TLG 2934 007 :: JOANNES DAMASCENUS :: Contra Jacobitas

JOANNES DAMASCENUS Scr. Eccl. Theol., Monachus, vel Joannes Monachus Sancti Sabae
(Damascenus: A.D. 7–8)

Contra Jacobitas

Source: Kotter, B. (ed.), Die Schriften des Johannes von Damaskos, vol. 4 [Patristische Texte und Studien 22] Berlin: De Gruyter, 1981: 109–153.

Citation: Section — (line)

t

Ἰωάννου ταπεινοῦ μοναχοῦ Δαμασκηνοῦ τόμος ὡς ἐκ προσώπου Πέτρου τοῦ ἁγιωτάτου ἐπισκόπου Δαμασκοῦ πρὸς τὸν ἐπίσκοπον δῆθεν τοῦ Δαραίας τὸν Ἰακωβίτην.

1

«Οὐδὲ τὸ καλὸν καλόν, ὅτε μὴ καλῶς γένηται», σοφῶν ῥῆσις σοφή τίς ἐστιν. Μαρτυρεῖ δὲ καὶ τοῖς Ἑβραίων παισὶν ὁ θεῖος ἀπόστολος ὡς ζῆλον μὲν θεοῦ ἔχουσιν, ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν, οὐκ ἐν ἐπαίνῳ τὴν μαρτυ‐ ρίαν τιθείς, ἀλλὰ δήπου μεμφόμενος. Καλὸν ὁ ζῆλος τῆς εὐσεβείας, ἀλλ’
5ἀγάπῃ συγκεκραμένος· στυγητὸν ἡ κακία, ἀλλ’ ἐλέους ὁ ταύτην δεχό‐ μενος ἄξιος. Μισῶ τὴν σηπεδόνα, τὸ μέλος δὲ περιέπω, ἕως οὔπω τέλεον ἄχρηστον, καὶ «πάντα μὲν δὴ κάλων κινῶ», τὸ δὴ λεγόμενον, καὶ τέχνην ἀνιχνεύω ἅπασαν καὶ ἀλεξίκακον μηχανῶμαι φάρμακον καὶ θεὸν ἐπιβοῶ‐ μαι συνέριθον αἰδοῖ καὶ πόθῳ τοῦ ὁμοφύλου καὶ τῆς ὁμωνυμίας βαλλό‐
10μενος καὶ τὸν θύραθεν μῶμον ἀποσειόμενος. Εἰ μὲν οὖν πείσω, τὴν ὑγίειαν τῷ δεδωκότι χάρις τῆς ὑγιείας· εἰ δὲ μὴ πείσω, «ἰατταταιὰξ τῶν κακῶν, ἰατταταῖ» τομῇ τὸ ποθούμενον παραδίδωμι, ἀλγῶν μέν, ἀλλ’ ὅμως ἐκδί‐ δωμι φεύγων τὴν συνουσίαν, ὡς ἂν μὴ διανεμηθείη τὸ κακόν, ὡς πλείονα γενέσθαι τὰ ἀχρειούμενα, καὶ μετὰ τοῦ προφήτου οὐκ ἐπιτωθάζων,
15ἀλλ’ ὀδυρόμενος φθέγγομαι· «Ἰατρεύσαμεν τὴν Βαβυλῶνα καὶ οὐκ ἰάθη.» Καὶ τὴν αἰτίαν προστίθημι· «Διότι οὐκ ἠθέλησεν.» Αὐθαίρετος γὰρ ἥ
τε νόσος καὶ τῆς θεραπείας ἡ εἰσδοχή. Ταῦτά με πρὸς τὸ γράφειν παρώρ‐ μησεν· οὐκ ἔρις, οὐ ζῆλος, οὐκ ἔλεγχος, οὐ νίκης ἔφεσις, οὐκ ἐπιδείξεως τρόπος, οὐ μῖσος, ἀλλ’ ἔλεος ἐκ πόθου θείου καὶ τοῦ πλησίον ὁρμώμενος.109
20«Ἐὰν γὰρ ὑποστείλῃ», φησίν, «οὐκ εὐδοκεῖ ἐν σοὶ ἡ ψυχή μου.» Εἰς τοῦτο γὰρ ἡμᾶς ὁ θεὸς ἔθετο· παρακαλεῖν, νουθετεῖν, ἐπιστρέφειν, φιλοκαλεῖν, σκάπτειν, κόπρον περιτιθέναι, θεραπεύειν τὴν ἀκαρπίαν. Ἀκαρπίαν δὲ καὶ τὴν κακοκαρπίαν φαμὲν ὥσπερ ἄφωνον τραγῳδὸν τὸν κακόφω‐ νον· «οὐαὶ γάρ μοι, ἐὰν μὴ εὐαγγελίζωμαι», καὶ εἰ κατορύξω τὸ τάλαντον,
25ἀχρεῖος καὶ πονηρὸς διὰ τὸν ὄκνον γινόμενος ἀποπεμφθήσομαι τῆς χαρᾶς τοῦ κυρίου μου. Δέξασθε τοίνυν λόγον ἰάσεως τῇ τοῦ πνεύματος κροτούμενον χάριτι, ὡς ἂν ἡσθῇ μὲν θεός, κοινωνὸν δὲ τῆς εὐφροσύνης τὴν ἐκκλησίαν ποιήσητε. Μίαν δὲ ταύτην ἐπουρανίων καὶ ἐπιγείων ὁ σταυρὸς τοῦ κυρίου εἰργάσατο.

2

Ἐπειδὴ περὶ φύσεως ὁ σύμπας ἡμῖν λόγος κεκρότηται, τοῦτό φαμεν, ὡς ἐπὶ μὲν τῆς ἁγίας καὶ ὑπερουσίου θεότητος ἤτοι τῆς μοναρχικῆς καὶ ὁμοουσίου τριάδος, Ἄρειος μὲν καὶ Εὐνόμιος καὶ ἡ τούτων πολύθεος καὶ οὐδὲν ἧττον ἄθεος συμμορία τρεῖς οὐσίας ἀναφανδὸν ἐφληνάφησαν, ταῖς
5ὑποστάσεσι τὴν φύσιν συνδιατέμνοντες, κακῶς εἰδότες, καὶ τῇ ὑπο‐ στάσει ταὐτὸν τὴν φύσιν νοήσαντες, Σαβέλλιος δὲ ὁ Λίβυς μίαν ἀφρόνως ὑπόστασιν ἐξηρεύξατο συναιρῶν κακῶς τὰς τρεῖς καὶ συναλείφων διὰ τὸ μοναδικὸν τῆς οὐσίας εἰς μίαν ὑπόστασιν ἴσον τῇ φύσει νομίσας καὶ τὴν ὑπόστασιν, —ἐπὶ δέ γε τῆς ὑπεραγάθου καὶ σωτηρίου οἰκονομίας
10τοῦ ἑνὸς τῆς ἁγίας τριάδος θεοῦ λόγου τοῦ μονογενοῦς υἱοῦ τοῦ πατρός, κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ μὲν κακὸς κακῶς ἀπολόμενος ὁ ἀνθρω‐ πολάτρης Νεστόριος καὶ ὁ Διόδωρός τε καὶ ὁ Μομψουεστίας Θεόδωρος δύο τὰς φύσεις εἰδότες διαιροῦσι καὶ τὴν ὑπόστασιν καὶ συναριθμίους
ταῖς φύσεσι δύο καὶ τὰς ὑποστάσεις φασὶ καὶ τὸν ἕνα υἱὸν καὶ Χριστὸν καὶ110
15κύριον εἰς δύο υἱοὺς καὶ δύο κατατέμνουσι πρόσωπα διὰ τὸ ταὐτὸν ὑποτο‐ πάσαι τῇ φύσει καὶ τὴν ὑπόστασιν, Διόσκορός τε καὶ Σεύηρος καὶ ἡ τούτων πολυκέφαλος καὶ διὰ τοῦτο ἀκέφαλος ὕδρα μίαν ὑπόστασιν θέμενοι μίαν καὶ τὴν φύσιν ὡρίσαντο μὴ εἰδότες «μηδὲ ἃ λέγουσι μηδὲ περὶ τίνων διαβεβαιοῦνται»· μίαν γὰρ καὶ οὗτοι περὶ τὴν φύσιν καὶ τὴν
20ὑπόστασιν τὴν δόξαν ἐνόησαν καὶ οὐ μέχρι τούτου τὴν ἀσέβειαν ἔστησαν, ἀλλὰ καὶ ἐπὶ τῆς ἁγίας καὶ ὑπερθέου τριάδος τρεῖς μὲν μερικὰς οὐσίας καὶ φύσεις ἐδόξασαν, μίαν δὲ κοινὴν θεωρίᾳ, οὐκ οἶδ’ ὅπως, εἶναι δοκοῦσαν καὶ ἀνυπόστατον, οὐκ εἰδότες οἱ γεννάδαι καὶ δῆθεν σοφοί, ὡς οὐ παντά‐ πασι χρὴ τοὺς εὐσεβείας ἀντεχομένους τῶν ἔξω σοφῶν τοῖς δόγμασιν
25ἕπεσθαι, δοκίμους δὲ τραπεζίτας γίνεσθαι ἐπιγινώσκειν τε τῆς ἀληθείας τὸ χάραγμα καὶ διακρίνειν τοῦ κιβδήλου τὸ δόκιμον.

3

Ἀλλ’ οὐχ οὕτω τῆς εὐσεβείας οἱ τρόφιμοι, τῆς ἀληθείας οἱ κήρυκες, ἀλλὰ τῷ θείῳ νόμῳ ἑπόμενοι καὶ τῷ τῆς θείας γνώσεως φωτὶ ὁδηγού‐ μενοι οὐκ ἐσοφίσαντο περιττὰ οὐδὲ πέρα τοῦ πρέποντος γεγόνασι δίκαιοι, μέσην δὲ καὶ βασιλικὴν διανύσαντες τρίβον οὐ πρὸς τὸ εὐώνυμον ἐνέ‐
5κλιναν, οὐ πρὸς τὸ δοκοῦν δεξιὸν ἀπηνέχθησαν, οὐ διαστροφῇ τὴν δια‐ στροφὴν διωρθώσαντο, ἀλλ’ ἐν μεταιχμίῳ τῶν κακιῶν ἐν τοῖς ὅροις τῆς ἀληθείας ἱστάμενοι καὶ τὴν ἐφ’ ἑκάτερα ῥοπὴν ἀποκλίναντες μίαν μὲν οὐσίαν ἐπὶ τῆς ἁγίας τριάδος, τρεῖς δὲ τὰς ὑποστάσεις πρὸς αὐτῆς μυη‐ θέντες ἐμυσταγώγησαν. «Ἔμπαλιν» δέ, ὥς φησιν ὁ θεορρήμων Γρηγόριος,
10ἐπὶ τῆς σωτηρίου οἰκονομίας δύο μὲν τὰς οὐσίας εἴτ’ οὖν φύσεις, μίαν δὲ τὴν ὑπόστασιν εἴτ’ οὖν πρόσωπον, καὶ ταὐτὸν μὲν οὐσίαν καὶ φύσιν ὡρίσαντο, ταὐτὸν δὲ πάλιν ὑπόστασίν τε καὶ πρόσωπον, πλείστην δὲ ὅσην τὴν διαφορὰν οὐσίας καὶ φύσεως πρὸς πρόσωπον καὶ ὑπόστασιν, ὅσην τὸ κοινὸν ἔχει πρὸς τὸ καθ’ ἕκαστον.

4

Πρῶτον οὖν, εἰ δοκεῖ, περὶ φύσεώς τε καὶ ὑποστάσεως διερευνή‐
σαντες καὶ ἑκάστου μαθόντες τὸ σημαινόμενον οὕτως, εἰ δύο φύσεις ἐπὶ Χριστοῦ χρὴ λέγειν ἢ μίαν, ἀριδήλως εἰσόμεθα. Ἔστω δὲ προδιωρι‐ σμένος καὶ ὁ σκοπός, μὴ ἔριδι τὴν ἀλήθειαν ἐξοστρακίζειν, πόθῳ δὲ111
5ταύτην ἰχνηλατεῖν· οὕτω γὰρ οἶδε τοῖς ζητοῦσιν εὑρίσκεσθαι. «Ἐγ‐ γίσατε γάρ μοι», φησί, «καὶ ἐγγιῶ ὑμῖν», καὶ «ὅπου συναχθῶσι δύο ἢ τρεῖς ἐν τῷ ὀνόματί μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν», ἀλλὰ καὶ «αἰτεῖτε καὶ οὐ δοθήσεται ὑμῖν, διότι κακῶς αἰτεῖτε», καὶ «ὅπου ἔρις καὶ ζῆλοι καὶ διχο‐ στασίαι, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;», καὶ
10«οὐ δύνασθε πιστεύειν εἰς ἐμὲ δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες.»

5

Ἀλλ’ ἐντεῦθεν τοῦ λόγου ἀρξόμεθα. Φησὶν ὁ θεοφόρος Βασίλειος πρὸς Ἀμφιλόχιον γράφων· «Οὐσία δὲ καὶ ὑπόστασις ταύτην ἔχει τὴν διαφοράν, ἣν ἔχει τὸ κοινὸν πρὸς τὸ καθ’ ἕκαστον», καὶ μεθ’ ἕτερα· «Τὸ μὲν τῆς οὐσίας ὄνομα ἀόριστον ἡμῖν τινα παρίστησιν ἔννοιαν μηδεμίαν
5ἐκ τῆς κοινότητος τοῦ σημαινομένου στάσιν εὑρίσκουσαν, τὸ δὲ τῆς ὑποστάσεως τὸ κοινόν τε καὶ ἀπερίγραπτον ἐν τῷ τινι πράγματι διὰ τῶν ἐπιφαινομένων ἰδιωμάτων παρίστησί τε καὶ περιγράφει.» Τίς οὐκ ἐπιγνώσεται τῆς ἀληθείας ἐχόμενος, ὅση διαφορὰ φύσεως πρὸς ὑπόστα‐ σιν; Εἰ γὰρ ταὐτὸν ἡ οὐσία καὶ ἡ ὑπόστασις, μιᾶς δὲ οὐσίας ὁ υἱὸς τῷ
10πατρί, μιᾶς ἔσται καὶ ὑποστάσεως, ἢ ἑτέρας τελῶν ὑποστάσεως, ἑτέρας ἔσται καὶ φύσεως· καὶ ὥσπερ ἐστὶν ὁμοούσιος, ἔσται καὶ ὁμοϋπόστατος, ἢ ὡς ἔστιν ἑτεροϋπόστατος, ἔσται κατὰ τὴν εὔλογον ἀντιστροφὴν καὶ ἑτεροούσιος. Ὁμοίως καὶ ἐπὶ τῆς ἀνθρωπότητος· εἰ τὸ ὑφεστὸς ὑπόστασίς ἐστιν, ὑφέστηκε δὲ ἡ ἀνθρωπίνη φύσις ὑπόστασις, καὶ ὥσπερ πᾶσα ἡ
15ἀνθρωπότης μία φύσις ἐστὶν ἀδιαίρετος, οὕτως ἔσται καὶ μία ὑπόστασις ἀδιαίρετος.

6

Εἰ δέ φατε, ὡς ἕτερος λόγος ἐπὶ τῆς ἁγίας θεότητος καὶ ἄλλος ἐπὶ τῆς δι’ ἡμᾶς τοῦ κυρίου οἰκονομίας, εἴπατε ἡμῖν διερωτῶσιν· Εἰ ταὐτὸν φύσις καὶ ὑπόστασις, ἐκ δύο φύσεων τὸν Χριστὸν ὁμολογοῦντες, οὐχὶ καὶ ἐκ δύο λέγειν ἀναγκασθήσεσθε ὑποστάσεων καὶ ἢ οὐδέποτε δύο λέγειν
5φύσεις ἐπὶ Χριστοῦ θρασυνθήσεσθε ἢ καὶ δύο λέγειν ἐπ’ αὐτοῦ τὰς ὑπο‐ στάσεις ὑπὸ τῶν ἡμετέρων ἐκβιασθήσεσθε θέσεων; Εἰ ταὐτὸν φύσις ἐστὶ καὶ ὑπόστασις, ἄλλην δὲ φύσιν τῆς θεότητος καὶ ἑτέραν τῆς σαρκὸς αὐτοῦ λέγετε, εἴπατε ἄλλην ὑπόστασιν τῆς αὐτοῦ θεότητος καὶ ἑτέραν τῆς αὐτοῦ ἀνθρωπότητος.

7

Εἰ ταὐτὸν φύσις ἐστὶ καὶ ὑπόστασις, ὁμοούσιος δὲ ὁ Χριστὸς τῷ
θεῷ καὶ πατρὶ καὶ ὁμοούσιος ἡμῖν, ἔσται καὶ τῷ πατρὶ καὶ ἡμῖν ὁμοϋπόστα‐ τος, καὶ ἔσονται αἵ τε τῆς θεότητος αἵ τε τῆς ἀνθρωπότητος ὑποστάσεις μιᾶς ὑποστάσεως. Εἰ ταὐτόν ἐστι φύσις καὶ ὑπόστασις, τί μὴ διαφορὰν112
5ὑποστάσεων ὡς καὶ τῶν φύσεων ἐπὶ Χριστοῦ καταφάσκετε; —Ὅτι μὲν οὐ ταὐτὸν φύσις ἐστὶ καὶ ὑπόστασις, ἱκανῶς ἀποδέδεικται τοῖς μὴ τυφλώττουσι τὴν διάνοιαν.

8

Ὑπόστασιν δέ φημι τὴν καθ’ αὑτό· ὁμώνυμον γὰρ τὸ τῆς ὑποστά‐ σεως ὄνομα. Ποτὲ μὲν γὰρ τὸ αὐθυπόστατον σημαίνει καὶ αὐθύπαρκτον καὶ τὸ μὴ ἐν ἑτέρῳ ἔχειν τὴν ὕπαρξιν μηδὲ συμβεβηκὸς εἶναι, ὡς καὶ σπανίως οἱ ἅγιοι πατέρες ἐπὶ τῆς οὐσίας ἐχρήσαντο, ποτὲ δὲ τὸ καθ’
5αὑτὸ ὑφεστὸς ἤτοι τὸ ἄτομον, καὶ ποτὲ μὲν τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι μηδὲ ἀνύπαρκτον, ποτὲ δὲ τὸ πρὸς κατηγορίαν ὑποκείμενον.

9

Ἀφέντες τοίνυν τὸ περισκελὲς τὸν λόγον τῆς ἀληθείας ὀρθοτομήσατε· οὐ γάρ, ὡς οἱ ἅγιοι πατέρες εἰρήκασι, ταὐτὸν λέγετε φύσιν καὶ ὑπόστα‐ σιν, μερικὴν δὲ μᾶλλον τὴν φύσιν ὡς καὶ τὴν καθ’ αὑτὸ ὁμολογεῖτε ὑπόστασιν. Ὅτι δὲ οὐ μερικὰς φύσεις λέγειν ἐχρῆν, ἐντεῦθεν εἰσόμεθα.

10

Εἰ μερικὰς φύσεις ἐπὶ τῆς ἁγίας τριάδος ὁμολογεῖτε, ἑτεροούσιον ταύτην δοξάζετε, καὶ πάλιν ἐγήγερται Ἄρειος. Εἰ δὲ ἑκάστῃ τῶν τῆς ἁγίας τριάδος θεαρχικῶν ὑποστάσεων ἰδιάζουσαν δῶτε οὐσίαν—ὁμο‐ ουσίους δὲ ταύτας κατὰ τὴν κοινὴν οὐσίαν ὁμολογήσετε, ταὐτὸν δὲ
5οὐσία τε καὶ ὑπόστασις—, ἔσται καθ’ ὑμᾶς τετρὰς ὑποστάσεων, τριῶν μὲν μερικῶν, μιᾶς δὲ κοινῆς, καὶ οὐσιῶν ὁμοίως τετράς. Καὶ ἑκάστη τῶν ὑποστάσεων δύο φύσεών τε καὶ ὑποστάσεων, μιᾶς μὲν κοινῆς, μιᾶς δὲ μερικῆς, καὶ ἔσονται ὁμοούσιοι καὶ ἑτεροούσιοι, ὁμοϋπόστατοί τε καὶ ἑτεροϋπόστατοι. Καὶ τίς οὐ γελάσεται, μᾶλλον δὲ ἀποδύρεται τῆς
10μανίας τὴν ὑπερβολήν; Οὐκ ἔστι τοῦτο φλήναφος καὶ διανοίας ἀνάπλασμα κακοδαίμονος, δαιμόνων εὕρημα σκοτεινὸν καὶ τῆς Ἑλληνικῆς τερθρείας τεράτευμα; Τίς τοῦτο τῶν θεοφόρων εἴρηκε πώποτε, εἰ μή που τὸν
παρ’ ὑμῖν ἅγιον Ἀριστοτέλην ἡμῖν ὡς τρισκαιδέκατον ἀπόστολον εἰσαγά‐ γοιτε καὶ τῶν θεοπνεύστων τὸν εἰδωλολάτρην προκρίνοιτε; Ἀλλ’ ἐπὶ113
15τὸ προκείμενον ἐπανίωμεν.

11

Εἰ γὰρ μή ἐστι φύσις ἀνυπόστατος, οὔτε μὴν οὐσία ἀπρόσω‐ πος οὐδ’ αὖ πάλιν ἀνούσιος ὑπόστασίς τε καὶ πρόσωπον—οὐ γάρ ἐστιν—, ἀλλ’ οὐ ταὐτὸν οὐσία τε καὶ ὑπόστασις οὐδὲ φύσις καὶ πρόσ‐ ωπον. Οὐ γὰρ ταὐτὸν οὐσία τε καὶ ἐνούσιον οὐδ’ ἐνυπόστατον καὶ
5ὑπόστασις. Ἕτερον γάρ ἐστι τὸ ἔν τινι καὶ ἕτερον τὸ ἐν ᾧ· ἐνούσιον μὲν γάρ ἐστι τὸ ἐν τῇ οὐσίᾳ θεωρούμενον, τουτέστι τὸ τῶν συμβεβηκότων ἄθροισμα, ὃ δηλοῖ τὴν ὑπόστασιν, οὐκ αὐτὴν τὴν οὐσίαν. Ἐνυπόστατον δὲ οὐχ ἡ ὑπόστασις, τὸ ἐν ὑποστάσει δὲ καθορώμενον. Οὐσία δέ, τουτ‐ έστιν ὁπωσοῦν ὑπάρχει, εἴτε καθ’ ἑαυτὴν εἴτε σὺν ἑτέρῳ εἴτε ἐν ἑτέρῳ·
10καθ’ αὑτὴν μὲν ὡς πυρὸς οὐσία, σὺν ἑτέροις δὲ ὡς ψυχὴ καὶ σῶμα (σὺν ἀλλήλοις γὰρ ταῦτα τὴν ὑπόστασιν ἔχει), ἐν ἑτέρῳ δὲ ὡς πῦρ ἐν θρυαλ‐ λίδι καὶ ὡς ἡ σὰρξ τοῦ κυρίου ἐν τῇ ἀνάρχῳ αὐτοῦ ὑποστάσει. Ἡ μὲν γὰρ ὑπόστασις τὸν τινὰ ἢ τόδε δηλοῖ τὸ ἅμα τῇ τοῦ δακτύλου ἀνα‐ τάσει δεικνύμενον, τὸ δὲ ἐνυπόστατον τὴν οὐσίαν. Καὶ ἡ μὲν ὑπόστασις
15πρόσωπον ὁρίζει τοῖς χαρακτηριστικοῖς ἰδιώμασιν, τὸ δέ γε ἐνυπόστατον τὸ μὴ εἶναι αὐτὸ συμβεβηκός, ὃ ἐν ἑτέρῳ ἔχει τὴν ὕπαρξιν. Εἰ γὰρ ταὐτὸ τὸ ἔν τινι καὶ τὸ ἐν ᾧ, ὥρα σοι λέγειν ταὐτὸν ἀρετὴν καὶ ἐνάρετον καὶ κατὰ τὴν εὔλογον ἀντιστροφὴν κακίαν καὶ τὸ ἐν ᾧ ἡ κακία, καὶ ἔσται κατὰ σὲ αὐτὸς ὁ διάβολος κακία καὶ ὁ τούτου δημιουργὸς κακίας δημιουρ‐
20γός, καί, ἐπειδὴ ἐν τῇ οὐσίᾳ τὸ συμβεβηκός, ἔσται τὸ συμβεβηκὸς οὐσία καὶ συμβεβηκὸς ἡ οὐσία, ἢ ἐπειδὴ ἔμψυχον τὸ σῶμα, φημὶ τὸ ἀνθρώπινον, ἔσται κατὰ σὲ τὸ σῶμα ψυχή. Καὶ τίς ταύτης τῆς συγχύσεως τὴν μανίαν ὑποίσει;

12

Ὅτι μὲν οὖν οὐκ ἔστιν οὐσία ἀνυπόστατος, ἴσμεν σαφῶς, ἀλλ’
οὐ ταὐτόν φαμεν ἐνυπόστατον καὶ ὑπόστασιν, οὔτε μὴν οὐσίαν τε καὶ ἐνούσιον· ἀλλ’ ἐνούσιον μὲν τὴν ὑπόστασιν, ἐνυπόστατον δὲ τὴν οὐσίαν. Τήν τε γὰρ οὐσίαν τῆς ἁγίας θεότητος ἐνυπόστατον ἴσμεν (ἐν ταῖς τρισὶ114
5γάρ ἐστιν ὑποστάσεσι) καὶ ἑκάστην τῶν ὑποστάσεων ὡσαύτως ἐνούσιον (ἐν τῇ οὐσίᾳ γὰρ αὗται τελοῦσι τῆς ἁγίας θεότητος). Καὶ ἐπὶ τῆς ἀρρήτου καὶ πάντα νοῦν ὑπερκειμένης τοῦ κυρίου οἰκονομίας ἐνούσιον μέν φαμεν τὴν ὑπόστασιν ὡς ἐν ταῖς οὐσίαις τελοῦσαν, ἐξ ὧν καὶ συντέθειται, ἐν‐ υπόστατον δὲ ἑκάστην τῶν οὐσιῶν αὐτοῦ· ἔχουσι γὰρ κοινὴν τὴν μίαν
10αὐτοῦ ὑπόστασιν ἡ μὲν θεότης αὐτοῦ ἀϊδίως, καθὰ καὶ τὴν τοῦ πατρὸς καὶ τοῦ πνεύματος, ἡ δὲ ἔμψυχος καὶ λογικὴ αὐτοῦ σάρξ, ταὐτὸν δ’ εἰπεῖν ἡ ἀνθρωπότης αὐτοῦ, προσφάτως ἐν αὐτῇ ὑποστᾶσα καὶ αὐτὴν κληρωσαμένη ὑπόστασιν. Οὕτως οὔτε ἀνυπόστατος οὐθ’ ἑτέρα τῶν τοῦ Χριστοῦ φύσεών ἐστιν οὔτε ἑκάστη καθ’ αὑτὴν ὑπόστασίς ἐστιν ἢ
15ἰδίᾳ καὶ ἀνὰ μέρος ὑπόστασιν κέκτηται, ἀλλὰ τὴν αὐτὴν καὶ μίαν ἀμφό‐ τερα.

13

Τούτων οὕτω προδιωρισμένων ἐπὶ τὸ ζητούμενον ἔλθωμεν. Τοῦτο δέ ἐστιν, εἰ δύο φύσεις ἐστὶν ὁ Χριστὸς καὶ ἐν δυσὶ φύσεσιν ἢ μία, καθὰ τερατεύεσθε. Χρὴ τοιγαροῦν τὸν περί τινος συλλογιζόμενον ἐκ κοινῶν καὶ ἀληθῶν ἐννοιῶν—κοινῶν δέ φημι τῶν παρ’ ἀμφοτέροις
5ὁμολογουμένων—τὰς ἀρχὰς ἤτοι τὰς προτάσεις ποιεῖσθαι· οὕτω γὰρ συλλογισμὸς καὶ οὐ παραλογισμὸς τὸ πλεκόμενον εἴη, τό τε συμπέρασμα ἀληθὲς καὶ οὐκ ἄτοπον.

14

Ὡμολόγηται τοίνυν παρ’ ἅπασι τοῖς ἁγίοις πατράσιν ἐκ θεότητος καὶ ἀνθρωπότητος γεγενῆσθαι τὴν ἕνωσιν καὶ τὸν Χριστὸν ἐν θεότητι τέλειον καὶ τέλειον καὶ ἀνελλιπῆ τὸν αὐτὸν ἐν ἀνθρωπότητι. Εἴπατε τοίνυν ἡμῖν· Καὶ ὑμῖν ταῦτα δοκεῖ; Συνομολογήσετε, ὥς γέ μοι δοκεῖ. Τί
5δὲ θεότης καὶ τί ἀνθρωπότης ἐστίν, οὐσία ἢ συμβεβηκός, φύσις ἢ ὑπόστα‐ σις; Οἶμαι οὐσίαν καὶ φύσιν ὑμᾶς ἐρεῖν. Ὅτι μὲν γὰρ οὐ συμβεβηκός, παντί που δῆλον· ὅτι δὲ οὐδ’ ὑπόστασις ἱκανῶς ἐν τοῖς ἔμπροσθεν ἀπο‐
δέδεικται. Εἰ γὰρ ὑπόστασιν τὸ τῆς θεότητος καὶ τὸ τῆς ἀνθρωπότητος σημαίνουσιν ὄνομα, ὥρα σοι λέγειν καὶ τρεῖς θεότητας διὰ τὸ τριαδικὸν115
10τῶν ὑποστάσεων καὶ ἀπείρους τὰς ἀνθρωπότητας διὰ τὸ τῶν ὑποστά‐ σεων ἄπειρον ἢ ὑπόστασιν ἐν ὑποστάσεσιν, ὅ τις οὐχὶ σοφός, ἀλλὰ καὶ λίαν σκαιὸς τὴν διάνοιαν ἐρεῖν τετόλμηκε πώποτε. Ἔστι τοίνυν φύσεως σημαντικὸν ἕκαστον, τό τε τῆς θεότητος δηλαδὴ καὶ τὸ τῆς ἀνθρωπότη‐ τος, ὄνομα. Θεότης τοίνυν καὶ ἀνθρωπότης μία φύσις ἐστίν, οὐκ ἐπὶ τοῦ
15κυρίου φημί, ἀλλ’ ἀπολύτως; Οὔκ, ἐρεῖ τις μὴ μαινόμενος· οὐ γὰρ τὸ κτιστὸν τῷ ἀκτίστῳ καὶ κτίστῃ κατ’ οὐσίαν ταὐτὸν οὐδὲ τὸ σῶμα τῷ ἀσωμάτῳ οὐδὲ τὸ ἠργμένον τῷ ἀνάρχῳ. Ἄλλη φύσις οὖν ἐστι τῆς θεότητος καὶ ἑτέρα τῆς ἀνθρωπότητος, καὶ δύο φύσεις εἰσίν. Ἐκ θεότητος τοίνυν καὶ ἀνθρωπότητος ὢν ὁ Χριστὸς ἐκ δύο φύσεών ἐστιν. Εἰ οὖν ἐκ
20θεότητος καὶ ἀνθρωπότητος καὶ ἐκ δύο φύσεων τὸν Χριστὸν λέγετε, εἴπατε ἡμῖν· Τὰ δύο ταῦτα, ἤτοι θεότης καὶ ἀνθρωπότης, ἐν τῷ Χριστῷ εἰσιν ἢ οὔ; Καταφήσοιτε, εἴπερ μὴ τέλεον ἀσεβεῖν αἱρήσοισθε. Πῶς οὖν οὐ δύο φύσεις ἐν τῷ Χριστῷ λέγετε· Εἰ γὰρ ἐκ θεότητος καὶ ἀνθρωπότητος τὸν Χριστὸν λέγοντες ἐκ δύο φύσεων αὐτὸν ὁμολογεῖτε καὶ ἴσον παρ’
25ὑμῖν δύναται τὸ ἐκ θεότητος καὶ ἀνθρωπότητος τῷ ἐκ δύο φύσεων, πῶς θεότητα καὶ ἀνθρωπότητα τὸν Χριστὸν λέγοντες καὶ μετὰ τὴν ἕνωσιν καὶ ἐν θεότητι καὶ ἀνθρωπότητι οὐ δύο φύσεις αὐτὸν καὶ ἐν δυσὶν ὁμο‐ λογήσετε φύσεσιν;

15

Εἰ οὐ ταὐτὸν θεότης καὶ ἀνθρωπότης ὡς ἐν ποιότητι φυσικῇ, ἄλλο δὲ καὶ ἄλλο, ἕτερόν τε καὶ ἕτερον, σκοπείτω πᾶς τις εὖ φρονῶν, εἰ τὸ ἄλλο κατὰ φύσιν καὶ ἄλλο ἓν κατ’ οὐσίαν καὶ οὐ δύο εἰσίν, εἰ δὲ δύο καὶ οὐχ ἕν, φύσεις δηλαδή· τὸ γὰρ ἄλλο φύσιν δηλοῖ, ὡς οἱ περὶ ταῦτα
5σοφοὶ διειλήφασιν. Φύσις δὲ καὶ φύσις μία ἐστὶν ἢ δύο; Δύο δῆλον· μία γὰρ καὶ μία καὶ τοῖς νηπίοις δῆλον, ὡς δύο εἰσίν.

16

Εἰ δέ φατε τὰ ἑνούμενα ἓν εἶναι· ἀλλ’ ἀκούσατε, ὅτι τὰ ἑνούμενα οὐ κατὰ πάντα ἕν εἰσιν, ἀλλὰ καθὸ ἥνωται. Εἰ γὰρ τὰ ἑνούμενα κατὰ πάν‐ τα ἕν εἰσιν, ἐπειδὴ ἐξ ἀνομοίων φύσεων ὁ ἄνθρωπος σύγκειται, ἀνάγκη λέγειν, ὡς ψυχὴ καὶ σῶμα κατὰ πάντα ἕν εἰσι, καὶ ἔσται τὸ ἀσώματον
5σῶμα, καὶ τὸ σῶμα ἀσώματον· καὶ ἐπειδὴ θεότης καὶ ἀνθρωπότης ἥνωνται, ἔσονται ἓν κατὰ τὴν οὐσιώδη διαφοράν, καὶ ἢ τὸ θεῖον κτιστὸν ἢ τὸ ἀνθρώπινον ἄκτιστον.116

17

Εἰ τὰ ἑνούμενα ἕν εἰσι κατὰ πάντα, τὸ δὲ σῶμα ἐξ ἐναντίων ποιοτή‐ των σύγκειται, ἐροῦμεν, ὡς θερμότης καὶ ψύξις ταὐτὸν καὶ ξηρότης καὶ ὑγρότης ὁμοίως ταὐτόν, καὶ Πέτρος καὶ Ἰωάννης, ἐπειδὴ τῇ φύσει ἥνων‐ ται, ἄρα καὶ τῇ ὑποστάσει εἷς οἱ δύο τυγχάνουσιν. Ἀλλ’ οὐχ οὕτω τοῖς
5εὖ φρονοῦσι καὶ τῇ ἀληθείᾳ δοκεῖ, μᾶλλον δὲ τὰ ἑνούμενα, καθὸ ἥνωται, ἓν εἶναι· Πέτρον μὲν καὶ Ἰωάννην, ἐπειδὴ κατὰ φύσιν ἥνωνται, ὁμοούσιοι τυγχάνοντες ἓν εἶναι κατὰ τὴν φύσιν, ψυχὴν δὲ καὶ σῶμα, ἐπειδὴ καθ’ ὑπόστασιν ἥνωνται, ἓν εἶναι κατὰ τὴν ὑπόστασιν· Οὐ γὰρ κατὰ φύσιν ἓν εἶναι ψυχὴν καὶ σῶμα εἴποι τις ἂν νήφων τὸν λογισμόν.

18

Εἰ ἐκ δύο φύσεων ἡ ἕνωσις γέγονεν, ἢ πρὸ τῆς ἑνώσεως ἦσαν δύο ἢ ἐν τῇ ἑνώσει ἢ μετὰ τὴν ἕνωσιν. Καὶ εἰ μὲν πρὸ τῆς ἑνώσεως ὑπέστησαν, τί Νεστορίῳ μεμφόμεθα; Εἰ δὲ καὶ μετὰ τὴν ἕνωσιν ἡ σὰρξ ὑφέστηκε, τί ἡμῖν μέμφεσθε; Εἰ δὲ ἐν τῇ ἑνώσει φατέ, μένει δὲ ἡ ἕνωσις, καὶ νῦν καὶ εἰς
5τὸν αἰῶνα ἀδιάσπαστος καὶ νῦν εἰς τὸν αἰῶνα δύο εἰσί τε καὶ ἔσονται. Εἰ δὲ τῷ καιρῷ τῆς τοῦ λόγου σαρκώσεως τὸ ἓν τῇ ἑνώσει φατέ, πρὶν ἑνω‐ θῶσιν, ἦσαν δύο ἢ ἑνωθέντα; Εἰ μὲν γὰρ πρὸ τῆς ἑνώσεως ὑπῆρξαν ἀμφότερα, ἐξ ὑποστάσεων ἀνάγκη λέγειν δύο τὴν ἕνωσιν· εἰ δὲ ἐν τῇ ἑνώσει δύο φατέ, ὁ δὲ ἀριθμὸς καθ’ ὑμᾶς πάντως εἰσάγει διαίρεσιν,
10διαιρέσεως αἰτία ἡ ἕνωσις, καὶ ἐν τῇ ἑνώσει διαιρεῖτε τὴν ἕνωσιν.

19

Εἰ φυλάττει ἕκαστον τὰ ἐξ ὧν ὁ Χριστὸς τὸν ἴδιον τῆς οὐσίας ὅρον τε καὶ λόγον κἂν τῇ ἑνώσει καὶ ἕτερος μὲν ὁ τῆς Χριστοῦ θεότητος ὅρος καὶ ὁ τῆς αὐτοῦ ἀνθρωπότητος ἕτερος, τί τὰ μὴ ὑπὸ ἕνα καὶ τὸν αὐτὸν ὅρον ταττόμενα μίαν καὶ οὐ δύο φύσεις λέγετε;

20

Εἰ ὁμοούσιος ἡ τοῦ θεοῦ λόγου σὰρξ τῇ ἀκτίστῳ αὐτοῦ θεότητι καθ’ ὑμᾶς, συνουσίωσιν νοσεῖτε· καὶ τί μὴ τὸ πάλαι ὑμῖν ὠδινόμενον ἀπορρήγνυτε; Εἰ δὲ οὐχ ὁμοούσιος, πῶς τὰ μὴ ὁμοούσια μιᾶς ἂν εἴη φύσεως ἢ πῶς τὰ μιᾶς φύσεως οὐχὶ καὶ ὁμοούσια; Εἰ μὴ γὰρ μεθύομεν,
5ὁμοουσιότητος ὅρος ἐστὶ τὰ τὴν αὐτὴν οὐσίαν ἔχοντα.117

21

Εἰ ὁμοούσιος τῷ πατρὶ καὶ ὁμοούσιος ἡμῖν κατὰ τὴν αὐτὴν φύσιν ἐστὶν ὁ Χριστός, καὶ ἡμεῖς ἐκ παντὸς τῷ πατρὶ ὁμοούσιοι· τὰ γὰρ τῷ αὐτῷ κατὰ τὴν αὐτὴν φύσιν ὁμοούσια καὶ ἀλλήλοις ἐστὶν ὁμοούσια. Εἰ δὲ κατὰ τὴν θεότητα τῷ πατρί ἐστιν ὁμοούσιος, ἡμῖν δὲ κατὰ τὴν ἀν‐
5θρωπότητα, θεότης, εἴπατε, καὶ ἀνθρωπότης μία φύσις ἐστίν; Ἀλλ’ εἰ μὲν οὐ μία, δύο πάντως καὶ δύο φύσεις ἐστὶν ὁ Χριστὸς καὶ ἐν δύο φύσεσιν· εἰ δὲ μία, πῶς διαφέρουσιν; Τὰ γὰρ διαφέροντα ἢ οὐσιωδῶς διαφέρει ἢ ἐπουσιωδῶς· ἀλλ’ εἰ μὲν ἐπουσιωδῶς, ὑποστάσεις ἂν εἶεν καὶ οὐ φύσεις· εἰ δὲ οὐσιωδῶς, φύσεις. Τὰ γὰρ διαφέροντα τοὐλάχιστον δύο· τὸ γὰρ ἕν,
10καθὸ ἕν, οὐ διαφέρει. Συνεισφέρειν γὰρ οἶδεν ἐξ ἀνάγκης τὸν ἀριθμὸν ἡ διαφορά.

22

Τὰ ὁμοούσια τὸν αὐτὸν ἐπιδέχεται λόγον. Εἰ οὖν ὁ Χριστὸς μία φύσις ἐστὶ σεσαρκωμένη καὶ οὗτος, ὥς φατε, τῆς αὐτοῦ οὐσίας ὁ ὅρος ἐστίν, ὁμοούσιος δέ ἐστιν τῷ πατρὶ καὶ ἡμῖν ὁμοούσιος, ἄρα ἔσται καὶ ὁ πατὴρ καὶ ἡμεῖς μία φύσις θεότητος σεσαρκωμένη.

23

Ἡ διαφορὰ τοὐλάχιστον δύο εἰσάγει τὰ διαφέροντα, ἢ φύσεις ἢ ὑποστάσεις, ἢ μίαν ὑπόστασιν ἑαυτῆς διαφέρουσαν. Καὶ εἰ μὲν φύσεις, οὐσιωδῶς· εἰ δὲ ὑποστάσεις, ἐπουσιωδῶς· εἰ δὲ μίαν ὑπόστασιν, ἀλλοι‐ ουμένην καὶ μεταβαλλομένην κατὰ τὸ χωριστὸν συμβεβηκός. Ἕλεσθε
5τοιγαροῦν τούτων θάτερον· ἢ δύο ὑποστάσεις μετὰ τὴν ἕνωσιν τὸν Χριστὸν εἴπατε ἢ κατὰ τὸ χωριστὸν συμβεβηκὸς διαφέρειν τὴν θεότητα αὐτοῦ τῆς αὐτοῦ ἀνθρωπότητος, καὶ ἔσται τὸ ἄκτιστον καὶ ἄναρχον καὶ ἀπαθὲς καὶ παντοδύναμον καὶ τὰ τοιαῦτα, ὁμοίως δὲ καὶ τὸ κτιστὸν καὶ ἠργμένον καὶ παθητὸν καὶ τὰ τοιαῦτα συμβεβηκότα καὶ ταῦτα χωριστὰ
10καὶ τρεπτὰ καὶ ἀλλοιωτὰ τὰ ἐξ ὧν ὁ Χριστός, ἢ δύο φύσεις τὸν Χριστὸν μεθ’ ἡμῶν καὶ τῆς ἀληθείας κηρύξατε, ὧν καὶ τὴν διαφορὰν ὁμολογεῖτε. Οὐσιῶν γὰρ διαφορὰν λέγοντες οὐσῶν λέγειν καὶ σῳζομένων ἀναγκασ‐ θήσεσθε· τοῦ γὰρ μὴ ὄντος οὔτε διαφορὰ ἂν εἴη. Πῶς γὰρ διαφέρουσι
τὰ μὴ σῳζόμενα· εἰ δὲ ὄντως σῴζονται, καὶ ἀριθμείσθωσαν.118

24

Εἰ δέ φατε, ὡς ἐκ δύο φύσεων μία φύσις ἐχρημάτισε σύνθετος, εἴπατε ἡμῖν· Πῶς συντίθεσθαι τὰ συντιθέμενα πέφυκε; Μία γὰρ φύσις σύνθετος ἐκ διαφόρων συνίσταται φύσεων, ὅταν ἑνουμένων φύσεων ἕτερόν τι παρὰ τὰ ἑνωθέντα τὸ ἀποτελούμενον γίνηται καὶ μήτε τοῦτο
5κυρίως μήτε ἐκεῖνο, ἀλλ’ ἕτερον νοῆται καὶ λέγηται, ὡς ἀπὸ τῶν τεσσά‐ ρων στοιχείων, πυρός φημι καὶ ἀέρος γῆς τε καὶ ὕδατος, συσταίη σῶμα, ἑνουμένων δηλαδὴ τῶν τεσσάρων καὶ συγκιρναμένων, καὶ τὸ ἀποτελού‐ μενον οὔτε πῦρ ἐστιν οὔτε λέγεται οὔτε ἀὴρ οὔτε ὕδωρ οὔτε γῆ, ἀλλ’ ἐκ τούτων παρὰ ταῦτα ἕτερον· ὁμοίως ἀπὸ ἵππου καὶ ὄνου ἡμίονος οὐδὲ
10ἵππος οὐδ’ ὄνος ἐστὶν οὐδὲ λέγεται, ἀλλ’ ἐκ τούτων παρὰ ταῦτα ἕτερον. Ὁ δὲ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐκ θεότητος ὢν καὶ ἀνθρωπότητος ἐν θεότητί τέ ἐστι καὶ ἐν ἀνθρωπότητι τέλειος, καὶ θεὸς καὶ ἄνθρωπος ἔστι τε καὶ λέγεται, καὶ ὅλος θεὸς καὶ ὅλος ἄνθρωπος, ὅπερ ἐπὶ τῆς συνθέ‐ του φύσεως οὐκ ἔστιν εὑρεῖν· οὐ γὰρ ὅλον τὸ σῶμα πῦρ οὐδ’ ὅλος ὁ
15ἄνθρωπος ψυχὴ ἢ ἵππος ὅλη ἐστὶν ἡ ἡμίονος. Διὸ οὐ μία σύνθετος φύσις ἐστὶν ὁ Χριστός, ἀλλὰ μία ὑπόστασις σύνθετος, οὐκ ἐξ ἑτέρων ἕτερον, ἀλλ’ ἐξ ἑτέρων τὰ αὐτά· ἐκ θεότητος γὰρ καὶ ἀνθρωπότητος θεός τέ ἐστι καὶ ἄνθρωπος τέλειος, δύο μέντοι φύσεις ἐν μιᾷ συνθέτῳ ὑποστάσει καὶ ἐν δυσὶ φύσεσι μία ὑπόστασις σύνθετος.

25

Εἰ ὁμοφυὴς ὁ Χριστὸς καὶ ὁμοούσιος τῷ πατρὶ ἁπλῆς ὄντι φύσεως, ἔχει δὲ καὶ σύνθετον φύσιν, δύο ἕξει φύσεις, μίαν ἁπλῆν καὶ μίαν σύνθετον.

26

Εἰ ἄκτιστος καὶ ἄναρχος ἡ τοῦ Χριστοῦ θεότης, κτιστὴ δὲ καὶ ἠργμένη ἡ ἀνθρωπότης αὐτοῦ, πῶς τὸ ἄναρχον καὶ τὸ ἠργμένον μιᾶς ἔσται φύσεως;

27

Εἰ μία φύσις σύνθετός ἐστιν ὁ Χριστός, τὸ δὲ ἁπλοῦν καὶ τὸ σύνθε‐ τον οὐχ ὁμοούσια, ἁπλῆς δὲ φύσεως ὁ πατήρ, οὐχ ὁμοούσιος τῷ πατρὶ ὁ
Χριστός.119

28

Εἰ ἐκ θεότητος καὶ ἀνθρωπότητος μία φύσις σύνθετός ἐστιν ὁ Χριστός, οὐκ ἐκ θεότητος δὲ καὶ ἀνθρωπότητος ἡ τούτου μήτηρ ἐστίν, οὐδὲ τῇ μητρί ἐστιν ὁμοούσιος· καὶ μετηνέγκατε ὅρια αἰώνια, ἃ οἱ πα‐ τέρες ἡμῶν ἔθεντο, ὁμοούσιον τὸν Χριστὸν εἰπόντες τῷ πατρὶ κατὰ τὴν
5θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα.

29

Εἰ δὲ κατ’ ἐπίνοιαν τοῦ Χριστοῦ τὰς φύσεις λέγετε καὶ θεωρίαν, εἴπατε ἡμῖν, οἱ τῶν φύσεων ἐπινοηταὶ καὶ θεωρηταί· Ἡ ἐπίνοια ἀληθῶν καὶ ὄντων πραγμάτων ἐστίν, οἱονεὶ τὰ τῇ αἰσθήσει δοκοῦντα ἁπλᾶ τῇ νοήσει διαρθροῦσα καὶ διακρίνουσα, ὡς ἐπὶ ἀνθρώπου σὺν τῷ φαινο‐
5μένῳ σώματι καὶ τὴν ψυχὴν ἐπιγινώσκουσα τὴν ἀόρατον ἢ διανοίας ἀνάπλασμα κατὰ συμπλοκὴν αἰσθήσεώς τε καὶ φαντασίας ἐκ τῶν ὄντων τὰ μηδαμῶς ὄντα συντιθεῖσα καὶ ἀναπλάττουσα ὡς ἡ τῶν ἱπποκενταύ‐ ρων καὶ τραγελάφων μυθοπλαστία—πρᾶγμα οὖν σημαίνει—, ἢ ψιλὴ φωνὴ καὶ ἄσημός ἐστιν ὡς σκινδαψὸς καὶ τὸ βλίτυρι; Εἰ μὲν οὖν τὸ δεύτε‐
10ρον, φαντασία καὶ φενακισμὸς τὸ τῆς οἰκονομίας μυστήριον· εἰ δὲ τὸ πρότερον, δύο δὲ κατ’ ἐπίνοιαν τὰς φύσεις θεωρεῖτε—ὄντων δὲ ἡ θεω‐ ρία—, τί τὰ ὄντα μὴ ἀριθμεῖτε, ὅπου γε οἱ πατέρες οἱ ἅγιοι οὐ τὰς φύσεις, τὴν δὲ τούτων διάστασιν κατ’ ἐπίνοιαν εἶπον; «Ἡνίκα γὰρ αἱ φύσεις», φησί, «διίστανται ταῖς ἐπινοίαις.» Εἰ οὖν τῇ ἐπινοίᾳ αἱ φύσεις διίστανται,
15δῆλον, ὡς οὐκ ἐνεργείᾳ οὐδὲ ὑπάρξει τὸ ἐπινοίᾳ· εἰ γὰρ τὸ ἐπινοίᾳ ὑπάρξει, ἐπινοίᾳ δὲ ὁ πατὴρ τὴν διάστασιν ἔφη, ἐνεργείᾳ καὶ ὑπάρξει φησὶν τὴν διάστασιν, ὅπερ ἀμήχανον. Ὑμεῖς τοιγαροῦν ἐπινοίᾳ τὴν θεότητα καὶ τὴν ἀνθρωπότητα ἐν τῷ Χριστῷ μετὰ τὴν ἕνωσιν λέγοντες, οὐκ ἐνεργείᾳ οὐδὲ πράγματι ταύτας ὁμολογεῖτε. Οὐκοῦν οὔτε θεὸς ἔσται καθ’ ὑμᾶς
20ἀληθείᾳ καὶ ὑπάρξει οὐδὲ ἄνθρωπος, ἀλλά τι παρὰ ταῦτα ἕτερον.

30

Καὶ πάλιν, εἰ θεωρίᾳ φατὲ δύο τοῦ Χριστοῦ τὰς φύσεις, περὶ τὰ ὄντα δὲ ἡ θεωρία, ὡς οἱ ταῦτα δεινοὶ διειλήφασιν, εἰσὶ πάντως καὶ αἱ Χριστοῦ φύσεις· καὶ εἰ εἰσί, τί τὸν ἀριθμὸν ὥσπερ τι μορμολύκειον
φεύγετε;120

31

Εἰ δέ φατε, ὡς ὁ λέγων δύο φύσεις διαιρεῖ τὴν οἰκονομίαν καὶ δύο λέγει Χριστούς, ἄρα καὶ ὁ ἐκ δύο φύσεων τὴν ἕνωσιν λέγων ἐκ δύο Χρι‐ στῶν φήσει καὶ τὴν ἕνωσιν.

32

Εἰ τὸ λέγειν δύο φύσεις διαιρεῖ τὸν Χριστόν, ἐν δὲ τῇ ἑνώσει δύο φύσεις φατέ, ἐν τῇ ἑνώσει διαιρεῖτε τὴν ἕνωσιν καὶ ἔσται ἡ ἕνωσις καθ’ ὑμᾶς διαίρεσις.

33

Φύσις καὶ φύσις μιᾶς φύσεως οὐ λεχθήσεται πώποτε, ἀλλὰ μιᾶς τυχὸν ὑποστάσεως, οὐδ’ ὑπόστασις καὶ ὑπόστασις μιᾶς ὑποστάσεως, ἀλλὰ μιᾶς φύσεως. Μιᾶς οὖν φύσεως τὰ ἐξ ὧν ὁ Χριστὸς λέγοντες ὑπο‐ στάσεις ταύτας καὶ οὐ φύσεις ὁμολογήσοιτε. Εἰ δὲ τἀληθὲς τοῦ ψεύδους
5προαιρούμενοι μιᾶς ὑποστάσεως τὰ ἐξ ὧν ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν εἴ‐ πετε, φύσεις ταῦτα ὁμολογήσοιτε.

34

Εἰ τὴν διαφορὰν τῶν φύσεων καὶ μετὰ τὴν ἕνωσιν ὁμολογεῖτε, πῶς τῶν φύσεων πληθυντικῶς λέγοντες οὐ δύο φύσεις ὁμολογεῖτε; Εἰ γὰρ μία καθ’ ὑμᾶς φύσις σύνθετός ἐστι μετὰ τὴν ἕνωσιν, ἔδει ὑμᾶς λέγειν οὐ φύσεων διαφοράν, ἀλλὰ μιᾶς φύσεως πρὸς ἑαυτὴν διαφοράν,
5ὅπερ ὑμῶν, οὐχ ἡμῶν ἔστιν εἰπεῖν καὶ φρονῆσαι· ἡ αὐτὴ γὰρ φύσις οὐσιώδη διαφορὰν πρὸς ἑαυτὴν οὐχ ἕξει ποτέ.

35

Εἰ μία φύσις ἐστὶ τοῦ Χριστοῦ, εἴπατε ἡμῖν τὸ ταύτης ὄνομα· χρὴ γὰρ τὸ ὂν καὶ ὀνομάζεσθαι καὶ οἰκείως ὀνομάζεσθαι ὥσπερ θεοῦ φύσις θεότης καὶ ἀνθρώπου ἀνθρωπότης. Πῶς οὖν τὴν Χριστοῦ φύσιν ὀνομάσομεν; Χριστότητα; Ἀλλ’ οὐδεὶς τῶν θεοπνεύστων εἴρηκε τοῦτο.
5Ἀλλὰ θεοτητοανθρωπότητα; Ἀλλ’ οὐδὲ τοῦτο. Τί οὖν ἡμῖν φύσιν ἀνώνυμον εἰσκομίζετε; Εἰ δέ φατε, ὅτι καινοτομοῦνται φύσεις καὶ τῷ ξένῳ τοῦ μυστηρίου ξένον τι γίνεται, ἀλλ’ οὐδὲν τῆς τοῦ θεοῦ φύσεως ἀληπτότερον ἢ ὑψηλότερον καὶ ὅμως τὸ μόνον ἄληπτον ἠνέσχετο πρὸς ἡμῶν ὀνομάζεσθαι. Ἢ τοίνυν ὑψηλοτέραν καὶ κρείττονα τῆς θεότητος
10τὴν πρὸς ὑμῶν σχεδιασθεῖσαν φύσιν εἴπατε, καὶ ἀρκεῖ ἡμῖν, ἢ τὸ ταύτης ὄνομα ἐμφανίσατε ἢ μετὰ τῶν κηρύκων τῆς ἀληθείας θεότητα καὶ ἀνθρω‐ πότητα τὰς φύσεις Χριστοῦ εἴπατε καὶ οὐ τὴν φύσιν· θεότης γὰρ καὶ
ἀνθρωπότης μία φύσις οὐκ ἔστιν.121

36

Εἰ ἐκ θεότητος καὶ ἀνθρωπότητος μία φύσις ἐστὶ τοῦ Χριστοῦ, μέρος φύσεως καὶ οὐ τελεία φύσις ἡ θεότητος ἐν τῷ Χριστῷ, ὁμοίως καὶ ἡ ἀνθρωπότης.

37

Εἰ ἡ σύνθετος ὑμῶν φύσις οὐδὲ τῷ πατρὶ καθόλου ἐστὶν ὁμοούσιος οὐδὲ τῇ μητρί, τὸ δὲ ὅλον ἐστὶν ὁ Χριστός, ὁ Χριστός, ᾗ Χριστός, οὐδενί ἐστιν ὁμοούσιος. Καὶ εἰ τοῦτο, ὅτε ἐστί τινι ὁμοούσιος, οὐκ ἔστι Χριστός. Ὁμοούσιος οὖν ὢν τῷ πατρὶ οὐκ ἔστι Χριστός. Ἀνάγκη τοίνυν δυοῖν
5θάτερον ἢ ὁμοούσιον ὄντα τῷ πατρὶ μὴ εἶναι Χριστόν, ἢ Χριστὸν ὄντα μὴ εἶναι τῷ πατρὶ ὁμοούσιον.

38

Τὰ συντιθέμενα ἐξ ἐναντίων συντίθεται, οὐσίᾳ δὲ κατὰ τοὺς φυσικοὺς οὐδέν ἐστιν ἐναντίον. Ἀδύνατον οὖν εἶναι οὐσίαν ἐξ οὐσιῶν σύνθετον.

39

Τὰς φύσεις ἤτοι οὐσίας αἱ οὐσιώδεις συνιστῶσι διαφοραί. Εἰ οὖν ἐκ θεότητος καὶ ἀνθρωπότητος μία φύσις συνέστηκεν, ἔσονται θεότης καὶ ἀνθρωπότης οὐ φύσεις, ἀλλ’ οὐσιώδεις διαφοραί.

40

Τὰ μιᾶς ὄντα οὐσίας ἑτεροϋπόστατα πάντως, τὰ δὲ μιᾶς ὑποστά‐ σεως ἑτεροούσια. Τὴν θεότητα τοιγαροῦν καὶ τὴν ἀνθρωπότητα τοῦ Χριστοῦ ἢ μιᾶς οὐσίας λέγοντες ἑτέρας καὶ ἑτέρας ὑποστάσεως εἴπατε ἢ μιᾶς ὑποστάσεως λέγοντες δύο φύσεις οὐ μίαν ὁμολογήσατε. Ἔνθα τὸ
5ἑτεροούσιον μία φύσις οὐκ ἔστιν. Ἢ οὖν ὁμοούσιον εἴπατε τὴν σάρκα τῇ τοῦ λόγου θεότητι ἢ ἑτεροούσια λέγοντες δύο φύσεις ὁμολογήσατε.

41

Οἱ μίαν φύσιν τῆς θεότητος τοῦ Χριστοῦ καὶ τῆς σαρκὸς αὐτοῦ λέγοντες εἴπατε ἡμῖν, ποίᾳ φύσει ὁ Χριστὸς πέπονθε; Τῇ συνθέτῳ δῆλον, ἐρεῖτε· μίαν γὰρ λέγοντες ἐξ ἀνάγκης αὐτῇ καὶ τὸ πάθος προσάψετε, καὶ ἔσται καθ’ ὑμᾶς καὶ ἡ θεότης καὶ ἡ ἀνθρωπότης τοῦ Χριστοῦ παθητή.

42

Προτάττειν σύνηθες τῷ φιλοσόφῳ λόγῳ τὸν περὶ ποσότητος λόγον τοῦ περὶ ποιότητος, καὶ τὴν αἰτίαν προστίθησιν, ὡς ἔνθα ποιότης,
καὶ ποσότης πάντως θεωρηθήσεται· «ἡ γὰρ διαφορὰ διαφερόντων ἐστὶ διαφορά.» Πῶς οὖν ποιοτήτων οὐσιωδῶν διαφορὰν λέγοντες τῶν οὐσιω‐122
5δῶς διαφερόντων τὸν ἀριθμὸν οὐχ ὁμολογεῖτε;

43

Εἰ μία φύσις σύνθετός ἐστι τοῦ Χριστοῦ, ἢ παθητὴ ἔσται μόνον ἢ ἀπαθὴς ἢ παθητοαπαθὴς καὶ κατὰ ταὐτὸν ἀμφότερα ἢ τρεπτὴ καὶ ποτὲ μὲν παθητή, ποτὲ δὲ ἀπαθής, ἢ μέρος αὐτῆς παθητὸν καὶ μέρος αὐτῆς ἀπαθές. Οἵαν οὖν βούλεσθε τῶν ἀσεβειῶν, ἕλεσθε. Εἰ γὰρ παθητὴ μόνον,
5οὐ θεὸς ὁ Χριστός. Εἰ δὲ ἀπαθὴς μόνον, οὐκ ἄνθρωπος. Εἰ δὲ ποτὲ μὲν παθητή, ποτὲ δὲ ἀπαθής, οὐδ’ ὁπότερον φύσει, κατὰ συμβεβηκὸς δὲ μᾶλλόν ἐστι· τὸ γὰρ φύσει πεφυκὸς οὐ μεθίσταται. Εἰ δὲ μέρος αὐτῆς παθητὸν καὶ μέρος ἀπαθές, φύσει δὲ ἑκάτερόν ἐστι τοῦθ’ ὅπερ ἐστί, οὐ τῆς αὐτῆς ἔσται τὰ μέρη φύσεως καὶ οὕτω δύο φύσεις ἔσται ὁ Χριστός, ὃς
10οὐ φύσις μία ἐστίν, ἀλλ’ ὑπόστασις μία σύνθετος ἐκ δύο φύσεων καὶ ἐν δυσὶ φύσεσι καὶ δύο φύσεις. Τὴν γὰρ αὐτὴν φύσιν παθητὴν ἅμα καὶ ἀπαθῆ εἶναι, ἀμήχανον· τῶν ἐναντίων γὰρ οὐσιωδῶν διαφορῶν δεκτικὴ εἶναι μία καὶ ἡ αὐτὴ φύσις οὐ δύναται.

44

Ἐπὶ πάσης ἑνώσεως τὰ ἑνούμενα, κἂν συγχέηται, κἂν συγκιρνᾶ‐ ται, μένει τῆς οἰκείας μὴ ἐξιστάμενα φύσεως. Κἄν τε γὰρ οἶνος ὕδατι κραθῇ, αἱ δύο φύσεις εἰσὶν ἐν τῷ κράματι· καὶ κηρὸς καὶ πίσσα, εἰ καὶ συγκέχυν‐ ται, ἀλλ’ οὐδέτερον τῆς οἰκείας ἐξέστη φύσεως, ἀλλ’ ἐν τῷ μίγματι αἱ
5δύο διαμένουσι φύσεις. Εἰ γὰρ καὶ ἥνωνται καὶ τὴν οἰκείαν ἕκαστον οὐκ ἐν‐ δείκνυται ἰδιότητα καθαρὰν καὶ ἀλώβητον διὰ τὴν πρὸς τὸ ἑνωθὲν σύγχυσίν τε καὶ σύγκρασιν, ἀλλ’ ὅμως κατὰ φύσιν ἕκαστον, ὅπερ ἦν, τοῦτό ἐστι καὶ δύο φύσεις, οὐ μία τοῖς εἰδόσι κρίνειν τὰ τοιάδε λογίζονται· τίς γὰρ οὐκ οἶδεν, ὡς ἐν τῷ ἐξ οἴνου καὶ ὕδατος κράματι δύο φύσεις εἰσίν;
10Εἰ οὖν ταῦτα οὕτως ἔχει, πῶς ὑμεῖς καὶ τὴν διαφορὰν εἰδότες καὶ τὰς ἰδιότητας ὁμολογοῦντες τῶν φύσεων μίαν ταύτας καὶ οὐ δύο κηρύττετε καὶ οὐδὲ τὰ τῆς συγχύσεως ταῖς ἀσυγχύτοις δίδοτε; Ἀλλὰ δῆλον, ὡς τροπὴν καὶ ἀφανισμὸν καὶ συνουσίωσιν ὠδίνετε μέν, εἰς τοὐμφανὲς δὲ προσαγαγεῖν ἐν τροπῇ τῆς ἀσεβείας οὐ βούλεσθε.

45

Τὰ ἑνούμενα τῇ ἑνώσει γίνεται ἓν οὐ μετὰ τὴν ἕνωσιν, καὶ ὅσον
μένει ἐν τῇ ἑνώσει καὶ ἡ ἕνωσις σῴζεται, ἕν εἰσι, καθὸ ἥνωνται. Πῶς οὖν ὑμεῖς ἐν μὲν τῇ ἑνώσει δύο φατέ, μετὰ δέ γε τὴν ἕνωσιν μίαν γεγενῆσθαι φύσιν αὐθαδιάζεσθε τοῦ μακαρίου Κυρίλλου τὸ μετὰ τὴν ἕνωσιν ἀντὶ τοῦ123
5ἐν τῇ ἑνώσει ἐξειληφότος; Πότε γὰρ ἡ ἕνωσις γενομένη πέπαυται ἢ τί τὸ ταύτην παῦσαν, ὡς ἂν ἕτερον τὸ ταύτης ἀποτέλεσμα μετ’ αὐτὴν καὶ οὐκ ἐν αὐτῇ παρὰ τὰ ἐξ ὧν ἐστιν ὑποπτεύηται; Οὐ γάρ ἐστιν ἡ ἕνωσις ὡς ἡ τῶν γενομένων καὶ μηκέτι ὄντων φύσις, οἷον ὁ χρόνος καὶ ἡ ὄρχησις καὶ τὰ τοιαῦτα.

46

Εἰ ἕτερόν τι μετὰ τὴν ἕνωσιν γέγονε παρὰ τὴν ἕνωσιν, σύγχυσις δηλαδὴ καὶ οὐχ ἕνωσις.

47

Εἰ ἡ σύγχυσις τὰς δύο φύσεις μίαν ποιεῖ, τὸ δ’ αὐτὸ ποιεῖ παρ’ ὑμῖν καὶ τὸ ἀσύγχυτον, τίς ἡ διαφορὰ παρ’ ὑμῖν τοῦ ἀσυγχύτου καὶ τῆς συγχύσεως, εἴπατε.

48

Εἰ κατ’ ἄλλο καὶ ἄλλο λέγεται ὁ Χριστὸς ὁρατὸς καὶ ἀόρατος, θνητὸς καὶ ἀθάνατος, ψηλαφητὸς καὶ ἀνέπαφος, καὶ οὐ κατ’ ἄλλον καὶ ἄλλον· τὸ δὲ ἄλλο οὐσίαν σημαίνει. Τί μὴ δύο οὐσίας φατέ;

49

Τὸ ἄλλο οὐσίας ἐστὶ σημαντικὸν κατὰ τὴν λογικήν, ἄλλος δὲ ὑποστάσεως· εἰ οὖν ἄλλο καὶ ἄλλο λέγοντες τὸν Χριστὸν οὐκ ἀναγκασθή‐ σεσθε δύο φύσεις λέγειν, εἴπατε καὶ ἄλλον καὶ ἄλλον· οὐ γὰρ σημανεῖτε δύο ὑποστάσεις.

50

Εἰ δέ φατε, ὡς ἡ δυὰς διαίρεσιν εἰσφέρει, μάθετε καλῶς διδασκό‐ μενοι, ὡς τὸν ἀριθμὸν οὐ διαίρεσιν ὁ φιλόσοφος λόγος ὁρίζεται, ἀλλὰ σωρείαν μονάδων ἢ χύσιν μονάδων. Ὥστε μᾶλλον ἕνωσιν δηλοῖ ἢ διαί‐ ρεσιν. Ἡ μὲν γὰρ διαίρεσις τῆς μονάδος ἥμισύ ἐστι καὶ ἥμισυ, ἡ δὲ δυὰς
5πρόσθεσις μονάδος· μᾶλλον γὰρ τὸ τὰ δύο ἓν καὶ ἓν εἰπεῖν ἐστι διαιρέ‐ σεως, τὸ δὲ ἓν καὶ ἓν ὑφ’ ἓν συλλαβεῖν καὶ δύο εἰπεῖν συναφείας τε καὶ ἑνώσεως. Ἢ συνάγει τοίνυν ὁ ἀριθμός, ἀλλ’ οὐχὶ διαιρεῖ, ἐπεί, εἰ τομὴ τῆς μονάδος ἐστὶν ἡ δυάς, τὸ δὲ τεμνόμενον διχῇ τέμνεται, τομὴ καὶ οὐ
πρόσθεσίς ἐστιν ὁ ἀριθμός, καὶ εἰ τοῦτο, ὥσπερ ἡ μονὰς τεμνομένη τὴν124
10δυάδα ποιεῖ, τὸν αὐτὸν τρόπον ἔδει καὶ τὸν δύο τεμνόμενον τὴν τετράδα ποιεῖν. Καὶ πόθεν ἦλθεν ὁ τρία; Ἔδει γὰρ μόνους τοὺς ἀρτίους ἀριθμεῖ‐ σθαι ὑπεξαιρουμένων τῶν περιττῶν—ἢ μᾶλλον εἰπεῖν ἀληθές, ὡς ὁ ἀριθμὸς διττὸς λέγεται· ὁ μὲν γάρ ἐστι καθ’ αὑτὸν ὡς αὐτὴ ἡ φύσις τοῦ ἀριθμοῦ, ὁ δὲ ἐν σχέσει καὶ πράγματι θεωρούμενος, ὥσπερ λευκὸν ἥ τε
15λευκότης καὶ τὸ λελευκασμένον. Αὕτη τοίνυν ἡ φύσις τοῦ ἀριθμοῦ οὔτε διαιρεῖ οὔτε συνάπτει, ἀλλ’ ἀμφότερα δέχεται· οἷον ἡ δυάς, εἰ μὲν τὰς μονάδας, ἐξ ὧν συνίσταται, σκοπεῖς, εἰς ταῦτα διαιρεῖται—τὰ γὰρ δύο διαιρεῖται εἰς ἓν καὶ ἕν—, εἰ δὲ τούτων τὴν ὁμάδα θεωρεῖς, ἐκ τούτων μᾶλ‐ λον συνάπτεται· ἓν γὰρ καὶ ἓν δύο καὶ δύο καὶ δύο τέσσαρα. Καὶ πάλιν ὁ
20ἀριθμὸς οὐ διαίρεσίς ἐστιν, ἀλλὰ σημεῖον δηλωτικὸν τοῦ ποσοῦ τῶν ὑπο‐ κειμένων, εἴτε ἡνωμένων, εἴτε διῃρημένων ἄλλου λόγου καὶ οὐ τοῦ ἀριθ‐ μοῦ ταῦτα διαιροῦντος ἢ συνάπτοντος· δέκα γὰρ πήχεις λέγοντες τοῦδε τοῦ ξύλου τυχὸν συνεχοῦς ὄντος οὐ συνδιαιροῦμεν τῷ ἀριθμῷ καὶ τὴν ἐν τῷ δεκαπήχει ξύλῳ ἑνότητα· καὶ πάλιν δέκα φοίνικας λέγοντες ἐν διαιρέσει
25τούτους ἐπιστάμεθα· καὶ ἕνα μόδιον σίτου τυχὸν ἢ φοινίκων λέγοντες ἐν διαιρέσει τοὺς τῷ μοδίῳ ἐνεχομένους κόκκους οἴδαμεν. Καὶ εἰ μὲν ὁ ἀριθμὸς ἐπιφημισθῇ φύσεσιν, οὐ τὸ ποσὸν αὐτῶν προηγουμένως, τὸ δὲ ἀλλο‐ γενὲς παρίστησι· βοὸς γὰρ τυχὸν καὶ ἵππου δύο λέγοντες φύσεις οὐ τὴν κατὰ τὸ ποσὸν αὐτῶν διαίρεσιν, ἀλλὰ τὸ κατὰ τὸ εἶδος παρηλλαγμένον
30σημαίνομεν. Τρεῖς δὲ ἵππους ἢ ἀνθρώπους λέγοντες, Πέτρον τυχὸν καὶ Ἰάκωβον καὶ Ἰωάννην, τὸ διῃρημένον μᾶλλον αὐτῶν καὶ ὡς οὐ τοιοίδε, τόσοι δὲ μᾶλλον δηλοῦμεν. Καὶ ἐπὶ μὲν τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος τρεῖς τὰς ὑποστάσεις κηρύττοντες μίαν τούτων οὐσίαν καὶ φύσιν ὁμολο‐ γοῦμεν. Ἐπὶ δέ γε τῆς σωτηρίου οἰκονομίας δύο λέγοντες φύσεις τὸ ἑτε‐
35ροειδὲς αὐτῶν, οὐ τὸ κεχωρισμένον σημαίνομεν ὡς ἐκεῖσε τῶν οὐσιῶν τὸν ἀριθμόν, κἂν μηδεμία ὑπόστασις εἴη ἀνούσιος, οὕτω κἀνταῦθα τῶν ὑποστάσεων, κἂν μηδεμία φύσις ἀνυπόστατος εἴη, δικαίως ἐκβάλλοντες.

51

Εἰ ἡ δυὰς πάντως εἰσάγει διαίρεσιν καὶ διὰ τοῦτο τὸν ἀριθμὸν τῶν φύσεων φεύγετε, τί τῶν ἰδιοτήτων τὸν ἀριθμὸν οὐκ ἐκκλίνετε;

52

Μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην ὁμολογεῖτε, καὶ κοινὴ
ὑμῖν τε καὶ ἡμῖν δόξα· πατέρων γὰρ ὁ λόγος ἐστίν. Ἀλλ’ εἰ μὲν δύο τὰς φύσεις δηλοῦν διὰ τούτου βούλεσθε, εἰκαῖος ὑμῖν ὁ πρὸς τὴν ἀλήθειαν πόλεμος. Εἰ δὲ ὡς μιᾶς ἐμφαντικὸν τοῦτο ἁπλῶς ἀντιφατικῶς κατὰ τῶν125
5δύο προΐσχεσθε, μάτην ὑμῖν τὸ «σεσαρκωμένην» παρέρριπται. Εἰ δὲ μήτε μίαν ἁπλῶς μήτε δύο ἡνωμένας παρίστησι, πάντως, ὅ τί ποτε ἐπιμό‐ ριον μεταξὺ τῆς μιᾶς καὶ τῶν δύο παραληφθῇ, τοῦτο ὑμῖν δηλώσει τὸ «σεσαρκωμένην», εἴτε δίμοιρον, εἴτε ἥμισυ· τοῦ δὲ ποσοῦ ὑμεῖς ἂν εἴητε κύριοι, ὅπου γε οἱ μακάριοι Ἀθανάσιός τε καὶ Κύριλλος ἐνταῦθα καταχρη‐
10στικῶς καὶ οὐ κυρίως τῷ τῆς φύσεως ὀνόματι τὴν ὑπόστασιν ἐδήλωσαν ὡς καθολικωτέρῳ. Κατηγοροῦνται γὰρ τὰ καθολικώτερα τῶν μερικῶν καὶ ταὐτὸν μὲν παντάπασιν οὐκ ἔστιν (οὐ γὰρ ἡ ὑπόστασις φύσις, οὐ γὰρ καθολικὸν ἡ ὑπόστασις), ὅμως δὲ δέχεται τό τε ὄνομα καὶ τὸν ὅρον τοῦ καθολικοῦ, ἀλλ’ οὐκ ἀντιστρέφει. Ἡ μὲν γὰρ ὑπόστασις ἤτοι τὸ
15ἄτομον τῆς φύσεως φύσις, ἀλλὰ οὐ μόνον φύσις, ἀλλὰ μετὰ ἰδιωμάτων, ἡ δὲ φύσις οὐχ ὑπόστασις ἤτοι ἄτομον. Οὕτω καταχρηστικῶς καὶ οὐ κυρίως τῷ τῆς φύσεως ὀνόματι τὴν ὑπόστασιν ἐσήμαναν, ὡς εἶναι τὸ λεγόμενον μίαν ὑπόστασιν τοῦ θεοῦ λόγου σεσαρκωμένην· οὐ γὰρ ἡ φύσις τοῦ θεοῦ λόγου σεσάρκωται, ἀλλ’ ἡ ὑπόστασις. Καὶ μάρτυς ὁ
20θεῖος εὐαγγελιστὴς ὧδέ πη βοῶν διαπρύσιον· «Ὁ λόγος σὰρξ ἐγένετο.» Ὁ δὲ λόγος οὐ φύσις ἐστίν, ὡς ἀνωτέρω δεδήλωται, ἀλλ’ ὑπόστασις. Καὶ αὐτὸς δὲ ὁ θεοφόρος Κύριλλος ἑτέρωθι τάδε φησίν· «Ἡ φύσις τοῦ λόγου ἤγουν ἡ ὑπόστασις, ὅ ἐστιν αὐτὸς ὁ λόγος.» Εἰ γὰρ ἡ φύσις, τοῦ λόγου ἤτοι ἡ θεότης σεσάρκωται—ἑτέραν γὰρ φύσιν ὁ λόγος οὐκ
25εἶχε παρὰ τὴν θεότητα, τῆς αὐτῆς δὲ φύσεως ὁ λόγος τῷ πατρὶ καὶ τῷ πνεύματι καὶ πάντα κοινὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος πλὴν τοῦ τρόπου τῆς ὑπάρξεως—, καὶ ὁ πατὴρ καὶ τὸ πνεῦμα σεσάρκωται. Ἕνωσιν τοιγαροῦν φύσεων καθ’ ὑπόστασιν καὶ τοῦ λόγου σάρκωσιν καὶ τῆς σαρκὸς θέωσιν ὁμολογοῦμεν· σάρκωσις γάρ
30ἐστι τὸ μετασχεῖν σαρκὸς καὶ τῶν τῆς σαρκός. Σαρκοῦται τοίνυν ἡ ἐνού‐
σιος τοῦ θεοῦ λόγου ὑπόστασις ἤτοι ὁ θεὸς λόγος καὶ παχύνεται καὶ ὑπόστασις τῇ σαρκὶ γίνεται, καὶ ὢν πρότερον θεὸς σὰρξ ἤτοι ἄνθρωπος ὕστερον γίνεται καὶ μία τῶν δύο φύσεων χρηματίζει ὑπόστασις σύνθετος, καὶ ἐν αὐτῇ διὰ τῆς σαρκώσεως ἑνοῦνται αἱ δύο φύσεις τῆς τε θεότητος126
35καὶ τῆς ἀνθρωπότητος καὶ περιχωροῦσιν ἐν ἀλλήλαις. Ἡ δὲ περιχώρη‐ σις ἐκ τῆς θεότητος γίνεται· αὕτη γὰρ μεταδίδωσι τῇ σαρκὶ τῆς οἰκείας δόξης τε καὶ λαμπρότητος οὐ μεταλαμβάνουσα τῶν τῆς σαρκὸς παθῶν. Διὸ ἡ μὲν φύσις τῆς σαρκὸς θεοῦται, οὐ σαρκοῖ δὲ τὴν φύσιν τοῦ λόγου. Ἡ δὲ φύσις τοῦ λόγου θεοῖ μὲν τὸ πρόσλημμα, οὐ σαρκοῦται δέ· ὠφελεῖ‐
40ται γὰρ τὸ χεῖρον ὑπὸ τοῦ κρείττονος. Οὐ παραβλάπτεται τὸ κρεῖττον ὑπὸ τοῦ χείρονος· ὡς γὰρ ὁ σίδηρος μὲν πυροῦται, τὸ δὲ πῦρ οὐ σιδηροῦ‐ ται, καὶ ὡς ἡ σὰρξ μὲν ψυχοῦται, ἡ δὲ ψυχὴ οὐ σαρκοῦται, οὕτως ἡ θεία φύσις θεοῖ μὲν τὴν σάρκα, αὐτὴ δὲ οὐ σαρκοῦται. Οὐ γὰρ δεκτικὴ ἡ θεία φύσις τῆς οἱασοῦν προσθήκης ἢ ὑφαιρέσεως, καὶ μεταδοτικὴ μέν, οὐ μετα‐
45ληπτικὴ δέ· διὸ οὐδὲ μία φύσις σύνθετος γέγονε. Ταὐτὸν οὖν ἐστιν εἰπεῖν ἐνούσιον ὑπόστασιν καὶ φύσιν τοῦ θεοῦ λόγου· ὡς γὰρ εἴρηται, τὴν ὑπόστασιν τῷ τῆς φύσεως ὀνόματι ὑπεσήμαναν οἱ μακάριοι Ἀθανάσιός τε καὶ Κύριλλος. Ἡ μὲν γὰρ ὑπόστασις καὶ φύσις, οὐκέτι δὲ καὶ ἡ φύσις ὑπόστασις· οὐ γὰρ ἀντιστρέφει. Κατηγοροῦνται μὲν γὰρ τῶν μερικῶν τὰ

52

(50)

καθόλου, τὰ δὲ μερικὰ τῶν καθόλου οὐ καταφάσκεται. Εἰ δὲ καί τινος σιδήρου πυρουμένου ἡ φύσις τοῦ σιδήρου πεπυρῶσθαι λέγεται, ἀλλ’ εἰδέναι χρή, ὡς διὰ τὸ δεκτικὴν εἶναι τὴν φύσιν τοῦ σιδήρου πυρώ‐ σεως καὶ διὰ τὸ φύσεως ἔργον εἶναι τὴν πύρωσιν· ἐπὶ δὲ τῆς τοῦ λόγου σαρ‐ κώσεως οὐ φύσεως ἔργον ἡ σάρκωσις, ἀλλὰ τρόπος οἰκονομικῆς συγκατα‐
55βάσεως. Οὐκ ἔστιν οὖν εἰπεῖν μίαν τῶν τῆς θεότητος ὑποστάσεων ἔχειν τι, ὅπερ οὐχὶ πᾶσαι αἱ ὑποστάσεις κέκτηνται, πλὴν τοῦ τρόπου τῆς ὑπάρξεως. Καὶ ἡ σάρκωσις δὲ τρόπος δευτέρας ὑπάρξεως πέφυκε μόνῳ
τῷ μονογενεῖ υἱῷ καὶ λόγῳ ἁρμόζουσα, ὡς ἂν ἡ ἰδιότης μείνῃ ἀκίνητος.127

53

Ἀλλ’ ἐρεῖτε τυχόν· Πῶς οὖν φαμεν τὴν φύσιν τῆς σαρκὸς τεθεῶ‐ σθαι καὶ πεπονθέναι; Μὴ ταῦτα πασῶν τῶν τῆς ἀνθρωπότητος ὑποστά‐ σεων καταφάσκοντες, τὴν δὲ φύσιν τοῦ λόγου σεσαρκῶσθαι λέγοντες ἐπὶ τὸν πατέρα καὶ τὸ πνεῦμα τὴν σάρκωσιν ἀναφέρομεν; Ὅτι πᾶσα
5ἡ τῶν ἀνθρώπων φύσις δεκτική ἐστι τῶν κατὰ φύσιν καὶ παρὰ φύσιν καὶ ὑπὲρ φύσιν οὐ μεταβολῇ φύσεως, ἡ δὲ θεία φύσις πάσης ἀλλοιώσεως καὶ προσθήκης ἐστὶν ἀνεπίδεκτος, οὐ μόνον δὲ ἀλλ’ ὅτι καὶ ἀπαρχὴ ὑπῆρ‐ χεν ἡ σὰρξ ἐκείνη τοῦ ἡμετέρου φυράματος καὶ οὐχ ὑπόστασις ἰδιοσύ‐ στατος ἐγεγόνει, ἀλλὰ φύσις ἐνυπόστατος, συμπληρωτικὴ τῆς συνθέτου
10τοῦ Χριστοῦ ὑποστάσεως, καὶ οὐχ ἑαυτῆς ἕνεκα, ἀλλὰ τῆς κοινῆς σωτη‐ ρίας τῆς φύσεως ἡνώθη τῷ θεῷ λόγῳ, φαμὲν τοίνυν τὴν φύσιν τῆς θεότητος ἡνῶσθαι τῇ φύσει τῆς ἀνθρωπότητος, σεσαρκῶσθαι δὲ τὴν τοῦ λόγου ὑπόστασιν· σάρκωσις μὲν γὰρ σαρκὸς πρόσληψις καὶ τὸ σαρκὶ γενέσθαι ὑπόστασις, ἕνωσις δὲ δύο τινῶν σύνοδος καὶ εἰς ταὐτὸν συνέλευσις.

54

Τὸ τοῦ ἀνθρώπου παράδειγμα ἂν μὲν ἐπὶ τοῦ εἴδους καὶ τῆς φύσεως λάβητε, εἰς Χριστὸν χώραν οὐχ ἕξει· εἶδος γὰρ Χριστῶν οὐδέπω καὶ νῦν ἀκηκόαμεν. Διὸ οὔτε φύσις ὁ Χριστός, ἀλλ’ ὑπόστασις· κατὰ γὰρ τὸν μακάριον Κύριλλον «τὸ Χριστὸς ὄνομα οὔτε ὅρου δύναμιν ἔχει
5οὔτε τήν τινος οὐσίαν δηλοῖ»—ἂν δὲ ἐπὶ τοῦ τινὸς ἀνθρώπου, ὑπόστασις δὲ οὗτος, οὐκ ἄτοπον. Ἰστέον δέ, ὡς οὐκ ἀνάγκη τὰ παραδείγματα καθόλου τοῖς παραδεικνυμένοις ἐοικέναι, ἔχειν δὲ μᾶλλον κατὰ τὶ καὶ τὸ ἀπεοικός, ἐπεὶ οὐκ ἂν εἴη παράδειγμα. Ἰουστῖνος τοίνυν ὁ φιλόσοφος καὶ μάρτυς οὕτω φησὶν ἐν τῇ Ἐκθέσει τῇ περὶ τῆς ὀρθῆς ὁμολογίας· «Τινὲς
10μὲν τὴν ἕνωσιν ὡς ψυχῆς πρὸς σῶμα νοήσαντες οὕτως ἐκδεδώκασι· καὶ ἁρμόδιον γὰρ τὸ παράδειγμα, εἰ καὶ μὴ κατὰ πάντα, κατὰ τὶ γοῦν·
ὡς γὰρ εἷς μέν ἐστιν ὁ ἄνθρωπος, ἔχει δὲ φύσεις δύο.»128

55

Σκοπεῖτε, ὡς οὐκ εἶπεν· Εἷς ἐστιν ὁ ἄνθρωπος ἐκ δύο φύσεων, ἀλλ’· «Ἔχει φύσεις δύο», ὥστε καὶ μετὰ τὴν τῶν δύο φύσεων ἕνωσιν δύο φύσεις ἔχειν τὸν ἄνθρωπον ἔφησεν. «Ὡς γὰρ εἷς μέν ἐστιν», φησίν, «ὁ ἄνθρωπος, ἔχει δὲ φύσεις δύο ἐν αὑτῷ διαφόρους, καὶ κατ’ ἄλλο μὲν
5λογίζεται, κατ’ ἄλλο δὲ τὸ λογισθὲν ἐνεργεῖ—ψυχῇ μὲν γὰρ νοερᾷ λογισάμενος, εἰ τύχοι, τοῦ πλοίου τὴν σύμπηξιν χερσὶ τὸ νοηθὲν εἰς πέρας ἄγει—, οὕτως ὁ υἱὸς εἷς ὢν καὶ δύο φύσεις κατ’ ἄλλην μὲν τὰς θεοσημείας ἐργάζεται, κατ’ ἄλλην δὲ τὰ ταπεινὰ παραδέχεται· ᾗ μὲν γὰρ ἐκ πατρὸς καὶ θεὸς ἐνεργεῖ τὰ σημεῖα, ᾗ δὲ ἐκ παρθένου καὶ ὁ ἄνθρωπος
10τὸν σταυρὸν καὶ τὰ πάθη καὶ τὰ παραπλήσια φυσικῶς ἐθέλων ὑπέμεινε.» Τίνι καταφαίνεταί σοι συνηγορεῖν τὸ παράδειγμα, τοῖς μίαν ἐπὶ Χριστοῦ φύσιν λέγειν τολμῶσι ἢ τοῖς δύο ὀρθοδόξως ἀσυγχύτους καὶ ἀδιαιρέτους κηρύττουσιν; Καὶ ὁ θεολόγος Γρηγόριος τάδε φησί· «Φύσεις μὲν γὰρ δύο, θεὸς καὶ ἄνθρωπος, ἐπεὶ καὶ ψυχὴ καὶ σῶμα, υἱοὶ δὲ οὐ δύο οὐδὲ θεοί.»

56

Ὅτι δὲ πλεῖστον ἔχει τὸ ἀπεοικός, ἐντεῦθεν εἰσόμεθα. Ἐκ τίνων φατὲ συντεθεῖσθαι τὸν ἄνθρωπον; Ἐκ ψυχῆς δηλαδὴ καὶ σώματος. Τί οὖν μὴ ἐκ θεοῦ καὶ ἀνθρώπου τὸν Χριστὸν ὁμολογεῖτε; Ἢ τίνος ἕνεκα μὴ ἐκ ψυχότητος τὸν ἄνθρωπον καὶ σωματότητος ὥσπερ τὸν Χριστὸν ἐκ
5θεότητος καὶ ἀνθρωπότητος; Διὰ τί δὲ ὁ ἄνθρωπος μὴ ὅλος ψυχὴ καὶ ὅλος σῶμα λέγοιτο ὡς ὁ Χριστὸς ὅλος θεὸς καὶ ὅλος ἄνθρωπος, καὶ ὅλος ἐν ψυχότητι τέλειος καὶ ὅλος ἐν σωματότητι τέλειος ὡς ὁ Χριστὸς ὅλος ἐν θεότη‐ τι τέλειος καὶ ὅλος ἐν ἀνθρωπότητι τέλειος, καὶ ὅλος ψυχὴ μετὰ τοῦ σώματος καὶ ὅλος σῶμα μετὰ τῆς ψυχῆς ὡς ὁ Χριστὸς ὅλος θεὸς μετὰ τῆς σαρκὸς
10αὐτοῦ καὶ ὅλος ἄνθρωπος μετὰ τῆς αὐτοῦ ἀνάρχου θεότητος; Ὁ μὲν γὰρ ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος ἕτερόν τι παρὰ ταῦτα γεγένηται ἤτοι ἄνθρωπος, ὁ δὲ Χριστὸς ἐξ ἑτέρων τὰ αὐτά, ἐκ θεότητος καὶ ἀνθρωπότη‐ τος θεός τε καὶ ἄνθρωπος. Εἰ δὲ κατὰ πάντα ἔχει τὴν ὁμοιότητα, ἔδει καὶ χριστότητα τὴν σύνθετον ὑμῶν ὀνομάζεσθαι φύσιν, ὥσπερ ἀνθρωπότης
15ἡ τῶν ἀνθρώπων φύσις ἔστι τε καὶ λέγεται.

57

Ἄλλως δὲ καὶ ἡ ψυχὴ ὑπὸ τῶν τοῦ σώματος προκατεχομένη παθῶν καὶ προπάσχει πολλάκις τοῦ σώματος, συμπάσχει δὲ διηνεκῶς·
ἀγωνιᾷ γὰρ πολλάκις τὴν τοῦ σώματος τομὴν καὶ πρὸ τοῦ πάθους τοῦ σώματος πάσχει καὶ ἀλλοιοῦται καὶ μετὰ τὴν τομὴν οὐδὲν ἧττον τοῦ129
5σώματος τὰ τῆς ὀδύνης ἐμπαθῶς παραδέχεται, ὅπερ ἐπὶ τῆς τοῦ κυρίου θεότητος οὐκ ἄν τις εἰ μὴ παραπλὴξ τὴν διάνοιαν εἴποι ποτέ. Εἰ οὖν καὶ μιᾶς φύσεως ὁ ἄνθρωπος λέγεται, ἀλλ’ ὡς εἶδος, οὐχ ὡς ὑπόστασις. Ὅταν μὲν γὰρ ἄνθρωπος πρὸς ἄνθρωπον κρίνηται, μιᾶς φύσεως ὡς ὁμοού‐ σιοι λέγονται καὶ ὡς ὑφ’ ἓν εἶδος ταττόμενοι· ὅτε δὲ φυσιολογεῖται ὁ
10ἄνθρωπος, δύο ἐπ’ αὐτοῦ φύσεις θεωρηθήσονται, ψυχῆς λέγω καὶ σώματος. Ἐν γὰρ τῇ τῆς ψυχῆς πρὸς τὸ σῶμα συγκρίσει τίς οὕτως ἀνόητος, ὡς μίαν ἀμφοτέρων φύσιν εἰπεῖν; Χριστῶν δὲ εἶδος οὐκ ἔστιν· οὐ γὰρ πολλοὶ Χριστοὶ ἐκ θεότητος συντεθειμένοι καὶ ἀνθρωπότητος, ἵνα πάντες ὑπὸ τὸ αὐτὸ εἶδος ταττόμενοι μιᾶς κηρυχθῶσι φύσεως, ἀλλ’
15εἷς ἐστιν ὁ Χριστὸς ἐκ δύο καὶ ἐν δυσὶ γνωριζόμενος φύσεσιν.

58

«Ἐπιστήσατε δέ, ὡς καὶ ἐν δυσὶν αὐτὸν χιμάροις ὁ μακάριος διαγράφει Κύριλλος, ἀλλ’ οὐ πρὸς τὰς ὑποστάσεις, ἀλλὰ πρὸς τὸ διάφο‐ ρον τοῦ ζῶντος καὶ τοῦ τεθυμένου τὸ παράδειγμα φέρει.» Καὶ τοῦτο δέ φαμεν, ὡς ἐκ δύο κτιστῶν τάχα που γενέσθαι μίαν οὐκ ἀδύνατον φύσιν,
5ἐκ δὲ κτιστοῦ καὶ ἀκτίστου μίαν φύσιν γενέσθαι ἀμήχανον ἢ τῶν δύο μετέχουσαν ἢ ἕτερόν τι παρὰ ταῦτα κατὰ τὸν θεολόγον Γρηγόριον. Πῶς γὰρ ἡ αὐτὴ ἤρξατό τε τοῦ εἶναι καὶ οὐκ ἤρξατο;

59

Εἰ ταὐτόν ἐστιν εἰπεῖν «ἐκ θεότητός τε καὶ ἀνθρωπότητος» καὶ «ἐκ δύο φύσεων», δύο φύσεις ἐν τῷ Χριστῷ μετὰ τὴν ἕνωσιν μὴ λέγοντες, οὐδὲ θεότητα καὶ ἀνθρωπότητα ἐν αὐτῷ μετὰ τὴν ἕνωσιν ὁμολογεῖτε.

60

Τὰ μιᾶς οὐσίας τὰς αὐτὰς ἀπαραλείπτως ἕξει διαφοράς. Οὔτε γάρ, ἐπειδὴ λογικὸς ὁ ἄνθρωπος καὶ λογικὸς ὁ ἄγγελος, μία φύσις ἀγ‐ γέλου καὶ ἀνθρώπου λεχθήσεται· ἀθάνατος γὰρ ὁ ἄγγελος, θνητὸς δὲ ὁ ἄνθρωπος, καὶ οὐ πάντῃ τὴν ὁμοίωσιν ἔχει. Καὶ θνητὸς μὲν ὁ ἄνθρωπος,
5θνητὸς δὲ καὶ ὁ κύων, ἀλλὰ λογικὸς μὲν ὁ ἄνθρωπος, ὁ δὲ κύων ἄλογον
καὶ οὐ μιᾶς φύσεως. Ἀνάγκη τοίνυν, τὰ μιᾶς οὐσίας τὰς αὐτὰς ἀπαραλεί‐ πτως ἔχειν οὐσιώδεις διαφοράς. Εἰ τοίνυν μία οὐσία τῆς τοῦ θεοῦ λόγου θεότητος καὶ τῆς σαρκὸς αὐτοῦ, αἱ αὐταὶ διαφοραὶ ἀμφοῖν ἀπαρα‐ λείπτως ἔσονται.130

61

Εἰ τὰ ἐξ ὧν ὁ Χριστὸς μὴ ἐν αὐτῷ, ἢ ἀπώλοντο ἢ ἐν ἑτέρῳ· καὶ ποῦ, δείξατε.

62

Εἰ ἐπὶ τῶν ὁμοουσίων ἡ μία φύσις λεγομένη ταυτότητα φύσεως, οὐχ ὑποστάσεως δηλοῖ, πῶς ἐπὶ τῶν ἑτεροουσίων αἱ δύο φύσεις οὐ τὸ διάφορον τῶν οὐσιῶν, ἀλλ’ ὑποστάσεων δηλώσει διαίρεσιν;

63

Τὰ πρός τι ἅμα καὶ ἀεὶ ἅμα· ἡ δὲ ἕνωσις καὶ τὰ ἑνωθέντα τῶν πρός τι. Ἅμα οὖν ἡ ἕνωσις καὶ τὰ ἑνωθέντα. Ἢ τοίνυν καὶ τὰ ἑνωθέντα κηρύξατε ἢ καὶ τὴν ἕνωσιν παύσατε. Καὶ τίς λοιπὸν τῆς διαιρέσεως αἴτιος;

64

Τὸ ἄλλος καὶ ἄλλος ὑποστάσεων ἀντωνυμίαι, φύσεων δὲ τὸ ἄλλο καὶ ἄλλο κατὰ τὸν θεολόγον Γρηγόριον. Εἰ οὖν ἀεὶ τὸ ἄλλος καὶ ἄλλος ἐπὶ τῆς θεολογίας τὰς ὑποστάσεις δηλοῖ, ἄρα καὶ τὸ ἄλλο καὶ ἄλλο ἐπὶ τῆς οἰκονομίας ἀεὶ τὰς φύσεις δηλώσειεν.

65

Τὸ ἄλλο τῇ φύσει εἰπεῖν καὶ τὸ ἄλλην φύσιν ταὐτόν. Εἰ οὖν τὸ πρῶτον ἀεὶ ἐπὶ τῆς θεότητος τοῦ Χριστοῦ καὶ τῆς ἀνθρωπότητος αὐτοῦ, ἀεὶ καὶ τὸ δεύτερον. Ἄλλη δὲ καὶ ἄλλη φύσις οὐκ ἔσται μία.

66

Τί ὑμῖν βούλεται ἡ σύνθετος φύσις; Ἑνικῇ προφορᾷ δύο σημαίνει πράγματα ὡς παρὰ τοῖς πατράσιν ἡ διττὴ καὶ ἡ διπλῆ φύσις καὶ ὡς χορὸς καὶ λαός, ἢ πληθυντικῇ προφορᾷ μίαν ὡς Ἀθῆναι, Θῆβαι καὶ τὰ τοιαῦτα. Εἰ μὲν οὖν τὸ πρότερον, περιττὸν τὸ μίαν λέγειν· οὐδὲ γὰρ οἱ
5πατέρες μίαν εἶπον. Εἰ δὲ τὸ δεύτερον, περιττὸν τὸ σύνθετον· ταὐτὸν γὰρ ὑμῖν ἔκ τε τῆς ἁπλῆς καὶ τῆς συνθέτου σημαίνεται. Εἰ δ’ ἕτερόν τι παρὰ τὰ εἰρημένα, ἄλλην ἡμῖν συγκεχυμένην εἰσκομίζετε φύσιν ὥσπερ
ἡμίονον καὶ τὴν παρ’ Ἕλλησιν τῶν πολυμόρφων ζῴων τερατείαν.131

67

Ἡ μία σεσαρκωμένη φύσις ἢ ὡς σχῆμα τὴν σάρκα περίκειται καὶ μία ἐστὶ καὶ σεσαρκωμένη οἷα χαλκὸς ἀνδριάντος μεμορφωμένος σχήματι ἢ τῆς σαρκὸς τραπείσης τῆς προσληφθείσης εἰς τὴν τοῦ προσλαβομένου φύσιν ἢ ὡς τῆς τοῦ προσλαβόντος φύσεως μεταβληθείσης εἰς τὴν τοῦ
5προσλήμματος φύσιν καὶ τῆς οἰκείας οὐσίας πεπονθυίας ἔκστασιν ἢ οὐσία οὐσίᾳ ἥνωται καὶ δύο εἰσίν. Οἷον οὖν αἱρεῖσθε, κηρύξατε ἢ δύο φύσεις ὁ Χριστὸς ἢ παντελῶς οὐ δύο· τὰ γὰρ ἀντιφατικῶς λεγόμενα ὁλικῶς ἀντίκειται. Ἢ τοίνυν δύο κηρύξατε ἢ μίαν ἀπολύτως εἴπατε. Τί γὰρ λέξιν προβάλλεσθε, ἧς ἀρνεῖσθε τὴν δύναμιν, πρὸς ἐξαπάτην τῶν
10ἁπλουστέρων;

68

Μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην λέγοντες ἢ τοῦ σε‐ σαρκωμένην ἀρνεῖσθε τὴν δύναμιν ἢ ἐξ ὀνόματος καὶ ὅρου δύο φύσεις κατὰ περίφρασιν λέγετε, μίαν μὲν φύσιν ἀναφανδὸν ὀνομάζοντες, τὴν δὲ ἑτέραν ἐξ ὅρου μηνύοντες, εἴπερ σὰρξ ἐψυχωμένη ψυχῇ λογικῇ τε καὶ
5νοερᾷ ἀνθρώπου φύσις ἐστί.

69

Τὰ ἑτεροούσια ἑνώσει γίνεται ἓν καὶ οὐ φύσει· φύσει γὰρ ἓν τὰ ὁμοούσια. Ἕτερον τοίνυν φύσις καὶ ἕτερον ἕνωσις καὶ τὸ ἐξ ἑκάστου ἀποτελούμενον ἓν ἕτερον, ἐξ ὁμοουσιότητος μὲν φύσις μία, ἐκ δὲ τῆς καθ’ ὑπόστασιν ἑνώσεως μία ὑπόστασις.

70

«Τὸ Χριστὸς ὄνομα» κατὰ τὸν μακάριον Κύριλλον «οὔτε δύναμιν ὅρου ἔχει οὔτε τήν τινος οὐσίαν δηλοῖ.» Εἰ δὲ μὴ οὐσίαν δηλοῖ καὶ ὅρου δύναμιν οὐκ ἔχει, ὑπόστασις ἂν εἴη καὶ οὐ φύσις. Ὅρῳ μὲν γὰρ οὐσία καὶ φύσις δηλοῦσθαι πέφυκεν, ὑπογραφῇ δὲ πρόσωπον καὶ ὑπόστασις,
5εἴπερ ὁ μὲν ἐξ οὐσιωδῶν, ἡ δὲ ἐξ ἐπουσιωδῶν σύγκειται. Τὸ δὲ θεὸς ὄνομα δηλωτικὸν οὐσίας ἐστίν, ὡσαύτως δὲ καὶ τὸ ἄνθρωπος. Τί οὖν τὸν ἕνα Χριστόν, τὸν θεόν τε καὶ ἄνθρωπον, μὴ μίαν μὲν ὑπόστασιν σύνθετον
ὡς Χριστόν, ὡς θεὸν δὲ καὶ ἄνθρωπον δύο φύσεις κηρύξετε;132

71

Εἰ καὶ ἐκ τελείων ἡ ἕνωσις γένοιτο, ἀλλά γε πρὸς τὸ ὅλον ἤτοι τὸ ἐκ τῆς ἑνώσεως ἀποτέλεσμα μέρη τὰ πρὸς ἕνωσιν συνελθόντα λέγεται, ὡς ἐκ χοὸς τυχὸν ἡ πλίνθος καὶ ἀχύρου καὶ ὕδατος, ὧν ἕκαστον καθ’ αὑτὸ μὲν τέλειον, μέρος δὲ πρὸς τὴν πλίνθον λελόγισται. Μέρη τοίνυν
5Χριστοῦ δύο φύσεις· ἐκ θεότητος γὰρ οὗτος καὶ ἀνθρωπότητος. Πῶς οὖν οὐκ ἐν τῷ ὅλῳ τὰ μέρη καὶ τὸ ὅλον οὐκ ἐν τοῖς μέρεσιν; Ἢ γὰρ ἐν αὐτῷ ἢ ἀλλαχόσε ἢ ἀνῄρηται καὶ αὐτὸς ἢ ἐν αὐτοῖς ἢ ἐν ἄλλοις παρὰ ταῦτα ἢ οὐδαμῇ.

72

Εἰ τῆς αὐτῆς φύσεως ἡ σὰρξ τῇ τοῦ λόγου θεότητι, πῶς οὐ γέγονε τετρὰς ἡ τριάς; Τὰ γὰρ ὁμοούσια ἑτέρας ἐστὶν ὑποστάσεως. Εἰ δὲ ἑτεροού‐ σιος, πῶς οὐ δύο φύσεις ἐστὶν ὁ Χριστός;

73

Εἰ ὁ θεὸς λόγος καὶ ὁ πατὴρ κατά τί εἰσι δύο, ἡ δὲ σὰρξ καὶ ὁ θεὸς λόγος κατ’ οὐδέν εἰσι δύο, πλέον ἥνωται τῇ σαρκὶ ὁ θεὸς λόγος ἢ τῷ πατρί. Εἰ δ’ οὐ πλέον, κατά τι γοῦν εἰσι δύο ὁ θεὸς λόγος καὶ ἡ σάρξ. Καὶ εἰ κατά τι δύο, κατὰ φύσιν· οὐ γὰρ καθ’ ὑπόστασιν.

74

Ὁ εἷς Χριστός, ἡ σύνθετος ὑπόστασις, κατὰ μὲν φύσιν ταυτίζεται τῷ πατρὶ καὶ τῷ πνεύματι, τῇ μητρί τε καὶ ἡμῖν· καὶ τῷ πατρὶ γάρ ἐστι καὶ ἡμῖν ὁμοούσιος, διαφέρει δὲ καθ’ ὑπόστασιν. Εἰ μὲν οὖν μίαν φύσιν αὐτῷ δῶτε σύνθετον, συνθέτου φύσεως τὸν πατέρα καὶ τὸ πνεῦμα τὸ
5ἅγιον λέξετε καὶ μιᾶς φύσεως τὴν τριάδα καὶ τοὺς ἀνθρώπους εἴποιτε, εἰ δ’ ὑπόστασιν ἐν δύο γνωριζομένην φύσεσι, κατ’ ἄλλο ἔσται τῷ πατρὶ καὶ κατ’ ἄλλο ἡμῖν ὁμοούσιος.

75

Ἡ θεότης κατὰ τῶν τριῶν τῆς ζωαρχικῆς τριάδος ὑποστάσεων φέρεται, ὁμοίως καὶ ἡ ἀνθρωπότης κατὰ τῶν ἀπείρων τῆς ἀνθρωπίνης φύσεως ὑποστάσεων. Εἰ τοίνυν μίαν φύσιν τῆς θεότητος καὶ τῆς ἀνθρω‐ πότητος εἴπητε, μία φύσις καθ’ ὑμᾶς ἐν τῷ Χριστῷ γέγονε τῶν ἁγίων
5τῆς τριάδος τριῶν ὑποστάσεων καὶ τῶν ἀπείρων τῆς ἀνθρωπότητος ὑποστάσεων.

76

Εἰ μερικὴν καὶ ἰδικὴν οὐσίαν τοῦ λόγου φατὲ καὶ ταὐτὸν φύσιν καὶ ὑπόστασιν, δείξατε ἡμῖν τινα τῶν ἁγίων πατέρων τρεῖς φύσεις ἢ
οὐσίας ἐπὶ τῆς ἁγίας τριάδος εἰπόντα, καὶ ἡμεῖς σιγήσομεν χεῖρα ἐπὶ στόματι θέμενοι. Εἰ δὲ μὴ δεῖξαι δύνασθε, τί μάτην ἀπὸ καρδίας καὶ οὐκ133
5ἐκ θεοῦ λαλοῦντες φρυάττεσθε;

77

Τὸ τῶν πραγμάτων ποσὸν οὐ μόνον ὡρισμένος ἀριθμὸς παρίστη‐ σιν, ἀλλὰ δὴ καὶ ἀόριστος ὁ πολλὰ τυχὸν καὶ ὀλίγα καὶ πλείονα καὶ ἐλάττονα· καὶ ἡ ἀναλογία δὲ ταὐτὸν οἶδε πολλάκις ποιεῖν ὡς τὸ μεῖζον καὶ ἴσον καὶ ἧττον, ἀλλὰ καὶ ἡ δεικτικὴ φωνή, τοῦτό φημι κἀκεῖνο καὶ
5ταῦτα καὶ ἄλλο καὶ ἕτερον, καὶ ἡ τάξις ὡς πρὸ τοῦδε καὶ μετ’ ἐκεῖνο καὶ ἀπ’ ἀρχῆς καὶ ὕστερον, καὶ ἕτεροι δὲ τρόποι τυχόν. Εἰ μὲν οὖν πάντας τοὺς τρόπους τοὺς δηλωτικοὺς τῆς τῶν πραγμάτων ποσότητος διαιρετι‐ κοὺς λέγετε, ἐγγύθεν ὁ ἔλεγχος· μίαν γὰρ καὶ μίαν φύσιν, ἕτερόν τε καὶ ἕτερον, καὶ ἄλλο καὶ ἄλλο καὶ φύσεις ἀορίστως καὶ ἰδιότητας καὶ μεῖζον
10καὶ ἔλαττον καὶ πρότερον καὶ ὕστερον λέγετε. Εἰ δὲ μόνον τὸν ὡρισμένον ἀριθμὸν καὶ μάλιστα τῆς δυάδος διαιρεῖν ὑποτίθεσθε, τῆς ἐξουσίας· τίς γὰρ ἡ ἀποκλήρωσις τῆς ἀληθείας ἑτέρως ἐχούσης; Ἡ δυὰς γὰρ καὶ τὰ δύο ὁμοῦ τὰ ἀριθμούμενα συλληπτικῇ δυνάμει παρίστησιν ἢ τῆς μιᾶς καὶ μιᾶς ὑμῶν ὁ διαλελυμένος ἀριθμὸς καὶ καθ’ ἑαυτὸν θεωρούμενος.

78

Ἐπὶ πᾶσι τοῦτο ἡμῖν ἀπαγγείλατε· Ἔχει θείαν φύσιν ὁ Χριστὸς καὶ μετὰ τὴν ἕνωσιν; Ναί, ἐρεῖτε. Ἔχει δὲ καὶ ἀνθρωπίνην; Καὶ τοῦτο συνομολογήσετε, εἴ γε μὴ γυμνῇ τῇ κεφαλῇ ἀσεβεῖν βουληθείητε. Φύσις οὖν θεία καὶ φύσις ἀνθρωπίνη μία φύσις ἢ δύο εἰσίν; Ἀλλ’ εἰ μὲν μίαν
5εἴπητε, ἔσται ὁ πατὴρ ἡμῖν ὁμοούσιος· εἰ δὲ δύο καὶ οὐ μία, τί μὴ τὸν τύφον σὺν τῷ τούτου γεννήτορι μακρὰν ἀπορρίψαντες μεθ’ ἡμῶν ἕνα Χριστόν, ἕνα υἱόν, ἕνα κύριον, μίαν ὑπόστασιν ἐκ δύο φύσεων καὶ δύο φύσεις καὶ ἐν δυσὶ φύσεσι μετὰ τὴν ἕνωσιν ὁμολογήσετε; Εἰ μὲν γὰρ οὐδέποτε δύο φύσεων τὸν Χριστόν φατε, τί μάτην μιᾶς αὐτὸν φύσεως
10μετὰ τὴν ἕνωσιν λέγετε; Εἰ δὲ πρὸ τῆς ἑνώσεως δύο φύσεων αὐτὸν φάσκον‐ τες, μιᾶς ὁμολογεῖτε μετὰ τὴν ἕνωσιν, ἄντικρυς πρὸς τὴν ἀλήθειαν ἀπο‐ μάχεσθε· πρὸ γὰρ τῆς ἑνώσεως ἤτοι τῆς θείας σαρκώσεως μιᾶς φύσεως
ἁπλῆς ἤτοι τῆς θείας μία τελῶν ὑπόστασις οὐδὲ Χριστὸς ἦν. Ἢ τοίνυν παντελῶς τὰς δύο φύσεις ἐπὶ Χριστοῦ ἀναιρήσετε ἢ διφυᾶ πρὸ τῆς ἐκ134
15παρθένου τὸν Χριστὸν σαρκώσεως λέξετε, μὴ διδόναι αὐτῷ τὰς κυρίως οὔσας αὐτοῦ δύο φύσεις μετὰ τὴν ἕνωσιν ἀνεχόμενοι. Ἡμεῖς γὰρ ἐν τῷ λιμένι τῆς εὐσεβείας ἱστάμενοι καὶ πᾶσαν αἱρετικῆς κακονοίας ἀποκρου‐ όμενοι καταιγίδα ταῖς αὔραις τοῦ πνεύματος ἐπὶ μὲν τῆς ἁγίας καὶ ὑπερυμνήτου τριάδος μίαν οὐσίαν, μίαν φύσιν θεότητος, τρεῖς δὲ τελείας
20τὰς ὑποστάσεις σέβομεν μηδεμίαν αὐτὰς πρὸς ἀλλήλας οὐσιώδη κεκτῆσθαι διαφορὰν ὁμολογοῦντες, πάσας δὲ κοινῶς καὶ ἑνιαίως καὶ ταυτῶς καὶ ἁπλῶς καὶ ἀμερῶς καὶ ὁλικῶς τὰς θεωνυμίας ἐπὶ πάσης τῆς θεότητος ἐκλαμβάνομεν ἤτοι τῶν τριῶν ὑποστάσεων τὴν οὐσίαν εἴτ’ οὖν φύσιν, τὴν κυριότητα καὶ τὴν ἁγιότητα, τὴν βασιλείαν, τὴν δύναμιν, τὴν
25ἐνέργειαν, τὴν θέλησιν, τὴν ἐξουσίαν, διακεκριμένως δὲ τὸ πατήρ, τὸ υἱὸς καὶ τὸ πνεῦμα γινώσκομεν, τὸ ἀγέννητόν φημι καὶ τὸ γεννητὸν καὶ τὸ ἐκπορευτόν, μόνον ἀγέννητον τὸν πατέρα εἰδότες, μόνον γεννητὸν τὸν υἱόν, μόνον ἐκπορευτὸν τὸ πνεῦμα τὸ ἅγιον, μὴ μεταπιπτούσης ἢ κινουμένης τῆς ἑκάστου ἰδιότητος, οὐ συμβεβηκότα ταῦτα γινώσκοντες—
30οὐδὲν γὰρ ἐπισυμβαίνει θεῷ, ἀλλὰ χαρακτηριστικὰ τῆς ἑκάστου ὑποστά‐ σεως ἰδιώματα—, θεὸν τέλειον τὸν πατέρα, θεὸν τέλειον τὸν υἱόν, θεὸν τέλειον τὸ πνεῦμα τὸ ἅγιον, θεὸν καὶ θεὸν καὶ θεόν, ἀλλ’ ἕνα τὰ τρία θεὸν σὺν ἀλλήλοις νοούμενά τε καὶ γινωσκόμενα, οὐ συναλειφόμενα εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν—ἄπαγε—, ἀλλ’ εἰς ἓν αἴτιον τὸν
35πατέρα ἀναφερομένου υἱοῦ τε καὶ πνεύματος. Εἷς γὰρ θεός, ἐπειδὴ μία θεότης, οὐ τρεῖς δὲ θεοὶ ὥσπερ τρεῖς ἄνθρωποι· οὐδὲ γὰρ οὐσίᾳ τέμνονται, οὐ δυνάμει χωρίζονται, οὐ τόπῳ, οὐκ ἐνεργείᾳ, οὐ βουλήσει μερίζονται, ἀνεκφοίτητον ἔχοντες τὴν ἐν ἀλλήλοις ἵδρυσίν τε καὶ περιχώρησιν.
Ποῦ γὰρ ἔσονται μὴ ἐν ἀλλήλοις μένοντα; Περιγραπτὸν γὰρ ἂν εἴη135
40οὕτως ἑκάτερον. Εἷς οὖν θεὸς ἐκ τριῶν τελείων τῶν ὑποστάσεων, ἵνα μὴ σύνθετος ἐξ ἀτελῶν φύσις νομίζοιτο, μία δὲ ἐκ τριῶν τελείων ἁπλῆ καὶ ἀσύνθετος, ὑπερτελὴς καὶ προτέλειος.

79

Ἐπὶ δέ γε τῆς σωτηρίου οἰκονομίας καὶ πᾶσαν ὑπεραιρούσης κατάληψιν ὁμολογοῦμεν τὸν ἕνα τῆς ἁγίας τριάδος τὸν μονογενῆ υἱὸν καὶ λόγον τοῦ θεοῦ εὐδοκίᾳ τοῦ πατρὸς σεσαρκῶσθαι ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς ἁγίας ἀειπαρθένου καὶ θεοτόκου. Καὶ δύο αὐτοῦ
5τὰς γεννήσεις σέβομεν, μίαν τὴν προαιώνιον καὶ ἀίδιον ἀναιτίως ἐκ πατρὸς ἄνευ μητρὸς καὶ μίαν τὴν ἐκ παρθένου μητρὸς ἄνευ πατρὸς διὰ τὴν ἡμετέραν σωτηρίαν, οὔτε τὸν πατέρα σεσαρκῶσθαι καὶ γεγεννῆσθαι λέγοντες οὔτε τὸ πνεῦμα τὸ ἅγιον· ἡ γὰρ ἰδιότης ἀκίνητος τῆς υἱότητος. Υἱὸς οὖν ὑπάρχων υἱὸς πάλιν γέγονεν· υἱὸς γὰρ ὢν τοῦ θεοῦ καὶ πατρὸς
10υἱὸς ἀνθρώπου ἐγένετο ἐκ δύο φύσεων μία ὑπόστασις σύνθετος. Ὑπόστα‐ σις γὰρ ὑπάρχων ἐνούσιος φύσιν ἀνέλαβεν ἐνυπόστατον ἀπαρχὴν τοῦ ἡμετέρου φυράματος. Ἐνυπόστατον δέ φαμεν, οὐχ ὡς ἰδιοσυστάτως ὑπάρξασαν οὐδ’ ὡς ἰδίαν ἐσχηκυῖαν ὑπόστασιν, ἀλλ’ ἐν τῇ τοῦ λόγου ὑποστάσει ὑπάρξασαν. Ἅμα γὰρ σάρξ, ἅμα θεοῦ λόγου σάρξ· ἅμα
15σὰρξ ἔμψυχος λογική, ἅμα θεοῦ λόγου σὰρξ ἔμψυχος λογική, οὐδαμῶς τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν· μεμένηκε γὰρ τὰ ἐξ ὧν ὁ εἷς Χριστός τε καὶ κύριος ἄτρεπτα καὶ ἀμετάβλητα, ἀλλ’ εἰς
μίαν ὑπόστασιν σύνθετον συνδραμουσῶν ἀσυγχύτως καὶ ἀδιαιρέτως· καθ’ ὑπόστασιν γὰρ τὴν ἕνωσιν δογματίζομεν. Ἡ δὲ καθ’ ὑπόστασιν136
20ἕνωσις καὶ τῶν συνελθουσῶν οὐσιῶν φυλάττει τὴν διαφορὰν καὶ τοῦ προσώπου τηρεῖν οἶδε τὴν ἑνότητα. Εἰ γὰρ οὐχ ὁμοούσιος ὁ λόγος τῇ σαρκὶ οὔτε κεχωρισμένος τοῦ συνυφεστῶτός ἐστιν, οὔτε μίαν ἐπ’ αὐτοῦ φύσιν λέγειν θεμιτὸν οὔτε δύο τὰς ὑποστάσεις· ταῦτα γὰρ τὰς ὑπο‐ στάσεις ποιεῖ. Τὸ γὰρ ὁμοούσιον τὸ ἓν μὲν καὶ ταυτὸν κατ’ οὐσίαν δηλοῖ,
25τὸ καθ’ ὑπόστασιν δὲ διάφορον, τοὔμπαλιν δὲ τὸ ἑτεροούσιον τὸ καθ’ ὑπόστασιν μὲν ταυτόν, τὸ δὲ κατὰ φύσιν διάφορον τῶν ἡνωμένων.

80

Οὕτως οὐκ ἔστιν ἄλλος καὶ ἄλλος ὁ Χριστός, ἵνα μὴ τετράδι λατρεύωμεν, ἄλλο δὲ καὶ ἄλλο, ἵνα μὴ τῇ θεότητι τὸ πάθος προσάπτω‐ μεν. Εἰ γὰρ ἄλλος καὶ ἄλλος, μάτην μεγαλαυχοῦμεν τὴν τῆς ἡμετέρας φύσεως θέωσιν διὰ τῆς τοῦ λόγου γεγενῆσθαι σαρκώσεως· εἰ γὰρ ἡ
5ἄλλου ἐν ἄλλῳ ἐνοίκησις σάρκωσις, πλείστας σαρκώσεις ὁ θεὸς ὑπέμεινεν. «Ἐνοικήσω» γάρ, φησίν, «ἐν ὑμῖν καὶ ἐμπεριπατήσω,» καὶ «οὐκ οἴδατε, ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ ἐνοικεῖ ἐν ὑμῖν;» Εἰ δὲ μὴ ἄλλο καὶ ἄλλο, ταὐτὸν κατὰ φύσιν σὰρξ καὶ θεότης, καὶ πάντα συγκέχυται καὶ συμπέφυρται. Εἰ μὲν οὖν οὐκ ἄλλος καὶ ἄλλος, εἷς ὁ Χριστὸς καὶ μία
10ὑπόστασις· ἄλλος γὰρ ἡ ὑπόστασις. Εἰ δὲ ἄλλο καὶ ἄλλο—φύσις δὲ τὸ ἄλλο—, οὐχ ἓν δηλαδὴ κατὰ φύσιν. Εἰ δὲ μὴ ἕν, παντί που δῆλον ὡς δύο. Εἷς οὖν ἐστι καθ’ ὑπόστασιν πρὸς ἑαυτὸν ταυτιζόμενος, τῶν δ’ ἄκρων τοῖς χαρακτηριστικοῖς ἀφοριζόμενος ἰδιώμασιν· εἰ γὰρ καὶ τῶν χαρακτηριστικῶν ἰδιωμάτων ἡ ἁγία αὐτοῦ σὰρξ οὐκ ἄμοιρος ἦν, ἀλλά
15γε τούτων τὸ ἄθροισμα καὶ τῆς σαρκὸς ἡ ὑπόστασίς τε καὶ σύμπηξις οὐ καθ’ αὑτήν, ἀλλ’ ἐν τῇ τοῦ λόγου ὑποστάσει γεγένηται καὶ αὐτήν,
οὐκ ἰδίαν ἔσχεν ὑπόστασιν. Ἐντεῦθεν οὔτε ἀνυπόστατος ἦν οὔτε ἰδίαν ἔσχεν ὑπόστασιν, δύο δὲ φύσεις ὑπάρχει ὁμοουσιότητι μὲν τῶν ἄκρων, ἑτεροουσιότητι δὲ τῶν μερῶν ἑνούμενός τε καὶ διαιρούμενος.137

81

Δύο δὲ φύσεις λέγοντες οὐ διαιροῦμεν τὴν ἕνωσιν, τὴν δὲ τροπὴν καὶ τὴν σύγχυσιν φεύγομεν· λόγῳ γὰρ καὶ τρόπῳ τῆς διαφορᾶς ταύτας ἀριθμεῖσθαι γινώσκομεν. Ὃν γὰρ τρόπον τὴν σύγχυσιν φεύγομεν, οὕτω καὶ τὴν διαίρεσιν παραιτούμεθα ἐπί τε τῆς ἁγίας καὶ θεαρχικῆς
5τριάδος καὶ ἐπὶ τῆς τοῦ ἑνὸς τῆς ἁγίας τριάδος οἰκονομίας. Ὡς γὰρ ἐκεῖ τρεῖς μὲν ὑποστάσεις ὁμολογοῦμεν, μίαν δὲ οὐσίαν καὶ φύσιν κηρύττομεν, οὐδ’ ὁποτέραν μὲν τῶν ὑποστάσεων εἰδότες ἀνούσιον, ἀλλ’ οὐ ταύτῃ οὐσίαν ἑκάστῃ ἰδιαιρέτως προσνέμοντες οὐδ’ ἀφοριστικὸν ποσότητος ἀριθμὸν οὐσιῶν καταγγέλλοντες, ἵνα μὴ τὸ ἑτεροφυὲς καὶ ἑτεροούσιον
10εἰσάγωμεν, οὕτω κἀνταῦθα δύο λέγοντες φύσεις οὐ διαιροῦμεν τὴν καθ’ ὑπόστασιν ἕνωσιν οὐδ’ ὑποστάσεων ἀριθμὸν συνεισφέρομεν, εἰ καὶ μὴ ἀνυπόστατοι εἶεν, τὸ ἑτεροειδὲς δὲ δηλοῦμεν καὶ ἑτεροούσιον. Ὥσπερ γὰρ ἐκεῖ ὁ τῶν ὑποστάσεων ἀριθμὸς τὸ ὁμοούσιον οὐ λυμαίνεται οὐδὲ τὴν κατὰ φύσιν διαίρεσιν εἰσάγει ταῖς ὑποστάσεσιν, ἀλλὰ τὸ τῶν
15ὑποστάσεων σημαίνων διάφορον τὸ ἑνιαῖον τῆς οὐσίας οὐ διατέμνει, οὕτως ὧδε ἡ ποσότης τῶν φύσεων τὸ ταυτὸν καὶ ἑνιαῖον οὐ διαιρεῖ τῶν ὑποστάσεων, τήν, ὡς ἐν ποιότητι δὲ φυσικῇ, διαφορὰν καὶ τῶν συνελ‐ θόντων τὴν σωρείαν δηλοῖ. Διὸ δὴ ἐκ δύο φύσεων τελείων τὴν ἕνωσιν γεγενῆσθαι λέγοντες οὐ κατὰ φυρμὸν ἢ σύγχυσιν ἢ τροπὴν ἢ ἀνάκρασιν
20φάσκομεν, οὐδ’ αὖ πάλιν προσωπικὴν ἢ σχετικὴν ἢ κατ’ ἀξίαν ἢ ταυτο‐ βουλίαν ἢ ταυτωνυμίαν ἢ ὁμοτιμίαν, ὡς ὁ θεοστυγὴς ἔφη Νεστόριος, οὐσιώδη δὲ μᾶλλον καὶ καθ’ ὑπόστασιν ὀρθοδόξως κηρύττομεν, οὐχ ὡς τῶν δύο οὐσιῶν μίαν οὐσίαν ἀποτελεσασῶν σύνθετον, ἀλλ’ ἑνωθεισῶν ἀλλήλαις κατ’ ἀλήθειαν εἰς μίαν ὑπόστασιν σύνθετον τοῦ υἱοῦ τοῦ θεοῦ,
25καὶ σῴζεσθαι αὐτῶν τὴν οὐσιώδη διαφορὰν ὁριζόμεθα. Μεμένηκε γὰρ τὸ
κτιστὸν μὲν κτιστόν, τὸ δὲ ἄκτιστον ἄκτιστον· θνητὸν τὸ θνητὸν καὶ ἀθάνατον τὸ ἀθάνατον, καὶ τὸ μὲν διαλάμπει τοῖς θαύμασι, τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκεν. Εἰ γὰρ καὶ εἷς ὁ ταῦτα πάσχων κἀκεῖνα θαυμα‐ τουργῶν καὶ κοινὰ τοῦ ἑνὸς ὑπῆρχεν ἀμφότερα, ἀλλ’ ἕτερον ἐξ οὗ κοινὰ138
30τὰ τῆς ὕβρεως, καὶ ἐξ οὗ κοινὰ τὰ αὐχήματα ἕτερον, ἕτερον μὲν καὶ ἕτερον λόγῳ καὶ τρόπῳ τῆς διαφορᾶς, κοινὰ δὲ ἑκατέρῳ ἑκάτερα τῷ τρόπῳ τῆς ἀντιδόσεως διὰ τὴν εἰς ἄλληλα τῶν μερῶν περιχώρησιν καὶ τὴν καθ’ ὑπόστασιν ἕνωσιν. «Ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας τουθ’, ὅπερ ἴδιον ἔσχηκε»· διὸ δὴ καὶ ὁ κύριος τῆς
35δόξης ἐσταυρῶσθαι λέγεται δηλαδὴ ὡς οὐ θεότητι, ἀλλὰ τῇ συνυφεστη‐ κυίᾳ σαρκί, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀνεληλυθέναι, ὅπου ἦν τὸ πρότερον, γέγραπται, οὐχ ᾗ τὸ πρότερον ὡς ἄνθρωπος ἦν, ἀλλ’ ἔνθα ὡς θεὸς ὑπῆρχε καὶ τοῦ πατρὸς ἀδιαίρετος. Οὔτε γὰρ τὴν θεότητα παθητὴν ἢ πάσχειν σαρκὶ καταγγέλλομεν οὔτε τὴν σάρκα ἤτοι τὴν ἀνθρωπότητα
40προαιώνιον ὁμολογοῦμεν, ἀλλὰ τὸν ἀμφοτέρας ταύτην τε κἀκείνην ἔχοντα, ὅτε μὲν ἐκ τοῦ συναμφοτέρου Χριστὸν ὀνομάζομεν, ὅτε δὲ ἐξ ἑνὸς τῶν μερῶν ἐκ μὲν θεότητος θεόν, ἄνθρωπον δὲ πάλιν ἐξ ἀνθρωπότη‐ τος φάσκομεν. Καὶ θεὸν μὲν παθητόν, οὐχ ὡς θεὸν δέ, ἀλλ’ ὡς καὶ ἄνθρω‐ πον λέγομεν, παιδίον δὲ προαιώνιον οὐχ ᾗ παιδίον, ἀλλ’ ὡς καὶ θεὸν
45καταγγέλλομεν· εἷς γάρ ἐστι τοῦτο κἀκεῖνο, θεός τε καὶ ἄνθρωπος, θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος, πάντα φέρων τὰ τῆς θεότητος ἰδιώματα, τὴν θεότητα, τὸ ἄναρχον, τὸ ἀθάνατον, τὴν κυριότητα, τὴν παντο‐ δύναμον θέλησιν καὶ ἐνέργειαν, καὶ πᾶσαν φέρων τὴν τῆς σαρκὸς οὐσίαν ἀνελλιπῶς, ψυχήν, σῶμα, νοῦν καὶ τὰ τούτων φυσικὰ καὶ ἀδιάβλητα

81

(50)

πάθη καὶ ἰδιώματα, τὴν αὐτεξούσιον θέλησιν καὶ ἐνέργειαν, τὴν πεῖναν, τὴν δίψαν, τὸ δάκρυον, τὴν λύπην, τὴν ἀδημονίαν, τὴν ἀγωνίαν, τὸν θάνατον. «Ὁ κύριος γάρ μου καὶ ὁ θεός μου», φησὶν ὁ Θωμᾶς, καὶ «θεὸς ἦν ὁ λόγος», καὶ «ὁ λόγος σὰρξ ἐγένετο», ὁ θεολόγος εἶπεν ἐν πνεύματι, καὶ
«ἐν ἀρχῇ ἦν ὁ λόγος», καὶ «θέλω καθαρίσθητι», καὶ «οὐκ ἂν τὸν κύριον139
55τῆς δόξης ἐσταύρωσαν.» Ταῦτα καὶ τὰ τοιαῦτα καὶ ἡ τῶν θεοσημειῶν δύναμις τὴν θείαν αὐτοῦ ἀνακηρύττει φύσιν τε καὶ ἐνέργειαν.

82

Εἶτα «ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν», καὶ «ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα», καὶ «ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν», καὶ «εἰσελθὼν εἰς οἰκίαν ἠθέλησεν, ἵνα μή τις γνῷ, καὶ οὐκ ἠδυνήθη
5λαθεῖν», καὶ «πάτερ, μὴ τὸ ἐμὸν γενέσθω θέλημα, ἀλλὰ τὸ σόν.» Καὶ ἡ κλάσις δὲ τῶν ἄρτων καὶ ἡ βάδισις καὶ ἡ ἐπὶ σταυροῦ τῶν χειρῶν ἔκτασις καὶ ἡ νόησις καὶ ἡ ζωτικὴ θρεπτική τε καὶ αὐξητικὴ καὶ αἰσθητικὴ δύναμις παρίστησι τὴν ἀνθρωπίνην ἐνέργειαν, καὶ τὸ «ὕστερον ἐπείνασε», καὶ τὸ ἐπὶ Λαζάρῳ δάκρυον καὶ τὸ «διψῶ», καὶ «νῦν ἡ ψυχή μου τετάρακ‐
10ται», καὶ «περίλυπός εἰμι ἕως θανάτου», καὶ «ἤρξατο λυπεῖσθαι καὶ ἐκθαμ‐ βεῖσθαι καὶ ἀδημονεῖν», καὶ «πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου, καὶ τοῦτο εἰπὼν ἐξέπνευσεν.» Ἆρ’ οὐ σαφῶς, ὥσπερ τὰ πρότερα μαρτυρεῖ τὴν θεότητα, οὕτω καὶ ταῦτα τὴν αὐτοῦ ἀνθρωπότητα καὶ τὸ τῶν φύσεων διάφορον καὶ ἀσύγχυτον; Πῶς γὰρ ταῦτά τε κἀκεῖνα ἐπὶ
15μιᾶς λεχθήσεται φύσεως;

83

Θεὸς τοιγαροῦν ἐστι τέλειος καὶ ἄνθρωπος τέλειος, θεὸς κατὰ φύσιν καὶ ἄνθρωπος κατὰ φύσιν, ἐν θεότητι τέλειος καὶ ἀνελλιπὴς ἐν ἀνθρωπό‐ τητι· εἰ γὰρ καὶ κατ’ οἰκονομίαν γέγονεν ἄνθρωπος, ἀλλὰ φύσει γέγονεν ἄνθρωπος· ὅλος θεὸς καὶ ὅλος ἄνθρωπος, ὅλος θεὸς καὶ μετὰ τῆς σαρκὸς
5αὐτοῦ καὶ ὅλος ἄνθρωπος μετὰ τῆς ὑπερουσίου θεότητος αὐτοῦ. Φαμὲν καὶ τοῦτο δηλοῦντα τὸν θεολόγον Γρηγόριον εἰρηκέναι· «Ὧν τὸ μὲν ἐθέωσε, τὸ δὲ ἐθεώθη», καὶ «τολμῶ λέγειν ὁμόθεον.» Ὡς γὰρ τὴν σάρκωσιν ἄνευ τροπῆς τοῦ λόγου καὶ μεταβολῆς οἴδαμεν, οὕτω καὶ τὴν θέωσιν. «Αὐτὸς γὰρ ὁ λόγος σὰρξ ἐγένετο κυηθεὶς μὲν ἐκ τῆς παρθένου, προελθὼν
10δὲ θεὸς μετὰ τῆς προσλήψεως, ἤδη καὶ αὐτῆς ὑπ’ αὐτοῦ θεωθείσης ἅμα
τῇ εἰς τὸ εἶναι ταύτης παραγωγῇ, ὡς ὁμοῦ γενέσθαι τὰ τρία· τὴν πρόσλη‐ ψιν, τὴν ὕπαρξιν καὶ τὴν θέωσιν αὐτῆς ὑπὸ τοῦ λόγου, καὶ οὕτω νοεῖ‐ σθαι καὶ λέγεσθαι θεοτόκον τὴν ἁγίαν παρθένον, οὐ μόνον διὰ τὴν φύσιν τοῦ λόγου, ἀλλὰ καὶ διὰ τὴν θέωσιν τοῦ ἀνθρωπίνου, ὧν ἅμα ἡ σύλληψις140
15καὶ ἡ ὕπαρξις τεθαυματούργηται· ἡ μὲν σύλληψις τοῦ λόγου, τῆς δὲ σαρκὸς ἡ ἐν αὐτῷ τῷ λόγῳ ὕπαρξις, δι’ αὐτῆς τῆς θεομήτορος ὑπερφυῶς χορηγούσης τὸ πλασθῆναι τῷ πλάστῃ καὶ τὸ ἀνθρωπισθῆναι τῷ θεῷ καὶ ποιητῇ τοῦ παντὸς θεοῦντι τὸ πρόσλημμα, σῳζούσης τῆς ἑνώσεως τὰ ἑνωθέντα τοιαῦτα, οἷα καὶ ἥνωται· οὐ τὸ θεῖον λέγω μόνον, ἀλλὰ
20καὶ τὸ ἀνθρώπινον τοῦ Χριστοῦ, τὸ ὑπὲρ ἡμᾶς καὶ καθ’ ἡμᾶς. Οὔτε γὰρ γενόμενον πρότερον καθ’ ἡμᾶς ὕστερον γέγονεν ὑπὲρ ἡμᾶς, ἀλλ’ ἀεὶ ἐκ πρώτης ὑπάρξεως ἄμφω ὑπῆρχε διὰ τὸ ἐξ ἄκρας συλλήψεως ἐν αὐτῷ τῷ λόγῳ τὴν ὕπαρξιν ἐσχηκέναι. Ἀνθρώπινον μὲν οὖν ἐστι κατὰ τὴν οἰκείαν φύσιν, θεοῦ δὲ καὶ θεῖον ὑπερφυῶς.»

84

«Τὴν δὲ ἁγίαν παρθένον κυρίως καὶ ἀληθῶς θεοτόκον κηρύττομεν· ὡς γὰρ θεὸς ἀληθὴς ὁ ἐξ αὐτῆς γεγεννημένος, οὕτω θεοτόκος ἀληθὴς ἡ θεὸν ἐξ αὐτῆς σεσαρκωμένον κυήσασα. Θεὸν δέ φαμεν ἐξ αὐτῆς γεγεννῆσθαι οὐχ ὡς ἐξ αὐτῆς ἐσχηκότα τὴν ἀΐδιον τῆς θεότητος ὕπαρξιν, ἀλλ’ ὡς
5ἐξ αὐτῆς ἀτρέπτως σαρκωθέντα καὶ γενόμενον ἄνθρωπον καὶ γεννηθέντα», ἕνα Χριστόν, ἕνα υἱόν, ἕνα κύριον, μίαν ὑπόστασιν, τὸν αὐτὸν θεόν τε καὶ ἄνθρωπον, οὐχ ἕτερον ἐν τῇ τριάδι παρεισάγοντα πρόσωπον.

85

«Ἐντεῦθεν καὶ τὴν ἐν τῷ τρισαγίῳ προσθήκην βλάσφημον ὁριζό‐ μεθα ὡς τέταρτον ἐν τῇ τριάδι παρεντιθεῖσαν πρόσωπον καὶ ἀνὰ μέρος τιθεῖσαν τοῦ θεοῦ τὴν ἐνυπόστατον δύναμιν καὶ ἀνὰ μέρος τὸν ἐσταυ‐ ρωμένον ὡς ἄλλον ὄντα παρὰ τὸν ἰσχυρὸν ἢ παθητὴν τὴν ἁγίαν τριάδα
5δοξάζουσαν καὶ συσταυροῦσαν τῷ υἱῷ τὸν πατέρα καὶ τὸ πνεῦμα τὸ ἅγιον» ἢ τὸ πνεῦμα τὸ ἅγιον καὶ ἀθάνατον παθητὸν ἀποδεικνύουσαν. Ὁ γὰρ τρισάγιος οὗτος ὕμνος πάλαι μὲν ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου διὰ τῶν λειτουργικῶν αὐτοῦ πνευμάτων τῶν σεραφὶμ τῷ θεόπτῃ Ἡσαΐᾳ
μεμυσταγώγητο τὰς τρεῖς ὑποστάσεις τῆς θεότητος μυστικῶς ἐμφαί‐141
10νοντος καὶ τὴν μίαν κυριότητα καὶ φύσιν. Αὐτὸς μὲν γὰρ ὁ Ἡσαΐας τὸν θεὸν καὶ πατέρα ἔφη ἑωρακέναι, ὁ θεολόγος δὲ Ἰωάννης τὸν υἱὸν αὐτῷ ἔφη ἀποκεκαλύφθαι, Παῦλος δὲ ὁ θεῖος ἀπόστολος τὸ πνεῦμα τὸ ἅγιον. Ἐντεῦθεν ἅπας ὁ τῶν ἁγίων πατέρων ἑσμὸς εἰς τὴν ἁγίαν τριάδα τοῦτον τὸν τρισάγιον ἐξειλήφασιν ὕμνον. «Φησὶ γοῦν ὁ θεολόγος Γρηγόριος·
15‘Οὕτω μὲν οὖν τὰ ἅγια τῶν ἁγίων, ἃ καὶ τοῖς σεραφὶμ συγκαλύπτεται καὶ δοξάζεται τρισὶν ἁγιασμοῖς, εἰς μίαν συνιοῦσι κυριότητά τε καὶ θεότητα· ὃ καὶ ἄλλῳ τινὶ τῶν πρὸ ἡμῶν πεφιλοσόφηται κάλλιστά τε καὶ ὑψηλότατα.‘»

86

Ἔκ τινος δὲ θείας ἀποκαλύψεως, αἱ ἱστορικαὶ διαγορεύουσι βίβλοι ἐπὶ Πρόκλου, προέδρου Κωνσταντινουπόλεως, λιτανεύοντος τοῦ αὐτόθι λαοῦ διά τινα θεήλατον ἀπειλὴν ἀφαρπαγῆναι τοῦ λαοῦ παιδίον καὶ τὸν ὕμνον οὕτω διδαχθῆναι ὑπ’ ἀγγελικῆς τινος μυσταγωγίας· «Ἅγιος
5ὁ θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς», καὶ κελευσθῆναι ᾄδειν. Ἐκύρωσε δὲ τὴν ἀποκάλυψιν ἡ σύντομος ἔκβασις· ἅμα γὰρ ᾖσαν, καὶ ἐκόπασεν ἡ ὀργή. Φαμὲν δὲ ταύτην εἶναι τοῦ ὕμνου τὴν δύναμιν· «Ἅγιος ὁ θεὸς» ὁ πατήρ, ἐξ οὗ θεὸς ὁ υἱὸς καὶ θεὸς τὸ πνεῦμα τὸ ἅγιον· «ἅγιος ἰσχυρὸς» ὁ υἱός, ἡ τοῦ πατρὸς σοφία καὶ δύναμις· «ἅγιος ἀθάνατος»
10τὸ πνεῦμα τὸ ἅγιον· «τὸ πνεῦμα γάρ ἐστι τὸ ζωοποιοῦν,» καὶ «ὁ νόμος τοῦ πνεύματος τῆς ζωῆς,» καὶ ὁ θεοπάτωρ Δαυίδ· «Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα.» Ταῦτα δὲ λέγομεν οὐ μόνῳ τῷ πατρὶ περιορίζοντες τὴν θεότητα οὐδὲ μόνῳ τῷ υἱῷ τὴν δύναμιν ἢ τὴν ἀθανασίαν μόνῳ τῷ πνεύματι, «ἀλλ’ ἐφ’ ἑκάστης τῶν ὑποστάσεων πάσας
15τὰς θεωνυμίας ἁπλῶς καὶ ἑνιαίως λαμβάνοντες καὶ τὸν θεῖον ἀπόστολον ἐκμιμούμενοι φάσκοντα· ‘Ἡμῖν δὲ εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς ἐξ αὐτοῦ, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα καὶ ἡμεῖς δι’ αὐτοῦ.‘ Οὐ μὴν ἀλλὰ καὶ τὸν θεολόγον Γρηγόριον ὧδέ πη λέγοντα· ‘Ἡμῖν δὲ εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός,
20δι’ οὗ τὰ πάντα, καὶ ἓν πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα, τοῦ “ἐξ οὗ” καὶ “δι’ οὗ” καὶ “ἐν ᾧ” μὴ φύσεις τεμνόντων, ἀλλὰ χαρακτηριζόντων μιᾶς καὶ ἀσυγχύτου φύσεως ἰδιότητας.‘»142

87

Γέλως οὖν ὄντως καὶ παίγνιον τὴν δι’ ἀγγέλων μυηθεῖσαν πρότε‐ ρόν τε καὶ ὕστερον καὶ τῇ τῆς ἐπαγωγῆς λήξει πιστωθεῖσαν καὶ τῇ τῶν ἁγίων πατέρων μαρτυρίᾳ βεβαιωθεῖσαν τρισάγιον ᾠδὴν ὡς τῆς μιᾶς τρισ‐ υποστάτου θεότητος ἐμφαντικὴν τῇ τοῦ κναφέως οἷον καταπατηθῆναι
5ἀλόγῳ οἰήσει· ὡς γὰρ ἱμάτιον τὸν ἱερὸν τοῦτον ὕμνον καθαίρειν οἰόμε‐ νος καὶ πλέον λαμπρύνειν, ἢ καλῶς ἔχει, προσθήκην τῷ τρισαγίῳ ὡς δῆθεν τῶν σεραφὶμ ὑπέρτερος παρενέθετο ὥσπερ ἀντινομοθετῶν τῷ ἁγίῳ πνεύματι. Ἀλλ’ ὢ τῆς αὐθαδείας, ἵνα μὴ λέγω τῆς ἀνοίας. Ἡμεῖς δὲ οὕτω φαμέν, κἂν δαίμονες διαρρήγνυνται· «Ἅγιος ὁ θεός, ἅγιος ἰσχυ‐
10ρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.»

88

Πρὸς δὲ τῶν εἰρημένων πίστωσιν καὶ χρήσεις τῶν ἁγίων πατέρων, ὧν τὸ στόμα θεοῦ κεχρημάτικε στόμα, ὑπετάξαμεν, ὧν δυσωπηθέντες τὸ αἰδέσιμον μεθ’ ἡμῶν καὶ τῆς ἀληθείας ἕνα θεὸν καὶ μίαν φύσιν ἐν τρισὶν ὑποστάσεσι καὶ τὸν ἕνα τῆς ἁγίας τριάδος τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ
5καὶ μετὰ σάρκωσιν ἕνα Χριστόν, ἕνα υἱόν, ἕνα κύριον καὶ μίαν ὑπόστασιν ἐν δυσὶ φύσεσιν ἀσυγχύτως καὶ ἀδιαιρέτως ὀρθοδόξως κηρύξατε.

89

Χρήσεις ἁγίων πατέρων ἀποδεικνύουσαι, ὡς εἷς ἐστιν ὁ Χριστὸς ἐκ δύο φύσεων καὶ δύο φύσεις καὶ ἐν δυσὶ φύσεσι καὶ μετὰ τὴν σωτηριώδη καὶ ὑπεράγαθον αὐτοῦ σάρκωσιν. Τοῦ ἁγίου Εἰρηναίου ἐπισκόπου Λουγδούνων ἐκ τοῦ κατὰ Οὐαλεντί‐
5νου· Ὥσπερ γὰρ ἡ κιβωτὸς κεχρυσωμένη ἦν ἔσωθεν καὶ ἔξωθεν χρυσίῳ καθαρῷ, οὕτως καὶ τὸ τοῦ Χριστοῦ σῶμα καθαρὸν ἦν διαυγές, ἔσωθεν μὲν τῷ λόγῳ κοσμούμενον, ἔξωθεν δὲ τῷ πνεύματι φρουρούμενον, ἵν’ ἐξ ἀμφοτέ‐
ρων τὸ περιφανὲς τῶν φύσεων ἀναδειχθῇ.143

90

Τοῦ ἁγίου Ἰουστίνου φιλοσόφου καὶ μάρτυρος ἐκ τοῦ τρίτου βι‐ βλίου τοῦ περὶ τῆς ἁγίας τριάδος κεφαλαίου τρίτου· Καὶ ταύτης τὴν νηδὺν εἰσδὺς οἱονεὶ θεῖος σπόρος πλάττει ναὸν ἑαυτῷ τέλειον ἄνθρωπον, μέρος τι λαβὼν τῆς ἐκείνης φύσεως καὶ εἰς τὴν τοῦ
5ναοῦ διάπλασιν οὐσιώσας ἐνδύς τε τοῦτον κατ’ ἄκραν ἕνωσιν υἱὸς θεοῦ ἄμφω προῆλθεν.

91

Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ συντάγματος κεφαλαίου ἑπτακαιδεκάτου· Ὥσπερ εἷς μέν ἐστιν ὁ ἄνθρωπος, ἔχει δὲ φύσεις διαφόρους δύο, καὶ κατ’ ἄλλο μὲν λογίζεται, κατ’ ἄλλο δὲ τὸ λογισθὲν ἐνεργεῖ—ψυχῇ μὲν γὰρ νοερᾷ λογισάμενος, εἰ τύχοι, τοῦ πλοίου τὴν σύμπηξιν χερσὶ τὸ νοηθὲν
5εἰς πέρας ἄγει—, οὕτως ὁ υἱὸς εἷς ὢν καὶ δύο φύσεις κατ’ ἄλλην μὲν τὰς θεοσημείας εἰργάζετο, κατ’ ἄλλην δὲ τὰ ταπεινὰ παρεδέχετο.

92

Τοῦ ἁγίου Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας ἐκ τοῦ κατὰ αἱρέσεων· «Ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών.» Δύο ἔχεις μορφάς. Κράτει
5ταύτας, μηδετέραν παραχαράξῃς· οὔτε γὰρ ἄνθρωπος ὢν ὁ υἱὸς τοῦ θεοῦ καὶ θεὸς ἠφάνισε τὴν θεϊκὴν μορφήν, οὔτε θεὸς ὢν παρῃτήσατο τὴν ἀνθρωπίνην μορφήν. Ἐπεὶ οὖν δύο ἔχομεν μορφάς, τὴν δεσποτικήν φημι καὶ τὴν δουλικήν, τὴν μὲν φύσει θεοῦ, τὴν δὲ φύσει ἀνθρωπείαν, τὴν μὲν πρὸ αἰώνων, τὴν δὲ ἐξ ὑστέρων καιρῶν, τὴν μὲν ἐκ τοῦ πατρός,
10τὴν δὲ ἐκ παρθένου, τὴν μὲν ἐκ μόνου, τὴν δὲ ἐκ μόνης, ἐπειδὴ δύο ταῦτα ὑφέστηκε πράγματα δύο ἐν ἑνί—οὔτε γὰρ διαιροῦμεν τὸν θεὸν λόγον ἀπὸ τοῦ σώματος οὔτε δύο οἴδαμεν υἱοὺς καὶ Χριστούς, ἀλλὰ τὸν πρὸ αἰώνων υἱὸν τοῦ θεοῦ ἐν ὑστέροις καιροῖς ἄνθρωπον ἐξ αὐτῆς μήτρας τῆς παρθένου γενόμενον τέλειον. Ὡς γὰρ ὁ γεννήσας πατὴρ τέλειον ἐγέννη‐
15σεν υἱόν, οὕτως ὁ αὐτὸς καὶ εἷς υἱὸς καὶ λόγος τοῦ πατρὸς τὸν τελείως ἀπολλύμενον ἄνθρωπον σῶσαι βουλόμενος τέλειος ἐγένετο ἄνθρωπος, ἵνα μὴ τὸ ἔξωθεν σώσας τὸ ἔσωθεν προδεδομένον ἐάσῃ, οὐδὲ γὰρ σῶμα ἀναλαβὼν εἴασε τὴν ψυχήν, ἀλλὰ καὶ ψυχὴν καὶ νοῦν ἀνέλαβεν 〈...〉

93

Τοῦ ἁγίου Μεθοδίου ἐπισκόπου Πατάρων καὶ μάρτυρος ἐκ τοῦ
λόγου τοῦ εἰς τὴν ὑπαπάντην· Τὸν ἐν ὁράσει ἀόρατον, τὸν ἐν περιλήψει ἀπερίληπτον, τὸν ἐν σμικρότητι ὑπερμεγέθη, τὸν ἐν ναῷ καὶ ἐν ὑψίστοις, τὸν ἐπὶ θρόνου παρθενικοῦ καὶ144
5ἐπὶ ὀχήματος χερουβικοῦ, τὸν κάτω καὶ ἄνω ἀδιαστάτως, τὸν ἐν μορφῇ δούλου καὶ ἐν μορφῇ θεοῦ πατρός, τὸν ὑπήκοον καὶ βασιλέα τῶν ἁπάν‐ των.

94

Τοῦ ἁγίου Βασιλείου, ἐπισκόπου Καισαρείας Καππαδοκίας, ἐκ τοῦ κατ’ Εὐνομίου λόγου· Ἐγὼ γὰρ καὶ τὸ ἐν μορφῇ θεοῦ ὑπάρχειν ἴσον δύνασθαι τῷ ἐν οὐσίᾳ θεοῦ φημι· ὡς γὰρ τὸ μορφὴν ἀνειληφέναι δούλου ἐν τῇ οὐσίᾳ τῆς ἀνθρωπό‐
5τητος τὸν κύριον γεγενῆσθαι σημαίνει, οὕτω τὸ λέγειν ἐν μορφῇ θεοῦ ὑπάρχειν τῆς θείας οὐσίας παρίστησι τὴν ἰδιότητα.

95

Τοῦ αὐτοῦ ἐκ τῆς διαλέξεως τῆς πρὸς Ἀέτιον τὸν Ἀρειανόν· Οὐ γὰρ ἂν δυνήσῃ ποτὲ σὺ ἢ ἄλλος τις παραστῆσαι ἢ ἀποδεῖξαι ἐν ἀλη‐ θείᾳ τοὺς προειρημένους ἁγίους πατέρας ἡμῶν καὶ διδασκάλους ἢ ἡμᾶς ἤ τινα τῶν ἐκκρίτων πατέρων καὶ διδασκάλων τῆς ἁγίας καθολικῆς καὶ
5ἀποστολικῆς ἐκκλησίας ἢ εἰπόντας ἢ διδάξαντας ἐγγράφως ἢ ἀγράφως, ὡς σὺ λέγεις, ἐπὶ Χριστοῦ τοῦ θεοῦ ἡμῶν μίαν φύσιν σύνθετον ἢ ἁπλῆν ἢ μονοειδῆ ἢ ἓν θέλημα καὶ μίαν ἐνέργειαν ἤ τι τῶν ἀπηγορευμένων δογμά‐ των καὶ ἀποβεβλημένων ἐκ τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας. Εἰ γάρ, ἃ κατελύσαμεν, ταῦτα πάλιν οἰκοδομοῦμεν, κατὰ τὸν θεῖον ἀπό‐
10στολον παραβάτας ἑαυτοὺς συνιστάνομεν. Τοὐναντίον δὲ μᾶλλον δι‐ πλοῦν ἐκηρύξαμεν ὑπάρχειν κατὰ πάντα τὸν κύριον ἡμῶν Ἰησοῦν Χρι‐ στὸν ἐν μιᾷ ὑποστάσει καὶ ἐν ἑνὶ προσώπῳ χωρὶς οἱασδηποτοῦν διαιρέ‐ σεως ἢ συγχύσεως· τὸ γὰρ λέγειν μίαν φύσιν καὶ θέλησιν καὶ ἐνέργειαν ἐπὶ τοῦ αὐτοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ οὐ δύο, τῶν κακοδόξων
15καὶ βλασφήμων καὶ ὁμοφρόνων σου ἀνδρῶν ὑπάρχει δίδαγμά τε καὶ φρόνημα.

96

Τοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς πρὸς Ἐπίκτητον ἐπιστολῆς· Εἰ δὲ ὁμοούσιος ὁ λόγος τῷ σώματι ἐκ γῆς ἔχοντι τὴν φύσιν, ὁμοούσιος δὲ ὁ λόγος τῷ πατρὶ κατὰ τὴν τῶν πατέρων ὁμολογίαν, ὁμοούσιος ἔσται καὶ αὐτὸς ὁ πατὴρ τῷ σώματι τῷ ἐκ γῆς γενομένῳ. Καὶ τί ἔτι μέμφον‐
5ται τοῖς Ἀρειανοῖς λέγουσι τὸν υἱὸν κτίσμα λέγοντες αὐτοὶ καὶ τὸν
πατέρα ὁμοούσιον τοῖς κτίσμασιν;145

97

Καὶ μετὰ βραχέα· Ποῖος ᾅδης ἐξηρεύξατο, ὁμοούσιον εἰπεῖν τὸ ἐκ Μαρίας σῶμα τῇ τοῦ λόγου θεότητι;

98

Τοῦ ἁγίου Γρηγορίου τοῦ θεολόγου ἐκ τῆς πρὸς Κληδόνιον ἐπιστο‐ λῆς δευτέρας· Φύσεις μὲν γὰρ δύο θεὸς καὶ ἄνθρωπος, ἐπεὶ καὶ ψυχὴ καὶ σῶμα· υἱοὶ δὲ οὐ δύο οὐδὲ θεοί. Οὐ γὰρ ἐνταῦθα δύο ἄνθρωποι, εἰ καὶ οὕτως ὁ Παῦλος
5τὸ ἐντὸς τοῦ ἀνθρώπου καὶ τὸ ἐκτὸς προσηγόρευσεν.

99

Τοῦ αὐτοῦ ἐκ τοῦ Ἀπολογητικοῦ· Τοῦτο ἡμῖν ὁ παιδαγωγὸς βούλεται νόμος, τοῦτο οἱ μέσοι Χριστοῦ καὶ νόμου προφῆται, τοῦτο ὁ τοῦ πνευματικοῦ νόμου τελειωτὴς καὶ τὸ τέλος Χριστός, τοῦτο ἡ κενωθεῖσα θεότης, τοῦτο ἡ προσληφθεῖσα σάρξ, τοῦτο
5ἡ καινὴ μίξις θεὸς καὶ ἄνθρωπος, ἓν ἐξ ἀμφοῖν καὶ δι’ ἑνὸς ἀμφότερα.

100

Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ υἱοῦ δευτέρου λόγου· Σημεῖον δέ, ἡνίκα αἱ φύσεις διίστανται ταῖς ἐπινοίαις, συνδιαιρεῖται καὶ τὰ ὀνόματα. Παύλου λέγοντος ἄκουσον· «Ἵνα ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης.» Χριστοῦ μὲν θεός,
5τῆς δὲ δόξης πατήρ· εἰ γὰρ τὸ συναμφότερον ἕν, ἀλλ’ οὐ τῇ φύσει, τῇ δὲ συνόδῳ.

101

Τοῦ αὐτοῦ ἀναπλήρωσις τῆς πρὸ μικροῦ χρήσεως ἐκ τῆς πρὸς Κληδόνιον πρώτης ἐπιστολῆς· Εἰ δὲ δεῖ συντόμως εἰπεῖν, ἄλλο μὲν καὶ ἄλλο τὰ ἐξ ὧν ὁ σωτήρ, εἴπερ μὴ ταὐτὸν τὸ ἀόρατον τῷ ὁρατῷ καὶ τὸ ἄχρονον τῷ ὑπὸ χρόνον· οὐκ ἄλλος
5δὲ καὶ ἄλλος, μὴ γένοιτο. Τὰ γὰρ ἀμφότερα ἓν τῇ συγκράσει, θεοῦ μὲν
ἐνανθρωπήσαντος, ἀνθρώπου δὲ θεωθέντος ἢ ὅπως ἄν τις ὀνομάσειε. Λέγω δὲ ἄλλο καὶ ἄλλο ἔμπαλιν ἢ ἐπὶ τῆς τριάδος ἔχει. Ἐκεῖ μὲν γὰρ ἄλλος καὶ ἄλλος, ἵνα μὴ τὰς ὑποστάσεις συγχέωμεν, οὐκ ἄλλο δὲ καὶ ἄλλο· ἓν γὰρ τὰ τρία καὶ ταὐτὸν τῇ θεότητι.146

102

Σχόλιον. Εἰ «οὐκ ἄλλο καὶ ἄλλο» διὰ τὸ μίαν εἶναι τὴν φύσιν, τὸ ἄλλο ἄρα καὶ ἄλλο οὐ μία φύσις. Καὶ εἰ «ἔμπαλιν ἢ ἐπὶ τῆς τριάδος ἔχει, ἐκεῖ δὲ τρεῖς ὑποστάσεις διὰ τὸ ἄλλος καὶ ἄλλος, μία δὲ φύσις διὰ τὸ μὴ ἄλλο καὶ ἄλλο», ἐνταῦθα δύο μὲν φύσεις διὰ τὸ «ἄλλο καὶ ἄλλο», μία δὲ
5ὑπόστασις διὰ τὸ «οὐκ ἄλλος καὶ ἄλλος».

103

Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ υἱοῦ δευτέρου λόγου· Τοῦτό ἐστιν, ὃ ποιεῖ τοῖς αἱρετικοῖς τὴν πλάνην, ἡ τῶν ὀνομάτων ἐπίζευ‐ ξις ἐπαλλαττομένων τῶν ὀνομάτων διὰ τὴν σύγκρασιν. Σημεῖον δέ, ὡς ἡνίκα αἱ φύσεις διίστανται ταῖς ἐπινοίαις, συνδιαιρεῖται καὶ τὰ ὀνόματα.
5Παύλου λέγοντος ἄκουσον· «Ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁ πατὴρ τῆς δόξης» Χριστοῦ μὲν θεός, τῆς δὲ δόξης πατήρ. Εἰ γὰρ τὸ συναμφότερον ἕν, ἀλλ’ οὐ τῇ φύσει, τῇ δὲ συνόδῳ· τούτων τί ἂν γένοιτο γνωριμώτερον;

104

Σχόλιον. Τὰ μὴ φύσει ἓν πάντως δύο· εἰ δὲ ἡ σύνοδος, καθ’ ὑπό‐ στασιν. Ἄρα ἡ θεότης τοῦ Χριστοῦ καὶ ἡ ἀνθρωπότης αὐτοῦ δύο μὲν τῇ φύσει, ἓν δὲ τῇ ὑποστάσει.

105

Τοῦ αὐτοῦ ἐκ τῶν ἐπῶν· Ἦλθε θεὸς θνητός τε φύσεις δύο εἰς ἓν ἀγείρας, τὴν μὲν κευθομένην, τὴν δ’ ἀμφαδίην μερόπεσσιν.

106

Τοῦ ἁγίου Ἀμβροσίου Μεδιολάνων ἐκ τοῦ περὶ ἐνανθρωπήσεως ἤτοι κατὰ Ἀπολιναρίου λόγου· Ἀλλ’ ἐν ὅσῳ τούτους ἐλέγχομεν, ἀνεφύησαν ἕτεροι λέγοντες, τὸ σῶμα τοῦ κυρίου καὶ τὴν θεότητα μιᾶς εἶναι φύσεως. Ποῖος ᾅδης τὴν τοσαύτην
5βλασφημίαν ἠρεύξατο; Ἀρειανοὶ γὰρ ἤδη τυγχάνουσι φορητότεροι,
οἷς ἐκ τούτων αὔξεται τῆς φιλονεικίας καὶ ἀπιστίας τὸ στέλεχος φιλονει‐ κότερον διαβεβαιουμένοις λέγειν, τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον μιᾶς οὐσίας μὴ εἶναι, ἐπειδὴ οὗτοι τὴν θεότητα τοῦ κυρίου καὶ τὴν σάρκα μιᾶς φασιν ὑπάρχειν οὐσίας.147

107

Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς Γρατιανὸν τὸν βασιλέα· ταύτην δὲ τὴν χρῆσιν προήγαγεν ὁ ἅγιος Κύριλλος ἐν τῇ κατ’ Ἔφεσον συνόδῳ· Φυλάξωμεν τὴν διαφορὰν τῆς θεότητος καὶ τῆς σαρκός· εἷς γὰρ ἐν ἑκατέρᾳ λαλεῖ ὁ τοῦ θεοῦ υἱός, ἐπειδήπερ ἐν αὐτῷ ἑκατέρα φύσις ἐστίν.

108

Τοῦ αὐτοῦ ἐκ τῆς ἑρμηνείας τοῦ θείου συμβόλου· Τοὺς δὲ λέγοντας ψιλὸν ἄνθρωπον τὸν Χριστὸν ἢ παθητὸν τὸν θεὸν λόγον ἢ εἰς σάρκα τραπέντα ἢ συνουσιωμένον ἐσχηκέναι τὸ σῶμα ἢ οὐρανόθεν αὐτὸ κεκομικέναι ἢ φάντασμα εἶναι, ἢ θνητὸν λέγοντας τὸν θεὸν λόγον
5ἢ δεδεῆσθαι τῆς παρὰ τοῦ πατρὸς ἀναστάσεως ἢ ἄψυχον σῶμα ἢ ἄνουν ἄνθρωπον ἀνειληφέναι ἢ τὰς δύο οὐσίας τοῦ Χριστοῦ κατὰ ἀνάκρασιν συγχυθείσας μίαν γεγενῆσθαι οὐσίαν, καὶ μὴ ὁμολογοῦντας τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν δύο εἶναι οὐσίας ἀσυγχύτους, ἓν δὲ πρόσωπον, καθ’ ὃ εἷς Χριστός, εἷς υἱός, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστο‐
10λικὴ ἐκκλησία.

109

Τοῦ ἁγίου Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου ἐκ τῆς πρὸς Σέλευ‐ κον ἐπιστολῆς· Οὕτω θεὸν καὶ ἄνθρωπον τὸν Χριστὸν ὁμολογῶ, τὸν υἱὸν τοῦ θεοῦ, ἕνα υἱὸν δύο φύσεων, παθητῆς τε καὶ ἀπαθοῦς, θνητῆς τε καὶ ἀθανάτου.

110

Καὶ μετ’ ὀλίγα· Ἕνα οὖν υἱὸν δύο φύσεών φημι ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως. Πάσχει τοίνυν ὁ Χριστός, ὁ υἱὸς τοῦ θεοῦ, οὐ θεότητι, ἀλλ’ ἀνθρωπότητι.

111

Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς·
Ἡ ληφθεῖσα πάσχει φύσις, ἡ δὲ λαβοῦσα ἀπαθὴς μένει. Οἰκειοῦται δὲ ὁ θεὸς λόγος ἀπαθῶς τὰ τοῦ ἰδίου ναοῦ ἀνθρώπινα πάθη, σταυρόν φημι καὶ θάνατον καὶ τὰ ἄλλα, ὅσα περὶ αὐτὸν οἰκονομικῶς θεωρεῖται, οἰκειοῦ‐148
5ται, αὐτὸς πάσχων οὐδέν. Ἐπειδὴ εἰς ἓν πρόσωπον συντελοῦσιν αἱ διτταὶ φύσεις 〈...〉

112

Τοῦ ἁγίου Γρηγορίου ἐπισκόπου Νύσσης ἐκ τῆς πρὸς Φίλιππον μονάζοντα ἐπιστολῆς· Τὰ μὲν ὁμοούσια ταυτότητα κέκτηται, τὰ δὲ ἑτεροούσια τὸ ἀνάπαλιν. Κἂν γὰρ ἀρρήτῳ ἑνώσει τὰ συναμφότερα ἕν, ἀλλ’ οὐ τῇ φύσει διὰ τὸ
5ἀσύγχυτον. Ὁ τοίνυν Χριστὸς δύο ὑπάρχων φύσεις καὶ ἐν αὐταῖς ἀληθῶς γνωριζόμενος μοναδικὸν ἔχει τῆς υἱότητος τὸ πρόσωπον.

113

Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Ἀπολιναρίου· Εἰ οὖν ἐν τοῖς ἐναντίοις ἰδιώμασιν ἡ θατέρου τούτων θεωρεῖται φύσις, τῆς σαρκὸς λέγω καὶ τῆς θεότητος, πῶς μία αἱ δύο φύσεις εἰσίν;

114

Τοῦ ἁγίου Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας ἐκ τοῦ προσφωνητικοῦ τοῦ πρὸς Ἀλεξανδρεῖς· Ἐγὼ τὸ συγκεκραμένον οὐ καταδέχομαι· ἀλλότριον γάρ ἐστι τῆς ἀποστολικῆς πίστεως καὶ τῆς τοῦ Χριστοῦ ὀρθῆς παραδόσεως. Ἡ γὰρ
5σύγκρασις ἀφανισμὸν τῶν φύσεων ἐργάζεται, ἡ δὲ ἄρρητος ἕνωσις παρὰ τῶν ὀρθῶς φρονούντων ὁμολογουμένη ἀμφοτέρας σῴζει ἀσυγχύτως τὰς φύσεις καὶ ἕνα ἀποτελεῖ ἐξ ἀμφοῖν τὸν ὀφθέντα Χριστόν, θεόν τε ὁμοῦ καὶ ἄνθρωπον γενόμενον τὸν αὐτόν, καὶ οὐ δύο Χριστούς, ἕνα δὲ μᾶλλον ἑνωθέντα καὶ οὐ κεκραμένον. Εἰ γὰρ κέκρανται αἱ δύο φύσεις εἰς μίξιν
10μίαν ἑτεροούσιοι τυγχάνουσαι, οὐδ’ ὁποτέρα σῴζεται, ἀλλ’ ἀμφότεραι συγχυθεῖσαι ἠφανίσθησαν.

115

Καὶ μετ’ ὀλίγα· Καὶ λύεται μὲν ὁ ναὸς ἐν τῷ καιρῷ τῆς τριημέρου ταφῆς βουλομένου αὐτοῦ· καὶ πάλιν ἀνέστησεν αὐτόν, καὶ ἡνώθη αὐτῷ ἀρρήτῳ καὶ
ἀφράστῳ λόγῳ, οὐ κεκραμένος ἐν αὐτῷ ἢ ἀποσεσαρκωμένος, ἀλλ’149
5ἀποσῴζων ἐν ἑαυτῷ τῶν δύο φύσεων τῶν ἑτεροουσίων ἀσυγχύτους τὰς ἰδιότητας. Οὐ γὰρ δήπου ἐκράθησαν αἱ φύσεις ἐν τῇ ἀρρήτῳ καὶ ἀσυγχύτῳ ἑνώσει, ἀλλ’ ἡνώθησαν ἀρρήτῳ καὶ ἀφράστῳ λόγῳ καὶ ὑπερέκεινα παντὸς νοῦ τυγχάνουσι κατὰ τὸν τρισμακάριον καὶ ἀληθῶς οἰκουμενικὸν τῆς ὀρθοδόξου πίστεως διδάσκαλον καὶ ἀρχιεπίσκοπον
10ἡμῶν Ἀθανάσιον τὸν ἐν τῇ μεγάλῃ ἐν Νικαίᾳ συνόδῳ διαπρέψαντα μεταξὺ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ ἐπισκόπων εἰπόντα· Δύο πραγ‐ μάτων ἀνομοίων καὶ ἀνίσων κατὰ τὴν φύσιν σύνοδος γέγονεν οὐ σύγκρα‐ σις θεοῦ ἀφράστου καὶ θνητοῦ σώματος οὐ κατὰ ἀφανισμὸν ἢ ἀποσάρκω‐ σιν, ἀλλὰ καθ’ ἕνωσιν ἄρρητον καὶ ἀνέκφραστον καὶ ἀνεκδιήγητον·
15δύο φύσεων τῶν ἑτεροουσίων ἐν ἑνὶ Χριστῷ, υἱῷ δὲ τοῦ θεοῦ, σῳζομένων καὶ μήτε συγχεομένων μήτε ἀπολλυμένων ἢ διαιρεθεισῶν.

116

Σχόλιον. Ὁρᾶτε, ὡς οἱ ἅγιοι πατέρες ἐξ ἴσης τὴν σύγχυσιν καὶ τὴν διαίρεσιν φεύγοντες σῴζεσθαι τὰς δύο φύσεις φασὶν ἐν ἑνὶ Χριστῷ ἤτοι μιᾷ ὑποστάσει.

117

Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ πίστεως λόγου· Οὐδέποτε γὰρ ἀπέστη τῆς ἰδίας θεότητος, εἰ καὶ κεκένωκεν ἑαυτὸν μορφὴν δούλου λαβὼν δι’ ἡμᾶς οὐκ ἀπολέσας τὴν θεϊκὴν μορφήν, ἵνα κατὰ σὲ ἑτοίμως θεοποιηθῇ ὡς ἄνθρωπος—μὴ γένοιτο—, ἀλλὰ γὰρ ναὸν
5ἑαυτῷ ἔμψυχον καὶ τέλειον κατασκευάσας ἐν τῇ ἁγίᾳ παρθενικῇ μήτρᾳ καὶ ἐνδυσάμενος αὐτὸν καὶ ἑνωθεὶς αὐτῷ ἀρρήτῳ λόγῳ σῳζομένων ἀμ‐ φοτέρων τῶν φύσεων καὶ οὐ κεκραμένων προῆλθε, φαινόμενος μὲν ἄνθρω‐ πος, νοούμενος δὲ θεὸς Ἰησοῦς Χριστός.

118

Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ἰωάννην τὸν Ἀντιοχείας ἐπιστολῆς· Τὰς δὲ εὐαγγελικὰς καὶ ἀποστολικὰς περὶ τοῦ κυρίου φωνὰς ἴσμεν τοὺς θεολόγους ἄνδρας τὰς μὲν κοινοποιοῦντας ὡς ἐφ’ ἑνὸς προσώπου, τὰς δὲ διαιροῦντας ὡς ἐπὶ δύο φύσεων, καὶ τὰς μὲν θεοπρεπεῖς κατὰ τὴν θεότη‐
5τα τοῦ Χριστοῦ, τὰς δὲ ταπεινὰς κατὰ τὴν ἀνθρωπότητα.

119

Σχόλιον. Εἰ ἀληθῶς ἓν πρόσωπον ἐπὶ Χριστοῦ μετὰ τὴν ἕνωσιν,
πάντως ἀληθῶς καὶ δύο φύσεις.150

120

Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ἀκάκιον ἐπίσκοπον Μελιτηνῆς ἐπιστολῆς· Ἀλλὰ γὰρ ἴσως ἐκεῖνο φαῖεν ἂν οἱ δι’ ἐναντίας· Ἰδοὺ δὴ σαφῶς οἱ τῆς ὀρθῆς πίστεως τὴν ὁμολογίαν ποιούμενοι δύο μὲν ὀνομάζουσι φύσεις, διαιρεῖσθαι δὲ τὰς τῶν θεηγόρων φωνὰς διατείνονται κατά γε τὴν
5διαφορὰν αὐτῶν. Εἶτα πῶς οὐκ ἐναντία ταῦτα τοῖς σοῖς; Οὐ γὰρ ἂν ἔχοις προσώποις δυσὶν ἤγουν ὑποστάσεσι τὰς φωνὰς διανέμειν. Ἀλλ’, ὦ βέλτιστοι, φαίην ἄν, γεγράφαμεν ἐν τοῖς κεφαλαίοις· «Εἴ τις προσώ‐ ποις δυσὶν ἤγουν ὑποστάσεσι διανέμει τὰς φωνὰς καὶ τὰς μὲν ὡς ἀνθρώπῳ παρὰ τὸν ἐκ θεοῦ λόγον ἰδικῶς νοουμένῳ προσάπτει, τὰς δὲ ὡς θεοπρεπεῖς
10μόνῳ τῷ ἐκ θεοῦ πατρὸς λόγῳ, οὗτος ἔστω κατάκριτος.» Φωνῶν δὲ διαφορὰν κατ’ οὐδένα τρόπον ἀνῃρήκαμεν.

121

Σχόλιον. Ὁρᾷς, ὡς οὐ τὸ δύο φύσεις λέγειν παραιτεῖται, ἀλλὰ τὸ ἰδίᾳ καὶ ἀναμέρος αὐτὰς ὁμολογεῖν.

122

Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὸ Λευϊτικόν· Δύο μὲν γὰρ ὀρνίθια ληφθῆναι κελεύει ζῶντα καὶ καθαρά, ἵνα νοήσῃς διὰ τῶν πετεινῶν τὸν οὐράνιον ἄνθρωπον ὁμοῦ καὶ θεόν, εἰς δύο μὲν φύσεις ὅσον ἧκεν, εἰς τὸν ἑκάστῃ πρέποντα λόγον διαιρούμενον. Λόγος
5γὰρ ἦν ὁ ἐκ θεοῦ πατρὸς ἀναλάμψας ἐν σαρκὶ τῇ ἐκ γυναικὸς πλὴν οὐ μεριζόμενον· εἷς γὰρ ἐξ ἀμφοῖν ὁ Χριστός.

123

Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ τριάδος λόγου· Μεθόριον δὲ ὥσπερ τι θεότητος καὶ ἀνθρωπότητος τὴν ἐν ἀμφοῖν ἔχων ὡς ἐν ἑνὶ σύνοδον καὶ τῶν τῇ φύσει διεστηκότων τὴν εἰς ταυτότητα συνδρομὴν καθ’ ἕνωσιν καὶ ἀναπλοκήν.

124

Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Σούκενσον ἐπιστολῆς· Ἐννοοῦντες τοίνυν, ὡς ἔφην, τῆς οἰκονομίας τὸν τρόπον ὁρῶμεν, ὅτι δύο φύσεις συνῆλθον ἀλλήλαις καθ’ ἕνωσιν ἀδιάσπαστον ἀτρέπτως τε καὶ ἀμεταβλήτως· ἡ γὰρ σὰρξ σάρξ ἐστι καὶ οὐ θεότης, εἰ καὶ γέγονε
5θεοῦ σάρξ· ὁμοίως δὲ καὶ ὁ λόγος θεός ἐστι καὶ οὐ σάρξ, εἰ καὶ ἰδίαν ἐποι‐ ήσατο τὴν σάρκα οἰκονομικῶς· Ὅταν δὲ ἐννοῶμεν τοῦτο, οὐδὲν ἀδι‐
κοῦμεν τὴν εἰς ἑνότητα συνδρομήν· τὸ ἐκ δύο φύσεων γεγενῆσθαι λέγον‐ τες μετὰ μέντοι τὴν ἕνωσιν οὐ διαιροῦμεν τὰς φύσεις ἀπ’ ἀλλήλων οὐδὲ εἰς δύο τέμνομεν υἱοὺς τὸν ἕνα καὶ ἀμέριστον, ἀλλ’ ἕνα φαμὲν υἱὸν καί,151
10ὡς οἱ πατέρες εἰρήκασι, μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην. Οὐκοῦν ὅσον μὲν ἧκεν εἰς ἔννοιαν καὶ εἰς μόνον τὸ ὁρᾶν τοῖς τῆς ψυχῆς ὄμμασι, τίνα τρόπον ἐνηνθρώπησεν ὁ μονογενής, δύο τὰς φύσεις εἶναί φαμεν, ἕνα δὲ υἱὸν καὶ Χριστὸν καὶ κύριον ὁμολογοῦμεν τὸν τοῦ θεοῦ λόγον ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον.

125

Σχόλιον. Σκοπείτω πᾶς τις μὴ τυφλώττων τὸν νοῦν τοῦ πατρὸς τὴν ἔννοιαν. Οὐκ εἶπε γάρ, «μετὰ μέντοι τὴν ἕνωσιν» οὐχ ὁμολογοῦμεν τὰς φύσεις, ἀλλ’ «οὐ διαιροῦμεν»· δύο γὰρ τὰς φύσεις εἶναί φησιν· «Ἕνα δὲ υἱὸν καὶ Χριστὸν καὶ κύριον», καὶ εἰπὼν «ἕνα φαμὲν υἱὸν» ἐπήγαγε
5«καὶ μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην», φύσιν ἐνταῦθα τὴν ὑπόστασιν ὀνομάσας. Οὐ γὰρ φύσις ἤτοι οὐσία ὁ υἱός, ἀλλ’ ὑπόστασις. Εἰ γὰρ φύσις ὁ υἱός, οὐκ ἔστι δὲ ὁ πατὴρ υἱός, οὐδὲ τῆς αὐτῆς ἔσται τῷ υἱῷ φύσεως· ὅμως καὶ τῆς σαρκὸς ἐνδείκνυται τὴν φύσιν πρὸς τὸν αὐτὸν Σούκενσον γράφων· ὥστε, εἰ καὶ καθ’ ὑμᾶς οὐσίαν ἐνταῦθα τὴν φύσιν φησίν, εἰσκομίζει
10καὶ τὴν τῆς σαρκὸς φύσιν διὰ τοῦ εἰπεῖν «σεσαρκωμένην». Γράφει γοῦν οὕτως·

126

Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Σούκενσον δευτέρας ἐπιστολῆς· Εἰ μὲν γὰρ «μίαν» εἰπόντες «τοῦ λόγου φύσιν» σεσιγήκαμεν οὐκ ἐπενεγκόν‐ τες τὸ «σεσαρκωμένην», ἀλλ’ οἷον ἔξω τιθέντες τὴν οἰκονομίαν, ἦν αὐτοῖς τάχα που καὶ οὐκ ἀπίθανος ὁ λόγος προσποιουμένοις ἐρωτᾶν· Εἰ μία
5φύσις τὸ ὅλον, ποῦ τὸ τέλειον ἐν ἀνθρωπότητι ἢ πῶς ὑφέστηκεν ἡ καθ’ ἡμᾶς οὐσία; Ἐπειδὴ δὲ καὶ ἡ ἐν ἀνθρωπότητι τελειότης καὶ τῆς καθ’ ἡμᾶς οὐσίας ἡ δήλωσις εἰσκεκόμισται διὰ τοῦ εἰπεῖν «σεσαρκωμένην», παυσάσθωσαν καλαμίνην ῥάβδον ἑαυτοῖς ὑποστήσαντες.

127

Σχόλιον. Παύσασθε τοιγαροῦν, ὦ οὗτοι, «καλαμίνην ῥάβδον ἑαυτοῖς ὑποστήσαντες» τῷ διδασκάλῳ πειθόμενοι. Ἴδε γάρ, σαφῶς εἴρηκε «διὰ τοῦ σεσαρκωμένην εἰπεῖν» «τὴν ἐν ἀνθρωπότητι τελειότητα καὶ τῆς καθ’ ἡμᾶς οὐσίας τὴν δήλωσιν εἰσκεκομίσθαι» καὶ ὡς οὐ «μία φύσις
5τὸ ὅλον» ἐστίν· εἰ δὲ οὐ μία, παντί που δῆλον ὡς δύο.152

128

Τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ τοῦ εἰς τὸν Λάζαρον λόγου· Ὁ κασσίτερος μολίβδου καὶ ἀργύρου μετέχει, ἀργύρου τὴν ὄψιν, μολίβ‐ δου τὴν φύσιν· οὕτω καὶ ὁ Χριστὸς θεὸς ὢν καὶ ἄνθρωπος τὰς δύο
5φύσεις ἐν ἑαυτῷ ἀποσῴζει καὶ ὥσπερ ἐν ἑαυτῷ ἀποσῴζει τὰς φύσεις, οὕτω καὶ αὐτὸς ἐν αὐταῖς ἐστιν οὐχ ὑπάρχων ἕτερος παρ’ αὐτάς.

129

Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Καισάριον μονάζοντα ἐπιστολῆς· Οὕτω κἀνταῦθα τῆς θείας αὐτῷ φύσεως ἐνιδρυσάσης ἕνα υἱόν, ἓν πρόσω‐ πον τὸ συναμφότερον ἀπετέλεσε, γνωριζόμενον μέντοι ἀδιαιρέτῳ καὶ ἀσυγ‐ χύτῳ λόγῳ οὐκ ἐν μιᾷ μόνῃ τῇ φύσει, ἀλλ’ ἐν δυσὶ τελείαις. Ἐπὶ γὰρ
5μιᾶς ποῦ τὸ ἀσύγχυτον; Ποῦ τὸ ἀδιαίρετον; Ποῦ ἡ ἕνωσις λεχθείη; Ἑαυτῇ γὰρ ἑνοῦσθαι ἢ διαιρεῖσθαι ἀδύνατον. Ποῖος ᾅδης ἠρεύξατο μίαν ἐπὶ Χριστοῦ φύσιν λέγειν μετὰ τὴν ἕνωσιν; Ἢ γὰρ τὴν θείαν κρα‐ τοῦντες τὴν ἀνθρωπίνην ἀρνοῦνται, φημὶ τὴν ἡμετέραν σωτηρίαν, ἢ τὴν ἀνθρωπίνην κατέχοντες τῆς θείας φύσεως τὴν ἄρνησιν ποιοῦνται·
10ἐπεὶ λεγέτωσαν, ποῖα ἀπολώλεκε τὸ ἴδιον; Εἰ γὰρ ἔτι ἔρρωται ἡ ἕνωσις, πάντως καὶ τὰ τῆς ἑνώσεως ἰδιώματα ἀποσῴζεσθαι ἀνάγκη· ἐπεὶ οὐχ
ἕνωσις τοῦτο, ἀλλὰ σύγχυσις καὶ ἀφανισμὸς τῶν φύσεων.153