας
15τριάδος φυσικὰ πάντα τὰ θελητὰ καὶ ἐνεργητά, διὸ καὶ τὰ αὐτὰ τῶν τριῶν ὑποστάσεων. Ἐπὶ δὲ ἀγγέλων καὶ ἀνθρώπων οὐ τὸ αὐτὸ θελητὸν οὐδὲ τὸ αὐτὸ ἐνεργητὸν οὐδὲ ὁ αὐτὸς τρόπος τῆς χρήσεως· ἑκάστη γὰρ ἀγγέλων καὶ ἀνθρώπων ὑπόστασις ἰδίαν ἔχει κίνησιν καὶ ἰδιαιρέτως θέλει καὶ ἐνεργεῖ. Διὸ ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπειδὴ δύο
20φύσεις, δύο φυσικαὶ ἐνέργειαι, ἵνα ᾖ θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος, καὶ δύο θέλειν καὶ διαφόρως θέλειν κατὰ τὴν φυσικὴν τῶν δύο φύσεων διαφοράν, θείως καὶ ἀνθρωπίνως, παντοδυνάμως καὶ ἀπαθῶς κατὰ τὴν θείαν φύσιν καὶ ἀσθενῶς καὶ παθητικῶς κατὰ τὴν ἀνθρωπίνην φύσιν. Καὶ ἄλλο μὲν καὶ ἄλλο τὸ φυσικὸν ἐνέργημα· ἄλλο γὰρ ἐνέργημα τῆς
25θείας φύσεως καὶ ἄλλο τῆς ἀνθρωπίνης. Οὐ γὰρ τὰ τῆς ἀνθρωπίνης φύ‐ σεως ἐνεργητὰ καὶ τῆς θείας φύσεώς εἰσιν ἐνεργητὰ οὐδὲ τὰ τῆς θείας φύ‐ σεως καὶ τῆς ἀνθρωπίνης τὰ αὐτά· οὐ γὰρ δημιουργεῖ ἡ ἀνθρωπίνη φύσις οὐδὲ τρώγει ἡ θεία φύσις οὐδὲ μεταβαίνει ἐκ τόπων εἰς τόπους, εἰ καὶ διὰ τῆς ἀνθρωπίνης ἐνεργείας ἡ θεία ἐνεργεῖ ἐνέργεια. Εἷς δὲ ὁ
30ἐνεργῶν ταῦτα κἀκεῖνα, ὅτι μία ὑπόστασις. Εἰ γὰρ τὴν ἀνθρωπίνην οὐκ ἀνέλαβεν ἐνέργειαν, οὔτε ἔζησεν ὡς ἄνθρωπος, οὐκ ἐνόησεν, οὐκ
ἐλογίσατο, οὐκ ἔφαγεν, οὐκ ἔπιεν, οὐκ ᾔσθετο βρώσεως, οὐ περιεπάτησεν, οὐκ εἶδεν, οὐκ ἤκουσεν, οὐκ ἀνέπνευσεν οὐδέ τι τῶν ἀνθρωπίνων διεπράξα‐ το οὐδ’ ὅλως ἄνθρωπος γέγονε. Φησὶ γὰρ ὁ Νυσαεὺς Γρηγόριος·
35................................................................. .................................................................

36

Τούτων οὕτω διηρθρωμένων καὶ διεσμιλευμένων ἴδωμεν, εἰ λέγει τὰ ἅγια εὐαγγέλια καὶ οἱ ἀπόστολοι καὶ οἱ ἅγιοι πατέρες, ταῦτα πάντα ἔχειν τὸν κύριον ἢ οὔ. Ὅτι μὲν οὖν εἶχε ψυχὴν ἀνθρωπίνην, φησὶν αὐτὸς ὁ κύριος ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ· «Ἐξουσίαν ἔχω θεῖναι τὴν
5ψυχήν μου καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν», καὶ πάλιν «καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων». Ὅτι δὲ καὶ σῶμα εἶχε, μάρτυς ὁ Ἰωσὴφ καὶ ὁ αἰτήσας τὸ σῶμα αὐτοῦ καὶ κηδεύσας καὶ θεὶς ἐν τῷ τάφῳ. Ὅτι δὲ καὶ τὴν τῶν μελῶν εἶχε διοργάνωσιν, μάρτυς ἡ τὴν κεφαλὴν ἀλείψασα μύρῳ καὶ τοὺς πόδας βρέξασα τοῖς δάκρυσι, καὶ οἱ ἧλοι οἱ ἐμπαρέντες ἐν ταῖς
10παλάμαις καὶ τοῖς ταρσοῖς τῶν ποδῶν, ἡ λόγχη ἡ νύξασα τὴν πλευράν, καὶ ὁ ἀναπεσὼν ἐπὶ τὸ στῆθος μαθητής, ἡ γλῶσσα ἡ εἰποῦσα· «Ἐάν τις
διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω», τὸ στόμα τὸ μεταδοτικὸν τοῦ ἁγίου πνεύματος, οἱ ὀδόντες καὶ ἡ φάρυγξ, οἱ τεμόντες τὸ πάσχα, καὶ ἡ τῷ στομάχῳ παραπέμψασα τοῦτο, τό τε ἧπαρ τὸ ἐξαιματῶσαν, ὅ τε
15κόπος ὁ ἐκ τῆς ὁδοιπορίας γενόμενος ὑπερταθέντων τῶν μυῶν καὶ τῶν νεύρων, ὥς φησιν ὁ θεῖος Βασίλειος, ἥ τε περιτομὴ τῆς ἀκροβυστίας καὶ οἱ γλουτοὶ οἱ ἐπὶ τὸν ὄνον κεκαθικότες, αἵ τε κατὰ τὸν νῶτον μάστιγες, τὰ ῥαπίσματά τε τῶν παρειῶν σὺν τοῖς ἐμπτύσμασι τοῦ προσώπου. Ὅτι δὲ καὶ τομὴν καὶ ῥεῦσιν ἐδέξατο τὴν ἐμήν, μάρτυς ἡ περιτομή, οἱ
20ἧλοι, ἡ λόγχη, τὸ πτύσμα, ὁ ἱδρώς, τὸ ῥεῦσαν ἐκ τῆς πλευρᾶς αἷμα καὶ ὕδωρ. Ὅτι δὲ καὶ τὰς ψυχικὰς ἐνεργείας καὶ τὰ πάθη ἀνέλαβε, μάρτυρες αἱ διὰ τοῦ σώματος τοῦ ἀκηράτου τῆς παναγίας αὐτοῦ ψυχῆς ἐνέργειαι— εἶδε γάρ, φησί, τὴν πόλιν Ἱερουσαλὴμ καὶ ἔκλαυσεν, ἤκουσέ τε, ὅτι Ἰωάν‐ νης ἐβλήθη ἐν τῇ φυλακῇ—, ἥ τε τοῦ μύρου ὀσφραντικὴ αἴσθησις καὶ
25ἡ φωνὴ ἡ ἐγείρασα Λάζαρον καὶ ἡ γεῦσις ἡ τῆς χολῆς καὶ τοῦ ὄξους ἀπο‐ στραφεῖσα φυσικῶς τὴν ἀηδίαν—οὐ γὰρ δήπου ταῦτα θείας ἐνέργειαι φύσεως—καὶ ἡ ἁφὴ τοῦ λεπροῦ ἥ τε βάδισις καὶ ἡ τῶν χειρῶν ἐπὶ σταυ‐ ροῦ ἔκτασις, ἐκ μὲν τῆς φυσικῆς δυνάμεως ἡ θρέψις τοῦ σώματος καὶ ἡ αὔξησις—«μακαρία γὰρ ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοί, οὓς
30ἐθήλασας», καὶ «τὸ παιδίον ηὔξανεν ἡλικίᾳ», φησίν—, ἐκ δὲ τῆς αἰσθητι‐ κῆς ὡς ἐμψύχου, ἀλόγου δὲ φύσεως ἡ αἴσθησις, ἡ καθ’ ὁρμὴν κίνησις, ἡ πεῖνα, ἡ δίψα—«ὕστερον» γάρ, φησίν, «ἐπείνασε», καὶ ἐπὶ τοῦ σταυροῦ «διψῶ»—, ἡ τῆς βρώσεως ἐπιθυμία—«ἐπιθυμίᾳ» γάρ, φησίν, «ἐπεθύμη‐
σα φαγεῖν τὸ πάσχα τοῦτο μεθ’ ὑμῶν»—, ὁ θυμός—«ἐταράχθη» γάρ,
35φησί, «τῷ πνεύματι καὶ ἐμαρτύρησε καὶ εἶπεν· Εἷς ἐξ ὑμῶν παραδώσει με»—, ἡ πέψις τῶν βρωμάτων καὶ τοῦ ποτοῦ καὶ ἡ ἐξαιμάτωσις· πόθεν γὰρ ὁ ἱδρώς, ὁ πτύελος, τὸ σωτήριον αἷμα καὶ ὕδωρ ἢ οὐκ ἐκ πέψεως; Ἠισθάνετο μὲν γὰρ καὶ πᾶσιν ἐκέχρητο, ἀλλ’ οὐκ ἐμπαθῶς, ἀλλὰ φυσι‐ κῶς, καὶ ἐτρέφετο οὐ καθ’ ἡδονὴν ἐμπαθῆ, ἀλλὰ πρὸς ἀναπλήρωσιν τοῦ
40ὑπεκρεύσαντος. Εἰ γὰρ καὶ μὴ εἶδε τὸ πανάγιον αὐτοῦ σῶμα διαφθοράν, ἀλλὰ τομὴν καὶ ῥεῦσιν φυσικῶς ὑπέμεινε· διαφθορὰ γάρ ἐστιν ἡ εἰς τά, ἐξ ὧν συνετέθη τὸ σῶμα, ἀνάλυσις. Καὶ πρὸ πάντων αὐτὴ ἡ ζωή, ἥτις ἐστὶ πρώτη τοῦ ζῴου ἐνέργεια ἐκ τῆς ψυχῆς μεταδιδομένη τῷ σώματι.

37

Τὸ δὲ σπερματικὸν καὶ γεννητικὸν οὐκ ἔσχεν· ἀμετάπτωτα γὰρ τῶν θείων ὑποστάσεων τὰ ἰδιώματα, καὶ ἀδύνατον τὸν πατέρα ἢ τὸ πνεῦμα γενέσθαι υἱόν. Διὸ οὐδὲ γέγονεν υἱὸς ἀνθρώπου εἰ μὴ ὁ υἱὸς τοῦ θεοῦ, ἵνα μείνῃ ἀμετάβλητον τὸ ἰδίωμα. Ἔπειτα ὑπόστασις ὁμοφυεῖ
5ὑποστάσει μίγνυται. Οὐκ ἔστι δὲ ἄλλη τοιαύτη ὑπόστασις υἱὸς θεοῦ καὶ ἀνθρώπου· εἷς γὰρ μονογενὴς υἱός, μόνος ἐκ μόνου πατρὸς καὶ μόνος ἐκ μόνης μητρός, υἱὸς θεοῦ καὶ υἱὸς ἀνθρώπου, θεὸς καὶ ἄνθρωπος, Ἰησοῦς Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ. Ἔτι δὲ εἰ καὶ φυσικὴ ἡ μίξις διὰ τὸν πληθυσμὸν τῶν ἀνθρώπων, ἀλλ’ οὐκ ἀναγκαία· δυνατὸν γὰρ ἄνθρωπον ζῆν καὶ
10εἶναι ἄνθρωπον μὴ μιγνύμενον, καὶ πολλοὶ γεγόνασι τούτου τοῦ πάθους ἀπηλλαγμένοι.

38

Αὐτὸ μὲν γὰρ τὸ σῶμα ἰδίαν οὐκ ἔσχεν ἐνέργειαν εἰ μὴ τομὴν καὶ ῥεῦσιν, ἅτινα πάθη εἰσίν, οὐκ ἐνέργειαι· τὰ δὲ λοιπὰ πάντα ψυχῆς σώ‐ ματι κεχρημένης εἰσὶν ἀριδήλως ἐνέργειαι, οὐ θεότητος· ἡ ταραχή·
«Νῦν» γάρ, φησίν, «ἡ ψυχή μου τετάρακται·» —ἡ λύπη καὶ ἡ ἀδημονία·
5«Ἤρξατο γὰρ λυπεῖσθαι καὶ ἀδημονεῖν», καὶ «περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου·» —ἡ δειλία τοῦ θανάτου· «Πάτερ» γάρ, φησίν, «εἰ δυνατόν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο·» —ὁ θάνατος. Ταῦτα πάντα οὐ θεότητος—ἀπαθὲς γὰρ τὸ θεῖον καὶ ἀείζωον καὶ ἀθάνατον—, ἀλλὰ ζῴου, τουτέστιν οὐσίας ἐμψύχου καὶ αἰσθητικῆς.
10Ἐκ δὲ τῆς λογικῆς ψυχῆς καὶ νοερᾶς τὴν σοφίαν. «Προέκοπτε γὰρ σοφίᾳ καὶ ἡλικίᾳ». Οὐ γὰρ τῇ θείᾳ σοφίᾳ προέκοπτεν· ἐξ ἄκρας γὰρ συλλήψεως τελεία γέγονεν ἕνωσις καὶ ἄκρα συνάφεια καὶ οὐ προσθήκην θείας τινὸς δυνάμεως ἔσχεν, ἀλλ’ ἀνθρωπίνῃ σοφίᾳ προέκοπτε. Κατὰ γὰρ τὸ μέτρον τῆς σωματικῆς ἡλικίας ἡ ἀνθρωπίνη ἐν αὐτῷ σοφία ἐδείκνυτο· ὥσπερ γὰρ
15ἐξ ἄκρας συλλήψεως τέλειον βρέφος ἐγένετο, οὐ κατὰ μικρὸν διαρθρου‐ μένου καὶ διοργανουμένου τοῦ σώματος, καθώς φησιν ὁ μέγας Βασίλειος ἐν τῷ εἰς τὸ γενέθλιον λόγῳ, οὕτως καὶ τέλειος ἐν ἀνθρωπίνῃ καὶ θείᾳ σοφίᾳ ἐξ ἄκρας συλλήψεως γέγονεν, ὡς ἄνθρωπος δηλονότι· ὡς γὰρ θεὸς οὐ γέγονε τέλειος ἐν θείᾳ σοφίᾳ, ἀλλ’ ἦν ἀιδίως, κατὰ δὲ τὴν τῆς
20ἡλικίας τοῦ σώματος προκοπὴν ἡ τῆς ἐν αὐτῷ τελείας ἀνθρωπίνης σοφίας ἔκφανσις προκοπὴ ἐλογίζετο. Εἰ δὲ σοφίαν ἔσχεν ἀνθρωπίνην, πάντως καὶ νοῦν· σοφία γὰρ νοῦ γέννημά τε καὶ δύναμις. Καὶ ὁ ἀπόστολος δέ φησιν· «Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν.» Καὶ τὸ κατ’ εἰκόνα δὲ οἱ ἅγιοι πατέρες κατὰ τὸ νοερὸν ἐκλαμβάνουσιν, ὧν τὰς μαρτυρίας ὑπετάξαμεν.
25Εἰ οὖν τὸν κατ’ εἰκόνα αὐτοῦ γενόμενον ἀνέλαβεν ἄνθρωπον ἤτοι φύσιν
ἀνθρωπότητος, πάντως νοερὰν καὶ λογικὴν φύσιν ἀνέλαβεν. Ἀνέλαβε δὲ καὶ θέλησιν αὐτεξούσιον. Ὥσπερ γὰρ τὴν ἄλογον ἀνέλαβεν ὄρεξιν τὴν ἐπιπειθῆ λόγῳ, οὕτω καὶ τὴν λογικήν· οὐ γὰρ ἄνουν καὶ ἄλογον φύσιν ἀνέλαβεν. Εἰ γὰρ ἄνουν καὶ ἄλογον φύσιν ἀνέλαβεν, οὐκ ἄνθρωπον,
30ἀλλ’ ἄλογον ἀνέλαβε. Νοερὰ γὰρ καὶ λογικὴ φύσις ὁ ἄνθρωπος.

39

Ἄρ’ οὖν πάντες οἱ ἅγιοι πατέρες, ὥσπερ δύο τὰς φύσεις εἶπον ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, οὕτω καὶ πάντα τὰ φυσικὰ ἰδιώματα διπλᾶ· ἀδύνατον γὰρ φύσιν συστῆναι δίχα τῶν συστατικῶν αὐτῆς ἰδιωμάτων. Ἐξ ἀνάγκης τοιγαροῦν δύο φύσεις αὐτοῦ λέγοντας δύο
5λέγειν δεῖ αὐτοῦ καὶ τὰ φυσικὰ θελήματα, τουτέστι τὰς θελητικὰς δυνά‐ μεις· εἶχε γὰρ ὡς φύσει θεὸς θέλησιν θείαν παντοδύναμον, καὶ ὡς φύσει γενόμενος ἄνθρωπος εἶχε τὴν ἀνθρωπίνην θέλησιν, καθ’ ἣν ἠθέλησε λαθεῖν εἰς οἶκον εἰσελθὼν καὶ οὐκ ἐδυνήθη. Οὐ γὰρ δήπου, ὡς οἶμαι, τῇ θείᾳ θελήσει τὸ ἀδύνατον ἐπιγράψουσιν. Εἶχεν μὲν οὖν τῆς ἀνθρωπίνης αὐτοῦ
10ψυχῆς τὴν θελητικὴν δύναμιν καὶ κατὰ ταύτην ἤθελε τὰ ἀνθρώπινα καὶ κατὰ τὴν ψυχικὴν αὐτοῦ θέλησιν ἐκινεῖτο πρὸς τὰ ἀνθρώπινα, ὥσπερ τῇ
θείᾳ θελήσει τὰ θεῖα ἤθελεν ὁ εἷς καὶ ὁ αὐτὸς υἱὸς τοῦ θεοῦ Χριστός, ὁ θεὸς τέλειος καὶ τέλειος ἄνθρωπος, ἀλλ’ οὐκ ἐναντιότητι γνώμης· ὑπετάσ‐ σετο γὰρ αὐτεξουσίως ἡ ἀνθρωπίνη αὐτοῦ θέλησις τῷ θείῳ αὐτοῦ καὶ
15πατρικῷ θελήματι καὶ ταῦτα ἤθελεν, ἃ ἤθελεν ἡ θεία αὐτοῦ θέλησις θέλειν αὐτήν.

40

Ἐπειδὴ γὰρ οὐχ ὑπετάγη ἡ τοῦ Ἀδὰμ θέλησις τῷ θείῳ θελήματι, ἀλλ’ ἡ γνώμη αὐτοῦ τὰ ἐναντία ἠθέλησε τοῦ θείου θελήματος—καὶ τοῦτο ἦν ἡ παράβασις, καὶ οὐδεὶς τῶν ἐξ Ἀδὰμ κατὰ πάντα ὑπήκοος γέγονε τῷ θείῳ θελήματι, ἑκάστη δὲ ὑπόστασις κατ’ οἰκείαν γνώμην
5παρήκοος γέγονε τοῦ θείου θελήματος· «πάντες γὰρ ἥμαρτον καὶ ὑστε‐ ροῦνται τῆς δόξης τοῦ θεοῦ» κατὰ τὸν ἀπόστολον—, διὰ τοῦτο ὁ υἱὸς τοῦ θεοῦ πατρὸς εὐδοκίᾳ γενόμενος ἄνθρωπος φύσιν μὲν ἀνθρωπίνην ἀνέλαβε καὶ φυσικὴν ἀνθρωπίνην θέλησιν, ὑπόστασιν δὲ ἀνθρωπίνην οὐκ ἀνέλαβεν, ἵν’ ἡ φυσικὴ τῆς ἀνθρωπότητος θέλησις μὴ κατὰ οἰκεῖον
10ὑποστατικὸν καὶ γνωμικὸν θέλημα πολιτεύσηται ἐναντίως τοῦ θείου θελήματος, ἀλλ’ αὐτεξουσίως κατὰ πάντα ὑπήκοος γένηται καὶ οὕτως λυθῇ ἡ ἀρχαία παράβασις.

41

Καὶ πάλιν· Εἶχε μὲν οὖν ἀνθρωπίνην θέλησιν κατὰ Μάρκον τὸν εὐαγγελιστήν, ὅτι «εἰσελθὼν εἰς οἶκον ἠθέλησε λαθεῖν καὶ οὐκ ἐδυνήθη». Παν‐ τοδύναμος ἄρα ἡ θεία θέλησις καὶ οὐκ ἀδύναμος, ἀδύναμος δὲ ἡ ἀνθρωπί‐
νη. Ἀνθρωπίνῃ οὖν θελήσει ἠθέλησε, τῆς θείας αὐτοῦ θελήσεως εὐδοκησά‐
5σης καὶ καιρὸν δεδωκυίας τῇ ἀνθρωπίνῃ αὐτοῦ φύσει χρήσασθαι τοῖς ἰδί‐ οις, θελῆσαι λέγω καὶ μὴ δυνηθῆναι. Καὶ πάλιν· «Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦ‐ το», τουτέστι τὸ τοῦ θανάτου. Ἰδοὺ ἡ φυσικὴ τῆς ζωῆς ὄρεξις καὶ ἐπι‐ θυμία, ἣν φυσικῶς λογικά τε καὶ ἄλογα ζῷα κέκτηνται. «Πλὴν μὴ τὸ
10ἐμὸν γενέσθω θέλημα, ἀλλὰ τὸ σόν.» Ἰδοὺ ἡ φυσικὴ καὶ λογικὴ τοῦ νοῦ ὄρεξις ἡ αὐτεξούσιος καὶ κριτικὴ καὶ χαλιναγωγὸς τῆς ἀλόγου ὀρέξεως. «Μὴ τὸ ἐμὸν γενέσθω θέλημα, ἀλλὰ τὸ σόν.» «Τὸ ἐμόν», τὸ ἀνθρώπινον, καθ’ ὃ οὐ κοινωνός σού εἰμι· οὐδὲ γὰρ ἄνθρωπος σὺ καθὼς ἐγὼ γέγονας, τουτέστιν ἐφάμιλλος, οὐδὲ πάθη ἀνθρώπινα ἀνεδέξω. «Ἀλλὰ τὸ σόν»,
15τὸ κοινὸν ἐμοῦ τε καὶ σοῦ, οὗ κοινωνός εἰμι ὡς καὶ τῆς φύσεως τῆς θεότητος. «Οὐ γὰρ καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με», οὐχ ἵνα ἰδίᾳ γνώμῃ ἐναντίᾳ τῷ σῷ θελή‐ ματι ἡ ἀνθρωπίνη μου πολιτεύσηται θέλησις, ἀλλ’ ὑπήκοος τῷ σῷ θελήματι γένηται καὶ τὸ θελητὸν τῆς σῆς θελήσεως καὶ τῆς ἐμῆς ἀνθρωπίνης
20θελήσεως γένηται. Θέλημα γὰρ τοῦ πατρὸς καὶ εὐδοκία τὸ παθεῖν αὐτὸν ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας, ἐφ’ ᾧ καὶ σεσάρκωται. Ἐνταῦθα γὰρ τὸ θέλημα οὐ τὴν θέλησιν, ἀλλὰ τὸ θελητὸν ὑποφαίνει· οὐ γὰρ τὴν θείαν θέλησιν ποιῆσαι αὐτῷ πρόκειται—αὕτη γὰρ ἄκτιστός τε καὶ ἄναρχος—, ἀλλὰ τὸ θελητόν, ὅπερ ἡ θεία θέλησις, καθὼς καὶ τὸ «πάντα
25τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς» ἐκληπτέον. Οὐ γὰρ πολλαὶ θελητικαὶ δυνάμεις εἰσὶ τοῦ θεοῦ, ἀλλὰ μία, οὔτε ἡ θελητικὴ δύναμις τοῦ θεοῦ ἐστιν
ἐν τοῖς ἁγίοις, ἐπεὶ καὶ ἡ φύσις—ὧν γὰρ ἡ θέλησις μία, τούτων καὶ ἡ φύσις μία—, ἀλλὰ τὰ θελήματα τοῦ θεοῦ εἰσιν ἐν τοῖς ἁγίοις, τουτέστιν αἱ ἐντολαὶ αὐτοῦ.

42

Δέδεικται τοίνυν, ὡς εἶχεν ὁ Χριστὸς ὥσπερ δύο φύσεις, οὕτω καὶ δύο θελήσεις φυσικὰς καὶ δύο ἐνεργείας φυσικάς, ἵνα ᾖ θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος· οὐ γὰρ θεὸς τέλειος ὁ μὴ ἔχων πάντα τὰ τῆς θεότητος ἰδιώματα καὶ πρὸ τούτων τὴν θείαν φύσιν οὐδὲ ἄνθρωπος τέλειος ὁ
5μὴ ἔχων τελείαν τὴν τοῦ ἀνθρώπου φύσιν καὶ πάντα τὰ φυσικὰ τῆς ἀνθρωπότητος ἰδιώματα. Εἶχε μὲν οὖν τὴν θείαν θέλησιν, καθ’ ἣν ὡς θεὸς τὰ θεῖα ἤθελε σὺν πατρὶ καὶ τῷ πνεύματι· ὧν ὡς μία φύσις, οὕτως καὶ ἡ κατ’ αὐτὴν θέλησις. Εἶχε δὲ καὶ ἀνθρωπίνην φυσικὴν θέλησιν, τουτέστι φυσικὴν θελητικὴν δύναμιν, ὡς γενόμενος τέλειος ἄνθρωπος,
10ὡς ἡ μήτηρ· ὧν ὡς μία φύσις, οὕτω μία καὶ ἡ θέλησις. Εἶχε καὶ τὴν θείαν ἐνέργειαν, καθ’ ἣν αὐτεξουσίως θέλων ἐνήργει τὰ θεῖα σὺν τῷ πατρὶ καὶ τῷ πνεύματι· εἶχε καὶ ἀνθρωπίνην ἐνέργειαν, καθ’ ἣν αὐτεξουσίως θέλων ἐνήργει τὰ ἀνθρώπινα. Οὐ γὰρ θείᾳ θελήσει ἤθελε λαθεῖν, καὶ οὐκ ἠδύνατο, οὐδὲ φαγεῖν καὶ πιεῖν—ταῦτα γὰρ ἀνθρωπίνης φύσεως
15θελητὰ καὶ οὐ θείας—, οὐδὲ θείᾳ ἐνεργείᾳ περιεπάτει ἢ τὰς χεῖρας ἐξέτει‐
νεν· οὐ γὰρ θείας φύσεως ἢ ἐνεργείας περιπατεῖν καὶ ἐκτείνειν χεῖρας. Ὅμως ἑκατέρα τῶν ἐν Χριστῷ φύσεων μετὰ τῆς θατέρου κοινωνίας ἤθελε καὶ ἐνήργει τοῦθ’, ὅπερ ἴδιον ἔσχηκεν, ἐξυπηρετουμένης τῆς ἀνθρωπίνης θελήσεως καὶ ἐνεργείας αὐτοῦ τῇ θείᾳ αὐτοῦ θελήσει καὶ ἐνεργείᾳ. Ὥσπερ
20γὰρ διὰ τῆς σωματικῆς ἐνεργείας αὐτοῦ ἡ θεία αὐτοῦ ἐνήργει ἐνέργεια— ἐκράτησε γὰρ τῇ χειρὶ τῆς χειρὸς τῆς παιδὸς καὶ εἶπε τὸ «κοράσιον, ἔγειραι», καὶ διὰ τῆς ἁφῆς καὶ τοῦ λόγου ἡ θεία ἐνέργεια τὴν κόρην ἐζωο‐ ποίησεν—, οὕτω καὶ διὰ τῆς ἀνθρωπίνης αὐτοῦ θελήσεως ἡ θεία ἐνήργει αὐτοῦ θέλησις. Θελήσας γὰρ θεϊκῶς τὴν θαυματουργίαν εἰργάσατο καὶ
25θελήσας ἀνθρωπίνως τὴν χεῖρα ἐξέτεινε καὶ εἶπεν· «Ἔγειραι». Καὶ ἁπλῶς εἰπεῖν· Ὅσα ἠθέλησέ τε καὶ ἐνήργησεν ἀνθρωπίνως, σωτηρία τοῦ κόσμου γέγονεν· οὐ γὰρ κατὰ θεὸν τὰ θεῖα ἔδρασεν—οὐ γὰρ θεοῦ γυμνοῦ δι’ ἁφῆς καὶ ἐκτάσεως χειρῶν τὰς θαυματουργίας ἐποίει—οὐδὲ κατὰ ἄνθρω‐ πον τὰ ἀνθρώπινα ἔπραξεν—οὐ γὰρ ἀνθρώπου ψιλοῦ τὰ πάθη τὰ
30τοῦ κόσμου σωτήρια—, ἀλλὰ θεὸς ὢν καὶ γενόμενος ἄνθρωπος καινήν τινα καὶ ξένην θεανδρικὴν ἐνέργειαν ἐπεδείξατο, θείαν, ἀλλὰ δι’ ἀνθρω‐ πίνης ἐνεργοῦσαν, ἀνθρωπίνην, ἀλλὰ τῇ θείᾳ ἐξυπηρετουμένην καὶ τὰ τῆς συνυφεστηκυίας αὐτῇ θεότητος ἐμφαίνουσαν σύμβολα.

43

Ὥσπερ γὰρ ἑτέρας φύσεως ὁ σίδηρος καὶ ἑτέρας τὸ πῦρ καὶ ἑτέρας καὶ ἑτέρας ἐνεργείας τούτων ἑκάτερον· οὔτε γὰρ τέμνει τὸ πῦρ, ἀλλὰ
καίει καὶ φωτίζει, οὔτε καίει ὁ σίδηρος οὔτε φωτίζει κατὰ τὴν ἰδίαν φυσι‐ κὴν ἐνέργειαν, ἀλλὰ τέμνει καὶ μέλας ἐστίν· ὁπηνίκα δὲ ἕνωσις ἀμφοτέρων
5γένηται, ἡνωμένως καὶ οὐ διῃρημένως ἕκαστον τὴν οἰκείαν ἐνεργεῖ ἐνέρ‐ γειαν—ἅμα γὰρ τῇ τομῇ καὶ ἡ καῦσις γίνεται καὶ διὰ τοῦ σιδήρου καίει τὸ πῦρ καὶ φωτίζει—, οὐ μία δὲ φυσικὴ ἐνέργεια, ἀλλὰ δύο, μία μὲν φυσικὴ τοῦ πυρὸς ἡ καυστική, ἑτέρα δὲ φυσικὴ τοῦ σιδήρου ἡ τομή, καὶ ἑκάστης ἴδιον ἀποτέλεσμα, τῆς μὲν τοῦ πυρὸς ἡ καῦσις, τῆς δὲ τοῦ
10σιδήρου ἡ τομή, εἰ καὶ καυστικὴ τομή ἐστι καὶ τμητικὴ καῦσις· —οὕτω καὶ ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἑκατέρα φύσις ἐνεργεῖ τὰ ἴδια μετὰ τῆς θατέρου κοινωνίας, καὶ οὐ μία αἱ δύο οὐδὲ τῶν δύο ἓν ἀποτέλεσ‐ μα, ἀλλὰ τῆς μὲν ἀνθρωπίνης αὐτοῦ φύσεως τὸ αὐτεξουσίως ὑπακούειν καὶ ἐξυπηρετεῖσθαι τῷ θείῳ θελήματι καὶ θελήματι οἰκείῳ ἐκτείνειν τὴν
15χεῖρα καὶ ἅπτεσθαι τῆς παιδὸς καθ’ ὑπακοὴν τοῦ θείου θελήματος καὶ ὑπηρεσίαν, τῆς δὲ θεότητος τὴν τῆς παιδὸς ἔγερσιν ἐνεργούσης διὰ τῆς ἁφῆς. Ὥστε τῆς μὲν ἀνθρωπίνης ἐνεργείας πέρας ἡ ἑκούσιος τῆς χειρὸς ἔκτασις καὶ ἁφή, τῆς δὲ θείας ἡ τῆς παιδὸς ἔγερσις.

44

Ὅθεν οὐδὲ εἶπεν ὁ μέγας Διονύσιος μίαν «θεανδρικὴν ἐνέργειαν», ἀλλ’ ἀπολύτως «καινὴν» ἤτοι ξένην. Ἑκάστη γὰρ αὐτῶν ξένη ἦν καὶ θεανδρική· οὐ γὰρ ἀριθμὸν ἐμφαίνων εἶπεν, ἀλλὰ τὸν ξένον τρόπον. Καὶ γὰρ ὁ κύριος οἰκτείρας τὸ ἴδιον πλάσμα τὸ τῆς ἁμαρτίας πάθος ἑκου‐
5σίως παραδεξάμενον ὥσπερ ἐπισπορὰν τοῦ ἐχθροῦ ὅλον ἀνέλαβε τὸ νοσῆσαν, ἵν’ ὅλον θεραπεύσῃ· «τὸ γὰρ ἀπρόσληπτον ἀθεράπευτον.» Ὃ δὲ προσελήφθη, τοῦτο καὶ σῴζεται. Τί δὲ τὸ πταῖσαν καὶ πρωτοπα‐
θῆσαν εἰ μὴ ὁ νοῦς καὶ ἡ τούτου λογικὴ ὄρεξις, τουτέστιν ἡ θέλησις; Τοῦτο οὖν ἔχρῃζε τῆς θεραπείας· θελήματος γὰρ νόσος ἡ ἁμαρτία. Εἰ
10οὐκ ἀνέλαβε λογικὴν καὶ νοερὰν ψυχὴν καὶ τὴν ταύτης θέλησιν, οὐκ ἰάσατο τὸ πάθος τῆς ἀνθρωπίνης φύσεως· διὰ τοῦτο γὰρ καὶ θέλησιν ἀνέλαβεν. Ἁμαρτίαν δὲ οὐκ ἀνέλαβεν· οὐ γὰρ ποίημα αὐτοῦ ἡ ἁμαρτία. Ἵν’ οὖν ἐξορίσῃ τὴν ἐπισπαρεῖσαν ὑπὸ τοῦ ἐχθροῦ νόσον τῆς ἁμαρτίας ἐκ τῆς ψυχῆς, διὰ τοῦτο ψυχὴν μὲν καὶ τὴν ταύτης θέλησιν ἀνέλαβεν, ἁμαρ‐
15τίαν δὲ οὐκ ἐποίησε, καὶ ἵνα ἐλευθερώσῃ τὸ σῶμα ἐκ τῆς φθορᾶς καὶ τῆς ὑπουργίας τῆς ἁμαρτίας, καὶ σῶμα ἀνέλαβεν. Ἀνέλαβε δὲ καὶ τὰς ἐπὶ τῇ πρώτῃ παραβάσει τιμωρίας, ἵνα τὸ καθ’ ἡμῶν ὑπὲρ ἡμῶν ἀποτίσας ὄφλημα ἐλευθερώσῃ ἡμᾶς τῆς κατακρίσεως· δοῦλος γὰρ ἐλευθερῶσαι δοῦλον οὐ δύναται. Διὰ τοῦτο αὐτὸς ὡς ἀναμάρτητος ἐλεύθερος ὢν
20καὶ μήτε θανάτῳ μήτε τινὶ ἑτέρῳ ὑποκείμενος ἐπιτιμίῳ τὰ ἡμῶν ὑπὲρ ἡμῶν ἀνεδέξατο ἐπιτίμια καὶ ὑπὲρ ἡμῶν ἀπέθανεν, ἵνα δῷ «ἐξουσίαν» τοῖς λαμβάνουσιν αὐτὸν «τέκνα θεοῦ γενέσθαι» καὶ τὴν ἀφθαρσίαν αὐτοῖς χαρίσηται καὶ τὸν ἰσάγγελον καὶ ἄλυπον καὶ ἄμοχθον βίον ἐν τῇ παλιγ‐ γενεσίᾳ ἐν τῷ μέλλοντι αἰῶνι δωρήσεται· δεῖ γὰρ πρῶτον ὑπομεῖναι
25τὰ τοῦ πρώτου Ἀδάμ, ἐξ οὗ καὶ τὴν γένεσιν ἐσχήκαμεν, καὶ οὕτω τυχεῖν τοῦ δευτέρου Ἀδὰμ τῶν δωρεῶν. Ἐὰν ἐπακολουθήσωμεν τοῖς αὐτοῦ ἴχνεσι καὶ τὸν νόμον τῆς ἐλευθερίας φυλάξωμεν καὶ μὴ πάλιν τῷ ζυγῷ τῆς ἁμαρτίας δουλεύσωμεν—ἐλευθερώσας γὰρ ἡμῶν τὴν φύσιν πάλιν ἔδωκεν ἡμῖν ἐντολὴν καὶ ἔδειξεν ἡμῖν ὁδόν, καθ’ ἣν περιπατοῦντες συμβασι‐
30λεύσομεν αὐτῷ, ἀπερχόμενοι, ἔνθα αὐτὸς πρόδρομος ἡμῶν ἀπῆλθεν, ἄλλην δὲ ὁδὸν ὁδεύοντες ἔξω μενοῦμεν—, γένοιτο δὲ ἡμᾶς τοῖς αὐτοῦ ἐπακολουθοῦντας ἴχνεσι πάντοτε σὺν αὐτῷ εἶναι καὶ ἀπολαύειν τῆς αὐτοῦ δόξης καὶ βασιλείας νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.