TLG 2934 005 :: JOANNES DAMASCENUS :: Orationes de imaginibus tres

JOANNES DAMASCENUS Scr. Eccl. Theol., Monachus, vel Joannes Monachus Sancti Sabae
(Damascenus: A.D. 7–8)

Orationes de imaginibus tres

Source: Kotter, B. (ed.), Die Schriften des Johannes von Damaskos, vol. 3 [Patristische Texte und Studien 17] Berlin: De Gruyter, 1975: 65–200.

Citation: Section — (line)

1

(t1)

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Δαμασκη‐
t2νοῦ λόγος ἀπολογητικὸς πρὸς τοὺς διαβάλλοντας
t3τὰς ἁγίας εἰκόνας.

1,1

(4)

Ἐχρῆν μὲν ἡμᾶς ἀεὶ τῆς ἑαυτῶν συναισθα‐
5νομένους ἀναξιότητος σιγὴν ἄγειν καὶ θεῷ τὴν τῶν ἡμαρτημένων ἡμῖν προσάγειν ἐξομολόγησιν, ἀλλ’ ἐπειδὴ πάντα καλὰ ἐν καιρῷ αὐτῶν, ὁρῶ δὲ τὴν ἐκκλησίαν, ἣν ὁ θεὸς ᾠκοδόμησεν ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν ὄντος ἀκρογωνιαίου
10Χριστοῦ τοῦ υἱοῦ αὐτοῦ βαλλομένην ὥσπερ θαλατ‐ τίῳ κλύδωνι κύμασιν ἀλλεπαλλήλοις κορυφουμένῳ, ἐξ ἐπαχθεστάτης φορᾶς τῶν πονηρῶν πνευμάτων κυκωμένην τε καὶ ταραττομένην, καὶ τὸν χιτῶνα Χριστοῦ τὸν ἄνωθεν ὑφαντὸν διαιρούμενον, ὃν
15ἀσεβῶν διελεῖν ηὐθαδιάσαντο παῖδες, καὶ τὸ σῶμα αὐτοῦ εἰς διαφόρους δόξας κατατεμνόμενον, ὅ ἐστιν ὁ τοῦ θεοῦ λαὸς καὶ ἡ τῆς ἐκκλησίας ἄνωθεν κεκρα‐ τηκυῖα παράδοσις, οὐκ εὔλογον ἡγησάμην σιγᾶν
καὶ δεσμὸν ἐπιθεῖναι τῇ γλώσσῃ τὴν ἠπειλημένην
20ἀπόφασιν ὑφορώμενος τὴν φάσκουσαν· «Ἐὰν ὑπο‐ στείλῃ, οὐκ εὐδοκεῖ ἐν σοὶ ἡ ψυχή μου», καὶ «ἐὰν ἴδῃς τὴν ῥομφαίαν ἐρχομένην καὶ μὴ ἀναγγείλῃς τῷ ἀδελφῷ σου, ἐκ σοῦ ἐκζητήσω τὸ αἷμα αὐτοῦ.» Φόβῳ τοίνυν ἀφορήτῳ βαλλόμενος ἐπὶ τὸ λέγειν
25ἐλήλυθα οὐ βασιλέων ὕψος πρὸ τῆς ἀληθείας τιθείς· «ἐλάλουν γάρ,» ἤκουσα τοῦ θεοπάτορος λέγοντος Δαυίδ, «ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην», ἀλλὰ μᾶλλον καὶ μᾶλλον τούτῳ πρὸς τὸ λέγειν νυττόμενος. Δεινὸν γὰρ βασιλέως λόγος πρὸς ὑπ‐
30αγωγὴν τῶν ὑπηκόων· ὀλίγοι γάρ, ὅσοι τῶν ἀνέκαθεν τῶν βασιλικῶν κατωλιγώρησαν θεσπι‐ σμάτων, ὅσοι τὸν ἐπὶ γῆς βασιλέα βασιλευόμενον οἴδασιν ἄνωθεν, καὶ ὡς κρατοῦσιν οἱ νόμοι τῶν βασιλέων.

1,2

Πρῶτον μὲν οὖν ἁπάντων οἷόν τινα τρόπιν ἢ θεμέλιον τῷ λογισμῷ καταπήξας τὴν τῆς ἐκκλη‐ σιαστικῆς θεσμοθεσίας συντήρησιν, δι’ ἧς ἡ σωτηρία προσγίνεσθαι πέφυκε, τοῦ λόγου τὴν βαλβίδα
5ἠνέῳξα καὶ τοῦτον ὥσπερ ἵππον εὐχάλινον τῆς ἀφετηρίας παρώρμησα. Δεινὸν γὰρ ὄντως ᾠήθην καὶ πέρα δεινῶν τοσούτοις τὴν ἐκκλησίαν ἀμαρύσσουσαν προτερήμασι καὶ ταῖς τῶν εὐσεβεστάτων ἀνδρῶν ἄνωθεν παραδόσεσιν ὡραϊσθεῖσαν παλινοστεῖν ἐπὶ
10τὰ πτωχὰ στοιχεῖα, φοβουμένην φόβον, οὗ οὐκ ἔστι φόβος, καὶ ὥσπερ οὐκ ἐγνωκυῖαν τὸν ὄντως θεὸν ὑφορᾶσθαι τὸν εἰς εἰδωλολατρείαν ὄλισθον καὶ κἂν γοῦν ἐν σμικροτάτῳ τῆς τελειότητος λείπεσθαι, ὥσπερ τινὰ στιγμὴν ἐπίμωμον ἐν μέσῳ προσώπου
15λίαν ὡραϊσμένου φέρουσαν, τῷ ἀπόσῳ τοῦ παρ‐ εγγράμματος τοῦ κάλλους τὸ πᾶν λυμαινομένην· οὐ γὰρ μικρὸν τὸ μικρόν, ὅταν εἰς μέγα ἐκφέρῃ, ὅπου γε οὐδὲ σμικρὸν τὸ παρεγχάραγμα ἄνωθεν κεκρατη‐ κυῖαν ἐκκλησίας ἀνατραπῆναι παράδοσιν, οἷα κατ‐
20εγνωσμένων τῶν προκαθηγησαμένων ἡμᾶς, ὧν ἐχρῆν ἀναθεωροῦντας τὴν ἀναστροφὴν μιμεῖσθαι τὴν πίστιν.

1,3

Ἐκλιπαρῶ τοίνυν πρῶτον μὲν τὸν παντο‐ κράτορα κύριον, ᾧ γυμνὰ πάντα καὶ τετραχηλισμέ‐ να, πρὸς ὃν ἡμῖν ὁ λόγος, εἰδότα τῆς ταπεινῆς μου γνώμης ἐν τούτῳ τὸ ἀκραιφνὲς καὶ τοῦ σκοποῦ τὸ
5εἰλικρινές, δοῦναί μοι λόγον ἐν ἀνοίξει τοῦ στόματός μου καὶ τοῦ νοῦ τὰς ἡνίας οἰκείαις χερσὶν ἀναδέξα‐ σθαι καὶ τοῦτον πρὸς ἑαυτὸν ἐπισπάσασθαι, πρὸς ἐνώπιόν τε καὶ εὐθεῖαν τρίβον τὴν ῥύμην ποιούμενον μὴ ἐγκλίνοντα πρὸς τὰ δοκοῦντα δεξιὰ ἢ ἀναφανδὸν
10ἀριστερὰ γνωριζόμενα, —μεθ’ ὃν ἅπαντα τὸν τοῦ θεοῦ λαόν, τὸ ἔθνος τὸ ἅγιον, τὸ βασίλειον ἱεράτευμα, σὺν τῷ καλῷ ποιμένι τῆς λογικῆς Χριστοῦ ποίμνης, τῷ τὴν Χριστοῦ ἱεραρχίαν ἐν ἑαυτῷ ὑπογράφοντι, δέξασθαί μου τὸν λόγον μετ’ εὐμενείας, μὴ τῷ ἐλαχί‐
15στῳ τῆς ἀξίας προσέχοντας ἢ λόγων ἐπιζητοῦντας στροφάς, ἐπεὶ τούτων οὐ παντελῶς, ἴδρις ὁ πένης ἐγώ, ἀλλὰ τῆς τῶν νοημάτων φροντίσαι δυνάμεως («οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τῶν οὐρανῶν, ἀλλ’ ἐν δυνάμει»)· οὐ γὰρ νικῆσαι σκοπός, ἀλλὰ τῇ ἀλη‐
20θείᾳ πολεμουμένῃ χεῖρα ὀρέξαι, τῆς προαιρέσεως ὀρεγούσης χεῖρα δυνάμεως. Ἀρωγὸν τοίνυν τὴν ἐνυπόστατον ἐπικεκλημένος ἀλήθειαν ἐντεῦθεν τοῦ λόγου τὰς ἀρχὰς ποιήσομαι.

2

(t1)

Ἰωάννου ταπεινοῦ μοναχοῦ Δαμασκηνοῦ πρὸς
t2τοὺς καταλέγοντας τὰς εἰκόνας λόγος δεύτερος.

2,1

(3)

Δότε συγγνώμην αἰτοῦντι, δεσπόται μου, καὶ δέξασθε πληροφορίας λόγον παρ’ ἐμοῦ τοῦ
5ἀχρείου καὶ ἐλαχίστου δούλου τῆς τοῦ θεοῦ ἐκκλη‐ σίας. Οὐ γὰρ δόξης ἕνεκεν ἢ φανητιασμοῦ πρὸς τὸ λέγειν ὥρμησα—θεὸς μάρτυς—, ἀλλὰ ζήλῳ ἀληθεί‐ ας· αὐτὸν γὰρ μόνον ἐλπίδα σωτηρίας κέκτημαι καὶ σὺν αὐτῷ ὑπαντῆσαι τῷ δεσπότῃ Χριστῷ ἐλπίζω
10καὶ εὔχομαι τοῦτον αὐτῷ προσφέρων, τῶν ἀτόπως μοι πεπλημμελημένων γενέσθαι ἐξίλασμα. Ὁ μὲν γὰρ τὰ πέντε τάλαντα παρὰ τοῦ δεσπότου λαβὼν ἕτερα πέντε κερδήσας προσήγαγε, καὶ ὁ τὰ δύο ἰσάριθμα δύο· ὁ δὲ τὸ ἓν εἰληφὼς κατορύξας καὶ ἄκαρπον
15τοῦτο προσαγαγὼν πονηρὸς δοῦλος ἀκούσας εἰς τὸ ἐξώτερον κατακέκριται σκότος. Ὅπερ ἐγὼ μὴ παθεῖν ὑφορώμενος τῷ δεσποτικῷ ὑπείκω προστάγματι καὶ τὸ δεδομένον μοι παρ’ αὐτοῦ τοῦ λόγου τάλαν‐ τον ὑμῖν παρατίθημι τοῖς φρονίμοις τραπεζίταις,
20ὅπως ἐλθὼν ὁ κύριός μου εὕροι πολυπλασιαζόμενον
καὶ τόκον καρποφοροῦν ψυχῶν καὶ δοῦλον πιστὸν εὑρὼν εἰσαγάγῃ με εἰς τὴν πεποθημένην μοι γλυκυ‐ τάτην χαρὰν αὐτοῦ. Ἀλλὰ δότε μοι οὖς ἀκροάσεως καὶ τὰς τραπέζας τῶν καρδιῶν ἀναπετάσαντες δέξα‐
25σθέ μου τὸν λόγον καὶ εἰλικρινῶς διακρίνατε τῶν λεγομένων τὴν δύναμιν. —Δεύτερον δὲ τοῦτον τὸν λόγον περὶ εἰκόνων συνέταξα· τινὲς γὰρ τῶν τέκνων τῆς ἐκκλησίας ὑπέθεντό μοι τοῦτο ποιῆσαι διὰ τὸ μὴ πάνυ εὐδιάγνωστον τοῖς πολλοῖς τὸν πρῶτον εἶναι.
30Ἀλλὰ καὶ ἐν τούτῳ σύγγνωτέ μοι ὑπακοὴν ἐκπληρώ‐ σαντι.

3

(t1)

Τοῦ αὐτοῦ ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ
t2λόγος πρὸς τοὺς ἀποβαλλομένους τὰς σεπτὰς καὶ
t3ἁγίας εἰκόνας.

2,2=3,1

(4)

Ἔθος ἐστὶν τῷ πονηρῷ καὶ ἀρχεκάκῳ ὄφει,
5τῷ διαβόλῳ φημί, πολυτρόπως πολεμεῖν τῷ κατ’ εἰκόνα θεοῦ πλαστουργηθέντι ἀνθρώπῳ καὶ διὰ τῶν ἐναντίων τὸν αὐτοῦ κατεργάζεσθαι θάνατον. Εὐθὺς μὲν γὰρ ἐν ἀρχῇ ἐλπίδα καὶ ἐπιθυμίαν θεώσεως αὐτῷ ἔσπειρε καὶ δι’ αὐτῆς εἰς τὸν τῶν ἀλόγων κατήγαγε θάνατον, οὐ μὴν ἀλλὰ καὶ
10αἰσχραῖς καὶ ἀλόγοις ἡδοναῖς πολλάκις αὐτὸν ἐδελέασε. Πόσον δὲ τὸ διάμετρον θεώσεως καὶ ἀλόγου ἐπιθυμίας. Ποτὲ μὲν εἰς ἀθεότητα ἤγαγε, καθώς φησιν ὁ θεοπάτωρ Δαυίδ· «Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι θεός», ποτὲ δὲ εἰς πολυθεΐαν· καὶ ποτὲ μὲν μηδὲ τῷ φύσει προσκυνεῖν θεῷ
15ἔπεισε, ποτὲ δὲ δαίμοσιν, ἔτι δὲ οὐρανῷ τε καὶ γῇ, ἡλίῳ καὶ σελήνῃ καὶ ἀστράσι καὶ τῇ λοιπῇ κτίσει μέχρι κνωδάλων καὶ ἑρπετῶν προσκυνεῖν παρεσκεύασεν. Ὁμοίως γάρ ἐστι χαλε‐ πὸν καὶ τὸ τοῖς τιμίοις τὴν ὀφειλομένην μὴ προσάγειν τιμὴν καὶ τοῖς ἀτίμοις τὴν μὴ προσήκουσαν προσάπτειν δόξαν.
20Πάλιν τινὰς μὲν συνάναρχον τῷ θεῷ τὴν κακίαν λέγειν ἐδίδαξε, τινὰς δὲ αἴτιον τῆς κακίας τὸν φύσει ἀγαθὸν θεὸν ὁμολογεῖν ἐξηπάτησε. Καὶ οὓς μὲν μίαν φύσιν καὶ μίαν ὑπόστασιν τῆς θεότητος ἀφρόνως λέγειν ἐπλάνησεν, οὓς δὲ τρεῖς φύσεις καὶ τρεῖς ὑπο‐
25στάσεις ἀθέσμως σέβειν ἐνόθευσε. Καὶ τισὶ μὲν μίαν ὑπόστασιν καὶ μίαν φύσιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἑνὸς τῆς ἁγίας τριάδος, τισὶ δὲ δύο φύ‐ σεις καὶ δύο ὑποστάσεις τοῦ αὐτοῦ δοξάζειν ὑπέθετο.

2,3

Ἡ δὲ ἀλήθεια μέσην ὁδὸν βαδίζουσα πάντα ταῦτα ἀπαρνεῖται τὰ ἄτοπα καὶ δι‐ δάσκει ἕνα θεὸν ὁμολογεῖν,
5μίαν φύσιν ἐν τρισὶν ὑπο‐ στάσεσι, πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι. Τὴν δὲ κακί‐ αν οὐκ οὐσίαν, ἀλλὰ συμβε‐ βηκός φησιν, ἔννοιάν τινα καὶ
10λόγον καὶ πρᾶξιν παρὰ τὸν νόμον τοῦ θεοῦ, ἐν τῷ ἐννο‐ εῖσθαι καὶ λέγεσθαι καὶ πράτ‐ τεσθαι τὴν ὕπαρξιν ἔχουσαν καὶ ἅμα τῷ παύσασθαι ἀφα‐
15νιζομένην. Ἔτι δὲ καὶ τὸν ἕνα τῆς ἁγίας τριάδος, τὸν Χριστόν, δύο φύσεις κηρύττει καὶ μίαν ὑπόστασιν.

3,1

Ἡ δὲ ἀλήθεια μέσην ὁδὸν βαδίζουσα πάντα
ἀπαρνεῖται τὰ ἄτοπα.

2,4=3,1

Ἀλλ’ ὁ τῆς ἀληθείας ἐχθρὸς καὶ τῆς σωτηρίας τῶν ἀνθρώπων πολέμιος ὅ ποτε δαιμόνων καὶ ἀσεβῶν ἀνθρώ‐ πων καὶ πετεινῶν καὶ κνωδάλων καὶ ἑρπετῶν εἰκόνας ποιεῖν καὶ ταύταις ὡς θεοῖς προσκυνεῖν οὐ μόνον τὰ ἔθνη, ἀλλὰ καὶ
5αὐτοὺς τοὺς υἱοὺς Ἰσραὴλ πολλάκις πλανήσας νῦν εἰρήνην ἔχουσαν τὴν τοῦ Χριστοῦ ἐκκλησίαν συνταράξαι σπουδάζει διὰ χειλέων ἀδίκων καὶ γλώσσης δολίας λόγοις θείοις τὴν κακίαν παραρτύων καὶ ταύτης τὸ ἄσχημον καὶ σκοτεινὸν εἶδος ἐπικαλύπτειν πειρώμενος καὶ τὰς καρδίας τῶν ἀστηρί‐
10κτων σαλεύειν ἐκ τῆς ἀληθοῦς καὶ πατροπαραδότου συνηθεί‐ ας·

2,4=3,2

(11)

ἀνέστησαν γάρ τινες λέγοντες, ὡς οὐ δεῖ εἰ‐ κονίζειν καὶ προτιθέναι εἰς θεωρίαν καὶ δόξαν καὶ θαῦμα καὶ ζῆλον τὰ τοῦ Χριστοῦ σωτήρια θαύματά τε καὶ πάθη καὶ τὰς τῶν ἁγίων ἀνδραγαθίας κατὰ τοῦ διαβόλου. Καὶ τίς ἔχων
15γνῶσιν θείαν καὶ σύνεσιν πνευματικὴν οὐκ ἐπιγινώσκει, ὅτι ὑποβολὴ τοῦ διαβόλου ἐστίν; Οὐ θέλει γὰρ τὴν ἧτταν καὶ τὴν αἰσχύνην αὐτοῦ δημοσιεύεσθαι οὐδὲ τὴν τοῦ θεοῦ καὶ τῶν ἁγίων αὐτοῦ δόξαν ἀνάγραπτον γίνεσθαι.

2,5=3,2

Εἰ μὲν γὰρ τοῦ θεοῦ τοῦ ἀοράτου εἰκόνα ἐποιοῦμεν,
ὄντως ἡμαρτάνομεν· ἀδύνατον γὰρ τὸ ἀσώματον καὶ ἀσχη‐ μάτιστον καὶ ἀόρατον καὶ ἀπερίγραπτον εἰκονισθῆναι. Καὶ πάλιν· εἰ ἐποιοῦμεν εἰκόνας ἀνθρώπων καὶ ταύτας θεοὺς
5ἡγούμεθα καὶ ὡς θεοῖς ἐλατρεύομεν, ὄντως ἠσεβοῦμεν. Ἀλλ’ οὐδὲν τούτων ποιοῦμεν. Θεοῦ γὰρ σαρκωθέντος καὶ ὀφθέντος ἐπὶ τῆς γῆς σαρκὶ καὶ ἀνθρώποις συναναστραφέντος δι’ ἄφατον ἀγαθότητα καὶ φύσιν καὶ πάχος καὶ σχῆμα καὶ χρῶμα σαρκὸς ἀναλαβόντος τὴν εἰκόνα ποιοῦντες οὐ σφαλ‐
10λόμεθα· ποθοῦμεν γὰρ αὐτοῦ ἰδεῖν τὸν χαρακτῆρα· ὡς γάρ φησιν ὁ θεῖος ἀπόστολος· «Ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι νῦν βλέπομεν». Καὶ ἡ εἰκὼν δὲ ἔσοπτρόν ἐστι καὶ αἴνιγμα ἁρμόζον τῇ τοῦ σώματος ἡμῶν παχύτητι· πολλὰ γὰρ κάμνων ὁ νοῦς οὐ δύναται ἐκβῆναι τὰ σωματικά, φησὶν ὁ θεῖος Γρηγόριος.

2,6=3,3

Ὢ ἀπὸ σοῦ, φθονερὲ διάβολε, φθονεῖς ἡμῖν ἰδεῖν τὸ τοῦ δεσπότου ἡμῶν ὁμοίωμα καὶ δι’ αὐτοῦ ἁγια‐ σθῆναι καὶ ἰδεῖν αὐτοῦ τὰ σωτήρια πάθη καὶ θαυμάζειν αὐτοῦ τὴν συγκατάβασιν καὶ θεωρεῖν αὐτοῦ τὰ θαύματα καὶ
5ἐπιγινώσκειν καὶ δοξάζειν αὐτοῦ τὴν τῆς θεότητος δύναμιν. Φθονεῖς τοῖς ἁγίοις τῆς παρὰ θεοῦ δεδομένης αὐτοῖς τιμῆς. Οὐ θέλεις ὁρᾶν ἡμᾶς τὴν αὐτῶν δόξαν ἀνάγραπτον καὶ ζηλωτὰς γενέσθαι τῆς αὐτῶν ἀνδρείας καὶ πίστεως. Οὐ φέρεις τὴν ἐκ τῆς εἰς αὐτοὺς πίστεως προσγενομένην ἡμῖν
10σωματικήν τε καὶ ψυχικὴν ὠφέλειαν. Οὐ πειθόμεθά σοι, δαῖ‐ μον φθονερὲ καὶ μισάνθρωπε. Ἀκούσατε, λαοί, φυλαί, γλῶσ‐ σαι, ἄνδρες, γυναῖκες, παῖδες, πρεσβύται, νεανίσκοι καὶ νήπια, τὸ ἔθνος τῶν χριστιανῶν τὸ ἅγιον· Εἴ τις εὐαγγελίζεται
ὑμᾶς, παρ’ ὃ παρέλαβεν ἡ καθολικὴ ἐκκλησία παρὰ τῶν
15ἁγίων ἀποστόλων πατέρων τε καὶ συνόδων καὶ μέχρι τοῦ νῦν διεφύλαξε, μὴ ἀκούσητε αὐτοῦ μηδὲ δέξησθε τὴν συμ‐ βουλὴν τοῦ ὄφεως, ὡς ἐδέξατο Εὔα καὶ ἐτρύγησε θάνατον. Κἂν ἄγγελος, κἂν βασιλεὺς εὐαγγελίζηται ὑμᾶς, παρ’ ὃ παρελάβετε, κλείσατε τὰς ἀκοάς· ὀκνῶ γὰρ τέως εἰπεῖν, ὡς
20ἔφη ὁ θεῖος ἀπόστολος· «Ἀνάθεμα ἔστω», ἐκδεχόμενος τὴν διόρθωσιν.

2,7=3,4

Ἀλλὰ λέγουσιν οἱ μὴ ἐρευνῶντες τὸν νοῦν τῆς γραφῆς, ὅτι εἶπεν ὁ θεὸς διὰ Μωσέως τοῦ νομοθέτου· «Οὐ ποιήσεις πᾶν ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ καὶ ὅσα ἐν τῇ γῇ.» καὶ διὰ Δαυὶδ τοῦ προφήτου· «Αἰσχυνθήτωσαν πάντες
5οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν», καὶ τοιαῦτα πολλὰ ἕτερα. Ὅσα γὰρ ἂν ἐκ τῆς θείας γραφῆς καὶ ἐκ τῶν ἁγίων πατέρων προενέγκωσι, τῆς αὐτῆς ἐννοίας εἰσί. Τί οὖν ἡμεῖς φαμεν πρὸς ταῦτα; Τί ἄλλο εἰ μὴ τὸ ὑπὸ τοῦ
10κυρίου τοῖς Ἰουδαίοις εἰρημένον «ἐρευνᾶτε τὰς γραφάς»; Καλὴ γὰρ ἡ τῶν γραφῶν ἔρευνα. Ἀλλ’ ἐνταῦθα νουνεχῶς προσέχετε. Ἀδύνατον, ὦ ἀγαπητοί, θεὸν ψεύσασθαι· εἷς γάρ ἐστι θεός, εἷς νομοδότης παλαιᾶς καὶ καινῆς διαθήκης ὁ πάλαι λαλήσας πολυμερῶς καὶ πολυτρόπως τοῖς πατράσιν
15ἐν τοῖς προφήταις καὶ ἐπ’ ἐσχάτων τῶν χρόνων ἐν τῷ μονογενεῖ αὐτοῦ υἱῷ. Προσέχετε τοίνυν μετὰ ἀκριβείας. Οὐκ ἐμὸς ὁ λόγος ἐστί. Τὸ πνεῦμα τὸ ἅγιον διὰ Παύλου τοῦ ἁγίου ἀποστόλου ἀπεφήνατο· «Πολυμερῶς καὶ πολυτρόπως
πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις.»
20Ὅρα, ὅτι πολυμερῶς καὶ πολυτρόπως ἐλάλησεν ὁ θεός. Ὥσπερ γὰρ ἐπιστήμων ἰατρὸς οὐ τὸ αὐτὸ εἶδος πᾶσι δίδωσιν πάντοτε, ἀλλ’ ἑκάστῳ τὸ ἐπιτήδειον παρέχει καὶ πρόσφορον φάρμακον διακρίνων καὶ χώραν καὶ νόσον καὶ ὥραν τουτέστι καιρὸν καὶ ἕξιν καὶ ἡλικίαν· καὶ τῷ μὲν
25νηπίῳ ἕτερον, τῷ δὲ τελείῳ κατὰ τὴν ἡλικίαν ἕτερον· ἄλλο τῷ ἀσθενεῖ καὶ ἄλλο τῷ ὑγιαίνοντι, καὶ ἑκάστῳ τῶν ἀσθενούν‐ των οὐ τὸ αὐτό, ἀλλὰ πρὸς τὴν ἕξιν καὶ τὴν νόσον· καὶ ἄλλο τῷ θέρει καὶ τῷ χειμῶνι ἕτερον, μετοπώρῳ τε καὶ ἔαρι, καὶ ἐν ἑκάστῳ τόπῳ κατὰ τὴν τοῦ τόπου ἐπιτηδειότητα. Οὕτω
30καὶ ὁ ἄριστος τῶν ψυχῶν ἰατρὸς τοῖς ἔτι νηπίοις καὶ ἀρρω‐ στοῦσι τὴν πρὸς εἰδωλολατρείαν νόσον καὶ τὰ εἴδωλα θεοὺς ἡγουμένοις καὶ ὡς θεοῖς αὐτοῖς προσκυνοῦσι καὶ ἀθετοῦσιν τὴν τοῦ θεοῦ προσκύνησιν καὶ τὴν αὐτοῦ δόξαν τῇ κτίσει προσάγουσιν ἀπηγόρευσε τοῦ ποιεῖν εἰκόνας. Θεοῦ μὲν γὰρ
35τοῦ ἀσωμάτου καὶ ἀοράτου καὶ ἀύλου καὶ μήτε σχῆμα μήτε περιγραφὴν μήτε κατάληψιν ἔχοντος ἀδύνατον ποιεῖν εἰκόνα· πῶς γὰρ τὸ μὴ ὁραθὲν εἰκονισθήσεται; «Θεὸν δὲ οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς υἱὸς ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός, αὐτὸς ἐξηγήσατο.» καὶ «οὐδεὶς ὄψεται τὸ πρόσωπόν
40μου καὶ ζήσεται», ἔφη ὁ θεός.

2,8=3,5

Ὅτι δὲ τοῖς εἰδώλοις ὡς θεοῖς προσεκύνουν, ἄκουε, τί φησιν ἡ γραφὴ ἐν τῇ ἐξόδῳ τῶν υἱῶν Ἰσραήλ, ὅτε ἀνῆλθε Μωσῆς εἰς τὸ ὄρος Σινᾶ καὶ ἐχρόνισε προσεδρεύων τῷ θεῷ λαβεῖν τὸν νόμον, ὅτε ἐπανέστη ὁ ἀγνώμων λαὸς
5Ἀαρὼν τῷ τοῦ θεοῦ θεράποντι λέγοντες· «Ποίησον ἡμῖν θεούς, οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ ἄνθρωπος οὗτος ὁ
Μωσῆς, οὐκ οἴδαμεν, τί γέγονεν αὐτῷ.» Εἶτα, ὅτε περι‐ είλοντο τὸν κόσμον τῶν γυναικῶν αὐτῶν καὶ ἐχώνευσαν, ἔφαγον καὶ ἔπιον καὶ ἐμεθύσθησαν ὑπό τε τοῦ οἴνου καὶ τῆς
10πλάνης καὶ ἤρξαντο παίζειν ἐν ἀφροσύνῃ λέγοντες· «Οὗτοι οἱ θεοί σου, Ἰσραήλ.» Ὁρᾷς, ὅτι θεοὺς εἶχον τὰ εἴδωλα· οὐ γὰρ ἐποίησαν Διὸς εἴδωλον ἢ τοῦδε ἢ τοῦδε, ἀλλ’, ὡς ἔτυχεν, ἔδωκαν τὸν χρυσὸν ἐπὶ τὸ ποιῆσαι εἴδωλον, ὅπερ ἂν τύχῃ, καὶ ἀνῆλθεν ἐκτύπωμα βουκράνου. Ὥστε αὐτὰ τὰ
15χωνευτὰ θεοὺς εἶχον καὶ τούτοις ὡς θεοῖς προσεκύνουν, ἅτινα δαιμόνων ἦσαν κατοικητήρια. Καὶ ὅτι τῇ κτίσει ἐλάτρευον παρὰ τὸν κτίσαντα, φησὶ καὶ ὁ θεῖος ἀπόστολος· «Οἵτινες ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν καὶ
20ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα.» Τούτου χάριν ἀπηγόρευσεν ὁ θεὸς ποιεῖν πᾶν ὁμοίωμα, καθὼς Μωσῆς ἐν τῷ Δευτερο‐ νομίῳ φησί·

1,4

Οἶδα τὸν ἀψευ‐ δῶς εἰπόντα· «Κύριος ὁ θεός σου κύριος εἷς ἐστι», καὶ «κύριον τὸν θεόν σου προσ‐
5κυνήσεις καὶ αὐτῷ μόνῳ λα‐ τρεύσεις», καὶ «οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι», καὶ «οὐ ποιήσεις γλυπτὸν πᾶν ὁμοί‐ ωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω
10καὶ ὅσα ἐν τῇ γῇ κάτω», καὶ «αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπ‐ τοῖς», καὶ «θεοί, οἳ τὸν
οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐ‐
15ποίησαν, ἀπολέσθωσαν», καὶ ὅσα τοιουτοτρόπως «πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις ἐπ’ ἐσχά‐ των τῶν ἡμερῶν ἐλάλησεν ἡ‐
20μῖν ἐν τῷ μονογενεῖ αὐτοῦ υἱῷ, δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν.» Οἶδα τὸν εἰπόντα· «Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε, τὸν
25μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰη‐ σοῦν Χριστόν.» Πιστεύω εἰς ἕνα θεόν, μίαν τῶν πάν‐ των ἀρχήν, ἄναρχον, ἄκτιστον,
30ἀνώλεθρον καὶ ἀθάνατον, αἰ‐ ώνιον καὶ ἀίδιον, ἀκατάληπ‐ τον, ἀσώματον, ἀόρατον, ἀ‐ περίγραπτον, ἀσχημάτιστον, μίαν ὑπερούσιον οὐσίαν, ὑ‐
35πέρθεον θεότητα, ἐν τρισὶν ὑποστάσεσι, πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι, καὶ τού‐ τῳ μόνῳ λατρεύω καὶ τούτῳ μόνῳ προσάγω τὴν τῆς λα‐
40τρείας προσκύνησιν. Ἑνὶ θεῷ προσκυνῶ, μιᾷ θεότητι, ἀλλὰ καὶ τριάδι λατρεύω ὑποστά‐
σεων, θεῷ πατρὶ καὶ θεῷ υἱῷ σεσαρκωμένῳ καὶ θεῷ ἁγίῳ
45πνεύματι, ἑνὶ θεῷ.
54Οὐ προσκυνῶ τῇ κτί‐
55σει παρὰ τὸν κτίσαντα, ἀλλὰ προσκυνῶ τὸν κτίστην κτι‐ σθέντα τὸ κατ’ ἐμὲ καὶ εἰς κτίσιν ἀταπεινώτως καὶ ἀκα‐ θαιρέτως κατεληλυθότα, ἵνα
60τὴν ἐμὴν δοξάσῃ φύσιν καὶ θείας κοινωνὸν ἐπεργάσηται φύσεως. Συμπροσκυνῶ τῷ βα‐ σιλεῖ καὶ θεῷ τὴν ἁλουργί‐ δα τοῦ σώματος οὐχ ὡς ἱμά‐
65τιον οὐδ’ ὡς τέταρτον πρόσ‐ ωπον (ἄπαγε) ἀλλ’ ὡς ὁμό‐ θεον χρηματίσασαν καὶ γενο‐ μένην, ὅπερ τὸ χρῖσαν, ἀμε‐ ταβλήτως· οὐ γὰρ θεότης ἡ
70φύσις γέγονε τῆς σαρκός, ἀλλ’ ὥσπερ ὁ λόγος σὰρξ ἀ‐ τρέπτως γέγονε μείνας, ὅ‐ περ ἦν, οὕτω καὶ ἡ σὰρξ λόγος γέγονεν οὐκ ἀπολέσα‐
75σα τουθ’, ὅπερ ἐστί, ταυτι‐ ζομένη δὲ μᾶλλον πρὸς τὸν λόγον καθ’ ὑπόστασιν. Διὸ θαρρῶν εἰκονίζω θεὸν τὸν ἀόρατον οὐχ ὡς ἀόρατον, ἀλλ’
80ὡς ὁρατὸν δι’ ἡμᾶς γενόμε‐ νον μεθέξει σαρκός τε καὶ αἵματος. Οὐ τὴν ἀόρατον εἰκονίζω θεότητα, ἀλλ’ εἰ‐ κονίζω θεοῦ τὴν ὁραθεῖσαν
85σάρκα. Εἰ γὰρ ψυχὴν εἰκονί‐ σαι ἀμήχανον, πόσῳ μᾶλλον θεὸν τὸν καὶ τῇ ψυχῇ δόντα τὸ ἄυλον;

1,5

Ἀλλά φασιν· Εἶπεν ὁ θεὸς διὰ Μωσέως τοῦ νο‐ μοθέτου· «Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ
5μόνῳ λατρεύσεις», καὶ «οὐ ποιήσεις πᾶν ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ καὶ ὅσα ἐν τῇ γῇ.» Ἀδελφοί, ὄντως πλανῶνται οἱ
10μὴ εἰδότες τὰς γραφὰς οἱ μὴ εἰδότες, ὡς «τὸ γράμμα ἀ‐ ποκτένει, τὸ δὲ πνεῦμα ζωο‐ ποιεῖ», οἱ μὴ ἐρευνῶντες τὸ ὑπὸ τῷ γράμματι κεκρυμμέ‐
15νον πνεῦμα. Πρὸς οὓς ἂν ἀ‐
ξίως εἴποιμι· Ὁ τοῦτο διδά‐ ξας ὑμᾶς διδαξάτω καὶ τὸ ἑπόμενον. Μάθε, ὅπως ἑρμη‐ νεύει ὁ νομοθέτης ὧδέ
20πως ἐν τῷ Δευτερονομίῳ λέ‐ γων· «Καὶ ἐλάλησε κύριος πρὸς ὑμᾶς ἐκ μέσου τοῦ πυρός· φωνὴν ῥημάτων ὑμεῖς ἠκούσατε καὶ ὁμοίωμα οὐκ εἴδετε, ἀλλ’ ἢ φωνήν», καὶ μετ’ ὀλίγα «καὶ φυλάξασθε σφόδρα τὰς ψυχὰς ὑμῶν, ὅτι ὁμοίωμα οὐκ εἴδετε ἐν τῇ
25ἡμέρᾳ, ᾗ ἐλάλησε κύριος πρὸς ὑμᾶς ἐν Χωρὴβ ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός, μήποτε ἀνομήσητε καὶ ποιήσητε ὑμῖν ἑαυτοῖς γλυπτὸν ὁμοίωμα, πᾶσαν εἰκόνα, ὁμοίωμα ἀρσενικοῦ ἢ θηλυκοῦ, ὁμοίωμα παντὸς κτήνους τῶν ὄντων ἐπὶ τῆς γῆς, ὁμοίωμα παντὸς ὀρνέου πτερωτοῦ» καὶ τὰ ἑξῆς, καὶ μετὰ βραχέα «μήποτε ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον
30καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ,
πλανηθεὶς προσκυνήσῃς αὐτοῖς καὶ λατρεύσῃς αὐτοῖς.»

3,6

Οἶδα τὸν ἀψευ‐ δῶς εἰπόντα· «Κύριος ὁ θεός σου κύριος εἷς ἐστι», καὶ «κύριον τὸν θεόν σου προσ‐
5κυνήσεις καὶ αὐτῷ μόνῳ λα‐ τρεύσεις», καὶ «οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι», καὶ «οὐ ποιήσεις γλυπτὸν πᾶν ὁμοί‐ ωμα, ὅσα ἐν τῷ οὐρανῷ
10καὶ ὅσα ἐν τῇ γῇ», καὶ «αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπ‐ τοῖς», καὶ «θεοί, οἳ τὸν
οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐ‐
15ποίησαν, ἀπολέσθωσαν», καὶ ὅσα τοιούτῳ τρόπῳ «πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐπ’ ἐσχά‐ των τῶν ἡμερῶν ἐλάλησεν ἡ‐
20μῖν ἐν τῷ μονογενεῖ υἱῷ αὐ‐ τοῦ, δι’ οὗ τοὺς αἰῶνας ἐποίησεν.» Οἶδα τὸν εἰπόντα· «Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε, τὸν
25μόνον ζῶντα καὶ ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰη‐ σοῦν Χριστόν.» Καὶ πιστεύω εἰς ἕνα θεόν, μίαν τῶν πάν‐ των ἀρχήν, ἄναρχον, ἄκτιστον,
30ἀνώλεθρον καὶ ἀθάνατον, αἰ‐ ώνιον καὶ ἀίδιον, ἀκατάληπ‐ τον, ἀσώματον, ἀόρατον, ἀ‐ περίγραπτον, ἀσχημάτιστον, μίαν ὑπερούσιον οὐσίαν, ὑ‐
35πέρθεον θεότητα, ἐν τρισὶν ὑποστάσεσι, πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι, καὶ τού‐ τῳ μόνῳ λατρεύω καὶ τούτῳ μόνῳ προσάγω τὴν τῆς λα‐
40τρείας προσκύνησιν. Ἑνὶ θεῷ προσκυνῶ, μιᾷ θεότητι, ἀλλὰ καὶ τριάδι λατρεύω ὑποστά‐
σεων, θεῷ πατρὶ καὶ θεῷ υἱῷ σεσαρκωμένῳ καὶ θεῷ ἁγίῳ
45πνεύματι, οὐ τρι‐ σὶ θεοῖς ἀλλ’ ἑνί, οὐ διῃρη‐ μέναις ὑποστάσεσιν ἀλλ’ ἡ‐ νωμέναις. Οὐ τρεῖς προσκυ‐ νήσεις προσάγω ἀλλὰ μίαν,

3,6

(50)

οὐχ ἑκάστῃ τῶν ὑποστάσεων ἀναμέρος ἀλλ’ ἑνιαίως ταῖς τρισὶν ὑποστάσεσιν ὡς ἑνὶ θεῷ μίαν προσάγω προσκύνη‐ σιν. Οὐ προσκυνῶ τὴν κτί‐
55σιν παρὰ τὸν κτίσαντα, ἀλλὰ προσκυνῶ τὸν κτίστην κτι‐ σθέντα τὸ κατ’ ἐμὲ καὶ εἰς κτίσιν ἀταπεινώτως καὶ ἀκα‐ θαιρέτως κατεληλυθότα, ἵνα
60τὴν ἐμὴν δοξάσῃ φύσιν καὶ θείας κοινωνὸν ἀπεργάσηται φύσεως. Συμπροσκυνῶ τῷ βα‐ σιλεῖ καὶ θεῷ τὴν ἁλουργί‐ δα τοῦ σώματος οὐχ ὡς ἱμά‐
65τιον οὐδ’ ὡς τέταρτον πρόσ‐ ωπον (ἄπαγε), ἀλλ’ ὡς ὁμό‐ θεον χρηματίσασαν καὶ γενο‐ μένην, ὅπερ τὸ χρῖσαν, ἀμε‐ ταβλήτως· οὐ γὰρ θεότης ἡ
70φύσις γέγονε τῆς σαρκός, ἀλλ’ ὥσπερ ὁ λόγος σὰρξ ἀ‐ τρέπτως ἐγένετο μείνας, ὅ‐ περ προῆν, οὕτω καὶ ἡ σὰρξ λόγος γέγονεν οὐκ ἀπολέσα‐
75σα τουθ’, ὅπερ ἐστί, ταυτι‐ ζομένη δὲ μᾶλλον πρὸς τὸν λόγον καθ’ ὑπόστασιν. Διὸ θαρρῶν εἰκονίζω θεὸν τὸν ἀόρατον οὐχ ὡς ἀόρατον, ἀλλ’
80ὡς ὁρατὸν δι’ ἡμᾶς γενόμε‐ νον ἐν μεθέξει σαρκὸς καὶ αἵματος. Οὐ τὴν ἀόρατον εἰκονίζω θεότητα, ἀλλ’ εἰ‐ κονίζω θεοῦ τὴν ὁραθεῖσαν
85σάρκα· εἰ γὰρ ψυχὴν εἰκονί‐ σαι ἀμήχανον, πόσῳ μᾶλλον τὸν καὶ τῇ ψυχῇ δόντα τὸ ἄυλον;

3,7

Ἀλλά φασιν· Εἶπεν ὁ θεὸς διὰ Μωσέως τοῦ νο‐ μοθέτου· «Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ
5μόνῳ λατρεύσεις», καὶ «οὐ ποιήσεις πᾶν ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ καὶ ὅσα ἐν τῇ γῇ.» Ἀδελφοί, ὄντως πλανῶνται οἱ
10μὴ εἰδότες τὰς γραφὰς οἱ μὴ εἰδότες, ὡς «τὸ γράμμα ἀ‐ ποκτένει, τὸ δὲ πνεῦμα ζωο‐ ποιεῖ», οἱ μὴ ἐρευνῶντες τὸ ὑπὸ τῷ γράμματι κεκρυμμέ‐
15νον πνεῦμα. Πρὸς οὓς ἂν ἀ‐
ξίως εἴποιμι· Ὁ τοῦτο διδά‐ ξας ὑμᾶς διδαξάτω καὶ τὸ ἑπόμενον. Μάθε, ὅπως ἑρμη‐ νεύει αὐτὸ ὁ νομοθέτης ὧδέ
20πως ἐν τῷ Δευτερονομίῳ λέ‐ γων·

1,6

Ὁρᾷς, ὡς εἷς ἐστιν ὁ σκοπός, ὥστε μὴ λατρεῦσαι τῇ κτίσει παρὰ τὸν κτίσαντα μηδὲ προσάγειν τὴν τῆς λατρείας προσκύνησιν, ἀλλ’ ἢ μόνῳ τῷ δημιουργῷ. Διὸ πανταχῆ συνάπτει τῇ προσκυνήσει τὴν λατρείαν· πάλιν γάρ φησιν· «Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ.
5Οὐ ποιήσεις σεαυτῷ γλυπτὸν οὐδὲ πᾶν ὁμοίωμα, οὐ προσκυνήσεις αὐ‐
τοῖς οὐδ’ οὐ μὴ λα‐ τρεύσῃς αὐτοῖς, ὅτι ἐγώ εἰμι κύριος ὁ
10θεὸς ὑμῶν», καὶ πά‐ λιν «τοὺς βωμοὺς αὐτῶν καθελεῖτε καὶ τὰς στήλας αὐτῶν συντρίψετε καὶ τὰ
15ἄλση αὐτῶν ἐκκόψε‐ τε καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κα‐ τακαύσετε πυρί· οὐ γὰρ μὴ προσκυνήση‐
20τε θεῷ ἑτέρῳ», καὶ μετ’ ὀλίγα «καὶ θε‐ οὺς χωνευτοὺς οὐ ποιήσεις σεαυτῷ.»

2,8

(20)

καὶ πάλιν «καὶ θε‐ οὺς χωνευτοὺς οὐ ποιήσεις σεαυτῷ.»

3,7

(bis6)

οὐ προσκυνήσεις αὐ‐
bis7τοῖς οὐδ’ οὐ μὴ λα‐
bis8τρεύσῃς αὐτοῖς, ὅτι
bis9ἐγώ εἰμι κύριος ὁ
bis10θεὸς ὑμῶν», καὶ πά‐
bis11λιν «τοὺς βωμοὺς
bis12αὐτῶν καθελεῖτε καὶ
bis13τὰς στήλας αὐτῶν
bis14συντρίψετε καὶ τὰ
bis16γλυπτὰ
bis17τῶν θεῶν αὐτῶν κα‐
bis18τακαύσετε πυρί· οὐ
bis19γὰρ μὴ προσκυνήση‐
bis20τε θεῷ ἑτέρῳ», καὶ
bis21μετ’ ὀλίγα «καὶ θε‐
bis22οὺς χωνευτοὺς οὐ
bis23ποιήσεις ἑαυτῷ.»

1,7

Ὁρᾷς, ὡς τῆς εἰδωλολατρείας ἕνεκα ἀπαγορεύει τὴν εἰκονο‐ γραφίαν καὶ ὅτι ἀδύνατον εἰκονίζεσθαι θεὸν τὸν ἄποσον καὶ ἀπερίγρα‐ πτον καὶ ἀόρατον. «Οὐ γὰρ εἶδος αὐτοῦ», φησίν, «ἑωράκατε», καθὰ καὶ Παῦλος ἑστὼς ἐν μέσῳ τοῦ Ἀρείου πάγου φησίν· «Γένος οὖν ὑπάρχοντες
5τοῦ θεοῦ οὐκ ὀφείλομεν νομίζειν χρυσίῳ ἢ ἀργυρίῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον.»

1,8

Ἰουδαίοις μὲν οὖν διὰ τὸ πρὸς εἰδωλολατρείαν εὐόλισθον ταῦτα νενομοθέ‐ τητο· ἡμεῖς δέ, θεολογικῶς
5εἰπεῖν, οἷς ἐδόθη φυγοῦσι τὴν δεισιδαίμονα πλάνην κα‐ θαρῶς μετὰ τοῦ θεοῦ γενέ‐ σθαι, ἐπεγνωκόσι τὴν ἀλήθει‐ αν καὶ θεῷ μόνῳ λατρεύειν
10καὶ τῆς θεογνωσίας κατα‐ πλουτῆσαι τὴν τελειότητα καὶ εἰς ἄνδρα καταντῆσαι τέλειον παρελθοῦσι τὴν νη‐ πιότητα, οὐκέτι ὑπὸ παιδ‐
15αγωγόν ἐσμεν, λαβόντες τὴν διακριτικὴν ἕξιν παρὰ θεοῦ καὶ εἰδότες, τί τὸ εἰκονι‐ ζόμενον καὶ τί τὸ μὴ εἰκό‐ νι περιγραφόμενον.
27 «Οὐ γὰρ εἶδος αὐτοῦ», φησίν, «ἑωράκατε.» Βαβαὶ τῆς σοφίας τοῦ νομοθέτου. Πῶς
30εἰκονισθήσεται τὸ ἀόρατον; Πῶς εἰκασθήσεται τὸ ἀνείκα‐ στον; Πῶς γραφήσεται τὸ ἄ‐ ποσον καὶ ἀμέγεθες καὶ ἀό‐ ριστον; Πῶς ποιωθήσεται τὸ
35ἀνείδεον; Πῶς χρωματουργη‐ θήσεται τὸ ἀσώματον;
38 Τί οὖν τὸ αἰνιγμα‐ τικῶς μηνυόμενον; Δῆλον ὡς,
41ὅταν ἴδῃς διὰ σὲ γενόμενον ἄνθρωπον τὸν ἀσώματον, τότε δράσεις τῆς ἀνθρωπίνης μορφῆς τὸ
45ἐκτύπωμα· ὅταν ὁρατὸς σαρκὶ ὁ ἀόρατος γένηται, τότε εἰ‐ κονίσεις τὸ τοῦ ὁραθέντος ὁμοίωμα· ὅτε ὁ ἀσώματος καὶ ἀσχημάτιστος ἄποσός τε καὶ

1,8

(50)

ἀπήλικος καὶ ἀμεγέθης ὑπερ‐ οχῇ τῆς ἑαυτοῦ φύσεως ὁ ἐν μορφῇ θεοῦ ὑπάρχων μορφὴν δούλου λαβὼν ταύτῃ συσταλῇ πρὸς ποσότητά τε καὶ πηλι‐
55κότητα καὶ χαρακτῆρα περί‐ θηται σώματος, τότε ἐν πί‐ ναξι χάραττε καὶ ἀνατί‐ θει πρὸς θεωρίαν τὸν ὁρα‐ θῆναι καταδεξάμενον. Χάρατ‐
60τε τούτου τὴν ἄφατον συγ‐ κατάβασιν, τὴν ἐκ παρθένου γέννησιν, τὴν ἐν Ἰορδάνῃ βάπτισιν, τὴν ἐν Θαβὼρ με‐ ταμόρφωσιν, τὰ πάθη τὰ τῆς
65ἀπαθείας πρόξενα, τὰ θαύμα‐ τα, τὰ τῆς θείας αὐτοῦ σύμ‐ βολα φύσεως δι’ ἐνεργείας σαρ‐ κὸς ἐνεργείᾳ θείᾳ πραττό‐
70μενα, τὸν σταυρὸν τὸν σωτή‐ ριον, τὴν ταφήν, τὴν ἀνάστα‐ σιν, τὴν εἰς οὐρανοὺς ἄνο‐ δον. Πάντα γράφε καὶ λόγῳ καὶ χρώμασι.
76 Μὴ φοβοῦ, μὴ δέδιθι· οἶδα διαφορὰν προσκυνή‐ σεων. Προσεκύνησέ ποτε Ἀβραὰμ τοῖς υἱοῖς Ἐμ‐ μώρ, ὅτε τὸ σπήλαιον τὸ διπλοῦν εἰς τάφου κλῆρον ὠνήσατο, ἀνδράσιν ἀσεβέσι καὶ ἀγνωσίαν νοσοῦσι
80θεοῦ. Προσεκύνησεν Ἰακὼβ Ἠσαῦ τῷ ἀδελφῷ καὶ Φαραὼ ἀνδρὶ Αἰγυπτίῳ, ἀλλὰ μὴν καὶ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου προσεκύνησε· προσεκύνησαν μέν, ἀλλ’ οὐκ ἐλάτρευσαν. Προσεκύνησαν Ἰησοῦς ὁ τοῦ Ναυῆ καὶ Δανιὴλ ἀγγέλῳ θεοῦ, ἀλλ’ οὐκ ἐλάτρευσαν.
85Ἕτερον γάρ ἐστιν ἡ τῆς λατρείας προσκύνησις καὶ ἕτερον ἡ ἐκ τιμῆς προσαγομένη τοῖς κατά τι ἀξίωμα ὑπερέχουσιν.

3,8

Ἰουδαίοις μὲν οὖν
διὰ τὸ πρὸς εἰδωλολατρείαν εὐόλισθον ταῦτα νενομοθέ‐ τητο· ἡμεῖς δέ, θεολογικῶς
5εἰπεῖν, οἷς ἐδόθη φυγοῦσι τὴν δεισιδαίμονα πλάνην κα‐ θαρῶς μετὰ θεοῦ γενέ‐ σθαι, ἐπεγνωκόσι τὴν ἀλήθει‐ αν καὶ θεῷ μόνῳ λατρεύειν
10καὶ τῆς θεογνωσίας κατα‐ πλουτῆσαι τὴν τελειότητα καὶ εἰς ἄνδρα καταντῆσαι τέλειον παρελθοῦσι τὴν νη‐ πιότητα, οὐκέτι ὑπὸ παιδ‐
15αγωγόν ἐσμεν, λαβόντες τὴν διακριτικὴν ἕξιν παρὰ θεοῦ καὶ εἰδότες, τί τὸ εἰκονι‐ ζόμενον καὶ τί τὸ εἰκόνι μὴ περιγραφόμενον. «Ὁ μὲν
20γὰρ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν·» καὶ «ὑπὸ τὰ στοιχεῖα ἦμεν δεδου‐ λωμένοι, ὅτε ἦμεν νήπιοι.»
25«Ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσ‐ μεν.» «Οὐ γὰρ εἶδος αὐτοῦ», φησίν, «ἑωράκατε.» Βαβαὶ τῆς σοφίας τοῦ νομοθέτου. Πῶς
30εἰκονισθήσεται τὸ ἀόρατον; Πῶς εἰκασθήσεται τὸ ἀνείκα‐ στον; Πῶς γραφήσεται τὸ ἄ‐ ποσον καὶ ἀμέγεθες καὶ ἀό‐ ριστον καὶ
35ἀνείδεον; Πῶς χρωματουργη‐ θήσεται τὸ ἀσώματον; Πῶς σχηματισθήσεται τὸ ἀσχημά‐ τιστον; Τί οὖν τὸ μυστι‐ κῶς μηνυόμενον; Δηλονότι
40νῦν μὲν θεὸν μὴ εἰκονίσῃς τὸν ἀόρατον· ὅταν δὲ ἴδῃς διὰ σὲ γενόμενον ἄνθρωπον τὸν ἀσώματον, τότε ποιήσεις τῆς ἀνθρωπίνης μορφῆς τὸ
45ἐκτύπωμα· ὅταν ὁρατὸς σαρκὶ ὁ ἀόρατος γένηται, τότε εἰ‐ κονίσεις τὸ τοῦ ὁραθέντος ὁμοίωμα· ὅτε ὁ ἄποσος καὶ

3,8

(50)

ἀπήλικος καὶ ἀμεγέθης ὑπερ‐ οχῇ τῆς ἑαυτοῦ φύσεως ὁ ἐν μορφῇ θεοῦ ὑπάρχων μορφὴν δούλου λαβὼν ταύτῃ συσταλῇ πρὸς ποσότητά τε καὶ πηλι‐
55κότητα καὶ χαρακτῆρα περί‐ θηται σώματος, τότε ἐν πί‐ ναξι χάραττέ τε καὶ ἀνατί‐ θει πρὸς θεωρίαν τὸν ὁρα‐ θῆναι καταδεξάμενον. Χάρατ‐
60τε τούτου τὴν ἄφατον συγ‐ κατάβασιν, τὴν ἐκ παρθένου γέννησιν, τὴν ἐν Ἰορδάνῃ βάπτισιν, τὴν ἐν Θαβὼρ με‐ ταμόρφωσιν, τὰ πάθη τὰ τῆς
65ἀπαθείας πρόξενα, τὰ θαύμα‐
τα, τὰ τῆς θείας αὐτοῦ φύσεως καὶ ἐνεργείας σύμβολα δι’ ἐνεργείας σαρ‐ κὸς ἀποτελού‐
70μενα, τοῦ σωτῆρος τὴν σωτή‐ ριον ταφήν, τὴν ἀνάστα‐ σιν, τὴν εἰς οὐρανοὺς ἄνο‐ δον. Πάντα γράφε καὶ λόγῳ καὶ χρώμασιν ἔν τε βίβλοις
75καὶ πίναξιν.

1,9

Ἀλλ’ ἐπειδὴ περὶ εἰκόνος ὁ λόγος καὶ προσ‐ κυνήσεως, φέρε τὸν περὶ τούτων λόγον διευκρινήσω‐ μεν. Εἰκὼν μὲν οὖν ἐστιν ὁμοίωμα χαρακτηρίζον τὸ πρωτότυπον μετὰ τοῦ καί τινα διαφορὰν ἔχειν πρὸς
5αὐτό· οὐ γὰρ κατὰ πάντα ἡ εἰκὼν ὁμοιοῦται πρὸς τὸ ἀρχέτυπον. Εἰκὼν τοίνυν ζῶσα, φυσικὴ καὶ ἀπαράλλακτος τοῦ ἀοράτου θεοῦ ὁ υἱὸς ὅλον ἐν ἑαυτῷ φέρων τὸν πατέρα, κατὰ πάντα ἔχων τὴν πρὸς αὐτὸν ταυτότητα, μόνῳ δὲ διαφέρων τῷ αἰτια‐
10τῷ. Αἴτιον μὲν γὰρ φυσικὸν ὁ πατήρ, αἰτιατὸν δὲ ὁ υἱός· οὐ γὰρ πατὴρ ἐξ υἱοῦ, ἀλλὰ υἱὸς ἐκ πατρός. Ἐξ αὐτοῦ γάρ, εἰ καὶ μὴ μετ’ αὐτὸν ἔχει τὸ εἶναι, ὅπερ ἐστὶν ὁ γεννήσας πατήρ.

1,10

Εἰσὶ δὲ καὶ ἐν τῷ θεῷ εἰκόνες καὶ παραδείγ‐ ματα τῶν ὑπ’ αὐτοῦ ἐσομένων, τουτέστιν ἡ βουλὴ αὐτοῦ ἡ προαιώνιος καὶ ἀεὶ ὡσαύτως ἔχουσα. Ἄτρεπτον γὰρ τὸ θεῖον κατὰ πάντα, καὶ οὐκ ἔστιν
5ἐν αὐτῷ μεταβολὴ ἢ τροπῆς ἀποσκίασμα. Ταύτας τὰς εἰκόνας καὶ τὰ παραδείγματα προορισμούς φησιν ὁ ἅγιος Διονύσιος ὁ πολὺς τὰ θεῖα καὶ μετὰ θεοῦ τὰ περὶ θεοῦ διασκεψάμενος. Ἐν γὰρ τῇ βουλῇ αὐτοῦ ἐχαρακτηρίζετο καὶ εἰκονίζετο πάντα
10τὰ ὑπ’ αὐτοῦ προωρισμένα καὶ ἀπαραβάτως ἐσό‐ μενα πρὶν γενέσεως αὐτῶν, ὥσπερ, εἴ τις βούλοιτο οἰκοδομῆσαι οἶκον, ἀνατυποῖ καὶ εἰκονίζει πρῶτον τὸ σχῆμα κατὰ διάνοιαν.

1,11

Εἶτα πάλιν εἰκόνες εἰσὶ τῶν ἀοράτων καὶ ἀτυπώτων, σωματικῶς τυπουμένων πρὸς ἀμυδρὰν κατανόησιν. Καὶ γὰρ ἡ θεία γραφὴ τύπους θεῷ καὶ ἀγγέλοις περιτίθησι καὶ τὴν αἰτίαν διδάσκων ὁ
5αὐτὸς θεῖος ἀνήρ φησιν, ὅτι μὲν γὰρ εἰκότως προ‐ βέβληνται τῶν ἀτυπώτων οἱ τύποι καὶ τὰ σχήματα τῶν ἀσχηματίστων, οὐ μόνην αἰτίαν φαίη τις εἶναι τὴν καθ’ ἡμᾶς ἀναλογίαν ἀδυνατοῦσαν ἀμέσως ἐπὶ τὰς νοητὰς ἀνατείνεσθαι θεωρίας καὶ δεομένην οἰ‐
10κείων καὶ συμφυῶν ἀναγωγῶν. Εἰ τοίνυν τῆς ἡμῶν προνοῶν ἀναλογίας ὁ θεῖος λόγος πάντοθεν τὸ ἀνα‐ τατικὸν ἡμῖν ποριζόμενος καὶ τοῖς ἁπλοῖς καὶ ἀτυ‐ πώτοις τύπους τινὰς περιτίθησι, πῶς μὴ εἰκονίσει τὰ σχήμασι μεμορφωμένα κατὰ τὴν οἰκείαν φύσιν
15καὶ ποθούμενα μέν, διὰ δὲ τὸ μὴ παρεῖναι ὁρᾶσθαι μὴ δυνάμενα; Διὰ γὰρ τῆς αἰσθήσεως φαντασία τις συνίσταται ἐν τῇ ἐμπροσθίῳ κοιλίᾳ τοῦ ἐγκεφάλου καὶ οὕτω τῷ κριτικῷ παραπέμπεται καὶ τῇ μνήμῃ ἐνθησαυρίζεται. Φησὶ γοῦν καὶ ὁ θεορρήμων Γρη‐
20γόριος, ὅτι πολλὰ κάμνων ὁ νοῦς ἐκβῆναι τὰ σωμα‐ τικὰ πάντη ἀδυνατεῖ· ἀλλὰ καὶ «τὰ ἀόρατα τοῦ θεοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθ‐ ορᾶται.» Ὁρῶμεν γὰρ εἰκόνας ἐν τοῖς κτίσμασι μη‐ νυούσας ἡμῖν ἀμυδρῶς τὰς θείας ἐμφάσεις· ὡς ὅτε
25λέγομεν τὴν ἁγίαν τριάδα, τὴν ὑπεράρχιον, εἰκονί‐ ζεσθαι δι’ ἡλίου καὶ φωτὸς καὶ ἀκτῖνος· ἢ πηγῆς ἀναβλυζούσης καὶ πηγαζομένου νάματος καὶ προ‐ χοῆς· ἢ νοῦ καὶ λόγου καὶ πνεύματος τοῦ καθ’ ἡμᾶς·
ἢ ῥόδου φυτοῦ καὶ ἄνθους καὶ εὐωδίας.

1,12

Πάλιν εἰκὼν λέγεται τῶν ἐσομένων αἰνι‐ γματωδῶς σκιαγραφοῦσα τὰ μέλλοντα, ὡς ἡ κιβω‐ τὸς τὴν ἁγίαν παρθένον καὶ θεοτόκον καὶ ἡ ῥάβδος καὶ ἡ στάμνος, καὶ ὡς ὁ ὄφις τὸν τὸ δῆγμα διὰ σταυ‐
5ροῦ καταργήσαντα τοῦ ἀρχεκάκου ὄφεως, ἥ τε θάλασσα, τὸ ὕδωρ καὶ ἡ νεφέλη τὸ τοῦ βαπτίσματος πνεῦμα.

1,13

Πάλιν εἰκὼν λέγεται τῶν γεγονότων ἢ κατά τινος θαύματος μνήμην ἢ τιμῆς ἢ αἰσχύνης ἢ ἀρετῆς ἢ κακίας πρὸς τὴν εἰς ὕστερον τῶν θεωμένων ὠφέ‐ λειαν, ὡς ἂν τὰ μὲν κακὰ φεύγωμεν, τὰς δὲ ἀρετὰς
5ζηλώσωμεν. Διπλῆ δὲ αὕτη διά τε λόγου ταῖς βίβλοις ἐγγραφομένου, ὡς ὁ θεὸς τὸν νόμον ταῖς πλαξὶν ἐν‐ εκόλαψε καὶ τοὺς τῶν θεοφιλῶν ἀνδρῶν βίους ἀνα‐ γράπτους γενέσθαι προσέταξε, καὶ διὰ θεωρίας αἰσθητῆς, ὡς τὴν στάμνον καὶ τὴν ῥάβδον ἐν τῇ κι‐
10βωτῷ τεθῆναι προσέταξεν εἰς μνημόσυνον. Οὕτω καὶ νῦν τὰς εἰκόνας τῶν γεγονότων καὶ τὰς ἀρετὰς διαγράφομεν. Ἢ τοίνυν πᾶσαν εἰκόνα ἄνελε καὶ ἀντινομοθέτει τῷ ταύτας προστάξαντι γενέσθαι ἢ ἑκάστην δέχου κατὰ τὸν ἑκάστῃ πρέποντα λόγον
15καὶ τρόπον. Εἰπόντες τοίνυν τοὺς τῆς εἰκόνος τρόπους εἴπωμεν καὶ περὶ προσκυνήσεως.

1,14

Ἡ προσκύνησις ὑποπτώσεως καὶ τιμῆς ἐστι σύμβολον. Καὶ ταύτης δὲ διαφόρους ἔγνωμεν τρό‐ πους· Πρώτην τὴν κατὰ λατρείαν, ἣν προσάγομεν μόνῳ τῷ φύσει προσκυνητῷ θεῷ. Ἔπειτα τὴν διὰ
5τὸν φύσει προσκυνητὸν θεὸν προσαγομένην τοῖς αὐτοῦ φίλοις τε καὶ θεράπουσιν, ὡς τῷ ἀγγέλῳ Ἰησοῦς ὁ τοῦ Ναυῆ καὶ Δανιὴλ προσεκύνησαν, ἢ τοῖς θεοῦ τόποις, ὥς φησιν ὁ Δαυίδ· «Προσκυνήσωμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ», ἢ τοῖς
10αὐτοῦ ἀναθήμασιν, ὡς ἅπας Ἰσραὴλ τῇ σκηνῇ προσ‐ εκύνει καὶ τῷ ἐν Ἱερουσαλὴμ ναῷ κύκλῳ ἑστῶτες καὶ πρὸς αὐτὸν ἁπανταχόθεν προσκυνοῦντες εἰσέτι καὶ νῦν, ἢ τοῖς ὑπ’ αὐτοῦ χειροτονηθεῖσιν ἄρχουσιν, ὡς Ἰακὼβ τῷ τε Ἠσαῦ ὡς προγενεστέρῳ ἀδελφῷ
15ὑπὸ θεοῦ γενομένῳ καὶ Φαραὼ ὑπὸ θεοῦ χειροτο‐ νηθέντι ἄρχοντι καὶ τῷ Ἰωσὴφ οἱ αὐτοῦ ἀδελφοί. Οἶδα καὶ κατὰ τιμὴν τὴν πρὸς ἀλλήλους προσ‐ αγομένην προσκύνησιν ὡς Ἀβραὰμ τοῖς υἱοῖς Ἐμ‐ μώρ. Ἢ τοίνυν πᾶσαν προσκύνησιν ἄνελε ἢ πάσας
20δέχου μετὰ τοῦ ὀφείλοντος λόγου καὶ τρόπου.

1,15

Λέγε μοι ἐρωτῶντι· Εἷς θεὸς ὁ θεός; Ναί, φήσεις, ὡς ἔμοιγε δοκεῖ, εἷς νομοθέτης. Τί οὖν νομο‐ θετεῖ τὰ ἐναντία; Οὐ γὰρ ἔξω τῆς κτίσεως τὰ χε‐ ρουβίμ. Τί οὖν προστάττει χερουβὶμ γλυπτὰ ἀν‐
5θρώπων χερσὶν τεκταινόμενα σκιάζειν τὸ ἱλαστή‐ ριον; Ἢ δῆλον, ὡς θεοῦ μὲν ὡς ἀπεριγράπτου καὶ ἀνεικάστου ποιεῖν εἰκόνα ἀμήχανον ἤ τινος ὡς θεοῦ, ἵνα μὴ ὡς θεὸς λατρευομένη προσκυνῆται ἡ κτίσις. Τῶν δὲ χερουβὶμ ὡς περιγραπτῶν καὶ τῷ θείῳ
10θρόνῳ δουλοπρεπῶς παρεστώτων τὴν εἰκόνα προσ‐ τάττει ποιεῖν δουλοπρεπῶς σκιάζουσαν τὸ ἱλαστή‐ ριον· ἔπρεπε γὰρ τῇ εἰκόνι τῶν οὐρανίων λειτουρ‐ γῶν τὴν εἰκόνα τῶν θείων μυστηρίων σκιάζεσθαι. Τί δὲ φὴς τὴν κιβωτόν, τὴν στάμνον, τὸ ἱλαστήριον;
15Οὐ χειρότευκτα; Οὐκ ἔργα χειρῶν ἀνθρώπων; Οὐκ ἐξ ἀτίμου, ὡς σὺ φής, ὕλης κατεσκευασμένα; Τί δὲ ἡ σκηνὴ ἅπασα; Οὐχὶ εἰκὼν ἦν; Οὐ σκιὰ καὶ ὑπό‐ δειγμα; Φησὶ τοιγαροῦν ὁ θεῖος ἀπόστολος περὶ τῶν κατὰ τὸν νόμον ἱερέων διεξιών· «Οἵτινες ὑπο‐
20δείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων, κα‐ θὼς κεχρημάτισται Μωσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν. Ὅρα γάρ φησι, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει.» Ἀλλ’ οὐδὲ εἰκὼν ἦν ὁ νόμος, ἀλλ’ εἰκόνος προσκίασμα· φησὶ
25γοῦν ὁ αὐτὸς ἀπόστολος· «Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων.» Εἰ οὖν ὁ νόμος εἰκόνας ἀπαγο‐
ρεύει, αὐτὸς δὲ εἰκόνος ἐστὶ προχάραγμα, τί φήσομεν; Εἰ ἡ σκηνὴ σκιὰ καὶ τύπου τύπος, πῶς μὴ εἰκονογρα‐
30φεῖν ὁ νόμος διακελεύεται; Ἀλλ’ οὐκ ἔστιν οὕτω ταῦτα, οὐκ ἔστι· «καιρὸς» δὲ μᾶλλον «τῷ παντὶ πράγματι.»

1,16

Πάλαι μὲν ὁ θεὸς ὁ ἀσώματός τε καὶ ἀσχη‐ μάτιστος οὐδαμῶς εἰκονίζετο, νῦν δὲ σαρκὶ ὀφθέντος θεοῦ καὶ τοῖς ἀνθρώποις συναναστραφέντος εἰκο‐ νίζω θεοῦ τὸ ὁρώμενον. Οὐ προσκυνῶ τῇ ὕλῃ,
5προσκυνῶ δὲ τὸν τῆς ὕλης δημιουργόν, τὸν ὕλην δι’ ἐμὲ γενόμενον καὶ ἐν ὕλῃ κατοικῆσαι καταδεξά‐ μενον καὶ δι’ ὕλης τὴν σωτηρίαν μου ἐργασάμενον, καὶ σέβων οὐ παύσομαι τὴν ὕλην, δι’ ἧς ἡ σωτηρία μου εἴργασται. Σέβω δὲ οὐχ ὡς θεόν—ἄπαγε· πῶς
10γὰρ τὸ ἐξ οὐκ ὄντων τὴν γένεσιν ἐσχηκὸς θεός; — εἰ καὶ τὸ τοῦ θεοῦ σῶμα θεὸς διὰ τὴν καθ’ ὑπόστασιν ἕνωσιν γεγονὸς ἀμεταβλήτως, ὅπερ τὸ χρῖσαν, καὶ μεῖναν, ὅπερ ἦν τῇ φύσει, σὰρξ ἐψυχωμένη ψυχῇ λογικῇ τε καὶ νοερᾷ, ἠργμένη, οὐκ ἄκτιστος. Τὴν
15δέ γε λοιπὴν ὕλην σέβω καὶ δι’ αἰδοῦς ἄγω, δι’ ἧς ἡ σωτηρία μου γέγονεν, ὡς θείας ἐνεργείας καὶ χά‐ ριτος ἔμπλεων. Ἢ οὐχ ὕλη τὸ τοῦ σταυροῦ ξύλον τὸ τρισόλβιον καὶ τρισμακάριστον; Ἢ οὐχ ὕλη τὸ ὄρος τὸ σεπτὸν καὶ ἅγιον, ὁ τοῦ κρανίου τόπος;
20Ἢ οὐχ ὕλη ἡ φερέσβιος πέτρα καὶ ζωηφόρος, ὁ τάφος ὁ ἅγιος, ἡ πηγὴ τῆς ἡμῶν ἀναστάσεως; Ἢ οὐχ ὕλη τὸ μέλαν καὶ ἡ τῶν εὐαγγελίων παναγία βίβλος; Ἢ οὐχ ὕλη ἡ ζωηφόρος τράπεζα ἡ τὸν ἄρτον ἡμῖν τῆς ζωῆς χορηγοῦσα; Ἢ οὐχ ὕλη ὁ
25χρυσός τε καὶ ὁ ἄργυρος, ἐξ ὧν σταυροὶ καὶ πίνακες καὶ κρατῆρες κατασκευάζονται; Ἢ οὐχ ὕλη πρὸ τούτων ἁπάντων τὸ τοῦ κυρίου μου σῶμα καὶ αἷμα; Ἢ πάντων τούτων ἄνελε τὸ σέβας καὶ τὴν προσκύνησιν ἢ παραχώρει τῇ ἐκκλησιαστικῇ παρα‐
30δόσει καὶ τὴν τῶν εἰκόνων προσκύνησιν θεοῦ καὶ φίλων θεοῦ ὀνόματι ἁγιαζομένων καὶ διὰ τοῦτο θείου πνεύματος ἐπισκιαζομένων χάριτι. Μὴ κάκιζε τὴν ὕλην· οὐ γὰρ ἄτιμος. Οὐδὲν γὰρ ἄτιμον, ὃ παρὰ θεοῦ γεγένηται· τῶν Μανιχαίων τοῦτο τὸ φρόνημα.
35Μόνον δὲ ἄτιμον, ὃ μὴ τὴν αἰτίαν ἔσχεν ἐκ θεοῦ, ἀλλ’ ἡμέτερόν ἐστιν εὕρεμα τῇ ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν αὐτεξουσίῳ ἐκκλίσει τε καὶ ῥοπῇ τοῦ θελήματος, τουτέστιν ἡ ἁμαρτία. Εἰ διὰ τὸν νόμον
τὰς εἰκόνας ἀτιμάζεις καὶ ἀπαγορεύεις ὡς ἐξ ὕλης κατ‐
40εσκευασμένας, ὅρα, τί φησιν ἡ γραφή· «Καὶ ἐλάλησε κύριος πρὸς Μωσῆν λέγων· Ἰδοὺ ἀνακέκληκα τὸ ὄνομα Βεσελεὴλ τὸν τοῦ Ὀρεὶ τὸν τοῦ Ὣρ ἐκ φυλῆς Ἰούδα. Καὶ ἐνέπλησα αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης ἐν παντὶ ἔργῳ διανοεῖ‐
45σθαι καὶ ἀρχιτεκτονεῖν καὶ ἐργάζεσθαι χρυσίον καὶ ἀργύριον καὶ τὸν χαλκὸν καὶ τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον νηστὸν καὶ τὴν βύσσον τὴν κεκλωσμένην καὶ τὰ λιθουργικὰ εἰς τὰ ἔργα καὶ τεκτονικῆς εἰς τὰ ξύλα, ἐργάζεσθαι κατὰ πάντα

1,16

(50)

τὰ ἔργα· καὶ ἐγὼ δέδωκα αὐτὸν καὶ τὸν Ἐλιὰβ τὸν τοῦ Ἀχισαμὰχ ἐκ φυλῆς Δάν· καὶ παντὶ συνετῷ καρδίᾳ ἐγὼ δέδωκα σύνεσιν, καὶ ποιήσουσι πάντα, ὅσα σοι συνέταξα.» καὶ πάλιν «εἶπε Μωσῆς πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραήλ· Ἠκούσατε
55τοῦτο τὸ ῥῆμα, ὃ συνέταξε κύριος λέγων· Λάβετε παρ’ ὑμῶν αὐτῶν ἀφαίρεμα τῷ κυρίῳ. Πᾶς κατα‐ δεχόμενος τὴν καρδίαν, καὶ οἴσουσι τὰς ἀπαρχὰς τῷ κυρίῳ, χρυσίον, ἀργύριον, χαλκόν, ὑάκινθον, πορφύραν, κόκκινον διπλοῦν διανενησμένον καὶ
60βύσσον κεκλωσμένην καὶ τρίχας αἰγείας καὶ δέρματα κριῶν ἠρυθροδανωμένα καὶ δέρματα ὑακίνθινα καὶ ξύλα ἄσηπτα καὶ ἔλαιον τῆς χρίσεως καὶ τὸ θυμίαμα τῆς συνθέσεως καὶ λίθους σαρδίους καὶ λίθους εἰς τὴν γλυφὴν καὶ εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη.
65Καὶ πᾶς σοφὸς καρδίᾳ ἐν ὑμῖν ἐλθὼν ἐργαζέσθω
πάντα, ὅσα συνέταξε κύριος, τὴν σκηνήν», καὶ τὰ ἑξῆς, καὶ μεθ’ ἕτερα «καὶ ἐποίησεν ἀμφοτέρους τοὺς λίθους τῆς σμαράγδου συμπεπορπημένους καὶ περι‐ σεσιαλωμένους χρυσίῳ καὶ γεγλυμμένους ἐκκόλαμμα
70σφραγῖδος», καὶ πάλιν «οἱ λίθοι ἦσαν ἐξ ὀνομάτων τῶν υἱῶν Ἰσραὴλ δώδεκα ἐκ τῶν ὀνομάτων αὐτῶν ἐγγεγλυμμέναι σφραγῖδες, ἕκαστος ἐκ τοῦ αὐτοῦ ὀνόματος εἰς τὰς δώδεκα φυλάς», καὶ αὖθις «καὶ ἐποί‐ ησαν τὸ καταπέτασμα τῆς σκηνῆς τοῦ μαρτυρίου ἐξ
75ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης, ἔργον ὑφαντὸν χερουβίμ», καὶ πάλιν «καὶ ἐποίησαν τὸ ἱλαστήριον ἄνωθεν τῆς κιβωτοῦ ἐκ χρυσίου καθαροῦ καὶ τοὺς δύο χερου‐ βίμ.» Ἰδοὺ δὴ ὕλη τιμία καὶ καθ’ ὑμᾶς ἄτιμος. Τί
80γὰρ τριχῶν αἰγείων εὐτελέστερον καὶ χρωμάτων; Καὶ οὐ χρώματα τὸ κόκκινον καὶ ἡ πορφύρα καὶ ἡ ὑάκινθος; Ἰδοὺ δὴ καὶ ὁμοίωμα χερουβίμ. Πῶς οὖν διὰ τὸν νόμον ἀπαγορεύειν φής, ὃ ποιεῖν ὁ νόμος προσέταξεν; Εἰ διὰ τὸν νόμον τὰς εἰκόνας ἀπαγορεύ‐
85εις, ὥρα σοι καὶ σαββατίζειν καὶ περιτέμνεσθαι· ταῦτα γὰρ ἀπαραχωρήτως ὁ νόμος κελεύει. Ἀλλ’ ἴστε, «ὡς, ἐὰν τὸν νόμον τηρῆτε, Χριστὸς ὑμᾶς οὐ‐ δὲν ὠφελήσει. Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάρι‐ τος ἐξεπέσετε.» Οὐχ ἑώρα θεὸν ὁ Ἰσραὴλ ὁ πάλαι,
90«ἡμεῖς δὲ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου
κατοπτριζόμεθα.»

1,17

Καὶ αἰσθητῶς τὸν αὐτοῦ χαρακτῆρα τοῦ σαρκωθέντος φημὶ θεοῦ λόγου προτίθεμεν ἁπανταχῆ καὶ τὴν πρώτην ἁγιαζόμεθα τῶν αἰσθήσεων (πρώτη γὰρ αἰσθήσεων ὅρασις) ὥσπερ καὶ τοῖς λόγοις τὴν
5ἀκοήν· ὑπόμνημα γάρ ἐστιν ἡ εἰκών. Καὶ ὅπερ τοῖς γράμματα μεμυημένοις ἡ βίβλος, τοῦτο τοῖς ἀγραμ‐ μάτοις ἡ εἰκών· καὶ ὅπερ τῇ ἀκοῇ ὁ λόγος, τοῦτο τῇ ὁράσει ἡ εἰκών· νοητῶς δὲ αὐτῷ ἑνούμεθα. Διὰ τοῦτο προσέταξεν ὁ θεὸς γενέσθαι κιβωτὸν ἐκ ξύλων
10ἀσήπτων καὶ καταχρυσῶσαι ταύτην ἔσωθέν τε καὶ ἔξωθεν καὶ ἐνθεῖναι τὰς πλάκας, τὴν ῥάβδον, τὴν στάμνον τὴν χρυσῆν ἔχουσαν τὸ μάννα πρὸς ὑπό‐ μνησιν τῶν γεγονότων καὶ προτύπωσιν τῶν μελ‐ λόντων. Καὶ τίς οὐκ ἐρεῖ ταύτας εἰκόνας διαπρυσίους
15τε κήρυκας; Καὶ ταῦτα οὐκ ἐκ πλαγίων ἔκειτο τῆς σκηνῆς, ἀλλὰ κατενώπιον παντὸς τοῦ λαοῦ, πρὸς ἃ βλέποντες τῷ δι’ αὐτῶν ἐνεργήσαντι θεῷ προσέφε‐ ρον τὴν προσκύνησιν καὶ τὴν λατρείαν. Δῆλον οὐχ ὡς αὐτοῖς λατρεύοντες, ἀλλὰ δι’ αὐτῶν εἰς ὑπόμνη‐
20σιν τῶν θαυμάτων ἀγόμενοι καὶ τῷ τερατουργῷ θεῷ τὴν προσκύνησιν νέμοντες. Εἰκόνες γὰρ ἦσαν πρὸς ὑπόμνησιν κείμεναι, τιμώμεναι οὐχ ὡς θεοί, ἀλλ’ ὡς θείας ἐνεργείας ὑπόμνησιν ἄγουσαι.

1,18

Καὶ δώδεκα λίθους προσέταξεν ὁ θεὸς ληφθῆ‐ ναι ἐκ τοῦ Ἰορδάνου καὶ τὴν αἰτίαν προστίθησι·
φησὶ γάρ· «Ἵνα, ὅταν ἐρωτᾷ σε ὁ υἱός σου, τί εἰσιν οἱ λίθοι οὗτοι, διηγῇ, πῶς ἐξέλιπε τὸ ὕδωρ τοῦ Ἰορδά‐
5νου θείᾳ προστάξει καὶ διέβη ἡ κιβωτὸς κυρίου καὶ πᾶς ὁ λαός.» Πῶς οὖν ἡμεῖς οὐκ εἰκονογραφήσομεν τὰ σωτήρια Χριστοῦ τοῦ θεοῦ ἡμῶν πάθη καὶ θαύ‐ ματα, ἵν’, ὅταν ἐρωτᾷ με ὁ υἱός μου, τί τοῦτό ἐστιν, ἐρῶ, ὅτι ὁ θεὸς λόγος ἄνθρωπος γέγονε καὶ δι’ αὐ‐
10τοῦ οὐχ ὁ Ἰσραὴλ μόνος τὸν Ἰορδάνην διῆλθεν, ἀλλ’ ἡ φύσις ἅπασα πρὸς τὴν ἀρχαίαν ἐπανῆλθε μακαριότητα, δι’ οὗ ἡ φύσις ἐκ τῶν κατωτάτων τῆς γῆς ἀνῆλθεν ὑπεράνω πάσης ἀρχῆς καὶ ἐν αὐτῷ τῷ πατρικῷ κεκάθικε θρόνῳ.

1,19

Ἀλλὰ ναί φησι· Ποίει Χριστοῦ τὸ εἰκόνισμα καὶ ἀρκέσθητι ἢ καὶ τῆς τούτου μητρὸς τῆς θεοτό‐ κου. Ὢ τῆς ἀτοπίας. Ἐχθρὸν ἑαυτὸν διαρρήδην τῶν ἁγίων καθωμολόγησας· εἰ γὰρ Χριστοῦ μὲν
5εἰκόνα ποιεῖς, τῶν ἁγίων δὲ οὐδαμῶς, δῆλον ὡς οὐχὶ τὴν εἰκόνα ἀπαγορεύεις, ἀλλὰ τὴν τῶν ἁγίων τιμήν, ὅπερ οὐδεὶς τῶν ἀπ’ αἰῶνος ἐτόλμησε ποιῆσαι ἢ ἐγχειρῆσαι τοιούτῳ τολμήματι. Τοῦ γὰρ Χριστοῦ ὡς δεδοξασμένου ποιῶν εἰκόνα τῶν ἁγίων ὡς ἀδοξά‐
10στων δηλαδὴ ἀποπτύεις τὸ ἐξεικόνισμα καὶ ψευδῆ τὴν ἀλήθειαν δεικνύειν ἐπιχειρεῖς. «Ζῶ γὰρ ἐγώ,» λέγει κύριος, «καὶ τοὺς δοξάζοντάς με δοξάσω», καὶ ὁ θεῖος ἀπόστολος· «Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ’ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος θεοῦ διὰ Χριστοῦ.»
15καὶ «εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.»
Οὐ κατὰ τῶν εἰκόνων ἤρω τὸν πόλεμον, ἀλλ’ ἦ κατὰ τῶν ἁγίων. Φησὶ γοῦν Ἰωάννης ὁ θεόλογος καὶ ἐπιστήθιος, «ὅτι ὅμοιοι αὐτῷ ἐσόμεθα.» Ὥσπερ γὰρ τῷ πυρὶ ἑνούμενος ὁ σίδηρος οὐ τῇ φύσει, ἀλλὰ τῇ
20ἑνώσει καὶ πυρώσει καὶ μεθέξει πῦρ γίνεται, οὕτω καὶ τὸ θεούμενον οὐ τῇ φύσει ἀλλὰ τῇ μεθέξει θεὸς γίνεται. Οὐ τὴν σάρκα φημὶ τοῦ σαρκωθέντος υἱοῦ τοῦ θεοῦ· ἐκείνη γὰρ τῇ καθ’ ὑπόστασιν ἑνώσει καὶ μεθέξει τῆς θείας φύσεως ἀτρέπτως θεὸς ἐχρημάτισεν,
25οὐκ ἐνεργείᾳ χρισθεῖσα θεοῦ ὥσπερ τῶν προφητῶν ἕκαστος, παρουσίᾳ δὲ ὅλου τοῦ χρίοντος. Ὅτι δὲ τῇ θεώσει θεοὶ καὶ οἱ ἅγιοι, «ὁ θεός», φησίν, «ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ», ὅταν ἵσταται θεὸς ἐν μέσῳ θεῶν τὰς ἀξίας διαιρῶν, ὡς
30ἑρμηνεύων φησὶν ὁ θεολόγος Γρηγόριος.

1,20

Τῷ Δαυὶδ ἐπηγγείλατο ὁ θεὸς οἰκοδομῆσαι αὐτῷ ναὸν διὰ τοῦ ἰδίου υἱοῦ Σολομῶντος καὶ κατα‐ σκευάσαι οἶκον ἀναπαύσεως. Τοῦτον Σολομὼν ᾠκο‐ δόμησε καὶ ἐποίησε χερουβίμ, ὥς φησιν ἡ βίβλος
5τῶν Βασιλειῶν, καὶ περιέσχε τὰ χερουβὶμ χρυσίῳ καὶ πάντας τοὺς τοίχους κύκλῳ κολαπτοὺς ἐνέγλυ‐ ψεν ἐν γραφίδι χερουβὶμ καὶ φοίνικας τῷ ἐσωτέρῳ
καὶ τῷ ἐξωτέρῳ—οὐκ εἶπεν ἐκ πλαγίων, ἀλλὰ «κύκλῳ»—ἀλλὰ καὶ βόας καὶ λέοντας καὶ ῥοΐσκους.
10Οὐ πολλῷ τιμιώτερον πάντας τοὺς τοίχους τοῦ οἴκου κυρίου κοσμῆσαι ἁγίων μορφαῖς καὶ ἐξεικονί‐ σμασιν ἤπερ ἀλόγων καὶ δένδρων; Ποῦ ὁ διαγορεύ‐ ων νόμος· «Οὐ ποιήσεις πᾶν ὁμοίωμα;» Ἀλλ’ ὁ σοφίας χύσιν δεξάμενος Σολομὼν οὐ θεὸν εἰκονίζων
15ἐποίει χερουβὶμ καὶ λεόντων καὶ βοῶν ὁμοιώματα— τοῦτο γὰρ ἀπαγορεύει ὁ νόμος—οὐδ’ ἡμεῖς θεὸν εἰκονίζοντες ποιοῦμεν τὸ τῶν ἁγίων εἰκόνισμα. Ὥσπερ γὰρ τότε μὲν ἀλόγων αἵματι ἡγνίζετο ὅ τε ναὸς καὶ ὁ λαὸς καὶ σποδῷ δαμάλεως, νῦν δὲ Χρι‐
20στοῦ αἵματι «τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλά‐ του» καὶ ἑαυτὸν ἀπαρχὴν τῶν μαρτύρων δείξαντος, ἔτι δὲ καὶ τῷ τῶν ἁγίων αἵματι ἱερῷ ἡ ἐκκλησία ᾠκοδόμηται, οὕτω τότε μὲν μορφαῖς τε καὶ ἐκτυπώ‐ μασιν ἀλόγων ὁ τοῦ θεοῦ οἶκος κατεκοσμεῖτο, νῦν δὲ
25ἁγίων τῶν ναοὺς ἐμψύχους καὶ λογικοὺς ἑαυτοὺς εἰς κατοικητήριον θεοῦ ζῶντος ἐν πνεύματι κατεσκευ‐ ακότων.

2,9=3,9

Καὶ ὅτι ταῦτα οὕτως ἔχει, ἄκουε· «Οὐ ποιή‐ σεις σεαυτῷ», φησί, «γλυπτὸν οὐδὲ πᾶν ὁμοίωμα.» Ταῦτα τοῦ θεοῦ προστάξαντος «ἐποίησαν», φησί, «τὸ καταπέτασμα τῆς σκηνῆς τοῦ μαρτυρίου ἐξ ὑακίνθου καὶ πορφύρας καὶ
5κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης, ἔργον ὑφαντὸν
χερουβίμ», καὶ «ἐποίησαν τὸ ἱλαστήριον ἄνωθεν τῆς κιβωτοῦ ἐκ χρυσίου καθαροῦ καὶ τοὺς δύο χερουβίμ.» Τί ποιεῖς, ὦ Μωσῆ; Σὺ λέγεις· «Οὐ ποιήσεις σεαυτῷ γλυπτὸν οὐδὲ πᾶν ὁμοίωμα», καὶ σὺ καταπέτασμα κατασκευάζεις, «ἔργον ὑφαν‐
10τὸν χερουβὶμ» καὶ «δύο χερουβὶμ ἐκ χρυσίου καθαροῦ»; Ἀλλ’ ἄκουε, τί πρός σε ὁ θεράπων τοῦ θεοῦ Μωσῆς τοῖς πράγμασιν ἀντιφθέγγεται. Ὦ τυφλοὶ καὶ μωροί, σύνετε τῶν λεγομένων τὴν δύναμιν «καὶ φυλάξασθε σφόδρα τὰς ψυχὰς ὑμῶν.» Εἶπον, «ὅτι ὁμοίωμα οὐκ εἴδετε ἐν τῇ ἡμέρᾳ, ᾗ ἐλάλησε κύριος
15πρὸς ὑμᾶς ἐν Χωρὴβ ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός, μήποτε ἀνομήσητε καὶ ποιήσητε ὑμῖν ἑαυτοῖς γλυπτὸν ὁμοίωμα, πᾶσαν εἰκόνα», καὶ «θεοὺς χωνευτοὺς οὐ ποιήσεις σεαυτῷ». Οὐκ εἶπον· Οὐ ποιήσεις εἰκόνα χερουβὶμ ὡς δούλων παρ‐ εστηκότων τῷ ἱλαστηρίῳ, ἀλλ’ «οὐ ποιήσεις σεαυτῷ θεοὺς
20χωνευτούς», καὶ «οὐ ποιήσεις πᾶν ὁμοίωμα» ὡς θεοῦ οὐδ’ οὐ μὴ λατρεύσῃς «τῇ κτίσει παρὰ τὸν κτίσαντα». Ὁμοίωμα μὲν οὖν θεοῦ οὐκ ἐποίησα οὐδὲ μὴν ἑτέρου τινὸς ὡς θεοῦ οὐδὲ

2,9

(25)

«ἐλάτρευσα τῇ κτίσει παρὰ τὸν κτίσαντα». Οὕτω καὶ ὑμεῖς ποιεῖτε.

3,9

(23)

ἀνθρώπου (δεδούλωτο γὰρ τῇ ἁμαρτίᾳ ἡ φύσις τῆς ἀνθρω‐
25πότητος) οὐδὲ «ἐλάτρευσα τῇ κτίσει παρὰ τὸν κτίσαντα». Πάσης δὲ τῆς κτίσεως ὁμοί‐ ωμα τὴν σκηνὴν κατεσκεύασα «κατὰ τὸν τύπον τὸν δειχ‐
30θέντα μοι ἐν τῷ ὄρει» καὶ χερουβὶμ σκιάζοντα τὸ ἱλα‐ στήριον ὡς θεῷ παρεστηκότα.

2,10

Εἶδες, πῶς ἀνεφά‐ νη ὁ σκοπὸς τῆς γραφῆς τοῖς συνετῶς ἐρευνῶσι· δεῖ γὰρ γινώσκειν, ἀγαπητοί, ὅτι ἐν
5παντὶ πράγματι ἡ ἀλήθεια ζητεῖται καὶ τὸ ψεῦδος καὶ ὁ σκοπὸς τοῦ ποιοῦντος, εἰ καλός ἐστιν ἢ κακός. Ἐν μὲν γὰρ τῷ εὐαγγελίῳ καὶ θεὸς
10καὶ ἄγγελος καὶ ἄνθρωπος καὶ οὐρανὸς καὶ γῆ καὶ ὕ‐ δωρ καὶ πῦρ καὶ ἀὴρ καὶ ἥ‐ λιος καὶ σελήνη καὶ ἄστρα καὶ φῶς καὶ σκότος καὶ σα‐
15τανᾶς καὶ δαίμονες καὶ ὄ‐ φεις καὶ σκορπίοι καὶ θάνατος καὶ ᾅδης καὶ ἀρεταὶ καὶ κακίαι καὶ πάν‐ τα καλά τε καὶ κακά εἰσιν
20ἐγγεγραμμένα. Ἀλλ’ ὅμως ἐ‐ πειδὴ πάντα τὰ περὶ αὐτῶν λεγόμενα ἀληθῆ εἰσι καὶ ὁ σκοπὸς πρὸς δόξαν θεοῦ ἐστι καὶ
25τῶν ὑπ’ αὐτοῦ δοξαζομέ‐ νων ἁγίων καὶ σωτηρίαν ἡ‐ μῶν καὶ καθαίρεσιν καὶ αἰ‐ σχύνην τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ, προσκυ‐
30νοῦμεν καὶ περιπτυσσόμεθα καὶ καταφιλοῦμεν καὶ ὀφθαλ‐ μοῖς καὶ χείλεσι καὶ καρ‐ δίᾳ ἀσπαζόμεθα, ὁμοίως καὶ πᾶσαν τὴν παλαιὰν καὶ και‐
35νὴν διαθήκην τούς τε λόγους τῶν ἁγίων καὶ ἐκκρίτων πα‐ τέρων, τὴν δὲ αἰσχρὰν καὶ μυσαρὰν καὶ ἀκάθαρτον γρα‐ φὴν τῶν καταράτων Μανιχαί‐
40ων τε καὶ Ἑλλήνων καὶ τῶν λοιπῶν αἱρέσεων ὡς ψευδῆ καὶ μάταια περιέχουσαν καὶ πρὸς δόξαν τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ καὶ
45χαρὰν αὐτῶν ἐφευρεθεῖσαν ἀποπτύομεν καὶ ἀποβαλλό‐ μεθα καίτοι γε καὶ ὄνομα θεοῦ περιέχουσαν. Οὕτως καὶ ἐν τῷ πράγματι τῶν εἰκόνων χρὴ

2,10

(50)

ἐρευνᾶν τήν τε ἀλήθειαν καὶ τὸν σκοπὸν τῶν ποιούντων καί, εἰ μὲν ἀληθὴς καὶ ὀρ‐ θὸς καὶ πρὸς δόξαν θεοῦ καὶ τῶν ἁγίων αὐτοῦ καὶ πρὸς
55ζῆλον ἀρετῆς καὶ ἀποφυγὴν κακίας καὶ σωτηρίαν ψυχῶν γίνονται, ἀποδέχεσθαι καὶ τιμᾶν ὡς εἰκόνας καὶ μιμή‐ ματα καὶ ὁμοιώματα καὶ βί‐
60βλους τῶν ἀγραμμάτων καὶ προσκυνεῖν καὶ καταφιλεῖν καὶ ὀφθαλ‐ μοῖς καὶ χείλεσι καὶ καρδίᾳ ἀσπάζεσθαι ὡς σεσαρκωμένου
65θεοῦ ὁμοίωμα ἢ τῆς τούτου μητρὸς ἢ τῶν ἁγίων τῶν κοι‐ νωνῶν τῶν παθημάτων καὶ τῆς δόξης τοῦ Χρι‐ στοῦ καὶ νικητῶν καὶ καθ‐
70αιρετῶν τοῦ διαβόλου καὶ τῶν δαιμόνων καὶ τῆς πλά‐ νης αὐτῶν, εἰ δὲ θεότητος τῆς ἀύλου καὶ ἀσωμάτου καὶ ἀοράτου καὶ ἀσχηματίστου
75καὶ ἀχρωματίστου εἰκόνα τις τολμήσει ποιῆσαι, ὡς ψευδῆ ἀποβαλλόμεθα· καὶ ἐάν τις ἐπὶ δόξῃ καὶ προσκυνή‐ σει καὶ τιμῇ τοῦ διαβόλου
80ἢ τῶν δαιμόνων, καταπτύομεν καὶ πυρὶ ἀναλίσκομεν. Καὶ ἐάν τις ἀνθρώπων ἢ πετεινῶν ἢ ἑρπετῶν ἢ ἄλ‐ λης κτίσεως θεοποιή‐
85σῃ εἰκόνα, ἀναθεματίζομεν τοῦτον. Ὥσπερ γὰρ τὰ ἱερὰ καὶ τοὺς ναοὺς τῶν δαιμό‐ νων καθεῖλον οἱ ἅγιοι πα‐ τέρες καὶ ἐν τοῖς αὐτῶν τό‐
90ποις ναοὺς ἐπ’ ὀνόματι ἁγίων ἤγειραν, καὶ τού‐ τους σέβομεν, οὕτως καὶ τὰς εἰκόνας τῶν δαιμόνων καθ‐ εῖλον καὶ ἀντ’ ἐκείνων ἤ‐
95γειραν εἰκόνας Χριστοῦ καὶ τῆς θεοτόκου καὶ τῶν ἁγίων. Καὶ ἐπὶ μὲν τῆς παλαιᾶς οὔτε ναοὺς ἐπ’ ὀνόματι ἀνθρώπων

2,10

(100)

ἤγειρεν ὁ Ἰσραὴλ οὔτε μνη‐ μόσυνον ἀνθρώπου ἑωρτά‐ ζετο—ἔτι γὰρ ὑπὸ κατάραν ἦν ἡ τῶν ἀνθρώπων φύσις καὶ ὁ θάνατος κατάκρισις
105ἦν, διὸ καὶ ἐπενθεῖτο, καὶ τὸ σῶμα τοῦ τεθνηκότος ἀκάθαρτον ἐλογί‐ ζετο καὶ ὁ ἁπτόμενος αὐτοῦ —, νῦν δέ, ἀφ’ οὗ ἡ θεότης
110τῇ ἡμετέρᾳ φύσει συνεκράθη οἷόν τι ζωοποιὸν καὶ σωτήριον φάρμακον, ἐδοξάσθη ἡ φύσις ἡμῶν καὶ πρὸς ἀφθαρσίαν μετ‐
115εστοιχειώθη. Διὸ καὶ ὁ τῶν ἁγίων θάνατος ἑορτάζεται καὶ ναοὶ αὐτοῖς ἐγείρονται καὶ εἰκόνες ἀναγράφονται.

2,11

Γινωσκέτω οὖν πᾶς ἄνθρωπος, ὡς ὁ τὴν εἰ‐ κόνα τὴν πρὸς δόξαν καὶ ὑ‐ πόμνησιν τοῦ Χριστοῦ ἢ τῆς
5τούτου μητρὸς τῆς ἁγίας θεοτόκου ἤ τινος τῶν ἁγίων καὶ πρὸς αἰσχύνην τοῦ διαβόλου καὶ τῆς ἥττης αὐ‐ τοῦ καὶ τῶν δαιμόνων αὐτοῦ
10ἐκ θείου πόθου καὶ ζήλου γενομένην καταλύειν ἐπιχει‐ ρῶν καὶ μὴ προσκυνῶν καὶ τιμῶν καὶ ἀσπαζόμενος ὡς εἰκό‐
15να τιμίαν καὶ οὐχ ὡς θεὸν ἐχθρός ἐστι τοῦ Χριστοῦ καὶ τῆς ἁγίας θεοτόκου καὶ τῶν ἁγίων καὶ ἐκδικητὴς τοῦ διαβόλου καὶ τῶν
20δαιμόνων αὐτοῦ, ἔργῳ ἐπι‐ δεικνύμενος τὴν λύπην, ὅτι ὁ θεὸς καὶ οἱ ἅγιοι αὐτοῦ τιμῶνται καὶ δοξάζονται, ὁ δὲ διάβολος καταισχύνεται·
25ἡ γὰρ εἰκὼν θρίαμβός ἐστι καὶ φανέρωσις καὶ στηλογρα‐ φία εἰς μνήμην τῆς νίκης τῶν ἀριστευσάντων καὶ δια‐ πρεψάντων καὶ τῆς αἰσχύνης
30τῶν ἡττηθέντων καὶ κατα‐ βληθέντων.

3,9a

Εἶδες, πῶς ἀνεφά‐ νη ὁ σκοπὸς τῆς γραφῆς τοῖς
συνετῶς ἐρευνῶσι· δεῖ γὰρ γινώσκειν, ἀγαπητοί, ὅτι ἐν
5παντὶ πράγματι ἡ ἀλήθεια ζητεῖται καὶ τὸ ψεῦδος καὶ ὁ σκοπὸς τοῦ ποιοῦντος, εἰ καλός ἐστιν ἢ κακός. Ἐν μὲν γὰρ τῷ εὐαγγελίῳ καὶ θεὸς
10καὶ ἄγγελος καὶ ἄνθρωπος καὶ γῆ καὶ ὕ‐ δωρ καὶ πῦρ καὶ ἀὴρ καὶ ἥ‐ λιος καὶ σελήνη καὶ ἄστρα καὶ φῶς καὶ σκότος καὶ σα‐
15τανᾶς καὶ δαίμονες καὶ ὄ‐ φεις καὶ σκορπίοι καὶ ζωὴ καὶ θάνατος καὶ ᾅδης καὶ ἀρεταὶ καὶ κακίαι καὶ πάν‐ τα καλά τε καὶ κακά εἰσιν
20γεγραμμένα. Ἀλλ’ ὅμως ἐ‐ πειδὴ τὰ περὶ αὐτῶν λεγόμενα ἀληθῆ εἰσι καὶ ὁ σκοπὸς πρὸς δόξαν θεοῦ ἐστι καὶ σωτηρίαν ἡμῶν καὶ δόξα
25μὲν τῶν ὑπ’ αὐτοῦ δοξαζομέ‐ νων ἁγίων, αἰ‐ σχύνη δὲ τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ, προσκυ‐
30νοῦμεν καὶ περιπτυσσόμεθα καὶ καταφιλοῦμεν καὶ ὀφθαλ‐ μοῖς καὶ χείλεσι καὶ καρ‐ δίᾳ ἀσπαζόμεθα, ὁμοίως καὶ πᾶσαν τὴν παλαιὰν καὶ και‐
35νὴν διαθήκην τούς τε λόγους τῶν ἁγίων καὶ ἐκκρίτων πα‐
τέρων, τὴν δὲ αἰσχρὰν καὶ μυσαρὰν καὶ ἀκάθαρτον γρα‐ φὴν τῶν καταράτων Μανιχαί‐
40ων τὰ αὐ‐ τὰ ὀνόματα περιέχουσαν καὶ πρὸς δόξαν τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ καὶ
45ἀπώλειαν ψυχῶν ἐφευρεθεῖσαν ἀποπτύομεν καὶ ἀποβαλλό‐ μεθα. Οὕτως καὶ ἐν τῷ πράγματι τῶν εἰκόνων χρὴ

3,9a

(50)

ἐρευνᾶν τήν τε ἀλήθειαν καὶ τὸν σκοπὸν τῶν ποιούντων καί, εἰ μὲν ἀληθὴς καὶ ὀρ‐ θὸς καὶ πρὸς δόξαν θεοῦ καὶ τῶν ἁγίων αὐτοῦ καὶ πρὸς
55ζῆλον ἀρετῆς καὶ ἀποφυγὴν κακίας καὶ σωτηρίαν ψυχῶν γίνονται, ἀποδέχεσθαι καὶ τιμᾶν ὡς εἰκόνας καὶ μιμή‐ ματα καὶ ὁμοιώματα καὶ βί‐
60βλους τῶν ἀγραμμάτων καὶ ὑπόμνησιν καὶ προσκυνεῖν καὶ καταφιλεῖν καὶ ὀφθαλ‐ μοῖς καὶ χείλεσι καὶ καρδίᾳ ἀσπάζεσθαι ὡς σεσαρκωμένου
65θεοῦ ὁμοίωμα ἢ τῆς τούτου μητρὸς ἢ τῶν ἁγίων τῶν κοι‐ νωνῶν τῶν παθημάτων αὐ‐ τοῦ καὶ τῆς δόξης τοῦ Χρι‐ στοῦ καὶ νικητῶν καὶ καθ‐
70αιρετῶν τοῦ διαβόλου καὶ τῶν δαιμόνων καὶ τῆς πλά‐
νης αὐτῶν, εἰ δὲ θεότητος τῆς ἀύλου καὶ ἀσωμάτου
75εἰκόνα τις τολμήσει ποιῆσαι, ὡς ψευδῆ ἀποβαλλόμεθα· καὶ ἐάν τις ἐπὶ δόξῃ καὶ τιμῇ καὶ προσκυνήσει τοῦ διαβόλου
80ἢ τῶν δαιμόνων, καταπτύομεν καὶ πυρὶ ἀναλίσκομεν. Καὶ ἐάν τις ἀνθρώπων ἢ κτηνῶν ἢ πετεινῶν ἢ ἑρπετῶν ἢ ἄλ‐ λης τινὸς κτίσεως θεοποιή‐
85σῃ εἰκόνα, ἀναθεματίζομεν τοῦτον. Ὥσπερ γὰρ τὰ ἱερὰ καὶ τοὺς ναοὺς τῶν δαιμό‐ νων καθεῖλον οἱ ἅγιοι πα‐ τέρες καὶ ἐν τοῖς αὐτῶν τό‐
90ποις ναοὺς ἐπ’ ὀνόματι θεοῦ καὶ ἁγίων ἤγειραν, καὶ τού‐ τους σέβομεν, οὕτω καὶ τὰς εἰκόνας τῶν δαιμόνων καθ‐ εῖλον καὶ ἀντ’ ἐκείνων ἤ‐
95γειραν εἰκόνας Χριστοῦ καὶ τῆς τούτου μητρὸς καὶ τῶν ἁγίων, καὶ ταύτας σέβομεν. Καὶ ἐπὶ μὲν τῆς παλαιᾶς οὔτε ναοὺς ἐπ’ ὀνόματι ἀνθρώπων

3,9a

(100)

ἤγειρεν ὁ Ἰσραὴλ οὔτε μνη‐ μόσυνον ἑωρτά‐ ζετο—ἔτι γὰρ ὑπὸ κατάραν ἦν ἡ τῶν ἀνθρώπων φύσις καὶ ὁ θάνατος κατάκρισις
105ἦν, διὸ καὶ ἐπενθεῖτο, καὶ
ὁ ἁπτόμενος τοῦ σώματος τοῦ τεθνηκότος ἀκάθαρτος ἐλογί‐ ζετο—, νῦν δέ, ἀφ’ οὗ ἡ θεότης
110τῇ ἡμετέρᾳ φύσει ἀσυγχύτως συνεκράθη οἷόν τι ζωοποιὸν καὶ σωτήριον φάρμακον, ὄν‐ τως ἐδοξάσθη ἡ φύσις ἡμῶν καὶ πρὸς ἀφθαρσίαν μετ‐
115εστοιχειώθη. Διὸ
117καὶ ναοὶ αὐτοῖς ἐγείρονται καὶ εἰκόνες ἀναγράφονται.

3,10

Γινωσκέτω οὖν πᾶς ἄνθρωπος, ὡς ὁ τὴν εἰ‐ κόνα τὴν πρὸς δόξαν καὶ ὑ‐ πόμνησιν τοῦ Χριστοῦ ἢ τῆς
5τούτου μητρὸς τῆς ἁγίας θεοτόκου ἤ τινος τῶν ἁγίων, ἔτι δὲ πρὸς αἰσχύνην τοῦ διαβόλου καὶ τῆς ἥττης αὐ‐ τοῦ καὶ τῶν δαιμόνων αὐτοῦ
10ἐκ θείου πόθου καὶ ζήλου γενομένην καταλύειν ἐπιχει‐ ρῶν καὶ μὴ προσκυνῶν καὶ τιμῶν καὶ ἀσπαζόμενος πόθῳ τοῦ εἰκονιζομένου ὡς εἰκό‐
15να τιμίαν καὶ οὐχ ὡς θεὸν ἐχθρός ἐστι Χριστοῦ
καὶ τῆς ἁγίας θεοτόκου καὶ τῶν ἁγίων, ἐκδικητὴς δὲ τοῦ διαβόλου καὶ τῶν
20δαιμόνων αὐτοῦ, ἔργῳ ἐπι‐ δεικνύμενος τὴν λύπην, ὅτι ὁ θεὸς καὶ οἱ ἅγιοι αὐτοῦ τιμῶνται καὶ δοξάζονται, ὁ δὲ διάβολος καταισχύνεται·
25ἡ γὰρ εἰκὼν θρίαμβός ἐστι καὶ φανέρωσις καὶ στηλογρα‐ φία εἰς μνήμην τῆς νίκης τῶν ἀριστευσάντων καὶ δια‐ πρεψάντων καὶ τῆς αἰσχύνης
30τῶν ἡττηθέντων καὶ κατα‐ βληθέντων. Εἶδον πολλάκις ποθοῦντας, ἱμάτιον τοῦ ποθου‐ μένου θεασαμένους, ὡς αὐτὸν τὸν ποθούμενον ἀσπασαμένους τὸ ἱμάτιον ὀφθαλμοῖς τε καὶ χείλεσι.
35Χρὴ «ἀποδιδόναι πᾶσι τὰς ὀφειλὰς» κατὰ τὸν ἅγιον Παῦλον τὸν ἀπόστολον «τῷ τὴν τιμὴν τὴν τιμὴν» καὶ «βασιλεῖ μὲν ὡς ὑπερέχοντι», τοῖς δὲ ἄρχουσιν ὡς δι’ αὐτῶν ἀποστελλομένοις, ἑκάστῳ κατὰ τὸ μέτρον τοῦ ἀξιώματος.

2,12

Οὐ βασιλέων ἐστὶ νομοθετεῖν τῇ ἐκκλησίᾳ. Ὅρα γάρ, τί φησιν ὁ θεῖος ἀπόστολος· «Καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον ποιμένας καὶ διδασκάλους,
5πρὸς τὸν καταρτισμὸν τῆς ἐκκλησίας», —οὐκ εἶπε βασιλεῖς—καὶ πάλιν «πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυ‐
χῶν ὑμῶν ὡς λόγον ἀποδώσαντες.» καὶ αὖθις «μνη‐ μονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν
10ὑμῖν τὸν λόγον, ὧν ἀναθεωροῦντες τὴν ἀναστροφὴν ζηλοῦτε τὴν πίστιν.» Οὐκ ἐλάλησαν ἡμῖν τὸν λόγον βασιλεῖς, ἀλλὰ ἀπόστολοι καὶ προφῆται ποιμένες τε καὶ διδάσκαλοι. Τῷ Δαυὶδ ἐντειλάμενος ὁ θεὸς οἰ‐ κοδομῆσαι αὑτῷ οἶκον ἔφη πρὸς αὐτόν, ὅτι «οὐκ οἰ‐
15κοδομήσεις μοι σὺ οἶκον, ἐπειδὴ ἀνὴρ αἱμάτων εἶ σύ». «Ἀπόδοτε πᾶσι τὰς ὀφειλάς», ὁ ἀπόστολος ἀνα‐ κέκραγε Παῦλος, «τῷ τὴν τιμὴν τὴν τιμήν, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὸν φόρον τὸν φόρον, τῷ τὸ τέλος τὸ τέλος.» Βασιλέων ἐστὶν ἡ πολιτικὴ εὐτα‐
20ξία, ἡ δὲ ἐκκλησιαστικὴ κατάστασις ποιμένων καὶ διδασκάλων. Λῃστρικὴ ἔφοδός ἐστιν αὕτη, ἀδελφοί. Ὁ Σαοὺλ τὸ ἱμάτιον τοῦ Σαμουὴλ ἔσχισε, καὶ τί πέπονθεν; Ἔσχισε τὴν βασιλείαν αὐτοῦ ὁ θεὸς καὶ δέδωκεν αὐτὴν Δαυὶδ τῷ πρᾳοτάτῳ. Τὸν Ἡλίαν
25Ἰεζάβελ ἐδίωξε, καὶ οἱ κύνες ἐλούσαντο ἐν τῷ αὐτῆς αἵματι. Ἡρῴδης ἀνεῖλε τὸν Ἰωάννην καὶ σκωλη‐ κόβροτος γενόμενος ἐξέψυξε. Καὶ νῦν ὁ μακάριος Γερμανὸς ὁ βίῳ καὶ λόγῳ ἐξαστράπτων ἐρραπίσθη καὶ ἐξόριστος γέγονε, καὶ ἕτεροι πλεῖστοι ἐπίσκοποι
30καὶ πατέρες, ὧν οὐκ οἴδαμεν τὰ ὀνόματα. Οὐ λῃ‐ στρικὸν τοῦτο; Ὁ κύριος, ὅτε πειραστικῶς αὐτῷ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι προσῄεσαν, ἵνα παγι‐ δεύσωσιν αὐτὸν λόγῳ, καὶ ἐπηρώτησαν αὐτόν, εἰ «ἔξεστι δοῦναι κῆνσον καίσαρι», πρὸς οὓς ἀπεκρίνα‐
35το· «Ἀγάγετέ μοι νόμισμα.» Τῶν δὲ ἀγαγόντων ἔφη· «Τίνος ἔχει τὴν εἰκόνα;» Τῶν δὲ φησάντων «καίσαρος»
λέγει· «Ἀπόδοτε τὰ τοῦ καίσαρος καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ.» Ὑπείκομέν σοι, ὦ βασιλεῦ, ἐν τοῖς κατὰ τὸν βίον πράγμασι, φόροις, τέλεσι, δοσοληψί‐
40αις, ἐν οἷς σοι τὰ καθ’ ἡμᾶς ἐγκεχείρισται· ἐν δὲ τῇ ἐκκλησιαστικῇ καταστάσει ἔχομεν τοὺς ποιμένας τοὺς λαλήσαντας ἡμῖν τὸν λόγον καὶ τυπώσαντας τὴν ἐκκλησιαστικὴν θεσμοθεσίαν. Οὐ μεταίρομεν ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες ἡμῶν, ἀλλὰ κατέχομεν
45τὰς παραδόσεις, καθὼς παρελάβομεν· εἰ γὰρ ἀρξό‐ μεθα τὴν οἰκοδομὴν τῆς ἐκκλησίας καὶ ἐν μικρῷ καθ‐ αιρεῖν, κατὰ μικρὸν τὸ πᾶν καταλυθήσεται.

2,13

Κακίζεις τὴν ὕλην καὶ ἄτιμον ἀποκαλεῖς. Τοῦτο καὶ Μανιχαῖοι, ἀλλ’ ἡ θεία γραφὴ καλὴν ταύ‐ την ἀνακηρύττει· φησὶ γάρ· «Καὶ εἶδεν ὁ θεὸς πάντα, ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν.» Ἐγὼ μὲν οὖν καὶ
5θεοῦ ποίημα τὴν ὕλην καὶ καλὴν ταύτην ὁμολογῶ, σὺ δέ, εἰ κακὴν ταύτην λέγεις, ἢ οὐκ ἐκ θεοῦ ταύτην ὁμολογεῖς ἢ τῶν κακῶν αἴτιον ποιεῖς τὸν θεόν. Ὅρα οὖν, τί φησιν ἡ θεία γραφὴ περὶ τῆς ὕλης, ἣν σὺ ἄτιμον ἀποκαλεῖς. «Καὶ εἶπε Μωσῆς πρὸς πᾶσαν
10συναγωγὴν υἱῶν Ἰσραὴλ λέγων· Τοῦτο τὸ ῥῆμα, ὃ συνέταξε κύριος λέγων· Λάβετε παρ’ ὑμῶν αὐτῶν ἀφαίρεμα τῷ κυρίῳ, πᾶς ὁ καταδεχόμενος τῇ καρδίᾳ, οἴσουσι τὰς ἀπαρχὰς τῷ κυρίῳ χρυσίον, ἀργύριον, χαλκόν, ὑάκινθον, πορφύραν, κόκκινον διπλοῦν
15διανενησμένον καὶ βύσσον κεκλωσμένην καὶ τρίχας
αἰγείας καὶ δέρματα κριῶν ἠρυθροδανωμένα καὶ δέρματα ὑακίνθινα καὶ ξύλα ἄσηπτα καὶ ἔλαιον τῆς χρίσεως καὶ τὸ θυμίαμα τῆς συνθέσεως καὶ λίθους σαρδίους καὶ λίθους εἰς τὴν γλυφήν, εἰς τὴν ἐπωμίδα
20καὶ τὸν ποδήρη· καὶ πᾶς σοφὸς καρδίᾳ ἐν ὑμῖν ἐλθὼν ἐργαζέσθω πάντα, ὅσα συνέταξε κύριος, τὴν σκη‐ νήν.»

2,14

Ἰδοὺ δὴ καὶ ἡ ὕλη τιμᾶται ἡ καθ’ ὑμᾶς ἄτιμος. Τί γὰρ τριχῶν αἰγείων εὐτελέστερον καὶ χρωμάτων; Ἢ οὐ χρώματα τὸ κόκκινον καὶ ἡ πορ‐ φύρα καὶ ἡ ὑάκινθος; Ἰδοὺ δὴ καὶ ἔργα χειρῶν ἀν‐
5θρώπων καὶ ὁμοίωμα χερουβίμ· καὶ αὐτὴ δὲ ἡ σκηνὴ ἅπασα εἰκὼν ἦν. «Ὅρα γάρ», φησὶν ὁ θεὸς τῷ Μωσῇ, «ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει.» Καὶ ὅμως κυκλόθεν προσεκυνεῖτο ὑπὸ παντὸς τοῦ Ἰσραήλ. Τί δὲ τὰ χερουβίμ; Οὐ κατενώ‐
10πιον ἦσαν τοῦ λαοῦ; Καὶ ἡ κιβωτὸς καὶ ἡ λυχνία καὶ ἡ τράπεζα καὶ ἡ στάμνος ἡ χρυσῆ καὶ ἡ ῥάβδος, πρὸς ἃ βλέπων ὁ λαὸς προσεκύνει; Οὐ προσκυνῶ τῇ ὕλῃ, προσκυνῶ δὲ τὸν τῆς ὕλης δημιουργόν, τὸν ὕλην δι’ ἐμὲ γενόμενον καὶ ἐν ὕλῃ τὴν κατοίκησιν
15θέμενον καὶ δι’ ὕλης τὴν σωτηρίαν μου ἐργασάμενον. «Ὁ γὰρ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» Πᾶσι δὲ δῆλον, ὅτι ἡ σὰρξ ὕλη καὶ κτίσμα ἐστίν. Σέ‐ βω οὖν τὴν ὕλην καὶ δι’ αἰδοῦς ἄγω καὶ προσκυνῶ, δι’ ἧς ἡ σωτηρία μου γέγονε, σέβω δὲ οὐχ ὡς θεόν,
20ἀλλ’ ὡς θείας ἐνεργείας καὶ χάριτος ἔμπλεων. Ἦ οὐχ ὕλη τὸ τοῦ σταυροῦ ξύλον τὸ τρισόλβιόν τε καὶ τρισμακάριστον; Ἦ οὐχ ὕλη τὸ ὄρος τὸ σεπτὸν καὶ ἅγιον, ὁ τοῦ κρανίου τόπος; Ἦ οὐχ ὕλη ἡ ζωηφόρος πέτρα, ὁ τάφος ὁ ἅγιος, ἡ πηγὴ τῆς ἡμῶν ἀναστά‐
25σεως; Ἦ οὐχ ὕλη τὸ μέλαν καὶ τὰ τῶν εὐαγγελίων δέρματα; Ἦ οὐχ ὕλη ἡ ζωοποιὸς τράπεζα ἡ τὸν ἄρτον ἡμῖν τῆς ζωῆς χορηγοῦσα; Ἦ οὐχ ὕλη ὁ χρυσός τε καὶ ὁ ἄργυρος, ἐξ ὧν σταυροί τε καὶ πίνακες ἅγιοι κατασκευάζονται καὶ ποτήρια; Ἦ
30οὐχ ὕλη πρὸ τούτων ἁπάντων τὸ τοῦ κυρίου μου σῶμα καὶ αἷμα; Ἢ πάντων τούτων ἄνελε τὸ σέβας καὶ τὴν προσκύνησιν ἢ παραχώρει τῇ ἐκκλησιαστικῇ παραδόσει καὶ τὴν τῶν εἰκόνων προσκύνησιν θεοῦ καὶ φίλων θεοῦ ὀνόματι ἁγιαζομένων καὶ διὰ τοῦτο
35θείου πνεύματος ἐπισκιαζομένων χάριτι. Εἰ διὰ τὸν νόμον τὰς εἰκόνας ἀπαγορεύεις, ὥρα σοι καὶ σαβ‐ βατίζειν καὶ περιτέμνεσθαι—ταῦτα γὰρ ἀπαραχω‐ ρήτως ὁ νόμος κελεύει—καὶ πάντα τὸν νόμον τηρεῖν καὶ μὴ ἑορτάζειν τὸ πάσχα κυρίου ἔξω Ἱερουσαλήμ—
40ἀλλὰ γνῶτε, ὡς, ἐὰν τὸν νόμον τηρῆτε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελεῖ—, ὥρα σοι καὶ τὴν τοῦ ἀδελφοῦ γυναῖκα πρὸς γάμον ἄγεσθαι καὶ ἐγείρειν σπέρμα τῷ ἀδελφῷ καὶ μὴ ᾄδειν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας. Ἀλλ’ ἄπαγε· «οἵτινες γὰρ ἐν νόμῳ δι‐
45καιοῦσθε, τῆς χάριτος ἐξεπέσατε.»

1,21=2,15

Ἱστοροῦμεν Χριστὸν τὸν βασιλέα καὶ κύριον οὐ γυμνοῦντες αὐτὸν τοῦ στρατεύματος· στρατὸς γὰρ τοῦ κυρίου οἱ ἅγιοι. Γυμνωσάτω ἑαυτὸν τοῦ οἰκείου στρατεύμα‐ τος ὁ ἐπίγειος βασιλεὺς καὶ τότε τὸν ἑαυτοῦ βασιλέα καὶ
5κύριον. Ἀποθέσθω τὴν ἁλουργίδα καὶ τὸ διάδημα καὶ τότε τῶν κατὰ τοῦ τυράννου ἀριστευσάντων καὶ βασιλευσάντων τῶν παθῶν τὸ σέβας περιαιρείτω. Εἰ γὰρ κληρονόμοι θεοῦ καὶ συγκληρονόμοι Χριστοῦ καὶ τῆς θείας δόξης καὶ βασιλείας κοινωνοὶ ἔσονται, πῶς οὐχὶ καὶ τῆς ἐπὶ γῆς δόξης συμμέτοχοι
10γένωνται οἱ φίλοι Χριστοῦ; «Οὐ λέγω ὑμᾶς δούλους», φησὶν ὁ θεός, «ὑμεῖς φίλοι μού ἐστε.» Τῆς οὖν δεδομένης αὐτοῖς παρὰ τῆς ἐκκλησίας τιμῆς στερήσωμεν αὐτούς; Ὢ θρασείας χειρός. Ὢ τολμηρᾶς γνώμης ἀνταιρούσης θεῷ καὶ τοῖς αὐτοῦ ἀντι‐ πραττούσης προστάγμασιν. Οὐ προσκυνεῖς εἰκόνι, μηδὲ τῷ
15υἱῷ τοῦ θεοῦ προσκύνει, «ὅς ἐστιν εἰκὼν τοῦ ἀοράτου θεοῦ» ζῶσα καὶ χαρακτὴρ ἀπαράλλακτος.

2,15

(17)

Ὁ ναός, ὃν ὁ Σολομὼν ᾠκοδόμησεν, ἀλόγων αἵμα‐ σιν ἐνεκαινίσθη καὶ ἀλόγων εἰκόσιν ἐκαλλωπίσθη, λε‐ όντων καὶ βοῶν καὶ φοινίκων καὶ ῥοΐσκων. Νῦν δὲ
20Χριστοῦ αἵματι ἡ ἐκκλησία ἐγκαινίζεται καὶ τῶν ἁγίων αὐτοῦ καὶ τῇ Χριστοῦ εἰκόνι καὶ τῶν ἁγίων αὐτοῦ καλλωπίζεται. Ἢ πάσης ὕλης προσκύνησιν ἄνελε ἢ μὴ καινοτόμει «μηδὲ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου», οὐ τὰ πρὸ τῆς ἐνσάρκου παρ‐
25ουσίας Χριστοῦ τοῦ θεοῦ ἡμῶν λέγω, ἀλλὰ τὰ μετὰ τὴν ἐπιδημίαν αὐτοῦ. Περὶ γὰρ τῶν ἐν τῇ παλαιᾷ παραδόσεων μεμφόμενος ὁ θεός φησιν· «Ἔδωκα αὐτοῖς προστάγματα οὐ καλὰ» κατὰ τὴν σκληροκαρ‐ δίαν αὐτῶν. Ὥστε «μετατεθείσης τῆς ἱερωσύνης ἐξ
30ἀνάγκης καὶ νόμου μετάθεσις γέγονεν».

1,21

(31)

Προσκυνῶ Χριστοῦ εἰκόνι ὡς σεσαρκωμένου θεοῦ, τῆς δεσποίνης τῶν ἁπάντων τῆς θεοτόκου οἷα μη‐ τρὸς τοῦ υἱοῦ τοῦ θεοῦ, τῶν ἁγίων ὡς φίλων θεοῦ τῶν μέχρις αἵματος ἀντικαταστάντων πρὸς τὴν
35ἁμαρτίαν καὶ Χριστὸν μιμησαμένων τῇ ὑπὲρ αὐτοῦ ἐκχύσει τοῦ αἵματος τὸ οἰκεῖον αἷμα ὑπὲρ αὐ‐ τῶν προεκχέαντος καὶ τῶν κατ’ ἴχνος αὐτοῦ πολι‐ τευσαμένων. Τούτων τὰς ἀριστείας καὶ τὰ πάθη ἀνα‐ γράπτους καθίστημι ὡς δι’ αὐτῶν ἁγιαζόμενος
40καὶ πρὸς ζῆλον μιμήσεως ἀλειφόμενος. Καὶ ταῦτα δι’ αἰδοῦς ἄγω καὶ προσκυνήσεως· «ἡ γὰρ τῆς εἰκόνος τιμὴ πρὸς τὸ πρωτότυπον διαβαίνει», φησὶν ὁ θεῖος Βασίλειος. Εἰ ναοὺς ἐγείρεις ἁγίοις θεοῦ, καὶ τὰ
τούτων ἔγειρε τρόπαια. Οὐκ ἠγείρετο πάλαι ναὸς
45ἐπ’ ἀνθρώπων ὀνόματι, οὐχ ἑωρτάζετο τῶν δικαίων ὁ θάνατος, ἀλλ’ ἐπενθεῖτο, καὶ ὁ ἁπτόμενος νεκροῦ ἀκάθαρτος ἐλογίζετο, καὶ Μωσέως αὐτοῦ. Νῦν δὲ τῶν ἁγίων ἑορτάζεται τὰ μνημόσυνα· ἐπενθήθη ὁ νεκρὸς τοῦ Ἰακώβ, ἀλλ’ ὁ Στεφάνου πανηγυρίζε‐

1,21

(50)

ται θάνατος. Ἢ τοίνυν καὶ τὰς πανηγυρικὰς μνήμας τῶν ἁγίων ἄνελε παρὰ τὸν παλαιὸν νόμον ἀγομένας ἢ καὶ τὰς εἰκόνας παρὰ τὸν νόμον, ὡς σὺ φής, οὔσας συγχώρησον. Ἀλλ’ ἀμήχανον μὴ ἑορτάζειν τὰ τῶν ἁγίων μνημόσυνα· ὁ γὰρ τῶν ἁγίων ἀποστόλων
55καὶ θεοφόρων πατέρων χορὸς ταῦτα προστάττει γίνεσθαι. Ἀφ’ οὗ γὰρ ὁ θεὸς λόγος σὰρξ ἐγένετο ὁμοιωθεὶς ἡμῖν κατὰ πάντα χωρὶς ἁμαρτίας καὶ ἀσυγχύτως ἐκράθη πρὸς τὸ ἡμέτερον καὶ ἀμετα‐ βλήτως τὴν σάρκα ἐθέωσε διὰ τῆς ἐν ἀλλήλαις τῆς
60αὐτοῦ θεότητος καὶ τῆς αὐτοῦ σαρκὸς ἀσυγχύτου περιχωρήσεως, ὄντως ἡγιάσμεθα. Καὶ ἀφ’ οὗ ὁ υἱὸς τοῦ θεοῦ καὶ θεὸς ὁ ἀπαθὴς ὢν τῇ θεότητι τῷ προσ‐ λήμματι πέπονθε καὶ τὸ ἡμέτερον ἀπέτισεν ὄφλημα λύτρον ἐκχέας ὑπὲρ ἡμῶν ἀξιόχρεών τε καὶ ἀξιάγα‐
65στον (δυσωπητικὸν γὰρ πατρὶ καὶ αἰδέσιμον αἷμα υἱοῦ), ὄντως ἠλευθερώμεθα. Καὶ ἀφ’ οὗ κατελθὼν εἰς ᾅδην ταῖς ἀπ’ αἰῶνος πεπεδημέναις ψυχαῖς ὡς αἰχμαλώτοις ἐκήρυξεν ἄφεσιν, ὡς τυφλοῖς ἀνάβλε‐ ψιν, καὶ δήσας τὸν ἰσχυρὸν τῷ ὑπερέχοντι τῆς δυνά‐
70μεως ἀνέστη τὸ ἐξ ἡμῶν αὐτῷ προσληφθὲν ἀφθαρ‐ τίσας σαρκίον, ὄντως ἠφθαρτίσμεθα. Ἀφ’ οὗ τε δι’ ὕδατος καὶ πνεύματος γεγεννήμεθα, ὄντως υἱοθετή‐ μεθα καὶ κληρονόμοι θεοῦ γεγενήμεθα. Ἐντεῦθεν τοὺς πιστοὺς ἁγίους ὁ Παῦλος καλεῖ. Ἐντεῦθεν τὸν
75τῶν ἁγίων οὐ πενθοῦμεν, ἀλλ’ ἑορτάζομεν θάνατον. Ἐντεῦθεν «οὐχ ὑπὸ νόμον, ἀλλ’ ὑπὸ χάριν ἐσμέν», «δικαιωθέντες διὰ τῆς πίστεως» καὶ θεὸν μόνον εἰδό‐ τες τὸν ἀληθινόν—«δικαίῳ δὲ νόμος οὐ κεῖται»—, οὐχ ὑπὸ τὰ στοιχεῖα τοῦ νόμου ἐσμὲν δεδουλωμένοι
80ὡς νήπιοι, ἀλλ’ εἰς ἄνδρα καταρτισθέντες τέλειον στερεὰν τροφὴν τρεφόμεθα, οὐ τὴν πρὸς εἰδωλολα‐ τρείαν. Καλὸς ὁ νόμος ὡς λύχνος φαίνων ἐν αὐχμηρῷ τόπῳ, ἀλλ’ ἕως οὗ ἡ ἡμέρα διαυγάσῃ· ἤδη δὲ ἀνέτειλε φωσφόρος ἐν ταῖς καρδίαις ἡμῶν καὶ ὕδωρ
85ζῶν τῆς θεογνωσίας θαλάσσας ἐθνῶν ἐπεκάλυψε καὶ πάντες τὸν κύριον ἔγνωμεν. «Παρῆλθε τὰ παλαιά, ἰδοὺ γέγονε τὰ πάντα καινά.» Φησὶν γοῦν ὁ θεῖος ἀπόστολος πρὸς Πέτρον, τὴν κορυφαίαν ἀκρότητα τῶν ἀποστόλων· «Εἰ σὺ Ἰουδαῖος ὢν ἐθνικῶς ζῇς
90καὶ οὐκ Ἰουδαϊκῶς, πῶς τὰ ἔθνη ἀναγκάζεις ἰουδαΐ‐ ζειν», καὶ πρὸς Γαλάτας γράφει· «Μαρτύρομαι παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι.»

1,22

Πάλαι μὲν οὖν μὴ εἰδότες θεὸν ἐδουλεύομεν τοῖς μὴ φύσει οὖσι θεοῖς, νῦν δὲ γνόντες θεόν, μᾶλλον
δὲ γνωσθέντες ὑπὸ θεοῦ πῶς ἐπιστρέψομεν πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα; Εἶδον εἶδος θεοῦ
5τὸ ἀνθρώπινον, «καὶ ἐσώθη μου ἡ ψυχή.» Θεωρῶ εἰ‐ κόνα θεοῦ, ὡς εἶδεν Ἰακώβ, εἰ καὶ ἄλλως καὶ ἄλλως· ἐκεῖνος μὲν γὰρ ἄυλον, τὸ ἐσόμενον προμηνύουσαν ἀύλοις νοὸς ὀφθαλμοῖς, ἐγὼ δὲ τοῦ σαρκὶ ὁραθέντος μνήμης ἐμπύρευμα. Ἡ τῶν ἀποστόλων σκιὰ τὰ
10σουδάριά τε καὶ σιμικίνθια νόσους ἀπήλαυνε, δαί‐ μονας ἐφυγάδευε· καὶ πῶς ἡ σκιὰ καὶ ἡ εἰκὼν τῶν ἁγίων οὐ δοξασθήσεται; Ἢ πάσης ὕλης προσκύνη‐ σιν ἄνελε ἢ μὴ καινοτόμει «μηδὲ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου.»

1,23

Οὐ μόνον γράμ‐ μασι τὴν ἐκκλησιαστικὴν θεσμοθεσίαν παρέδωκαν,
5ἀλλὰ καὶ ἀγράφοις τισὶ παραδόσεσι. Φησὶ γοῦν ὁ θεῖος Βασίλειος ἐν εἰκο‐ στῷ ἑβδόμῳ τῶν πρὸς Ἀμ‐ φιλόχιον περὶ τοῦ ἁγίου
10πνεύματος τριάκοντα κεφα‐ λαίων ἐπὶ λέξεως οὕτως· «Τῶν ἐν τῇ ἐκκλησίᾳ πεφυ‐ λαγμένων δογμάτων καὶ κη‐ ρυγμάτων τὰ μὲν ἐκ τῆς ἐγ‐
15γράφου διδασκαλίας ἔχομεν, τὰ δὲ ἐκ τῆς τῶν ἀποστόλων παραδόσεως διαδοθέντα ἡ‐ μῖν ἐν μυστηρίῳ παρεδεξά‐ μεθα, ἅπερ ἀμφότερα τὴν
20αὐτὴν ἰσχὺν ἔχει πρὸς τὴν εὐσέβειαν. Καὶ τούτοις οὐ‐ δεὶς ἀντερεῖ οὐκοῦν, ὅστις γε κἂν μικρὸν γοῦν θεσμῶν ἐκ‐ κλησίας πεπείραται· εἰ γὰρ
25ἐπιχειρήσαιμεν τὰ ἄγραφα τῶν ἐθῶν ὡς μὴ μεγάλην ἔχοντα τὴν δύναμιν παραι‐ τεῖσθαι, λάθοιμεν ἂν εἰς αὐτὰ τὰ καίρια ζημιοῦντες
30τὸ εὐαγγέλιον.» Ταῦτα τοῦ μεγάλου Βασιλείου τὰ ῥή‐ ματα. Πόθεν γὰρ ἴσ‐ μεν τὸν κρανίου τόπον τὸν ἅγιον, τὸ μνῆμα
35τῆς ζωῆς; Οὐ παῖδες παρὰ πατρὸς ἀγράφως παρειληφό‐ τες; Τὸ μὲν γὰρ ἐν τόπῳ κρα‐ νίου ἐσταυρῶσθαι τὸν κύρι‐ ον γέγραπται καὶ τετάφθαι
40ἐν μνημείῳ, ὃ ἐλατόμησεν Ἰωσὴφ ἐν τῇ πέτρᾳ· ὅτι δὲ ταῦτά ἐστι τὰ νῦν προσκυ‐ νούμενα, ἐξ ἀγράφου παραδό‐ σεως ἴσμεν καὶ πλεῖστα
45τούτοις παρόμοια. Πόθεν τὸ τρὶς βαπτίζειν; Πόθεν τὸ κατ’ ἀνατολὰς εὔχεσθαι; Πόθεν ἡ τῶν μυστηρίων πα‐

1,23

(50)

ράδοσις; Διὸ καὶ ὁ θεῖος ἀ‐ πόστολος Παῦλός φησιν· «Ἄ‐ ρα οὖν, ἀδελφοί, στήκετε καὶ κρατεῖτε τὰς παραδό‐
55σεις, ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου, εἴτε δι’ ἐπιστολῶν ἡμῶν.» Πολλῶν τοιγαροῦν καὶ τοσούτων ἀγράφως τῇ ἐκ‐ κλησίᾳ παραδεδομένων καὶ
60μέχρι τοῦ νῦν πεφυλαγμένων, τί περὶ τὰς εἰκόνας σμικρο‐ λογεῖς;

1,24

Ἃς μέντοι χρή‐ σεις παράγεις, οὐ τῶν παρ’ ἡμῖν εἰκόνων βδελύσσονται τὴν προσκύνησιν, ἀλλὰ τῶν
5ταύτας θεοποιούντων Ἑλλή‐ νων. Οὐ δεῖ τοίνυν διὰ τὴν τῶν Ἑλλήνων ἄτοπον χρῆσιν καὶ τὴν ἡμετέραν εὐ‐ σεβῶς γινομένην ἀναιρεῖν.
10Ἐφορκίζουσιν ἐπαοιδοί τε καὶ γόητες, ἐφορκίζει καὶ τοὺς κατηχουμένους ἡ ἐκκλη‐ σία, ἀλλ’ ἐκεῖνοι μὲν ἐπικα‐ λούμενοι δαίμονας, αὕτη δὲ
15θεὸν κατὰ δαιμόνων·
20δαίμοσι τὰς εἰκόνας ἀνατιθέασιν Ἕλ‐ ληνες καὶ θεοὺς ταύτας προσαγορεύουσιν,
26ἡμεῖς δὲ ἀληθεῖ θεῷ σαρκωθέντι καὶ θεοῦ δούλοις καὶ φίλοις δαιμόνων ἀπελαύνουσι στίφη.

1,25

Εἰ δὲ φὴς τὸν θεῖον καὶ θαυμαστὸν Ἐπιφά‐ νιον διαρρήδην ταύτας ἀπαγορεῦσαι, πρῶτον μὲν τυ‐
5χὸν παρεγγεγραμμένος καὶ ἐπίπλαστος ὁ λόγος, ἄλλου μὲν ὢν πόνος, ἑτέρου δὲ τὴν ἐπωνυμίαν ἔχων, ὃ πολλοῖς εἴθισται δρᾶν.
10 Δεύτερον, ἴσμεν τὸν μα‐ κάριον Ἀθανάσιον ἀπηγο‐ ρευκότα τὸ ἐν λάρναξι τιθέναι τὰ τῶν ἁγίων λείψανα, μᾶλ‐ λον δὲ προστάττοντα ὑπὸ
15γῆν ταῦτα καλύπτειν, τὸ ἄ‐ τοπον ἔθος τῶν Αἰγυπτίων καταργῆσαι βουλόμενον, οἳ τοὺς ἑαυτῶν νεκροὺς οὐχ ὑπὸ γῆν ἔκρυπτον, ἀλλ’ ἐπὶ κλι‐
20νῶν καὶ σκιμπόδων ἐτίθουν. Τάχα τοιοῦτόν τι καὶ ὁ μέγας Ἐπιφάνιος ἐπιδιορ‐ θώσασθαι θέλων, τὸ μὴ χρῆ‐ ναι ποιεῖν εἰκόνας ἐνομοθέ‐
25τησεν, εἴ γε καὶ αὐτοῦ δῶμεν εἶναι τὸν λόγον, ἐπεί, ὅτι γε τούτου σκοπὸς ταύτας οὐκ ἀπωθεῖτο, μάρτυς ἡ τοῦ αὐ‐ τοῦ θείου Ἐπιφανίου ἐκκλη‐
30σία εἰκόσι μέχρις ἡμῶν περι‐ κεκοσμημένη. Τρίτον, οὐ τὸ σπάνιον νόμος τῇ ἐκκλησίᾳ «οὐδὲ μία χελιδὼν ἔαρ ποι‐ εῖ», ὡς καὶ τῷ θεολόγῳ
35Γρηγορίῳ καὶ τῇ ἀληθείᾳ δοκεῖ· οὐδὲ λόγος εἷς δυνατὸς ὅλης ἐκκλησίας τῆς ἀπὸ γῆς περάτων μέχρι τῶν αὐτῆς περάτων ἀνατρέψαι παράδο‐
40σιν.

2,16

Οὐ μόνον δὲ γράμ‐ μασι τὸν ἐκκλησιαστικὸν θεσμὸν παρέδωκαν οἱ αὐτόπται καὶ ὑπηρέται τοῦ
5λόγου, ἀλλὰ καὶ ἀγράφοις
τισὶ παραδόσεσι.
32 Πόθεν γὰρ οἴ‐ δαμεν τὸν κρανίου τόπον τὸν ἅγιον; Πόθεν τὸ μνῆμα
35τῆς ζωῆς; Οὐ παῖς παρὰ πατρὸς ἀγράφως παραλαβόν‐ τες; Τὸ μὲν ἐν τόπῳ κρα‐
νίου σταυρωθῆναι τὸν κύρι‐ ον γέγραπται καὶ ταφῆναι
40ἐν μνημείῳ, ὃ ἐλατόμησεν Ἰωσὴφ ἐν τῇ πέτρᾳ· ὅτι δὲ ταῦτά ἐστι τὰ νῦν προσκυ‐ νούμενα, ἐξ ἀγράφου παραδό‐ σεως οἴδαμεν καὶ πλεῖστα
45τούτοις παρόμοια. Πόθεν τὸ τρίτον βαπτίζειν, τουτέστι διὰ τριῶν καταδύσεων; Πόθεν τὸ κατ’ ἀνατολὰς εὔχεσθαι; Πόθεν τὸ προσκυνεῖν σταυ‐

2,16

(50)

ρόν; Οὐκ ἐκ τῆς ἀγράφου πα‐ ραδόσεως; Διὸ καὶ ὁ θεῖος ἀ‐ πόστολος Παῦλός φησιν· «Ἄ‐ ρα οὖν, ἀδελφοί, στήκετε καὶ κρατεῖτε τὰς παραδό‐
55σεις, ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου, εἴτε δι’ ἐπιστολῆς ἡμῶν.» Πολλῶν τοιγαροῦν ἀγράφως τῇ ἐκ‐ κλησίᾳ παραδεδομένων καὶ
60μέχρι τοῦ νῦν πεφυλαγμένων, τί περὶ τὰς εἰκόνας σμικρο‐ λογεῖτε; Μανιχαῖοι συνέγρα‐ ψαν τὸ κατὰ Θωμᾶν εὐ‐ αγγέλιον· γράψατε καὶ ὑ‐
65μεῖς τὸ κατὰ Λέοντα εὐαγ‐
γέλιον. Οὐ δέχομαι βασιλέα τυραννικῶς τὴν ἱερωσύνην ἁρπάζοντα. Οὐ βασιλεῖς ἔλαβον ἐξουσίαν δεσμεῖν καὶ
70λύειν. Οἶδα Οὐάλεντα βασι‐ λέα χριστιανὸν ὀνομαζόμενον καὶ τὴν ὀρθόδοξον πίστιν διώξαντα, Ζήνωνά τε καὶ Ἀναστάσιον, Ἡράκλειον καὶ
75Κωνσταντῖνον τὸν ἐν Σικελίᾳ καὶ Βαρδανίσκην τὸν καὶ Φιλιππικόν. Οὐ πείθομαι βα‐ σιλικοῖς κανόσι διατάττεσθαι τὴν ἐκκλησίαν, ἀλλὰ πατρι‐
80καῖς παραδόσεσιν ἐγγράφοις τε καὶ ἀγράφοις. Ὥσπερ γὰρ ἐν ὅλῳ τῷ κόσμῳ ἐγγράφως ἐκηρύχθη τὸ εὐαγγέλιον, οὕ‐ τως ἐν ὅλῳ τῷ κόσμῳ ἀγρά‐
85φως παρεδόθη τὸ εἰκονίζειν Χριστὸν τὸν σεσαρκωμένον θεὸν καὶ τοὺς ἁγίους, ὥσπερ καὶ προσκυνεῖν τὸν σταυρὸν καὶ κατ’ ἀνατολὰς ἑστῶτας
90προσεύχεσθαι.

2,17

Ἃς μέντοι προσ‐ άγεις χρήσεις, οὐ τῶν παρ’
ἡμῖν εἰκόνων βδελύσσονται τὴν προσκύνησιν, ἀλλὰ τῶν
5ταύτας θεοποιούντων Ἑλλή‐ νων. Οὐ δεῖ τοίνυν διὰ τὴν τῶν Ἑλλήνων ἄτοπον χρῆσιν καὶ τὴν τῆς ἐκκλησίας εὐ‐ σεβῶς γινομένην ἀναιρεῖν.
10Ἐφορκίζουσιν ἐπαοιδοί τε καὶ γόητες, ἐφορκίζει τοὺς κατηχουμένους ἡ ἐκκλη‐ σία, ἀλλ’ ἐκεῖνοι μὲν ἐπικα‐ λούμενοι δαίμονας, αὕτη δὲ
15θεὸν κατὰ δαιμόνων. Ἔθυον δαίμοσιν Ἕλληνες, ἀλλὰ καὶ θεῷ ὁ Ἰσραὴλ καὶ αἵματα καὶ κνίσσας προσέφερον· θύ‐ ει καὶ ἡ ἐκκλησία θεῷ θυ‐
20σίαν ἀναίμακτον. Δαίμοσι τὰς εἰκόνας ἀνετίθουν Ἕλ‐ ληνες, ἀλλὰ καὶ ὁ Ἰσραὴλ ἐ‐ θεοποίησε τὰς εἰκόνας· ἔλε‐ γον γάρ· «Οὗτοι οἱ θεοί σου,
25Ἰσραήλ, οἱ ἀναγαγόντες σε ἐκ τῆς Αἰγύπτου.» Ἡμεῖς δὲ ἀληθεῖ θεῷ σαρκωθέντι καὶ θεοῦ δούλοις καὶ φίλοις δαιμόνων ἀπελαύνουσι στίφη
30εἰκόνας ἀνατιθέαμεν.

2,18

Εἰ δὲ λέγεις τὸν μακάριον Ἐπιφά‐ νιον τρανῶς τὰς παρ’ ἡμῖν ἀπαγορεῦσαι εἰκόνας,
5γνῶθι, ὡς ἐπίπλαστος ὁ λόγος ἄλλου τινὸς τῷ τοῦ θείου Ἐπιφα‐ νίου χρησαμένου ὀνόματι, οἷα πολλὰ συμβαίνει γίνε‐
10σθαι.
25 Οὐ γὰρ τοῖς συμπατρά‐ σιν ὁ πατὴρ μάχεται· ἑνὸς γὰρ ἁγίου πνεύματος μέτο‐ χοι πάντες γεγόνασι· καὶ
μάρτυς ἡ αὐτοῦ ἐκκλησία εἰ‐
30κόσι καλλωπιζομένη, ἕως οὗ ὁ ἄγριος καὶ ἀνήμερος Λέων ἔβρυξεν καὶ τὴν Χριστοῦ δι‐ ετάραξε ποίμνην ποτίσαι τὸν λαὸν τοῦ θεοῦ ἐπιχειρήσας
35ἀνατροπὴν θολεράν.

1,26

Δέχου τοίνυν τῶν γραφικῶν καὶ πατρι‐ κῶν χρήσεων τὸν ἑσμόν, ὅτι, εἰ καὶ λέγει ἡ γραφή· «Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων», ἀλλ’ οὖν οὐ τὸ μὴ προσκυνεῖν
5ἀψύχοις ἢ ἔργοις χειρῶν κωλύει, ἀλλὰ ταῖς δαιμό‐ νων εἰκόσιν.

1,27

Ὅτι μὲν οὖν ἀγγέλοις καὶ ἀνθρώποις καὶ βασιλεῦσι καὶ ἀσεβέσι προσεκύνησαν οἱ προφῆται καὶ ῥάβδῳ, εἴρηται· λέγει δὲ καὶ Δαυίδ· «Καὶ προσ‐ κυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.» Ἡσαΐας
5δὲ ἐκ προσώπου τοῦ θεοῦ· «Ὁ οὐρανός μοι θρόνος», φησίν, «ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου.» Οὐ‐
ρανὸς δὲ καὶ γῆ παντί που δῆλον, ὅτι κτίσματα. Καὶ Μωσῆς δὲ καὶ Ἀαρὼν σὺν παντὶ τῷ λαῷ χειρο‐ ποιήτοις προσεκύνησαν. Φησὶ γοῦν Παῦλος ὁ χρυ‐
10σοῦς τέττιξ τῆς ἐκκλησίας ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ· «Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειο‐ τέρας σκηνῆς οὐ χειροποιήτου, τουτέστιν οὐ ταύ‐ της τῆς κτίσεως», καὶ πάλιν «οὐ γὰρ εἰς χειροποίητα
15εἰσῆλθεν ἅγια ὁ Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ’ εἰς τὸν οὐρανόν.» Ὥστε τὰ πρότερα ἅγια, ἥ τε σκηνὴ καὶ πάντα τὰ ἐν αὐτῇ, χειροποίητα ἦν· καὶ ὅτι προσεκυνεῖτο, οὐδεὶς ἀντερεῖ.

2,19

Εἰ σταυρὸν καὶ λόγχην καὶ κάλαμον καὶ σπόγγον, δι’ ὧν οἱ θεοκτόνοι Ἰουδαῖοι τὸν κύριόν μου ἐνύβρισαν καὶ ἀπέκτειναν, ὡς αἴτια σωτηρίας προσκυνῶ καὶ σέβω, τὰς ἐπὶ δόξῃ καὶ μνήμῃ τῶν
5τοῦ Χριστοῦ παθημάτων ἀγαθῷ σκοπῷ ὑπὸ τῶν πιστῶν κατασκευαζομένας εἰκόνας οὐ προσκυνήσω; Εἰ σταυροῦ εἰκόνα ἐξ οἱασοῦν ὕλης κατασκευασθεῖ‐ σαν προσκυνῶ, τοῦ σταυρωθέντος καὶ τὸν σταυρὸν σωτήριον δείξαντος τὴν εἰκόνα οὐ προσκυνήσω;
10Ὅτι δὲ οὐ τῇ ὕλῃ προσκυνῶ, δῆλον· καταλυθέντος γὰρ τοῦ ἐκτυπώματος τοῦ σταυροῦ, εἰ τύχοι, ἐκ ξύλου κατεσκευασμένου, πυρὶ τὸ ξύλον παραδίδωμι,
ὁμοίως καὶ τῶν εἰκόνων.

2,20

Ὅτι δὲ οὐ νέον τὸ τῶν εἰκόνων ἐφεύρημα καὶ ἡ τούτων προσκύνησις, ἀλλ’ ἀρχαία τῆς ἐκκλη‐ σίας παράδοσις, δέχου τῶν γραφικῶν καὶ πατρικῶν χρήσεων τὸν ἑσμόν. Ὁ κύριος ἐν τῷ κατὰ Ματθαῖον
5ἱερῷ εὐαγγελίῳ τάδε φησὶ τοὺς ἑαυτοῦ μαθητὰς μακαρίζων καὶ σὺν αὐτοῖς πάντας τοὺς τῷ κανόνι αὐτῶν στοιχοῦντας καὶ τοῖς ἴχνεσιν αὐτῶν ἐπακο‐ λουθοῦντας· «Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοί, ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούουσιν. Ἀμὴν
10γὰρ λέγω ὑμῖν, ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν, ἃ βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι, ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.» Ἐπιποθοῦ‐ μεν οὖν καὶ ἡμεῖς ἰδεῖν, ὡς ἰδεῖν δυνατόν· «βλέπομεν γὰρ ὡς ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι» καὶ ἐν τῇ εἰκόνι
15καὶ μακαριζόμεθα. Αὐτὸς ὁ θεὸς πρῶτος ἐποίησεν εἰκόνα καὶ ἔδειξεν εἰκόνας· τὸν μὲν γὰρ ἄνθρωπον κατ’ εἰκόνα θεοῦ ἐποίησε. Καὶ Ἀβραὰμ δὲ καὶ Μωσῆς καὶ Ἡσαΐας καὶ πάντες οἱ προφῆται εἰκόνας εἶδον θεοῦ καὶ οὐκ αὐτὴν τὴν οὐσίαν τοῦ θεοῦ. Ἡ βάτος εἰκὼν
20ἦν τῆς θεομήτορος, καὶ μέλλοντι τῷ Μωσῇ ταύτῃ προσιέναι εἶπεν ὁ θεός· «Ὑπόλυσαι τὸ ὑπόδημα τῶν ποδῶν σου· ἡ γὰρ γῆ, ἐν ᾗ ἕστηκας, γῆ ἁγία ἐστίν.» Εἰ οὖν ἡ γῆ, ἐν ᾗ εἰκὼν τῆς θεοτόκου ὤφθη τῷ Μωσῇ, γῆ ἁγία ἐστί, πόσῳ μᾶλλον αὐτὴ ἡ εἰ‐
25κών; Οὐ μόνον γὰρ ἁγία, ἀλλά, τολμῶ λέγειν, καὶ
ἁγίων ἁγία. Ὁ κύριος ἐρωτήσασι τοῖς Φαρισαίοις· «Τί οὖν Μωσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασί‐ ου καὶ ἀπολῦσαι τὴν γυναῖκα;» ἀπεκρίνατο· «Ὅτι Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν
30ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν, ἀπ’ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως.» Κἀγὼ λέγω ὑμῖν, ὅτι Μωσῆς πρὸς τὴν σκληροκαρδίαν τῶν υἱῶν Ἰσραὴλ εἰδὼς αὐτῶν τὸ πρὸς εἰδωλολατρείαν εὐόλισθον ἐπέτρεψεν αὐτοῖς μὴ ποιεῖν εἰκόνας. Νυνὶ δὲ οὐχ οὕτως ἐστίν· ἑστήκα‐
35μεν γὰρ βεβαίως ἐν τῇ πέτρᾳ τῆς πίστεως τὸ φῶς τῆς θεογνωσίας πλουτήσαντες.

2,21

Ἀκούσατε, τί φησιν ὁ κύριος· «Μωροὶ καὶ τυφλοί, ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ κατοικήσαντι ἐν αὐτῷ, καὶ ὁ ὀμόσας ἐν τῷ οὐ‐ ρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ θεοῦ καὶ ἐν τῷ καθημέ‐
5νῳ ἐπάνω αὐτοῦ.» Καὶ ὁ ὀμνύων ἐν τῇ εἰκόνι ὀμνύει ἐν τῇ εἰκόνι καὶ ἐν τῷ εἰκονιζομένῳ ὑπ’ αὐτῆς.

2,22

Ὅτι μὲν οὖν ἡ σκηνὴ καὶ τὸ καταπέτασμα καὶ ἡ κιβωτὸς καὶ ἡ τράπεζα καὶ πάντα τὰ ἐν τῇ σκηνῇ εἰκόνες ἦσαν καὶ τύποι καὶ ἔργα χειρῶν ἀν‐ θρώπων, ἅτινα προσεκυνεῖτο ὑπὸ παντὸς Ἰσραήλ,
5ἔτι δὲ καὶ τὰ χερουβὶμ τὰ γλυπτὰ θεοῦ προστάγματι κατεσκευασμένα, ἱκανῶς ἀποδέδεικται. Φησὶ γὰρ ὁ θεὸς τῷ Μωσῇ· «Ὅρα, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει.» Ἄκουε καὶ τοῦ ἀποστόλου Παύλου μαρτυροῦντος, ὅτι χειροποίητα
10καὶ εἰκόνας προσεκύνει Ἰσραὴλ τοῦ θεοῦ τοῦτο προστάξαντος· «Εἰ μὲν γὰρ ἦν», φησίν, «ἐπὶ γῆς,
οὐδ’ ἂν ἦν ἱερεὺς ὄντων ἱερέων τῶν προσφερόντων κατὰ τὸν νόμον τὰ δῶρα· οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων, καθὼς κε‐
15χρημάτισται Μωσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν. Ὅρα γάρ, φησί, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει· νυνὶ δὲ διαφορωτέρας τετύ‐ χηκε λειτουργίας, ὅσῳ κρείττονός ἐστι διαθήκης με‐ σίτης, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτη‐
20ται. Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος· μεμφόμενος γὰρ αὐτοῖς λέγει· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ συν‐ τελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰού‐ δα διαθήκην καινήν· οὐ κατὰ τὴν διαθήκην, ἣν διε‐
25θέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.» καὶ μετ’ ὀλίγα «ἐν τῷ λέγειν ‘καινὴν‘ πεπαλαίωκε τὴν πρώτην· τὸ δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ. Εἶχε μὲν οὖν ἡ πρώτη
30σκηνὴ δικαιώματα λατρείας τό τε ἅγιον κοσμικόν· σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγε‐ ται Ἅγια· μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια ἁγίων, χρυσοῦν ἔχουσα θυμιατή‐
35ριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης· ὑπεράνω δὲ αὐτῆς χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον.» καὶ πάλιν «οὐ
40γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστός, ἀντί‐ τυπα τῶν ἀληθινῶν, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανόν.» καὶ μεθ’ ἕτερα «σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόν‐ των ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμά‐
των.»

2,23

Ὅρα, ὅτι καὶ ὁ νόμος καὶ πάντα τὰ κατ’ αὐτὸν πᾶσά τε ἡ καθ’ ἡμᾶς λατρεία χειροποίητά εἰσιν ἅγια δι’ ὕλης προσάγοντα ἡμᾶς τῷ ἀύλῳ θεῷ, καὶ ὁ μὲν νόμος καὶ πάντα τὰ κατὰ τὸν νόμον
5σκιαγραφία τις ἦν τῆς μελλούσης εἰκόνος, τουτέστι τῆς καθ’ ἡμᾶς λατρείας, ἡ δὲ καθ’ ἡμᾶς λατρεία εἰ‐ κὼν τῶν μελλόντων ἀγαθῶν, αὐτὰ δὲ τὰ πράγματα ἡ ἄνω Ἱερουσαλὴμ ἡ ἄυλος καὶ ἀχειροποίητος, καθώς φησιν ὁ αὐτὸς θεῖος ἀπόστολος· «Οὐ γὰρ
10ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν», ἥτις ἐστὶν ἡ ἄνω Ἱερουσαλήμ, «ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός.» Πάντα γὰρ τά τε κατὰ τὸν νόμον καὶ τὰ κατὰ τὴν ἡμετέραν λατρείαν ἐκείνης χάριν ἐγένοντο. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰ‐
15ῶνας τῶν αἰώνων.

3,11

Ποῦ εὗρες ἐν τῇ παλαιᾷ ἢ ἐν τῷ εὐαγγε‐ λίῳ ὄνομα τριάδος ἢ ὁμοούσιον ἢ μίαν φύσιν θεότη‐ τος τρανῶς ἢ τρεῖς ὑποστάσεις αὐτολεξεὶ ἢ μίαν ὑπόστασιν τοῦ Χριστοῦ ἢ δύο φύσεις αὐτολεξεί;
5Ἀλλ’ ὅμως, ἐπειδὴ ἐκ τῶν ἰσοδυναμουσῶν λέξεων τῶν ἐν τῇ γραφῇ κειμένων ὥρισαν ταῦτα οἱ ἅγιοι πατέρες, δεχόμεθα καὶ τοὺς μὴ δεχομένους ἀναθεματί‐ ζομεν. Ἐγὼ δὲ παριστῶ σοι ἐν τῇ παλαιᾷ, ὅτι προσέταξεν ὁ θεὸς ποιεῖν εἰκόνας, πρῶτον μὲν αὐτὴν
10τὴν σκηνὴν καὶ πάντα τὰ ὄντα ἐν αὐτῇ. Καὶ ἐν τοῖς εὐαγγελίοις αὐτὸς ὁ κύριος τοῖς πειραστικῶς ἐρωτήσασιν, εἰ ἔξεστι καίσαρι δοῦναι κῆνσον, εἶπεν· Ἀγάγετέ μοι νόμισμα. Καὶ ὑπέδειξαν αὐτῷ δηνά‐
ριον. Καὶ ἠρώτησεν αὐτούς· Τίνος εἰκόνα ἔχει; Οἱ δὲ
15εἶπον· Καίσαρος. Καὶ εἶπεν· «Ἀπόδοτε τὰ καίσαρος καίσαρι, καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ.» Ἐπειδὴ εἰκόνα καίσαρος ἔχει, καίσαρός ἐστι, καὶ ἀπόδοτε καίσαρι. Καὶ τὴν εἰκόνα Χριστοῦ, ἀπόδοτε Χριστῷ· Χριστοῦ γάρ ἐστιν.

3,12

Ὁ κύριος μακαρίζων τοὺς μαθητὰς εἶπε· «Πολλοὶ βασιλεῖς καὶ προφῆται ἐπεθύμησαν ἰδεῖν, ἃ βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι, ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν. Ὑμῶν δὲ μακάριοί εἰσιν οἱ ὀφθαλμοί,
5ὅτι βλέπουσιν, καὶ τὰ ὦτα, ὅτι ἀκούουσιν.» Εἶδον οὖν οἱ ἀπόστολοι σωματικῶς τὸν Χριστὸν καὶ τὰ πάθη καὶ τὰ θαύματα αὐτοῦ καὶ ἤκουσαν τῶν λόγων αὐτοῦ· ἐπιθυμοῦμεν καὶ ἡμεῖς ἰδεῖν καὶ ἀκοῦσαι καὶ μακαρισθῆναι. Εἶδον ἐκεῖνοι πρόσωπον πρὸς πρόσ‐
10ωπον, ἐπειδὴ παρῆν σωματικῶς· ἡμεῖς δέ, ἐπειδὴ σωματικῶς οὐ πάρεστιν, ὥσπερ διὰ βίβλων ἀκούο‐ μεν τῶν λόγων αὐτοῦ καὶ ἁγιαζόμεθα τὴν ἀκοὴν καὶ δι’ αὐτῆς τὴν ψυχὴν καὶ μακαριζόμεθα καὶ προσ‐ κυνοῦμεν τιμῶντες τὰς βίβλους, δι’ ὧν ἀκούομεν
15τῶν λόγων αὐτοῦ, οὕτως καὶ διὰ γραφῆς εἰκόνων θεωροῦμεν τὸ ἐκτύπωμα τοῦ σωματικοῦ χαρακτῆρος αὐτοῦ καὶ τῶν θαυμάτων καὶ τῶν παθημάτων αὐ‐ τοῦ καὶ ἁγιαζόμεθα καὶ πληροφορούμεθα καὶ χαίρο‐ μεν καὶ μακαριζόμεθα καὶ σέβομεν καὶ τιμῶμεν καὶ
20προσκυνοῦμεν τὸν χαρακτῆρα αὐτοῦ τὸν σωματι‐ κόν. Θεωροῦντες δὲ τὸν σωματικὸν χαρακτῆρα αὐτοῦ ἐννοοῦμεν ὡς δυνατὸν καὶ τὴν δόξαν τῆς θεότητος αὐτοῦ· ἐπειδὴ γὰρ διπλοῖ ἐσμεν, ἐκ ψυχῆς καὶ σώματος κατεσκευασμένοι, καὶ οὐ γυμνὴ ἡμῶν
25ἐστιν ἡ ψυχή, ἀλλ’ ὡς ὑπὸ παραπετάσματι καλύ‐ πτεται, ἀδύνατον ἡμᾶς ἐκτὸς τῶν σωματικῶν ἐλθεῖν ἐπὶ τὰ νοητά. Ὥσπερ οὖν διὰ λόγων αἰσθητῶν ἀκούομεν ὠσὶ σωματικοῖς καὶ νοοῦμεν τὰ πνευματικά,
οὕτω καὶ διὰ σωματικῆς θεωρίας ἐρχόμεθα ἐπὶ τὴν
30πνευματικὴν θεωρίαν. Διὰ τοῦτο σῶμα καὶ ψυχὴν ἀνέλαβεν ὁ Χριστός, ἐπειδὴ σῶμα καὶ ψυχὴν ἔχει ὁ ἄνθρωπος· διὰ τοῦτο καὶ τὸ βάπτισμα διπλοῦν, ἐξ ὕδατος καὶ πνεύματος, καὶ ἡ κοινωνία καὶ ἡ προσ‐ ευχὴ καὶ ἡ ψαλμῳδία, πάντα διπλᾶ, σωματικὰ καὶ
35πνευματικά, καὶ φῶτα καὶ θυμιάματα.

3,13

Ἀλλὰ πάντα ἐάσας κατὰ μόνων τῶν εἰκόνων ὥρμησεν ὁ διάβολος· καὶ τοσοῦτος αὐτῷ φθόνος ἐστὶ κατὰ τῶν εἰκόνων, ὡς καὶ ἐν τῷ Λειμωνα‐ ρίῳ τοῦ ἁγίου Σωφρονίου τοῦ πατριάρχου Ἱεροσο‐
5λύμων γέγραπται οὕτως· «Ἔλεγεν ὁ ἀββᾶς Θεό‐ δωρος ὁ Αἰλιώτης, ὅτι ἦν τις ἔγκλειστος εἰς τὸ ὄρος τῶν ἐλαιῶν ἀγωνιστής· πανὺ δὲ αὐτῷ ἐπολέμει ὁ δαίμων τῆς πορνείας. Ἐν μιᾷ οὖν, ὡς ἐπέκειτο αὐτῷ σφοδρῶς, ἤρξατο ὁ γέρων ἀποδύρεσθαι καὶ
10λέγειν τῷ δαίμονι· ‘Ἕως πότε οὐκ ἐνδίδως μοι; Ἀπόστα λοιπὸν ἀπ’ ἐμοῦ, συνεγήρασάς μοι·‘ Φαίνεται αὐτῷ ὁ δαίμων ὀφθαλμοφανῶς λέγων· ‘Ὄμοσόν μοι, ὅτι οὐδενὶ λέγεις, ὃ μέλλω λέγειν σοι, καὶ οὐκέτι σοι πολεμῶ.‘ Καὶ ὤμοσεν αὐτῷ ὁ γέρων,
15ὅτι ‘μὰ τὸν κατοικοῦντα ἐν τοῖς ὑψίστοις, οὐκ εἴπω τινί, ἅπερ εἴπῃς μοι.‘ Τότε λέγει αὐτῷ ὁ δαίμων· ‘Μὴ προσκυνήσῃς ταύτῃ τῇ εἰκόνι, καὶ οὐκέτι σοι πολεμήσω.‘ Εἶχε δὲ ἡ εἰκὼν ἐκτύπωμα τὴν δέσποιναν ἡμῶν τὴν ἁγίαν Μαρίαν τὴν θεοτόκον βαστάζουσαν
20τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Ἴδε, τίνα μιμοῦν‐ ται οἱ προσκυνεῖσθαι τὰς εἰκόνας κωλύοντες καὶ τίνος εἰσὶν ὄργανα· ὁ γὰρ δαίμων τῆς πορνείας ᾑρετίσατο μὴ προσκυνεῖσθαι τὴν εἰκόνα τῆς δεσποί‐ νης ἤπερ εἰς τὴν τῆς πορνείας ἀκαθαρσίαν ἐμπεσεῖν
25τὸν γέροντα ὡς μείζονα τῆς πορνείας ἁμαρτίαν
ταύτην ἐπιστάμενος.»

3,14

Ἀλλ’ ἐπειδὴ περὶ εἰκόνος ὁ λόγος ἐστὶ καὶ προσκυνήσεως, φέρε πλατύτερον περὶ τούτων τὸν λόγον διευκρινήσωμεν καὶ εἴπωμεν· πρῶτον, τί ἐστιν εἰκών;
5δεύτερον, τίνος χάριν γέγονεν εἰκών; τρίτον, πόσαι διαφοραὶ εἰκόνων; τέταρτον, τί τὸ εἰκονιζόμενον καὶ τί τὸ μὴ εἰκονιζό‐ μενον; πέμπτον, τίς πρῶτος ἐποίησεν εἰκόνας;

3,15

Εἶτα καὶ περὶ προσκυνήσεως· πρῶτον, τί ἐστι προσκύνησις; δεύτερον, πόσοι τρόποι προσκυνήσεως; τρίτον, πόσα τὰ προσκυνούμενα εὑρίσκομεν ἐν τῇ
5γραφῇ; τέταρτον, ὅτι πᾶσα προσκύνησις διὰ τὸν φύσει προσκυνητὸν θεόν ἐστι· πέμπτον, ὅτι ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει.

3,16

Πρῶτον, τί ἐστιν εἰκών; Εἰκὼν μὲν οὖν ἐστιν ὁμοίωμα καὶ παράδειγμα καὶ ἐκτύπωμά τινος ἐν ἑαυτῷ δεικνύον τὸ εἰκονιζόμενον, πάντως δὲ οὐ κατὰ πάντα ἔοικεν ἡ εἰκὼν τῷ πρω‐
5τοτύπῳ τουτέστι τῷ εἰκονιζομένῳ—ἄλλο γάρ ἐστιν ἡ εἰκὼν καὶ ἄλλο τὸ εἰκονιζόμενον—καὶ πάν‐ τως ὁρᾶται ἐν αὐτοῖς διαφορά, ἐπεὶ οὐκ ἄλλο τοῦτο καὶ ἄλλο ἐκεῖνο. Οἷόν τι λέγω· Ἡ εἰκὼν τοῦ ἀνθρώ‐ που, εἰ καὶ τὸν χαρακτῆρα ἐκτυποῖ τοῦ σώματος,
10ἀλλὰ τὰς ψυχικὰς δυνάμεις οὐκ ἔχει· οὔτε γὰρ ζῇ οὔτε λογίζεται οὔτε φθέγγεται οὔτε αἰσθάνεται οὔτε μέλος κινεῖ. Καὶ ὁ υἱὸς εἰκὼν φυσικὴ ὢν τοῦ πατρὸς ἔχει τι παρηλλαγμένον πρὸς αὐτόν· υἱὸς
γάρ ἐστι καὶ οὐ πατήρ.

3,17

Δεύτερον, τίνος χάριν ἐστὶν ἡ εἰκών; Πᾶσα εἰκὼν ἐκφαντορικὴ τοῦ κρυφίου ἐστὶ καὶ δει‐ κτική. Οἷόν τι λέγω· Ἐπειδὴ ὁ ἄνθρωπος οὔτε τοῦ ἀοράτου γυμνὴν ἔχει τὴν γνῶσιν σώματι καλυπτο‐
5μένης τῆς ψυχῆς οὔτε τῶν μετ’ αὐτὸν ἐσομένων οὔτε τῶν τόπῳ διεστηκότων καὶ ἀπεχόντων ὡς τόπῳ καὶ χρόνῳ περιγραφόμενος, πρὸς ὁδηγίαν γνώσεως καὶ φανέρωσιν καὶ δημοσίευσιν τῶν κεκρυμμένων ἐπενοήθη ἡ εἰκών, πάντως δὲ πρὸς
10ὠφέλειαν καὶ εὐεργεσίαν καὶ σωτηρίαν, ὅπως στηλιτευομένων καὶ θριαμβευομένων τῶν πραγμά‐ των διαγνῶμεν τὰ κεκρυμμένα καὶ τὰ μὲν καλὰ ποθήσωμεν καὶ ζηλώσωμεν, τὰ δὲ ἐναντία τουτέστι τὰ κακὰ ἀποστραφῶμεν καὶ μισήσωμεν.

3,18

Τρίτον, πόσαι διαφοραὶ εἰκόνων; Διαφοραὶ δὲ εἰκόνων εἰσί. Πρώτη μὲν οὖν εἰκών ἐστιν ἡ φυσική. Ἐν ἑκάστῳ δὲ πράγματι δεῖ πρῶτον εἶναι τὸ κατὰ φύσιν καὶ τότε τὸ κατὰ θέσιν καὶ
5μίμησιν, οἷον δεῖ πρῶτον εἶναι φύσει ἄνθρωπον καὶ τότε θέσει κατὰ μίμησιν. Πρώτη οὖν φυσικὴ καὶ ἀπαράλλακτος εἰκὼν τοῦ ἀοράτου θεοῦ ὁ υἱὸς τοῦ πατρὸς ἐν ἑαυτῷ δεικνὺς τὸν πατέρα. «Θεὸν μὲν γὰρ οὐδεὶς ἑώρακε πώποτε», καὶ πάλιν «οὐχ ὅτι
10τὸν πατέρα τις ἑώρακεν.» Ὅτι δὲ εἰκών ἐστιν ὁ υἱὸς τοῦ πατρός, φησὶν ὁ ἀπόστολος· «Ὅς ἐστιν εἰκὼν τοῦ ἀοράτου θεοῦ», καὶ πρὸς Ἑβραίους «ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑπο‐ στάσεως αὐτοῦ», καὶ ὅτι ἐν ἑαυτῷ δεικνύει τὸν
15πατέρα ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ τοῦ Φιλίπ‐
που εἰπόντος· «Δεῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν», φησὶν ὁ κύριος· «Τοσοῦτον χρόνον ἔχω μεθ’ ὑμῶν, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα.» Ἔστι μὲν ὁ υἱὸς εἰκὼν τοῦ
20πατρὸς φυσική, ἀπαράλλακτος, κατὰ πάντα ὁμοία τῷ πατρὶ πλὴν τῆς ἀγεννησίας καὶ τῆς πατρότητος· ὁ μὲν γὰρ πατὴρ γεννήτωρ ἀγέννητος, ὁ δὲ υἱὸς γεννητὸς καὶ οὐ πατήρ. Καὶ τὸ πνεῦμα δὲ τὸ ἅγιον εἰκὼν τοῦ υἱοῦ· «οὐδεὶς γὰρ δύναται εἰπεῖν κύριον
25Ἰησοῦν, εἰ μὴ ἐν πνεύματι ἁγίῳ.» Διὰ πνεύματος οὖν ἁγίου γινώσκομεν τὸν Χριστὸν υἱὸν τοῦ θεοῦ καὶ θεὸν καὶ ἐν τῷ υἱῷ καθορῶμεν τὸν πατέρα· φύσει γὰρ νοῦ μὲν λόγος ἄγγελος, λόγου δὲ μηνυτι‐ κὸν τὸ πνεῦμα. Ὁμοία δὲ καὶ ἀπαράλλακτός ἐστιν
30εἰκὼν τοῦ υἱοῦ τὸ πνεῦμα τὸ ἅγιον ἐν μόνῳ τῷ ἐκπορευτῷ τὸ διάφορον ἔχον· ὁ μὲν γὰρ υἱὸς γεν‐ νητός, ἀλλ’ οὐκ ἐκπορευτός. Καὶ ἑκάστου δὲ πατρὸς ὁ υἱὸς φυσική ἐστιν εἰκών. Καὶ οὗτος μὲν ὁ πρῶτος τρόπος τῆς εἰκόνος, ὁ φυσικός.

3,19

Δεύτερος τρόπος εἰκόνος ἡ ἐν τῷ θεῷ τῶν ὑπ’ αὐτοῦ ἐσομένων ἔννοια, τουτέστιν ἡ προαιώνιος αὐτοῦ βούλησις ἡ ἀεὶ ὡσαύτως ἔχουσα· ἄτρεπτον γὰρ τὸ θεῖον, καὶ ἡ βούλησις αὐτοῦ ἄναρχος, ᾗ,
5καθὼς προαιωνίως ἐβουλήθη, ἐν τῷ προορισθέντι ὑπ’ αὐτοῦ καιρῷ γίνεται τὰ ὁρισθέντα· εἰκόνες γὰρ καὶ παραδείγματα τῶν ὑπ’ αὐτοῦ ἐσομένων ἡ περὶ ἑκάστου αὐτῶν ἔννοια, οἳ καὶ προορισμοὶ παρὰ τῷ ἁγίῳ Διονυσίῳ ὀνομάζονται. Ἐν γὰρ τῇ βουλῇ
10αὐτοῦ ἐχαρακτηρίζετο καὶ εἰκονίζετο πρὶν γενέσεως αὐτῶν τὰ ὑπ’ αὐτοῦ προωρισμένα καὶ ἀπαραβάτως
ἐσόμενα.

3,20

Τρίτος τρόπος εἰκόνος ὁ κατὰ μίμησιν ὑπὸ θεοῦ γενόμενος, τουτέστιν ὁ ἄνθρωπος. Πῶς γὰρ ὁ κτιστὸς τῆς αὐτῆς φύσεως ἔσται τῷ ἀκτίστῳ ἀλλὰ κατὰ μίμησιν; Ὥσπερ γὰρ νοῦς (ὁ πατὴρ) καὶ λόγος
5(ὁ υἱὸς) καὶ πνεῦμα τὸ ἅγιον εἷς θεός, οὕτω καὶ νοῦς καὶ λόγος καὶ πνεῦμα εἷς ἄνθρωπος, καὶ κατὰ τὸ αὐτεξούσιον καὶ τὸ ἀρχικόν· λέγει γὰρ ὁ θεός· «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν», καὶ εὐθέως ἐπήγαγε· «Καὶ ἀρχέ‐
10τωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ», καὶ πάλιν «καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάσης τῆς γῆς καὶ κατακυριεύσατε αὐτῆς.»

3,21

Τέταρτος τρόπος εἰκόνος τῆς γραφῆς σχήματα καὶ μορφὰς καὶ τύπους ἀναπλαττούσης τῶν ἀοράτων καὶ ἀσωμάτων σωματικῶς τυπουμέ‐ νων πρὸς ἀμυδρὰν κατανόησιν θεοῦ τε καὶ ἀγγέλων
5διὰ τὸ μὴ δύνασθαι ἡμᾶς τὰ ἀσώματα ἄνευ σχημά‐ των ἀναλογούντων ἡμῖν θεωρεῖν, καθώς φησιν ὁ πολὺς τὰ θεῖα Διονύσιος ὁ Ἀρεοπαγίτης. Ὅτι μὲν γὰρ εἰκότως προβέβληνται τῶν ἀτυπώτων οἱ τύποι καὶ τὰ σχήματα τῶν ἀσχηματίστων, οὐ μόνην αἰ‐
10τίαν φαίη τις εἶναι τὴν καθ’ ἡμᾶς ἀναλογίαν ἀδυνα‐ τοῦσαν ἀμέσως ἐπὶ τὰς νοητὰς ἀνατείνεσθαι θεωρίας καὶ δεομένην οἰκείων καὶ συμφυῶν ἀναγωγῶν. Εἰ τοίνυν τῆς ἡμῶν προνοῶν ἀναλογίας ὁ θεῖος λόγος, πάντοθεν τὸ ἀνατατικὸν ἡμῖν ποριζόμενος, καὶ τοῖς
15ἁπλοῖς καὶ ἀμορφώτοις τύπους τινὰς περιτίθησι,
πῶς μὴ εἰκονίσει τὰ σχήμασι μεμορφωμένα κατὰ τὴν οἰκείαν φύσιν καὶ ποθούμενα μέν, διὰ δὲ τὸ μὴ παρεῖναι ὁρᾶσθαι μὴ δυνάμενα; Φησὶ γοῦν ὁ θεορή‐ μων Γρηγόριος, ὅτι πολλὰ κάμνων ὁ νοῦς ἐκβῆναι
20τὰ σωματικὰ πάντη ἀδυνατεῖ· «Ἀλλὰ καὶ τὰ ἀόρατα τοῦ θεοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νο‐ ούμενα καθορᾶται.» Ὁρῶμεν δὲ καὶ ἐν τοῖς κτίσμασιν εἰκόνας μηνυούσας ἡμῖν ἀμυδρῶς τὰς θείας ἐμφάσεις, ὡς ὅτε λέγομεν τὴν ἁγίαν τριάδα τὴν ὑπεράρχιον
25εἰκονίζεσθαι δι’ ἡλίου καὶ φωτὸς καὶ ἀκτῖνος ἢ πη‐ γῆς ἀναβλυζούσης καὶ πηγαζομένου νάματος καὶ προχοῆς ἢ νοῦ καὶ λόγου καὶ πνεύματος τοῦ καθ’ ἡμᾶς ἢ ῥόδου φυτοῦ καὶ ἄνθους καὶ εὐωδίας.

3,22

Πέμπτος τρόπος εἰκόνος λέγεται ὁ προ‐ εικονίζων καὶ προδιαγράφων τὰ μέλλοντα ὡς ἡ βάτος καὶ ὁ ἐπὶ πόκον ὑετὸς τὴν παρθένον καὶ θεοτόκον καὶ ἡ ῥάβδος καὶ ἡ στάμνος καὶ ὡς ὁ ὄφις
5τοὺς τὸ δῆγμα διὰ σταυροῦ καταργήσαντας τοῦ ἀρχεκάκου ὄφεως ἥ τε θάλασσα, τὸ ὕδωρ καὶ ἡ νεφέλη τὸ τοῦ βαπτίσματος πνεῦμα.

3,23

Ἕκτος τρόπος εἰκόνος ὁ πρὸς μνήμην τῶν γεγονότων ἢ θαύματος ἢ ἀρετῆς πρὸς δόξαν καὶ τιμὴν καὶ στηλογραφίαν τῶν ἀριστευσάντων καὶ ἐν ἀρετῇ διαπρεψάντων ἢ κακίας πρὸς θρίαμβον καὶ
5αἰσχύνην τῶν κακίστων ἀνδρῶν, πρὸς τὴν εἰς ὕστε‐ ρον τῶν θεωμένων ὠφέλειαν, ὡς ἂν τὰ μὲν κακὰ φύγωμεν, τὰς δὲ ἀρετὰς ζηλώσωμεν. Διπλῆ δὲ αὕτη· διά τε λόγου ταῖς βίβλοις ἐγγραφομένου—εἰ‐ κονίζει γὰρ τὸ γράμμα τὸν λόγον, ὡς ὁ θεὸς τὸν
10νόμον ταῖς πλαξὶν ἐνεκόλαψε καὶ τοὺς τῶν θεοφιλῶν ἀνδρῶν βίους ἀναγράπτους γενέσθαι προσέταξε— καὶ διὰ θεωρίας αἰσθητῆς, ὡς τὴν στάμνον καὶ τὴν ῥάβδον ἐν τῇ κιβωτῷ τεθῆναι προσέταξεν εἰς μνημόσυνον αἰώνιον καὶ ὡς τὰ ὀνόματα τῶν φυλῶν
15ἐγκολαφθῆναι τοῖς λίθοις τῆς ἐπωμίδος ἐκέλευσεν, οὐ μὴν ἀλλὰ καὶ τοὺς δώδεκα λίθους ἀρθῆναι ἐκ τοῦ Ἰορδάνου εἰς τύπον τῶν ἱερέων—βαβαὶ τοῦ μυστηρίου, ὡς μέγιστον τοῖς πιστοῖς ἐν ἀληθείᾳ— τῶν αἰρόντων τὴν κιβωτὸν καὶ τῆς τοῦ ὕδατος
20ἐκλείψεως. Οὕτω καὶ νῦν τὰς εἰκόνας τῶν γεγονότων ἐναρέτων ἀνδρῶν πρὸς ζῆλον καὶ μνήμην καὶ ζῆλον ἡμῶν πόθῳ ἀναγράφομεν. Ἢ τοίνυν πᾶσαν εἰκόνα ἄνελε καὶ ἀντινομοθέτει τῷ ταῦτα προστάξαντι γίνεσθαι ἢ ἑκάστην δέχου κατὰ τὸν ἑκάστῃ πρέποντα
25λόγον καὶ τρόπον.

3,24

Τέταρτον κεφάλαιον, τί τὸ εἰκονιζόμενον καὶ τί τὸ μὴ εἰκονιζόμενον καὶ πῶς ἕκαστον εἰκονίζε‐ ται. Τὰ μὲν σώματα ὡς καὶ σχήματα καὶ περιγραφὴν
5σωματικὴν ἔχοντα καὶ χρῶμα εἰκότως εἰκονίζονται. Ἄγγελος δὲ καὶ ψυχὴ καὶ δαίμων, εἰ καὶ μὴ σωματι‐
κῶς καὶ παχέως, ἀλλὰ κατὰ τὴν ἑαυτῶν φύσιν καὶ σχηματίζονται καὶ περιγράφονται—νοητοὶ γὰρ ὄντες ἐν νοητοῖς τόποις νοητῶς παρεῖναι καὶ ἐνερ‐
10γεῖν πιστεύονται—, εἰκονίζονται μὲν οὖν σωματι‐ κῶς, ὡς εἰκόνισε Μωσῆς τὰ χερουβὶμ καὶ ὡς ὡράθη‐ σαν τοῖς ἀξίοις, ἀλλ’ ἀσώματον καὶ νοητήν τινα θεωρίαν δηλούσης τῆς σωματικῆς εἰκόνος. Ἡ δὲ θεία φύσις ἀπερίγραπτός ἐστι μόνη καὶ παντελῶς
15ἀνείδεος καὶ ἀσχημάτιστος καὶ ἀκατάληπτος, εἰ καὶ ἡ θεία γραφὴ τύπους θεῷ περιτίθησι τὸ μὲν δοκεῖν σωματικούς, ὥστε σχήματα ὁρᾶσθαι, καὶ αὐτοὺς δὲ ἀσωμάτους· οὐ γὰρ σωματικοῖς ὀφθαλμοῖς, ἀλλὰ νοεροῖς ἑωρῶντο τοῖς προφήταις καὶ οἷς ἀπεκαλύ‐
20πτοντο, οὐ γὰρ πᾶσιν ἑωρῶντο. Ἁπλῷ δὲ λόγῳ εἰπεῖν, δυνάμεθα ποιεῖν εἰκόνας πάντων τῶν σχη‐ μάτων, ὧν εἴδομεν· νοοῦμεν δὲ ταῦτα, καθὼς ὡράθη. Εἰ γὰρ καὶ ἀπὸ τῶν λόγων ἔσθ’ ὅτε κατα‐ νοοῦμεν σχήματα, ἀλλ’ ἐξ ὧν εἴδομεν, καὶ ἐπὶ τὴν
25τούτων ἐρχόμεθα κατανόησιν. Οὕτω καὶ ἐφ’ ἑκάστης αἰσθήσεως, ἐξ ὧν ὠσφράνθημεν ἢ ἐγευσάμεθα ἢ ἡψάμεθα, διὰ λόγων ἐπὶ τὴν τούτων ἐρχόμεθα κατανόησιν.

3,25

Οἴδαμεν οὖν, ὅτι οὔτε θεοῦ οὔτε ἀγγέλου οὔτε ψυχῆς οὔτε δαίμονος δυνατὸν θεαθῆναι φύσιν, ἀλλ’ ἐν μετασχηματισμῷ τινι θεωροῦνται ταῦτα τῆς θείας προνοίας τύπους καὶ σχήματα περιτιθείσης
5τοῖς ἀσωμάτοις καὶ ἀτυπώτοις καὶ μὴ ἔχουσι σχη‐ ματισμὸν σωματικῶς πρὸς τὸ χειραγωγηθῆναι ἡμᾶς καὶ πρὸς παχυμερῆ καὶ μερικὴν αὐτῶν γνῶσιν, ἵνα μὴ ἐν παντελεῖ ἀγνοίᾳ ὦμεν θεοῦ καὶ τῶν
ἀσωμάτων κτισμάτων.
10 Ὁ μὲν γὰρ θεὸς φύσει καὶ παντελῶς ἀσώματος· ἄγγελος δὲ καὶ ψυχὴ καὶ δαίμων πρὸς μὲν θεὸν συγκρινόμενοι τὸν μόνον ἀσύγκριτον σώματά εἰσι, πρὸς δὲ τὰ ὑλικὰ σώματα ἀσώματοι. Μὴ θέλων οὖν ὁ θεὸς παντελῶς ἀγνοεῖν ἡμᾶς τὰ ἀσώματα περιέθη‐
15κεν αὐτοῖς τύπους καὶ σχήματα καὶ εἰκόνας κατὰ τὴν ἀναλογίαν τῆς φύσεως ἡμῶν σχήματα σωματι‐ κὰ ἐν ἀύλῳ ὁράσει νοὸς ὁρώμενα, καὶ ταῦτα σχη‐ ματίζομεν καὶ εἰκονίζομεν, ἐπεί πως ἐσχηματίσθη καὶ εἰκονίσθη τὰ χερουβίμ. Ἀλλὰ καὶ θεοῦ σχήματα
20καὶ εἰκόνας ἡ γραφὴ ἔχει.

3,26

Τίς πρῶτος ἐποίησεν εἰκόνα; Αὐτὸς ὁ θεὸς πρῶτος ἐγέννησε τὸν μονογενῆ υἱὸν καὶ λόγον αὐτοῦ, εἰκόνα αὐτοῦ ζῶσαν, φυσικήν, ἀπαράλλακτον χαρακτῆρα τῆς αὐτοῦ ἀιδιότητος,
5ἐποίησέ τε τὸν ἄνθρωπον κατ’ εἰκόνα αὑτοῦ καὶ καθ’ ὁμοίωσιν. Καὶ Ἀδὰμ εἶδε θεὸν καὶ ἤκουσε τῆς φωνῆς τῶν ποδῶν αὐτοῦ περιπατοῦντος τὸ δειλινὸν καὶ ἐκρύβη ἐν τῷ παραδείσῳ, καὶ Ἰακὼβ εἶδε καὶ ἐπάλαισε μετὰ τοῦ θεοῦ—δῆλον δέ, ὅτι ὡς ἄνθρω‐
10πος ἐφάνη αὐτῷ ὁ θεός—, καὶ Μωσῆς ὡς ὀπίσθια ἀνθρώπου εἶδε, καὶ Ἡσαΐας ὡς ἄνθρωπον εἶδε καθήμενον ἐπὶ θρόνου, καὶ Δανιὴλ ὁμοίωμα ἀνθρώ‐ που εἶδε καὶ ὡς υἱὸν ἀνθρώπου ἐλθόντα ἐπὶ τὸν
παλαιὸν τῶν ἡμερῶν. Καὶ οὐ φύσιν θεοῦ εἶδέ τις,
15ἀλλὰ τὸν τύπον καὶ τὴν εἰκόνα τοῦ μέλλοντος ἔσεσθαι· ἔμελλε γὰρ ὁ υἱὸς καὶ λόγος τοῦ θεοῦ ὁ ἀόρατος ἄνθρωπος γίνεσθαι ἐν ἀληθείᾳ, ἵν’ ἑνωθῇ τῇ φύσει ἡμῶν καὶ ὁραθῇ ἐπὶ γῆς. Προσεκύνησαν οὖν πάντες οἱ ἰδόντες τὸν τύπον καὶ τὴν εἰκόνα τοῦ
20μέλλοντος, καθὼς Παῦλός φησιν ὁ ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ· «Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες μὴ κομισάμενοι τὰς εὐαγγελίας, ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι.» Ἐγὼ οὖν οὐ μὴ ποιήσω εἰκόνα τοῦ δι’ ἐμὲ ὀφθέντος
25σαρκὸς φύσει καὶ προσκυνήσω καὶ τιμήσω αὐτὸν διὰ τῆς εἰς τὴν εἰκόνα αὐτοῦ τιμῆς καὶ προσκυνήσεως; Εἶδεν Ἀβραὰμ οὐ φύσιν θεοῦ («θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε»), ἀλλ’ εἰκόνα θεοῦ καὶ πεσὼν προσ‐ εκύνησεν. Εἶδεν Ἰησοῦς ὁ τοῦ Ναυῆ οὐ φύσιν
30ἀγγέλου, ἀλλ’ εἰκόνα (φύσις γὰρ ἀγγέλου σωματι‐ κοῖς οὐχ ὁρᾶται ὀφθαλμοῖς) καὶ πεσὼν προσεκύνη‐ σεν, ὁμοίως καὶ Δανιήλ (ἄγγελος δὲ οὐ θεός, ἀλλὰ κτίσμα καὶ δοῦλος θεοῦ καὶ παραστάτης), προσε‐ κύνησε δὲ οὐχ ὡς θεῷ, ἀλλ’ ὡς θεοῦ παραστάτῃ καὶ
35λειτουργῷ. Κἀγὼ μὴ ποιήσω εἰκόνα τῶν φίλων τοῦ Χριστοῦ καὶ μὴ προσκυνήσω οὐχ ὡς θεοῖς, ἀλλ’ ὡς εἰκόσι φίλων θεοῦ; Οὔτε γὰρ Ἰησοῦς οὔτε Δανιὴλ ὡς θεοῖς προσεκύνησαν τοῖς ὀφθεῖσιν ἀγγέλοις, οὐδὲ ἐγὼ ὡς θεῷ προσκυνῶ τῇ εἰκόνι, ἀλλὰ διὰ τῆς
40εἰκόνος καὶ τῶν ἁγίων τῷ θεῷ προσάγω τὴν προσ‐ κύνησιν καὶ τὴν τιμήν, δι’ ὃν καὶ τοὺς αὐτοῦ φίλους
σέβω καὶ δι’ αἰδοῦς ἄγω. Οὐχ ἡνώθη φύσει ἀγγέ‐ λων ὁ θεός, ἡνώθη δὲ φύσει ἀνθρώπων. Οὐκ ἐγένετο ὁ θεὸς ἄγγελος, ἐγένετο δὲ ὁ θεὸς φύσει καὶ ἀληθείᾳ
45ἄνθρωπος. «Οὐ γὰρ δή που ἀγγέλων ἐπιλαμβάνε‐ ται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται.» Οὐκ ἐγένετο φύσις ἀγγέλων υἱὸς θεοῦ καθ’ ὑπό‐ στασιν, ἐγένετο δὲ φύσις ἀνθρώπου υἱὸς θεοῦ καθ’ ὑπόστασιν. Οὐ μετέσχον ἄγγελοι οὐδὲ ἐγένοντο

3,26

(50)

θείας κοινωνοὶ φύσεως, ἀλλ’ ἐνεργείας καὶ χάριτος, ἄνθρωποι δὲ μετέχουσι καὶ κοινωνοὶ θείας φύσεως γίνονται, ὅσοι μεταλαμβάνουσι τὸ σῶμα τοῦ Χριστοῦ τὸ ἅγιον καὶ πίνουσι τὸ αἷμα αὐτοῦ τὸ τίμιον· θεότητι γὰρ καθ’ ὑπόστασιν ἥνωται καὶ
55δύο φύσεις ἐν τῷ μεταλαμβανομένῳ ὑφ’ ἡμῶν σώματι τοῦ Χριστοῦ ἡνωμέναι καθ’ ὑπόστασίν εἰσιν ἀδιασπάστως καὶ τῶν δύο φύσεων μετέχομεν, τοῦ σώματος σωματικῶς, τῆς θεότητος πνευματι‐ κῶς, μᾶλλον δὲ ἀμφοῖν κατ’ ἄμφω, οὐ καθ’ ὑπό‐
60στασιν ταυτιζόμενοι (ὑφιστάμεθα γὰρ πρῶτον καὶ τότε ἑνούμεθα), ἀλλὰ κατὰ συνανάκρασιν τοῦ σώ‐ ματος καὶ αἵματος. Καὶ πῶς οὐ μείζονες ἀγγέλων οἱ φυλάττοντες διὰ τῆς τηρήσεως τῶν ἐντολῶν εἰλι‐ κρινῆ τὴν ἕνωσιν; Ἡ μὲν φύσις ἡμῶν βραχύ τι παρ’
65ἀγγέλους ἠλαττωμένη διὰ τὸν θάνατον καὶ τὴν τοῦ σώματος παχύτητα, ἀλλ’ εὐδοκίᾳ καὶ συναφείᾳ θεοῦ γέγονεν ἀγγέλων μείζων· παρίστανται γὰρ αὐτῇ μετὰ φόβου καὶ τρόμου ἄγγελοι καθημένῃ ἐπὶ τοῦ θρόνου τῆς δόξης ἐν τῷ Χριστῷ καὶ παραστή‐
70σονται ἔντρομοι ἐν τῇ κρίσει· οὐ συγκαθεύδοντες οὐδὲ κοινωνοὶ τῆς θείας δόξης ὑπὸ τῆς γραφῆς ἐρ‐ ρήθησαν («εἰσὶ γὰρ πάντες λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κλη‐
ρονομεῖν σωτηρίαν») οὐδ’ ὅτι συμβασιλεύσουσιν
75οὐδ’ ὅτι συνδοξασθήσονται οὐδ’ ὅτι ἐπὶ τῆς τραπέ‐ ζης τοῦ πατρὸς καθίσουσιν, οἱ δὲ ἅγιοι υἱοὶ θεοῦ, υἱοὶ τῆς βασιλείας καὶ κληρονόμοι θεοῦ καὶ συγ‐ κληρονόμοι Χριστοῦ. Τιμῶ οὖν τοὺς ἁγίους καὶ συν‐ δοξάζω τοὺς δούλους καὶ φίλους καὶ συγκληρονό‐
80μους Χριστοῦ, τοὺς δούλους ἐκ φύσεως καὶ φίλους ἐκ προαιρέσεως καὶ υἱοὺς καὶ κληρονόμους ἐκ θείας χάριτος, ὥς φησιν ὁ κύριος πρὸς τὸν πατέρα. Εἰπόντες τοίνυν περὶ εἰκόνος εἴπωμεν καὶ περὶ προσκυνήσεως, καὶ πρῶτον, τί ἐστι προσκύνησις.

3,27

Περὶ προσκυνήσεως, τί ἐστι προσκύνησις; Προσκύνησις τοίνυν ἐστὶ σημεῖον ὑποπτώσεως, τουτέστιν ὑποβάσεως καὶ ταπεινώσεως. Τρόποι δὲ προσκυνήσεώς εἰσι πλεῖστοι.

3,28

Πόσοι τρόποι προσκυνήσεως; Πρῶτος τρόπος προσκυνήσεως ὁ κατὰ λα‐ τρείαν, ἣν προσάγομεν μόνῳ τῷ φύσει προσκυνητῷ θεῷ, καὶ οὗτος κατὰ διαφόρους τρόπους. Πρῶτον
5μὲν κατὰ τὸν τῆς δουλείας· προσκυνοῦσι γὰρ αὐτῷ πάντα τὰ κτίσματα ὡς δοῦλοι δεσπότῃ, «ὅτι τὰ σύμπαντα» γάρ, φησί, «δοῦλα σά», καὶ οἱ μὲν ἑκουσίως, οἱ δὲ ἀκουσίως. Οἱ μὲν γνώσει ἑκουσίως προσκυνοῦσιν ὡς οἱ εὐσεβεῖς, οἱ δὲ ἐπιγινώσκοντες
10καὶ μὴ θέλοντες ἀκουσίως προσκυνοῦσιν ὡς οἱ δαί‐ μονες· ἄλλοι μὴ εἰδότες τὸν φύσει θεὸν προσκυνοῦσιν
ἀκουσίως, ὃν ἀγνοοῦσιν.

3,29

Δεύτερος τρόπος ὁ κατὰ θαῦμα καὶ πόθον, καθ’ ὃν προσκυνοῦμεν τῷ θεῷ διὰ τὴν φυσικὴν δόξαν αὐτοῦ· μόνος γάρ ἐστι δεδοξασμένος οὐκ ἔκ τινος ἔχων τὴν δόξαν, ἀλλ’ αὐτὸς ὢν πάσης δόξης
5αἴτιος καὶ παντὸς ἀγαθοῦ φῶς ἀκατάληπτον, γλυκασμὸς ἀνείκαστος, κάλλος ἀμήχανον, ἀγαθότη‐ τος ἄβυσσος, σοφία ἀνεξιχνίαστος, ἀπειροδύναμος δύναμις, μόνος ἄξιος δι’ ἑαυτὸν θαυμάζεσθαι προσ‐ κυνεῖσθαί τε καὶ δοξάζεσθαι καὶ ποθεῖσθαι.

3,30

Τρίτος τρόπος ὁ τῆς εὐχαριστίας ὑπὲρ τῶν γεγονότων εἰς ἡμᾶς ἀγαθῶν· πάντα γὰρ τὰ ὄντα χρεωστεῖ εὐχαριστεῖν τῷ θεῷ καὶ προσφέρειν ἀένναον προσκύνησιν, ὅτι τε ἐξ αὐτοῦ ἔχει τὸ εἶναι
5τὰ πάντα καὶ ἐν αὐτῷ συνίσταται καὶ πᾶσι μετα‐ δίδωσιν ἀφθόνως τῶν ἑαυτοῦ δωρεῶν καὶ δίχα αἰτήσεως καὶ θέλει πάντας σωθῆναι καὶ μετέχειν τῆς ἑαυτοῦ ἀγαθότητος καὶ μακροθυμεῖ ἐφ’ ἡμῖν ἁμαρ‐ τάνουσι καὶ ἀνατέλλει τὸν ἥλιον ἐπὶ δικαίους καὶ
10ἀδίκους καὶ βρέχει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ ὅτι ὁ υἱὸς τοῦ θεοῦ δι’ ἡμᾶς καθ’ ἡμᾶς γέγονε καὶ θείας κοινωνοὺς φύσεως ἐποίησεν ἡμᾶς, ὅτι «ὅμοιοι αὐτῷ ἐσόμεθα», ὥς φησιν Ἰωάννης ὁ θεολόγος ἐν τῇ καθολικῇ ἐπιστολῇ.

3,31

Τέταρτος τρόπος ὁ κατ’ ἔνδειαν καὶ ἐλπίδα εὐεργεσιῶν, καθ’ ἃς ἐπιγινώσκοντες, ὡς οὐ δυνάμεθα ἐκτὸς αὐτοῦ ποιεῖν οὐδὲν ἢ ἔχειν ἀγαθόν, προσκυνοῦμεν αἰτοῦντες παρ’ αὐτοῦ ἕκαστος, οὗ
5αἰσθάνεται ἐνδεῶς ἔχειν καὶ ὃ ποθεῖ, ῥυσθῆναί τε
κακῶν καὶ τυχεῖν ἀγαθῶν.

3,32

Πέμπτος τρόπος ὁ τῆς μετανοίας καὶ τῆς ἐξομολογήσεως· ἁμαρτάνοντες γὰρ προσκυνοῦμεν καὶ προσπίπτομεν τῷ θεῷ δεόμενοι συγχωρηθῆναι τὰ πταίσματα ὡς δοῦλοι εὐγνώμονες. Καὶ οὗτος ὁ
5τρόπος τρισσός ἐστιν· ἢ γὰρ κατ’ ἀγάπην λυπεῖ‐ ταί τις ἢ ὡς μὴ ἀποτύχῃ τῶν τοῦ θεοῦ εὐεργεσιῶν ἢ δεδιὼς τὰς κολάσεις. Καὶ ἔστιν ὁ μὲν πρῶτος ἐξ εὐγνωμοσύνης καὶ πόθου αὐτοῦ τοῦ θεοῦ καὶ υἱϊκῆς διαθέσεως, ὁ δεύτερος μισθωτικῆς, ὁ δὲ τρίτος
10δουλικῆς.

3,33

Πόσα τὰ προσκυνούμενα εὑρίσκομεν ἐν τῇ γραφῇ καὶ κατὰ πόσους τρόπους προσάγομεν προσ‐ κύνησιν κτίσμασι; Πρῶτον μέν, ἐφ’ οἷς ἀναπέπαυται ὁ θεὸς ὁ μόνος
5ἅγιος καὶ «ἐν ἁγίοις ἀναπαυόμενος» ὡς τῇ ἁγίᾳ θεοτόκῳ καὶ πᾶσι τοῖς ἁγίοις. Οὗτοι δέ εἰσιν οἱ κατὰ τὸ δυνατὸν ὁμοιωθέντες θεῷ ἔκ τε τῆς ἑαυτῶν προαιρέσεως καὶ τῆς θεοῦ ἐνοικήσεως καὶ συν‐ εργίας, οἵτινες καὶ θεοὶ λέγονται ἀληθῶς, οὐ φύσει,
10ἀλλὰ θέσει, ὡς πῦρ λέγεται ὁ πεπυρακτωμένος σίδηρος, οὐ φύσει, ἀλλὰ θέσει καὶ μεθέξει πυρός· φησὶ γάρ· «Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι.» Τοῦτο πρῶτον, ἡ προαίρεσις. Εἶτα παντὶ τῷ προ‐ αιρουμένῳ τὸ ἀγαθὸν ὁ θεὸς συνεργεῖ εἰς τὸ ἀγαθόν,
15εἶτα «ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω», καὶ «ναοί ἐσμεν θεοῦ καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ἡμῖν», εἶτα «ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμά‐ των ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύ‐
ειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν», καὶ «ὅσα
20ποιῶ, καὶ ὑμεῖς ποιήσετε καὶ μείζονα τούτων ποι‐ ήσετε», εἶτα «ζῶ ἐγώ», λέγει κύριος, «ἀλλ’ ἢ τοὺς δοξάζοντάς με δοξάσω», καὶ «εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν», καὶ «ὁ θεὸς ἔστη ἐν συν‐ αγωγῇ θεῶν· ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ.» Ὥσπερ
25τοίνυν ἀληθῶς εἰσι θεοὶ οὐ φύσει, ἀλλ’ ὡς τοῦ φύσει θεοῦ μέτοχοι, οὕτως εἰσὶ προσκυνητοί, οὐχὶ φύσει, ἀλλ’ ὡς τὸν φύσει προσκυνητὸν ἐν ἑαυτοῖς ἔχοντες, ὥσπερ ὁ πεπυρακτωμένος σίδηρος οὐ φύσει ἐστὶν ἀπρόσιτος ἁφῇ καὶ καυστικός, ἀλλ’ ὡς μετέχων τοῦ
30φύσει καυστικοῦ. Προσκυνοῦνται οὖν ὡς δεδοξασμέ‐ νοι ὑπὸ θεοῦ, ὡς ὑπὸ θεοῦ γενόμενοι τοῖς ὑπεναντί‐ οις φοβεροὶ καὶ εὐεργέται τοῖς πίστει προσιοῦσιν οὐχ ὡς φύσει θεοῖς καὶ εὐεργέταις, ἀλλ’ ὡς θεράπουσι καὶ λειτουργοῖς θεοῦ καὶ τὴν ἐξ ἀγάπης πρὸς αὐτὸν
35εὐμοιρήσασι παρρησίαν. Προσκυνοῦμεν οὖν αὐτοῖς, ἐπειδὴ θεραπεύεται ὁ βασιλεὺς θεωρῶν προσκυνού‐ μενον τὸν ἠγαπημένον αὐτῷ θεράποντα οὐχ ὡς βασιλέα, ἀλλ’ ὡς λειτουργὸν ὑπήκοον καὶ εὐνοϊκὸν φίλον. Καὶ λαμβάνουσι τὰς αἰτήσεις οἱ προσιόντες
40πίστει, εἴτε τοῦ θεράποντος αἰτοῦντος τοῦτο παρὰ τοῦ βασιλέως, εἴτε τοῦ βασιλέως ἀποδεχομένου τὴν τιμὴν καὶ τὴν πίστιν τοῦ ζητοῦντος παρὰ τοῦ θεράποντος αὐτοῦ· δι’ αὐτὸν γὰρ ᾔτησεν. Οὕτω διὰ τῶν ἀποστόλων οἱ προσιόντες ἐτύγχανον τῶν
45ἰάσεων. Οὕτως ἡ σκιὰ καὶ τὰ σουδάρια καὶ τὰ σιμικίνθια τῶν ἀποστόλων ἐπήγαζον τὰ ἰάματα. Ὅσοι δὲ ἀνταρτικῶς καὶ ἀποστατικῶς θέλουσι προσκυνεῖσθαι ὡς θεοί, οὗτοί εἰσιν ἀπροσκύνητοι καὶ τοῦ αἰωνίου πυρὸς ἄξιοι. Καὶ ὅσοι καταφρονητι‐

3,33

(50)

κῶς ὑπερηφάνῳ φρονήματι μὴ προσκυνοῦσι τοῖς
θεοῦ θεράπουσιν, ὡς ἀλαζόνες καὶ ὑπερήφανοι, ὡς εἰς θεὸν ἀσεβοῦντες καταδικάζονται. Καὶ μαρτυροῦ‐ σιν οἱ παῖδες οἱ Ἐλισσαίου καταφρονητικῶς κατα‐ βοήσαντες καὶ βορὰ τοῖς ἄρκτοις γενόμενοι.

3,34

Δεύτερος τρόπος, καθ’ ὃν προσκυνοῦμεν κτίσματα, δι’ ὧν καὶ ἐν οἷς ἐνήργησεν ὁ θεὸς τὴν σωτηρίαν ἡμῶν εἴτε πρὸ τῆς τοῦ κυρίου παρουσίας, εἴτε μετὰ τὴν ἔνσαρκον αὐτοῦ οἰκονομίαν, ὡς τὸ
5Σιναῖον ὄρος καὶ τὴν Ναζαρέτ, τὴν φάτνην τὴν ἐν Βηθλεὲμ καὶ τὸ σπήλαιον, τὸν Γολγοθὰ τὸν ἅγιον, τοῦ σταυροῦ τὸ ξύλον, τοὺς ἥλους, τὸν σπόγγον, τὸν κάλαμον, τὴν λόγχην τὴν ἱερὰν καὶ σωτήριον, τὴν ἐσθῆτα, τὸν χιτῶνα, τὰς σινδόνας, τὰ σπάργανα,
10τὸν τάφον τὸν ἅγιον, τὴν πηγὴν τῆς ἡμῶν ἀναστά‐ σεως, τὸν λίθον τοῦ μνήματος, τὴν Σιὼν τὸ ὄρος τὸ ἅγιον, τὸ τῶν ἐλαιῶν αὖθις ὄρος, τὴν προβατικὴν καὶ Γεθσημανῆς τὸ ὄλβιον τέμενος. Ταῦτα καὶ τὰ τοιαῦτα σέβω καὶ προσκυνῶ καὶ πάντα ναὸν θεοῦ
15ἅγιον καὶ πᾶν, ἐφ’ ᾧ θεὸς ὀνομάζεται, οὐ διὰ τὴν αὐτῶν φύσιν, ἀλλὰ ὅτι θείας ἐνεργείας εἰσὶ δοχεῖα καὶ δι’ αὐτῶν καὶ ἐν αὐτοῖς ηὐδόκησεν ὁ θεὸς τὴν σωτηρίαν ἡμῶν κατεργάσασθαι. Καὶ ἀγγέλους γὰρ καὶ ἀνθρώπους καὶ πᾶσαν ὕλην τῆς θείας ἐνεργείας
20μέτοχον καὶ διακονησαμένην τὴν σωτηρίαν μου σέβω καὶ προσκυνῶ διὰ τὴν θείαν ἐνέργειαν. Οὐ προσκυνῶ Ἰουδαίοις· οὐ γὰρ θείας εἰσὶν ἐνεργείας μέτοχοι οὐδὲ σκοπῷ τῆς ἐμῆς σωτηρίας τὸν κύριον τῆς δόξης, τὸν θεόν μου, ἐσταύρωσαν, φθόνῳ δὲ
25μᾶλλον καὶ μίσει πρὸς τὸν θεὸν καὶ εὐεργέτην βαλλόμενοι. «Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου», φησὶν ὁ Δαυίδ, «καὶ τόπον σκηνώματος δόξης
σου,» καὶ «προσκυνήσατε εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ», καὶ «προσκυνεῖτε εἰς ὄρος ἅγιον
30αὐτοῦ.» Ὄρος ἅγιον ἔμψυχον θεοῦ ἡ ἁγία θεοτόκος, ὄρη θεοῦ λογικὰ οἱ ἀπόστολοι· «τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοί, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων.»

3,35

Τρίτος τρόπος, καθ’ ὃν προσκυνοῦμεν τὰ τῷ θεῷ ἀνακείμενα, τὰ ἱερά φημι εὐαγγέλια καὶ τὰς λοιπὰς βίβλους· «ἐγράφησαν γὰρ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησαν.»
5Δίσκοι τε καὶ ποτήρια, θυμιατοί, λυχνίαι καὶ τρά‐ πεζαι, δῆλον γάρ, ὡς πάντα ταῦτα σεβάσμια· ὅρα γάρ, ὅτε Βαλτάσαρ ἐποίησεν ὑπηρετηθῆναι τὸν λαὸν τοῖς σκεύεσιν τοῖς ἱερατικοῖς, πῶς καθεῖλεν ὁ θεὸς τὴν βασιλείαν αὐτοῦ.

3,36

Τέταρτος τρόπος, καθ’ ὃν προσκυνοῦν‐ ται αἱ εἰκόνες αἱ ὀφθεῖσαι τοῖς προφήταις (ἐν εἰ‐ κονικῇ γὰρ ὁράσει εἶδον θεόν) καὶ αἱ τῶν ἐσομένων εἰκόνες, ὡς ἡ ῥάβδος Ἀαρὼν εἰκονίζουσα τὸ τῆς
5παρθένου μυστήριον καὶ ἡ στάμνος καὶ ἡ τράπεζα· καὶ Ἰακὼβ δὲ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου, τύπος δὲ ἦν τοῦ σωτῆρος. Ἔτι δὲ τῶν γεγονότων εἰκόνες εἰς μνημόσυνον· αὐτὴ γὰρ ἡ σκηνὴ εἰκὼν ἦν παγκόσμιος («ὅρα» γάρ, φησὶ τῷ
10Μωσῇ, «τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει») καὶ τὰ χερουβὶμ τὰ χρυσᾶ, ἔργον χωνευτόν, καὶ τὰ χερουβὶμ ἐν τῷ καταπετάσματι ἔργον ὑφαντόν. Οὕτω προσκυνοῦμεν τὸν τύπον τοῦ σταυροῦ τὸν τίμιον, τοῦ τε σωματικοῦ χαρακτῆρος τοῦ θεοῦ μου
15τὸ ὁμοίωμα καὶ τῆς αὐτὸν κατὰ σάρκα τεκούσης καὶ
τῶν αὐτοῦ θεραπόντων.

3,37

Πέμπτος τρόπος, καθ’ ὃν προσκυνοῦμεν ἀλλήλοις ὡς μοῖραν θεοῦ ἔχουσι καὶ κατ’ εἰκόνα θεοῦ γεγενημένοις ἀλλήλοις τε ταπεινούμενοι καὶ νόμον πληροῦντες ἀγάπης.

3,38

Ἕκτος τρόπος τῶν ἐν ἀρχαῖς καὶ ἐξουσί‐ αις ὄντων («ἀπόδοτε» γάρ, φησί, «πᾶσι τὰς ὀφειλάς, τῷ τὴν τιμὴν τὴν τιμήν»), ὡς Ἰακὼβ τῷ τε Ἠσαῦ ὡς προγενεστέρῳ ἀδελφῷ καὶ Φαραὼ ὑπὸ θεοῦ
5χειροτονηθέντι ἄρχοντι προσεκύνησεν.

3,39

Ἕβδομος τρόπος, καθ’ ὃν τοῖς δεσπόταις οἱ δοῦλοι καὶ τοῖς εὐεργέταις καί, ὧν ἂν δέοιντο, οἱ δεόμενοι ὡς Ἀβραὰμ τοῖς υἱοῖς Ἑμμώρ, ὅτε τὸ δι‐ πλοῦν ὠνήσατο σπήλαιον.

3,40

Καὶ ἁπλῶς εἰπεῖν, φόβου καὶ πόθου καὶ τιμῆς ἐστιν ἡ προσκύνησις σύμβολον ὑποπτώσεώς τε καὶ ταπεινώσεως, ἀλλ’ οὐδενὶ δεῖ προσκυνεῖν ὡς θεῷ εἰ μὴ μόνῳ τῷ φύσει θεῷ, πᾶσι δὲ ὀφειλὴν
5ἀπονέμειν διὰ τὸν κύριον.

3,41

Ὁρᾶτε, πόση ἰσχὺς καὶ ποία θεία ἐνέρ‐ γεια τοῖς πίστει καὶ καθαρῷ συνειδότι προσιοῦσι ταῖς τῶν ἁγίων εἰκόσι δίδοται. Διό, ἀδελφοί, στῶμεν ἐν τῇ πέτρᾳ τῆς πίστεως καὶ τῇ παραδόσει τῆς
5ἐκκλησίας μὴ μεταίροντες ὅρια, ἃ ἔθεντο οἱ ἅγιοι πατέρες ἡμῶν, μὴ διδόντες τόπον τοῖς βουλομένοις καινοτομεῖν καὶ καταλύειν τὴν οἰκοδομὴν τῆς ἁγίας τοῦ θεοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας·
εἰ γὰρ δοθῇ ἄδεια παντὶ βουλομένῳ, κατὰ μικρὸν
10ὅλον τὸ σῶμα τῆς ἐκκλησίας καταλυθήσεται. Μή, ἀδελφοί, μή, τέκνα φιλόχριστα τῆς ἐκκλησίας, μὴ καταισχύνητε τὴν μητέρα ὑμῶν, μὴ καθέλητε τὸν κόσμον αὐτῆς. Δέξασθε αὐτὴν δι’ ἐμοῦ πρεσβεύου‐ σαν. Μάθετε, τί φησι περὶ αὐτῆς ὁ θεός· «Ὅλη εἶ
15καλή, ἡ πλησίον μου, καὶ οὐκ ἔστιν ἐν σοὶ μῶμος.» Προσκυνήσωμεν καὶ λατρεύσωμεν μόνῳ τῷ κτίστῃ καὶ δημιουργῷ ὡς φύσει προσκυνητῷ θεῷ. Προσ‐ κυνήσωμεν καὶ τῇ ἁγίᾳ θεοτόκῳ οὐχ ὡς θεῷ, ἀλλ’ ὡς μητρὶ θεοῦ κατὰ σάρκα. Ἔτι προσκυνήσωμεν καὶ
20τοῖς ἁγίοις ὡς ἐκλεκτοῖς φίλοις θεοῦ καὶ τὴν πρὸς αὐτὸν κεκτημένοις παρρησίαν. Εἰ γὰρ βασιλεῦσι φθαρτοῖς πολλάκις καὶ ἀσεβέσι καὶ ἁμαρτωλοῖς καὶ τοῖς ὑπ’ αὐτῶν χειροτονουμένοις ἄρχουσι καὶ τοῖς τούτων λαβράτοις προσκυνοῦσιν ἄνθρωποι κατὰ
25τὸ θεῖον τοῦ ἀποστόλου λόγιον· «Ἀρχαῖς καὶ ἐξου‐ σίαις ὑποτάσσεσθε», καὶ «ἀπόδοτε πᾶσι τὰς ὀφειλάς, τῷ τὴν τιμὴν τὴν τιμήν, τῷ τὸν φόβον τὸν φόβον», καὶ «ἀπόδοτε τὰ καίσαρος καίσαρι», ὥς φησιν ὁ κύριος, «καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ», πόσῳ μᾶλλον
30ἐχρῆν προσκυνεῖν τῷ βασιλεῖ τῶν βασιλευόντων ὡς μόνῳ φύσει δεσπόζοντι καὶ τοῖς αὐτοῦ δούλοις καὶ φίλοις τοῖς βασιλεύσασι τῶν παθῶν καὶ κατα‐ σταθεῖσιν ἄρχουσι πάσης τῆς γῆς («καταστήσεις γὰρ αὐτούς», φησὶν ὁ Δαυίδ, «ἄρχοντας ἐπὶ πᾶσαν
35τὴν γῆν»), κατὰ δαιμόνων καὶ νόσων ἐξουσίαν λα‐ βοῦσι καὶ συμβασιλεύσουσι Χριστῷ βασιλείαν ἄφθαρ‐ τον καὶ ἀκατάλυτον, ὧν ἡ σκιὰ μόνη ἀπήλαυνε νόσους καὶ δαίμονας; Μὴ οὖν σκιᾶς ἀσθενεστέραν
καὶ ἀτιμωτέραν λογισώμεθα τὴν εἰκόνα· σκιογραφεῖ
40γὰρ ἀληθῶς τὸ πρωτότυπον. Ἀδελφοί, ὁ χριστια‐ νὸς πίστις ἐστίν· ὁ οὖν πίστει προσερχόμενος κερ‐ δανεῖ πολλά, «ὁ δὲ διακρινόμενος ἔοικε κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ», ὃς οὐ μὴ λήψεται οὐδέν· πάντες γὰρ οἱ ἅγιοι διὰ πίστεως
45εὐηρέστησαν τῷ θεῷ. Δεξώμεθα οὖν τὴν παράδοσιν τῆς ἐκκλησίας ἐν εὐθύτητι καρδίας καὶ μὴ ἐν πολλοῖς λογισμοῖς· ὁ θεὸς γὰρ ἐποίησε τὸν ἄνθρωπον εὐθῆ, αὐτοὶ δὲ ἐζήτησαν λογισμοὺς πολλούς. Μὴ κατα‐ δεξώμεθα νέαν πίστιν μαθεῖν ὡς κατεγνωσμένης τῆς

3,41

(50)

τῶν ἁγίων πατέρων παραδόσεως· φησὶ γὰρ ὁ θεῖος ἀπόστολος· «Εἴ τις ὑμᾶς εὐαγγελίζεται, παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω.» Προσκυνοῦμεν οὖν ταῖς εἰκόσιν οὐ τῇ ὕλῃ προσφέροντες τὴν προσκύνησιν, ἀλλὰ δι’ αὐτῶν τοῖς ἐν αὐταῖς εἰκονιζομένοις. «Ἡ
55γὰρ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαί‐ νει», καθώς φησιν ὁ θεῖος Βασίλειος.

3,42

Ὑμᾶς δέ, ὦ ἱερώτατον τοῦ Χριστοῦ ποί‐ μνιον, ὁ χριστώνυμος λαός, τὸ ἔθνος τὸ ἅγιον, τὸ σῶμα τῆς ἐκκλησίας, ἐμπλήσαι Χριστὸς τῆς χαρᾶς τῆς αὐτοῦ ἀναστάσεως καὶ καταξιώσαι ἑπομένους
5τοῖς ἴχνεσι τῶν ἁγίων τῶν ποιμένων τε καὶ διδασκά‐ λων τῆς ἐκκλησίας, προαγομένους τυχεῖν τῆς δό‐ ξης αὐτοῦ ἐν ταῖς λαμπρότησι τῶν ἁγίων, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν τῇ αὐτοῦ χάριτι αἰωνίως αὐτὸν δοξάζοντας σὺν τῷ ἀνάρχῳ πατρί, ᾧ ἡ δόξα
10εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Εἰπόντες περὶ τῆς διαφορᾶς τῶν εἰδώλων καὶ τῶν εἰκόνων καὶ διδάξαντες τὸν ὅρον τῶν εἰκόνων ὥρα δὴ
ἐπενεγκεῖν καὶ τὰς χρήσεις, καθάπερ ὑπεσχόμεθα.

3,43

Τοῦ ἁγίου Διονυσίου, ἐπισκόπου Ἀθη‐ νῶν, ἐκ τῆς πρὸς Ἰωάννην τὸν ἀπόστολον καὶ θεολόγον ἐπιστολῆς· Ἀληθῶς ἐμφανεῖς εἰκόνες εἰσὶ τὰ ὁρατὰ τῶν ἀορά‐
5των.

1,28=2,24

Τοῦ ἁγίου Διονυσίου τοῦ Ἀρεοπαγίτου ἐκ τῆς πρὸς Τίτον ἐπιστολῆς· Χρὴ τοιγαροῦν καὶ ἡμᾶς ἀντὶ τῆς δημώδους περὶ αὐτῶν ὑπολήψεως εἴσω τῶν ἱερῶν συμβόλων ἱεροπρεπῶς δια‐
5λαβεῖν καὶ μηδὲ ἀτιμάζειν αὐτὰ τῶν θείων ὄντα χαρακτήρων ἔκγονα καὶ ἀποτυπώματα καὶ εἰκόνας ἐμφανεῖς τῶν ἀπορ‐ ρήτων καὶ ὑπερφυῶν θεαμάτων.

1,29=2,25

(Σχόλιον) Ἴδε, ὡς ἔφη μὴ ἀτιμάζειν τὰς τῶν τιμίων εἰκόνας.

1,30=2,26

Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ θείων ὀνομάτων· Ταύτης καὶ ἡμεῖς μεμυήμεθα· νῦν μὲν ἀναλόγως ἡμῖν διὰ τῶν ἱερῶν παραπετασμάτων τῆς τῶν λογίων καὶ ἱεραρχικῶν παραδόσεων φιλανθρωπίας αἰσθητοῖς τὰ νοητὰ καὶ τοῖς
5οὖσι τὰ ὑπερούσια περικαλυπτούσης καὶ μορφὰς καὶ τύπους τοῖς ἀμορφώτοις τε καὶ ἀτυπώτοις περιτιθείσης καὶ τὴν ὑπερ‐ φυᾶ καὶ ἀσχημάτιστον ἁπλότητα τῇ ποικιλίᾳ τῶν μεριστῶν
συμβόλων πληθυούσης τε καὶ διαπλαττούσης.

1,31=2,27

(Σχόλιον) Εἰ φιλανθρωπίας ἐστὶ τὸ τοῖς ἀτυπώτοις καὶ ἀμορφώτοις καὶ τοῖς ἁπλοῖς καὶ ἀσχηματί‐ στοις μορφὰς καὶ τύπους περιτιθέναι πρὸς τὴν ἡμετέραν ἀναλογίαν, πῶς τὰ μορφαῖς καὶ σχήμασιν ὁραθέντα μὴ
5ἀναλόγως ἡμῖν εἰκονίσομεν πρὸς μνήμην καὶ τὴν ἐκ τῆς μνήμης πρὸς ζῆλον κίνησιν;

1,32=2,28=3,44

Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ ἐκκλησιαστικῆς ἱεραρχίας· Ἀλλ’ αἱ μὲν ὑπὲρ ἡμᾶς οὐσίαι καὶ τάξεις, ὧν ἤδη μνήμην ἱερὰν ἐποιησά‐ μην, ἀσώματοί τέ εἰσι, καὶ νοητὴ καὶ ὑπερκόσμιός ἐστιν ἡ κατ’ αὐτὰς ἱεραρχία. Τὴν καθ’ ἡμᾶς δὲ ὁρῶμεν ἀναλόγως ἡμῖν αὐτοῖς τῇ τῶν
5αἰσθητῶν συμβόλων ποικιλίᾳ πληθυνομένην, ὑφ’ ὧν ἱεραρχικῶς ἐπὶ τὴν ἑνοειδῆ θέωσιν ἐν συμμετρίᾳ τῇ καθ’ ἡμᾶς ἀναγόμεθα θεόν τε καὶ θείαν ἀρετήν, αἱ μὲν ὡς νόες νοοῦσιν κατὰ τὸ αὐταῖς θεμιτόν, ἡμεῖς δὲ αἰσθηταῖς εἰκόσιν ἐπὶ τὰς θείας, ὡς δυνατόν, ἀναγόμεθα θεωρίας.

1,33=2,29=3,45

(Σχόλιον) Εἰ τοίνυν ἀναλόγως ἡμῖν αὐτοῖς αἰσθηταῖς εἰκόσιν ἐπὶ τὴν θείαν καὶ ἄυλον ἀναγόμεθα θεωρίαν καὶ φιλαν‐ θρώπως ἡ θεία πρόνοια τοῖς ἀσχηματίστοις καὶ ἀτυπώτοις τύπους καὶ σχήματα τῆς ἡμῶν ἕνεκεν χειραγωγίας περιτίθησι, τί ἀπρεπὲς τὸν
5σχήματι καὶ μορφῇ ὑποκύψαντα καὶ φύσει ὁραθέντα ὡς ἄνθρωπον φιλανθρώπως δι’ ἡμᾶς εἰκονίζειν ἀναλόγως ἡμῖν αὐτοῖς; Λόγος ἄνωθεν εἰς ἡμᾶς παραδεδομένος κάτεισιν, Αὔγαρον, τὸν Ἐδέσσης ἄνακτα, φήμῃ τῇ τοῦ
κυρίου πρὸς θεῖον ἐκπυρσευθέντα ἔρωτα ἀπεσταλ‐
10κέναι πρέσβεις τὴν αὐτοῦ ἐπίσκεψιν ἐξαιτοῦντας. Εἰ δὲ ἀρνηθείη τοῦτο δράσειν, τὸ τούτου κελεύει ὁμοίωμα ζωγράφῳ ἐκμάξασθαι· ὃ γνόντα τὸν πάντα εἰδότα καὶ πάντα δυνάμενον τὸ ῥάκος εἰληφέναι καὶ τῷ προσώπῳ προσενεγκάμενον ἐν τούτῳ τὸν
15οἰκεῖον ἐναπομάξασθαι χαρακτῆρα, ὃ καὶ μέχρι τοῦ νῦν σῴζεται.

1,34=2,30=3,46

Τοῦ ἁγίου Βασιλείου ἐκ τοῦ εἰς τὸν μακάριον Βαρλαὰμ τὸν μάρτυρα λόγου, οὗ ἡ ἀρχή· Πρότερον μὲν τῶν ἁγίων οἱ θάνατοι· Ἀνάστητέ μοι νῦν, ὦ λαμπροὶ τῶν ἀθλητικῶν κατορθωμάτων ζωγράφοι,
5τὴν τοῦ στρατηγοῦ κολοβωθεῖσαν εἰκόνα ταῖς ὑμετέραις μεγαλύνατε τέχναις· Ἀμαυρότερον παρ’ ἐμοῦ τὸν στεφανίτην γραφέντα τοῖς τῆς ὑμετέρας σοφίας περιλάμψατε χρώμασιν. Ἀπέλθω τῇ τῶν ἀριστευμάτων τοῦ μάρτυρος παρ’ ὑμῶν νενικημένος γραφῇ· χαίρω τὴν τοιαύτην τῆς ὑμετέρας ἰσχύος σήμερον ἡττώμενος νίκην· ἴδω τῆς χειρὸς πρὸς τὸ πῦρ
10ἀκριβέστερον παρ’ ὑμῶν γραφομένην τὴν πάλην· ἴδω φαιδρότερον ἐπὶ τῆς ὑμετέρας τὸν παλαιστὴν γεγραμμένον εἰκόνος. Κλαυσάτωσαν δαί‐ μονες καὶ νῦν ταῖς τοῦ μάρτυρος ἐν ὑμῖν ἀριστείαις πληττόμενοι. Φλεγο‐ μένη πάλιν αὐτοῖς ἡ χεὶρ καὶ νικῶσα δεικνύσθω. Ἐγγραφέσθω τῷ πί‐ νακι καὶ ὁ τῶν παλαισμάτων ἀγωνοθέτης Χριστός, ᾧ ἡ δόξα εἰς τοὺς
15αἰῶνας.

3,47

Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τοὺς ἁγίους τεσ‐ σαράκοντα λόγου· Ἐπεὶ καὶ πολέμων ἀνδραγαθήματα καὶ λογο‐ γράφοι πολλάκις καὶ ζωγράφοι διασημαίνουσιν, οἱ
5μὲν τῷ λόγῳ κοσμοῦντες, οἱ δὲ τοῖς πίναξιν ἐγχα‐ ράττοντες, καὶ πολλοὺς ἐπήγειραν πρὸς ἀνδρείαν ἑκάτεροι· ἃ γὰρ ὁ λόγος διὰ τῆς ἀκοῆς παρίστησι, ταῦτα γραφικὴ σιωπῶσα διὰ μιμήσεως δείκνυσιν
〈...〉

1,35=2,31=3,48

Τοῦ αὐτοῦ ἐκ τῶν πρὸς Ἀμφιλόχιον τριάκοντα κεφαλαίων περὶ τοῦ ἁγίου πνεύματος ἀπὸ κεφαλαίου ιζʹ· Ὅτι βασιλεὺς λέγεται καὶ ἡ τοῦ βασιλέως εἰκών, καὶ οὐ δύο βασιλεῖς· οὔτε γὰρ τὸ κράτος σχίζεται οὔτε ἡ δόξα διαμερίζεται. Ὡς γὰρ ἡ
5κρατοῦσα ἡμῶν ἀρχὴ καὶ ἐξουσία μία, οὕτως καὶ ἡ παρ’ ἡμῶν δοξο‐ λογία μία καὶ οὐ πολλαί, διότι ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει. Ὃ οὖν ἐστιν ἐνταῦθα μιμητικῶς ἡ εἰκών, τοῦτο ἐκεῖ φυσικῶς ὁ υἱός. Καὶ ὥσπερ ἐπὶ τῶν τεχνητῶν κατὰ τὴν μορφὴν ἡ ὁμοίωσις, οὕτω καὶ ἐπὶ τῆς θείας καὶ ἀσυνθέτου φύσεως ἐν τῇ
10κοινωνίᾳ τῆς θεότητός ἐστιν ἡ ἕνωσις.

3,49

(Σχόλιον) Ὥσπερ οὖν «ὁ μὴ τιμῶν τὸν υἱόν», καθώς φησιν ὁ κύριος, «οὐ τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν», οὕτως καὶ ὁ μὴ τιμῶν τὴν εἰκόνα οὐδὲ τὸν εἰκονιζόμενον τιμᾷ. Ἀλλ’ ἴσως ἐρεῖ
5τις· Τιμᾶν τὴν εἰκόνα τοῦ Χριστοῦ ἀνάγκη, οὐχὶ δὲ καὶ τῶν ἁγίων. Ὢ τῆς ἀφροσύνης. Ἄκουσον τοῦ κυρίου λέγοντος τοῖς μαθηταῖς· «Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται.» Ὥστε ὁ μὴ τιμῶν τοὺς ἁγίους οὐδὲ αὐτὸν τιμᾷ τὸν κύριον.

1,36=2,32

(Σχόλιον) Εἰ ἡ εἰκὼν τοῦ βασιλέως βασιλεύς, καὶ ἡ εἰκὼν τοῦ Χριστοῦ Χριστὸς καὶ ἡ εἰκὼν τοῦ ἁγίου ἅ‐ γιος, καὶ οὔτε τὸ κράτος σχίζεται οὔτε ἡ δόξα διαμερίζεται, ἀλλ’ ἡ δόξα τῆς εἰκόνος τοῦ εἰκονιζομένου γίνεται. Δεδοίκασι
5τοὺς ἁγίους οἱ δαίμονες καὶ τὴν σκιὰν αὐτῶν δραπετεύουσι· σκιὰ δὲ καὶ ἡ εἰκών, καὶ ταύτην ποιῶ ὡς δαιμόνων ἐλάτειραν.
Εἰ δὲ χρῆναι λέγοις νοερῶς μόνον θεῷ συνάπτεσθαι, ἄνελε πάντα τὰ σωματικά, τὰ φῶτα, τὸ εὐῶδες θυμίαμα, αὐτὴν τὴν διὰ φωνῆς προσευχήν, αὐτὰ τὰ ἐξ ὕλης τελούμενα θεῖα
10μυστήρια, τὸν ἄρτον, τὸν οἶνον, τὸ τῆς χρίσεως ἔλαιον, τοῦ σταυροῦ τὸ ἐκτύπωμα. Ταῦτα γὰρ πάντα ὕλη· ὁ σταυρός, ὁ σπόγγος καὶ κάλαμος, ἡ τὴν ζωηφόρον πλευρὰν νύξασα λόγχη. Ἢ τούτων ἁπάντων ἄνελε τὸ σέβας, ὅπερ ἀδύνατον, ἢ μὴ ἀπαναίνου μηδὲ τὴν τῶν εἰκόνων τιμήν. Χάρις δίδοται
15θεία ταῖς ὕλαις διὰ τῆς τῶν εἰκονιζομένων προσηγορίας. Ὥσπερ λιτὸν ἡ κογχύλη καθ’ ἑαυτὴν καὶ ἡ μέταξα καὶ τὸ ἐξ ἀμφοῖν ἐξυφασμένον ἱμάτιον καὶ καθ’ ἑαυτὸ οὐδεμίαν ἔχει τιμήν, ἂν δὲ βασιλεὺς τοῦτο περίθηται, ἐκ τῆς προσούσης τῷ ἠμφιεσμένῳ τιμῆς τῷ ἀμφιάσματι μεταδίδοται· οὕτως αἱ ὕλαι
20αὐταὶ μὲν καθ’ ἑαυτὰς ἀπροσκύνητοι, ἂν δὲ χάριτος εἴη πλή‐ ρης ὁ εἰκονιζόμενος, μέτοχοι χάριτος γίνονται κατ’ ἀναλογίαν τῆς πίστεως. Εἶδον οἱ ἀπόστολοι τὸν κύριον σωματικοῖς ὀφθαλμοῖς καὶ τοὺς ἀποστόλους ἕτεροι καὶ τοὺς μάρτυρας ἕτεροι. Ποθῶ κἀγὼ τούτους ὁρᾶν ψυχῇ τε καὶ σώματι καὶ
25ἔχειν ἀλεξίκακον φάρμακον, ἐπεὶ διπλοῦς ἔκτισμαι, καὶ ὁρῶν προσκυνῶ τὸ ὁρώμενον οὐχ ὡς θεόν, ἀλλ’ ὡς τιμίων εἰκόνι‐ σμα τίμιον. Σὺ τυχὸν ὑψηλός τε καὶ ἄυλος καὶ ὑπὲρ τὸ σῶμα γενόμενος καὶ οἷον ἄσαρκος καταπτύεις πᾶν τὸ ὁρώμενον, ἀλλ’ ἐγώ, ἐπεὶ ἄνθρωπός εἰμι καὶ σῶμα περίκειμαι, ποθῶ καὶ
30σωματικῶς ὁμιλεῖν καὶ ὁρᾶν τὰ ἅγια. Συγκατάβηθι τῷ ταπει‐ νῷ μου φρονήματι, ὁ ὑψηλός, ἵνα σου τηρήσῃς τὸ ὑψηλόν. Ἀποδέχεται Χριστὸς τὸν πρὸς αὐτόν μου πόθον καὶ τοὺς οἰ‐
κείους αὐτοῦ· χαίρει γὰρ δεσπότης ἐγκωμιαζομένου δούλου εὐγνώμονος, ὁ μέγας ἔφη Βασίλειος ἐγκωμιάζων τοὺς τεσ‐
35σαράκοντα μάρτυρας. Ἄθρει δὲ οἷα καὶ εἰς Γόρδιον τὸν ἀοί‐ διμον τῷ λόγῳ γεραίρων φησίν.

1,37=2,33

Τοῦ ἁγίου Βασιλείου ἐκ τοῦ εἰς Γόρδιον τὸν μάρτυρα λόγου· Εὐφραίνονται λαοὶ εὐφροσύνην πνευματικὴν ἐπὶ μόνῃ τῇ ὑπομνήσει τῶν τοῖς δικαίοις κατωρθωμένων εἰς ζῆλον καὶ
5μίμησιν τῶν ἀγαθῶν, ἀφ’ ὧν ἀκούουσιν, ἐναγόμενοι· ἡ γὰρ τῶν εὐπολιτεύτων ἀνδρῶν ἱστορία οἷόν τι φῶς τοῖς σῳζομέ‐ νοις πρὸς τὴν τοῦ βίου ὁδὸν ἐμποιεῖ. Καὶ μετ’ ὀλίγα· Ὥστε, ὅταν διηγώμεθα τοὺς βίους τῶν διαπρεψάντων ἐν εὐ‐
10σεβείᾳ, δοξάζομεν πρῶτον τὸν δεσπότην διὰ τῶν δούλων, ἐγκωμιάζομεν δὲ τοὺς δικαίους διὰ τῆς μαρτυρίας, ὧν ἴσμεν, εὐφραίνομεν δὲ τοὺς λαοὺς διὰ τῆς ἀκοῆς τῶν καλῶν.

1,38=2,34

(Σχόλιον) Ὅρα, ὡς θεοῦ μὲν δόξαν, τῶν δὲ ἁγίων ἐγκώμιον, τῶν δὲ λαῶν εὐφροσύνην καὶ σωτηρίαν ἡ μνήμη τῶν ἁγίων συνίστησι. Τί οὖν ταύτην ἀφαιρεῖς; Ὅτι δὲ διὰ λόγου καὶ εἰκόνων ἡ μνήμη γίνεται, φησὶν ὁ αὐτὸς θεῖος
5Βασίλειος.

1,39=2,35

Ἐκ τοῦ αὐτοῦ λόγου τοῦ εἰς Γόρδιον τὸν μάρτυρα· Ὥσπερ γὰρ τῷ πυρὶ αὐτομάτως ἕπεται τὸ φωτίζειν καὶ τῷ μύρῳ τὸ εὐωδεῖν, οὕτω καὶ ταῖς ἀγαθαῖς πράξεσιν ἀναγκαίως
5ἀκολουθεῖ τὸ ὠφέλιμον. Καίτοι οὐδὲ τοῦτο μικρόν, ἀκριβῶς τυχεῖν τῆς ἀληθείας τῶν τότε· ἀμυδρὰ γάρ τις μνήμη εἰς ἡμᾶς
διεδόθη τὰς ἐπὶ τῶν ἀγώνων ἀνδραγαθίας τοῦ ἀνδρὸς διασῴ‐ ζουσα. Καί πως δοκεῖ τὸ καθ’ ἡμᾶς τῷ τῶν ζωγράφων προσ‐ εοικέναι· καὶ γὰρ ἐκεῖνοι, ἐπειδὰν ἐξ εἰκόνων μεταγράφωσι
10τὰς εἰκόνας, πλεῖστον ὡς εἰκὸς τῶν ἀρχετύπων ἀπολιμπάνον‐ ται, καὶ ἡμᾶς αὐτῆς τῆς θέας τῶν πραγμάτων ἀπολειφθέντας κίνδυνος οὐ μικρὸς τὴν ἀλήθειαν ἐλαττῶσαι.

1,40=2,36

Καὶ ἐπὶ τέλει τοῦ αὐτοῦ λόγου· Ὡς γὰρ τὸν ἥλιον ἀεὶ καθορῶντες ἀεὶ θαυμάζομεν, οὕτω καὶ τοῦ ἀνδρὸς ἐκείνου ἀεὶ νεαρὰν τὴν μνήμην ἔχομεν.

1,41=2,37

(Σχόλιον) Δῆλον, ὡς ἀεὶ καθορῶντες διά τε λόγου καὶ εἰκονίσματος.

1,42=2,38

Καὶ ἐν τῷ λόγῳ δὲ τῷ εἰς τοὺς ὑπερτίμους τεσσαράκοντα μάρτυρας ταῦτά φησιν· Μαρτύρων δὲ μνήμης τίς ἂν γένοιτο κόρος τῷ φιλομάρτυρι; Διότι ἡ πρὸς τοὺς ἀγαθοὺς τῶν ὁμοδούλων τιμὴ ἀπόδειξιν
5ἔχει τῆς πρὸς τὸν κοινὸν δεσπότην εὐνοίας. Καὶ πάλιν· Μακάρισον γνησίως τὸν μαρτυρήσαντα, ἵνα γένῃ μάρτυς τῇ προαιρέσει καὶ ἐκβῇς χωρὶς διωγμοῦ, χωρὶς πυρός, χωρὶς μαστίγων τῶν αὐτῶν ἐκείνοις ἐπαίνων ἠξιωμένος.

1,43=2,39

(Σχόλιον) Πῶς οὖν με ἀπείργεις τῆς τῶν ἁγίων τιμῆς καὶ φθονεῖς μοι τῆς σωτηρίας; Ὅτι δὲ συνεζευγμένην οἶδε τῷ λόγῳ τὴν διὰ τῶν χρωμάτων μορφήν, ἄκουε αὐτοῦ
μετ’ ὀλίγα φάσκοντος·

1,44=2,40

Βασιλείου· Δεῦρο δὴ οὖν εἰς μέσον αὐτοὺς ἀγαγόντες διὰ τῆς ὑπομνήσεως κοινὴν τὴν ἀπ’ αὐτῶν ὠφέλειαν τοῖς παροῦσι καταστησώ‐ μεθα, προδείξαντες πᾶσιν ὥσπερ ἐν γραφῇ τὰς τῶν ἀνδρῶν
5ἀριστείας.

1,45=2,41

(Σχόλιον) Ὁρᾷς, ὡς ἓν εἰκόνος καὶ λόγου τὸ ἔργον; «Ὡς ἐν γραφῇ» γάρ, ἔφη, «προδείξωμεν τῷ λόγῳ.»

1,46=2,42

Καὶ πάλιν ἐχόμενα τοῦ λόγου· Ἐπεὶ καὶ πολέμων ἀνδραγαθήματα καὶ λογογράφοι πολ‐ λάκις καὶ ζωγράφοι διασημαίνουσιν, οἱ μὲν τῷ λόγῳ κοσμοῦν‐ τες, οἱ δὲ τοῖς πίναξιν ἐγχαράττοντες, καὶ πολλοὺς ἐπήγει‐
5ραν εἰς ἀνδρείαν ἑκάτεροι. Ἃ γὰρ ὁ λόγος τῆς ἱστορίας διὰ τῆς ἀκοῆς παρίστησι, ταῦτα γραφικὴ σιωπῶσα διὰ μιμήσεως δείκνυσι.

1,47=2,43

(Σχόλιον) Τί τούτων τηλαυγέστερον πρὸς ἀπόδειξιν, ὅτι βίβλοι τοῖς ἀγραμμάτοις εἰσὶν αἱ εἰκόνες καὶ τῆς τῶν ἁγίων τιμῆς ἀσίγητοι κήρυκες ἐν ἀήχῳ φωνῇ τοὺς ὁρῶντας διδάσκουσαι καὶ τὴν ὅρασιν ἁγιάζουσαι; Οὐκ εὐ‐
5πορῶ βίβλων, οὐ σχολὴν ἄγω πρὸς τὴν ἀνάγνωσιν, εἴσειμι εἰς τὸ κοινὸν τῶν ψυχῶν ἰατρεῖον, τὴν ἐκκλησίαν ὥσπερ ἀκάνθαις τοῖς λογισμοῖς συμπνιγόμενος· ἕλκει με πρὸς θέαν τῆς γραφῆς τὸ ἄνθος καὶ ὡς λειμὼν τέρπει τὴν ὅρασιν καὶ λεληθότως ἐναφίησι τῇ ψυχῇ δόξαν θεοῦ. Τεθέαμαι τὴν καρ‐
10τερίαν τοῦ μάρτυρος, τῶν στεφάνων τὴν ἀνταπόδοσιν καὶ ὡς πυρὶ πρὸς ζῆλον ἐξάπτομαι τῇ προθυμίᾳ καὶ πίπτων προσκυνῶ τῷ θεῷ διὰ τοῦ μάρτυρος καὶ λαμβάνω τὴν σω‐ τηρίαν. Οὐκ ἀκήκοας τοῦ αὐτοῦ θεοφόρου πατρὸς λέγοντος ἐν τῷ εἰς τὴν ἀρχὴν τῶν ψαλμῶν λόγῳ, ὅτι «γινῶσκον τὸ
15πνεῦμα τὸ ἅγιον, ὅτι δυσάγωγον πρὸς ἀρετὴν καὶ ῥᾴθυμον τὸ γένος τῶν ἀνθρώπων, τὸ μέλος ταῖς ψαλμῳδίαις ἐγκατέμι‐ ξε»; Τί φής; Οὐ γράψω καὶ λόγῳ καὶ χρώμασι τὸ τῶν μαρ‐ τύρων μαρτύριον καὶ ὀφθαλμοῖς καὶ χείλεσι περιπτύξομαι «τὸ θαυμαστὸν καὶ ἀγγέλοις καὶ πάσῃ τῇ κτίσει, ὀδυνηρὸν
20δὲ τῷ διαβόλῳ καὶ φοβερὸν δαίμοσιν», ὡς αὐτὸς ὁ φωστὴρ τῆς ἐκκλησίας ἔφησεν; Οἷα δέ φησι πρὸς τῷ τέλει τοῦ λόγου, ἐγκωμιάζων τοὺς τεσσαράκοντα μάρτυρας· Ὦ χορὸς ἅγιος, ὦ σύστημα ἱερόν, ὦ συνασπισμὸς ἀρραγής, ὦ κοινοὶ φύλακες τοῦ γένους τῶν ἀνθρώπων, ἀγαθοὶ κοινωνοὶ
25φροντίδων, δεήσεων συνεργοί, πρεσβευταὶ δυνατώτατοι, ἀστέρες τῆς οἰκουμένης, ἄνθη τῶν ἐκκλησιῶν (ἐγὼ δέ φημι, νοητά τε καὶ αἰσθητά). Ὑμᾶς οὐχ ἡ γῆ κατέκρυψεν, ἀλλ’ οὐρανὸς ὑπεδέξατο. Ἠνοίγησαν ὑμῖν παραδείσου πύλαι, ἄξιον θέαμα τῇ στρατιᾷ τῶν ἀγγέλων, ἄξιον πατριάρχαις,
30προφήταις, δικαίοις.

1,48=2,44

(Σχόλιον) Πῶς οὐ μὴ ποθήσω ἰδεῖν, ὃ ἰδεῖν ποθοῦσιν ἄγγελοι; Συνῳδὰ δὲ τούτοις καὶ ὁ τούτου ἀδελφὸς καὶ ὁμογνώμων Γρηγόριος, ὁ τῆς Νυσαέων ἐπίσκοπος, φησίν.

1,49=2,45

Τοῦ ἁγίου Γρηγορίου, ἐπισκόπου Νύσης, ἐκ τοῦ ἀναπληρωματικοῦ, τουτέστι τοῦ περὶ κατασκευῆς ἀν‐ θρώπου, κεφαλαίου τετάρτου· Ὥσπερ κατὰ τὴν ἀνθρωπίνην συνήθειαν οἱ τὰς εἰκόνας τῶν
5κρατούντων κατασκευάζοντες τόν τε χαρακτῆρα τῆς μορφῆς ἀναμάσσονται καὶ τῇ περιβολῇ τῆς πορφυρίδος τὴν βασιλι‐ κὴν ἀξίαν συμπαραγράφουσι καὶ λέγεται κατὰ τὴν συνήθειαν καὶ εἰκὼν καὶ βασιλεύς, οὕτω καὶ ἡ ἀνθρωπίνη φύσις, ἐπειδὴ πρὸς ἀρχὴν τῶν ἄλλων κατεσκευάζετο, οἷόν τις ἔμψυχος
10εἰκὼν ἀνεστάθη κοινωνοῦσα τῷ ἀρχετύπῳ καὶ τῆς ἀξίας καὶ
τοῦ ὀνόματος.

1,50=2,46

Τοῦ αὐτοῦ ἐκ τοῦ πέμπτου κεφαλαίου τῆς αὐτῆς πραγματείας· Τὸ δὲ θεῖον κάλλος οὐ σχήματί τινι καὶ μορφῆς εὐμοιρίᾳ διά τινος εὐχροίας ἐναγλαΐζεται, ἀλλ’ ἐν ἀφράστῳ μακαριότητι
5κατ’ ἀρετὴν θεωρεῖται. Ὥσπερ τοίνυν τὰς ἀνθρωπίνας μορ‐ φὰς διὰ χρωμάτων τινῶν ἐπὶ τοὺς πίνακας οἱ γραφεῖς μετα‐ φέρουσι τὰς οἰκείας τε καὶ καταλλήλους βαφὰς ἐπαλείφοντες τῷ μιμήματι, ὡς ἂν δι’ ἀκριβείας τὸ ἀρχέτυπον κάλλος μετενεχθείη πρὸς τὸ ὁμοίωμα 〈...〉

1,51=2,47

(Σχόλιον) Ὅρα, ὡς «τὸ μὲν θεῖον κάλλος οὐ σχήματί τινι διά τινος εὐχροίας ἐναγλαΐζεται» καὶ διὰ τοῦτο οὐκ εἰκονίζεται, ἡ δὲ ἀνθρωπίνη μορφὴ διὰ χρωμάτων ἐπὶ τοὺς πίνακας μεταφέρεται. Εἰ τοίνυν ὁ υἱὸς τοῦ θεοῦ ἐν ἀν‐
5θρώπου μορφῇ γέγονε μορφὴν δούλου λαβὼν καὶ ἐν ὁμοιώ‐ ματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, πῶς οὐκ εἰκονισθήσεται; Καὶ εἰ κατὰ συνήθειαν «λέγεται ἡ τοῦ βασιλέως εἰκὼν βασιλεὺς» καὶ «ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει», ὥς φησιν ὁ θεῖος Βασίλειος, πῶς
10ἡ εἰκὼν οὐ τιμηθήσεται καὶ προσκυνηθήσεται οὐχ ὡς θεός, ἀλλ’ ὡς θεοῦ σεσαρκωμένου εἰκών;

1,52=2,48=3,50

Τοῦ ἁγίου Γρηγορίου τοῦ Νύσης ἀπὸ λόγου ῥηθέντος ἐν Κωνσταντινουπόλει περὶ θεότητος υἱοῦ καὶ πνεύματος καὶ εἰς τὸν Ἀβραάμ, λόγου μδʹ, οὗ ἡ ἀρχή· Οἷόν τι πάσχουσι πρὸς τοὺς εὐανθεῖς τῶν λειμώνων οἱ τούτων φιλοθεάμονες, καὶ μετὰ βραχέα·
5Ἐντεῦθεν δεσμοῖς πρότερον διαλαμβάνει ὁ πατὴρ τὸν παῖδα. Εἶδον πολλάκις ἐπὶ γραφῆς εἰκόνα τοῦ πάθους καὶ οὐκ ἀδακρυτὶ τὴν θέαν παρῆλθον ἐναργῶς τῆς τέχνης ὑπ’ ὄψιν ἀγούσης τὴν ἱστορίαν. Πρό‐ κειται ὁ Ἰσαὰκ παρ’ αὐτῷ τῷ θυσιαστηρίῳ ὀκλάσας ἐπὶ τὸ γόνυ καὶ περιηγμένας ἔχων εἰς τοὐπίσω τὰς χεῖρας, ὁ δὲ ἐπιβεβηκὼς κατόπιν τῷ
10ποδὶ τῆς ἀγκύλης καὶ τῇ ἀριστερᾷ χειρὶ τὴν κόμην τοῦ παιδὸς πρὸς ἑαυτὸν ἀνακλάσας ἐπικύπτει τῷ προσώπῳ ἐλεεινῶς πρὸς αὐτὸν ἀναβλέ‐ ποντι καὶ τὴν δεξιὰν καθωπλισμένος τῷ ξίφει πρὸς τὴν σφαγὴν κατ‐ ευθύνει. Καὶ ἅπτεται ἤδη τοῦ σώματος ἡ τοῦ ξίφους ἀκμή, καὶ τότε αὐτῷ γίνεται θεόθεν φωνὴ τὸ ἔργον κωλύουσα.

1,53=2,49=3,51

Τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους ἐπιστολῆς· Καί πως εἰκὼν τοῦ δευτέρου τὸ πρῶτον, ὁ Μελχισεδὲκ τοῦ Χριστοῦ, ὥσπερ ἄν τις εἴποι σκιὰν τῆς γραφῆς τῆς ἐν χρώμασι τὸ πρὸ ταύτης
5σκίασμα τοῦ γραφέως· διὰ τοῦτο γὰρ ὁ νόμος καλεῖται σκιά, ἡ δὲ χάρις ἀλήθεια, πράγματα δὲ τὰ μέλλοντα. Ὥστε ὁ μὲν νόμος καὶ ὁ Μελχισεδὲκ προσκίασμα τῆς ἐν χρώμασι γραφῆς, ἡ δὲ χάρις καὶ ἡ ἀλήθεια ἡ ἐν χρώμασι γραφή, τὰ δὲ πράγματα τοῦ μέλλοντος αἰῶνος, ὡς εἶναι τὴν
παλαιὰν τύπου τύπον καὶ τὴν νέαν τῶν πραγμάτων τύπον.

1,54=2,50

Λεοντίου Νεαπόλεως τῆς Κύπρου ἐκ τοῦ κατὰ Ἰουδαίων λόγου περὶ τοῦ προσκυνεῖν τῷ σταυρῷ τοῦ Χριστοῦ καὶ ταῖς εἰκόσι τῶν ἁγίων καὶ ἀλλήλοις καὶ περὶ τῶν λειψάνων τῶν ἁγίων·
5Ἐάν μοι ἐγκαλῇς πάλιν, ὦ Ἰουδαῖε, λέγων, ὅτι ὡς θεὸν προσκυνῶ τὸ ξύλον τοῦ σταυροῦ, διὰ τί οὐκ ἐγκαλεῖς τῷ Ἰακὼβ προσκυνήσαντι ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου; Ἀλλὰ πρόδηλον, ὅτι οὐ τὸ ξύλον τιμῶν προσεκύνησεν, ἀλλὰ διὰ τοῦ ξύλου τῷ Ἰωσὴφ προσεκύνησεν, ὥσπερ καὶ ἡμεῖς διὰ
10τοῦ σταυροῦ τὸν Χριστόν, ἀλλ’ οὐ τὸ ξύλον δοξάζομεν.

1,55=2,51

(Σχόλιον) Εἰ οὖν τὸν τοῦ σταυροῦ τύπον προσκυνοῦμεν εἰκόνα τοῦ σταυροῦ ποιοῦντες ἐξ οἱασοῦν ὕλης, πῶς τοῦ σταυρωθέντος εἰκόνι μὴ προσκυνήσομεν;

1,56=2,52

Καὶ πάλιν τοῦ αὐτοῦ Λεοντίου· Ἐπεὶ καὶ Ἀβραὰμ τοῖς πωλήσασιν αὐτῷ τὸν τάφον ἀσεβέσιν ἀνθρώποις προσεκύνησε καὶ γόνυ ἔκαμψεν ἐπὶ τὴν γῆν, ἀλλ’ οὐχ ὡς θεοῖς αὐτοῖς προσεκύνησεν· καὶ πάλιν ὁ Ἰακὼβ
5τὸν Φαραὼ ηὐλόγησεν ἀσεβῆ καὶ εἰδωλολάτρην ὄντα, ἀλλ’ οὐχ ὡς θεὸν αὐτὸν ηὐλόγησε· καὶ πάλιν, τὸν Ἠσαῦ πεσὼν προσεκύνησεν, ἀλλ’ οὐχ ὡς θεὸν προσεκύνησεν. Καὶ πάλιν· Πῶς ἐντέλλεται ὑμῖν ὁ θεὸς προσκυνεῖν καὶ τῇ γῇ καὶ τοῖς
10ὄρεσι; Λέγει γάρ· «Ὑψοῦτε κύριον τὸν θεὸν ἡμῶν καὶ προσ‐
κυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ. Καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστι», τουτέστι τῇ γῇ. «Ὁ οὐρανὸς γάρ μοι θρόνος», φησίν, «ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου», λέγει κύριος. Πῶς δὲ Μωσῆς προσεκύνησεν
15Ἰοθὸρ εἰδωλολάτρῃ ὄντι, καὶ Δανιὴλ Ναβουχοδονόσορ; Πῶς ἐμοὶ ἐγκαλεῖς, ὅτι τιμῶ καὶ προσκυνῶ τοὺς τὸν θεὸν τιμήσαντας καὶ προσκυνήσαντας; Οὐ συμφέρει, εἰπέ μοι, προσκυνεῖν τοῖς ἁγίοις καὶ μὴ ὡς σὺ λιθοβολεῖν; Οὐ συμφέρει προσκυνεῖν καὶ μὴ τούτους καταπρίζειν καὶ ἐν λάκκῳ βορ‐
20βόρου τοὺς εὐεργέτας καταφέρειν; Εἰ τὸν θεὸν ἠγάπας, πάν‐ τως ἂν καὶ τοὺς αὐτοῦ δούλους τιμᾶν ἔμελλες. Καὶ εἰ ἀκάθαρτά εἰσι τῶν δικαίων τὰ ὀστᾶ, πῶς μετὰ τιμῆς πάσης μετεκομί‐ σθησαν τὰ ὀστᾶ τοῦ Ἰακὼβ καὶ Ἰωσὴφ ἐξ Αἰγύπτου; Πῶς νεκρὸς ἄνθρωπος ἁψάμενος τῶν ὀστέων Ἐλισσαίου εὐθέως
25ἀνέστη; Εἰ δὲ δι’ ὀστέων θαυματουργεῖ ὁ θεός, εὔδηλον, ὅτι δύναται καὶ δι’ εἰκόνων καὶ λίθων καὶ ἑτέρων πολλῶν, καθὼς καὶ ἐπὶ Ἐλισσαιὲ ἐγένετο, ὃς ἔδωκε τὴν ἰδίαν ῥάβδον τῷ ἑαυτοῦ παιδὶ καὶ εἶπε δι’ αὐτῆς πορευθέντα ἀναστῆσαι τὸν παῖδα τῆς Σωμανίτιδος. Καὶ Μωσῆς ῥάβδῳ τὸν Φαραὼ
30ἐκόλασε καὶ θάλασσαν ἔσχισε καὶ ὕδωρ ἐγλύκανε καὶ πέτραν ἔρρηξε καὶ ὕδωρ ἐξήγαγε. Καὶ Σολομών φησιν· «Ηὐλόγηται ξύλον, δι’ οὗ γίνεται σωτηρία.» Καὶ Ἐλισσαιὲ ξύλον ἐν Ἰορδάνῃ ἀπορρίψας σίδηρον ἀνήγαγε· καὶ «ξύλον ζωῆς» καὶ «φυτὸν Σαβὲκ» ἤγουν συγχωρήσεως. Καὶ Μωσῆς ξύλῳ
35ὄφιν ὕψωσε καὶ λαὸν ἐζωοποίησε· ξύλῳ βλαστήσαντι ἐν τῇ σκηνῇ τὴν ἱερατείαν ἐκύρωσεν. Ἀλλ’ ἴσως ἐρεῖς μοι, ὁ Ἰου‐
δαῖος, ὅτι τὰ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἅπαντα ὁ θεὸς γενέσθαι προσέταξε τῷ Μωσῇ· κἀγώ σοι λέγω, ὅτι πολλὰ καὶ ποικίλα πράγματα ὁ Σολομὼν ἐν τῷ ναῷ γλυπτὰ καὶ
40χωνευτὰ πεποίηκεν, ἅπερ οὐδὲ ὁ θεὸς αὐτῷ ποιῆσαι προσέ‐ ταξεν οὐδὲ ἡ σκηνὴ τοῦ μαρτυρίου ταῦτα ἐκέκτητο οὔτε ὁ ναός, ὃν ὁ θεὸς τῷ Ἰεζεκιὴλ ὑπέδειξε, καὶ οὐ κατεγνώσθη ἐν τούτῳ ὁ Σολομών· εἰς δόξαν γὰρ θεοῦ τὰς τοιαύτας μορφὰς κατεσκεύασεν, ὥσπερ δὴ καὶ ἡμεῖς. Εἶχες καὶ σὺ πολλὰς καὶ
45διαφόρους πρὸς ἀνάμνησιν θεοῦ εἰκόνας καὶ σήμαντρα, πρὶν ἢ τούτων διὰ τὴν σὴν ἀγνωμοσύνην ἐστερήθης, τουτέστι τὴν Μωσαϊκὴν ῥάβδον, τὰς θεοτύπους πλάκας, τὴν πυρέν‐ δροσον βάτον, τὴν ξηρένυδρον πέτραν, τὴν μαννοφόρον κιβωτόν, τὸ πυρένθεον θυσιαστήριον, τὸ θεώνυμον πέταλον,

1,56=2,52

(50)

τὸ θεόδηλον Ἐφούδ, τὴν θεόσκιον σκηνήν· εἰ δὲ καὶ σὺ ἅπαντα ταῦτα νυκτὸς καὶ ἡμέρας κατεσκιάζου λέγων· Δόξα σοι, ὁ μόνος παντοκράτωρ θεός, ὁ διὰ πάντων τούτων ἐν Ἰσραὴλ θαυμάσια ποιήσας, εἰ δὲ διὰ πάντων τούτων τῶν νομικῶν, ὧν εἶχές ποτε, προσπίπτων τῷ θεῷ προσεκύνεις,
55ὁρᾷς, ὅτι διὰ τῶν εἰκόνων προσάγεται τῷ θεῷ ἡ προσ‐ κύνησις. Καὶ μετ’ ὀλίγα· Ὁ γὰρ ἀγαπῶν εἰλικρινῶς φίλον ἢ βασιλέα καὶ μάλιστα τὸν εὐεργέτην, κἂν υἱὸν αὐτοῦ θεάσηται, κἂν ῥάβδον, κἂν θρόνον,
60κἂν στέφανον, κἂν οἶκον, κἂν δοῦλον, κρατεῖ καὶ ἀσπάζεται καὶ τιμᾷ διὰ τούτων τὸν εὐεργέτην, βασιλέα καὶ μάλιστα τὸν θεόν. —Εἴθε γάρ, πάλιν λέγω, ἐποίησας καὶ σὺ εἰκόνας Μωσαϊκὰς καὶ προφητικὰς καὶ καθ’ ἡμέραν ἐν αὐταῖς προσ‐ εκύνεις τῷ δεσπότῃ αὐτῶν θεῷ. Ὅταν τοίνυν ἴδῃς χριστια‐
65νῶν παῖδας προσκυνοῦντας τῷ σταυρῷ, γνῶθι, ὅτι τῷ σταυρωθέντι Χριστῷ τὴν προσκύνησιν προσάγουσι καὶ οὐ τῷ ξύλῳ. Ἐπεὶ εἰ τὴν φύσιν τοῦ ξύλου ἔσεβον, πάντως ἂν καὶ τὰ δένδρα καὶ τὰ ἄλση προσκυνεῖν εἶχον, ὥσπερ σὺ ὁ Ἰσραὴλ προσεκύνησας τούτοις ποτέ, λέγων τῷ δένδρῳ καὶ
70τῷ λίθῳ, ὅτι «σύ μου εἶ θεός, καὶ σύ με ἐγέννησας». Ἡμεῖς δὲ οὐχ οὕτως λέγομεν τῷ σταυρῷ οὐδὲ ταῖς μορφαῖς τῶν ἁγίων· οὐ γὰρ θεοὶ ἡμῶν εἰσιν, ἀλλὰ βίβλοι ἀνεῳγμέναι πρὸς ἀνάμνησιν θεοῦ καὶ τιμὴν αὐτοῦ ἐν ταῖς ἐκκλησίαις προφανῶς κείμεναι καὶ προσκυνούμεναι. Ὁ γὰρ τιμῶν τὸν
75μάρτυρα τὸν θεὸν τιμᾷ, ᾧ ὁ μάρτυς ἐμαρτύρησεν· ὁ προσ‐ κυνῶν τῷ ἀποστόλῳ τοῦ Χριστοῦ τῷ ἀποστείλαντι αὐτὸν προσκυνεῖ· καὶ ὁ προσπίπτων τῇ μητρὶ τοῦ Χριστοῦ πρό‐ δηλον, ὅτι τῷ υἱῷ αὐτῆς τὴν τιμὴν προσφέρει. Οὐδεὶς γὰρ θεός, εἰ μὴ εἷς ὁ ἐν τριάδι καὶ μονάδι γνωριζόμενός τε καὶ
80λατρευόμενος.

1,57=2,53

(Σχόλιον) Οὗτος πιστὸς ἐξηγητὴς τῶν τοῦ μακαρίου Ἐπιφανίου λόγων ὁ τοῖς ἑαυτοῦ λόγοις τὴν Κυ‐ πρίων κατακοσμήσας νῆσον ἢ οἱ ἀπὸ καρδίας λαλοῦντες.
Ἄκουε δὲ καὶ Σευηριανοῦ ἐπισκόπου Γαβάλων, οἷά φησιν.

1,58=2,54=3,52

Σευηριανοῦ, ἐπισκόπου Γαβάλων, ἀπὸ λόγου τοῦ εἰς τὰ ἐγκαίνια τοῦ σταυροῦ· Πῶς ἡ εἰκὼν τοῦ ἐπικαταράτου ζωὴν ἤνεγκε τοῖς ἡμετέροις προγόνοις; Καὶ μετ’ ὀλίγα·
5Πῶς οὖν ἡ εἰκὼν τοῦ ἐπικαταράτου ἤνεγκε τῷ λαῷ ἐν συμφορᾷ χειμαζο‐ μένῳ σωτηρίαν; Ἆρα οὐκ ἦν ἀξιοπιστότερον εἰπεῖν· Ἐάν τις ὑμῶν δηχθῇ, βλέψει εἰς τὸν οὐρανὸν ἄνω πρὸς τὸν θεὸν καὶ σωθήσεται ἢ εἰς τὴν σκηνὴν τοῦ θεοῦ; Ἀλλὰ ταῦτα παριδὼν μόνον τοῦ σταυροῦ τὴν εἰκόνα ἔπηξεν. Διὰ τί οὖν ταῦτα ἐποίει Μωσῆς ὁ εἰπὼν τῷ λαῷ· «Οὐ
10ποιήσεις σεαυτῷ γλυπτὸν οὐδὲ χωνευτὸν οὐδὲ πᾶν ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς;» Ἀλλὰ τί ταῦτα πρὸς τὸν ἀγνώμονα φθέγγομαι; Εἰπέ, ὦ πιστότατε θεοῦ θεράπον· ὃ ἀπαγορεύεις, ποιεῖς; ὃ ἀνατρέπεις, κατασκευάζεις; Ὁ λέγων· «Οὐ ποιήσεις γλυπτόν», ὁ τὸν χωνευθέντα βοῦν κατελάσας,
15σὺ ὄφιν χαλκουργεῖς; Καὶ τοῦτο οὐ λάθρᾳ, ἀλλὰ ἀναφανδὸν καὶ πᾶσι γνωστόν; Ἀλλ’ ἐκεῖνα, φησίν, ἐνομοθέτησα, ἵνα ἐκκόψω τὰς ὕλας τῆς ἀσεβείας καὶ τὸν λαὸν ἀπαγάγω πάσης ἀποστασίας καὶ εἰδωλολατρείας· νυνὶ δὲ χωνεύω τὸν ὄφιν χρησίμως εἰς προτύπωσιν τῆς ἀληθείας. Καὶ καθάπερ σκηνὴν ἔπηξα καὶ τὰ ἐν αὐτῇ πάντα καὶ χερουβὶμ ὁμοίωμα
20τῶν ἀοράτων διεπέτασα εἰς τὰ ἅγια ὡς τύπον καὶ σκιὰν τῶν μελλόντων, οὕτω καὶ ὄφιν ἐστήλωσα εἰς σωτηρίαν τῷ λαῷ, ἵνα διὰ τῆς πείρας τούτων προγυμνασθῶσι τοῦ σημείου τοῦ σταυροῦ τὴν εἰκόνα καὶ τὸν ἐν αὐτῷ σωτῆρα καὶ λυτρωτήν. Καὶ ὅτι ἀψευδέστατος ὁ λόγος, ἀγαπητέ, ἄκουε τοῦ κυρίου τοῦτον βεβαιοῦντος καὶ λέγοντος· «Καὶ
25καθὼς Μωσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων ἐν αὐτῷ μὴ ἀπόληται, ἀλλ’ ἔχῃ
ζωὴν αἰώνιον.»

1,59=2,55

(Σχόλιον) Σύνες, ὡς διὰ τὸ ἀπαγαγεῖν ἔφη τὸν λαὸν τῆς εἰδωλολατρείας εὐόλισθον καὶ ἕτοιμον ὄντα πρὸς τοῦτο μὴ ποιεῖν πᾶν ὁμοίωμα ἐνομοθέτησε, καὶ ὅτι εἰκὼν ἦν τοῦ πάθους τοῦ κυρίου ὁ ὑψωθεὶς ὄφις.

1,60=2,56=3,53

Ὅτι δὲ οὐ καινὸν ἐφεύρημα τὸ τῶν εἰκόνων, ἀλλὰ ἀρχαῖον καὶ τοῖς ἁγίοις καὶ ἐκκρίτοις πατράσιν ἐγνωσμένον τε καὶ εἰθισμένον, ἄκουε· Γέγραπται ἐν τῷ βίῳ Βασιλείου τοῦ μάκαρος τῷ δι’ Ἑλλαδίου, τοῦ αὐτοῦ μαθητοῦ καὶ διαδόχου τῆς αὐτοῦ ἱεραρχίας,
5ὡς παρειστήκει ὁ ὅσιος τῇ τῆς δεσποίνης εἰκόνι, ἐν ᾗ καὶ ὁ χαρακτὴρ ἐγέγραπτο Μερκουρίου τοῦ ἀοιδίμου μάρτυρος· παρειστήκει δὲ ἐξαιτῶν τὴν Ἰουλιανοῦ τοῦ ἀθεωτάτου καὶ ἀποστάτου τυράννου ἀναίρεσιν. Ἐξ ἧς εἰκόνος ἐμυήθη ταύτης τὴν ἀποκάλυψιν· ἑώρα γὰρ πρὸς μὲν βραχὺ ἀφανῆ τὸν μάρτυρα, μετ’ οὐ πολὺ δὲ τὸ δόρυ ᾑμαγμένον κατ‐
10έχοντα.

1,61=2,57=3,54

Ἐν τῷ βίῳ Ἰωάννου τοῦ Χρυσοστόμου οὕτως αὐτολεξεὶ γέγραπται· Ἠγάπα δὲ ὁ μακάριος Ἰωάννης τὰς ἐπιστολὰς τοῦ σοφωτάτου Παύλου ἄγαν.
5 Καὶ μετ’ ὀλίγα· Ἦν δὲ καὶ τὸ ἐκτύπωμα τοῦ αὐτοῦ ἀποστόλου Παύλου ἔχων ἐν εἰκόνι,
ἔνθα ἀνεπαύετο διὰ τὴν τοῦ σώματος ἀσθένειαν βραχύ τι· ἦν γὰρ πολυάγρυπνος ὑπὲρ φύσιν. Καὶ ἡνίκα διήρχετο τὰς ἐπιστολὰς αὐτοῦ, ἐνητένιζεν αὐτῇ καὶ ὡς ἐπὶ ζῶντος αὐτοῦ οὕτω προσεῖχεν αὐτῷ μακαρί‐
10ζων αὐτόν, καὶ ὅλον αὑτοῦ τὸν λογισμὸν πρὸς αὐτὸν εἶχε φανταζόμενος καὶ διὰ τῆς θεωρίας αὐτῷ ὁμιλῶν. Καὶ μεθ’ ἕτερα· Ὡς δὲ ἐπαύσατο ὁ Πρόκλος λαλῶν, ἀτενίσας τῇ εἰκόνι τοῦ ἀποστόλου καὶ θεασάμενος τὸν χαρακτῆρα αὐτοῦ ὅμοιον τοῦ ὀφθέντος αὐτῷ,
15βαλὼν μετάνοιαν τῷ Ἰωάννῃ, εἶπε δακτυλοδεικτῶν τὴν εἰκόνα· Συγχώ‐ ρησόν μοι, πάτερ. Ὃν εἶδον λαλοῦντά σοι, ὅμοιός ἐστι τούτῳ· ὡς δὲ ὑπολαμβάνω, ὅτι καὶ αὐτός ἐστιν.

1,62=2,58

Ἐν τῷ τῆς ὁσίας Εὐπραξίας βίῳ τὸν δεσποτι‐ κὸν δεδεῖχθαι αὐτῇ χαρακτῆρα ἀναγέγραπται ὑπὸ τῆς προ‐ εστηκυίας τῆς ποίμνης.

1,63=2,59

Ἐν τῷ τῆς ὁσίας Μαρίας βίῳ τῆς Αἰγυπτίας γέγραπται τῇ εἰκόνι τῆς δεσποίνης αὐτὴν εὔξασθαι καὶ ταύτην πρὸς ἐγγύην ἐξαιτήσασθαι καὶ οὕτω τυχεῖν τῆς εἰς τὸν ναὸν εἰσόδου.

2,60

Ἐκ τοῦ λόγου τοῦ Χρυσοστόμου, ὅτι παλαιᾶς καὶ καινῆς εἷς νομοθέτης, καὶ εἰς τὸ ἔνδυμα τοῦ ἱερέως· Ἐγὼ καὶ τὴν κηρόχυτον ἠγάπησα γραφὴν εὐ‐
5σεβείας πεπληρωμένην· εἶδον γὰρ ἄγγελον ἐν εἰ‐ κόνι ἐλαύνοντα βαρβάρων στίφη. Εἶδον πατούμενα βαρβάρων φῦλα καὶ τὸν Δαυὶδ ἀληθεύοντα· «Κύριε,
ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις.»

2,61

Τοῦ αὐτοῦ ἐκ τῆς ἑρμηνείας τῆς παραβολῆς τοῦ σπόρου· Ἔνδυμα βασιλικὸν ἐὰν ὑβρίσῃς, οὐ τὸν ἐνδεδυμένον ὑβρίζεις; Οὐκ οἶδας, ὅτι, ἐὰν εἰκόνα βασιλέως ὑβρί‐
5σῃς, εἰς τὸ πρωτότυπον τῆς ἀξίας φέρεις τὴν ὕβριν; Οὐκ οἶδας, ὅτι, ἐάν τις εἰκόνα τὴν ἀπὸ ξύλου καὶ ἀνδριάντος χαλκοῦ κατασύρῃ, οὐχ ὡς εἰς ἄψυχον ὕλην τολμήσας κρίνεται, ἀλλ’ ὡς κατὰ βασιλέως κεχ[ρημένος τῇ ὕβρει;] Εἰκόνα δὲ ὅλως βασιλέως φέ‐
10ρουσα τὴν ἑαυτῆς ὕβριν εἰς βασιλέα ἀνάγει.

2,62

Τοῦ αὐτοῦ Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ τοῦ εἰς Μελέτιον, ἐπίσκοπον Ἀντιοχείας καὶ μάρ‐ τυρα, λόγου καὶ εἰς τὴν σπουδὴν τῶν συνελθόντων, οὗ ἡ ἀρχή· Πανταχοῦ τῆς ἱερᾶς ταύτης ἀγέλης
5περιφέρων τοὺς ὀφθαλμούς, καὶ μετὰ βραχέα· Καὶ ἦν εὐσεβείας διδασκαλία τὸ γινόμενον· συν‐ εχῶς γὰρ ἀναγκαζόμενοι τῆς προσηγορίας ἐκείνης μεμνῆσθαι καὶ τὸν ἅγιον ἐκεῖνον ἔχειν ἐπὶ ψυχῆς παντὸς ἀλόγου πάθους καὶ λογισμοῦ φυγαδευτή‐
10ριον εἶχον τὸ ὄνομα, καὶ οὕτω πολὺ γέγονε τοῦτο, ὡς πανταχοῦ καὶ ἐν ἀμφόδῳ καὶ ἐν ἀγορᾷ καὶ ἐν ἀγροῖς τούτῳ πάντοθεν περιηχεῖσθαι τῷ ὀνόματι. Οὐ πρὸς τὸ ὄνομα δὲ τοσοῦτον ἐπάθετε πόθον μόνον, ἀλλὰ καὶ πρὸς αὐτὸν τοῦ σώματος τὸν τύπον. Ὅπερ
15οὖν ἐν ὀνόμασιν ἐποιήσατε, τοῦτο καὶ ἐπὶ τῆς εἰ‐ κόνος ἐπράξατε τῆς ἐκείνου. Καὶ γὰρ ἐν δακτυλίων σφενδόναις καὶ ἐκπώμασι καὶ φιάλαις καὶ ἐν θαλά‐ μων τοίχοις καὶ πανταχοῦ τὴν εἰκόνα τὴν ἁγίαν ἐκείνην ἐχάραξαν πολλοί, ὡς μὴ μόνον ἀκούειν τῆς
20ἁγίας προσηγορίας ἐκείνης, ἀλλὰ καὶ ὁρᾶν αὐτοῦ πανταχοῦ τοῦ σώματος τὸν τύπον καὶ διπλῆν τινα
τῆς ἀποδημίας ἔχειν τὴν παραμυθίαν.

2,63

Τοῦ αὐτοῦ εἰς τὴν προδοσίαν τοῦ Ἰούδα καὶ εἰς τὸ πάσχα καὶ εἰς παράδοσιν τῶν μυστηρίων καὶ περὶ τοῦ μὴ μνησικακεῖν· Καθάπερ γὰρ οἱ ζωγράφοι ἐν αὐτῷ τῷ πίνακι καὶ
5τὰς γραμμὰς περιέχουσι καὶ σκιογραφοῦσι καὶ τὴν ἀλήθειαν τῶν χρωμάτων ἐπιτιθέασιν, οὕτως καὶ ὁ Χριστὸς ἐποίησεν.

2,64

Τοῦ ἁγίου Ἀμβροσίου, ἐπισκόπου Με‐ διολάνων, ἐκ τῆς πρὸς πᾶσαν τὴν Ἰταλίαν ἐπι‐ στολῆς· Τῇ νυκτὶ δὲ τῇ τρίτῃ ἐκ νηστείας μοι ἤδη κατα‐
5πεπονημένου τοῦ σώματος οὐ καθεύδοντι, ἀλλ’ ἐν ἐκστάσει ὄντι μετά τινος προσώπου μοι κατεφάνη‐ σαν, ὃ προσεῴκει τῷ μακαρίῳ Παύλῳ τῷ ἀπο‐ στόλῳ, αὐτῆς τῆς ἐν εἰκόσι γραφῆς τὸν αὐτοῦ χαρακτῆρα διδασκούσης σαφῶς.

2,65

Μαξίμου τοῦ φιλοσόφου καὶ ὁμολογητοῦ ἐκ τῶν περὶ αὐτοῦ πεπραγμένων μεταξὺ αὐτοῦ τε καὶ Θεοδοσίου ἐπισκόπου· Καὶ ἐπὶ τούτοις ἀνέστησαν πάντες μετὰ χαρᾶς καὶ
5δακρύων καὶ ἔβαλον μετάνοιαν, καὶ εὐχὴ γέγονε, καὶ ἕκαστος αὐτῶν τὰ ἅγια εὐαγγέλια καὶ τὸν τίμιον σταυρὸν καὶ τὴν εἰκόνα τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῆς δεσποίνης ἡμῶν τῆς αὐτὸν τεκούσης παναγίας θεοτόκου ἠσπάσαντο τεθεικότες
10καὶ τὰς ἰδίας χεῖρας ἐπὶ βεβαιώσει τῶν λαληθέντων.

2,66

Τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου ἀρχι‐ επισκόπου Θεουπόλεως καὶ πατριάρχου Ἀναστα‐ σίου περὶ σαββάτου, καὶ πρὸς Συμεὼν ἐπίσκοπον Βόστρης·
5Ὥσπερ γὰρ ἀπόντος μὲν βασιλέως ἡ εἰκὼν αὐτοῦ
ἀντ’ αὐτοῦ προσκυνεῖται, παρόντος δὲ λοιπὸν αὐτοῦ περιττὸν καταλιπόντα τὸν πρωτότυπον προσ‐ κυνεῖν τὴν εἰκόνα· οὐ μήν, ἐπεὶ μὴ προσκυνεῖται διὰ τὸ παρεῖναι τὸν δι’ ὃν προσκυνεῖται, ἀτιμάζεσθαι
10αὐτὴν ἔδει. Καὶ μετ’ ὀλίγα· Ὥσπερ γὰρ ὁ παροινῶν εἰκόνι βασιλέως τιμωρίαν ὑφίσταται ὡς αὐτόχρημα βασιλέα ἀτιμάσας, καίτοι τῆς εἰκόνος οὐδὲν ἕτερον οὔσης ἢ ξύλον καὶ χρώματα
15κηρῷ μεμιγμένα καὶ κεκραμένα, τὸν αὐτὸν τρόπον ὁ τὸν τύπον τοῦδέ τινος ἀτιμάζων εἰς αὐτὸ ἐκεῖνο, οὗ τύπος ἐστίν, ἀναφέρει τὴν ὕβριν.

1,64=2,67

Ἐκ τοῦ Λειμωναρίου τοῦ ἁγίου πατρὸς ἡμῶν Σωφρονίου, ἀρχιεπισκόπου Ἱεροσολύμων· Ἔλεγεν ὁ ἀββᾶς Θεόδωρος ὁ Αἰλιώτης, ὅτι ἦν τις ἔγκλειστος εἰς τὸ ὄρος τῶν ἐλαιῶν, ἀγωνιστὴς πάνυ· ἐπολέμει δὲ αὐτῷ
5ὁ δαίμων τῆς πορνείας. Ἐν μιᾷ οὖν, ὡς ἐπέκειτο αὐτῷ σφο‐ δρῶς, ἤρξατο ὁ γέρων ἀποδύρεσθαι καὶ λέγειν τῷ δαίμονι· «Ἕως πότε οὐκ ἐνδίδως μοι; Ἀπόστα λοιπὸν ἀπ’ ἐμοῦ· συν‐ εγήρασάς μοι.» Φαίνεται αὐτῷ ὁ δαίμων ὀφθαλμοφανῶς λέ‐ γων· «Ὄμοσόν μοι, ὅτι οὐδενὶ λέγεις, ὃ μέλλω λέγειν σοι,
10καὶ οὐκέτι σοι πολεμῶ.» Καὶ ὤμοσεν αὐτῷ ὁ γέρων, ὅτι «μὰ τὸν ἐνοικοῦντα ἐν τοῖς ὑψίστοις· Οὐκ εἴπω τινί, ὅπερ λέγεις μοι.» Τότε λέγει αὐτῷ ὁ δαίμων· «Μὴ προσκυνήσῃς ταύτῃ τῇ εἰκόνι, καὶ οὐκέτι σοι πολεμῶ.» Εἶχε δὲ ἡ εἰκὼν ἐκτύπωμα τὴν δέσποιναν ἡμῶν τὴν ἁγίαν Μαρίαν τὴν θεοτόκον βα‐
15στάζουσαν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Λέγει ὁ ἔγ‐ κλειστος τῷ δαίμονι· «Ἄφες, σκέψομαι.» Τῇ οὖν ἐπαύριον δηλοῖ τῷ ἀββᾷ Θεοδώρῳ τῷ Αἰλιώτῃ οἰκοῦντι τότε ἐν τῇ
λαύρᾳ Φαράν, καὶ ἦλθε καὶ διηγεῖται ἅπαντα. Ὁ δὲ γέρων λέγει τῷ ἐγκλείστῳ· «Ὄντως, ἀββᾶ, ἐνεπαίχθης, ὅτι ὤμοσας
20τῷ δαίμονι, πλὴν καλῶς ἐποίησας ἐξειπών. Συμφέρει δέ σοι μὴ ἐᾶσαι εἰς τὴν πόλιν ταύτην πορνεῖον, εἰς ὃ μὴ εἰσέρχῃ, ἢ ἵνα ἀρνήσῃ τὸ προσκυνεῖν τὸν κύριον καὶ θεὸν ἡμῶν Ἰησοῦν Χριστὸν μετὰ τῆς ἰδίας αὐτοῦ μητρός.» Στηρίξας οὖν αὐτὸν καὶ ἐνδυναμώσας πλείοσι λόγοις ἀπῆλθεν εἰς τὸν ἴδιον αὐτοῦ
25τόπον. Φαίνεται οὖν πάλιν ὁ δαίμων τῷ ἐγκλείστῳ καὶ λέγει αὐτῷ· «Τί ἔνι, κακόγηρε; Οὐκ ὤμοσάς μοι, ὅτι οὐδενὶ λέγεις; Καὶ πῶς πάντα ἐξεῖπες τῷ ἐλθόντι πρός σε; Λέγω σοι, κακό‐ γηρε, ὡς ἐπίορκος ἔχεις κριθῆναι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.» Ἀπεκρίθη αὐτῷ ὁ ἔγκλειστος λέγων· «Ὅ τι μὲν ὤμοσα, ὤμο‐
30σα· καὶ ὅ τι ἐπιώρκησα, οἶδα. Πλὴν τὸν ἐμὸν δεσπότην καὶ ποιητὴν ἐπιώρκησα· σοῦ δὲ οὐκ ἀκούω.»

1,65=2,68

(Σχόλιον) Ὁρᾷς, ὅτι τὴν τῆς εἰκόνος προσ‐ κύνησιν τοῦ εἰκονιζομένου εἶπε, καὶ πόσον κακὸν τὸ ταύτῃ μὴ προσκυνεῖν, καὶ πῶς αὐτὸ τῆς πορνείας προετίμησεν ὁ δαίμων;

1,66=2,69

Πολλῶν τοίνυν ἀνέκαθεν ἱερέων τε καὶ βασι‐ λέων χριστιανοῖς θεόθεν δεδωρημένων σοφίᾳ τε καὶ θεοσε‐ βείᾳ καὶ λόγῳ καὶ βίῳ διαπρεψάντων καὶ συνόδων πλείστων γεγενημένων ἁγίων καὶ θεοπνεύστων πατέρων, τί μηδεὶς
5ταῦτα δρᾶν ἐπεχείρησεν; Οὐκ ἀνεξόμεθα νέαν πίστιν δι‐ δάσκεσθαι. «Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος», προφητικῶς ἔφη τὸ πνεῦμα τὸ ἅγιον, «καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ.» Οὐκ ἀνεξόμεθα ἄλλοτε ἄλλα φρονεῖν καὶ καιροῖς μεταβάλ‐ λεσθαι καὶ τὴν πίστιν τοῖς ἔξωθεν γέλωτα καὶ ἄθυρμα γίνε‐
10σθαι. Οὐκ ἀνεξόμεθα βασιλικῷ ὑποκύπτειν θεσπίσματι τὴν ἐκ πατέρων πειρωμένῳ ἀνατρέπειν συνήθειαν· οὐ γὰρ εὐ‐ σεβῶν βασιλέων ἀνατρέπειν ἐκκλησιαστικοὺς θεσμούς. Οὐ πατρικὰ ταῦτα· λῃστρικὰ γὰρ τὰ βίᾳ καὶ οὐ πειθοῖ γινόμενα. Καὶ μάρτυς ἡ ἐν Ἐφέσῳ τὸ δεύτερον γεγενημένη σύνοδος,
15μέχρι δεῦρο λῃστρικὴν δεδεγμένη τὴν ἐπωνυμίαν, βασιλικῇ χειρὶ ἐκβιασθεῖσα, ὅτε Φλαβιανὸς ὁ μακάριος ἀπεκτέννυτο. Συνόδων ταῦτα, οὐ βασιλέων, ὡς ὁ κύριος ἔφησεν· «Ὅπου συναχθῶσι δύο ἢ τρεῖς ἐπὶ τῷ ὀνόματί μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.» Οὐ βασιλεῦσι τοῦ δεσμεῖν καὶ λύειν τὴν ἐξουσίαν
20δέδωκεν ὁ Χριστός, ἀλλ’ ἀποστόλοις καὶ τοῖς τούτων δια‐ δόχοις καὶ ποιμέσι καὶ διδασκάλοις. «Κἂν ἄγγελος», φησὶ Παῦλος ὁ ἀπόστολος, «εὐαγγελίσηται ὑμᾶς παρ’ ὃ παρ‐ ελάβετε·» καὶ τὸ ἑξῆς σιωπήσομεν φειδοῖ τὴν ἐπιστροφὴν ἐκδεχόμενοι. Ἂν δὲ ἴδωμεν τὴν διαστροφὴν ἀνεπίστροφον,
25τότε ἐπάξομεν καὶ τὸ λειπόμενον· ἀλλ’ ἀπηύχθω τοῦτο.

1,67=2,70

Εἴ τις εἰσέλθοι εἰς οἶκον, ἐν ᾧ ζωγράφος τοῖς τοίχοις ἱστορίαν Μωσέως καὶ Φαραὼ ἔγραψε χρώμασιν, εἶτα ἐρωτήσει τυχὸν περὶ τῶν ὡς ἐπὶ ξηρὰν διοδευσάντων τὴν θάλασσαν· «Τίνες οὗτοί εἰσιν;» Τί ἐρεῖς ἐρωτώμενος;
5Οὐχί· «Οἱ υἱοὶ Ἰσραήλ;» «Τίς ὁ ῥάβδῳ παίων τὴν θάλασσαν;» Οὐχί· «Μωσῆς;» Οὕτω καί, εἴ τις τὸν Χριστὸν εἰκονίσει σταυρούμενον, καὶ ἐρωτηθῇ· «Τίς οὗτός ἐστιν;» «Χριστὸς
ὁ θεός, ὁ δι’ ἡμᾶς σαρκωθείς», ἐρεῖ. Ναί, δέσποτα, προσ‐ κυνῶ πάντα τὰ σὰ καὶ πόθῳ ἐκκαεῖ περιπτύσσομαι, τὴν
10θεότητα, τὴν δύναμιν, τὴν ἀγαθότητα, τὸν περὶ ἐμὲ ἔλεον, τὴν συγκατάβασιν, τὴν σάρκωσιν, τὴν σάρκα. Καὶ ὥσπερ ἅψασθαι σιδήρου πεπυρακτωμένου δέδοικα οὐ διὰ τὴν τοῦ σιδήρου φύσιν, ἀλλὰ διὰ τὸ ἡνωμένον αὐτῷ πῦρ, οὕτω τὴν σάρκα τὴν σὴν προσκυνῶ οὐ διὰ τὴν τῆς σαρκὸς φύσιν, ἀλλὰ
15διὰ τὴν καθ’ ὑπόστασιν ἡνωμένην αὐτῇ θεότητα. Προσ‐ κυνοῦμέν σου τὰ πάθη. Τίς εἶδε θάνατον προσκυνούμενον, τίς πάθη σεπτά; Ἀλλ’ ὄντως προσκυνοῦμεν τὸν τοῦ θεοῦ μου σωματικὸν θάνατον καὶ τὰ σωτήρια πάθη, προσκυνοῦ‐ μέν σου τὴν εἰκόνα· πάντα τὰ σὰ προσκυνοῦμεν, τοὺς
20θεράποντας, τοὺς φίλους καὶ πρὸ τούτων τὴν μητέρα τὴν θεοτόκον.

1,68=2,71

Διὸ δυσωπῶ τὸν τοῦ θεοῦ λαόν, τὸ ἔθνος τὸ ἅγιον, τῶν ἐκκλησιαστικῶν ἀνθέξεσθαι παραδόσεων· ἡ γὰρ κατὰ μικρὸν τῶν παραδεδομένων ἀφαίρεσις ὡς ἐξ οἰκοδομῆς λίθων θᾶττον ἅπασαν τὴν οἰκοδομὴν καταρρήγνυσιν. Εἴη
5δὲ ἡμᾶς ἑδραίους, ἀκαμπεῖς, ἀκλονήτους διαμένειν, ἐπὶ πέτραν ὀχυρὰν ἐστηριγμένους, ἥτις ἐστὶν ὁ Χριστός, ᾧ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ πατρὶ καὶ τῷ πνεύματι νῦν τε καὶ ἀεὶ καὶ εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

3,55

Ἐκ τῆς Φιλοθέου ἱστορίας Θεοδωρήτου, ἐπισκόπου Κύρου, εἰς τὸν βίον τοῦ ἁγίου Συμεῶνος τοῦ Κιονίτου· Περὶ γὰρ Ἰταλίας περιττόν ἐστι καὶ λέγειν. Φασὶ
5γὰρ οὕτως ἐν Ῥώμῃ τῇ μεγίστῃ πολυθρύλλητον γενέσθαι τὸν ἄνδρα, ὡς ἐν ἅπασι τοῖς τῶν ἐργαστη‐ ρίων προπυλαίοις εἰκόνας αὐτῷ βραχείας ἀναστῆ‐ σαι, φυλακήν τινα σφίσιν αὐτοῖς καὶ ἀσφάλειαν ἐντεῦθεν πορίζοντας.

3,56

Τοῦ ἁγίου Βασιλείου ἐκ τῆς εἰς τὸν Ἡσαΐαν ἑρμηνείας· Ἐπειδὴ εἶδε τὸν ἄνθρωπον κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ, μὴ δυνά‐ μενος εἰς θεὸν τραπῆναι, εἰς τὴν εἰκόνα τοῦ θεοῦ τὴν ἑαυτοῦ πονηρίαν ἐκένωσεν· ὥσπερ εἴ τις ἄνθρωπος ὀργιζόμενος τὴν εἰκόνα λιθάζοι,
5ἐπειδὴ τὸν βασιλέα οὐ δύναται, τὸ ξύλον τύπτων τὸ τὴν μίμησιν ἔχον.

3,57

(Σχόλιον) Οὕτω καὶ πᾶς ὁ τιμῶν τὴν εἰκόνα τὸ ἀρχέτυπον δηλονότι τιμᾷ.

3,58

Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἑρμηνείας· Ὥσπερ γὰρ ὁ βασιλικὴν εἰκόνα καθυβρίσας ὡς εἰς αὐτὸν ἐξαμαρτήσας τὸν βασιλέα κρίνεται, οὕτω δηλονότι ὑπόδικός ἐστι τῇ ἁμαρτίᾳ ὁ τὸν κατ’ εἰκόνα γεγενημένον καθυβρίζων.

3,59

Τοῦ ἁγίου Ἀθανασίου ἐκ τῶν γραφέντων ἑκατὸν κεφαλαίων πρὸς Ἀντίοχον τὸν ἄρχοντα κατὰ πεῦσιν καὶ ἀπόκρισιν κεφάλαιον ληʹ· Ἀπόκρισις· Οὐχ ὡς θεοὺς τὰς εἰκόνας προσκυνοῦμεν οἱ πιστοί, μὴ γένοιτο, ὥσπερ οἱ Ἕλληνες, ἀλλὰ τὴν σχέσιν μόνον καὶ τὸν πόθον τῆς
5ἡμῶν ἀγάπης πρὸς τὸν χαρακτῆρα τοῦ προσώπου τῆς εἰκόνος ἐμ‐ φανίζοντες. Ὅθεν πολλάκις τοῦ χαρακτῆρος λεανθέντος ὡς ξύλον λοιπὸν ἀργὸν τήν ποτε εἰκόνα κατακαίομεν. Ὥσπερ οὖν ὁ Ἰακὼβ μέλλων τελευτᾶν «ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου τοῦ Ἰωσὴφ προσεκύνησεν», οὐ τὴν ῥάβδον τιμῶν, ἀλλὰ τὸν ταύτην κατέχοντα, οὕτως οἱ πιστοὶ οὐ
10δι’ ἕτερόν τινα τρόπον τὰς εἰκόνας ἀσπαζόμεθα, ὥσπερ καὶ τὰ τέκνα ἡμῶν καὶ πατέρας πολλάκις καταφιλοῦντες, ἀλλ’ ἵνα τὸν πόθον τῆς ἡμετέρας ψυχῆς ἐμφανίσωμεν· ὥσπερ γὰρ καὶ ὁ Ἰουδαῖος τὰς τοῦ νόμου ποτὲ πλάκας καὶ τὰ δύο χερουβὶμ τὰ χρυσᾶ καὶ γλυπτὰ προσεκύνει οὐ τιμῶν τὴν τοῦ λίθου καὶ χρυσίου φύσιν, ἀλλὰ τὸν ταῦτα ἐπιτρέψαντα
15κύριον.

3,60

Τοῦ Χρυσοστόμου εἰς τὸν τρίτον ψαλμὸν εἰς Δαυὶδ καὶ Ἀβεσσαλώμ· Ἐπινικίους μὲν ἀνδριάντας οἱ βασιλεῖς τοῖς στρατηγοῖς νικήσασιν ἀνατιθέασι, νικηφόρους δέ τινας στήλας ἐπεγείρουσιν ἄρχοντες ἡνιόχοις
5καὶ ἀθληταῖς καὶ τῷ ἐπιγράμματι ὡς στέμματι κήρυκα τῆς νίκης τὴν ὕλην ἐργάζονται. Ἄλλοι πάλιν ἐν βίβλοις καὶ γράμμασι τοὺς ἐπαίνους τοῖς νικηταῖς γράφουσι τὴν αὐτῶν ἐν τῷ ἐπαίνῳ δύναμιν ἰσχυροτέραν τῶν ἐπαινουμένων δεῖξαι θέλοντες. Καὶ λογογράφοι καὶ ζωγράφοι καὶ λιθογλύπται καὶ δῆμοι καὶ ἄρχοντες καὶ πόλεις καὶ χῶραι τοὺς νικητὰς
10θαυμάζουσιν. Οὐδεὶς δὲ φεύγοντος καὶ μὴ πολεμήσαντος εἰκόνας ἔγραψεν.

3,61

Τοῦ ἁγίου Κυρίλλου Ἀλεξανδρείας ἐκ τοῦ προσφωνητικοῦ πρὸς τὸν βασιλέα Θεοδόσιον· Αἱ δὲ εἰκόνες ὥσπερ τὰ ἀρχέτυπα· δεῖ γὰρ οὕτως αὐτὰς καὶ οὐχ ἑτέρως ἔχειν.

3,62

Τοῦ αὐτοῦ ἐκ τῶν Θησαυρῶν· Αἱ γὰρ εἰκόνες ἀεὶ πρὸς τὰ ἀρχέτυπα τὴν ἐμφέρειαν ἔχουσιν.

3,63

Τοῦ αὐτοῦ ἐκ τοῦ πονήματος τοῦ «Ὅτι διὰ πάσης τῆς Μωσέως γραφῆς τὸ τοῦ Χριστοῦ μυστήριον ἐνσημαίνεται», περὶ τοῦ Ἀβραὰμ καὶ τοῦ Μελχισεδέκ, ἕκτον κεφάλαιον· Δέον μοι τὰς εἰκόνας γράφεσθαι πρὸς τὰ ἀρχέτυπα.

3,64

Τοῦ ἁγίου Γρηγορίου Ναζιανζοῦ ἐκ τοῦ περὶ υἱοῦ λόγου βʹ· Αὕτη γὰρ εἰκόνος φύσις, μίμημα εἶναι τοῦ ἀρχετύπου καὶ οὗ λέγεται.

3,65

Τοῦ Χρυσοστόμου ἐκ τοῦ πρὸς Κολασσαεῖς λόγου γʹ· Ἡ τοῦ ἀοράτου εἰκὼν καὶ αὕτη ἀόρατος, ἐπεὶ οὐδ’ ἂν εἰκὼν εἴη· τὴν γὰρ εἰκόνα, καθώς ἐστιν εἰκών, καὶ παρ’ ἡμῖν ἀπαράλλακτον δεῖ εἶναι,
οἷον τὸν χαρακτῆρα καὶ τῆς ὁμοιώσεως.

3,66

Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ἑβραίους ἑρμηνείας ἐπιστολῆς, κεφάλαιον ιζʹ· Ὥσπερ ἐπὶ τῶν εἰκόνων τύπον ἔχει τοῦ ἀνθρώπου ἡ εἰκών, οὐχὶ τὴν ἰσχύν· ὥστε τὸ ἀληθὲς καὶ ὁ τύπος κοινωνοῦσιν ἀλλήλοις· ὁ γὰρ τύπος
5ἴσος.

3,67

Εὐσεβίου τοῦ Παμφίλου ἐκ τῆς πέμπτης βίβλου τῶν ἐν εὐαγγελίοις ἀποδείξεων εἰς τὸ «Ὤφθη ὁ θεὸς τῷ Ἀβραὰμ παρὰ τῇ δρυῒ τῇ Μαμβρῆ»· Ὅθεν εἰσέτι καὶ νῦν παρὰ τοῖς παλαιοῖς πλησιοχώροις ὡς ἂν θεῖος ὁ
5τόπος εἰς τιμὴν τῶν αὐτόθι τῷ Ἀβραὰμ ἐπιφανέντων θρησκεύεται καὶ θεωρεῖται εἰς δεῦρο διαμένουσα ἡ τερέβινθος οἵ τε τῷ Ἀβραὰμ ἐπιξενω‐ θέντες ἐπὶ γραφῆς ἀνακείμενοι, δύο μὲν ἑκατέρωθεν, μέσος δὲ ὁ κρείττων ὑπερέχων τῇ τιμῇ. Εἴη δ’ ἂν ὁ δεδηλωμένος ἡμῖν κύριος αὐτός, ὁ ἡμέτερος σωτήρ, ὃν καὶ οἱ ἀγνοοῦντες σέβουσι, τὰ θεῖα λόγια πιστούμενοι. Οὗτος
10δὴ οὖν αὐτὸς ἐξ ἐκείνου τὰ τῆς εὐσεβείας σπέρματα εἰς ἀνθρώπους καταβαλλόμενος, ἀνθρώπινον ὑποδὺς εἶδός τε καὶ σχῆμα, τῷ θεοφιλεῖ προπάτορι Ἀβραάμ, ὅστις ἦν, ἑαυτὸν ἐξέφηνε καὶ τὴν τοῦ πατρὸς αὐτῷ παρεδίδου γνῶσιν.

3,68

Ἐκ τῆς χρονογραφίας Ἰωάννου Ἀντιοχείας τοῦ καὶ Μαλάλα περὶ τῆς αἱμορροούσης καί, ἧς ἐποίησε τῷ σωτῆρι Χριστῷ, στήλης· Ἀπὸ τότε καὶ ὁ βαπτιστὴς Ἰωάννης δῆλος ἐγένετο τοῖς ἀνθρώποις· καὶ ἀπέτεμεν αὐτὸν Ἡρῴδης ὁ τοπάρχης εἰς τὸ βασίλειον τῆς Τραχωνί‐
5τιδος χώρας, ἐν Σεβαστῇ τῇ πόλει, πρὸ ὀκτὼ Καλανδῶν Ἰουνίων ἐν ὑπατείᾳ Φλάκκωνος καὶ Ῥουφίνου. Διὰ τοῦτο λυπούμενος ὁ Ἡρῴδης ὁ βασιλεὺς ὁ Φιλίππου ἀνῆλθεν ἀπὸ τῆς Ἰουδαίας. Καὶ προσῆλθεν αὐτῷ γυνή τις εὔπορος, οἰκοῦσα τὴν αὐτὴν Πανεάδα πόλιν, ὀνόματι Βερνίκη, βουλομένη ὡς ἰαθεῖσα ὑπὸ τοῦ Ἰησοῦ στήλην αὐτῷ ἀναστῆσαι. Καὶ
10μὴ τολμῶσα δίχα βασιλικῆς κελεύσεως τοῦτο ποιῆσαι δέησιν δέδωκε τῷ βασιλεῖ Ἡρῴδῃ αἰτοῦσα στήλην χρυσῆν τῷ σωτῆρι Χριστῷ ἐν τῇ
αὐτῆς πόλει στῆσαι. Ἥτις δέησις εἶχεν οὕτως· «Σεβαστῷ Ἡρῴδῃ, τοπάρχῃ καὶ θεσμοθέτῃ Ἰουδαίων τε καὶ Ἑλλήνων, βασιλεῖ Τραχωνί‐ τιδος, δέησις καὶ ἱκεσία παρὰ Βερνίκης ἀξιωματικῆς πόλεως Πανεάδος.
15Δικαιοσύνη καὶ φιλανθρωπία καὶ τὰ λοιπὰ τῶν ἀρετῶν περιστέφουσι τὴν ὑμετέραν κορυφήν. Ὅθεν κἀγὼ τοῦτο εἰδυῖα 〈ἧκον〉 σὺν ἀγαθαῖς ταῖς ἐλπίσι πάντων τῶν τευξομένων· ἥτις ἡ τοῦ παρόντος προοιμίου κρηπίς· προϊὼν γάρ σε ὁ λόγος διδάξει. Ἐκ παίδων ληφθεῖσα πάθη αἱμορροίας ὀχετῶν εἰς ἰατροὺς ἀναλώσασά μου τὸν βίον καὶ πλοῦτον
20ἴασιν οὐχ εὗρον. Ἀκηκουῖα δὲ τοῦ θαυμαζομένου Χριστοῦ τὰ ἰάματα, ὡς νεκροὺς ἐξανίστησι, πάλιν εἰς φῶς ἕλκων καὶ δαίμονας ἐκ βροτῶν ἀπελαύνων καὶ πάντας τοὺς ἐν νόσῳ μαραινομένους λόγῳ θεραπεύων, κἀγὼ πρὸς αὐτὸν ὡς πρὸς θεὸν ἔδραμον. Καὶ προσεσχηκυῖα τῷ περι‐ έχοντι αὐτὸν πλήθει, δειλιάσασα, μὴ τὸν ἐκ τοῦ πάθους μολυσμὸν ἀπο‐
25στρεφόμενος ὀργισθῇ κατ’ ἐμοῦ καὶ πλείων μοι ἐπέλθῃ ἡ πληγὴ τῆς νόσου, καθ’ ἑαυτὴν ἐλογισάμην, ὅτι, ἐὰν δυνηθείην ἅψασθαι τοῦ κρασπέ‐ δου τοῦ ἱματίου αὐτοῦ, σωθήσομαι. Οὗ καὶ ἁψαμένη καὶ σταθείσης μου τῆς πηγῆς τοῦ αἵματος γέγονα παραχρῆμα ὑγιής. Αὐτὸς δὲ μᾶλλον ὡς προγνοὺς τῆς ἐμῆς καρδίας τὰ βουλεύματα ἀνέκραξε· ‘Τίς μου ἥψατο;
30Δύναμις ἀπ’ ἐμοῦ ἐξῆλθεν.‘ Ἐγὼ οὖν ὠχριάσασα καὶ στένουσα, τὴν νόσον θρασυτέραν ἀποστρέφειν ἐπ’ ἐμὲ λογιζομένη, προσπεσοῦσα αὐτῷ τὴν γῆν ἐπλήρωσα δακρύων, τὴν τόλμαν ἐξειποῦσα. Αὐτὸς δὲ ὡς ἀγαθὸς σπλαγχνισθεὶς ἐπ’ ἐμοὶ ἐπεσφράγιζέ μου τὴν ἴασιν εἰρηκώς· ‘Θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.‘ Οὕτω
35καὶ ὑμεῖς, σεβαστοί, τὴν δέησιν τῇ δεομένῃ ἀξίαν παράσχετε.» Ὁ δὲ βασιλεὺς Ἡρῴδης ἀκηκοὼς ταῦτα διὰ τῆς δεήσεως ἐξεπλάγη τὸ θαῦμα καὶ φοβηθεὶς τὸ μυστήριον τῆς ἰάσεως εἶπεν· «Ἡ εἰς σὲ γενομένη ἴασις, ὦ γύναι, μείζονος στήλης ἐστὶν ἀξία. Πορευθεῖσα τοίνυν, οἵαν βούλει, ἀνάστησον αὐτῷ στήλην δοξάζουσα τὸν ἰασάμενον.» Καὶ εὐθέως αὐτὴ
40Βερνίκη ἡ πρῴην αἱμορροοῦσα ἐν μέσῳ τῆς ἰδίας αὐτῆς πόλεως Πανεάδος ἀνέστησε τῷ κυρίῳ καὶ θεῷ στήλην χαλκῆν ἐκ χαλκοῦ θερμηλάτου μίξασα χρυσὸν καὶ ἄργυρον. Ἥτις στήλη μένει ἐν Πανεάδι τῇ πόλει ἕως νῦν, οὐ πρὸ πολλοῦ χρόνου μετενεχθεῖσα, ἀφ’ οὗ ἵστατο, ἐν μέσῳ τῆς πόλεως εἰς ἅγιον τόπον, εἰς οἶκον εὐκτήριον. Ὅπερ ὑπόμνημα εὑρέθη
45ἐν τῇ αὐτῇ πόλει Πανεάδι παρὰ Βάσσῳ τινί, γενομένῳ ἀπὸ Ἰουδαίων χριστιανῷ, ἐν ᾧ ὑπῆρχεν ὁ βίος τῶν βασιλευσάντων πάντων τῆς
Ἰουδαϊκῆς χώρας.

3,69

Τῆς ἑβδόμης βίβλου τῆς ἐκκλησιαστικῆς ἱστορίας Εὐσεβίου τοῦ Παμφίλου περὶ τῆς αἱμορροούσης Πανεάδος· Ἐπειδὴ τῆσδε τῆς πόλεως ἐμνήσθημεν, οὐκ ἄξιον ἡγοῦμαι διήγησιν παρελθεῖν καὶ τοῖς μεθ’ ἡμᾶς μνημονεύεσθαι ἀξίαν. Τὴν γὰρ αἱμορροοῦσαν,
5ἣν ἐκ τῶν ἱερῶν εὐαγγελίων παρὰ τοῦ σωτῆρος ἡμῶν τοῦ πάθους ἀπαλλαγὴν εὑρέσθαι μεμαθήκαμεν, ἐνθένδε ἐλέγετο ὁρμᾶσθαι τόν τε οἶκον αὐτῆς ἐπὶ τῆς πόλεως δείκνυσθαι καὶ τῆς ὑπὸ τοῦ σωτῆρος εἰς αὐτὴν εὐεργεσίας θαυμαστὰ τρόπαια παραμένειν. Ἑστάναι γὰρ ἐφ’ ὑψηλοῦ λίθου πρὸς μὲν ταῖς πύλαις τοῦ αὐτῆς οἴκου γυναικὸς ἐκτύπωμα
10χάλκεον, ἐπὶ γόνυ κεκλιμένον καὶ τεταμέναις ἐπὶ τοὔμπροσθεν ταῖς χερσὶν ἱκετευούσῃ ἐοικός, οὗ ἀντικρὺ ἄλλο τῆς αὐτῆς ὕλης ἀνδρὸς ὄρθιον σχῆμα διπλοΐδα κοσμίως βεβλημένον καὶ τὴν χεῖρα αὐτῇ ἐκεῖ προτεῖνον, οὗ παρὰ τοῖς ποσὶν ἐπὶ τῆς στήλης ταύτης ξένον τι βοτάνης εἶδος φύειν, ὡς μέχρι τοῦ κρασπέδου τῆς τοῦ χαλκοῦ διπλοΐδος ἀνιόν, ἀλεξιφάρμακον
15πάντων τῶν νοσημάτων τυγχάνειν. Τοῦτον δὲ τὸν ἀνδριάντα εἰκόνα τοῦ κυρίου Ἰησοῦ φέρειν ἔλεγον, ἔμεινε δὲ καὶ εἰς ἡμᾶς, ὡς καὶ ὄψει παραλαβεῖν ἐπιδημήσαντα τῇ πόλει. Καὶ θαυμαστὸν οὐδὲν τοὺς πάλαι ἐξ ἐθνῶν εὐεργετηθέντας παρὰ τοῦ σωτῆρος ἡμῶν τοιαῦτα πεποιηκέναι, ὁπότε καὶ τῶν ἀποστόλων αὐτῶν τὰς εἰκόνας, Πέτρου καὶ Παύλου, καὶ
20αὐτοῦ τοῦ σωτῆρος διαχρωματιζομένας ἱστορήσαμεν, ὡς εἰκός, τῶν παλαιῶν ἀπαραφυλάκτως, οἷα ἐθνικῆς συνηθείας οὔσης παρ’ αὐτοῖς, τοῦτον τιμᾶν εἰωθότων τὸν τρόπον.

3,70

Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς Ἱστορίας ἐνάτου βιβλίου εἰς τὸν βασιλέα Κωνσταντῖνον· Εὖ μάλα τῆς ἐκ θεοῦ συνῃσθημένος βοηθείας, αὐτίκα τοῦ σωτηρίου τρόπαιον πάθους ὑπὸ χεῖρα ἰδίας εἰκόνος ἀνατιθέναι προστάττει, καὶ
5δὴ τὸ σωτήριον σημεῖον ἐν τῇ δεξιᾷ κατέχοντα αὐτόν, μάλιστα ἑστώτων ἐπὶ Ῥώμης δεδημοσιευμένων τόπων στήσαντας αὐτὴν δὴ ταύτην παρα‐ γραφὴν ἐν τάξει ῥήμασιν αὐτοῖς τῇ Ῥωμαίων κελεῦσαι φωνῇ· «Τούτῳ τῷ σωτηριώδει, τῷ ἀληθεῖ ἐλέγχῳ τῆς ἀνδρείας, τὴν πόλιν ὑμῶν ἀπὸ τοῦ τυράννου διασωθεῖσαν ἠλευθέρωσα, ἔτι μὴν καὶ τὴν σύγκλητον
10καὶ τὸν δῆμον Ῥωμαίων τῇ ἀρχαίᾳ ἐπιφανείᾳ καὶ λαμπρότητι ἐλευ‐
θερώσας ἀποκατέστησα.»

3,71

Ἐκ τῆς ἐκκλησιαστικῆς ἱστορίας Σωκράτους, βιβλίου πρώ‐ του, κεφαλαίου ιηʹ, περὶ τοῦ αὐτοῦ βασιλέως· Μετὰ ταῦτα δὲ ὁ βασιλεὺς Κωνσταντῖνος ἐπιμελέστερος ὢν τὰ περὶ χριστιανισμοῦ ἀπεστράφη τὰς Ἑλληνικὰς θρησκείας, καὶ παύει μὲν τὰ
5μονομάχια, εἰκόνας δὲ τὰς ἰδίας ἐν τοῖς ναοῖς ἀπέθετο.

3,72

Στεφάνου Βοστρηνοῦ κατὰ Ἰουδαίων κεφ. δʹ. Ἡμεῖς δὲ τὰς εἰκόνας τῶν ἁγίων εἰς μνήμην τῶν ἁγίων ἐποιήσαμεν, οἷον Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ Μωσέως καὶ Ἡλία καὶ Ζαχαρίου καὶ τῶν λοιπῶν προφητῶν καὶ ἁγίων μαρτύρων τῶν δι’ αὐτὸν ἀναιρε‐
5θέντων, ἵνα πᾶς ὁ ὁρῶν αὐτῶν τὰς εἰκόνας μνημονεύῃ αὐτῶν καὶ δοξάζῃ τὸν δοξάσαντα αὐτούς.

3,73

Τοῦ αὐτοῦ· Περὶ δὲ εἰκόνων θαρροῦμεν, ὅτι πᾶν ἔργον γινόμενον ἐν ὀνόματι θεοῦ καλὸν καὶ ἅγιόν ἐστι. Περὶ δὲ εἰδώλων καὶ ἀγαλμάτων, ἄπαγε· κακὰ γὰρ καὶ ἀλλόκοτα καὶ αὐτὰ καὶ οἱ ποιοῦντες αὐτά. Ἕτερον γάρ ἐστιν
5εἰκὼν ἁγίου προφήτου, καὶ ἕτερον ἄγαλμα ἢ ζῷδον Κρόνου καὶ Ἀφρο‐ δίτης Ἡλίου τε καὶ Σελήνης. Ἐπεὶ δὲ καὶ ἄνθρωπος κατ’ εἰκόνα θεοῦ γέγονε, προσκυνεῖται. Ὁ δὲ ὄφις, ἐπειδὴ εἰκών ἐστι διαβόλου, ἀκάθαρτός ἐστι καὶ ἀπόβλητος. Εἰ δὲ τὰ χειροποίητα ἀποβάλλῃ, εἰπέ, ὦ Ἰουδαῖε· Τί ἐστιν ἐπὶ γῆς ἀχειροποίητον, ὃ προσκυνεῖται; Μὴ ἡ κιβωτὸς τοῦ
10θεοῦ ἀχειροποίητος ἦν; Τὸ θυσιαστήριον καὶ τὸ ἱλαστήριον καὶ τὰ χερουβὶμ καὶ ἡ στάμνος ἡ χρυσῆ ἡ ἔχουσα τὸ μάννα καὶ ἡ τράπεζα καὶ ἡ σκηνὴ ἡ ἐσωτέρα καὶ πάντα, ἃ Ἅγια ἁγίων ἐκλήθησαν ὑπὸ τοῦ θεοῦ; Οὐκ ἦσαν τὰ χερουβὶμ χειροποίητα, εἰκόνες ἀγγέλων; Τί λέγεις; Εἰ εἴδωλα ἀποκαλεῖς αὐτά, τί λέγεις τῷ Μωσῇ προσκυνήσαντι καὶ τῷ
15Ἰσραήλ; Καὶ ἡ μὲν προσκύνησις τιμῆς ἐστι σύμβολον. Καθὼς καὶ ἡμεῖς οἱ ἁμαρτωλοὶ προσκυνοῦμεν τὸν μὲν θεὸν κατὰ τὴν θεϊκὴν λατρείαν καὶ ἀξίαν προσκύνησιν δοξάζομεν καὶ τρέμομεν ὡς ποιητὴν καὶ χορηγὸν ἡμῶν, τοὺς δὲ ἀγγέλους καὶ δούλους τοῦ θεοῦ κατὰ τιμὴν τοῦ θεοῦ ὡς ποιήματα τοῦ θεοῦ καὶ δούλους αὐτοῦ· εἰκὼν γάρ ἐστιν ὄνομα καὶ
20ὁμοίωσις τοῦ ἐν αὐτῇ γραφέντος. Διὸ καὶ γράμμασι καὶ χαράγμασιν ἀεὶ μνημονεύομεν τῶν τοῦ κυρίου παθημάτων καὶ τῶν ἁγίων προφητῶν
τῶν ἐν νόμῳ καὶ εὐαγγελίοις γεγραμμένων.

3,74

Τοῦ ἁγίου Γρηγορίου Ναζιανζοῦ ἐκ τοῦ λόγου τοῦ κατὰ Ἰουλιανοῦ τοῦ παραβάτου· Οὗ τὰ σύμβολα τῆς ἐπὶ τούτῳ πληγῆς αἱ εἰκόνες φέρουσιν ἔτι δημόσιαι προκείμεναι.

3,75

Τοῦ Χρυσοστόμου ἐκ τῆς ἑρμηνείας τοῦ δικαίου Ἰώβ· «Ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ οὐκ ἔδωκεν ἀφροσύνην τῷ θεῷ.» Καθάπερ ἐπὶ τῶν εἰκόνων, ἐπειδάν τινα γράφωμεν ἐν τῇ ἱστορικῇ γραφῇ, «Ὁ δεῖνα ἀνέθηκε» γράφομεν, οὕτω καὶ ἐνταῦθα, τὴν εἰκόνα τῆς
5ψυχῆς αὐτοῦ γράψας, ὁ γράψας τὸ βιβλίον ὥσπερ ἐν χοινικίδι κάτωθεν ὑπογράφων λέγει· «Ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ οὐχ ἥμαρτεν Ἰώβ.»

3,76

Ἐκ τοῦ βίου τοῦ ἁγίου Κωνσταντίνου, βιβλίου δʹ· Ὅσῃ δὲ αὐτοῦ ἡ ψυχὴ πίστεως ἐνθέου ἐστήρικτο δυνάμει, μάθοι ἄν τις καὶ ἐκ τοῦδε λογιζόμενος, ὡς ἐν τοῖς χρυσοῖς νομίσμασιν αὐτὸς τὴν αὐτοῦ εἰκόνα διεγράφετο, ὡς ἄνω βλέπειν δοκεῖν ἀνατεταμένην πρὸς
5θεὸν εὐχομένου τρόπον. Τούτου μὲν οὖν τὰ ἐκτυπώματα καθ’ ὅλης τῆς Ῥωμαίων γῆς, ἐν αὐτοῖς δὲ τοῖς βασιλείοις κατά τινας πόλεις ἐν ταῖς εἰς τὸ μετέωρον τῶν προπύλων ἀνακειμέναις εἰκόσιν ἑστὼς ὄρθιος ἐγράφετο, ἄνω μὲν εἰς τὸν οὐρανὸν ἐμβλέπων, τὼ χεῖρε ἐκτεταμένω, εὐχομένου σχήματι. Ὧδε μὲν οὖν αὐτὸς ἑαυτὸν ἐν ταῖς εἰκονογραφίαις εὐχόμενον
10ἱστορεῖ.

3,77

Τοῦ αὐτοῦ ἐκ τοῦ τρίτου βιβλίου· Ὧδε μὲν οὖν ἡ βασιλέως ἐτελειοῦτο μήτηρ, ἀξία τε τιμῆς πλείστης τῶν τε αὐτῆς ἕνεκα θεοφιλῶν πράξεων τοῦ τε ἐξ αὐτῆς φύντος ὑπερφυοῦς καὶ παραδόξου φυτοῦ, ὃν πρὸς τοῖς ἅπασι καὶ τῆς εἰς τὴν γεννησαμένην
5ὁσίας μακαρίζειν ἄξιον, οὕτω μὲν αὐτὴν θεοσεβῆ καταστήσαντα μὴ οὖσαν τὸ πρότερον, ὡς αὐτῷ δοκεῖν ἐκ πρώτης τῷ κοινῷ σωτῆρι μεμαθητεῦσθαι, οὕτω δὲ τῷ ἀξιώματι βασιλικῷ τετιμηκότα, ὡς ἐν ἅπασιν ἔθνεσι παρ’ αὐτοῖς τοῖς στρατιωτικοῖς τάγμασιν αὐγούσταν βασιλίδα ἀναγορεύεσθαι, χρυσοῖς τε νομίσμασι καὶ τὴν αὐτῆς ἐκτυ‐
10ποῦσθαι εἰκόνα.

3,78

Τοῦ αὐτοῦ τετάρτου λόγου κεφαλαίου ξθʹ· Οἱ δὲ τὴν βασιλίδα πόλιν οἰκοῦντες αὐτῇ τῇ συγκλήτῳ καὶ δήμῳ Ῥωμαίων, ὡς τὴν βασιλέως ἐπέγνωσαν τελευτήν, δεινῇ καὶ πάσης συμφορᾶς ἐπέκεινα τῇ ἀκοῇ δεδεμένοι πένθος ἄσχετον ἐποιοῦντο. Λουτρὰ
5δὲ ἀπεκλείοντο καὶ ἀγοραὶ πάνδημοί τε θέαι καὶ πάντα, ὅσα ἐπὶ ῥᾳ‐ στώνῃ βίου τοῖς εὐθυμουμένοις πράττειν ἔθος ἦν. Κατηφεῖς δὲ οἱ πάλαι τρυφηλοὶ τὰς προόδους ἐποιοῦντο, ὁμοῦ τε οἱ πάντες τὸν μακάριον ἀνευφήμουν, τὸν θεοφιλῆ, τὸν ὡς ἀληθῶς τῆς βασιλείας ἐπάξιον. Καὶ οὐ ταῦτα βοαῖς ἐφώνουν μόναις, εἰς ἔργα δὲ χωροῦντες εἰκόνων ἀναθήμα‐
10σιν, οἱάπερ ζῶντα καὶ τεθνηκότα αὐτὸν ἐτίμων, οὐρανοῦ μὲν σχῆμα διατυπώσαντες ἐν χρωμάτων γραφῇ, ὑπὲρ ἀψίδα δὲ οὐρανῶν ἐν αἰ‐ θερίῳ διατριβῇ διαναπαυόμενον αὐτὸν τῇ γραφῇ παραδιδόντες.

3,79

Τοῦ αὐτοῦ κεφαλαίου ογʹ· Τούτῳ γοῦν ἐμφερῶς ὁ τρισμακάριος πολυπλάσιος διὰ τῆς τῶν παίδων διαδοχῆς ἀνθ’ ἑνὸς ἐγίνετο, ὡς εἰκόνων ἀναστάσει παρὰ πᾶσιν ἔθνεσιν ἅμα τοῖς αὐτοῦ τιμᾶσθαι παισίν.

3,80

Θεοδωρήτου, ἐπισκόπου Κύρρου, καὶ Πολυχρονίου ἐκ τῆς εἰς τὸν Ἰεζεκιὴλ ἑρμηνείας· Καὶ ὥσπερ οἱ Ῥωμαῖοι τὰς βασιλικὰς εἰκόνας γράφοντες τούς τε δορυφό‐ ρους περιιστῶσι καὶ τὰ ἔθνη ὑποτεταγμένα ποιοῦσι, τὸν ὅμοιον τρόπον
5κἀνταῦθα· ἐπειδὴ ὁ βασιλεὺς διὰ τῆς ὀπτασίας σχηματίζει τὸν θεὸν ὡς ἐπὶ θρόνου ὀχούμενον πάντων τῶν ἐπὶ γῆς δείκνυσι τὰς εἰκόνας τῷ τε σχήματι τὸ πρέπον ἀποδίδωσι κατὰ πάντων τῶν τοῦ θεοῦ διδάσκων τὴν δεσποτείαν.

3,81

Τοῦ αὐτοῦ· «Καὶ σύ, υἱὲ ἀνθρώπου, λάβε σεαυτῷ πλίνθον καὶ θήσεις αὐτὴν πρὸ προσώπου σου καὶ διαγράψεις ἐν αὐτῇ ὅλην τὴν Ἱερουσαλὴμ καὶ δώσεις ἐν αὐτῇ περιοχὴν καὶ οἰκοδομήσεις ἐν αὐτῇ προμαχῶνας καὶ
5περιβαλεῖς ἐπὶ αὐτὴν χάρακα καὶ δώσεις ἐπ’ αὐτῇ παρεμβολὰς καὶ τάξεις τὰς βελοστάσεις κύκλῳ.»

3,82

Ἑρμηνεία· Εἴ σοι φοβερὸν νενόμισται τὸ ἐξ ἐναντίας τῷ πλήθει διαλέγεσθαι καὶ
προλέγειν τῆς πόλεως τὴν πόρθησιν καὶ τοῦ ναοῦ τὴν κατασκαφὴν καὶ τὰ ἐκ τούτων συμβησόμενα δεινά, ἑτέρως τοῦτο μήνυσον ὡς κἀκείνους
5σωφρονίζειν καὶ σὲ δεικνύναι τὴν ἐπιείκειαν. «Καὶ λαβών», φησί, «πλίνθον διάγραψον τὴν πόλιν.» Ἐπιγεγράφθω δὲ τῆς πόλεως ἡ προσηγορία, ὥστε γνωρίζεσθαι ταύτην οὖσαν «τὴν Ἱερουσαλήμ». Ποιήσας δὲ τὴν πόλιν περίστησον τῷ τῆς γραφῆς σχήματι «χάρακα», ἵνα ἐστὶ στρατο‐ πέδου πλῆθος. Αἱ δὲ δυνάμεις κατὰ τάξιν πολεμικὴν προσιέτωσαν·
10τοῦτο γὰρ λέγει «παρεμβολὰς» ἀντὶ τοῦ τάγματα στρατιωτικὰ παρ‐ εστῶτα, μὴ μόνον περιπεφραγμένα ὅπλοις, ἀλλὰ τὰ μηχανήματα ἐπι‐ φερόμενα, οἷς καθαιρήσουσι τὰ τείχη ταῦτα· τὰ τείχη γὰρ ταῦτα μηνύει «τὰς βελοστάσεις». Θαυμασιώτατα δὲ μόνον τὴν περὶ τὴν πόλιν περί‐ στασιν τοῦ πλήθους μηνύει, ἵνα πρὸ τῶν δεινῶν τῷ φόβῳ καταπλήξας
15ἀποστήσῃ αὐτῆς τὴν παρανομίαν.

3,83

Ἐκ τοῦ μαρτυρίου τοῦ ἁγίου Εὐσταθίου τοῦ καὶ Πλακίδα· Ἐξελθόντος αὐτοῦ ἐν μιᾷ ἡμέρᾳ κατὰ τὸ σύνηθες ἐπὶ τὰ ὄρη θηρεῦσαι μετὰ τοῦ στρατοπέδου καὶ πάσης τῆς θεραπείας, ὤφθη αὐτῷ ἀγέλη ἐλάφων βοσκομένη. Καὶ διαστήσας κατὰ τὸ σύνηθες τὸν στρατὸν ἐποι‐
5εῖτο τὴν κατ’ αὐτῶν δίωξιν. Παντὸς δὲ τοῦ στρατοῦ ἐπὶ τὴν σύλληψιν ἀσχολουμένου τῶν ἐλάφων ὁ ὑπερμεγεθέστατος πάσης τῆς ἀγέλης καὶ εὐειδέστατος ἀποσπασθεὶς τῆς ἀγέλης ὥρμησε κατὰ τοῦ δρυμοῦ ἐν τοῖς δασυτέροις τόποις τῆς ὕλης καὶ δυσβάτοις χωρίοις. Ὃν θεασάμενος ὁ Πλακίδας καὶ ἐπιθυμήσας συλλαβέσθαι αὐτόν, καταλιπὼν πάντας μετ’
10ὀλίγων στρατιωτῶν κατεδίωκεν αὐτόν. Ἀτονησάντων δὲ τῶν συν‐ όντων μόνος προσεκαρτέρει τῇ διώξει. Κατὰ πρόνοιαν δὲ θεοῦ μήτε τοῦ ἵππου αὐτοῦ ἀτονήσαντος μήτε αὐτοῦ πρὸς τὴν δυσχέρειαν τοῦ τόπου ἀποκνήσαντος ἐπὶ πολὺ καταδιώκων μακρὰν εὑρέθη τοῦ στρατοπέδου αὐτοῦ. Ὁ δὲ ἔλαφος ἐκεῖνος καταλαβὼν ἀκρώρειαν πέτρας 〈ὑψηλοτάτης
15ἔστη ἐπάνω αὐτῆς· Φθάσας δὲ πλησίον ὁ στρατηλάτης,〉 μηδενὸς συνόντος αὐτῷ, ἔστη περισκοπῶν πάντοθεν καὶ ἐννοῶν, ποίῳ τρόπῳ λάβηται τοῦ ἐλάφου. Ἀλλ’ ὁ πάνσοφος καὶ οἰκτίρμων θεός, ὁ παντοίας ὁδοὺς ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἐπινοήσας, ἀντιθηρεύει τοῦτον ἐν τῇ θήρᾳ, οὐχ ὡς Κορνήλιον διὰ Πέτρου, ἀλλ’ ὡς Παῦλον διώκοντα διὰ
20τῆς ἰδίας ἐπιφανείας. Ἐπὶ πολὺ δὲ ἑστῶτος τοῦ Πλακίδα καὶ ἀτενίζοντος μὲν εἰς τὸν ἔλαφον, θαυμάζοντος δὲ αὐτοῦ τὸ μέγεθος καὶ ἀμηχανοῦντος περὶ τὴν σύλληψιν δείκνυσι κύριος τεράστιόν τι τοιοῦτον οὐκ ἀπεικὸς
οὐδὲ ὑπερβαῖνον τῆς αὐτοῦ δυνάμεως τὸ μέγεθος, ἀλλ’ ὥσπερ ἐπὶ τοῦ Βαλαὰμ λόγον ἐνθεὶς τῇ ὄνῳ ἤλεγξεν αὐτοῦ τὴν διάνοιαν, οὕτως καὶ
25ἐνταῦθα δείκνυσι τούτῳ ἐπὶ μὲν τῶν κεράτων τοῦ ἐλάφου τὸν τύπον τοῦ ἁγίου σταυροῦ ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου λάμποντα, μέσον δὲ τῶν κεράτων τὴν εἰκόνα τοῦ θεοφόρου σώματος, οὗ διὰ τὴν ἡμετέραν σωτηρίαν ἀναλαβεῖν κατεδέξατο· καὶ φωνὴν ἀνθρωπίνην ἐνθεὶς τῇ ἐλάφῳ προσκαλεῖται τὸν Πλακίδαν λέγων· «Ὦ Πλακίδα, τί με διώκεις;
30Ἰδοὺ ἕνεκέν σου παρῆν καὶ ἐν τῷ ζώῳ τούτῳ ὤφθην σοι. Ἐγώ εἰμι Ἰησοῦς ὁ Χριστός, ὃν ἀγνοῶν σέβῃ· αἱ γὰρ εὐποιίαι σου, ἃς σὺ ποιεῖς εἰς τοὺς δεομένους, παρέστησαν ἐνώπιόν μου, καὶ ἦλθον ἐμφανίσαι σοι ἐμαυτὸν διὰ τοῦ ἐλάφου τούτου καὶ ἀντιζωγρῆσαί σε καὶ συσχεῖν τοῖς δικτύοις τῆς φιλανθρωπίας μου. Οὐ γάρ ἐστι δίκαιον, τὸν ἐμοὶ προσ‐
35φιλῆ διὰ τῶν ἀγαθῶν ἔργων δουλεύειν δαίμοσιν ἀκαθάρτοις καὶ εἰδώλοις νεκροῖς καὶ κωφοῖς. Διὰ γὰρ τοῦτο ἦλθον ἐπὶ γῆς ἐν τῷ εἴδει τούτῳ, ᾧ νῦν ὁρᾷς, σῶσαι θέλων τὸ τῶν ἀνθρώπων γένος.»

3,84

Τοῦ ἁγίου Λεοντίου Νεαπόλεως τῆς Κυπρίων νήσου πρὸς Ἰουδαίους, πέμπτου λόγου· Φέρε δὴ λοιπόν, φέρε προθύμως καὶ τὴν τῆς ἐκτυπώσεως τῶν σεπτῶν εἰκόνων ἀπολογίαν ποιησώμεθα, ὅπως ἐμφραγῶσι στόματα ἀνόμων
5λαλούντων ἄδικα· νομικὴ γὰρ αὕτη ἡ παράδοσις καὶ οὐχ ἡμετέρα. Ἄκουσον γὰρ αὐτοῦ τοῦ θεοῦ λέγοντος πρὸς Μωσέα εἰκόνας δύο χερουβὶμ γλυπτῶν καὶ χωνευτῶν κατασκευάσαι σκιαζόντων τὸ ἱλαστή‐ ριον. Καὶ πάλιν τὸν ναὸν ἔδειξεν ὁ θεὸς τῷ Ἰεζεκιήλ, γλυπτὰ πρόσωπα, φησίν, εἶχε λεόντων καὶ φοινίκων καὶ ἀνθρώπων καὶ χερουβίμ, ἀπὸ τοῦ
10ἐδάφους αὐτοῦ ἕως τοῦ φατνώματος τῆς στέγης. Ὄντως φοβερὸς ὁ λόγος. Ὁ θεὸς ὁ ἐντειλάμενος τῷ Ἰσραὴλ μὴ ποιῆσαι γλυπτὸν μήτε εἰκόνα μήτε ὁμοίωμα, ὅσα ἐστὶν ἐν τῷ οὐρανῷ καὶ ὅσα ἐστὶν ἐπὶ τῆς γῆς, αὐτὸς προστάσσει τῷ Μωσῇ ποιῆσαι γλυπτὰ ζῷα χερουβίμ, καὶ τῷ Ἰεζεκιὴλ πλήρη εἰκόνων καὶ ὀνομάτων γλυπτῶν λεόντων καὶ φοινίκων
15καὶ ἀνθρώπων δείκνυσι τὸν ναὸν ὁ θεός. Καὶ Σολομὼν ἐκ νόμου λαβὼν τὸ τύπωμα πλήρη πεποίηκε τὸν ναὸν χαλκῶν γλυπτῶν, βοῶν καὶ φοινίκων καὶ ἀνθρώπων καὶ οὐ κατεγνώσθη ὑπὸ τοῦ θεοῦ ἐν τούτῳ. Εἰ τοίνυν ἐμοῦ καταγινώσκειν θέλεις περὶ εἰκόνων, προκατάγνωθι τοῦ θεοῦ τοῦ ταῦτα ποιεῖν κελεύσαντος ὡς ὑπόμνησιν αὐτοῦ εἶναι παρ’
20ἡμῖν.

3,85

Τοῦ αὐτοῦ, ἐκ τοῦ πέμπτου λόγου· Πάλιν ἡμᾶς διαπαίζουσι περὶ τοῦ τιμίου σταυροῦ καὶ τῆς τῶν θεοτυπώ‐ των εἰκόνων σημειώσεώς τε καὶ προσκυνήσεως εἰδωλολάτρας ἡμᾶς καὶ ξυλοθέους ὀνομάζοντες οἱ πανάθεοι. Εἰ δὲ ξυλόθεός εἰμι, ὡς λέγεις, ἄθεε,
5καὶ πολύθεος πάντως. Εἰ δὲ πολύθεος, ἐχρῆν με πάντως ὀμνύντα λέγειν· Μὰ τοὺς θεούς, καθάπερ καὶ σὺ ἕνα ὁρῶν μόσχον ἔλεγες· «Οὗτοι οἱ θεοί σου, Ἰσραήλ.» Ἀλλ’ οὐκ ἀξιωθείης τοῦτο παρὰ χριστιανῶν στομάτων ἀκοῦσαί ποτε, ἀλλ’ εἴθισται ἀεὶ ἡ μοιχαλὶς καὶ ἄπιστος συναγωγὴ τὴν πανσώφρονα Χριστοῦ ἐκκλησίαν ὡς πόρνην διαγορεύειν.

3,86

Τοῦ αὐτοῦ· Οὐδὲ γὰρ παρ’ ἡμῶν ὡς θεοὶ προσκυνοῦνται οἱ τῶν ἁγίων χαρακτῆρες καὶ εἰκόνες καὶ τύποι. Εἰ γὰρ ὡς θεῷ προσεκυνοῦμεν τῷ ξύλῳ τῆς εἰκόνος, ἐμέλλομεν πάντως καὶ τοῖς λοιποῖς προσκυνεῖν ξύλοις καὶ οὐχ ὡς πολλά‐
5κις λεανθέντος τοῦ χαρακτῆρος τῷ πυρὶ τὴν εἰκόνα κατεκαίομεν. Καὶ πάλιν, ἕως μέν ἐστι συνδεδεμένα τὰ ξύλα τοῦ σταυροῦ, προσκυνῶ τὸν τύπον διὰ τὸν ἐν αὐτῷ σταυρωθέντα Χριστόν· ἐπὰν δὲ διαιρεθῶσιν ἐξ ἀλλήλων, ῥίπτω αὐτὰ καὶ κατακαίω. Καὶ ὥσπερ ὁ κέλευσιν βασιλέως δεξάμενος ἐσφραγισμένην καὶ ἀσπασάμενος τὴν σφραγίδα οὐ τὸν πηλὸν
10ἐτίμησεν, οὐ τὸν χάρτην ἢ τὸν μόλυβδον, ἀλλὰ τῷ βασιλεῖ ἀπένειμε τὸ σέβας καὶ τὴν προσκύνησιν, οὕτω καὶ χριστιανῶν παῖδες τῷ τύπῳ τοῦ σταυροῦ προσκυνοῦντες οὐ τὴν φύσιν τοῦ ξύλου προσκυνοῦμεν, ἀλλὰ σφραγίδα καὶ δακτύλιον καὶ χαρακτῆρα Χριστοῦ αὐτοῦ βλέποντες δι’ αὐτοῦ τὸν ἐν αὐτῷ σταυρωθέντα ἀσπαζόμεθα καὶ προσκυνοῦμεν.

3,87

Τοῦ αὐτοῦ· Καὶ διὰ τοῦτο Χριστὸν καὶ τὰ Χριστοῦ πάθη ἐν ἐκκλησίαις καὶ οἴκοις καὶ ἀγοραῖς καὶ ἐν εἰκόσι καὶ ἐν σινδόνι καὶ ἐν ταμείοις καὶ ἐν ἱματίοις καὶ ἐν παντὶ τόπῳ ἐκτυπῶ καὶ διαγράφω, ἵνα διηνεκῶς ὁρῶν ταῦτα
5ἀναμιμνήσκωμαι καὶ μὴ ἐπιλάθωμαι, ὥσπερ σὺ ἐπελάθου κυρίου τοῦ θεοῦ σου ἀεί. Καὶ ὥσπερ σὺ προσκυνῶν τὸ βιβλίον τοῦ νόμου οὐ τὴν φύσιν τῶν δερμάτων καὶ τοῦ μέλανος προσκυνεῖς, ἀλλὰ τοὺς λόγους τοῦ θεοῦ τοὺς ἐγκειμένους ἐν αὐτῷ, οὕτως κἀγὼ τῇ εἰκόνι τοῦ Χριστοῦ προσκυνῶ, οὐ τῇ φύσει τοῦ ξύλου καὶ τῶν χρωμάτων—μὴ γένοιτο—,
10ἀλλ’ ἀψύχῳ χαρακτῆρι Χριστοῦ προσκυνῶν δι’ αὐτοῦ αὐτὸν Χριστὸν
δοκῶ κρατεῖν καὶ προσκυνεῖν. Καὶ ὥσπερ Ἰακὼβ δεξάμενος παρὰ τῶν ἀδελφῶν τοῦ Ἰωσὴφ τὸν χιτῶνα τὸν ποικίλον ᾑμαγμένον, ὅτε ἐπίπρα‐ σαν τὸν Ἰωσήφ, κατεφίλησε πάντως τὸν χιτῶνα μετὰ δακρύων καὶ τοῖς ὀφθαλμοῖς τοῖς ἰδίοις τοῦτον ἔθηκεν οὐ τὸ ἱμάτιον θρηνῶν, ἀλλὰ δι’
15αὐτοῦ τὸν Ἰωσὴφ νομίζων καταφιλεῖν καὶ ἐν χερσὶν αὐτὸν κατέχειν, οὕτω καὶ χριστιανῶν παῖδες εἰκόνα 〈Χριστοῦ〉 ἢ ἀποστόλου ἢ μάρτυρος κατασπαζόμενοι τῇ σαρκὶ τῇ ψυχῇ νομίζομεν αὐτὸν ἐκεῖνον τὸν Χριστὸν ἢ τὸν μάρτυρα αὐτοῦ ἀσπάζεσθαι. Ὡς γοῦν πολλάκις εἶπον, ὁ σκοπὸς ἐξετάζεται ἐπὶ παντὸς ἀσπασμοῦ καὶ ἐπὶ πάσης προσκυνήσεως. Εἰ δὲ
20ἐμοὶ ἐγκαλεῖς λέγων, ὅτι ὡς θεῷ προσκυνῶ τῷ ξύλῳ τοῦ σταυροῦ, διὰ τί οὐκ ἐγκαλεῖς τῷ Ἰακὼβ προσκυνήσαντι ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου τοῦ Ἰωσήφ; Ἀλλὰ πρόδηλον, ὅτι οὐ τὸ ξύλον τιμῶν προσεκύνησεν, ἀλλὰ διὰ τοῦ ξύλου τῷ Ἰωσὴφ προσεκύνησεν, ὥσπερ καὶ ἡμεῖς διὰ τοῦ σταυροῦ τῷ Χριστῷ. Ἐπεὶ καὶ Ἀβραὰμ τοῖς πωλήσασιν αὐτῷ τὸν
25τάφον ἀνδράσιν ἀσεβέσι προσεκύνησε καὶ γόνυ ἔκαμψεν ἐπὶ τὴν γῆν, ἀλλ’ οὐχ ὡς θεοὺς αὐτοὺς προσεκύνησε. Καὶ πάλιν ὁ Ἰακὼβ τὸν Φαραὼ ηὐλόγησεν ἀσεβῆ καὶ εἰδωλολάτρην ὄντα καὶ τὸν Ἠσαῦ ἑπτάκις, ἀλλ’ οὐχ ὡς θεόν. Ἴδε, πόσους ἀσπασμοὺς καὶ πόσας προσκυνήσεις ἀπ‐ έδειξά σοι γραφικάς τε καὶ φυσικὰς μὴ ἐχούσας κατάγνωσιν. Ἐμὲ δέ,
30ἐπὰν ἴδῃς εἰκόνα Χριστοῦ ἢ τῆς πανάγνου αὐτοῦ μητρὸς ἢ ἁγίου προσ‐ κυνοῦντα, ἀγανακτεῖς εὐθέως καὶ βλασφημεῖς καὶ ἀποπηδᾷς καὶ εἰ‐ δωλολάτρην με ἀποκαλεῖς καὶ οὐκ αἰσχύνῃ καὶ φρίττεις καὶ ἐρυθριᾷς, ὁρῶν με καθ’ ἑκάστην ἡμέραν ἐν πάσῃ τῇ οἰκουμένῃ ναοὺς εἰδώλων καταλύοντα καὶ ναοὺς μαρτύρων ἀνεγείροντα. Εἰ τὰ εἴδωλα προσ‐
35εκύνουν, διατί τοὺς μάρτυρας τιμῶ τοὺς καταλύσαντας τὰ εἴδωλα; Εἰ δὲ τὰ ξύλα, ὡς φῄς, δοξάζω, πῶς τιμῶ τοὺς ἁγίους τοὺς τὰ ξύλινα ξόανα τῶν δαιμόνων κατακαύσαντας; Εἰ δὲ καὶ τοὺς λίθους δοξάζω, πῶς δοξάζω τοὺς ἀποστόλους τοὺς τὰ λίθινα εἴδωλα κατακλάσαντας; Εἰ τὰς εἰκόνας τῶν ψευδωνύμων θεῶν σέβω, πῶς δοξάζω καὶ ἐπαινῶ καὶ ἑορτὰς
40ἐπιτελῶ τῶν τριῶν παίδων τῶν ἐν Βαβυλῶνι ἀθλησάντων καὶ τῇ εἰ‐ κόνι τῇ χρυσῇ μὴ προσκυνησάντων τῇ εἰδωλικῇ; Ἀλλ’ ὄντως πολλὴ τῶν ἀνόμων ἡ πώρωσις, πολλὴ τύφλωσις. Ὦ Ἰουδαῖε, πολλὴ ἡ ἀναί‐ δειά σου καὶ ἡ ἀσέβεια· ἀληθῶς ἀδικεῖται ὑπὸ σοῦ ἡ ἀλήθεια. «Ἀνάστα, ὁ θεός, δίκασον τὴν δίκην σου·» κρῖνον καὶ δίκασον ἡμῖν ἐξ ἔθνους οὐχ
45ὁσίου, ἀλλὰ ἀνοσίου καὶ ἀλλοτρίου καὶ παροξύνοντός σε διὰ παντός.

3,88

Τοῦ αὐτοῦ· Εἰ μὲν οὖν, ὡς πολλάκις εἶπον, τῷ ξύλῳ καὶ τῷ λίθῳ ὡς θεῷ προσ‐ εκύνουν, εἶπα ἂν κἀγὼ τῷ ξύλῳ καὶ λίθῳ· «Σύ με ἐγέννησας.» Εἰ δὲ τὰς εἰκόνας τῶν ἁγίων προσκυνῶ, τοὺς ἁγίους μᾶλλον, καὶ προσκυνῶ
5τὰς τῶν ἁγίων μαρτύρων ἀθλήσεις καὶ τιμῶ, πῶς λέγεις εἴδωλα ταῦτα, ὦ ἀνόητε; Τὰ γὰρ εἴδωλα τῶν ψευδωνύμων, τῶν μοιχῶν καὶ φονευτῶν καὶ τεκνοθυτῶν καὶ μαλακῶν ὁμοιώματά εἰσι καὶ οὐ προφητῶν οὐδὲ ἀποστόλων. Καὶ ἵνα ἐκ μέρους παραστήσω σοι σύντομον καὶ πιστότατον ὑπόδειγμα περὶ χριστιανικῶν καὶ Ἑλληνικῶν ὁμοιωμάτων, ἄκουσον.
10Εἶχον ἐν Βαβυλῶνι οἱ Χαλδαῖοι ὄργανα παντοῖα μουσικὰ πρὸς θεραπείαν εἰδώλων δαιμόνων, εἶχον δὲ καὶ οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ Ἱερουσαλὴμ ὄργανα, ἃ ἐπὶ ταῖς ἰτέαις ἐκρέμασαν· καὶ ἀμφότερα ὄργανα καὶ νάβλαι καὶ κιθάραι καὶ αὐλοὶ ὑπῆρχον, ἀλλὰ τὰ μὲν εἰς δόξαν θεοῦ ἐγένοντο, τὰ δὲ εἰς θεραπείαν τῶν δαιμόνων ἀντίμιμα. Οὕτω λοιπὸν καὶ ἐπὶ τῶν
15εἰκόνων καὶ εἰδώλων Ἑλληνικῶν καὶ χριστιανικῶν νόει, ὅτι ἐκεῖνα μὲν εἰς δόξαν διαβόλου καὶ μνήμην κατεσκευάσθησαν, ταῦτα δὲ εἰς δόξαν Χριστοῦ καὶ ἀποστόλων καὶ μαρτύρων καὶ ἁγίων αὐτοῦ.

3,89

Τοῦ αὐτοῦ· Ὅταν τοίνυν ἴδῃς χριστιανὸν προσκυνοῦντα τῷ σταυρῷ, γνῶθι, ὅτι διὰ Χριστὸν τὸν σταυρωθέντα καὶ οὐ τὴν φύσιν τοῦ ξύλου προσκυνεῖ. Ἐπεὶ πάντα ἂν τὰ ξύλα προσεκυνοῦμεν τοῦ ἀγροῦ, καὶ ὥσπερ ὁ Ἰσραὴλ
5προσεκύνει τὰ ἄλση καὶ τὰ δένδρα λέγων· «Σύ μου εἶ θεός, καὶ σύ με ἐγέννησας.» Ἡμεῖς δὲ οὐχ οὕτως, ἀλλὰ μνήμην καὶ γραφὴν ἔχομεν τῶν τοῦ κυρίου παθημάτων καὶ τῶν δι’ αὐτὸν ἀθλησάντων ἐν ταῖς ἐκκλησί‐ αις καὶ οἴκοις ἔχομεν πάντα δι’ αὐτὸν ποιοῦντες, τὸν ἡμέτερον κύριον. Καὶ αὖθις, εἰπέ, ὦ Ἰουδαῖε, ποία γραφὴ ἐπέτρεψε Μωσεῖ προσκυνῆσαι
10Ἰοθόρ, τῷ γαμβρῷ αὐτοῦ, εἰδωλολάτρῃ ὄντι, καὶ Ἰακὼβ τῷ Φαραὼ καὶ Ἀβραὰμ τοῖς υἱοῖς Ἐμμὼρ καὶ Δανιὴλ τῷ Ναβουχοδονόσορ ἀσεβεῖ ὄντι; Καὶ εἰ ἐκεῖνοι δίκαιοι καὶ προφῆται 〈ὄντεσ〉 διὰ κοσμικὴν καὶ πρόσ‐ καιρον ζωὴν ταῦτα ἐποίουν, πῶς ἐμοὶ ἐγκαλεῖς προσκυνοῦντι ταῖς ἁγίαις τῶν ἁγίων μνήμαις γραφικαῖς καὶ ἱστορικαῖς καὶ τὰ πάθη καὶ
15τὰς ἀθλήσεις, ἐξ ὧν καθ’ ἡμέραν εὐεργετοῦμαι καὶ αἰώνιον καὶ ἀΐδιον
ζωὴν ἐκδέχομαι;

3,90

Τῆς ἐκκλησιαστικῆς ἱστορίας Θεοδώρου δʹ τόμου· Ὑπὸ δὲ ταύτην τὴν ὑπατείαν κατὰ τὸν μῆνα τὸν Δεκέμβριον, ἔχοντα αὐτὸν τριακάδα καὶ πέμπτην ἡμέραν, θαῦμα φοβερὸν καὶ ἐξαίσιον πᾶσάν τε ἀκοὴν ἀνθρώπων καταπλῆττον γεγένηται. Ὀλύμπιος γάρ
5τις τοὔνομα Εὐθυμίου τοῦ τῆς Ἀρείου θρησκείας ἐξάρχοντος τὸν βαδι‐ στὴν παραχορεύων ἐν τῷ λουτρῷ τοῦ παλατίου Ἑλενιανῶν γενόμενος κατὰ τὸν προμαλάττοντα καὶ θεασάμενός τινας τῶν λουομένων τὴν τοῦ ὁμοουσίου δόξαν σεμνύνοντας ἔφη αὐταῖς λέξεσιν οὕτως· «Τί γάρ ἐστιν ἡ τριάς; Ποίῳ δὲ τοίχῳ οὐκ ἐπιγέγραπται;» Καὶ κρατήσας τῶν ἑαυτοῦ
10ἀναγκαίων ἔφη· «Ἴδε, κἀγὼ τριάδα ἔχω», ὥστε κινηθέντας τοὺς ἐκεῖ εὑρεθέντας μέλλειν αὐτὸν διαχειρίζεσθαι· ἀλλ’ εἴρχθησαν ὑπό τινος Μάγνου, πρεσβυτέρου τῶν ἁγίων ἀποστόλων ἐν τῷ περιτειχίσματι, ἀνθρώπου θαυμαστοῦ καὶ τὸν θεὸν θεραπεύοντος, φήσαντος πρὸς αὐτούς, ὡς οὐκ ἂν διαλάθῃ τὸν τῆς παντεφόρου δίκης ὀφθαλμὸν ἀκριβεῖ λόγῳ
15γράφοντα. Αἰδοῖ δὲ τοῦ ἀνδρὸς τῆς ταραχῆς παυσαμένων ἐξανέστη ὁ Ὀλύμπιος καὶ τῇ ἐμβάσει τῶν θερμῶν ὡς ἔθος χρησάμενος ἔξεισιν ἐπὶ τὴν τῶν ψυχρῶν ὑδάτων δεξαμένην, ἥτις λαμβάνει τὰ ὕδατα ἐκ πηγῆς τικτομένης μέσον τοῦ σεπτοῦ θυσιαστηρίου τοῦ εὐαγοῦς οἴκου τοῦ πρωτομάρτυρος Στεφάνου, ὃν ἐν παλαιοῖς ἔκτισεν ἀξιώμασιν ἀρχοντι‐
20κοῖς διαλάμψας Αὐρηλιανός· ἐνθένδε ἡγοῦμαι θείας ἐποψίας τὸ ὕδωρ ἀξιοῦσθαι. Ἐν ᾗ καταβὰς θᾶττον ἐπαναβαίνει κραυγάζων· «Ἐλεήσατέ με, ἐλεήσατε», καὶ κνήθων αὐτοῦ τὰς σάρκας τῶν ὀστῶν ἀπεμέριζε. Πάντες δὲ περὶ αὐτὸν γενόμενοι καὶ κρατήσαντες, σινδόνι περιτυλίξαντες ἀνέκλιναν ψυχορραγοῦντα. Ἐπηρώτων δέ, τί ἂν εἴη τὸ συμβάν· καί
25φησιν ὁ Ὀλύμπιος· «Ἄνδρα κατεῖδον λευχειμονοῦντα ἐπιβάντα μοι κατὰ τῆς νεροφόρου καὶ τρεῖς σίκλας θερμοῦ περιχέαντά μοι καὶ λέγοντά μοι· ‘Μὴ δυσφήμει‘.» Λαβόντες δὲ αὐτὸν φορείῳ οἱ αὐτῷ διαφέροντες μετεκόμισαν ἐν ἑτέρῳ λουτρῷ προσκειμένῳ τῇ τῶν Ἀρειανῶν ἐκκλησίᾳ. Θελόντων δὲ αὐτῶν ἀποτυλίξαι τὴν σινδόνα ἀπ’ αὐτοῦ συνεξέπαιρον
30πάσας τὰς σάρκας αὐτοῦ, καὶ οὕτως νεκρωθεὶς ἀπέδωκε τὸ πνεῦμα. Γνωστὸν δὲ ἐγένετο τοῦτο σχεδὸν καθ’ ὅλης τῆς βασιλίδος. Ἐφήμιζον
δέ τινες περὶ τοῦ πεπονθότος, ὡς χρόνοις τισὶν ἀπὸ τῆς τὸ ὁμοούσιον δοξαζούσης θρησκείας εἰς τὴν Ἀρείου μετεβαπτίσατο λατρείαν. Ἐπειδὴ δὲ τὸ συμβεβηκὸς καὶ ἀκοαῖς βασιλέων ἐπλησίασεν—Ἀναστάσιος
35δὲ ἦν—, ἐπέτρεψεν εἰκόνι χρωματισθὲν τὸ τεράστιον ὕπερθε τῆς νεροφό‐ ρου καταπαγῆναι. Ἰωάννης δέ τις διάκονος καὶ ἔκδικος τοῦ προλεχθέντος εὐαγοῦς οἴκου Στεφάνου τοῦ τῶν μαρτύρων πρώτου, ἀνὴρ εἰ καί τις ἄλλος ζῆλον ὑπὲρ τοῦ ὁμοουσίου δόγματος ἑκάστοτε ἐνδεικνύμενος καὶ αὐτὸς εἰκόνι κατέγραψεν, ἀλλ’ οὐχ ἁπλῶς· τῶν γὰρ ἐκεῖσε λουομένων
40καὶ θεασαμένων τὰ ὀνόματα κατέγραψε, καὶ ἔνθα εἴη ἕκαστος οἰκῶν, ἔτι τε καὶ τῶν τοῖς ὕδασιν ὑπηρετούντων. Μαρτυρεῖ δὲ ἡ εἰκὼν ἄχρι τοῦ παρόντος πεπηγυῖα ἐν τῷ ἐμβόλῳ τοῦ τετραστόου τοῦ πολλάκις εἰρημένου εὐκτηρίου. Ἐπειδὴ δὲ τῷ θαύματι θαῦμα ἐπηκολούθησεν, οὐχ ὅσιον παριδεῖν τῆς αὐτῆς ὑποθέσεως τυγχάνον, ὅπερ, εἰ καὶ τὸν παρ‐
45όντα καιρὸν ὑπερῆλθε, λέγειν οὐκ ὀκνήσω. Θεασάμενοι γὰρ οἱ τῆς Ἀρείου συμμορίας ἐπικρατοῦντα θρίαμβον ἐλιπάρησαν τὸν τοῦ παλατί‐ ου Ἑλενιανῶν τὴν φροντίδα πεπιστευμένον ὡς ἐξάρχοντα καὶ τῆς τοῦ λουτροῦ διοικήσεως καθελόντα, κατακρύψαι τὴν εἰκόνα. Ὃς πρόφασιν εὐμήχανον εὑράμενος τὴν ἐκ τῶν ὑδάτων προσγινομένην νοτίδα ὡς

3,90

(50)

σκυλθεῖσαν τὴν εἰκόνα ἀφελόμενος, φησίν, ἐπὶ διορθώσει κατέκρυψεν. Ἣν ὁ βασιλεύς, ἐγκυκλίους ἐπιδημίας τελῶν εἰς ἕκαστον τόπον βασιλι‐ κόν, παραγενόμενος κἀκεῖσε τὴν εἰκόνα ἐπεζήτει· καὶ οὕτως αὖθις τῷ τοίχῳ κατεπάγη. Παρὰ πόδας δὲ τὸν Εὐτυχιανόν (τοῦτο γὰρ ἦν ὄνομα τῷ διαιταρίῳ) ὀργή τις θεοδίκαστος παραλαβοῦσα τὸν μὲν δεξιὸν
55ὀφθαλμὸν διαρρεῦσαι πεποίηκε, κακίστως δὲ καὶ τὰ λοιπὰ περισείουσα μέλη, προσπελάσαι παρεσκεύασε τῷ εὐαγεῖ εὐκτηρίῳ, ἔνθα πεπίστευται ἀναπαύεσθαι μέρος ἱερῶν λειψάνων τῶν θεσπίων Παντολέοντος καὶ Μαρίνου, ἐπικαλουμένου τοῦ τόπου Ὁμόνοια ἐκ τοῦ ἐκεῖ συνελθόντας τοὺς ἑκατὸν πεντήκοντα ἐπισκόπους ἐπὶ Θεοδοσίου τοῦ μεγάλου βασι‐
60λέως κοινήν τινα καὶ συμπεφωνημένην διδασκαλίαν τοῦ τε ὁμοουσίου τῆς θείας τριάδος ποιήσασθαι καὶ τῆς ἐνανθρωπήσεως δὲ τοῦ κυρίου τρανῶσαι τὴν ἐκ παρθένου πρόσληψιν, ταύτην τὴν ἐπωνυμίαν τε‐ κτήνασθαι. Ἡμέρας τε περίπου ἑπτὰ προσκαρτεροῦντος καὶ ὀνοῦντος οὐδέν, ἀλλὰ καὶ διαβρωθέντων αὐτῷ καὶ τῶν διδύμων, μεσούσης μιᾶς
65τῶν νυκτῶν ὁ λαχὼν ὑποδιάκονος τὴν παννύχιον ἔχειν ὁρᾷ κατ’ ὄναρ βασιλέα τινὰ ἐπιστάντα καὶ τῇ χειρὶ ὑποδεικνύντα τὸν ἀσθενῆ λέγειν· «Πῶς ὑπεδέξω τοῦτον; Τίς δὲ ὁ ἐνταῦθα ἀγαγών; Οὗτος ὁ μετὰ τῶν εἰς ἐμὲ δυσφημούντων συμφραξάμενος. Οὗτος ὁ κατακρύψας τὴν εἰκόνα τοῦ θαύματος.» Διαναστὰς δὲ ὁ κληρικὸς τὸ ὀφθὲν διηγήσατο, φήσας
70τῶν ἀδυνάτων τυγχάνειν ἰαθῆναι τοῦτον τῆς μάστιγος. Τῇ δὲ αὐτῇ νυκτὶ ὁ Εὐτυχιανὸς ὥσπερ εἰς ὕπνον ἐκ τῶν ὀδυνῶν ὑπαχθεὶς ὁρᾷ τινα νεανίαν εὐνοῦχον παραγαυδίῳ λαμπρῷ ἠμφιεσμένον λέγοντα αὐτῷ· «Τί ἔχεις;» Ὡς δέ «Ἀποθνήσκω», ἔφη, «κατατηκόμενος καὶ θεραπείας μὴ τυγχάνων» ἤκουε λέγοντος, ὡς «οὐδείς σοι δύναται βοηθῆσαι· ὁ γὰρ
75βασιλεὺς δεινῶς ὀργίζεται κατὰ σοῦ.» Ἠντιβόλει οὗτος καί φησι· «Τίνα κινήσω ἢ τί ποιήσω;» Ὁ δέ φησιν· «Εἰ θέλεις ἀνεθῆναι, ἄπιθι συντόμως ἐν τῷ λουτρῷ Ἑλενιανῶν καὶ ἐγγύθεν τῆς εἰκόνος τοῦ καυ‐ θέντος Ἀρειανοῦ ἀναπαύθητι.» Παραυτὰ δὲ διυπνίσας ἕνα τῶν ὑπη‐ ρετούντων ἐφώνει. Ἐξεπλάγησαν δέ· τριῶν γὰρ ἡμερῶν ἤδη παρ‐
80ελθουσῶν ἀφωνίᾳ συνείχετο. Καί φησι πρὸς αὐτούς, ἀπάγειν αὐτὸν κατὰ τὸ προσταχθὲν διεκελεύσατο. Φθάσας δὲ τὸν τόπον καὶ πρὸς τὴν εἰκόνα τεθεὶς ἐξέπνει· τὴν γὰρ ἀπὸ τοῦ σώματος διάστασιν τῆς ψυχῆς ἐλευθερίαν ἀνέσεως ὁ ὀφθεὶς ἀγορεύων ἠλήθευσεν.

3,91

Τοῦ ἁγίου Ἀναστασίου τοῦ ἁγίου ὄρους Σινᾶ· Ἀπὸ τεσσάρων μιλίων Δαμασκοῦ χώριόν ἐστιν ἐπιλεγόμενον Καρσάτας· ἐν ᾧ χωρίῳ ναός ἐστι τοῦ ἁγίου Θεοδώρου. Ἐν τούτῳ τῷ ναῷ εἰσελ‐ θόντες Σαρακηνοὶ κατῴκησαν πάντα ῥύπον καὶ ἀκαθαρσίαν ἐκ γυναι‐
5κῶν καὶ παίδων καὶ ἀλόγων ποιήσαντες. Ἐν μιᾷ οὖν τῶν ἡμερῶν καθεζομένων πλειόνων αὐτῶν καὶ συντυγχανόντων ἔρριψεν εἷς ἐξ αὐτῶν σαγίταν κατὰ τῆς εἰκόνος τοῦ ἁγίου Θεοδώρου καὶ ἔκρουσεν εἰς τὸν δεξιὸν ὦμον αὐτοῦ, καὶ εὐθέως ἐξῆλθεν αἷμα καὶ κατῆλθεν ἕως κάτω τῆς εἰκόνος, πάντων θεωρούντων τὸ γενόμενον σημεῖον καὶ τὴν σαγίταν
10πεπηγμένην εἰς τὸν ὦμον τοῦ ἁγίου καὶ τὸ αἷμα κατερχόμενον. Καὶ μὴν σημεῖον τοιοῦτον παράδοξον γενόμενον θεασάμενοι οὐκ ἦλθον εἰς συν‐ αίσθησιν· οὐ μετενόησεν ὁ τὴν σαγίταν ῥίψας, οὐκ ἐτάραξεν ἑαυτὸν εἷς ἐξ αὐτῶν, οὐκ ἀνεχώρησαν τοῦ ναοῦ, οὐκ ἐπαύσαντο ῥυποῦντες αὐτόν. Καὶ μέντοιγε τὴν ἐσχάτην ἔδωκαν τιμωρίαν. Εἰκοσιτεσσάρων γὰρ
15οἴκων ὑπαρχόντων ἐξ αὐτῶν τῶν κατοικούντων ἐν τῷ ναῷ ἐντὸς ὀλίγων ἡμερῶν ἅπαντες πικρῷ θανάτῳ ἐξηλείφθησαν, μηδενὸς τούτων τελευτή‐ σαντος ἐν τῷ αὐτῷ χωρίῳ εἰ μὴ αὐτῶν τῶν κατοικούντων ἐν τῷ ναῷ ἐν ταῖς αὐταῖς ἡμέραις. Αὕτη οὖν ἡ εἰκὼν ἡ τοξευθεῖσα ἔτι περίεστιν ἔχουσα καὶ τὴν πληγὴν τῆς σαγίτας καὶ τὸν τύπον τοῦ αἵματος. Πολλοὶ δὲ ζῶσι
20τῶν θεασαμένων καὶ εὑρεθέντων τότε, ὅτε τὸ παράδοξον τοῦτο γέγονε. Κἀγὼ δὲ ὡς θεασάμενος τὴν αὐτοῦ εἰκόνα, καὶ θεασάμενος, ὃ ἐθεασάμην,
ἔγραψα.

3,92

Ἐκ τοῦ βίου τοῦ ἁγίου Συμεῶνος τοῦ θαυματουργοῦ ἐξήγη‐ σις Ἀρκαδίου, ἀρχιεπισκόπου Κύπρου, θαῦμα ἑκατοστὸν τριακοστὸν δεύτερον· Συνέβη δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἄνδρα τινὰ ἀγοραῖον τῆς πόλεως
5Ἀντιοχείας συνοχῇ δεινῇ κατέχεσθαι ὑπὸ δαίμονος πονηροῦ καὶ στενο‐ χωρεῖσθαι ἐπὶ χρόνους, ὥστε καταπνίγεσθαι αὐτὸν ὑπ’ αὐτοῦ, σφιγ‐ γομένων τῶν πνοϊκῶν αὐτοῦ. Οὗτος ἀνελθὼν πρὸς τὸν ἅγιον καὶ τυχὼν ἰάσεως ταῖς αὐτοῦ πρεσβείαις καὶ γενόμενος ὡς μηδὲν πεπονθὼς κακὸν καὶ ἐπανελθὼν εἰς τὸν ἴδιον οἶκον κατ’ εὐχαριστίαν ἀνέστησεν
10αὐτῷ εἰκόνα ἐν δημοσίῳ καὶ ἐμφανεῖ τῆς πόλεως τόπῳ, ἐπάνω τῶν θυρῶν τοῦ ἐργαστηρίου αὐτοῦ. Ἰδόντες δὲ αὐτήν τινες τῶν ἀπίστων οὕτως ἐντίμως μετὰ φώτων καὶ βήλων δοξαζομένην καὶ πλησθέντες ζήλου συνετάραξαν τοὺς ὁμοίους αὐτῶν ἀτάκτους ἀνθρώπους, ὥστε συνελθεῖν πλῆθος καὶ ἐνταράχως κράζειν· «Αἶρε τοῦ ζῆν τὸν τοῦτο
15πεποιηκότα, καὶ ἡ εἰκὼν καταβληθήτω.» Συνέβη δὲ κατ’ οἰκονομίαν θεοῦ τὸν ἄνδρα μὴ εὑρεθῆναι τότε ἐν τῷ οἴκῳ αὐτοῦ· προεθυμοῦντο γὰρ διαχειρίσασθαι αὐτὸν ἄλλων ἄλλα κραζόντων. Ἡ γὰρ κακία αὐτῶν πολλὴ καὶ μεγάλη ἦν ἐνώπιον τοῦ θεοῦ σφόδρα καὶ ὁ φθόνος ἄμετρος, ὑφ’ οὗ καὶ ἐνεργούμενοι εἰς τοῦτο συνεληλύθεισαν καιρὸν νομίσαντες
20εὑρεῖν καταστασιάσαι καὶ καθυβρίσαι τὸν ἅγιον ὡς πολλάκις ἐλέγξαντα τὴν κακοπιστίαν καὶ πλάνην τῶν ἐν αὐτοῖς ἑλληνιζόντων. Ὡς οὖν οὐκ ἠδύναντο φέρειν τὴν τοσαύτην μανίαν, ἐπέτρεψαν ἑνὶ τῶν στρατιωτῶν ἀνελθεῖν ἐν ἀναβαθμοῖς καὶ ῥῖψαι τὴν εἰκόνα. Ἀνελθὼν δὲ ἐκεῖνος καὶ ἐκτείνας τὰς χεῖρας τοῦ ποιῆσαι τὸ προσταχθὲν εὐθέως ἀπερράγη
25ἄνωθεν κάτω καταπεσὼν ἐπὶ τὴν γῆν, καὶ ἐγένετο θόρυβος μέγας εἰς τὸν ὄχλον. Καὶ προσέθεντο ἐξαφθέντες ἄλλον ἀναγαγεῖν, καὶ ἐκτείνας κἀκεῖνος τὰς χεῖρας αὐτοῦ κατασῦραι αὐτὴν ὡσαύτως ἀπερράγη ἐπὶ τὴν γῆν. Καὶ τούτου γενομένου φοβηθέντες πάντες ἤρξαντο τὴν σφραγῖ‐ δα τοῦ σταυροῦ περιάπτειν ἑαυτοῖς. Ἐπὶ πλέον δὲ μεμηνότες οἱ ἄπιστοι
30ἐκεῖνοι προσέθεντο καὶ τρίτον ἀνενέγκαι ἐπὶ τούτῳ, καὶ ὡς ἐξέτεινε καὶ αὐτὸς τὰς χεῖρας τοῦ ῥῖψαι τὴν εἰκόνα, ὁμοίως καὶ αὐτὸς κατερράγη ἐπὶ τὴν γῆν. Τότε φόβος μέγας ἐπῆλθεν ἐπὶ πάντας τοὺς περιεστῶτας πιστούς, οἳ καὶ ἐκπληττόμενοι ἐπὶ τῇ πωρώσει καὶ τόλμῃ τῶν ἀπίστων καὶ ἀνοσίων ἐκείνων ἀνδρῶν προσκυνοῦντες μετὰ προσευχῆς τῇ εἰκόνι
35ἀνεχώρουν.

3,93

Τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ τοῦ λόγου τοῦ «Ἐπιγνῶναι, ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις»· Μὴ τοίνυν ἀλγῶμεν, ἀγαπητοί, μηδὲ καταπίπτωμεν ἐπὶ τῇ παρούσῃ θλίψει, ἀλλὰ θαυμάσωμεν τὸ εὐμήχανον τῆς τοῦ θεοῦ σοφίας· δι’ ὧν γὰρ
5προσεδόκησεν ὁ διάβολος τὴν πόλιν ἡμῶν καταβᾶλαι, διὰ τούτων αὐτὴν ὁ θεὸς ἀνέστησε καὶ ἀνώρθωσεν. Ὁ μὲν γὰρ διάβολος ἐνέπνευσέ τισι παρανόμοις ἀνθρώποις καὶ τοὺς τῶν βασιλέων ὕβρισαν ἀνδριάντας, ἵνα καὶ αὐτὸ τῆς πόλεως ἀφανίσῃ τὸ ἔδαφος.

3,94

Τοῦ αὐτοῦ· Ἐπειδὴ δὲ συνέβη τὰ τολμηθέντα καί τινες μιαροὶ καὶ παμμίαροι τοὺς νόμους καταπατήσαντες τοὺς ἀνδριάντας καθεῖλον καὶ τὸν περὶ τῶν ἐσχάτων πᾶσιν ἐπεκρέμασαν κίνδυνον καὶ νῦν ὑπὲρ τῆς ζωῆς αὐτῆς
5δεδοίκαμεν παροξύναντες βασιλέα, οὐκέτι λοιπὸν ἡ τῶν χρημάτων δάκνει ζημία, ἀλλ’ ἕτερα ἀντ’ ἐκείνων πάντων ἀκούω λεγόντων· «Λαβέ‐ τω τὴν οὐσίαν ὁ βασιλεύς, ἀποστησόμεθα τῶν ἀγορῶν καὶ τῶν οἰκιῶν ἀγαπητῶς· μόνον τὸ σῶμά τις ἡμῖν γυμνὸν ὑπόσχηται διασῴζειν.» Ὥσπερ οὖν ἐνταῦθα, πρὶν ἢ τὸν ὑπὸ τοῦ θανάτου φόβον ἡμῖν ἐπιστῆναι,
10ἔδακεν ἡ ζημία τῶν χρημάτων, ἐπειδὴ δὲ ἐτολμήθη τὰ παράνομα, ἐπεισελθὼν τὴν ὀδύνην τῆς ζημίας ἀπώθησεν 〈...〉

3,95

Τοῦ αὐτοῦ· Οὐκ οἶδας, κἂν μὴ λῃστεύῃ τις, ἐν δὲ τῷ τῶν λῃστῶν σπηλαίῳ φανῇ, τὴν αὐτὴν ἐκείνοις δίδωσι δίκην; Καὶ τί λέγω τὰ τῶν λῃστῶν; Ἴστε δήπου πάντες καὶ μέμνησθε, ὅτι τοὺς ἀνδριάντας καθεῖλον παρ’ ἡμῖν
5μιαροί τινες ἄνθρωποι καὶ γόητες, ἀλλ’, ὅσοι παρόντες ἁπλῶς τοῖς γινομένοις ἐφάνησαν, εἰς δικαστήριον ἁρπασθέντες καὶ συνανασχεθέντες ἐκείνοις τὴν ἐσχάτην ἔδωκαν δίκην.

3,96

Θεοδωρήτου, ἐπισκόπου Κύρρου, ἐκ τῆς Φιλοθέου ἱστορίας περὶ Μακεδονίου Ἀσιανίτου· Ἄλλοτε δὲ τῆς πόλεως ἀπό τινος πονηροῦ δαίμονος βακχευθείσης, ὡς δῆθεν νόσον ἀποδιῶξαι τῇ μανίᾳ κατὰ τῶν βασιλικῶν ἐχρήσαντο στη‐
5λῶν ἀνοήτως 〈...〉

3,97

Ἐκ τῆς ἐκκλησιαστικῆς ἱστορίας Θεοδώρου ἀναγνώστου Κωνσταντινουπόλεως περί τινος αἱρετικοῦ Παλλαδίου· Ὁ δὲ τῆς Ἀντιοχείας ἐπίσκοπος Παλλάδιος πρὸς χάριν βασιλέως διαπραττόμενος τοὺς τοῖς ἐν Χαλκηδόνι ἁγίοις δόγμασιν ἑπομένους
5ἐμυσάττετο καὶ τὰς τῶν ἁγίων πατέρων εἰκόνας καθεῖλεν.

3,98

Ἐκ τοῦ βίου τοῦ ἁγίου Κωνσταντίνου, τοῦ τρίτου βιβλίου, κεφαλαίου τετάρτου· Τὰ μὲν οὖν αὐτῷ καταθύμια συνετελεῖτο, τὰ δὲ τῆς τοῦ φθόνου βασκανίας δεινῶς τὰς κατὰ τὴν Ἀλεξάνδρειαν ἐκκλησίας ἐκταράττοντα καὶ τὰ
5Θηβαίων τε καὶ Αἰγυπτίων σχίσματα ἐποίουν καὶ ἄλλα κακὰ οὐ σμικρά, αὐτῶν ἐκείνων προσρηγνυμένων καθ’ ἑκάστην πόλιν ἐπισκόπων ἐπι‐ σκόποις δήμων τε δήμοις ἐπανισταμένων καὶ μονονουχὶ συμπληγάδαις, κατακοπτόντων ἀλλήλους, ὥστε ἰδεῖν φρενῶν ἐκστάσει ἀνοσίως ἐγχει‐ ρεῖν καὶ τὰς βασιλέων ἀφρόνως ὑβρίζειν εἰκόνας.

3,99

Τῆς ἐκκλησιαστικῆς ἱστορίας, περὶ τῶν τὰ Διοσκόρου φρο‐ νούντων· Εἰς τοσοῦτον γὰρ ἐληλύθει τῆς τόλμης, ὥστε καὶ τὰ τῶν ἐκεῖ γεγονότων μακαρίων ποιμένων ὀνόματα τῶν ἱερῶν διπτύχων ἀνεῖλε καὶ τὰς αὐτῶν
5εἰκόνας καθεῖλε κατακαύσας τυραννικῶς.

3,100

Τῆς αὐτῆς ἱστορίας, περὶ τοῦ διαδεξαμένου τὸν θρόνον Κωνσταντινουπόλεως μετὰ Μακεδόνιον αἱρετικοῦ· Οὗτος ὁ ἀνόσιος ἐν ταῖς συνάξεσιν ἀπερχόμενος τοὺς σεπτοὺς οἴκους ἀναθεωρεῖσθαι κελεύων, εἴ που μὴ γεγραμμένον ἐν εἰκόνι εὕρισκε Μακε‐
5δόνιον, ταύτην εἰ μὴ καθεῖλεν, οὐκ ἂν ἐλειτούργει.

3,101

Τῆς αὐτῆς ἱστορίας, περὶ Ἰουλιανοῦ καὶ Τιμοθέου {τοῦ καὶ Αἰλούρου}· Τοῦτον τὸν Ἰουλιανὸν γνωρίζουσί τινες τῶν ταῖς ταραχαῖς χαιρόντων
Τιμοθέῳ τῷ ἐπισκόπῳ ὑπὸ τοῦ προλεχθέντος Μακεδονίου συγκροτη‐
5θέντα, καὶ δι’ ἣν αἰτίαν συνεκροτεῖτο. Διὰ τῶν ὑπηρετουμένων αὐτῷ θᾶττον παρενέγκας παρόντων καὶ πολιτικῶν ἀρχόντων ἐν τῷ ἐπι‐ σκοπείῳ ἠνάγκαζε τὰ τῆς ἐν Χαλκηδόνι συνόδου ἀναθέματι ὑποβαλεῖν. Δεόμενος δὲ ὁ γέρων ταῖς εἰκόσι τῶν κατοιχομένων ἱερέων Φλαβιανοῦ καὶ Ἀνατολίου τῶν ἀρχιεπισκόπων ἐν Κωνσταντινουπόλει κεχρωματι‐
10σμένων, δι’ ὧν ἡ ἐν Χαλκηδόνι σύνοδος τὸ κῦρος ἐκτήσατο, ἐκραύγαζεν· «Εἰ μὴ θέλετε ἀφήσειν τὰ τῆς λελεγμένης ἁγίας συνόδου ἀναθεματίσαι, τὰς τῶν ἐπισκόπων εἰκόνας καὶ τῶν ἱερῶν διπτύχων ἀπαλεῖψαι 〈...〉»

3,102

Τοῦ Χρυσοστόμου ἐκ τοῦ εἰς τὸν ἅγιον Φλαβιανὸν Ἀντιο‐ χείας· Καὶ ὁ ὄχλος ἐδείχθη τοῦτο, ὅπερ ἐστίν· ἀλόγῳ γὰρ χρησάμενοι ὁρμῇ στρατηγῷ ὥρμων κατὰ τῶν βασιλικῶν εἰκόνων καὶ στηλῶν καὶ κατα‐
5βαλόντες ταύτας ἔσυρον διὰ τῆς ἀγορᾶς. Ἡ γὰρ μανία τὰς φρένας ἐλύττησε καὶ τοὺς σώφρονας λογισμοὺς ἐτύφλωσεν ὁ θυμός.

3,103

Τοῦ αὐτοῦ λόγου ἐκ τοῦ πατριάρχου Φλαβιανοῦ πρὸς Θεοδόσιον τὸν μέγαν βασιλέα· Ἡμάρτομεν, ὦ βασιλεῦ· οὐ κρύπτομεν τὴν ἁμαρτίαν, ἧς καὶ ἡ κτίσις κατηγορεῖ. Οὐκ ἀρνούμεθα τὴν μανίαν, ἣν κατὰ τῶν σῶν εἰκόνων
5ἐμάνημεν, μᾶλλον δὲ καθ’ ἑαυτῶν, ἀλλὰ τὴν φιλανθρωπίαν ὡς κατάκριτοι περιμένομεν.

3,104

Καὶ πάλιν τοῦ αὐτοῦ ἐκ τοῦ ἁγίου Φλαβιανοῦ· Μὴ διαφθείρῃς τοσαύτας εἰκόνας διὰ μίαν εἰκόνα χαλκῆν. Μὴ συντρίψῃς τοσαῦτα πλαστουργήματα θεῖα δι’ ἓν χαλκότυπον πλαστούργημα δυνάμενον χωνευθῆναι ῥᾳδίως.

3,105

Τοῦ αὐτοῦ Χρυσοστόμου, ὅτι παλαιᾶς καὶ καινῆς εἷς ὁ νομοθέτης, καὶ εἰς τὸ ἔνδυμα τοῦ ἱερέως· Ἐγὼ καὶ τὴν κηρόχυτον γραφὴν ἠγάπησα εὐσεβείας πεπληρωμένην· εἶδον γὰρ ἄγγελον ἐν εἰκόνι στίφη βαρβάρων διώκοντα καὶ πατούμενα
5βαρβάρων φῦλα καὶ τὸν Δαυὶδ ἀληθεύοντα· «Κύριε, ἐν τῇ πόλει σου
τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις.»

3,106

Τοῦ ἁγίου Βασιλείου εἰς τὸ ἐγκώμιον τῶν ἁγίων τεσσαρά‐ κοντα μαρτύρων· Δεῦρο δὴ οὖν, εἰς μέσον αὐτοὺς ἀγαγόντες διὰ τῆς ὑπομνήσεως κοινὴν τὴν ἀπ’ αὐτῶν ὠφέλειαν τοῖς παροῦσι καταστησώμεθα προδείξαντες
5πᾶσιν, ὥσπερ ἐν γραφῇ, τὰς τῶν ἀνδρῶν ἀριστείας, ἐπεὶ καὶ πολέμων ἀνδραθήματα καὶ λογογράφοι καὶ ζωγράφοι διασημαίνουσιν, οἱ μὲν τῷ λόγῳ κοσμοῦντες, οἱ δὲ τοῖς πίναξιν ἐγχαράττοντες, καὶ πολλοὺς ἐπ’ ἀνδρείαν ἐπήγειραν ἑκάτεροι. Ἃ γὰρ ὁ λόγος τῆς ἱστορίας δι’ ἀκοῆς παρίστησι, ταῦτα γραφικὴ σιωπῶσα διὰ μιμήσεως δείκνυσιν.

3,107

Τοῦ ἁγίου Γρηγορίου Ναζιανζοῦ ἐκ τῶν ἐπῶν· Ἢ μὴ διδάσκειν ἢ διδάσκειν τῷ τρόπῳ, Μὴ τῇ μὲν ἕλκειν, τῇ δ’ ἀπωθεῖσθαι χεροῖν, Ἧττον δεήσῃ τοῦ λέγειν πράττων, ἃ δεῖ.
5Γραφεὺς διδάσκει τὸ πλέον τοῖς ἐκτύποις.

3,108

Τοῦ αὐτοῦ μετάφρασις· Ἐάν, φησί, τῷ τρόπῳ οὐ διδάσκῃς, μὴ δίδασκε τῷ λόγῳ, ἵνα μή, οὓς ἕλκῃς τῷ λόγῳ, τούτους διὰ τὸ μὴ ἔχειν τρόπον χρηστὸν ἀποδιώκῃς· πράττων γάρ, ἅπερ χρή, αὕτη ἡ ἀρτία πρᾶξις καὶ λόγος διδασκαλίας
5ἔσται, ὥσπερ ὁ ζωγράφος τοῖς τύποις κατὰ τὸ πλέον διδάσκει.

3,109

Τοῦ αὐτοῦ· Οὐδὲ Πολέμων ἔμοιγε σιγηθήσεται. Καὶ γὰρ τὸ θαῦμα τῶν ἄγαν λαλουμένων. Ἦν μὲν τὸ πρόσθεν οὗτος οὐκ ἐν σώφροσι,
5Καὶ σφόδρα γ’ αἰσχρὸς ἡδονῶν ὑπηρέτης. Ἐπεὶ δ’ ἔρωτι τοῦ καλοῦ κατεσχέθη, Σύμβουλον εὑρών, οὐκ ἔχω δ’ εἰπεῖν τίνα, Εἴτ’ οὖν σοφόν τιν’, εἴθ’ ἑαυτόν, ἀθρόως Τοσοῦτον ὤφθη τῶν παθῶν ἀνώτερος,
10Ὥσθ’ ἕν τι θήσω τῶν ἐκείνου θαυμάτων. Ἑταίραν εἰσκαλεῖ τις ἀκρατὴς νέος, Ἥδ’ ὡς πυλῶνος ἦλθέ φασι πλησίον,
Τῆς δ’ ἦν ὑπερκύπτων Πολέμων ἐν εἰκόνι, Ταύτην ἰδοῦσα· καὶ γὰρ ἦν σεβασμία·
15Ἀπῆλθεν εὐθὺς καὶ θέας ἡττημένη, Ὡς ζῶντ’ ἐπαισχυνθεῖσα τὸν γεγραμμένον.

3,110

Τοῦ Χρυσοστόμου ἐκ τῆς πρὸς Τιμόθεον ἐπιστολῆς, κεφαλαί‐ ου ὀγδόου· «Ἀλλὰ τύπος γενοῦ τῶν πιστῶν» «περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον τῶν καλῶν ἔργων» τουτέστι τῷ ἀρχετύπῳ τοῦ βίου, αὐτὸς ἔσο
5ὥσπερ εἰκὼν προκείμενος.

3,111

Ἐκ τοῦ προσφωνητικοῦ τῆς ἁγίας ἕκτης συνόδου· Πάλιν Νεστόριος καὶ πάλιν Κελεστῖνος καὶ Κύριλλος, ὁ μὲν γὰρ τὸν Χριστὸν διῄρει καὶ κατεδίχαζεν, οἱ δὲ τῷ δεσπότῃ συλλαμβανόμενοι τὸν κατατομέα κατέβαλλον. Ἔφεσος ταῦτα καὶ τῶν ἐκεῖσε πραχθέντων
5οἱ πίνακες δι’ ἀγράφου φωνῆς σιγῶντες λαλοῦσι τὰ πράγματα.

3,112

Τοῦ ἀρχαιοτάτου Κλήμεντος, πρεσβυτέρου Ἀλεξανδρείας, ἐκ τοῦ ἑβδόμου βιβλίου τῶν Στρωματέων· Οὐκοῦν οὐ μόνον ἐπαινεῖ τὰ καλά, ἀλλὰ αὐτὸς βιάζεται τοῦ εἶναι καλός, ἐκ τοῦ «ἀγαθοῦ καὶ πιστοῦ δούλου» μεταβαίνων δι’ ἀγάπης εἰς «φίλον»,
5διὰ τὸ τέλειον τῆς ἕξεως, ὃ ἐκ μαθήσεως ἀληθοῦς καὶ συνασκήσεως πολλῆς καθαρῶς ἐκτήσατο. Ὡς ἂν οὖν ἐπ’ ἄκρον γνώσεως ἥκῃ, βιαζό‐ μενος τῷ ἤθει καὶ κεκοσμημένος, τῷ σχήματι κατεσταλμένος, πάντα ἐκεῖνα ἔχων, ὅσα πλεονεκτήματά ἐστι τοῦ κατὰ ἀλήθειαν γνωστικοῦ, εἰς τὰς εἰκόνας ἀφορῶν τὰς καλάς, πολλοὺς μὲν τοὺς κατωρθωκότας πρὸ
10αὐτοῦ πατριάρχας, παμπόλλους δὲ προφήτας, ἀπείρους δὲ ὅσους ἡμῖν ἀριθμῷ λογιζόμενος ἀγγέλους καὶ τὸν ἐπὶ πᾶσι κύριον τὸν διδάξαντα καὶ παραστήσαντα δυνατὸν εἶναι τῶν κορυφαίων ἐκείνων κτήσασθαι βίον.

3,113

Τοῦ ἁγίου Θεοδώρου, ἐπισκόπου Πενταπόλεως· Πάλιν τις ἀνὴρ τῶν πρώτων τῆς χώρας ἐκείνης, Δίων τοὔνομα, ὃς πολλοῖς ἀναθήμασι κατεκόσμησε τὸν ναὸν τοῦ ἁγίου μάρτυρος καὶ τὸ θυσιαστήριον αὐτοῦ ἀργυρένδυτον ἐποίησε. Καί τις τῶν οἰκετῶν αὐτοῦ
5κλέψας ἐξ αὐτοῦ χρήματα πολλὰ ἀπέδρα. Ὁ δὲ Δίων οὐ κατεδίωξεν ὀπίσω αὐτοῦ, ἀλλ’ εἰς τὴν τοῦ μάρτυρος εἰκόνα ἀπελθὼν κηρῷ τὸν τύπον τῆς εἰκόνος αὐτοῦ ἀνέμαξε καὶ τῇ πίστει τοῦ ἁγίου μάρτυρος ἐν τῷ πυλεῶνι ἐκ τοῦ οἴκου αὐτοῦ ἐνέπηξε. Καὶ θεὶς ὁ παῖς ἑαυτὸν ἐπ‐ έστρεψεν ὡς ὑπό τινος ἐλαυνόμενος καὶ ἦλθε πρὸς τὸν ἴδιον δεσπότην
10μηδέν, ἐξ ὧν ἐσύλωσε, σπανίσας. Τοῦτο οὖν πάντες μαθόντες ἕως τῆς σήμερον ἡμέρας τοῖς ἀποδιδράσκουσιν ἐπιτελοῦσιν οἱ τῆς χώρας ἐκείνης.

3,114

Τοῦ ἁγίου Ἀθανασίου Ἀλεξανδρείας κατὰ Ἀρειανῶν βιβλίου τρίτου· Τῆς δὲ οὐσίας τοῦ πατρὸς ἴδιον ὢν γέννημα ὁ υἱὸς εἰκότως καὶ τὰ τοῦ πατρὸς λέγει ἑαυτοῦ εἶναι· ὅθεν πρεπόντως καὶ ἀκολούθως τῷ λέγειν
5«ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», ἐπήγαγεν· «Ἵνα γνῶτε, ὅτι ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί.» Τούτῳ δὲ πάλιν προσείρηκεν, ὅτι «ὁ ἑωρα‐ κὼς ἐμὲ ἑώρακε τὸν πατέρα». Καὶ ἔστιν εἷς καὶ οὗτος νοῦς ἐν τοῖς τρισὶ ῥητοῖς. Ὁ γὰρ οὕτως ἐγνωκώς, ὅτι ἕν εἰσιν ὁ υἱὸς καὶ ὁ πατήρ, οἶδεν, ὅτι αὐτὸς ἐν τῷ πατρί ἐστιν καὶ ὁ πατὴρ ἐν τῷ υἱῷ· ἡ γὰρ τοῦ υἱοῦ
10θεότης τοῦ πατρός ἐστι καὶ αὐτὴ ἐν τῷ υἱῷ ἐστι. Καὶ ὁ τοῦτο δὲ κατα‐ λαβὼν ἐπίσταται, ὅτι ὁ ἑωρακὼς τὸν υἱὸν ἑώρακε τὸν πατέρα· ἐν γὰρ τῷ υἱῷ ἡ τοῦ πατρὸς θεότης θεωρεῖται. Τοῦτο δὲ καὶ ἀπὸ τοῦ παραδείγ‐ ματος τῆς εἰκόνος τοῦ βασιλέως προσεχέστερόν τις κατανοῆσαι δύνα‐ ται· ἐν γὰρ τῇ εἰκόνι τοῦ βασιλέως τὸ εἶδος καὶ ἡ μορφή ἐστι, καὶ ἐν
15τῷ βασιλεῖ δὲ τὸ ἐν τῇ εἰκόνι εἶδός ἐστιν. Ἀπαράλλακτός ἐστιν ἐν τῇ εἰκόνι τοῦ βασιλέως ἡ ὁμοιότης, ὡς τὸν ὁρῶντα τὴν εἰκόνα ὁρᾶν τὸν βασιλέα ἐν αὐτῇ καὶ τὸν πάλιν ὁρῶντα τὸν βασιλέα ἐπιγινώσκειν, ὅτι οὗτός ἐστιν ὁ ἐν τῇ εἰκόνι. Ἐκ δὲ τοῦ μὴ διαλλάτειν τὴν ὁμοιότητα τῷ θέλοντι μετὰ τὴν εἰκόνα τὸν βασιλέα θεωρῆσαι, εἴποι ἂν τούτῳ ἡ εἰκών·
20«Ἐγὼ καὶ ὁ βασιλεὺς ἕν τί ἐσμεν· ἐγὼ γὰρ ἐν ἐκείνῳ εἰμὶ κἀκεῖνος ἐν ἐμοί, καὶ ὃ ὁρᾷς ἐν ἐμοί, τοῦτο ἐν ἐκείνῳ βλέπεις, καὶ ὃ ἑώρακας ἐν ἐκείνῳ, βλέπεις τοῦτο ἐν ἐμοί· ὁ γὰρ προσκυνῶν τὴν εἰκόνα, ἐν αὐτῇ προσκυνεῖ τὸν βασιλέα. Ἡ γὰρ ἐκείνου μορφὴ καὶ τὸ εἶδος αὐτοῦ ἐστιν ἡ εἰκών.»

3,115

Τοῦ αὐτοῦ πρὸς Ἀντίοχον ἄρχοντα· Τί φασι πρὸς ταῦτα οἱ ἀποστρεφόμενοι καὶ ἐπιτρέποντες μὴ προσκυνεῖν τοὺς χαρακτῆρας τῶν ἁγίων, οἵτινες δι’ ὑπόμνησιν παρ’ ἡμῶν ἐκτυποῦν‐
ται;

3,116

Ἀμβροσίου, ἐπισκόπου Μεδιολάνων, πρὸς Γρατιανὸν τὸν βασιλέα περὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ θεοῦ λόγου· Θεὸς πρὸ τῆς σαρκὸς καὶ θεὸς ἐν σαρκί. Ἀλλὰ φόβος, φησί, μὴ δύο ἡγεμονικὰ ἢ σοφίαν διττὴν ἀπονέμοντες Χριστῷ μερίζειν δόξωμεν
5Χριστόν. Ἆρα οὖν μή, ὁπότε καὶ τὴν θεότητα αὐτοῦ καὶ τὴν σάρκα προσκυνοῦμεν, μερίζομεν τὸν Χριστὸν ἤ, ὅτε ἐν τῷ αὐτῷ καὶ τὴν τοῦ θεοῦ εἰκόνα καὶ τὸν σταυρὸν προσκυνοῦμεν, διαιροῦμεν αὐτόν; Μὴ γένοιτο.

3,117

Κυρίλλου, πατριάρχου Ἱεροσολύμων, τῆς δωδεκάτης κατ‐ ηχήσεως· Εἰ τοίνυν ζητεῖς τῆς Χριστοῦ παρουσίας τὸ αἴτιον, ἀνάδραμε ἐπὶ τὸ πρῶτον τῶν γραφῶν βιβλίον. Ἐν ἓξ ἡμέραις ἐποίησεν ὁ θεὸς τὸν κόσμον,
5ἀλλ’ ὁ κόσμος διὰ τὸν ἄνθρωπον· ἥλιος μὲν γὰρ λαμπρότατος, αὐγαῖς ἀποστίλβων, ἀλλὰ διὰ τὸν ἄνθρωπον, φαμέν, ἐγένετο. Καὶ πάντα τὰ ζῶα διὰ τὸ δουλεύειν ἡμῖν κατέστη, βοτάναι καὶ δένδρα διὰ τὴν ἡμετέραν ἀπόλαυσιν ἐκτίσθη. Πάντα καλὰ τὰ δημιουργήματα, ἀλλ’ οὐδὲν τούτων εἰκὼν τοῦ θεοῦ, μόνος δὲ ἄνθρωπος. Ἥλιος προστάγματι μόνῳ, ἄνθρωπος
10δὲ χερσὶ θείαις ἐπλάσθη· «ποιήσωμεν γὰρ ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν.» Εἰκὼν ξυλίνη ἐπιγείου βασιλέως τιμᾶται, πόσῳ γε μᾶλλον εἰκὼν λογικὴ θεοῦ;

3,118

Τοῦ ἁγίου Βασιλείου πρὸς τὸν ἅγιον Φλαβιανὸν περὶ τῆς Σαμαρείτιδος· Ἐν τόπῳ εἶναι τὴν προσκύνησιν ἐκ τῆς ἐγχωρίου συνηθείας ἠπατημένην ὁ κύριος ἡμῶν μεταδιδάσκων· «Ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσ‐
5κυνεῖν», φησίν, ἑαυτὸν λέγων δηλαδὴ τὴν ἀλήθειαν. Ὥσπερ ἐν τῷ υἱῷ προσκυνεῖν λέγομεν τὸν πατέρα, ὡς ἐν εἰκόνι θεοῦ πατρός, οὕτω καὶ ἐν τῷ πνεύματι ὡς ἐν ἑαυτῷ δεικνύντι τὴν τοῦ κυρίου θεότητα.

3,119

Τοῦ ἁγίου Γρηγορίου Ναζιανζοῦ εἰς τὸ βάπτισμα· Ἐάν σοι προσβάλῃ μετὰ τὸ βάπτισμα ὁ τοῦ φωτὸς διωκτής—προσ‐ βαλεῖ δέ· καὶ γὰρ τῷ λόγῳ καὶ θεῷ μου προσέβαλε, τῷ κρυπτῷ φωτὶ διὰ τὸ φαινόμενον—, ἔχεις, ᾧ νικήσεις· μὴ φοβηθῇς τὸν ἀγῶνα. Προ‐
5βαλοῦ τὸ πνεῦμα, προβαλοῦ τὸ ὕδωρ. Καὶ μετ’ ὀλίγα· Εἰπὲ τῇ σφραγῖδι θαρρήσας· «Εἰκών εἰμι θεοῦ· τῆς ἄνω δόξης οὔπω δι’ ἔπαρσιν ὥσπερ σὺ καταβέβλημαι. Χριστὸν ἐνδέδυμαι, Χριστὸν μετα‐ πεποίημαι τῷ βαπτίσματι. Σύ με προσκύνησον.»

3,120

Τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου εἰς τοὺς Μακκαβαί‐ ους· Τὰ τῶν βασιλικῶν ἐκτυπώματα χαρακτήρων οὐ μόνον ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ ταῖς τιμιωτέραις ὕλαις εὕροι τις ἂν διαλάμποντα, ἀλλ’ ἤδη
5καὶ ἐν χαλκῷ τὴν αὐτὴν ἔστιν ἰδεῖν χαραττομένην μορφήν. Καὶ ἡ διαφορὰ τῶν ὑλῶν οὐ λυμαίνεται τῷ ἀξιώματι τοῦ χαρακτῆρος οὐδὲ ἀμβλύνει τὴν ἀπὸ τῶν κρειττόνων τιμὴν ἡ τῆς ἐλάττονος μετοχή, ἀλλὰ πάσας ὁμοίως ὁ βασιλικὸς τύπος σεμνύνει καὶ οὐδὲν ἀπὸ τῆς ὕλης αὐτὸς ἐλατ‐ τούμενος τιμιωτέραν τὴν δεχομένην ἐργάζεται.

3,121

Τοῦ αὐτοῦ κατὰ Ἰουλιανοῦ τοῦ ἀθέου ἐκ τοῦ πρώτου λόγου· Τί δὲ ὁ νέος Ναβουχοδονόσορ; Οὐδὲν γὰρ οὗτος εἰς ἡμᾶς τοῦ πάλαι φιλανθρωπότερον ἐπεδείξατο, οὗ οἱ ἄνθρακες ἡμᾶς ἔτι διαθλίβουσιν, εἰ καὶ τὴν φλόγα διαπεφεύγαμεν. Οὐχὶ καὶ τὰ ἀναθήματα τῶν ἁγίων ἐπ’
5ἐκκλησίαις κείμενα εἰς προσκύνησιν τῶν πιστῶν δηλοῦσι τὴν λώβην τοῦ σώματος;

3,122

Τοῦ αὐτοῦ εἰς τὸν νιπτῆρα· Ὥσπερ γάρ, ὅταν βασιλικοὶ χαρακτῆρες καὶ εἰκόνες εἰς πόλιν κατα‐ πέμπωνται καὶ εἰσφέρωνται, ὑπαντῶσιν ἄρχοντες καὶ δῆμοι μετ’ εὐφη‐ μίας καὶ φόβου, οὐ σανίδα τιμῶντες, οὐ τὴν κηρόχυτον γραφήν, ἀλλὰ
5τὸν χαρακτῆρα τοῦ βασιλέως, οὕτως καὶ ἡ κτίσις.

3,123

Σευηριανοῦ Γαβάλων εἰς τὸν σταυρόν, λόγου τετάρτου· «Ἐπάταξε Μωσῆς τὴν πέτραν καὶ ἅπαξ καὶ δίς.» Διὰ τί δὲ ἅπαξ καὶ δίς; Εἰ δυνάμει θεοῦ ὑπακούει, τίς χρεία δευτέρας πληγῆς; Εἰ δὲ ἐκτὸς δυνά‐ μεως θεοῦ τύπτει, οὐ δευτέρα, οὐ δεκάτη οὐδὲ ἑκατοστὴ πληγὴ δυνήσε‐
5ται ἐπιθεῖναι τῇ ἀγόνῳ φύσει γόνιμον φύσιν. Εἰ μὲν οὖν θεοῦ τὸ ἔργον ἁπλῶς καὶ ἄνευ μυστηρίου σταυροῦ, ἤρκει τὸ ἅπαξ, ἤρκει καὶ νεῦμα μόνον, ἤρκει καὶ λόγος. Ἀλλ’ ἵνα τὴν εἰκόνα τοῦ σταυροῦ προτυπώσῃ,
τοῦτο γίνεται. «Ἐπάταξε», φησί, «Μωσῆς καὶ ἅπαξ καὶ δίς», οὐ κατὰ τὸ αὐτὸ σχῆμα, ἀλλὰ σταυροτύπως γράφων, ἵνα καὶ ἡ ἄψυχος φύσις
10αἰδεσθῇ τοῦ σταυροῦ τὸ σύμβολον. Εἰ γὰρ βασιλέως ἀπόντος εἰκὼν ἀναπληροῖ χώραν βασιλέως καὶ προσκυνοῦσιν ἄρχοντες καὶ ἱερομηνίαι ἐπιτελοῦνται καὶ ἄρχοντες ὑπαντῶσι καὶ δῆμοι προσκυνοῦσιν οὐ πρὸς τὴν σανίδα βλέποντες, ἀλλὰ πρὸς τὸν χαρακτῆρα τοῦ βασιλέως οὐκ ἐν τῇ φύσει θεωρουμένου, ἀλλ’ ἐν γραφῇ παραδεικνυμένου, πολλῷ μᾶλλον
15ἀθανάτου βασιλέως εἰκὼν δύναται οὐ πέτραν ῥῆξαι μόνον, ἀλλὰ καὶ τὸν οὐρανὸν καὶ πᾶσαν τὴν οἰκουμένην.

3,124

Ἐκ τῆς Χρονογραφίας Ἰσιδώρου διακόνου· Ἥμαρτε Θεόφιλος λοιδορήσας Ἰωάννην τὸν Χρυσόστομον πρὸς Εὐ‐ δοξίαν τὴν βασίλισσαν, ὅτι τὰ τῆς Ὠριγένους αἱρέσεως φρονεῖ· ἐχθραι‐ νομένη ἡ αὐγούστα πρὸς Ἰωάννην τὸν εἰρημένον προφάσει τοῦ ἀμ‐
5πελῶνος τῆς χήρας, καὶ διὰ τὴν ἁμαρτίαν ταύτην οὐκ ἐδυνήθη ὁ Θεό‐ φιλος παραδοῦναι τὴν ψυχήν, ἄχρις οὗ ἦλθεν ἡ εἰκὼν τοῦ Χρυσοστόμου· καὶ προσκυνήσας αὐτὴν παρέδωκε τὸ πνεῦμα.

3,125

Ἱερωνύμου, πρεσβυτέρου Ἱεροσολύμων· Τῆς γραφῆς ὑμῶν μηδαμοῦ ἐπιτρεπούσης ὑμῖν προσκυνεῖν τὸν σταυρόν, τίνος χάριν λοιπὸν αὐτὸν προσκυνεῖτε; Εἴπατε ἡμῖν τοῖς Ἰουδαίοις καὶ Ἕλλησι καὶ πᾶσι τοῖς ἐπερωτῶσιν ὑμᾶς ἔθνεσι.
5Ἀπόκρισις· Διὰ τοῦτο, ὦ ἀνόητοι καὶ ἀναιδεῖς τῇ καρδίᾳ, τάχα συν‐ εχώρησεν ὁ θεὸς παντὶ ἔθνει σεβομένῳ τὸν θεὸν πάντως προσκυνεῖν τι ἐπὶ τῆς γῆς ἔργον ἀνθρώπου ὑπάρχον, ἵνα μηκέτι δύνωνται ἐγκαλεῖν τοῖς χριστιανοῖς περὶ τοῦ σταυροῦ καὶ τῆς τῶν εἰκόνων προσκυνήσεως. Ὥσπερ οὖν ὁ Ἰουδαῖος προσεκύνει τὴν κιβωτὸν τῆς διαθήκης καὶ τὰ
10δύο χερουβὶμ τὰ χωνευτὰ καὶ χρυσᾶ καὶ τὰς δύο πλάκας, ἃς ἐλάξευσε Μωσῆς, μηδαμοῦ ἐπιτραπεὶς ὑπὸ τοῦ θεοῦ ταῦτα προσκυνεῖν ἢ ἀσπάζε‐ σθαι, οὕτως καὶ οἱ χριστιανοὶ οὐχ ὡς θεὸν τὸν σταυρὸν ἀσπαζόμεθα, ἀλλὰ δεικνύντες τὴν τῆς ψυχῆς ἡμῶν γνησίαν πρὸς τὸν σταυρωθέντα διάθεσιν.

3,126

Τοῦ μεγάλου Συμεὼν τοῦ θαυμαστοῦ ὄρους περὶ εἰκόνων· Ἴσως δέ τις τῶν ἀπίστων φιλόνεικος ὢν ἀμφισβητήσει λέγων, ὅτι καὶ ἡμεῖς ἐν ταῖς ἐκκλησίαις εἰκόνας προσκυνοῦντες ὡς ἀψύχοις προσ‐
ευχόμενοι εἰδώλοις λογισθησόμεθα. Μὴ οὖν γένοιτο ἡμᾶς τοῦτο ποιεῖν·
5τὰ γὰρ τῶν χριστιανῶν πίστις ἐστὶ καὶ ὁ ἀψευδὴς ἡμῶν θεὸς ἐνεργεῖ τὰς δυνάμεις. Οὐ γὰρ τοῖς χροϊδίοις, ἀλλὰ ἐν ὑπομνήσει τοῦ ἀντιτύπου γράμματος ὁρῶντες τὸν ἀόρατον διὰ τῆς ὁρωμένης γραφῆς ὡς παρόντα δοξάζομεν, οὐχ ὡς μὴ ὄντι θεῷ πιστεύοντες, ἀλλ’ ὡς ὄντι ἀληθῶς, οὔτε τοῖς ἁγίοις ὡς μὴ οὖσιν, ἀλλ’ ὡς οὖσι καὶ ζῶσι παρὰ τῷ θεῷ, καὶ τῶν
10πνευμάτων αὐτῶν ἁγίων ὄντων καὶ δυνάμει θεοῦ βοηθούντων τοῖς ἀξίοις ὡς δεομένοις αὐτῶν.

3,127

Ἀναστασίου, ἀρχιεπισκόπου Ἀντιοχείας, πρὸς Συμεών, ἐπίσκοπον Βόστρων, περὶ τοῦ σαββάτου· Ὥσπερ γὰρ ἀπόντος μὲν βασιλέως ἡ εἰκὼν αὐτοῦ προσκυνεῖται, παρ‐ όντος δὲ λοιπὸν περιττὸν καταλιπόντα τὸν πρωτότυπον προσκυνεῖν
5τῇ εἰκόνι· οὐ μήν, ἐπεὶ οὐ προσκυνεῖται διὰ τὸ παρεῖναι τόν, δι’ ὃν προσκυνεῖται, ἀτιμάζεσθαι αὐτὴν δεῖ. Τοιοῦτόν τι νομίζω συμβῆναι περὶ τὴν τοῦ νόμου σκιὰν ἤτοι τὸ γράμμα· σκιὰν γὰρ αὐτὸν καλεῖ ὁ ἀπό‐ στολος. Ἐφ’ ὅσον γὰρ ἐταμιεύετο τὸν καιρὸν τῆς ἀληθείας ἡ χάρις, τοὺς τύπους προεῖπον οἱ ἅγιοι θεωροῦντες ὡς ἐν ἐσόπτρῳ τὴν ἀλήθειαν.
10Ἐλθούσης δὲ τῆς ἀληθείας ζῆν μὲν κατὰ τοὺς τύπους οὐκ ἐνόμιζον εἶναι καλὸν καὶ τούτοις ἀκολουθεῖν ἔτι. Παρόντων γὰρ τῶν πραγμάτων παρέλκει λοιπὸν ὁ τύπος τοῦ πράγματος. Πλὴν καὶ οὕτως οὐκ ἠτίμαζον οὐδὲ παρεῖλκον, ἀλλ’ ἐτίμων τὸν τύπον καὶ τοὺς ἀτιμάζειν ἐπιχειροῦντας ἀσεβεῖς ἔκρινον καὶ θανάτου διὰ κολάσεως πικρᾶς ἀξίους.

3,128

Τοῦ αὐτοῦ, λόγου τρίτου· Ὥσπερ ἂν εἴ τις εἰκόνα βασιλέως διὰ τὸ καθῆκον τῆς περὶ τὸν βασιλέα προσκυνεῖ τιμῆς οὐδὲν οὖσαν ἢ κηρὸν καὶ χρώματα.

3,129

Τῆς ἁγίας καὶ οἰκουμένης πέμπτης συνόδου ἀναθεματισμὸς ιβʹ· Εἴ τις ἀντιποιεῖται Θεοδώρου τοῦ ἀσεβοῦς τοῦ Μοψουεστίας τοῦ εἰ‐ πόντος ἄλλον εἶναι τὸν θεὸν λόγον καὶ ἄλλον τὸν Χριστὸν ὑπὸ παθῶν
5ψυχικῶν καὶ τῶν τῆς σαρκὸς ἐπιθυμιῶν ἐνοχλούμενον καὶ τῶν χειρόνων κατὰ μικρὸν χωριζόμενον καὶ οὕτως ἐκ προκοπῆς ἔργων βελτιωθέντα
καὶ ἐκ πολιτείας ἄμωμον καταστάντα, ὡς ψιλὸν ἄνθρωπον βαπτι‐ σθῆναι εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καὶ διὰ τοῦ βαπτίσματος τὴν χάριν τοῦ ἁγίου πνεύματος λαβόντα καὶ υἱοθεσίας
10ἀξιωθῆναι καὶ κατὰ ἰσότητα βασιλικῆς εἰκόνος εἰς πρόσωπον τοῦ θεοῦ λόγου προσκυνεῖσθαι, ἀνάθεμα ἔστω.

3,130

Θεοδώρου ἱστοριογράφου Κωνσταντινουπόλεως ἐκ τῆς ἐκκλησιαστικῆς ἱστορίας περὶ Γενναδίου, ἀρχιεπισκόπου Κωνσταντινου‐ πόλεως· Ἕτερα δὲ αὐτοῦ παραθήσομαι καταπλήξεως μεστά. Ζωγράφος τις τὴν
5εἰκόνα τοῦ δεσπότου Χριστοῦ γράφων τὼ χεῖρε ἀπέψυκτο. Καὶ ἐλέγετο, ὡς ὑπὸ Ἕλληνός τινος τὸ ἔργον ἐπιταγὲν τῆς εἰκόνος ἐν τῷ προσχήματι τοῦ ὀνόματος τοῦ σωτῆρος γεγράφηκεν ἐξ ἑκατέρου τὰς τρίχας ἐπὶ κεφαλῆς διεστώσας, ὡς μὴ τὰς ὄψεις καλύπτεσθαι—τοιούτῳ γὰρ σχήματι Ἑλλήνων παῖδες τὸν Δία γράφουσι—πρὸς τὸ τοὺς ὁρῶντας
10νομίζειν τῷ σωτῆρι τὴν προσκύνησιν ἀπονέμεσθαι.

3,131

Τοῦ ἀββᾶ Μαξίμου καὶ Θεοδοσίου ἐπισκόπου καὶ τῶν ἀρχόντων τῶν ἀποσταλέντων παρὰ τοῦ βασιλέως· Ὁ ὅσιος Μάξιμος εἶπεν· «Ἐπὰν δὲ ἔδοξε ταῦτα γενέσθαι, ἔκβασις γένοιτο τῶν δοξάντων, καὶ ὅπου κελεύετε, ἀκολουθῶ ὑμῖν.» Καὶ ἐπὶ τούτοις
5ἀνέστησαν πάντες καὶ μετὰ δακρύων ἔβαλον μετάνοιαν, καὶ εὐχὴ γέγονε· καὶ ἕκαστος αὐτῶν τὰ ἅγια εὐαγγέλια καὶ τὸν τίμιον σταυρὸν καὶ τὴν εἰκόνα τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῆς τεκούσης αὐτὸν ἁγίας θεοτόκου ἠσπάσαντο τεθεικότες καὶ τὰς χεῖρας ἐπὶ βεβαιώσει τῶν λαληθέντων.

3,132

Τοῦ ἁγίου Σωφρονίου ἐκ τῶν θαυμάτων τῶν ἁγίων μαρτύ‐ ρων Κύρου καὶ Ἰωάννου εἰς Θεόδωρον τὸν ὑποδιάκονον ποδαγριοῦντα· Λέξωμεν δὲ λοιπὸν καὶ τὴν ῥῶσιν τοῦ σώματος δι’ ὀλίγων τὸν λόγον ποιούμενοι. Μετ’ ὀλίγας δὲ ταύτας τὰς ἡμέρας ἐκάθευδε καὶ πάλιν
5παρεστῶτας βλέπει τοὺς μάρτυρας καὶ συνοδεύειν αὐτοῖς ἐπιτάττοντας. Ὁ δὲ σφίσι προθυμότερον εἵπετο· ᾔδει γὰρ οὐκ ἀκερδὲς τὸ τοῖς ἁγίοις συνέπεσθαι. Ἐλθόντες οὖν εἰς ναὸν τέλειον, τῷ μὲν εἴδει φοβερὸν καὶ ὑπέρλαμπρον, τῷ δὲ ὕψει τῶν οὐρανῶν αὐτῶν ἐφαπτόμενον, καὶ εἴσω τούτου γενόμενοι μεγίστην εἰκόνα καὶ θαυμασίαν ἐβλέπομεν, μέσον δὲ τὸν
10δεσπότην Χριστὸν γεγραμμένον χρώμασιν ἔχουσαν, τὴν δέσποιναν θεοτόκον εὐώνυμον, καὶ δεξιὸν Ἰωάννην τὸν βαπτιστὴν τὸν ἐκ κοιλίας σκιρτήμασιν αὐτὸν προμηνύσαντα, ἐπεὶ καὶ λαλῶν ἔνδον ὢν οὐκ ἠκού‐ ετο, καί τινας τοῦ τῶν ἀποστόλων καὶ προφητῶν ἐνδόξου χοροῦ καὶ τῆς μαρτυρικῆς ὁμηγύρεως· μεθ’ ὧν ἐτύγχανε Κῦρος καὶ Ἰωάννης οἱ
15μάρτυρες, οἳ πρὸ τῆς εἰκόνος ἱστάμενοι τῷ δεσπότῃ προσέπιπτον γόνατα κάμπτοντες καὶ τὰς κεφαλὰς εἰς ἔδαφος τύπτοντες καὶ περὶ τῆς τοῦ νέου θεραπείας πρεσβεύοντες. Ταῦτα δὲ ἦν τὰ τῆς πρεσβείας ῥήματα· «Δέσποτα φιλάνθρωπε, κελεύεις δῶμεν καὶ τούτῳ τὴν ἴασιν;» Οἱ δὲ πολλάκις εἰς γῆν προσκυνήσαντες καὶ τοὺς τῆς ἱκεσίας λόγους ἐκ‐
20πέμψαντες, ὡς ὁ δεσπότης Χριστὸς οὐκ ἐπένευσε, τοῦ πρεσβεύειν παυσά‐ μενοι, κατηφεῖς καὶ ὀλίγωροι πρὸς ἐμέ, φησί, παραγίνονται οὐ μακρὰν πολὺ τῆς εἰκόνος ἱστάμενον. Καὶ πλησίον γενόμενοι· «Ὁρᾷς», φασί, «πῶς ὁ δεσπότης οὐ βούλεταί σοι δοῦναι τὴν ἴασιν; Ἀλλὰ μηδὲν ἀθυμήσῃς· πάντως γὰρ καὶ πρὸς σὲ ὡς πρὸς πάντας χρηστεύεται.»
25Καὶ διαναστάντες ὡσεὶ μικρὸν ἡμιώριον καὶ πάλιν ἀπελθόντες ἐδέοντο. Καὶ πάλιν ἄπρακτοι, φησίν, ἀνακάμπτουσι κατηφεῖς καὶ ὀλίγωροι, ὡς καὶ τὸ πρότερον τοῦ δεσπότου Χριστοῦ μὴ κελεύσαντος. Καὶ ταῦτά μοι πάλιν ἐλθόντες εἰρήκασιν. Τὸ τρίτον δὲ πορευόμενοι· «Θάρρει», λέγουσιν, «νῦν γὰρ τὴν χάριν πάντως λαμβάνομεν· ἀλλὰ καὶ σύ, ὥσπερ ἡμᾶς
30ὁρᾷς ἱκετεύοντας, σὺν ἡμῖν ἐλθὼν τὸν δεσπότην ἱκέτευε.» Καὶ πρὸς τὴν εἰκόνα τὸ τρίτον γενόμενοι τοῖς προλαβοῦσι τρόποις ἐχρῶντο καὶ ῥήμασι. Καὶ ὡς ὥραν πολλὴν ἐδεήθησαν καὶ κάτω κείμενοι τὸ «κελεύεις, δέσποτα;» μόνον ἀνέκραζον, τότε ὁ Χριστὸς σπλαγχνισθεὶς ὡς οἰ‐ κτίρμων 〈ἐπένευσε〉· καὶ «δότε αὐτῷ» πρὸς τῆς εἰκόνος ἀπεφθέγξατο.
35Καὶ χαμόθεν ἀναστάντες οἱ μάρτυρες πρῶτον μὲν ηὐχαρίστουν Χριστῷ τῷ θεῷ ἡμῶν ὡς τῆς δεήσεως αὐτῶν ἐπακούσαντι.

3,133

Τοῦ ἁγίου Ἀναστασίου τοῦ ἁγίου ὄρους Σινᾶ εἰς τὴν καινὴν κυριακὴν καὶ εἰς τὸν ἀπόστολον Θωμᾶν· Οἱ ἑωρακότες Χριστὸν ἐν σαρκὶ ὡς προφήτην αὐτὸν εἶχον· οἱ μὴ ἑωρακό‐ τες ἡμεῖς εὐθέως ἐξ ἁπαλῶν ὀνύχων, παῖδες καὶ νεανίσκοι, θεὸν αὐτόν,
5ἐξουσιαστὴν καὶ παντοκράτορα καὶ τῶν αἰώνων ποιητὴν καὶ ἀπαύγασμα τοῦ πατρὸς ὁμολογοῦμεν—ὡς γὰρ αὐτὸν ἐκεῖνον βλέποντες Χριστὸν λαλοῦντα, οὕτως τῶν αὐτοῦ εὐαγγελίων μετὰ πίστεως ἀκούομεν—, καὶ τὸν ἄχραντον μαργαρίτην τοῦ αὐτοῦ σώματος δεχόμενοι αὐτὸν ἐκεῖνον βαστάζειν τὸν Χριστὸν νομίζομεν, κἂν μόνον αὐτοῦ θεῖον χαρα‐
10κτῆρα ἐξεικονισμένον ἴδωμεν, ὡς ἐξ οὐρανοῦ ἡμῖν ἀτενίζοντα νομίζομεν,
προσκυνοῦμεν, προσπίπτομεν. Μεγάλη νῦν ἡ πίστις τοῦ Χριστοῦ.

3,134

Ἐκ τοῦ βίου τοῦ ἀββᾶ Δανιὴλ περὶ Εὐλογίου τοῦ λατόμου· Τότε ὀλιγωρήσας ἀπῆλθε καὶ ῥίψας ἑαυτὸν ἔμπροσθεν τῆς εἰκόνος τῆς θεοτόκου μετὰ κλαυθμοῦ ἔλεγε· «Κύριε, λῦσον τὴν ἐγγύην τοῦ ἀνθρώπου τούτου ἀπ’ ἐμοῦ.»

3,135

Ἐκ τοῦ βίου Μαρίας τῆς Αἰγυπτίας· Κλαίουσα τοίνυν ὁρῶ ἐπάνω τοῦ τόπου, ἐν ᾧ ἱστάμην, τὴν εἰκόνα τῆς ἁγίας θεοτόκου ἑστῶσαν καί φημι πρὸς αὐτήν· «Παρθένε, θεοτόκε, δέσποινα, ἡ τὸν θεὸν λόγον κατὰ σάρκα γεννήσασα, οἶδα μέν, οἶδα,
5ὡς οὐκ ἔστιν εὐπρεπὲς οὐδὲ εὔλογον τὴν οὕτω ῥυπαράν, τὴν οὕτω πανάσωτον, τὴν εἰκόνα καθορᾶν σου τῆς ἀειπαρθένου, ἀλλὰ δίκαιόν ἐστιν ἐμὲ ὑπὸ τῆς σῆς καθαρότητος μισεῖσθαι τε καὶ βδελύττεσθαι. Πλὴν ἐπείπερ διὰ τοῦτο γέγονεν ὁ ἐκ σοῦ τεχθεὶς θεὸς ἄνθρωπος, ὅπως καλέσῃ τοὺς ἁμαρτωλοὺς εἰς μετάνοιαν, βοήθησόν μοι τῇ μόνῃ
10μὴ ἐχούσῃ τινὰ βοήθειαν. Ἐπίταξον κἀμοὶ συγχωρηθῆναι τὴν εἴσοδον. Μὴ στερήσῃς με τὸ ξύλον ἰδεῖν, ἐν ᾧ κατὰ σάρκα προσεπάγη ὁ θεὸς λόγος, ὃν ἐγέννησας, ὃς τὸ αἷμα τὸ ἴδιον ὑπὲρ ἐμοῦ ἔδωκεν ἀντίλυτρον. Ἐπίταξον, ὦ δέσποινα, κἀμοὶ τὴν θύραν ἀνοιχθῆναι τῆς θείας τοῦ σταυροῦ προσκυνήσεως. Καί σε δίδωμι τῷ ἐκ σοῦ τεχθέντι θεῷ ἐγγυητὴν
15ἀξιόχρεων, ὡς οὐκέτι τὴν σάρκα ταύτην ἐξυβρίσω δι’ αἰσχρᾶς οἱ‐ ασδήποτε μίξεως. Ἀλλ’ ἡνίκα τὸ ξύλον τοῦ σταυροῦ τοῦ υἱοῦ σου θεάσωμαι, κόσμῳ καὶ τοῖς ἐν κόσμῳ πᾶσιν εὐθέως ἀποτάσσομαι καὶ αὐτίκα ἐξέρχομαι, ὅπου ἂν αὐτὴ ὡς ἐγγυητὴς ὑπόθῃ καὶ ὁδηγήσῃς με.» Ταῦτα εἰποῦσα καὶ ὥσπερ τινὰ πληροφορίαν λαβοῦσα τὸ τῆς πίστεως
20ἔμπυρον, τῇ εὐσπλαγχνίᾳ τῆς θεοτόκου θαρρήσασα κινῶ ἐμαυτὴν ἐξ ἐκείνου τοῦ τόπου, ἐν ᾧ ἑστῶσα ἐποιούμην τὴν δέησιν, καὶ ἔρχομαι πάλιν καὶ τοῖς εἰσιοῦσιν ἐμαυτὴν ἐγκατέμιξα. Καὶ οὐκέτι ἦν ὁ ὠθῶν με καὶ ἀντωθούμενος καὶ οὐδεὶς ὁ κωλύων τοῦ πλησίον γενέσθαι με τῆς θύρας, δι’ ἧς εἰς τὸν οἶκον εἰσῄεσαν. Ἔλαβεν οὖν με φρίκη καὶ ἔκστασις καὶ
25ὅλη δι’ ὅλου ἐκλονούμην καὶ ἔτρεμον. Ῥίψασα τοίνυν ἐμαυτὴν ἐπὶ τῆς γῆς καὶ τὸ ἅγιον ἐκεῖνο προσκυνήσασα ἔδαφος ἔτρεχον ἐξιοῦσα καὶ πρὸς τὴν ἐγγυησαμένην γενέσθαι σπουδάζουσα. Γίνομαι τοίνυν ἐν ἐκείνῳ τῷ τόπῳ, ἐν ᾧ τὸ τῆς ἐγγύης ἐπεγράφη χειρόγραφον καὶ γόνυ κλίνασα
ἔμπροσθεν τῆς ἀειπαρθένου καὶ θεοτόκου τούτοις ἐχρησάμην τοῖς ῥή‐
30μασιν· «Σὺ μέν, φιλάγαθε δέσποινα, τὸ σὸν ἐπ’ ἐμοὶ ἐνεδείξω φιλάνθρω‐ πον, σὺ τῆς ἀναξίας οὐκ ἐβδελύξω τὴν δέησιν. Εἶδον δόξαν, ἣν δικαίως οὐχ ὁρῶμεν οἱ ἄσωτοι. Δόξα τῷ θεῷ τῷ διὰ σοῦ δεχομένῳ τῶν ἁμαρτω‐ λῶν τὴν μετάνοιαν.» Καὶ τὰ ἑξῆς.

3,136

Ἐκ τοῦ βίου τῆς ἁγίας Εὐπραξίας· Λέγει ἡ διάκονος τῷ κορασίῳ· «Ὕπαγε, κυρία μου, εἰς τὸν οἶκόν σου, ὅτι οὐ δύνασαι ὧδε παραμεῖναι. Οὐδὲ γὰρ δύναταί τις ὧδε παραμεῖναι, ἐὰν μὴ συντάξηται τῷ Χριστῷ.» Λέγει αὐτῇ τὸ κοράσιον· «Ποῦ ἐστιν
5ὁ Χριστός;» Ἡ διάκονος ἐπέδειξεν αὐτῇ τὸν δεσποτικὸν χαρακτῆρα. Καὶ στραφεῖσα λέγει τῇ διακόνῳ· «Ἀληθῶς κἀγὼ τῷ Χριστῷ συντάσσο‐ μαι καὶ οὐκέτι ἀπέρχομαι μετὰ τῆς κυρίας μου.» Καὶ πάλιν ἀναστᾶσα ἡ Εὐπραξία καὶ λαβοῦσα τὴν θυγατέρα ἑαυτῆς παρέστησεν εἰς τὸν δεσποτικὸν χαρακτῆρα καὶ ἐκτείνασα τὰς χεῖρας αὐτῆς εἰς τὸν οὐρανὸν
10ἐβόησε μετὰ κλαυθμοῦ· «Κύριε Ἰησοῦ Χριστέ, σοὶ μελήσει περὶ τοῦ παι‐ δίου, ὅτι σὲ ἐπόθησεν καὶ σοὶ παρέθετο ἑαυτήν.»

3,137

Τῆς ἁγίας συνόδου τῆς ἐπὶ Ἰουστινιανοῦ περὶ τῆς ἁγίας πέμπτης συνόδου· Ἔν τισι τῶν σεπτῶν εἰκόνων γραφαῖς ἀμνὸς δακτύλῳ τοῦ προδρόμου δεικνύμενος ἐγχαράττεται, ὃς εἰς τύπον παρελήφθη τῆς χάριτος, τὸν
5ἀληθινὸν ἡμῖν διὰ νόμου προϋποφαῖνον ἀμνόν, Χριστὸν τὸν θεὸν ἡμῶν. Τοὺς οὖν παλαιοὺς τύπους καὶ τὰς σκιὰς ὡς τῆς ἀληθείας σύμβολά τε καὶ προχαράγματα τῇ ἐκκλησίᾳ παραδεδομένους κατασπαζόμενοι τὴν χάριν προτιμῶμεν καὶ τὴν ἀλήθειαν ὡς πλήρωμα νόμου ταύτην ὑποδεχόμενοι. Ὡς ἂν οὖν τὸ τέλειον κἂν ταῖς χρωματουργίαις ἐν ταῖς ἁπάντων ὄψεσιν
10ὑπογράφωμεν, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου ἀμνόν, Χριστὸν τὸν θεὸν ἡμῶν, κατὰ τὸν ἀνθρώπινον χαρακτῆρα καὶ ἐν ταῖς εἰκόσιν ἀπὸ τοῦ νῦν ἀντὶ τοῦ παλαιοῦ ἀμνοῦ ἀναστηλοῦσθαι ὁρίζομεν, διὰ τῆς ταπεινώσεως τὸ ὕψος τοῦ θεοῦ λόγου κατανοοῦντες καὶ πρὸς μνήμην τῆς ἐν σαρκὶ πολιτείας καὶ τοῦ πάθους αὐτοῦ χειραγωγούμενοι
15καὶ τῆς ἐντεῦθεν γενομένης τῷ κόσμῳ ἀπολυτρώσεως.

3,138

Τοῦ ἁγίου Μεθοδίου, ἐπισκόπου Πατάρων, περὶ ἀναστάσεως, λόγου δευτέρου· Αὐτίκα οὖν τῶν τῇδε βασιλέων αἱ εἰκόνες, κἂν μὴ ἀπὸ τῆς πολὺ τιμιω‐ τέρας 〈ὕλησ〉, χρυσοῦ τε καὶ ἀργύρου, ὦσι κατεσκευασμέναι, τιμὴν
5ἔχουσι πρὸς ἁπάντων. Οὐ γὰρ τὰς μὲν ἀπὸ τῆς πολὺ τιμιωτέρας ὕλης θεραπεύοντες ἐξολιγωροῦσιν οἱ ἄνθρωποι 〈τῶν ἄλλων〉, ἀλλὰ πᾶσαν ἐπίσης τιμῶσιν, εἰ καὶ ἀπὸ γύψου ἢ χαλκοῦ ὑπάρχουσι, καὶ ὁ δυσφημή‐ σας εἰς ὁποτέραν οὔτε ὡς εἰς πηλὸν ἀφίεται, οὔτε ὡς χρυσὸν ἐξευτελίσας κρίνεται, ἀλλ’ ὡς εἰς αὐτὸν ἀσεβήσας τὸν βασιλέα καὶ κύριον. Τὰς μὲν
10ἀπὸ χρυσοῦ κατεσκευασμένας εἰκόνας τῶν αὐτοῦ ἀγγέλων, τὰς ἀρχὰς
καὶ τὰς ἐξουσίας, εἰς τιμὴν καὶ δόξαν αὐτοῦ ποιοῦμεν.