TLG 2934 003 :: JOANNES DAMASCENUS :: Fragmenta philosophica (e cod. Oxon. Bodl. Auct. T.1.6) JOANNES DAMASCENUS Scr. Eccl.
Theol., Monachus, vel Joannes Monachus Sancti Sabae Fragmenta philosophica (e cod. Oxon. Bodl. Auct. T.1.6) Citation: Section — (line) | ||
t1 | ΦΙΛΟΣΟΦΑ | |
1(t2) | 〈Περὶ φωνῆσ〉 | |
3 | Ἐπειδὴ σκοπὸς ἡμῖν ἐστι διαλαβεῖν περὶ πάσης ἁπλῶς φιλοσόφου φωνῆς, δεῖ δὲ ἡμᾶς πρότερον γνῶναι, περὶ ποίας φωνὰς ἡ φιλοσοφία | |
---|---|---|
5 | καταγίνεται, ἐξ αὐτῆς τῆς φωνῆς τὴν ἀρχὴν τοῦ λόγου ποιούμενοί φαμεν, ὅτι ἡ φωνὴ ἢ ἄσημός ἐστιν ἢ σημαντική. Καὶ ἄσημος μέν ἐστιν ἡ μηδὲν σημαίνουσα, σημαντικὴ δὲ ἡ σημαίνουσά τι. Εἶτα πάλιν ἡ ἄσημος φωνὴ ἢ ἄναρθρός ἐστιν ἢ ἔναρθρος. Ἄναρθρος μὲν οὖν ἐστιν ἡ μὴ δυναμένη γραφῆναι, ἔναρθρος δὲ ἡ δυναμένη γραφῆναι. Ἔστιν οὖν | |
10 | ἄσημος καὶ ἄναρθρος φωνὴ οἷον ὁ ψόφος ἢ ὁ κτύπος ὁ γινόμενος ἀπὸ λίθου τυχὸν ἢ ξύλου, οὔτε γὰρ γράφεται οὔτε σημαίνει τι, ἄσημος δὲ καὶ ἔναρθρος οἷον τραγέλαφος, σκινδαψός· ταῦτα γὰρ γράφεται μέν, ἀλλ’ οὐδὲν σημαίνει, οὔτε γὰρ ἐγένετό ποτε τραγέλαφος ἢ σκινδαψὸς οὔτε ἐστί. Περὶ μὲν οὖν τῆς ἀσήμου φωνῆς καὶ τῆς ἀνάρθρου καὶ ἐνάρθρου | |
15 | οὐδεὶς λόγος τῇ φιλοσοφίᾳ. Ἡ σημαντικὴ φωνὴ πάλιν ἢ ἄναρθρός ἐστιν ἢ ἔναρθρος. Ἄναρθρος μὲν οὖν σημαντικὴ φωνή ἐστιν ὡς ἡ ὑλακτικὴ τῶν κυνῶν· αὕτη γὰρ σημαίνει μὲν τὸν κύνα, ὅτι κυνὸς φωνή ἐστι, σημαίνει δὲ καί τινος παρουσίαν. Ἄναρθρος δέ ἐστι, δίοτι οὐ γράφεται. Οὔτε οὖν περὶ ταύτης ἐστί τις λόγος τῇ φιλοσοφίᾳ. Ἡ δὲ σημαντικὴ | |
20 | καὶ ἔναρθρος ἢ μερική ἐστιν ἢ καθόλου· μερικὴ μὲν οἷον Πέτρος, Παῦλος, καθόλου δὲ οἷον ἄνθρωπος. Οὔτε οὖν περὶ τῆς μερικῆς ἐστι λόγος τῇ φιλοσοφίᾳ, ἀλλὰ περὶ τῆς σημαντικῆς καὶ ἐνάρθρου καὶ καθόλου ἤγουν κοινῆς καὶ ἐπὶ πολλῶν λεγομένης. Αὕτη δὲ πάλιν ἢ οὐσιώδης ἐστὶν ἢ ἐπουσιώδης. Οὐσιώδης οὖν ἐστιν ἡ δηλωτικὴ τῆς οὐσίας ἤγουν τῆς | |
25 | φύσεως τῶν πραγμάτων. Ἐπουσιώδης δὲ ἡ δηλοῦσα τὰ συμβεβηκότα, οἷον ὁ ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητόν. Ταῦτα ὅλα οὐσιώδη εἰσίν. Ἐὰν γὰρ ἀφέλῃς τι τούτων ἐκ τοῦ ἀνθρώπου, οὐκ ἔσται ἄνθρωπος. Ἐὰν γὰρ εἴπῃς, ὅτι οὐκ ἔστι ζῷον, οὐκέτι ἐστὶν ἄνθρωπος. Καὶ ἐὰν εἴπῃς ‘οὐκ ἔστιν λογικόν‘, οὐκ ἔστιν ἄνθρωπος. Ὁμοίως καί, ἐὰν εἴπῃς | |
30 | ‘οὐκ ἔστιν θνητόν‘, οὐκ ἔστιν ἄνθρωπος· πᾶς γὰρ ἄνθρωπος καὶ ζῷόν ἐστι καὶ λογικὸν καὶ θνητόν. Διὰ τοῦτο οὖν λέγονται οὐσιώδη, ὅτι | |
αὐτὰ συμπληροῦσι τὴν φύσιν τοῦ ἀνθρώπου καὶ ἀδύνατον συστῆναι τὸν ἄνθρωπον ἐκτὸς αὐτῶν. Ὁμοίως καὶ ἐπὶ ἑκάστου πράγματος τὰ συνιστῶντα τὴν φύσιν αὐτοῦ οὐσιώδη λέγονται, ἐπουσιώδη δὲ τὰ | 151 | |
35 | συμβεβηκότα, ἅτινα ἐνδέχεται εἶναι ἐν τῷ ἀνθρώπῳ καὶ μὴ εἶναι, οἷον τὸ λευκόν· κἂν γὰρ μή ἐστί τις λευκός, οὐκ ἀπώλεσεν τὸ εἶναι ἄνθρωπος. Ὁμοίως καὶ τὸ μέλαν καὶ τὰ τοιαῦτα. Ἡ οὖν οὐσιώδης φωνὴ ἢ τὸ τί ἐστι δηλοῖ ἢ τὸ ὁποῖόν τί ἐστιν, οἷον ἐρωτώμενοι ‘τί ἐστιν ἄνθρωποσ‘ φαμὲν ‘ζῷον‘, εἶτα ἐρωτώμενοι ‘ὁποῖον ζῷον‘ λέγομεν ‘λογικὸν θνη‐ | |
40 | τόν‘. Ἡ οὖν οὐσιώδης φωνὴ ἡ δηλοῦσα τὸ ὁποῖόν τί ἐστι λέγεται διαφορά. Ἡ δὲ δηλοῦσα τὸ τί ἐστιν ἢ πολλὰ εἴδη σημαίνει καὶ ποιεῖ τὸ γένος οἷον ἡ οὐσία (ἡ γὰρ οὐσία σημαίνει καὶ ἄνθρωπον καὶ ἵππον καὶ βοῦν· ἕκαστον γὰρ αὐτῶν οὐσία λέγεταί τε καὶ ἔστιν, ἄλλο δὲ εἶδος ὑπάρχει) ἢ πολλοὺς δηλοῖ τῷ μὲν ἀριθμῷ διαφέροντας ἀλλήλων, | |
45 | τῷ δὲ εἴδει οὐδαμῶς, καὶ ποιεῖ τὸ εἶδος· οἷον ἄνθρωπος σημαίνει μὲν πολλοὺς ἤγουν πάντας τοὺς κατὰ μέρος ἀνθρώπους, οἵτινες τῷ μὲν ἀριθμῷ διαφέρουσιν ἀλλήλων (ἄλλος γάρ ἐστιν ὁ Πέτρος καὶ ἄλλος ὁ Παῦλος καὶ οὔκ εἰσιν εἷς ἀλλὰ δύο) τῷ δὲ εἴδει οὐ διαφέρουσιν· πάντες γὰρ ἄνθρωποι καὶ λέγονται καί εἰσιν. | |
1(50) | Ἔστιν οὖν τὸ μερικώτερον οἷον ὁ Πέτρος ἄτομον καὶ πρόσωπον καὶ ὑπόστασις, ὅπερ τὸν τινὰ σημαίνει. Ἐρωτώμενοι γὰρ ‘τίς ἐστιν οὗτοσ‘, λέγομεν ‘Πέτροσ‘, ὅπερ καὶ καθ’ ἑαυτὸ ὑφέστηκε. Τὸ δὲ περιέχον ὅλα τὰ ἄτομα λέγεται εἶδος, καὶ ἔστι καθολικώτερον τοῦ ἀτόμου, ὅτι πολλὰ ἄτομα περιέχει οἷον ἄνθρωπος. Περιέχει γὰρ καὶ Πέτρον καὶ Παῦλον καὶ | |
55 | πάντας τοὺς κατὰ μέρος ἀνθρώπους, ὅπερ λέγεται φύσις καὶ μορφὴ καὶ οὐσία κατὰ τοὺς πατέρας. Τὸ δὲ πολλὰ εἴδη περιέχον λέγεται γένος οἷον τὸ ζῷον· περιέχει γὰρ ἄνθρωπον, βοῦν, ἵππον καὶ ἔστι καθολικώ‐ τερον τοῦ εἴδους. Οἱ δὲ πατέρες τὸ εἶδος καὶ τὸ γένος ἐκάλεσαν φύσιν καὶ μορφὴν καὶ οὐσίαν. Ἡ δὲ ἐπουσιώδης φωνὴ ἢ ἑνὶ εἴδει ὑπάρχει ἢ | |
60 | πολλοῖς. Καὶ εἰ μὲν ἑνὶ εἴδει ὑπάρχει, λέγεται ἴδιον ὡς τὸ γελαστικόν, μόνῳ γὰρ τῷ ἀνθρώπῳ ὑπάρχει τὸ γελαστικόν, καὶ τὸ χρεμετιστικὸν τῷ ἵππῳ. Εἰ δὲ πολλοῖς εἴδεσιν ὑπάρχει, ποιεῖ τὸ συμβεβηκὸς οἷον τὸ λευκόν· τοῦτο γὰρ ὑπάρχει καὶ ἀνθρώπῳ καὶ ἵππῳ καὶ κυνὶ καὶ ἄλλοις εἴδεσιν, ἅτινα πολλὰ καὶ διάφορα τῷ εἴδει ὑπάρχουσι. Καὶ αὗταί εἰσιν | |
65 | αἱ πέντε φωναί, ὑφ’ ἃς ἀνάγεται πᾶσα φιλόσοφος φωνή. Ταύτας οὖν δεῖ ἡμᾶς γνῶναι, ἑκάστη τί σημαίνει καὶ ἐν τίνι κοινωνοῦσιν ἀλλήλαις καὶ ἐν τίνι διαφέρουσιν. Εἰσὶ δὲ αὗται· γένος, εἶδος, διαφορά, ἴδιον, συμβεβηκός. Γένος μὲν τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι | |
70 | κατηγορούμενον, εἶδος δὲ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀρι‐ θμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον, διαφορὰ δὲ ἡ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ποῖόν τί ἐστι κατηγορουμένη καὶ ἐν τῷ ὁρισμῷ λαμβανομένη ὡς οὐσιώδης. Δεῖ γινώσκειν, ὅτι αὕτη λέγεται οὐσιώδης καὶ φυσικὴ καὶ συστατικὴ καὶ διαιρετικὴ καὶ εἰδοποιὸς καὶ | 152 |
75 | ἰδιαίτατα διαφορὰ καὶ ποιότης. Ἴδιον δέ ἐστι τὸ ἑνὶ εἴδει ὑπάρχον καὶ μόνῳ καὶ παντὶ τῷ εἴδει καὶ ἀεί. Συμβεβηκὸς δέ ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ποῖόν τί ἐστι κατηγορούμενον καὶ μὴ λαμβανόμενον, ἀλλὰ δυνάμενον καὶ ὑπάρχειν τινὶ καὶ μὴ ὑπάρχειν. Αὕτη δὲ λέγεται καὶ ἐπουσιώδης διαφορὰ καὶ ποιότης· περὶ ὧν ἐν τοῖς | |
80 | ἑξῆς ἀκριβέστερον σὺν θεῷ μαθησόμεθα, ἐν οἷς ἡ πρᾶξις. Ἄτομόν ἐστι τὸ ἐξ οὐσίας καὶ συμβεβηκότων καθ’ αὑτὸ ὑφιστάμενον, ἀριθμῷ τῶν ὁμοειδῶν κεχωρισμένον, οὐ τὸ τὶ δηλοῦν, ἀλλὰ τὸν τινά. | |
2(t1) | Περὶ τῶν δέκα γενικωτάτων γενῶν, ἃς κατηγορίας ὀνομάζουσιν | |
2 | Δεῖ γινώσκειν, ὅτι τῶν λεγομένων τὰ μὲν ἁπλῶς καὶ ἄνευ συμπλοκῆς λέγεται ὡς οὐσία, συμβεβηκὸς καὶ τὰ τοιαῦτα, τὰ δὲ μετὰ συμπλοκῆς, ὡς ἵππος τρέχει, ὡς Σωκράτης φιλοσοφεῖ. Ἡμῖν δὲ ἐνταῦθα σκοπός | |
5 | ἐστι περὶ ἁπλῶν λέξεων διαλεχθῆναι διὰ μέσων ἁπλῶν ἐννοιῶν ἁπλᾶ δηλουσῶν πράγματα. Ἕκαστον δὲ τῶν ἁπλῶς λεγομένων αὐτὸ μὲν καθ’ ἑαυτὸ ἐν οὐδεμιᾷ καταφάσει ἐστί, πολλῷ μᾶλλον οὐδὲ ἀποφάσει. Τῇ δὲ πρὸς ἄλληλα τούτων συμπλοκῇ κατάφασις καὶ ἀπόφασις γίνεται· ἡ γὰρ κατάφασις τοὐλάχιστον ἐκ δύο λέξεων σύγκειται, ὡς τὸ ‘Πλάτων | |
10 | περιπατεῖ‘. Ἡ δὲ ἀπόφασις κατὰ προσθήκην τοῦ ἀρνητικοῦ μορίου γίνεται, τουτέστι ‘οὐ περιπατεῖ Πλάτων‘. Ἡ δὲ συμπλοκὴ ἢ κατὰ δύναμιν γίνεται ὡς τὸ ‘ζῶ‘—δύναμιν γὰρ ἔχει δύο λέξεων· ὁ γὰρ λέγων ‘ζῶ‘ δηλοῖ τὸ ‘ζῶ ἐγώ,‘ καὶ ὁ λέγων ‘ζῇσ‘ δηλοῖ τὸ ‘ζῇς σύ‘— ἢ κατὰ φωνὴν ὡς τὸ ‘ἄνθρωπος περιπατεῖ‘. | |
15 | Τῶν δὲ ἁπλῶς καὶ ἄνευ συμπλοκῆς λεγομένων τὸ μὲν οὐσίαν σημαίνει οἷον ἄνθρωπος, ἵππος· τὸ δὲ ποσὸν οἷον δύο, τρία, δίπηχυ, τρίπηχυ· τὸ δὲ πρός τι ὡς πατήρ, υἱός· τὸ δὲ ποιὸν ὡς λευκόν, μέλαν· τὸ δὲ ποῦ ὡς ἐν ναῷ, ἐν ἀγορᾷ· τὸ δὲ ποτὲ ὡς πέρυσι, χθές, σήμερον· τὸ δὲ κεῖ‐ σθαι ὡς τὸ ἵστασθαι, καθῆσθαι· τὸ δὲ ἔχειν ὡς τὸ ὁπλίζεσθαι, ὑποδε‐ | |
20 | δέσθαι· τὸ δὲ ποιεῖν ὡς τὸ καίειν, τέμνειν· τὸ δὲ πάσχειν ὡς τὸ καίεσθαι, τέμνεσθαι. Αὗται οὖν αἱ δέκα λέγονται κατηγορίαι ὡς ἐκ τοῦ ἀγορεύω τουτέστι τοῦ λέγω· λέξεις γάρ εἰσι κατηγορούμεναι ἁπλῶν πραγμάτων, | |
καὶ ταῦτα δι’ ἁπλῶν ἐννοιῶν δηλοῦσαι· αʹ οὐσία, βʹ ποσόν, γʹ πρός τι, δʹ ποιόν, εʹ ποῦ, ϛʹ ποτέ, ζʹ κεῖσθαι, ηʹ ἔχειν, θʹ ποιεῖν, ιʹ πά‐ | 153 | |
25 | σχειν. Ἡ οὐσία διαιρεῖται εἰς σῶμα καὶ ἀσώματον, τὸ σῶμα εἰς ἔμψυχον καὶ ἄψυχον, τὸ ἔμψυχον οἱ μὲν εἰς αἰσθητικὸν καὶ ἀναίσθητον, οἱ δὲ εἰς ζῷον, ζωόφυτον καὶ φυτόν· καὶ γὰρ οὐδὲν ἕτερόν ἐστι τὸ ζῷον εἰ μὴ οὐσία ἔμψυχος αἰσθητική. Πάλιν τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ | |
30 | ἄλογον, τὸ λογικὸν εἰς θνητὸν καὶ ἀθάνατον, τὸ θνητὸν εἰς ἄνθρωπον, ἵππον, κύνα καὶ τὰ τοιαῦτα. Ἔστι τοίνυν ἡ μὲν οὐσία γενικώτατον γένος διὰ τὸ μὴ ἔχειν πρὸ αὐτῆς ἄλλο γένος κατηγορούμενον αὐτῇ συνωνύμως· ‘συνωνύμωσ‘ δὲ εἴπομεν διὰ τὸ ὄν. Ἔστι μὲν γὰρ πρὸ αὐτῆς τὸ ὂν καὶ καθολικώτερον | |
35 | αὐτῆς ἐστι· τὸ γὰρ ὂν οὐ μόνον τὴν οὐσίαν σημαίνει ἀλλὰ καὶ τὸ συμ‐ βεβηκός. Καὶ διαιρεῖται τὸ ὂν εἰς οὐσίαν καὶ συμβεβηκός, ἐπειδήπερ πάντα ὑπὸ τὸ ὄν εἰσι· τὸ γὰρ μὴ ὂν οὐκ ἔστι τῶν πάντων οὐδέν. Ἀλλ’ εἰ καὶ πρὸ τῆς οὐσίας ἐστὶ τὸ ὄν, ἀλλ’ ὅμως οὐκ ἔστι γένος αὐτῆς· οὐ γὰρ συνωνύμως κατηγορεῖται τῇ οὐσίᾳ τὸ ὄν. Συνώνυμος δὲ κατη‐ | |
40 | γορία ἐστίν, ὅταν τὸ ὑποκείμενον δέχεται καὶ τὸ ὄνομα καὶ τὸν ὅρον τοῦ κατηγορουμένου ἤγουν τοῦ ἐπάνω. Ἡ δὲ οὐσία τὸ μὲν ὄνομα τοῦ ὄντος δέχεται, τὸν δὲ ὁρισμὸν αὐτοῦ δέξασθαι οὐ δύναται. Ἔστιν οὖν ἡ μὲν οὐσία γενικώτατον γένος, ἄνθρωπος δὲ καὶ ἵππος καὶ τὰ τοιαῦτα εἰδικώτατα εἴδη διὰ τὸ μὴ τέμνεσθαι εἰς ἕτερα εἴδη· εἰ γὰρ καὶ τέμνεται | |
45 | ἄνθρωπος εἰς ἄρσεν καὶ θῆλυ, ἀλλ’ οὔκ εἰσι ταῦτα εἴδη· ὁμοούσια γάρ εἰσιν. Εἶδος δὲ εἴδει ὁμοούσιον εἶναι ἀδύνατον. Τὰ δὲ μεταξὺ τοῦ εἰδικωτάτου εἴδους τουτέστι τοῦ ἀνθρώπου καὶ τοῦ γενικωτάτου γένους τουτέστι τῆς οὐσίας καὶ γένη λέγονται καὶ εἴδη ὑπάλληλα τῶν μὲν πρὸ αὐτῶν ἤγουν τῶν ἐπάνω εἴδη, τῶν δὲ | |
2(50) | μετὰ ταῦτα ἤγουν τῶν ὑποκάτω γένη, οἷον τὸ σῶμα εἶδος μέν ἐστι τῆς οὐσίας γένος δὲ τοῦ ἐμψύχου, τὸ ἔμψυχον εἶδος μὲν τοῦ σώματος γένος δὲ τοῦ ζῴου, τὸ ζῷον εἶδος μὲν τοῦ ἐμψύχου γένος δὲ τοῦ λογικοῦ, τὸ λογικὸν εἶδος τοῦ ζῴου γένος δὲ τοῦ θνητοῦ, τὸ θνητὸν εἶδος μὲν τοῦ λογικοῦ γένος δὲ τοῦ ἀνθρώπου. Ὁ δὲ ἄνθρωπος καὶ τοῦ θνητοῦ | |
55 | εἶδος λέγεται καὶ τῶν ὑπ’ αὐτὸ ἀτόμων· πάλιν εἶδος λέγεται καὶ οὐκέτι γένος. Καὶ ἡ οὐσία γένος μόνον λέγεται, οὐκέτι δὲ καὶ εἶδος. Τούτου οὖν χάριν ἡ μὲν οὐσία γενικώτατον γένος λέγεται ὁ δὲ ἄνθρωπος εἰδικώτα‐ τον εἶδος. Καὶ πᾶν δὲ γένος μὴ ἔχον πρὸ αὐτοῦ ἕτερον γένος γενικώτατον | |
λέγεται, καὶ πᾶν εἶδος μὴ ἔχον ὑπ’ αὐτὸ ἕτερον εἶδος καὶ μὴ ὂν γένος | 154 | |
60 | εἰδικώτατόν ἐστιν. Πᾶν οὖν τὸ πρὸ τῶν ἀτόμων προσεχῶς ἤγουν ἐγγυτάτω εἶδός ἐστι μόνον οὐκέτι δὲ καὶ γένος. | |
3(t1) | Περὶ ποσότητος | |
2 | Ποσότης ἐστὶ σωρεία μονάδων καὶ οὐ διαίρεσις ἀλλὰ μᾶλλον συνά‐ φεια. Τοῦ δὲ ποσοῦ τὸ μὲν συνεχές, τὸ δὲ διωρισμένον. Διωρισμένον οὖν ἐστιν, οὗ τὰ μόρια πρός τινα κοινὸν ὅρον οὐ συν‐ | |
5 | άπτουσιν ὡς δύο φοίνικες· συνεχὲς δέ ἐστιν, οὗ τὰ μόρια πρός τινα κοινὸν ὅρον συνάπτουσιν οἷον ξύλον ἓν τρίπηχυ. Ὑπὸ μὲν οὖν τὸ διω‐ ρισμένον ποσὸν ἀνάγεται ἀριθμὸς καὶ λόγος· ἀριθμὸς μὲν οἷον δύο, τρία καὶ τὰ τοιαῦτα· τὰ γὰρ μέρη τῶν δύο, ἅτινά εἰσιν ἓν καὶ ἕν, οὐκ ἔχουσι κοινὸν ὅρον τὸν συνάπτοντα αὐτά. Καὶ λόγος δὲ μετρούμενος | |
10 | συλλαβαῖς ὑπὸ τὸ διωρισμένον ποσὸν ἀνάγεται· οὐ γὰρ ἔχουσιν αἱ συλλαβαὶ κοινὸν ὅρον τὸν συνάπτοντα αὐτάς. Ὑπὸ δὲ τὸ συνεχὲς ἀνάγονται γραμμὴ καὶ ἐπιφάνεια καὶ σῶμα καὶ τόπος καὶ χρόνος. Γραμμὴ δὲ καὶ ἐπιφάνεια καὶ σῶμα καὶ τόπος καὶ χρόνος ὑπὸ τὸ συνεχὲς ποσὸν ἀνάγονται· ἑκάστου γὰρ αὐτῶν τὰ μόρια | |
15 | πρός τινα κοινὸν ὅρον συνάπτουσιν, γραμμῆς μὲν πρὸς στιγμήν, ἐπι‐ φανείας δὲ πρὸς γραμμήν, σώματος δὲ πρὸς ἐπιφάνειαν. Στιγμὴ μὲν γάρ ἐστιν ἄποσον. Ἡ δὲ γραμμὴ ἔχει μίαν διάστασιν· ἔστι γὰρ μῆκος ἀπλατές. Ἡ δὲ ἐπιφάνεια ἔχει δύο διαστάσεις, μῆκός τε καὶ πλάτος. Τὸ δὲ σῶμα τρεῖς ἔχει διαστάσεις, μῆκός τε 〈καὶ〉 πλάτος καὶ βάθος. | |
20 | Ὁ δὲ τόπος πέρας ἐστὶ τοῦ περιέχοντος, καθὸ πέρας περιέχεται τὸ περιεχόμενον, οἷον ὁ ἀὴρ περιέχει τὸ σῶμα. Τὸ οὖν τέλος τοῦ ἀέρος τὸ περιέχον τὸ σῶμα λέγεται τόπος τοῦ σώματος, καὶ οὐχ ὅλος ὁ ἀήρ, ὥστε ὁ τόπος ἐπιφάνειά ἐστι τοῦ ἀέρος τοῦ περιέχοντος τὸ σῶμα καὶ οὕτως ὑπὸ τὸ συνεχὲς ποσὸν ἀνάγεται ὡς ἐπιφάνεια. Τὰ δὲ μόρια τοῦ | |
25 | τόπου συνάπτουσι πρὸς γραμμὴν ὡς ἐπιφανείας. Τὰ δὲ μόρια τοῦ χρόνου πρὸς τὸ νῦν συνάπτουσι· τὸ γὰρ νῦν ἄποσον ὂν πέρας μέν ἐστι τοῦ παρῳχημένου, ἀρχὴ δὲ τοῦ μέλλοντος. Ἰστέον δέ, ὅτι ἐπι‐ φάνειά ἐστι τὸ ἔξω μέρος τοῦ σώματος, παρὰ τὸ φαίνεσθαι. Αὕτη οὖν ἢ ἴση ἐστὶ καὶ ὁμαλὴ καὶ λεία καὶ λέγεται ἐπίπεδος, ἢ καμπύλη καὶ ἄνισος | |
30 | καὶ ἀνώμαλος καὶ λέγεται ἁπλῶς ἐπιφάνεια. Ἰστέον δέ, ὅτι τὸ μὲν σῶμα καὶ ἡ ἐπιφάνεια καὶ ἡ γραμμὴ ὑφ’ ἕν | |
εἰσι καὶ ἅμα, ὁ δὲ χρόνος καὶ ὁ τόπος περὶ αὐτά. Μάλιστα ὁ τόπος ἐστὶ τοῦ ποσοῦ· τὸ μέν ἐστι θετόν, τὸ δὲ ἄθετον. Τὸ μὲν οὖν θετὸν δηλοῖ τὸ κεῖσθαί που καὶ τὸ ὑπομένειν ἄλληλα τὰ μόρια· ἔχει δὲ καί τινα | 155 | |
35 | συνέχειαν καὶ ἀλληλουχίαν πρὸς ἄλληλα. Ἄθετα δέ εἰσι τὰ μὴ τοιαῦτα ἀλλ’ ἐναντίως ἔχοντα. Ἀνάγονται οὖν ὑπὸ μὲν τὸ θετὸν γραμμή, ἐπιφάνεια, σῶμα, τόπος· ἑκάστου γὰρ αὐτῶν τὰ μόρια μένουσι καὶ κεῖνταί που καὶ συνέχειαν ἔχουσι πρὸς ἄλληλα, τὰ μὲν μόρια τῆς γραμ‐ μῆς ἐν τῇ ἐπιφανείᾳ, τῆς δὲ ἐπιφανείας ἐν τῷ σώματι, τοῦ δὲ σώματος ἐν | |
40 | τῷ τόπῳ, τοῦ δὲ τόπου ἐν τῷ σώματι ὡς ἐπιφανείας. Ἄθετα δέ εἰσιν ἀριθμός, λόγος, χρόνος· ὁ μὲν ἀριθμὸς καὶ ὁ λόγος, διότι τὰ μόρια αὐτῶν οὐδὲ συνέχειαν ἔχουσιν οὐδὲ κεῖνταί που οὐδὲ ὑπομένουσι τὰ μόρια αὐτῶν. Τὰ δὲ τοῦ χρόνου μόρια, εἰ καὶ συνέχειαν ἔχουσιν, ἀλλ’ οὐδὲ ὑπομένουσιν οὐδὲ κεῖνταί που. Ὁ δὲ ἀριθμὸς διττός ἐστιν, ὁ μὲν | |
45 | ἐν τῇ τῶν ἀριθμῶν, ὁ δὲ ἐν τοῖς ἀριθμητοῖς ὡς ξέστης· ὁ μὲν ὁ μετρῶν ὁ χαλκοῦς, ὁ δὲ ὁ μετρούμενος οἷον ἢ οἶνος ἢ ἕτερόν τι τοιοῦτον. Ὁ μὲν οὖν ἀριθμῶν οὐκ ἔστι θετός, ὁ δὲ ἀριθμούμενος θετός ἐστι. Καὶ πᾶν δὲ ποσὸν καὶ μέτρον ἐστὶ καὶ μετρητόν. Ἰστέον, ὡς ποσότης μέν ἐστιν αὐτὸ τὸ μέτρον καὶ ὁ ἀριθμὸς ὁ μετρῶν | |
3(50) | καὶ ὁ ἀριθμῶν. Ὁ δὲ λόγος καὶ χρόνος καὶ τόπος σῶμά τε καὶ ἐπιφά‐ νεια καὶ γραμμὴ οὔκ εἰσι ποσότης ἀλλὰ ποσὰ ὡς ὑποκείμενα τῇ ποσό‐ τητι καὶ μετρούμενα καὶ ἀριθμούμενα, ὁμοίως καὶ ὁ ἀριθμὸς ὁ ἀριθμού‐ μενος ἤγουν ὁ οἶνος καὶ τὰ τοιοῦτα. Καὶ τὰ μὲν ὑπόκεινται τῇ συνεχεῖ ποσότητι ὡς συνεχῶς ἀριθμούμενα, τὰ δὲ τῇ διωρισμένῃ ὡς διωρισμένως | |
55 | μετρούμενά τε καὶ ἀριθμούμενα· διὸ καὶ ποσὰ λέγονται καὶ οὐ ποσότης. Καὶ κυρίως μὲν ποσὰ ταῦτα τὰ ἑπτὰ λέγονται, κατὰ συμβεβηκὸς δὲ ποσὰ λέγομεν τὰ ἐν αὐτοῖς θεωρούμενα οἷον πρᾶξιν, κίνησιν, τὸ λευκὸν καὶ τὰ τοιαῦτα· οἷον, εἰ ἐν πολλῷ χρόνῳ γένηται ἡ πρᾶξις καὶ ἡ κίνησις, φαμὲν πολλὴν πρᾶξιν καὶ πολλὴν κίνησιν, εἰ δὲ ἐν ὀλίγῳ, ὀλίγην· | |
60 | ὁμοίως καί, εἰ ἐν πολλῷ σώματι λευκότης εἴη, φαμὲν πολὺ λευκόν, εἰ δὲ ἐν ὀλίγῳ, ὀλίγον. Ὁ δὲ Ἀριστοτέλης καὶ τὴν κίνησιν καθ’ ἑαυτὴν ὑπὸ τὸ ποσὸν ἀνάγει. Ἀνάγεται δὲ ὑπὸ τὸ ποσὸν καὶ ἡ ῥοπὴ διὰ τὸ θεω‐ ρεῖσθαι ἐν αὐτῇ τὸ μάλιστα. Ἴδιον τοῦ ποσοῦ τὸ ἴσον καὶ ἄνισον· ἡ δὲ κουφότης καὶ ἡ βαρύτης ὑπὸ τὸ ποιόν. | |
4(t1) | Περὶ τῶν πρός τι | |
2 | Πρός τι τὰ τοιαῦτα λέγεται, ὅσα αὐτά, ἅπερ ἐστίν, ἑτέρων εἶναι λέγεται ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον ἤγουν ὅσα ἑτέρων εἶναι λέγεται ἢ πρὸς ἕτερον εἴτε πρὸς γενικὴν εἴτε πρὸς ἑτέραν πτῶσιν· τοῦτο γὰρ | |
5 | σημαίνει τὸ ὁπωσοῦν ἄλλως ἤγουν καθ’ ὁποίαν πτῶσιν· τὰ γὰρ πρός τι οὐ μόνον πρὸς γενικήν, ἀλλ’ ἔστιν ὅτε καὶ πρὸς τὴν αὐτὴν πτῶσιν, εἴτε γενικὴν εἴτε δοτικήν, λέγεται καὶ ἡ ἀπόδοσις καὶ ἡ ἀνταπόδοσις, οἷον τὸ διπλάσιον ἡμίσεος διπλάσιον καὶ τὸ ἥμισυ διπλασίου ἥμισυ πρὸς γενικήν, πρὸς δὲ δοτικὴν τὸ ὅμοιον ὁμοίῳ ὅμοιον, ἢ ἡ ἀπόδοσις μὲν | 156 |
10 | πρὸς γενικὴν καὶ ἡ ἀνταπόδοσις πρὸς δοτικὴν, ἡ μὲν ἀπόδοσις οἷον ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη, καὶ ἀνταπόδοσις· τὸ ἐπιστητὸν ἐπιστήμῃ ἐπιστητόν· —ἢ πρὸς εὐθεῖαν οἷον τὸ ὄρος μέγα πρὸς μικρὸν καὶ πολὺ πρὸς ὀλίγον· οὐδεὶς γὰρ λέγει ‘μικροῦ μέγα‘ ἢ ‘πολλοῦ ὀλίγον‘. | |
15 | Τῶν δὲ πρός τι τὰ μὲν τῷ αὐτῷ ὀνόματι ὀνομάζονται, ὡς ὁ φίλος φίλου φίλος καὶ τὸ ὅμοιον ὁμοίῳ ὅμοιον καὶ τὰ τοιαῦτα, τὰ δὲ ἑτέρως. Καὶ τούτων τὰ μὲν καθ’ ὑπεροχὴν καὶ ἔλλειψιν, ὑφ’ ἃ ἀναφέρονται τὰ τοῦ πολυπλασίου εἴδη ὡς τὸ μεῖζον ἐλάττονος μεῖζον, —τὰ δὲ κατὰ τὸ κρῖνον καὶ κρινόμενον ὡς ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη, ἕξις ἑκτοῦ | |
20 | ἕξις, αἴσθησις αἰσθητοῦ αἴσθησις, ὁμοίως καὶ διάθεσις καὶ θέσις καὶ ἀνάκλισις καὶ καθέδρα καὶ στάσις· τούτων γὰρ γένος ἡ θέσις. Ὑφ’ ἣν δὲ κατηγορίαν τὸ γένος ἐστίν, ὑπὸ ταύτην καὶ τὰ τοῦ γένους εἴδη ἀνάγονται. Τὸ δὲ καθῆσθαι καὶ κεῖσθαι καὶ ἑστάναι ὡς παρώνυμα καὶ ἀπαρέμφατα οὐκ ἀνάγονται ὑπὸ τὰ πρός τι· οὐ γάρ εἰσι θέσις—τὰ δὲ | |
25 | κατὰ δύναμιν καὶ ἀδυναμίαν, δύναμιν μὲν ὡς τὸ θερμαῖνον καὶ θερμαι‐ νόμενον, ἀδυναμίαν δὲ τὸ κατὰ στέρησιν τῆς δυνάμεως, ἡνίκα λέγομεν ἀδυναμίαν ἔχειν τὴν ὄψιν ὁρᾶν τὴν ἄναστρον σφαῖραν—τὰ δὲ κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν ὡς πατὴρ υἱοῦ πατήρ—τὰ δὲ κατὰ τὴν πρὸς τὸ γένος ἀναφοράν, ὥς φαμεν τὴν γραμματικὴν ὑπὸ τὰ πρός τι οὐ καθὸ | |
30 | γραμματικὴ ἀλλὰ καθὸ ἐπιστήμη· ἡ γὰρ ἐπιστήμη γένος τῆς γραμμα‐ τικῆς, ἡ δὲ ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη. Ὁμοίως καὶ ἡ ἀνάκλισις καὶ ἡ καθέδρα καὶ ἡ στάσις, τούτων γὰρ γένος ἡ θέσις, καὶ ἡ ἀρετὴ διὰ τὴν ἕξιν· ἡ γὰρ ἀρετὴ ἕξις ἐστίν. | |
5(t1) | Περὶ ποιοῦ καὶ ποιότητος | |
2 | Ποιότης ἐστί, καθ’ ἣν ποιοί τινες ὀνομάζονται, ἢ ποιότης ἐστί, καθ’ ἣν παρωνύμως τὰ μετέχοντα αὐτῆς λέγεται· ἐκ γὰρ τῆς φρονήσεως φρόνιμος λέγεται ὁ ἔχων τὴν φρόνησιν καὶ θερμὸς λέγεται ὁ μετέχων | |
5 | θερμότητος. Ἰστέον δέ, ὡς τὸ ποιὸν καθολικώτερόν ἐστι τῆς ποιότητος· τὸ μὲν γὰρ ποιὸν σημαίνει τήν τε ποιότητα καὶ τὸ μετέχον αὐτῆς, ἡ δὲ ποιότης οὐ σημαίνει τὸ μετέχον αὐτῆς. Ὁμοίως καὶ ἐπὶ τοῦ ποσοῦ καὶ τῆς | |
ποσότητος. Ἡ δὲ ποιότης τῶν πολλαχῶς λεγομένων ἐστὶν οὐχ ὡς | 157 | |
10 | ὁμώνυμος ἀλλ’ ὡς συνώνυμος. Τὸ μὲν γὰρ κύων ὄνομα ὁμωνύμως λε‐ γόμενον οὐκ ἔστι κοινὸν γένος τοῦ χερσαίου καὶ θαλασσίου καὶ ἀστρῴου, ἡ δὲ ποιότης γένος οὖσα συνωνύμως κατηγορεῖται τῶν ὑπ’ αὐτὴν εἰδῶν· τὰ γὰρ εἴδη αὐτῆς καὶ τὸ ὄνομα καὶ τὸν ὅρον αὐτῆς δέχεται. Τῶν δὲ ποιοτήτων αἱ μὲν τοῖς ἐμψύχοις ὑπάρχουσι σώμασιν ὡς ἐπιστῆ‐ | |
15 | μαι καὶ ἀρεταί, νόσοι καὶ ὑγίειαι, καὶ λέγονται ἕξεις καὶ διαθέσεις, αἱ δὲ τοῖς ἐμψύχοις καὶ ἀψύχοις ὡς θερμότης, ψύξις, μορφή, σχῆμα, δύναμις καὶ ἀδυναμία. Τούτων δὲ αἱ μέν εἰσι δυνάμει, αἱ δὲ ἐνεργείᾳ· καὶ εἰ μὲν δυ‐ νάμει, ποιοῦσι δύναμιν καὶ ἀδυναμίαν· εἰ δὲ ἐνεργείᾳ, ἢ διὰ βάθους κεχωρήκασιν ὥσπερ ἡ θερμότης δι’ ὅλου τοῦ πυρὸς καὶ ἡ λευκότης δι’ | |
20 | ὅλου τοῦ γάλακτος καὶ τῆς χιόνος καὶ ποιεῖ τὸ τρίτον εἶδος, πάθος καὶ παθητικὴν ποιότητα, ἢ ἐπιπολῆς καὶ ποιοῦσι τὸ τέταρτον εἶδος, σχῆμα καὶ μορφήν. | |
6(t1) | Περὶ διαφορᾶς ἑνώσεως | |
2 | Ἕνωσις γίνεται κατὰ διαφόρους τρόπους· ἢ γὰρ κατὰ φυρμὸν γίνεται ὡς ἐπὶ διαφόρων ἀλεύρων ἀναφυρομένων καὶ μιγνυμένων, — ἢ κατὰ κόλλησιν ὡς ἐπὶ χαλκοῦ καὶ μολύβδου, —ἢ κατὰ ἁρμονίαν ὡς | |
5 | ἐπὶ λίθων ἢ ξύλων, —ἢ κατὰ σύγχυσιν ὡς ἐπὶ τῶν τηκτῶν καὶ τῶν μεταλλικῶν, ὡς ἐπὶ κηροῦ καὶ πίσσης καὶ ὡς ἐπὶ χρυσοῦ καὶ ἀργύρου, — ἢ κατὰ ἀνάκρασιν ὡς ἐπὶ τῶν ὑγρῶν, οἴνου τυχὸν καὶ ὕδατος ἢ οἴνου καὶ μέλιτος. —Ἡ γὰρ κατὰ σύνθεσιν ἕνωσίς ἐστιν ἡ εἰς ἄλληλα τῶν μερῶν χωρὶς ἀφανισμοῦ περιχώρησις, ὡς ἐπὶ ψυχῆς ἔχει καὶ σώματος, | |
10 | ἥντινα ἕνωσίν τινες σύγκρασιν ἐκάλεσαν ἢ συμφυΐαν· τὰ γὰρ συνόντα τοιαύτην ἔχει φύσιν, ὡς καὶ ἑνοῦσθαι τοῖς δυναμένοις αὐτὰ δέξασθαι ὡς τὰ συνεφθαρμένα καὶ ἑνούμενα μένειν ἀσύγχυτα καὶ ἀδιάφθορα καὶ ἀναλλοίωτα ὡς τὰ παρακείμενα. Οὐκ ἔστιν οὖν ἡ ψυχὴ ἐν σώματι, ἀλλὰ τὸ σῶμα ἐν τῇ ψυχῇ. | |
15 | Ἰστέον δέ, ὥς τινες τῶν πατέρων τὸ τῆς κράσεως ὄνομα ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου οὐκ ἐδέξαντο, τὴν δὲ κατὰ σύνθεσιν ἕνωσιν ἅπαντες. Ἔστιν ἕνωσις καὶ ἡ κατὰ παράθεσιν· ἔοικε δὲ τῇ κατὰ ἁρμονίαν. Πάλιν ἕνωσις λέγεται προσωπική, ὅταν τις τὸ ἑτέρου ὑποδυόμενος | |
20 | πρόσωπον ἀντ’ αὐτοῦ τοὺς ὑπὲρ αὐτοῦ ποιῆται λόγους, καὶ ἕνωσις σχετικὴ ὡς φίλου πρὸς φίλον. Ὁ δὲ Νεστόριος καὶ ἄλλας ἐπινοεῖ ἑνώσεις κατὰ τὴν ἀξίαν φημὶ καὶ ταυτοβουλίαν καὶ ὁμοτιμίαν καὶ εὐδοκίαν καὶ | |
ὁμωνυμίαν. | 158 | |
7(t1) | Περὶ διαιρέσεως | |
2 | Διαίρεσίς ἐστι πρώτη τομὴ ἡ τοῦ πράγματος, οἷον τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον. Ἐπιδιαίρεσίς ἐστιν ἡ δευτέρα τομὴ τοῦ αὐτοῦ πράγματος, οἷον τὸ ζῷον διαιρεῖται εἰς θνητὸν καὶ ἀθάνατον. Ὑπο‐ | |
5 | διαίρεσίς ἐστιν ἡ τοῦ σκέλους τομή, οἷον τοῦ ζῴου διαιρεθέντος εἰς λογικὸν καὶ ἄλογον τὸ λογικὸν διαιρεῖται εἰς θνητὸν καὶ ἀθάνατον. Οὐκ ἐπὶ πάντων δὲ γίνεται διαίρεσις καὶ ἐπιδιαίρεσις, ἀλλ’ ὅτε μὴ πάντα περιέχονται ὑπὸ τὴν πρώτην διαίρεσιν, οἷον τοῦ ζῴου διαιρουμένου εἰς λογικὸν καὶ ἄλογον εὑρίσκονται καὶ ἐν τοῖς λογικοῖς ποηφάγα | |
10 | ἤγουν βοτάνην ἐσθίοντα καὶ ἐν τοῖς ἀλόγοις ὁμοίως κρεωφάγα. Ἀναγ‐ καίως οὖν ποιούμεθα ἐπιδιαίρεσιν ἤγουν δευτέραν τομὴν τοῦ αὐτοῦ ζῴου λέγοντες· Τὸ ζῷον διαιρεῖται εἰς ποηφάγον καὶ κρεωφάγον. Διαιρετικοὶ δὲ τρόποι εἰσὶν ηʹ· —ἢ ὡς γένος εἰς εἴδη, ὡς ὅταν διέλῃς τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον· —ἢ ὡς εἶδος εἰς ἄτομα οἷον ὁ ἄνθρωπος | |
15 | εἰς Πέτρον καὶ Παῦλον καὶ τοὺς λοιποὺς κατὰ μέρος ἀνθρώπους, —ἢ ὡς ὅλον εἰς μέρη καὶ τοῦτο διχῶς, ἢ εἰς ὁμοιομερῆ ἢ εἰς ἀνομοιομερῆ. Καὶ ὁμοιομερὲς μέν ἐστιν, ὅταν τὰ τμήματα τό τε ὄνομα τοῦ ὅλου καὶ ἀλλήλων καὶ τὸν ὁρισμὸν ἐπιδέχωνται, οἷον ἡ σὰρξ διαιρεῖται εἰς πολλὰς σάρκας, καὶ ἕκαστον μέρος τῆς σαρκὸς σὰρξ λέγεται καὶ τὸν | |
20 | ὁρισμὸν τῆς σαρκὸς ἐπιδέχεται. Ἀνομοιομερὲς δέ ἐστι τὸ ἀνάπαλιν, ὅταν τὸ τμηθὲν μὴ ἐπιδέξηται μήτε τὸ ὄνομα μήτε τὸν ὁρισμὸν μήτε ὅλου μήτε ἀλλήλων, ὡς ἵνα διέλῃς τὸν Σωκράτην εἰς χεῖρας καὶ πόδας καὶ κεφαλήν· οὔτε γὰρ ὁ τμηθεὶς ποῦς ἀπὸ Σωκράτους Σωκράτης λέ‐ γεται οὔτε τὸν ὁρισμὸν τοῦ Σωκράτους ἐπιδέχεται. —ἢ ὡς ὁμώνυμος | |
25 | φωνὴ εἰς διάφορα σημαινόμενα· καὶ τοῦτο πάλιν διχῶς· ἢ γὰρ ὅλον τι σημαίνει ἢ μέρος. Καὶ ὅλον μὲν ὡς ἡ κύων φωνή· φέρεται γὰρ ὅλον χερσαίου κυνὸς καὶ ἀστρῴου καὶ θαλαττίου, ἅπερ ὅλον τί εἰσι καὶ οὐ μέρος ζῴου. Ὡς δὲ μέρος, ὅτε τὸ τῆς γλώσσης ὄνομα φέρεται κατά τε ἄκρου τοῦ ὑποδήματος καὶ τοῦ αὐλοῦ καὶ τοῦ γευστικοῦ μορίου τῶν | |
30 | ζῴων, ἅτινα μέρη εἰσὶ καὶ οὐχ ὅλα. —ἢ ὡς οὐσία εἰς συμβεβηκότα, ὡς ὅταν εἴπω· Τῶν ἀνθρώπων οἱ μέν εἰσι λευκοὶ οἱ δὲ μέλανες. —ἢ ὡς συμβεβηκὸς εἰς οὐσίας, ὡς ὅταν εἴπω· Τῶν λευκῶν τὰ μὲν ἔμψυχα τὰ δὲ ἄψυχα. —ἢ ὡς συμβεβηκὸς εἰς συμβεβηκότα, ὡς ὅταν εἴπω· Τῶν ψυχρῶν τὰ μὲν λευκὰ τὰ δὲ μελανά. —ἢ ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. | |
35 | Ἀφ’ ἑνὸς μὲν ὡς ἀπὸ τῆς ἰατρικῆς ἰατρικὸν βιβλίον, ἰατρικὸν φάρμα‐ κον· ἀπὸ γὰρ ἑνός, τῆς ἰατρικῆς, ὠνομάσθησαν ἰατρικά. Πρὸς ἓν δὲ ὡς | |
ὑγιεινὸν φάρμακον, ὑγιεινὸν βρῶμα· πρὸς ἓν γὰρ βλέπουσι, τὴν ὑγίειαν. Τῶν δὲ ἀφ’ ἑνὸς τὰ μὲν ἔκ τινος αἰτίου λέγεται, ὡς ἡ εἰκὼν τοῦ ἀνθρώπου ἐξ ἀληθινοῦ αἰτίου τοῦ ἀνθρώπου λέγεται, τὰ δὲ ὡς ἀπό τινος ἐξειρη‐ | 159 | |
40 | μένα ὡς ἰατρικὸν βιβλίον καὶ τὰ τοιαῦτα. Δεῖ δὲ γινώσκειν, ὡς οὐδ’ ἐν ἑνὶ τρόπῳ τῆς διαιρέσεως θεωρεῖται ἐν τοῖς τμήμασιν τὸ φύσει πρότερον καὶ ὕστερον οὐδὲ τὸ μᾶλλον καὶ ἧττον, εἰ μὴ ἐν τοῖς ἀφ’ ἑνὸς καὶ πρὸς ἓν καὶ ἐξ οὗ ἡ ὀνομασία. Τί δέ ἐστι φύσει πρότερον, ἐν τῇ περὶ τοῦ προτέρου διδασκαλίᾳ ζητῶν | |
45 | εὑρήσεις· ἡ γὰρ ἡμετέρα ψυχὴ διττὰς ἔχει δυνάμεις. | |
8(t1) | 〈Περὶ φιλοσοφίασ〉 | |
2 | Ὁρισμοὶ τῆς φιλοσοφίας εἰσὶν ἕξ. Φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων, ᾗ ὄντα ἐστίν, ἤγουν τῆς φύσεως αὐτῶν, καὶ γνῶσις θείων τε καὶ ἀνθρω‐ πίνων πραγμάτων καὶ μελέτη θανάτου, θανάτου δὲ τοῦ προαιρετικοῦ | |
5 | ὥς φασιν, ἐγὼ δὲ λέγω καὶ τοῦ φυσικοῦ, —ὁμοίωσις θεῷ κατὰ τὸ δυ‐ νατὸν ἀνθρώπῳ. Ὁμοιούμεθα δὲ θεῷ κατὰ τὸ δίκαιον καὶ ὅσιον· δίκαιον μὲν οὖν ἐστι τὸ τοῦ ἴσου διανεμητικὸν ἤγουν μήτε ἀδικεῖν μήτε ἀδικεῖ‐ σθαι, ὅσιον δὲ τὸ ὑπὲρ τὸ δίκαιον ἤγουν τὸ ἀγαθόν, τουτέστι τοῦ ἀδικεῖσθαι μᾶλλον ἤπερ ἀδικεῖν. —τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστη‐ | |
10 | μῶν· ἡ γὰρ φιλοσοφία ἀρχή ἐστι πάσης τέχνης. —φιλία σοφίας· σοφία δὲ ἀληθὴς ὁ θεός· ἡ οὖν ἀγάπη ἡ πρὸς τὸν θεόν, αὕτη ἐστὶν ἡ ἀληθὴς φιλοσοφία. Διαιρεῖται δὲ ἡ φιλοσοφία εἰς θεωρητικὸν καὶ πρακτικόν· τὸ θεω‐ ρητικὸν εἰς θεολογικόν, μαθηματικόν, φυσιολογικόν· τὸ μαθηματικὸν | |
15 | εἰς ἀριθμητικόν, μουσικόν, γεωμετρικόν, ἀστρονομικόν· τὸ δὲ πρακτικὸν εἰς ἠθικόν, οἰκονομικόν, πολιτικόν. Θεωρητικὸν μὲν οὖν ἐστι τὸ κατανοεῖν τά τε ἀσώματα καὶ ἄυλα ἤγουν περὶ θεοῦ, ὃ πρώτως καὶ κυρίως ἐστὶν ἄυλον· ἔπειτα καὶ περὶ ἀγγέλων καὶ δαιμόνων καὶ ψυχῶν, ἃ καὶ αὐτὰ ὅσον πρὸς τὸ σῶμα ἄυλα λέγονται, εἰ καὶ πρὸς τὸ κυρίως ἄυλον ἤγουν | |
20 | τὸ θεῖον ὑλικά εἰσιν, ὅπερ ἐστὶν τὸ θεολογικόν. Θεωρεῖν δὲ καὶ τὴν τῶν ὑλικῶν φύσιν ἤγουν ζῴων καὶ φυτῶν καὶ λίθων καὶ τῶν τοιούτων, ὅπερ ἐστὶ τὸ φυσιολογικόν. Θεωρεῖν δὲ καὶ τὰ μέσα τούτων, ἅτινα ποτὲ μὲν ἐν ὕλῃ θεωροῦνται, ποτὲ δὲ ἐκτὸς ὕλης καὶ μέσα εἰσὶ τῶν ἀύλων καὶ ὑλικῶν, ὅπερ ἐστὶ τὸ μαθηματικόν. Ὁ γὰρ ἀριθμὸς καθ’ ἑαυτὸν μὲν | |
25 | ἄυλός ἐστι, θεωρεῖται δὲ καὶ ἐν τῇ ὕλῃ ἤγουν ἐν σίτῳ· λέγομεν γὰρ ‘δέκα μόδιοι σίτου‘· ὁμοίως καὶ τὰ λοιπά. Τὸ δὲ πρακτικὸν ἦθος κοσμεῖ καὶ τὸ πῶς δεῖ πολιτεύεσθαι διδάσκει· καὶ εἰ μὲν ἕνα ἄνθρωπον παι‐ δεύει, λέγεται ἠθικόν, εἰ δὲ οἶκον ὅλον, λέγεται οἰκονομικόν, εἰ δὲ καὶ | |
πόλιν ὁλόκληρον, λέγεται πολιτικόν. | 160 | |
9(t1) | 〈Ὅροι διάφοροι〉 | |
2 | Δόγμα ἐστὶν εὐσεβείας ἀληθοῦς ζήτησις, ἀπλανὴς καὶ ἀψευδὴς διά‐ γνωσις ἢ ἐν λόγοις ἀπαλλαγὴ πλάνης. Δόγμα καθολικόν ἐστι γνώμη ἀβιάστως πᾶσι προτιθεμένη καὶ ἀντίῤῥησις ἑτέρου καὶ ἀνατροπὴ τοῦ | |
5 | χείρονος. Ὅρος ἐστὶ λόγος σύντομος δηλωτικὸς πάσης τῆς ὑποκειμένης οὐσίας τοῦ πράγματος. Ὅρος ἐστὶ λόγος, οὗ ἐπέκεινα ἑαυτοῦ προελθεῖν τὸ πρᾶγμα, οὗ ἐστι μὴ συγχωρῶν διὰ τὸ ἐν αὐτῷ καὶ μόνῳ γνωρίζεσθαι. Ὁρισμός ἐστι δήλωσις πράγματος διὰ λόγου, οὗ χωρὶς οὐδὲ τί ἐστιν | |
10 | οὐδ’ ὅτι ἐστὶ γνωρίζεται. Ὅρος ἐστὶ λόγος σύντομος δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος. Ὅρος ἐστί, μέχρις οὗ ἔρχεται τὸ τυχὸν κἀκεῖ περαιοῦται. —Ὑπογραφή ἐστι λόγος σύντομος δηλω‐ τικὸς συμβεβηκότων ἤγουν ὁ ἐκ τῶν συμβεβηκότων τε καὶ ἰδίων δηλῶν τὸ ὑποκείμενον. —Διαφέρει δὲ ὁ ὁρισμὸς ὅρου, ὅτι ὁ ὁρισμὸς μερικώ‐ | |
15 | τερός ἐστιν, ὁ δὲ ὅρος καθολικώτερος· σημαίνει γὰρ ὁ ὅρος καὶ τὸν ὁρισμὸν καὶ τὸ ὁροθέσιον καὶ τὸ οὗ ἐστι πέρας. Ὅρος λέγεται καί, εἰς ὃν ἀναλύεται ἡ πρότασις· ὁ δὲ ὁρισμὸς τὸν σύντομον λόγον δηλοῖ μόνον τὸν δηλωτικὸν τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος. Ἡ δὲ ὑπογραφὴ διαφέρει τοῦ ὁρισμοῦ, ὅτι ὁ μὲν ὁρισμὸς ἐξ οὐσιωδῶν λαμβά‐ | |
20 | νεται, ἡ δὲ ὑπογραφὴ ἐξ ἐπουσιωδῶν ἤγουν συμβεβηκότων, ὁ δὲ ὑπογραφικὸς ὁρισμὸς ἐξ οὐσιωδῶν τε καὶ ἐπουσιωδῶν. Ὑγίεια δὲ ὅρου τὸ ἀντιστρέφειν, κακία δὲ τὸ μὴ ἀντιστρέφειν. Ὁριστόν ἐστι τὸ ὑποκείμενον τῷ ὅρῳ ἤγουν τὸ ὁριζόμενον, ἀόριστόν ἐστι μόνον τὸ ἄκτιστον (πᾶν γὰρ κτίσμα ὑπὸ τοῦ κτίστου ὁρίζεται), δυσόριστον τὸ | |
25 | ἐν μετασχηματισμῷ καὶ οὐ κατ’ οὐσίαν, ὅ ἐστιν, ἐπιφαινόμενον, ὡς ἐπὶ τῶν ἀγγέλων καὶ τῶν δαιμόνων καὶ τῆς ψυχῆς. Ὅρος τῶν ὅρων ἐστὶν ὁ πάντα μὲν ὁρίζων, αὐτὸς δὲ ὑπ’ οὐδενὸς ὁριζόμενος. Ἕνωσίς ἐστι διαφόρων πραγμάτων συνδρομή. Περὶ διαφορᾶς λόγου. Λόγος ἐστὶν ὁ οὐσιωδῶς τῷ πατρὶ ἀεὶ συμπαρ‐ | |
30 | ών. Λόγος ἐστὶν ἐνδιάθετος ὁ ἐν καρδίᾳ λαλούμενος. Λόγος ἐστὶν ἄγγελος νοήματος καὶ ἀνυπόστατος. Ὁ μὲν οὖν ἀκούει οὐσιώδης καὶ ἐνυπόστα‐ τος, ὁ δὲ ἐνδιάθετος, ὁ δὲ προφορικός. Μονογενής ἐστιν, οὗ οὐδὲ πρὸ | |
οὐδὲ μετὰ ἄλλος γεγέννηται. Σύνθεσίς ἐστι δι’ ὅλου τῶν μερῶν εἰς ἄλληλα περιχώρησις. Σύνθεσίς | 161 | |
35 | ἐστι τὸ ἐξ ἄλλου καὶ ἄλλου εἰς ἓν ποιῆσαι ἢ διαιρετῶς ἢ συγκεχυμένως ἢ οὕτως καὶ οὕτως. Σύνθεσίς ἐστι τὸ ἐκ διαφόρων συνεστὸς καὶ τὴν ἑκάστου ἰδιότητα μὴ γνωρίζον. Διαίρεσίς ἐστι τὸ ἰδίᾳ καὶ ἀνὰ μέρος καὶ μηδαμῶς πρὸς ἕτερον γεγονός. Διαίρεσίς ἐστιν ἡ τὸ μονοειδὲς εἰς πολυειδὲς ἀπεσχοινισμένως ποιή‐ | |
40 | σασα. Διαίρεσίς ἐστιν ἡ πρώτη τομὴ τοῦ πράγματος, ὑποδιαίρεσις δὲ ἡ τοῦ ἑνὸς τῶν τμηθέντων σκελῶν τομή, ἐπιδιαίρεσις δὲ ἡ δευτέρα τομὴ τοῦ αὐτοῦ πράγματος· οἷον τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον— ἰδοὺ διαίρεσις—, τὸ λογικὸν εἰς θνητὸν καὶ ἀθάνατον—ἰδοὺ ὑποδιαί‐ ρεσις—, πάλιν τὸ ζῷον διαιρεῖται εἰς κρεωφάγον καὶ ποηφάγον—ἰδοὺ | |
45 | ἐπιδιαίρεσις. Διαιρετόν ἐστι τὸ διαιρούμενον, ἀδιαίρετόν ἐστι τὸ μὴ διαιρούμενον. | |
10(t1) | 〈Περὶ τῶν πέντε φωνῶν〉 | |
2 | Γένος ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον. Σημαίνει δὲ τὸ γένος καὶ τὴν πατρίδα, ὡς ὅταν λέ‐ γωμεν τὸν Πέτρον Γαλιλαῖον τῷ γένει. Σημαίνει δὲ καὶ τὴν ἀρχὴν τῆς | |
5 | τινων γενέσεως, ὡς ὅταν λέγωμεν τοὺς ἐξ Ἰσραὴλ Ἰσραηλίτας τῷ γένει. Γένος ἐστὶ τὸ καθ’ ἑαυτὸ θεωρούμενον πρᾶγμα. Τὸ εἶδος κατὰ δύο σημαινομένων φέρεται· λέγεται γὰρ εἶδος καὶ ἡ μορφή, οἷον «πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος». Λέγεται εἶδος καὶ τὸ ἀπὸ τοῦ γένους διαιρούμενον, ὡς ὅταν τὸν ἄνθρωπον εἶδος λέγωμεν | |
10 | τοῦ ζῴου. Εἶδός ἐστι τὸ ὑπὸ τὸ γένος ταττόμενον. Καὶ πάλιν εἶδός ἐστιν, οὗ τὸ γένος ἐν τῷ τί ἐστι κατηγορεῖται. Καὶ πάλιν εἶδός ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορού‐ μενον. Οὗτος δὲ ὁ ὁρισμὸς τοῦ εἰδικωτάτου εἴδους ἐστί. Γενικώτατον γένος ἐστὶ τὸ πρῶτον γένος, ὃ γένος ὂν οὐκ ἔστιν εἶδος, | |
15 | ἤγουν τὸ μὴ ἔχον ἐπάνω αὐτοῦ ἕτερον γένος, ἐξ οὗ τέμνεται ὡς οὐσία. Εἰδικώτατον εἶδός ἐστι τὸ ἔσχατον εἶδος, ὃ εἶδος ὂν οὐκ ἔστι γένος διὰ τὸ μὴ ἔχειν ὑποκάτω αὐτοῦ ἕτερον εἶδος, ἀλλὰ προσεχῶς ἐπάνω τῶν ἀτόμων ὂν ὡς εἰς αὐτὰ διαιρούμενον, οὗ ὅρος ἐστί· Τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον. Τὰ δὲ | |
20 | μεταξὺ τοῦ γενικωτάτου γένους καὶ τῶν εἰδικωτάτων εἰδῶν γένη τε | |
καὶ εἴδη ὑπάλληλα λέγεται. Διαφορὰ τριχῶς λέγεται καὶ κοινῶς καὶ ἰδίως καὶ ἰδιαίτατα. Διαφορά ἐστιν ἡ λεγομένη κοινῶς διαφορὰ τὸ χωριστὸν συμβεβηκός, διότι παντὶ τῷ εἴδει κοινῶς ἐνθεωρεῖται, οἷον ὡς ὅταν ὁ δεῖνα τοῦδε διαφέρῃ κατὰ | 162 | |
25 | τὸ ὑγιαίνειν καὶ νοσεῖν, κατὰ τὸ κινεῖσθαι καὶ ἠρεμεῖν, κατὰ τὸ καθέ‐ ζεσθαι καὶ ἵστασθαι. Διαφορά ἐστιν ἡ λεγομένη ἰδίως διαφορὰ τὸ ἀχώρι‐ στον συμβεβηκός, διότι οὐ παντὶ τῷ εἴδει πρόσεστιν ἀλλά τισιν, οἷον ὡς ὅταν ὁ δεῖνα τοῦδε διαφέρῃ κατὰ τὸ σιμὸν ἢ γλαυκὸν ἢ φαλακρόν. Διαφορά ἐστιν ἡ ἰδιαίτατα παρὰ τοῖς φιλοσόφοις καλουμένη, ἥτις καὶ | |
30 | οὐσιώδης ὑπάρχει διαφορά, ᾗτινι περισσεύει τὸ εἶδος τοῦ γένους. Καὶ πάλιν διαφορά ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορούμενον. Διαφορὰ ὁμοίως ἐστὶ τὸ χωρίζειν πεφυκὸς τὰ ὑπὸ τὸ αὐτὸ γένος οὐσιωδῶς. Διαφορὰ ὡσαύτως ἐστίν, ὅτῳ διαφέρει ἕκαστον οὐσιωδῶς. Διαφορά ἐστιν ἡ ἕτερον εἶδος ποι‐ | |
35 | οῦσα καὶ ἡ ἐν τῷ ὅρῳ παραλαμβανομένη. Διαφορά ἐστι λόγος, καθ’ ὃν ἡ πρὸς ἄλληλα τῶν σημαινομένων ἑτερότης σῴζεσθαι πέφυκεν. Ταυτότης δέ ἐστιν ἀπαραλλαξία, καθ’ ἣν ὁ τοῦ σημαινομένου λόγος τὸ πάντῃ κέκτηται μοναδικὸν μηδενὶ τρόπῳ διαφορᾶς γνωριζομένης. Ἰστέον δέ, ὅτι ἡ ταυτότης κατὰ τρεῖς τρόπους λαμβάνεται. Ἔστι γὰρ | |
40 | ταὐτὸν τῷ γένει, ὡς ὅταν εἴπωμεν ταὐτὸν ἄνθρωπον καὶ τὸν ἵππον, καθὸ ἀμφότερα ζῷά ἐστιν. Ἔστι ταὐτὸν καὶ τῷ εἴδει, ὡς ὅταν εἴπωμεν τὸν Πέτρον καὶ τὸν Ἰωάννην ταὐτὸν εἶναι τῷ εἴδει, καθὸ ἀμφότεροι ἄνθρωποί εἰσι. Πάλιν ἐστὶ ταὐτὸν τῷ ἀριθμῷ, ὡς ὅταν εἴπωμεν τὸν Πέτρον αὐτὸν ἑαυτῷ ταὐτὸν εἶναι. Καὶ ἡ διαφορὰ δὲ τριττῶς λαμβά‐ | |
45 | νεται. Ἔστι γὰρ διαφορὰ τῷ γένει καὶ διαφορὰ τῷ εἴδει καὶ πάλιν τῷ ἀριθμῷ. Ἴδιόν ἐστι τὸ μιᾷ φύσει ἁρμόζον καὶ ἀντιστρέφον πρὸς τὸ ὁριστὸν ὥσπερ τὸ γελαστικὸν τοῦ ἀνθρώπου καὶ χρεμετιστικὸν τοῦ ἵππου. Περὶ τούτου ὁ λόγος τοῖς φιλοσόφοις τοῦ παντὶ καὶ μόνῳ καὶ ἀεὶ ὑπάρ‐ | |
10(50) | χοντος, ὥσπερ ἴδιον ἐπεισουσιῶδες καλοῦσιν. Ἴδιόν ἐστι τὸ παντὶ καὶ μόνῳ τῷ εἴδει καὶ ἀεὶ ὑπάρχον. Ἰδίωμά ἐστι τὸ ἰδικῶς, ἐν ᾧ ἐστι, καὶ μόνον γνωριζόμενον, ἐν ἑτέρῳ δὲ οὔ. Ἰδίωμα πάλιν ἐστὶ τὸ σημαντικὸν πάσης οὐσίας σχῆμά τε καὶ πρᾶγμα. Ἰδίωμά ἐστι τὸ σημαῖνον τούτου, οὗ ἐστι, τὴν ὕπαρξιν. | |
55 | Συμβεβηκός ἐστιν, ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑπο‐ κειμένου φθορᾶς. Συμβεβηκός ἐστιν, ὃ ἐνδέχεται τῷ αὐτῷ ὑπάρχειν καὶ μὴ ὑπάρχειν. Συμβεβηκός ἐστιν, ὃ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον ἀδύ‐ | |
νατον χωρὶς εἶναι τοῦ, ἐν ᾧ ἐστι. Συμβεβηκός ἐστι τό τε χωριστὸν οἷον θερμότης, ψυχρότης, λευκότης, καὶ τὸ ἀχώριστον οἷον ἐν ῥινὶ | 163 | |
60 | γρυπότης καὶ ἡ ἐν ὀφθαλμῷ γλαυκότης. Γενικόν ἐστι τὸ ἐν ἑαυτῷ τὸ γένος περιέχον. Εἰδικόν ἐστι τὸ ἐν ἑαυτῷ τὸ εἶδος περιέχον. Εἰδικόν ἐστιν ἡ οὐσία ἤγουν ἡ φύσις. Περιεκτικόν ἐστιν τὸ ἐν ἑαυτῷ τὰ μερικὰ συνάγον καὶ ἀναπληροῦν. | |
11(t1) | 〈Περὶ οὐσίας καὶ μορφῆς καὶ φύσεωσ〉 | |
2 | Οὐσία ἐστὶ τὸ δι’ ὅλου ὑφεστὸς καὶ ἑτέρου μὴ δεόμενον εἰς τὸ εἶναι. Οὐσία ἐστὶν ἡ ἑκάστου ὕπαρξις. Οὐσία ἐστὶν ἡ κοινὴ τῶν ὄντων φύσις, καθ’ ἣν καὶ τὰ ἄτομα καὶ τὰ εἴδη ἀλλήλοις κοινωνοῦσιν ὑπὸ ἕνα καὶ | |
5 | τὸν αὐτὸν ὅρον τῆς οὐσίας ἀναφερόμενα. Ἔστι δὲ οὐσία πρᾶγμα ὑφε‐ στὸς αὐθυπόστατον. Οὐσία ἐστὶ πᾶν τὸ κατ’ ἰδίαν ὕπαρξιν ὑφεστὸς καὶ μὴ ἐν ἄλλῳ τὸ εἶναι ἔχον. Οὐσία ἐστὶ πρώτως καὶ κυρίως πᾶν, ὅτιπερ αὐθυπόστατόν ἐστι καὶ μὴ ἐν ἑτέρῳ ἔχει τὸ εἶναι. Οὐσία κυρίως λέγεται αὐτὸ τὸ ὂν τὸ μὴ δεόμενον ἑτέρου πρὸς ὕπαρξιν. Οὐσία ἐστὶν | |
10 | ὄνομα κοινὸν καὶ ἀόριστον κατὰ πασῶν τῶν ὑπ’ αὐτὴν ὑποστάσεων ὁμοτίμως κατηγορούμενον. Οὐσία ἐστὶ τὸ οὐχ ἑνὶ μόνον ἀλλὰ πολ‐ λοῖς καὶ διαφόροις τῷ ἀριθμῷ ἐνυπάρχον καὶ οὔ τινι πλέον, τινὶ δὲ ἔλαττον ἐνθεωρούμενον. Οὐσία ἐστὶν ἡ καθ’ ὑποκειμένων τῶν ὑποστά‐ σεων λεγομένη καὶ ἐν πάσαις αὐταῖς ἐφίσης καὶ ὁμοτίμως θεωρουμένη. | |
15 | Οὐσία ἐστὶ τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ τῶν ἐναντίων παρὰ μέρος δεκτικόν· τοῦτον τὸν ὅρον ὡς ἐπίπαν οἱ ἔξω τῆς μερικῆς παρ’ αὐτοῖς λεγομένης ἔθηκαν οὐσίας. Οὐσία ἐστὶν ἡ κατὰ πολλῶν καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορουμένη καὶ πᾶσι συμπαροῦσα καὶ ἐφίσης με‐ ταδιδοῦσα τοῦ οἰκείου ὀνόματος καὶ πράγματος. | |
20 | Μορφὴ καλεῖται καὶ λαμβάνεται τὸ ὁρώμενον τοῦτο τοῦ σώματος εἶδος. Κυρίως δὲ μορφὴ ἡ οὐσία ὑπὸ τῶν πατέρων ἐλήφθη ὥσπερ καὶ ὑπὸ τοῦ ἀποστόλου· ἀθέμιτον γὰρ ἐπὶ θεοῦ τοῦ ἀοράτου καὶ ἀσεβὲς τὴν μορφὴν εἶδος λέγειν ἤγουν σχῆμα. Μορφή ἐστιν ἡ κατ’ ἰδίαν θεωρί‐ αν θεωρουμένη καὶ ἑτέρου πρὸς τὴν αὐτῆς δήλωσιν ἀνενδεῶς ἔχουσα. | |
25 | Μορφή ἐστι τὸ καθ’ ἑαυτὸ ὂν καὶ κοινωνίας ἑτέρου εἰς τὸ εἶναι οὐ δεό‐ μενον. Φύσις ἐστὶν ἀρχὴ κινήσεως καὶ ἠρεμίας. Φύσιν δὲ καλοῦμεν πολλά‐ κις τὸ τοιῶσδε πεφυκέναι καὶ οὐκ αὐτὴν πάντως τὴν οὐσίαν. Φύσιν δὲ πάλιν ὡς τὰ πολλὰ τὴν οὐσίαν καλεῖν σύνηθες καὶ μάλιστα τοῖς ἡμετέ‐ | |
30 | ροις διδασκάλοις. Φύσις ἀληθῶς τοῦτό ἐστιν, ἐν ᾧ τὸ εἶναι τῆς οὐσίας λαμβάνεται. Φύσις ἐστὶ κατὰ τοὺς ἔξω φιλοσόφους δύναμίς τις ἐνδεδυ‐ κυῖα τῇ ὕλῃ, ἀρχὴ ἠρεμίας καὶ κινήσεως. Φύσις ἐστὶν ἡ τῶν πραγμάτων ἀλήθεια. Φύσις καὶ οὐσία καὶ μορφή ἐστιν ἡ τῶν ὄντων οὖσα ποιότης. Ἀνούσιόν ἐστι τὸ ἄκτιστον καὶ ἀνύπαρκτον διὰ παντός. —Μερικὴ | 164 |
35 | οὐσία ἐστὶ λόγος ἔναρθρος καὶ ἀσήμαντος. Οὐσιῶδές ἐστιν, ὃ παρὸν μὲν σῴζει, ἀπὸν δὲ φθείρει, ὡς ἐπὶ τοῦ λογικοῦ. Ἐπουσιῶδες δέ ἐστιν, ὅπερ οὔτε παρὸν σῴζει οὔτε ἀπὸν φθείρει, ὡς ἐπὶ τοῦ λευκοῦ. Ἐπεισου‐ σιώδη καλοῦσιν οἱ φιλόσοφοι τὰ ἀχώριστα συμβεβηκότα. —Ἄτομόν ἐστι τὸ ἐξ ἰδιωμάτων συγκείμενον, ὧν τὸ ἄθροισμα οὐκ ἂν ἐπ’ ἄλλου | |
40 | ποτὲ ὀφθείη. —Πρόσωπόν ἐστιν, ὃ διὰ τῶν οἰκείων ἐνεργημάτων τε καὶ ἰδιωμάτων ἀρίδηλον καὶ περιωρισμένην τῶν ὁμοφυῶν αὐτοῦ παρ‐ έχεται ἡμῖν τὴν ἐμφάνειαν. | |
12(t1) | 〈Περὶ ὑποστάσεως ἐνυποστάτου τε καὶ ἀνυποστάτου〉 | |
2 | Ὑπόστασίς ἐστι συνδρομὴ τῶν χαρακτηριστικῶν ἰδιωμάτων τὸ ἄτομον καὶ ἰδικὸν τουτέστι τὸν τινὰ ἄνθρωπον τοῦ κοινοῦ διαστέλλου‐ σα. Ὑπόστασίς ἐστι συνδρομὴ τῶν περὶ ἕκαστον ἰδιωμάτων. Ὑπό‐ | |
5 | στασίς ἐστιν ἡ διὰ τῶν χαρακτηριστικῶν ἰδιωμάτων ἐν τῷ τινὶ πράγ‐ ματι παριστῶσα καὶ διαγράφουσα τὸ κοινὸν καὶ ἀπερίγραπτον τῆς φύσεως. Ὑπόστασίς ἐστιν οὐσία μετὰ ἰδιωμάτων ἀριθμῷ τῶν ὁμογε‐ νῶν διαφέρουσα. Ἐνυπόστατόν ἐστι τὸ καθ’ ἑαυτὸ μὲν οὐδαμῶς ὑφιστάμενον ἐν | |
10 | ἄλλοις δὲ θεωρούμενον ὡς εἶδος ἐν τοῖς ὑπ’ αὐτὸ ἀτόμοις, ἢ τὸ σὺν ἄλλῳ διαφόρῳ κατὰ τὴν οὐσίαν εἰς ὅλου τινὸς γένεσιν συντιθέμενον. Ὑπόστασιν λέγομεν τὸ καθ’ ἑαυτὸ ὑφεστὸς καὶ οὐδενὶ ἑτέρῳ συνθεω‐ ρούμενον, ὅπερ καὶ ἄτομον καλοῦσί τινες· ἄθροισμα δὲ συμβεβηκότων τοῦτο ἂν εἴη, ἅπερ ἅμα πάντα θεωρούμενα οὐδενὶ πρόσεστιν ἑτέρῳ | |
15 | πλὴν τοῦ ἑνός, ᾧ πρόσεστιν. Ἐνυπόστατόν ἐστι τὸ ἐν ἀληθείᾳ ὂν καὶ ἐν ὑπάρξει θεωρούμενον. Ἀνυπόστατόν ἐστιν οὐχὶ τὸ μὴ ὂν ἀλλὰ τὸ μὴ γενόμενον ὡς τὸ σκότος. Ἀνυπόστατόν ἐστι πᾶν τὸ μὴ ἐκ θεοῦ γεγονὸς ἀλλ’ ἐν ἀπουσίᾳ τοῦ κρείττονος ἱστάμενον ὡσανεὶ τὸ σκότος ἢ νόσος ἢ ἁμαρτία ἢ θάνα‐ | |
20 | τος. —Ὁμοούσιόν ἐστι τὸ μηδαμῶς καὶ ἀπαραλείπτως ἐνδεὲς τοῦ ἑτέρου. —Καθ’ ὑπόστασίν ἐστι τὸ ἐκ διαφόρων φύσεων ὑφεστὸς πρᾶγμα. Καθ’ ὑπόστασίν ἐστι τὸ ἐκ δύο μὲν πραγμάτων, ἐν ἑνὶ δὲ προσώπῳ. Καθ’ ὑπόστασιν ἕνωσίς ἐστιν ἡ ἐν ὑποστάσει ἑτέρᾳ προσ‐ τρέχουσα φύσις. | 165 |
25 | 〈Κρᾶσίς ἐστι〉 σωμάτων παράθεσις, ποιοτήτων ἀντέμβασις. Κρᾶσίς ἐστι σύζευξις σωμάτων τὰς ἐν αὐτοῖς ἀλλήλοις ἀντικιρνώντων ποιότη‐ τας. Κρᾶσίς ἐστιν οὐσιῶν ἀλλήλαις ἑτεροίων συνδρομὴ καὶ τῶν περὶ αὐτὰς ποιοτήτων ἀντεμβολή. | |
13(t1) | 〈Ἔτι περὶ τῶν αὐτῶν〉 | |
2 | Κατὰ φύσιν ἐστὶ τὸ κοινῶς ὁρώμενον ἐν τῷ γένει συστατικὸν τῆς οὐσίας. —Μονοειδής ἐστιν ἡ ἐν μόνῳ τῷ εἴδει αὐτῆς καὶ οὐκ ἐν μετα‐ σχηματισμῷ ὁρωμένη οὐσία. Μονοειδές ἐστι τὸ μονοτρόπως ὁραθῆναι | |
5 | δυνάμενον. Μονοειδές ἐστιν ἡ πάσης τροπῆς καὶ μετασχηματισμοῦ οὐσία χωρίς. —Καθ’ αὑτό ἐστι τὸ πρώτως καὶ κατ’ οὐσίαν προσόν τινι καὶ μὴ κατὰ συμβεβηκὸς ὥσπερ τὸ λογικόν· τοῦτο γὰρ οὐσιωδῶς πρόσεστι τῷ ἀνθρώπῳ. Ὁμογενῆ εἰσι τὰ ὑπὸ τὸ αὐτὸ γένος. Ὁμοειδῆ εἰσι τὰ ὑπὸ τὸ αὐτὸ | |
10 | εἶδος. Ὁμοϋπόστατά εἰσι τὰ μίαν καὶ τὴν αὐτὴν ἔχοντα ὑπόστασιν. Ἑτερογενῆ εἰσι τὰ διαφέροντα κατὰ τὸ γένος καὶ μὴ ὄντα ὁμοούσια. Ἑτεροειδῆ εἰσι τὰ διαφέροντα κατὰ τὸ εἶδος ἤγουν κατὰ τὴν οὐσίαν. Ὁμοούσιά εἰσι τὰ τῆς αὐτῆς οὐσίας μετέχοντα. Ἑτεροούσιά εἰσι τὰ διαφέροντα κατὰ τὴν οὐσίαν. Ἑτεροϋπόστατά εἰσι τὰ διαιρούμενα | |
15 | κατὰ τὴν ὑπόστασιν. Ὁμοφυῆ εἰσι τὰ ὁμοούσια, ἑτεροφυῆ εἰσι τὰ ἑτεροούσια. Ὁμογενῆ καὶ ὁμοφυῆ καὶ ὁμοειδῆ καὶ ὁμοούσια ταὐτόν εἰσιν· ἑτερογενῆ καὶ ἑτεροφυῆ καὶ ἑτεροειδῆ καὶ ἑτεροούσια ταὐτὸν οὔκ εἰσιν. | |
14(t1) | 〈Περὶ ὁμωνύμων καὶ ἑτερωνύμων καὶ τοιούτων〉 | |
2 | Ὁμώνυμά εἰσιν, ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος | |
τῆς οὐσίας ἕτερος, ἤγουν τὰ τὸ αὐτὸ ὄνομα ἔχοντα, τὸ δὲ ἐκ τοῦ ὀνόματος σημαινόμενον ἕτερον καὶ ἕτερον, ὡς Ἰωάννης ὁ βαπτιστὴς καὶ Ἰωάννης | 166 | |
5 | ὁ ἀπόστολος ἓν ὄνομα ἔχοντες ἀμφότεροι τὸ ‘Ἰωάννησ‘, ἄλλο δὲ καὶ ἄλλο τὸ ἐκ τοῦ ὀνόματος σημαινόμενον· ὁ μὲν γὰρ βαπτιστὴς ὁ δὲ ἀπόστολος, καὶ ὁ μὲν Ζαχαρίου υἱὸς ὁ δὲ Ζεβεδαίου. —Συνώνυμα δέ εἰσιν, ὧν τό τε ὄνομα κοινὸν καὶ ὁ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ὁ αὐτός, ἤγουν τὰ τὸ αὐτὸ ὄνομα ἔχοντα καὶ τὸ ἐκ τοῦ ὀνόματος σημαι‐ | |
10 | νόμενον τουτέστι τὸν ὅρον αὐτοῦ τοῦ κοινοῦ ὀνόματος, ὡς ζῷον ὅ τε ἄνθρωπος καὶ ὁ ἵππος· ἀμφότερα γὰρ κοινωνοῦσι τοῦ ζῴου καὶ τοῦ ὅρου, ἕκαστον γὰρ αὐτῶν ζῷον λέγεται καὶ τὸν αὐτὸν ὅρον τοῦ ζῴου ἐπιδέχεται, οὐσία γάρ ἐστιν ἔμψυχος αἰσθητική. —Πολυώνυμά εἰσι πολλὰ ὀνόματα καθ’ ἑνὸς πράγματος λεγόμενα ὡς ἄορ, ξίφος, μάχαιρα, | |
15 | σπάθη· ταῦτα γὰρ πάντα τὰ ὀνόματα τὸ αὐτὸ δηλοῦσι καὶ ἕνα ὅρον ἔχουσιν, ὅρος γὰρ αὐτῶν ἐστι σίδηρος ἀμφήκης. —Ἑτερώνυμα δὲ τὰ μήτε τῷ ὀνόματι μήτε τῷ ὅρῳ κοινωνοῦντα, ὧν τό τε ὄνομα καὶ ὁ λόγος τῆς οὐσίας ἕτερος. Εἰ μὲν οὖν ἔχουσιν ἓν ὑποκείμενον, λέγονται ἑτερώ‐ νυμα οἷον ἀνάβασις καὶ κατάβασις· ἔχουσι γὰρ ἓν ὑποκείμενον, τὴν κλί‐ | |
20 | μακα. —Ἕτερα δέ εἰσιν, ὧν τό τε ὄνομα καὶ ὁ τῆς οὐσίας λόγος ἕτερος, καὶ οὐκ ἔχουσιν ἓν ὑποκείμενον ὡς οὐσία καὶ συμβεβηκός. —Παρώνυμα δέ εἰσι τὰ ἀπό τινος ἔχοντα τὴν προσηγορίαν ὡς ἐκ τῆς δικαιοσύνης δίκαιος. | |
15(t1) | 〈Περὶ κοινοῦ καὶ ὑποκειμένου〉 | |
2 | Κοινόν ἐστιν ἢ τὸ ἐν πολλοῖς θεωρούμενον ἢ τὸ ἐκ πολλῶν κατηγο‐ ρούμενον. Κοινὸν δὲ τετραχῶς λέγεται ἢ τὸ εἰς τὰ μέρη διαιρετὸν ὡς ἡ κληρουχουμένη γῆ, ἢ τὸ ἀδιαιρέτως ἐν χρήσει κοινῇ λαμβανόμενον | |
5 | οὐχ ἅμα δὲ ὡς εἷς δοῦλος ἢ εἷς ἵππος δύο δεσποτῶν, ἢ τὸ ἐν προκατα‐ λήψει ἰδιοποιούμενον, εἰς δὲ τὸ κοινὸν ἀναπεμπόμενον οἷον ὡς ἐν θεάτρῳ τόπος ἢ ὁ ἐν βαλανείῳ, ἢ τὸ ἀδιαιρέτως εἰς κοινὴν καὶ τὴν αὐτὴν ἔννοιαν προβαλλόμενον, ὡς ἡ φωνὴ τοῦ κήρυκος κατὰ τοῦτον τὸν τρόπον ἐνταῦθα ἐλήφθη· ὁ λόγος ἐστὶν ἡ περὶ ὅλου, οὗ ἐστι, δι’ ἑαυτῆς γνωρί‐ | |
10 | ζουσα 〈φωνή〉. Ὑποκείμενον λέγεται ἡ οὐσία αὐτή. Καθ’ ὑποκειμένου δὲ λέγεται, ὅταν τὰ καθ’ ὅλου τῶν μερικῶν κατηγορῆται, ἐν ὑποκειμένῳ δὲ ὡς ἐν ταῖς οὐσίαις τὰ συμβεβηκότα οἷον ὡς τὸ λευκὸν ἐν κύκνῳ. Τὸ ὑποκείμενον | |
διττόν ἐστι· τὸ μὲν πρὸς ὕπαρξιν, τὸ δὲ πρὸς κατηγορίαν. Καὶ πρὸς | 167 | |
15 | ὕπαρξιν μὲν ὑποκεῖσθαι λέγουσι τὴν οὐσίαν τοῖς συμβεβηκόσι, πρὸς κατηγορίαν δὲ τὰ μερικὰ τοῖς καθ’ ὅλου. Ἐν ὑποκειμένῳ ἐστίν, ὃ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον ἀδύνατον χωρὶς εἶναι τοῦ, ἐν ᾧ ἐστιν, ὡς τὸ χρῶμα ἐν σώματι· οὐ γάρ ἐστι τὸ χρῶμα μέρος τῆς οὐσίας τοῦ σώματος, τὸ δὲ χρῶμα οὐ δύναται εἶναι ἐκτὸς τοῦ σώματος. | |
20 | Καθόλου ἐστι τὸ πολλὰ σημαῖνον ὡς ἄνθρωπος· σημαίνει γὰρ πάντας τοὺς ἀνθρώπους πολλοὺς ὄντας. —Μερικὸν δὲ τὸ ἐκ τοῦ καθόλου διαιρεθὲν καὶ ὑποκείμενον αὐτῷ ὡς Πέτρος, Παῦλος καὶ εἷς ἕκαστος τῶν ἀνθρώπων. —Συνώνυμος κατηγορία ἐστίν, ὅταν καὶ τὸ ὄνομα καὶ τὸν ὅρον τοῦ κατηγορουμένου δέχεται τὸ ὑποκείμενον. —Καθ’ αὑτό | |
25 | ἐστι τὸ πρώτως καὶ κατ’ οὐσίαν προσόν τινι. | |
16(t1) | 〈Περὶ τῶν κατηγοριῶν ἕξεώς τε καὶ δυνάμεωσ〉 | |
2 | Ποσότης ἐστὶν ἀριθμοῦ πέρας ἤγουν μονάδων σύνθεσις. —Ἀριθμὸς ὁρίζεται σωρεία μονάδων ἢ χύμα μονάδων, οὐχὶ δὲ διαίρεσις μονάδων. — Ποιότης ἐστὶν ἡ τὴν διαφορὰν ἐκ τῶν ἄλλων ἐν ἑαυτῇ δεικνύουσα. | |
5 | Ἕξις ἐστὶν ἡ κατὰ φύσιν ἑκάστου ἐνέργεια καὶ ὁλοκληρία, οἷον ἐπὶ μὲν ψυχῆς σωφροσύνη, ἀνδρεία, φρόνησις, δικαιοσύνη, ἐπὶ δὲ σώ‐ ματος τὸ ἐντελὲς τῶν μελῶν καὶ ἀνάλογον καὶ ἡ ὑγίεια. Ἡ δὲ τούτων αὐτῶν ἀτευξία καὶ διαμάρτησις καὶ καθ’ ὅλου ἀναίρεσις λέγεται στέρησις. Ἕξις μέν ἐστι ποιότης τις ἔμμονος· τόκον δὲ ταύτης τὴν ἐνέργειαν λέγω. | |
10 | Ἕξις μέν ἐστι ποιότης τις δυσκίνητος καὶ δυσμετάβλητος, ἡ δὲ διάθεσις ἡ ἀντιδιαστελλομένη τῇ ἕξει εὐμετάβλητος καὶ εὐμετακίνητος. Ἕξις τοίνυν λέγεται ἡ καθ’ ἕνα μὲν τρόπον ἐνέργεια τοῦ ἐχομένου καὶ τοῦ ἔχοντος ὡς τοῦ ὅπλου καὶ τοῦ ὡπλισμένου καὶ ἐνδύματος καὶ ἐνδυομένου. Δεύτερον δὲ αἱ ἐπείσακτοι ἐνέργειαι αἱ μόνομοι οὖσαι, εἴτε φυσικαὶ | |
15 | εἴτε ψυχικαὶ ὦσι, φυσικαὶ μὲν ὡς θερμότης ἐν τοῖς θερμαινομένοις σώμασι, ψυχικαὶ δὲ ὡς ἐπιστήμη. Κατὰ τρίτον τρόπον, ὅπερ οὔπω μὲν ἔχει, ἐπιτηδειότητα δὲ ἔχει πρὸς τὸ δέξασθαι, ὅπερ ἦν τὸ πρῶτον σημαινό‐ μενον τοῦ ‘δυνάμει‘. Κατὰ τέταρτον δὲ τρόπον ἡ φυσικὴ ποιότης ἤγουν ἡ φυσικὴ ἕξις ὡς ἡ θερμότης τοῦ πυρὸς καὶ τοῦ καθεύδοντος ἡ | |
20 | ὄψις καὶ τῆς χιόνος ἡ ψύξις. Καὶ ἡ πέμπτη δὲ ἡ τελικὴ ἐνέργεια ὡς ἡ ὅρασις καὶ ἡ θερμότης· κατὰ οὖν τὸ τέταρτον σημαινόμενον ἔλαβεν Ἀριστοτέλης τὴν ὡς κατὰ στέρησιν καὶ ἕξιν τῶν ἀντικειμένων ἀντίθεσιν | |
ἤγουν τῆς δυνάμεως εἴτε τῆς ποιοτικῆς εἴτε τῆς παθητικῆς. Διάθεσις δέ ἐστιν ἡ κατὰ συμβεβηκὸς τοιάδε ἑκάστου ποιότης. Δύ‐ | 168 | |
25 | ναμις δὲ λέγεται ἡ μὲν κατ’ ἐπιτηδειότητα, ἡ δὲ καθ’ ἕξιν· κατ’ ἐπιτη‐ δειότητα μέν, ὡς ὅταν εἴπωμεν τὸ παιδίον δυνάμει γραμματικὸν εἶναι, καθὸ ἔχει ἐπιτηδειότητα πρὸς τὸ γενέσθαι γραμματικόν· καθ’ ἕξιν δέ, ὡς ὅταν εἴπωμεν τὸν ἠρεμοῦντα γραμματικὸν δυνάμει γραμματικὸν εἶναι, καθό, εἰ καὶ μὴ κέχρηται τῇ τέχνῃ, γινώσκει αὐτήν. Δύναμις | |
30 | πάλιν λέγεται καθ’ ἕξιν, ὡς ὅταν εἴπωμεν τὸ παιδίον σπερματικόν, καθὸ πέφυκεν εἶναι σπερματικὸν καὶ ἔστι δυνάμει, εἰ καὶ μήπω τῇ ἐνερ‐ γείᾳ διὰ τὸν χρόνον· ὡσαύτως καὶ ὁ κόκκος τοῦ σίτου δυνάμει τῇ καθ’ ἕξιν ἐστὶ στάχυς, ἔχει γὰρ δύναμιν φυσικὴν γενέσθαι στάχυς. Δύναμις λέγεται καὶ ἡ ἰσχύς. Δύναμις λέγεται καὶ ἡ στρατεία τουτέστι τὰ ἐκστρα‐ | |
35 | τεύματα. Πρός τί εἰσιν, οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν. Πρός τι ταῦτά ἐστιν, οἷς τὸ εἶναι ταὐτόν ἐστιν ἐν τῷ πρὸς ἕτερον λέγεσθαι. Πρός τι δὲ λέγεται, ὅσα αὐτά, ἅπερ ἐστίν, ἑτέρων ὑπάρχει· ἅμα δὲ καὶ ἀναστρέφει πρὸς ἄλληλα. Πρός τί εἰσιν, οἷς τὸ εἶναι ταὐτὸν τῷ πρός τί | |
40 | που ἔχει. Τινὲς δὲ σαφέστερον ἑρμήνευσαν τὴν ὑπογραφὴν, ὅτι ταῦτά εἰσι πρός τι, οἷς τὸ εἶναι ταὐτόν ἐστιν ἐν τῷ πως ἔχειν πρὸς ἕτερον. —Ποῦ ἐστι τόπου δήλωσις οἷον ἐν Ῥώμῃ, ἐν Ἀλεξανδρείᾳ. —Πότε ἐστὶ χρόνου δήλωσις οἷον πέρυσι, σήμερον, αὔριον. —Κεῖσθαί ἐστι τὸ ἔχον θέσιν πως πρὸς ἕτερον οἷον τὸ σῶμα τὸ κείμενόν πως πρὸς τὴν | |
45 | τοιάνδε θέσιν ἢ πρὸς ἀνάκλισιν ἢ καθέδραν. —Ἔχειν ἐστὶν οὐσία περὶ οὐσίαν ὡς δακτύλιος περὶ τὸν δάκτυλον καὶ ἱμάτιον περὶ τὸ σῶμα. — Ποιεῖν ἐστι τὸ ἐν ἑαυτῷ ἔχειν τὴν αἰτίαν τῆς ἐνεργείας. —Πάσχειν ἐστὶ τὸ ἐν ἑαυτῷ καὶ ἑτέρῳ ἔχειν τὴν αἰτίαν τοῦ πάσχειν. Ποιεῖν λέγεται ἐπὶ τῶν ποιητικῶν τεχνῶν, τεκτονικῆς φημι καὶ τῶν τοιούτων· πράτ‐ | |
16(50) | τειν δέ, ἐφ’ ὧν οὐ διαμένει τὸ τέλος ἤγουν τὸ ἀποτέλεσμα ὡς ἐπὶ τῆς αὐλητικῆς καὶ ὀρχηστικῆς· θεωρεῖν δὲ ἐπὶ τοῦ ἀστρονομεῖν, γεω‐ μετρεῖν, νοεῖν καὶ τῶν τοιούτων λέγεται. Ἀπαθές ἐστι τὸ πάσης ὕλης χωρὶς καὶ ὑπὸ ταύτης οὐδαμῶς, ὅ ἐστι, νοηθῆναι δυνάμενον. Ἀπαθές ἐστι τὸ πάθους χωρὶς καὶ πάσης ἁφῆς ἀνώτερον. Ἀπαθές ἐστι τὸ | |
55 | ἑτέρου ἀνενδεὲς καὶ ἀεὶ ὡσαύτως ἐφ’ ἑαυτοῦ μένον. Πάθος ἐστὶ μετα‐ ποίησις τοῦδέ τινος, οὗ ἦν, εἴτ’ ἐπ’ ἀγαθῷ εἴτε καὶ ὡς ἄλλως. Παθητόν | |
ἐστι τὸ μεταποιηθῆναι δυνάμενον εἰς τοῦτο, ὃ οὐκ ἦν πρότερον. | 169 | |
17(t1) | 〈Περὶ προτέρου ἅμα τε καὶ κινήσεωσ〉 | |
2 | Πρότερον ἕτερον ἑτέρου λέγεται πενταχῶς. Πρότερον κυρίως ἐστὶ τὸ χρόνῳ πρότερον, ὡς λέγομεν παλαιότερον ἢ πρεσβύτερον. Πρότερον φύσει ἐστίν, ὅπερ συναναιρεῖ καὶ οὐ συναναιρεῖται, καὶ συνεισφέρεται | |
5 | μὲν οὐ συνεισφέρει δέ, δι’ ὅπερ τὰ ἁπλᾶ προτεύουσι τῶν συνθέτων καὶ τὰ καθόλου τῶν μερικῶν. Πρότερον δέ ἐστι καὶ τὸ κατὰ τάξιν. Πρότερόν ἐστι καὶ τὸ κατὰ δύναμιν ἤτοι κατ’ ἀξίαν. Πρότερον ὁμοίως ἐστὶ καὶ τὸ αἴτιον καὶ τὸ αἰτιατόν· αἴτιον δὲ δεῖ νοεῖν τὸ ἀποτελοῦν, αἰτιατὸν δὲ τὸ ἀποτελούμενον. | |
10 | Ἅμα λέγεται τὰ συνυπάρχοντα ἀλλήλοις καὶ μὴ ὄντα πρότερον ἕτερον ἑτέρου εἴτε χρόνῳ εἴτε φύσει εἴτε αἰτίῳ εἴτε τάξει εἴτε δυνάμει ἤγουν ἀξίᾳ. Ἅμα δὲ λέγεται καὶ τὰ ἀντιδιαιρούμενα ἤγουν τὰ δύο σκέλη τὰ ἐκ τῆς αὐτῆς διαιρέσεως, οἷον τοῦ ζῴου τὸ μὲν λογικὸν τὸ δὲ ἄλογον. | |
15 | Κίνησίς ἐστιν ἐντελέχεια τοῦ δυνάμει, καθὸ τοιοῦτόν ἐστιν, οἷον ὁ χαλκὸς δυνάμει ἐστὶν ἀνδριάς· δύναται γὰρ ὁ χαλκὸς ἀπολαβεῖν τὸ εἶδος τοῦ ἀνδριάντος. Ἐντελέχεια οὖν ἐστι τοῦ χαλκοῦ τοῦ δυνάμει ἀνδριάντος ὄντος τὸ διαλύεσθαι, τὸ διαπλάττεσθαι, τὸ ξέεσθαι, ἅπερ εἰσὶ κινήσεις. Ἐν ὅσαις οὖν κατηγορίαις τὸ ‘δυνάμει‘, εἰκότως ἐν ταύταις | |
20 | θεωρηθήσεται ἡ κίνησις· ἔν τε τῇ οὐσίᾳ καὶ ἐν τῷ ποσῷ καὶ ἐν τῷ ποιῷ καὶ ἐν τῇ ποῦ κατηγορίᾳ, ἐν μὲν τῇ οὐσίᾳ γένεσις καὶ φθορά, ἐν δὲ τῷ ποσῷ αὔξησις καὶ μείωσις, ἐν δὲ τῷ ποιῷ ἀλλοίωσις, ἐν δὲ τῇ ποῦ τὸ κύκλῳ φερόμενον καὶ τὸ ἐπ’ εὐθείας κινούμενον, καὶ καλεῖται τὸ μὲν πρότερον περιφορά, τὸ δὲ δεύτερον ἁπλῶς ἐπ’ εὐθείας κίνησις. Ἑπτὰ | |
25 | δέ τινές εἰσιν ἐν τῇ ποῦ κατηγορίᾳ κινήσεις τουτέστιν αἱ τοπικαὶ καὶ μεταβατικαὶ κινήσεις· ἡ κάτω, ἡ ἄνω, ἡ ἐντός, ἡ ἐκτός, ἡ δεξιά, ἡ ἀρι‐ στερά, ἡ κυκλοφορουμένη. | |
18(t1) | 〈Περὶ ἀποφάνσεως καὶ συλλογισμοῦ〉 | |
2 | Τὴν ἐπίνοιαν οἱ πατέρες καὶ ὁ ἀληθὴς λόγος διττὴν εἶναι ἀπεφήναντο· ἡ μὲν γὰρ οἱονεὶ ἐπέννοιά τις καὶ ἐπενθύμησίς ἐστι τὴν ὁλοσχερῆ τῶν πραγμάτων καὶ ἀδιάρθρωτον ἐξαπλοῦσά τε καὶ διασαφοῦσα θεωρίαν | |
5 | καὶ γνῶσιν, ὡς τὸ αἰσθήσει δόξαν εἶναι ἁπλοῦν τῇ πολυπραγμοσύνῃ τοῦ νοῦ πολυμερές τε καὶ ποικίλον ἀναφαίνεσθαι. Ἡ δὲ ἀνάπλασμα διανοίας τυγχάνει κατὰ συμπλοκὴν αἰσθήσεώς τε καὶ φαντασίας ἐκ τῶν ὄντων τὰ μηδαμῶς ὄντα συντιθεῖσα καὶ εἶναι δοξάσουσα· τοιαύτη δέ ἐστιν ἡ τῶν ἱπποκενταύρων καὶ σειρήνων μυθοπλαστία· τῶν γὰρ | 170 |
10 | ὅλων τὰ μέρη λαμβάνουσα καὶ ἐκ μερῶν ἄλλο τι συντιθεῖσα κατὰ πολλὴν ἐξουσίαν τε καὶ εὐκολίαν τὰ μηδαμῶς ἐν ὑποστάσει τε καὶ οὐσίᾳ θεω‐ ρούμενα ἐν τῇ διανοίᾳ καὶ τοῖς λόγοις ἀνέπλασεν, εἶτα καὶ ταῖς ὕλαις διαμορφουμένη ἀνειδωλοποίησεν. Ἀρχή ἐστι τῶν γεγονότων αἰτία πάντων. Ἄναρχόν ἐστιν, ἐξ οὗ | |
15 | τὰ πάντα γεγένηται, αὐτὸ δὲ ἀγένητον. —Τέλος ἐστὶ τὸ τυχεῖν τοῦ σκοποῦ· τέλος ἐστὶ κατὰ Ἀριστοτέλην, οὗ εἵνεκα τὰ ἄλλα αὐτὸ δὲ μηδενὸς ἕνεκεν, ἢ οὕτως· Τέλος ἐστί, δι’ ὃ τὰ ἄλλα τις πράττει, αὐτὸ δὲ διὰ μηδέν. Ἁπλῆ φωνή, ὄνομα, ῥῆμα, φάσις, ὅρος· ταῦτα τὰ πέντε κατὰ μὲν | |
20 | τὸ ὑποκείμενον οὐδὲν ἀλλήλων διαφέρει, μόνον δὲ κατὰ τὴν σχέσιν ἐστὶν ἡ διαφορά, οἷον ἄνθρωπος ὡς μὲν ἁπλῶς σημαντικόν τινος λέγεται ἁπλῆ φωνή, ὡς δὲ ὑποκείμενον λέγεται ὄνομα, ὡς δὲ τάξιν ἐπέχον κατηγορουμένου λέγεται ῥῆμα, ὡς δὲ μέρος προτάσεως λέ‐ γεται φάσις, ὡς δὲ μέρος συλλογισμοῦ λέγεται ὅρος. Ἀπόφανσίς ἐστι | |
25 | λόγος σημαίνων, τί τινι ὑπάρχει ἢ μὴ ὑπάρχει, οἷον ‘Σωκράτης 〈οὐ〉 βαδίζει‘ δηλοῖ, ὅτι οὐχ ὑπάρχει τῷ Σωκράτει τὸ βαδίζειν. Αὕτη ἡ ἀπόφανσις διαιρεῖται εἰς κατάφασιν καὶ ἀπόφασιν. Ἀπόφανσίς ἐστι λόγος, ἐν ᾧ τὸ ἀληθεύειν ἐστὶν ἢ τὸ ψεύδεσθαι οἷον ‘Σωκράτης ἄνθρωπός ἐστιν‘—ἰδοὺ γὰρ ἀληθεύει—ἢ ‘Σωκράτης | |
30 | οὐκ ἔστιν ἄνθρωποσ‘—ἰδοὺ γὰρ ψεύδεται. Κατάφασίς ἐστι λόγος σημαίνων, τί τινι ὑπάρχει οἷον ‘Σωκράτης βαδίζει‘. Κατάφασις πάλιν ἐστὶ λόγος ἀποφαντικός τινος κατά τινος. Ἀπόφασίς ἐστι λόγος σημαί‐ νων, τί τινι 〈οὐχ〉 ὑπάρχει οἷον ‘Σωκράτης οὐ βαδίζει‘. Ἀντίφασις ἐστι μάχη δύο προτάσεων μεριζουσῶν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἐπὶ | |
35 | πάσης ὕλης καὶ ἐπὶ παντὸς χρόνου οἷον ‘πᾶς ἄνθρωπος δίκαιός ἐστιν‘, ‘οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστιν‘· πάντως τούτων ἡ μέν ἐστιν ἀληθὴς ἡ δὲ ψευδής. Πρότασίς ἐστι λόγος ἀποφαντικός τινος ἀπό τινος, ὅπερ ἐστὶν ἀπό‐ φασις, ἤ τινος κατά τινος, ὅπερ ἐστὶ κατάφασις. —Ὅρος ἐστίν, εἰς | |
40 | ὃν ἀναλύεται ἡ πρότασις, οἷον πρότασίς ἐστι ‘Σωκράτης βαδίζει‘· | |
αὕτη ἡ πρότασις ἀναλύεται εἰς τὸ ‘Σωκράτησ‘ καὶ εἰς τὸ ‘βαδίζει‘. Ἕκαστον οὖν αὐτῶν ὡς μέρος προτάσεως ὅρος ἐστί. —Συλλογισμός ἐστι λόγος, ἐν ᾧ τεθέντων τινῶν ἕτερον ἐξ ἀνάγκης τῶν κειμένων συμβαί‐ νει διὰ τὰ κείμενα· ‘τεθέντων‘ δὲ εἶπον ἀντὶ τοῦ ‘ὁμολογηθέντων‘, τὸ | 171 | |
45 | δὲ ‘διὰ τὰ κείμενά‘ φημι, τουτέστιν ὅτι διὰ τὰς προκειμένας προτάσεις γίνεται τὸ συμπέρασμα μὴ δεόμενον ἔξωθεν ἑτέρας τινὸς συστάσεως ἢ ὅρου. —Λημμάτιόν ἐστιν, ὅπερ εἴληπται ὡς ὁμολογούμενον πρὸς κατασκευήν τινος. Ἰστέον δέ, ὅτι τὰ πέντε ταῦτα κατὰ τὴν ὑπόστασιν οὐδὲν ἀλλήλων | |
18(50) | διενηνόχασιν οἷον ἀπόφανσις, πρότασις, πρόβλημα, ἔνστασις, συμπέ‐ ρασμα· ὅταν μὲν γὰρ ἁπλῶς ἀποφαίνωμαι, ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστιν, ἀπόφανσις λέγεται. Ὅτε δὲ ὡς μέρος συλλογισμοῦ ληφθῇ, τότε πρότασίς ἐστι τὸ λέγειν ‘ἡ ψυχὴ ἀθάνατός ἐστιν‘. Ἡνίκα δέ τις ἐνί‐ σταται πρὸς τὴν πρότασιν ζητῶν· Πόθεν δῆλον, ὅτι ἡ ψυχὴ ἀθάνατός | |
55 | ἐστι; τότε τὸ τοιοῦτον ἔνστασις προσαγορεύεται. Ἡνίκα δὲ πάλιν προτείνομεν εἰς ζήτησιν· Ἆρά γε ἡ ψυχὴ ἀθάνατός ἐστιν; καλεῖται πρόβλημα. Ὅτε δὲ ἐκ προτάσεως συνάγεται, καλεῖται συμπέρασμα, οἷον· Ἡ ψυχὴ ἀεικίνητος, τὸ ἀεικίνητον ἀθάνατον, λοιπὸν ἐκ τῶν προτάσεων τούτων· Ἄρα γε ἡ ψυχὴ ἀθάνατος· τουτέστι τὸ συμπέ‐ | |
60 | ρασμα. Πρόβλημά ἐστι θεώρημα συντεῖνον εἰς αἵρεσιν καὶ φυγὴν πρὸς θεωρίαν καὶ γνῶσιν. —Πύσμα ἐστὶν ἐρώτημα διεξοδικὴν ἀπαιτοῦν ἀπόκρισιν. — Ἰστέον, ὡς διαφέρει ὁ ἐρωτηματικὸς λόγος τοῦ πυσματικοῦ, ὅτι τῷ μὲν ἐρωτηματικῷ ταχεῖα ἕπεται ἡ ἀπόκρισις ἤγουν δι’ ὀλίγου, τῷ δὲ | |
65 | πυσματικῷ χρονία καὶ διὰ πολλοῦ ἕπεται ἡ ἀπόκρισις ἤγουν διὰ πολλῶν λόγων. —Ἔνστασις ἡ ἐκ πρώτης βαλβῖδος ἤγουν ἐκ προοι‐ μίων ἀνατρέπουσα τὸν λόγον. —Ἀντιπαράστασις δὲ ἡ δεχομένη μὲν τὸν λόγον ὡς ἀληθῆ, δεικνύουσα δέ, ὡς οὐδὲν βλάπτει πρὸς τὸ προ‐ κείμενον, οἷον θελόντων ἡμῶν δεῖξαι. | |
70 | Αἵρεσίς ἐστι περὶ πίστεως οὐκ ἀληθὴς δόξα. Αἵρεσίς ἐστι δόξα πλει‐ όνων ἀνθρώπων πρὸς ἀλλήλους μὲν συμφωνούντων πρὸς ἑτέρους δὲ διαφωνούντων. —Κοινὴ δὲ ἔννοιά ἐστιν ἡ παρὰ πάντων ὁμολογουμένη, οἷον ὅτι ἔστι θεός. —Θέσις δέ ἐστι παράδοξος ὑπόληψίς τινος τῶν ἐν φιλοσοφίᾳ γνωρίμων ἤγουν ξένη ἔννοια οἷον ὡς Παρμενίδου λόγος, | |
75 | ὅτι ἓν ἔλεγε τὸ ὄν, καὶ ὡς ὁ Ἡρακλείτου, ὅτι πάντα κινεῖται. | 172 |
19(t1) | Περὶ τῶν τεσσάρων διαλεκτικῶν μεθόδων | |
2 | Ἰστέον, ὡς τέσσαρές εἰσι διαλεκτικαὶ μέθοδοι ἤγουν λογικαί· αʹ διαι‐ ρετική, ἥτις διαιρεῖ τὸ γένος εἰς εἴδη διὰ μέσων τῶν διαφορῶν· βʹ ὁρι‐ στική, ἥτις ἀπὸ τοῦ γένους καὶ τῶν διαφορῶν διεῖλε, ὡς ἡ διαιρετικὴ ὁρί‐ | |
5 | ζεται τὸ ὑποκείμενον· γʹ ἀναλυτικὴ ἡ τὸ συνθετικώτερον ἀναλύουσα εἰς τὰ ἁπλούστερα, ἤγουν τὸ σῶμα εἰς τοὺς χυμούς, τοὺς χυμοὺς εἰς τοὺς καρπούς, τοὺς καρποὺς εἰς τὰ τέσσαρα στοιχεῖα, τὰ τέσσαρα στοιχεῖα εἰς ὕλην καὶ εἶδος· δʹ ἀποδεικτικὴ ἡ διὰ μέσου τινὸς δεικνύουσα τὸ προκείμενον· οἷον πρόκειταί μοι δεῖξαι, ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστι· | |
10 | λαμβάνω τι μέσον, τὸ ἀεικίνητον, καὶ συλλογίζομαι οὕτως· Ἡ ψυχὴ ἀεικίνητος· τὸ ἀεικίνητον ἀθάνατον· ἡ ψυχὴ ἄρα ἀθάνατος. Ἰστέον δέ, ὡς οἱ συλλογισμοὶ τῆς ἀποδεικτικῆς εἰσι. Δεῖ δὲ γινώ‐ σκειν, ὅτι ἡ ἀναλυτικὴ τρισσή τίς ἐστιν· ἔστι γὰρ φυσικὴ ὡς προλε‐ χθεῖσα· ἔστι δὲ καὶ λογικὴ ἀνάλυσις, ὅταν τὸν προταχθέντα συλλογι‐ | |
15 | σμὸν ἀναλύσωμεν εἰς τὸ οἰκεῖον σχῆμα· ἔστι καὶ μαθηματική, ὅταν λάβωμεν τὸ ζητούμενον ὡς ὁμολογούμενον καὶ καταντήσωμεν εἴς τι ὁμολογούμενον, ὅθεν ἀγρεύεται τὸ προκείμενον. Οἷον ἔστω ζητούμενον, εἰ ἀθάνατος ἡ ψυχή. Τοῦτο τὸ ζητούμενον λαμβάνω ὡς ὁμολογούμενον καὶ λέγω· Ἐπειδὴ ἀθάνατος ἡ ψυχή, εἰσὶν ἀμοιβαὶ τῶν φαύλων καὶ | |
20 | ἀγαθῶν πράξεων· εἰ δέ εἰσιν ἀμοιβαί, εἰσὶ τὰ ὑπὸ γῆν δικαιωτήρια· εἰ δέ εἰσι τὰ ὑπὸ γῆν δικαιωτήρια, ἔστι τὸ δικαζόμενον καὶ δικάζον· εἰ δέ ἐστι τὸ δικαζόμενον καὶ δικάζον, ἔστι προνοητὴς καὶ πρόνοια, ἥτις παρὰ πᾶσιν ὁμολογεῖται. Ἔνθεν λοιπὸν κατὰ σύνθεσιν λέγω· Ἐπειδὴ ἔστι πρόνοια καὶ δικαστής, εἰσὶ τὰ ὑπὸ γῆν δικαιωτήρια· εἰ δέ εἰσι | |
25 | ταῦτα, εἰσὶν ἀμοιβαί· εἰ δέ εἰσιν ἀμοιβαί, ἔστι τὸ κρινόμενον· εἰ δὲ | |
ἔστι τὸ κρινόμενον, ἀθάνατος ἄρα ἡ ψυχή. | 173 |