TLG 2914 015 :: LEONTIUS :: In transfigurationem (homilia 14) (olim sub nomine Joannis Chrysostomi) LEONTIUS Scr. Eccl., Presbyter In transfigurationem (homilia 14) (olim sub nomine Joannis Chrysostomi) Citation: (Line) | ||
1t | [Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν | |
---|---|---|
2t | Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως | |
3t | τοῦ Χρυσοστόμου] | |
4t | λόγος εἰς τὴν μεταμόρφωσιν | |
5t | τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ | |
1 | Ἄγαν αἰδέσιμον ἡμῖν ὁ δαψιλὴς ἑστιάτωρ Χριστὸς καὶ σήμερον προέθηκε τράπεζαν οὐ τῇ συνηθείᾳ τιμωμένην, ἀλλὰ τῇ θεογνωσίᾳ γνωριζομένην· | |
5 | τράπεζαν οὐ τῶν ἐπιγείων γλιχομένην, ἀλλὰ τῶν ἐπουρανίων ἐχομένην· τράπεζαν οὐ τοῖς Σολομωνιακοῖς ὄψοις φαιδρυνομένην, ἀλλὰ τοῖς θεϊκοῖς νόμοις στεφανουμένην· τράπεζαν οὐ πλήθει σιτίων μακαριζομένην, | |
10 | ἀλλὰ θείοις νοήμασι σεμνυνομένην. Τί γὰρ τῆς Σολομωνιακῆς τραπέζης πλουσιώτερον τῆς δαπανησάσης καθ’ ἑκάστην ἡμέραν, καθὼς ἡ τρίτη τῶν Βασιλειῶν περιέχει, τριάκοντα κόρους σεμιδάλεως καὶ ἑξή‐ κοντα κόρους ἀλεύρου κεκοπανισμένου καὶ δέκα μόσχους | |
15 | ἁπαλοὺς καὶ ἐκλεκτοὺς καὶ εἴκοσι βόας νομάδας καὶ ἑκατὸν πρόβατα, ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλε‐ κτῶν; Ἀλλ’ οὐδὲν τὸν μέγιστον Σολομῶνα ἡ τοσαύτη τῶν ὄψων πληθὺς εὐεργέτησεν ἢ πρὸς τελείαν ἀρετὴν ἴθυνεν· τοὐναντίον δὲ αὐτὸν πρὸς τῷ τέλει διαφθεῖραι πεποίηκεν | |
20 | ἀμέτρως βακχεύσασα. Ἡ δέ γε τοῦ κυρίου τράπεζα καὶ σήμερον ἡμῖν δαψιλῶς προτεθεῖσα, ἡ ἄϋλος, ἡ ἀπέριττος, ἡ | |
ἄφθαρτος, ἡ ἀθάνατος, ἡ ἀπερίγραπτος, ἡ ἀλογοθέτητος, οὐ μόνον τὰ ἐπίγεια ἀλλὰ καὶ τὰ ἐπουράνια βραβεύει· οὐ γὰρ τριάκοντα κόρους σεμιδάλεως προΐεται, ἀλλὰ τὴν βασιλείαν | 433 | |
25 | τῶν οὐρανῶν εἰς ἀλεύρου σάτα τρία ἐζυμωμένην χαρίζεται· οὐδ’ αὖ ἑξήκοντα κόρους ἀλεύρου προβάλλεται, ἀλλ’ αὐτὸν τὸν ἐπουράνιον ἄρτον, λέγω δὴ αὐτὸς ἑαυτῷ ὁ δεσπότης Χριστὸς πᾶσι τοῖς πιστοῖς καθ’ ἑκάστην βραβεύει. Ἀλλ’ οἶμαι περιττολογεῖν, τὸ τοῦ Σολομῶνος αἰσθητὸν | |
30 | ἄριστον τῇ τοῦ κυρίου πνευματικῇ τραπέζῃ συγκρίνων· ἐκεῖ γὰρ δέκα μόσχοι ἐκλεκτοί, ἐνταῦθα δὲ ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· ἐκεῖ εἴκοσι βόες νομάδες, | |
35 | ἐνταῦθα δὲ μάρτυρες ἀναρίθμητοι ψυχὰς καὶ σώματα εὐεργετοῦσιν· ἐκεῖ ἔλαφοι ἐξοχῆς κεράτων ποικιλλόμενοι, ἐνταῦθα προφῆται πνευματικὰ πνευματικοῖς συγκρίνοντες· ἐκεῖ δορκάδες τοξεύματι τὸ ἧπαρ πληττόμεναι, | |
40 | ἐνταῦθα ἀπόστολοι θείοις γράμμασι τὴν οἰκουμένην φωτί‐ ζοντες· ἐκεῖ ὄρνεις ἀλόγως πτερυσσόμεναι, ἐνταῦθα λαὸς εὐσεβὴς πνευματικῶς σκιρτῶντες· ἐκεῖ ἑκατὸν ἄλογα πρόβατα τὸν οἶκον Σολομῶνος μόνον | |
45 | εὐφραίνοντα, ἐνταῦθα δὲ τὸ λογικὸν ἡμῶν πρόβατον Χριστός, παν‐ | |
ταχοῦ γῆς μεριζόμενον καὶ μηδαμῶς μείωσιν δεχόμενον. Ἤκουες ἀρτίως αὐτοῦ τοῦ λογικοῦ προβάτου Χριστοῦ λέγοντος πρὸς τοὺς ἀποστόλους τοῦ κυριακοῦ πάθους τὸν | 434 | |
(50) | καιρόν, ὅπως ἐν τῷ καιρῷ τοῦ πάθους πάθος μὴ ὑπο‐ μείνωσιν. Τί γάρ φησιν ὁ εὐαγγελιστὴς Ματθαῖος; Καθὼς ἀρτίως ἤκουες· Τότε ἤρξατο ὁ Ἰησοῦς δεικνύειν τοῖς μαθη‐ ταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν εἰς Ἱεροσόλυμα ἀνελθεῖν καὶ πολλὰ παθεῖν παρὰ τῶν ἀρχιερέων καὶ γραμματέων καὶ | |
55 | πρεσβυτέρων τοῦ λαοῦ καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. Εἶδες δεσποτικὴν τράπεζαν νεκροέγερτον ὀψώνιον κεκτημένην; Τί τοιοῦτον εἶχεν ἡ Σολομῶνος τρά‐ πεζα; Ἐκεῖ πάντα σφαγιασθέντα ἀβουλήτως εἰς ἀνυπαρξίαν ἐχώρησεν, ἐνταῦθα τὸ λογικὸν ἡμῶν πρόβατον Χριστός, εἰ | |
60 | καὶ ἐσφάγη, ἀλλ’ ὅμως βουλήσει ἐσφάγη, βουλήσει ἐτάφη, βουλήσει ἀνέστη, βουλήσει εἰς οὐρανοὺς ἀνῆλθεν, | |
65 | βουλήσει ἐλεύσεται ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ, ἀποδι‐ δοὺς ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. Τότε ἤρξατο· καλῶς ὁ εὐαγγελιστὴς προέθηκε Τότε ἤρξατο ὁ Ἰησοῦς· ἑτέρας γὰρ πραγματείας ἤρξατο ἐμφάνει‐ αν ποιεῖσθαι ὁ δεσπότης Χριστός. | |
70 | Οὐκέτι ὡς νηπίοις μαθηταῖς διαλέγεται, ἀλλ’ ὡς τελείοις τοῖς ἀποστόλοις προσφθέγγεται· οὐκέτι αὐτοὺς τὸ γάλα τῆς παρακλήσεως ποτίζει, ἀλλὰ τὸν στερρὸν ἄρτον τῶν πειρασμῶν ἐπιδείκνυσιν· οὐκέτι ὡς ἀσθενεῖς ἐπαλείφει, | |
75 | ἀλλ’ ὡς ἐρρωμένους στύφει. | |
Καὶ μάλα εἰκότως. Ὥσπερ ἄριστος παιδαγωγὸς ἐν μὲν τοῖς προοιμίοις τοὺς παραδιδομένους αὐτῷ παῖδας κολα‐ κεύει, τῆς κεφαλῆς κατέχει, ὑπομειδιᾷ τῷ προσώπῳ, ἡ‐ δέως συμψελλίζει, συγχωρεῖ πλημμελοῦσιν, ἐπὰν δὲ μικρὸν | 435 | |
80 | προκόψουσι τῇ παιδεύσει, αὐστηρὸν ἐπιδείκνυσι τὸ πρό‐ σωπον, ἀπειλῶν μεγάλα, πληγὰς ἐπιφέρων, οὐχ ἵνα βλάψῃ ἀλλ’ ἵνα βελτιώσῃ, τὸν αὐτὸν τρόπον ὁ πάνσοφος παιδα‐ γωγὸς Χριστὸς ἐν μὲν τοῖς προοιμίοις τοῦ εὐαγγελικοῦ κηρύγματος ἁπλοῦς τινας λόγους καὶ λείους προΐεται τοῖς | |
85 | ἑαυτοῦ μαθηταῖς λέγων πρὸς αὐτούς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων, καί· Οὐδεὶς οὐ μὴ ἀδική‐ σει ὑμᾶς, ἀλλὰ μὴν καὶ συχνῶς αὐτῶν ἀπιστησάντων καὶ σφαλέντων συγχωρεῖ τούτοις ὁ δεσπότης Χριστός· μόνον δὲ ἐθεάσατο αὐτοὺς προκόψαντας τῇ εὐσεβείᾳ, μυηθέντας | |
90 | τῇ θεογνωσίᾳ, πληροφορηθέντας τῇ τῶν σημείων ἐπιδείξει, νευρωθέντας τῇ τοῦ πατρὸς μαρτυρίᾳ, ὀχυρωθέντας τῇ τοῦ ἁγίου πνεύματος φωταγωγίᾳ, οὐκέτι συγχωρεῖ αὐτοῖς σφαλλομένοις, ἀλλὰ δριμυτέρας διδασκαλίας ἀπάρχεται λέ‐ γων πρὸς αὐτούς· Εἴ τις θέλει τὴν ψυχὴν αὐτοῦ σῶσαι, | |
95 | ἀπολέσει αὐτήν· ὃς δ’ ἂν ἀπολέσῃ αὐτὴν ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν, καὶ αὖθις· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. Δεῖ γὰρ τὸν ἄριστον μαθητὴν κατόπιν ὁδεύειν τοῦ διδασκάλου· ὅθεν καὶ ὁ μακάριος Παῦλος τοιαύτης διδασκαλίας ἀρεσθείς, | |
(100) | γράφων ἔλεγεν· Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ταῦτα ἀκούσας καὶ ὁ μακά‐ ριος Πέτρος τὰ ῥήματα, ἀμέτρῳ θερμότητι ζέσας κατεξα‐ νίσταται τῶν τοῦ κυρίου ῥημάτων. Εἰρηκότος γὰρ τοῦ κυρίου ὅτι δεῖ αὐτὸν ἀνελθεῖν εἰς Ἱεροσόλυμα καὶ πολλὰ | |
105 | παθεῖν παρὰ τῶν ἀρχιερέων καὶ γραμματέων καὶ πρεσβυ‐ τέρων τοῦ λαοῦ καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι, τούτων ἐπακούσας τῶν σοφῶν ῥημάτων ὁ Πέ‐ τρος, δόξας ἀλλόκοτα τὸν ἄσφαλτον φθέγγεσθαι, ἐπιλα‐ βόμενος τοῦ κυρίου, καθὼς ἀρτίως ἤκουες, ἤρξατο ἐπιτιμᾶν | 436 |
110 | αὐτῷ λέγων· «Ἵλεώς σοι, κύριε, οὐ μὴ ἔσται σοι τοῦτο. Οὐκ οἶδας τί φθέγγῃ, δέσποτα· ἐναντία ἑαυτῷ παρατίθης. Ὁ τοὺς δαίμονας πάντας ὑφ’ ἓν φυγαδεύσας τοὺς πρεσβυ‐ τέρους τῶν Ἰουδαίων φοβῇ; | |
115 | Ἵλεώς σοι, κύριε, οὐ μὴ ἔσται σοι τοῦτο. Ὁ τὴν θάλασσαν τοῖς ἑαυτοῦ ποσὶν ὑποστρώσας καὶ τοὺς ἀνέμους ταραττομένους κατευνάσας καὶ τὸ πέλαγος μαι‐ νόμενον καταστείλας, τοὺς ἀρχιερεῖς τῆς Ἱερουσαλὴμ δέδοι‐ κας; Ὁ τὴν συκῆν λόγῳ ξηράνας καὶ τὴν ξηρὰν χεῖρα εἰς | |
120 | ζῶσαν ἐκτείνας, τοὺς ἀνθρώπους ἀγωνιᾷς; Ἵλεώς σοι, κύριε, οὐ μὴ ἔσται σοι τοῦτο. Ὁ Ἑνὼχ μηδὲν σημεῖον ποιήσας σὺν αὐτῷ τῷ σώματι μετάρσιος γέγονεν, καὶ σὺ ὁ τοσαῦτα δημιουργήσας, τάφῳ μέλλεις καλύπτεσθαι; | |
125 | Εἰ μὴ ἔφριξέ σε ὁ θάνατος, πῶς ἀπεδίδου σοι τὸν Λάζαρον; Εἰ μὴ ἐφοβήθη σε ὁ λεγεὼν τῶν δαιμόνων, πῶς παρεκάλει σε ἐξελθὼν τοῦ ἀνθρώπου εἰς τὴν ἀγέλην τῶν χοίρων ἀπελθεῖν; | |
130 | Εἰ μὴ ᾔδει σε τὸ ὕδωρ ὅστις εἶ, πῶς τῷ νεύματί σου ἐν Κανᾷ τῆς Γαλιλαίας εἰς οἶνον μετεβάλλετο; Εἰ μὴ ἐγνώρισέ σε ὁ Σιλωὰμ ὅτι σὺ εἶ ὁ πάσης τῆς | |
οἰκουμένης κτίστης, | 437 | |
135 | πῶς τοῦ ἐκ γεννητῆς τυφλοῦ τὸν πηλὸν ἀποπλύνας καὶ τῷ νεύματί σου τὸ βλέπειν ἐχαρίσατο; Οὐ περὶ σοῦ ἐβόησεν ὁ πατὴρ τῶν φώτων· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε; Ὁπότε οὖν ὁ υἱὸς θεοῦ νεκρός, ἐν τίσιν ἡ ἡμετέρα ἐλπίς; | |
140 | Ἵλεώς σοι, κύριε, οὐ μὴ ἔσται σοι τοῦτο. Τί μοι ἐπαγγέλλει ἀνάστασιν; Οὐδεὶς νεκρὸν ὄντα ἑαυτὸν ἤγειρε ποτέ. Εἰ δ’ ὑφ’ ἑτέρου ἐγείρῃ, ἐκεῖνόν μοι δεῖξον, ὅπως σὲ καταλείψας ἐκείνῳ μαθητεύσω. Ἵλεώς σοι, κύριε, οὐ μὴ ἔσται σοι τοῦτο. | |
145 | Οὐ παρῄνεσας ἡμῖν, δέσποτα, λέγων· Ἐγώ εἰμι τὸ φῶς καὶ ἡ ἀνάστασις καὶ ἡ ζωή; Πότε φῶς εἰς σκότος μεταβάλλε‐ ται; Πότε ἀνάστασις τάφῳ καλύπτεται; Πότε ζωὴ νεκροτα‐ φίοις περισφίγγεται; Ἄπιθι, δέσποτα, ἄπιθι. Ἵλεώς σοι, κύριε, οὐ μὴ ἔσται σοι τοῦτο.» | |
(150) | Τί οὖν ὁ δεσπότης Χριστός, ὁ πάνσοφος παιδαγωγός; Οὐκέτι συνεχώρει τῷ Πέτρῳ σφαλλομένῳ, ὀργίζεται δὲ καὶ ταράττεται τὸν σκανδαλίζοντα αὐτὸν διάβολον λέγων, κα‐ θὼς ἀρτίως ἤκουες· «Ὕπαγε ὀπίσω μου, σατανᾶ, ὁ τὸν ἐμὸν Πέτρον ἀπιστεῖν ὑπονοθεύσας. | |
155 | Σκάνδαλόν μου εἶ, Πέτρε, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων. Εἰ μὴ ἐγὼ ἀποκτανθῶ, οὐδεὶς ὑμῶν ἀθανασίας γεύεται. Σκάνδαλόν μου εἶ, Πέτρε. Εἰ μὴ ἐγὼ φονευθῶ, οὐδεὶς ὑμῶν τὸν ἀμπελῶνα κληρονομεῖ. | |
160 | Σκάνδαλόν μου εἶ, Πέτρε, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ | |
τὰ τῶν ἀνθρώπων. Κόκκος ὑπάρχω τοῦ σίτου κατὰ τὸν λόγον τῆς ἐνανθρωπήσεως· Ἐὰν μὴ πεσὼν ὁ κόκκος εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν δίδωσιν. | 438 | |
165 | Σκάνδαλόν μου εἶ, Πέτρε, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων. Εἰ μὴ ἐγὼ κατέλθω εἰς τὸν ᾅδην, οὐδεὶς τὸν Ἀδὰμ τῆς δουλείας ἐλευθεροῖ. Σκάνδαλόν μου εἶ, Πέτρε, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων. Εἰ μὴ ἐγὼ σφαγιασθῶ, οὐδεὶς ὑμῶν τὸ | |
170 | μυστικὸν ὀψώνιον ὀψωνεῖ. Εἰ μὴ ἐγὼ σταυρωθῶ, Πέτρε, τὸν παράδεισον ὁ λῃστὴς οὐκ ἀνοίγει. Σκάνδαλόν μου εἶ, Πέτρε, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων. Ἦλθον οὐ μόνον τοὺς ζῶντας περι‐ οδεῦσαι, ἀλλὰ καὶ τοὺς κοιμηθέντας εὐεργετῆσαι. | |
175 | Οὐκ ἐψευσάμην δή, Πέτρε, εἰρηκώς· Ἐγώ εἰμι τὸ φῶς καὶ ἡ ἀνάστασις καὶ ἡ ζωή. Ἐπεὶ οὖν φῶς ὑπάρχω, Πέτρε, δεῖ με τοῖς ἐν σκότει λάμψαι. Ποῖον δὲ φῶς τὸ μὴ φυγαδεῦον σκότος; Ἀνάστασίς εἰμι, Πέτρε, δεῖ με τοὺς προκατεχο‐ μένους ἀναστῆσαι. Ποία γὰρ ἀνάστασις ἡ τοὺς κεκοιμη‐ | |
180 | μένους μὴ ἐγείρουσα; Ζωή εἰμι, Πέτρε, δεῖ με τὸν θάνατον θανατῶσαι· πάσχω γὰρ ὡς ἄνθρωπος, καὶ σῴζω ὡς φι‐ λάνθρωπος. Νῦν γὰρ οἰκονομικῶς πάσχω, Πέτρε· μετ’ οὐ πολὺ δὲ δεσποτικῶς ἐλεύσομαι, οὐκ ἐν τῇ τοῦ δούλου μορφῇ ἐμφανιζόμενος, ἀλλ’ ἐν τῇ πατρῴᾳ δόξῃ ὑπ’ ἀγγέλων | |
185 | δορυφορούμενος. Νῦν ἀθετούμενος συγχωρῶ διὰ τὴν εὐτέ‐ λειαν τῆς ὁράσεως· μετ’ οὐ πολὺ δὲ αὐθεντικῶς κρινῶ διὰ | |
τὴν ἐξουσίαν τῆς θεότητος.» Καὶ ὅτι ταῦτα μετήρχετο ὁ δεσπότης Χριστός, ἤκουες αὐτοῦ ἀρτίως λέγοντος· Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου | 439 | |
190 | ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ἐμφραττέσθω καὶ τὰ νῦν Ἄρειος ὁ μὴ δεδοικὼς τὸ ἀπροσωπόληπτον τοῦ κυρίου κριτήριον. Εἰ ὑπεξούσιος ὁ δεσπότης Χριστὸς καθὸ θεὸς λόγος καὶ υἱὸς ἀνόμοιος καὶ μηδὲν κοινωνῶν κατ’ οὐ‐ | |
195 | σίαν τῷ γεννήσαντι, καθὼς ἐκεῖνος μανικῶς ἀποφθέγγεται, πῶς ἐν τῇ δόξῃ τοῦ πατρὸς ἐλεύσεται; Ἰδού, ὁμοούσιος ἐν τῇ πατρῴᾳ δόξῃ ἐλεύσεται· ὧν γὰρ ἡ οὐσία διαφέρει, τούτων καὶ ἡ δόξα διενήνοχεν· ὧν δὲ ἡ οὐσία ἡ αὐτή, τούτων καὶ ἡ δόξα ἡ αὐτή. | |
(200) | Ἀλλ’ ἐροῦσιν εὐθέως οἱ Ἀρειανῶν παῖδες—οὐδὲν γὰρ αὐτοῖς ἀτόλμητον· ἐμπεσόντες γὰρ εἰς ὕλην κακῶν κατα‐ φρονοῦσιν—· «Ταύτην φησὶ τὴν δόξαν ὁ μονογενὴς παρὰ τοῦ πατρὸς εἴληφεν, δεηθεὶς καὶ προσευξάμενος καὶ ἱκε‐ τεύσας. Ἠκούσαμεν γὰρ αὐτοῦ συχνῶς προσευχομένου καὶ | |
205 | λέγοντος· Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Εἰ τοίνυν παρὰ τοῦ πατρὸς εἴληφε τὴν δόξαν, πῶς ὁμοούσιος τοῦ πατρός ἐστιν;» Ταῦτα Ἀρείου τὰ ῥήματα. Ἀλλ’ ὦ Ἄρειε, ταῦτα ὁ δεσπότης Χριστὸς καθὸ θεὸς | |
210 | λόγος προσηύχετο ἢ καθότι ἄνθρωπος; Εἰ καθὸ θεὸς λόγος προσηύχετο, μετὰ τὸν κόσμον, κατὰ σέ, ἀπώλεσε τὴν ἔμφυτον δόξαν; Λέγει γάρ· Δόξασόν με, πάτερ, τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Ἐξ ὧν δείκνυ‐ ται ὅτιπερ ἐνταῦθα ὁ δεσπότης Χριστὸς οὐκ ἐκ προσώπου | |
215 | τοῦ θεοῦ λόγου ἀλλ’ ἐκ προσώπου τῆς ἀνθρωπότητος προ‐ | |
σηύχετο. Ὁ γὰρ θεὸς λόγος ἔμφυτον ἔχει τὴν δόξαν, ἐνούσιον, ἀχειροποίητον, ἀδιάδοχον, ἀναφαίρετον· οὐδὲν γὰρ δεύτερον ἢ ὕστερον γένει κέκτηται. Εἰ γὰρ ἀπώλεσε τὴν δόξαν τὴν ἔμφυτον, κατὰ σέ, πῶς ἀληθεύει ἡ γραφὴ ἡ | 440 | |
220 | λέγουσα· Δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία, καὶ αὖθις· Δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου, καὶ ἑτέρωθι· Ὄψονται ἔθνη τὴν δόξαν σου, καὶ βασιλεῖς τὴν δικαιοσύνην σου. Ἐξ ὧν δείκνυται σαφῶς ὅτιπερ οὐκ ἐκ προσώπου τῆς θεότητος ἀλλ’ ἐκ προσώπου | |
225 | τοῦ Ἀδὰμ ἔλεγεν ὁ δεσπότης Χριστός. Ἄκουε συνετῶς. Ἐπειδὴ γὰρ ὁ δεσπότης Χριστὸς δεύτερος Ἀδὰμ γέγονε καὶ ἀνέλαβε τὸν παλαιὸν ἄνθρωπον, ὁ δὲ παλαιὸς Ἀδὰμ ἀπώλεσε τὴν δόξαν ἐν τῷ παραδείσῳ τῇ τοῦ διαβόλου δολοκλεψίᾳ, τούτου χάριν ὁ δεσπότης Χριστὸς ἐκ προ‐ | |
230 | σώπου τοῦ Ἀδὰμ προσηύχετο λέγων· Πάτερ, δόξασόν με τῇ δόξῃ ᾖ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί, τῷ προγνωστικῷ λόγῳ. Ὅθεν καὶ αὖθις ὁ πατὴρ λαμπρᾷ τῇ φωνῇ ἐβόησε λέγων· Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. Τί ἐστι Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω; «Ἐδόξασά σέ φησιν | |
235 | ἐν τῷ παραδείσῳ, ἀλλ’ ἐπειδὴ τὴν δόξαν ὁ διάβολος εἰς ἀδοξίαν μετέβαλεν, πάλιν δοξάσω ἐγώ, ἐν τῷ σταυρῷ τὴν ἀδοξίαν μεταβαλών.» Ἐνταῦθα οὖν ἐκ προσώπου τῆς ἐναν‐ θρωπήσεως προσηύχετο, ἐν δὲ τοῖς προτεθεῖσι λόγοις ἐκ προσώπου τῆς θεότητος. | |
240 | Ἀκούων δὲ ταῦτα μὴ δύο πρόσωπα τὸν υἱὸν φαντασθῇς, ἀλλ’ ἕνα θεὸν λόγον γνώριζε μετὰ τῆς ἰδίας σαρκός. Ἐπεὶ οὖν ἐπεραιοῦτο λοιπὸν ὁ τῆς ἐνανθρωπήσεως αὐτοῦ λόγος, οὐκέτι ἐκ προσώπου τῆς ἐνανθρωπήσεως ἀλλ’ ἐκ προσώ‐ | |
που τῆς θεότητος ἐποιεῖτο τὴν διδασκαλίαν λέγων· Μέλλει | 441 | |
245 | γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκά‐ στῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. Ποίαν δόξαν πατρῴαν λέγει; Τὴν ἀδιάδοχον βασιλείαν, τὴν ἀπερίγραπτον, τὴν ἄχρονον, τὴν ἀχειροποίητον. Ἡ γὰρ τοῦ πατρὸς δόξα τοῦ υἱοῦ βα‐ | |
(250) | σιλεία τυγχάνει, ἡ ἐπουράνιος, οὐχ ἡ ἐπίγειος. Καὶ ὅτι ἡ πατρῴα δόξα τοῦ υἱοῦ βασιλεία τυγχάνει, ἤκουες αὐτοῦ τοῦ δεσπότου Χριστοῦ ἀρτίως λέγοντος· Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσί τινες τῶν ὧδε ἑστώτων οἳ οὐ μὴ γεύσονται θανάτου, ἕως ἂν ἴδωσι τὸν υἱὸν τοῦ ἀνθρώπου | |
255 | ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ. Εἶδες ὅτι μία δόξα πατρὸς καὶ υἱοῦ; Πρὸ βραχέως ἔλεγεν· Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώ‐ που ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρός, ἐνταῦθα· ἕως ἂν ἴδωσι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ, ὡς εἶναι τὴν Χριστοῦ βασιλείαν πατρῴαν δόξαν, | |
260 | τὴν δὲ πατρῴαν δόξαν υἱοῦ βασιλείαν. Τίς τοίνυν διαιρεῖ τὰ ἀδιαίρετα; Τίς ζυγοστατεῖ τὰ ἀζυγοστάτητα; Τίς πολυπραγμονεῖ τὸν πατρῷον κόλπον; | |
Τίς μεμηνὼς μερίζει νοῦν καὶ λόγον καὶ πνεῦμα; | 442 | |
265 | Ἀμὴν λέγω ὑμῖν· εἰσί τινες τῶν ὧδε ἑστώτων οἳ οὐ μὴ γεύσονται θανάτου, ἕως ἂν ἴδωσι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ. Τινὲς δὲ τῶν πάλαι ἑρμηνευσάντων, οὐκ οἶδα τί σκοπήσαντες, ταῦτα τὰ ῥήματα τοῦ κυρίου εἰς τὴν δευτέραν ἔνδοξον αὐτοῦ παρουσίαν | |
270 | ἐξέλαβον. Ὅθεν καὶ ἐβεβαίωσαν τὸν εὐαγγελιστὴν Ἰωάννην θανάτου μὴ μετεσχηκέναι, ἀλλὰ περιμένειν τὴν τοῦ κυρίου ἔνδοξον παρουσίαν διὰ τὸ εἰπεῖν τὸν κύριον· Εἰσί τινες τῶν ὧδε ἑστώτων οἵτινες οὐ μὴ γεύσονται θανάτου, ἕως ἂν ἴδωσι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ | |
275 | αὐτοῦ. Ἔχει δὲ οὕτω τὸ νόημα· δεῖ γὰρ μὴ φαντάζειν ἀλλ’ ἀληθεύειν, καὶ μάλιστα νῦν ὅτε καὶ τὰ βρέφη πρὸς διάλεκτον ὤξυνεν. Ἐνταῦθα οὖν οὐ περὶ τῆς δευτέρας παρουσίας αὐτοῦ τῆς ἐνδόξου λέγει ἀλλὰ περὶ τῆς ἐν τῷ ὄρει μεταμορφώσεως. Καὶ γὰρ ἐν τῷ ὄρει μεταμορφωθείς, | |
280 | μικρῶς πως ὁ δεσπότης Χριστὸς ἔδειξε τοῖς ἑαυτοῦ μαθη‐ ταῖς τῆς ἀθεάτου θεϊκῆς αὐτοῦ βασιλείας τὴν δόξαν. Ἀλλ’ εὐθὺς ἐροῦσιν οἱ θηρευτικὴν περιφέροντες γλῶτταν· «Καὶ εἰ ἀθέατος ἡ θεϊκὴ τοῦ θεοῦ λόγου δόξα, πῶς | |
ἐπέδειξεν αὐτὴν τοῖς ἀποστόλοις; Εἰ γὰρ ὁρατή, οὐκ ἀθέα‐ | 443 | |
285 | τος· εἰ δὲ ἀθέατος, οὐχ ὁρατή.» Διὸ ἄκουε συνετῶς. Ἐνταῦθα ὁ δεσπότης Χριστὸς τοῖς ἑαυτοῦ μαθηταῖς ἐπέδειξε τῆς ἀθεάτου αὐτοῦ βασιλείας τὴν δόξαν καὶ οὐκ ἐπέδειξεν, τὸ μὲν πληροφορῶν, τὸ δὲ φειδόμενος. Πληροφορῶν γὰρ ἔδειξεν αὐτοῖς τῆς ἀθεάτου | |
290 | βασιλείας τὴν θεϊκὴν δόξαν, οὐχ ὅση τις ἦν, ἀλλ’ ὅσον ἠδύναντο φέρειν οἱ σωματικοὺς ὀφθαλμοὺς περιφέροντες· φειδόμενος δὲ αὐτῶν καὶ οὐχὶ φθονῶν, οὐκ ἔδειξεν αὐτοῖς τῆς ἀθεάτου θεϊκῆς βασιλείας αὐτοῦ τὴν πᾶσαν δόξαν, ἵνα μὴ σὺν τῇ ὁράσει καὶ τὴν ζωὴν ἀπολέσωσιν. Καὶ τούτου | |
295 | μάρτυς ὁ τῶν ὅλων θεὸς λέγων πρὸς Μωϋσῆν ποθοῦντα αὐτὸν θεάσασθαι, καθά φησι τὸ θεῖον λόγιον· «Τότε Μωϋ‐ σῆς ἀποκριθεὶς πρὸς τὸν θεὸν ἔφη· Εἰ εὗρον χάριν ἐνώπιόν σου, ἐμφάνισόν μοι σεαυτὸν ὅπως ἴδω σε γνωστῶς πρό‐ σωπον πρὸς πρόσωπον.» Τί οὖν ὁ θεὸς πρὸς αὐτόν; | |
(300) | «Σφάλλῃ, Μωϋσῆ, ταῦτα ζητῶν· οὐ φθονῶ σοι τῆς ὁρά‐ σεως, φείδομαι δέ σου τῆς σωτηρίας. Οὐδεὶς ἀνθρώπων θεὸν ἰδὼν ζήσεται.» Ἐνταῦθα οὖν καὶ ἐπέδειξε καὶ οὐκ ἐ‐ | |
πέδειξεν, τὸ μὲν πληροφορῶν, τὸ δὲ φειδόμενος. Καὶ ὅτι οὐ περὶ τῆς δευτέρας αὐτοῦ ἐνδόξου παρουσίας | 444 | |
305 | ἀλλὰ περὶ τῆς ἐν τῷ ὄρει μεταμορφώσεως, καὶ οὐ περὶ Ἰωάννου μόνου ἀλλὰ καὶ Πέτρου καὶ Ἰακώβου—οὐ γὰρ μοναδικῶς ἀλλὰ πληθυντικῶς ἐξεφώνησεν· Εἰσί τινες τῶν ὧδε ἑστώτων· οὐκ εἶπέ «τις», ἀλλά τινες—, ἄκουε τῶν ἑξῆς· δεῖ γὰρ ὑμᾶς ὑπομνῆσαι, οὐ διδάξαι. Καὶ μεθ’ ἡμέρας | |
310 | ἓξ παραλαμβάνει ὁ Ἰησοῦς Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάν‐ νην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀνέρχεται εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς· καὶ ἰδοὺ φωνὴ λέγουσα· Οὗτός | |
315 | ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ ηὐδόκησα· αὐτοῦ ἀκούετε. Ὁρᾷς ὅτι οὐ περὶ τῆς δευτέρας αὐτοῦ ἐνδόξου παρουσίας ἀλλὰ περὶ τῆς ἐν τῷ ὄρει μεταμορφώσεως εἶπεν; Τί οὖν ὁ κύριος; Ἀκολουθίᾳ προβῶμεν, ὅπως ταῖς ὑμε‐ | |
320 | τέραις εὐχαῖς τῶν προκειμένων μὴ ἐκπέσωμεν. Καὶ μεθ’ ἡμέ‐ ρας ἓξ παραλαμβάνει Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην. Ἀλλ’ ἔστιν εἰπεῖν τινα· «Καὶ διὰ τί τοὺς δώδεκα μαθητὰς αὐτοῦ ὁ δεσπότης Χριστὸς οὐ παρέλαβε μεθ’ ἑαυτοῦ καὶ | |
ἀνήνεγκεν εἰς τὸ ὄρος, ἀλλὰ Πέτρον καὶ Ἰάκωβον καὶ | 445 | |
325 | Ἰωάννην;» Διὰ τί; Ὅτι οὐκ ἦν ἄξιος ὁ Ἰούδας τοῖς τῆς προαιρέσεως ὀφθαλμοῖς θεάσασθαι τὴν τοσαύτην τοῦ κυρίου δόξαν. Ἀλλ’ εὐθέως ἐροῦσί τινες· «Καὶ εἰ τοῦτο ἦν τὸ αἴτιον, διὰ τί τὸν Ἰούδαν οὐ κατέλιπε μόνον κάτω, καὶ τοὺς ἕνδεκα | |
330 | σὺν αὐτῷ ἀνήνεγκεν;» Ἀλλ’ οὐκ ἐσμὲν σοφώτεροι τοῦ δεσπότου Χριστοῦ. Εἰ γὰρ συνέβη τὸν Ἰούδαν καταλειφθῆναι μόνον κάτω, τοὺς δὲ λοιποὺς ἕνδεκα ἀνελθόντας ἐν τῷ ὄρει τῆς αὐτῆς θέας ἀπολαῦσαι, εἰκὸς λέγειν τινὰς ὅτι τούτου χάριν ὁ Ἰούδας | |
335 | ὡς παραπονηθεὶς ἐπὶ τὴν προδοσίαν καὶ κυριοπρασίαν ἔφθασεν. Ἵνα οὖν μηδὲν τοιοῦτον μηδὲ παρ’ ἡμῶν λεχθῇ, μηδὲ παρ’ ἐκείνου προφασισθῇ, τούτου χάριν ἔνατον αὐτὸν καταλιμπάνει κάτω, ἵνα οἱ μὲν τρεῖς ὄψει πληροφορηθέντες δοξασθῶσιν, οἱ δὲ ἐννέα ἀκοῇ πιστεύσαντες μακαρισθῶσιν. | |
340 | Ὅθεν καὶ ὁ κύριος τοὺς ἀκοῇ πιστεύσαντας μακαρίζων ἔλεγεν· Μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. Ἄλλως δέ, τοὺς τρεῖς μόνους ἀνήνεγκεν, Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, ἵνα πληρωθῇ τὸ φάσκον ῥητόν· Ἐπὶ δύο καὶ | |
τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα. Τριῶν μὲν Πέτρου | 446 | |
345 | καὶ Ἰακώβου καὶ Ἰωάννου τῆς ἀδιαστάτου τῆς εὐσεβείας τριπλόκου σειρᾶς, δύο δὲ Μωϋσῆ καὶ Ἡλία τῶν ἀκλινῶν τοῦ νόμου στύλων. Ἤκουες γὰρ ἀρτίως τοῦ εὐαγγελιστοῦ λέγοντος· Καὶ ὤφθησαν αὐτοῖς ἐν τῷ ὄρει Μωϋσῆς καὶ Ἡλίας συλλαλοῦντες αὐτῷ. Τίνος οὖν χάριν Μωϋσῆν καὶ | |
(350) | Ἡλίαν ἐν τῷ ὄρει μετέστησεν, καὶ τοσαύτη ἡ μεταμόρ‐ φωσις γέγονεν, νεφέλη ἐπισκιάζουσα φωτεινὴ καὶ ἡ πα‐ τρῴα φωνὴ βροντῶσα; Τίνος χάριν; Ἐπειδήπερ οἱ ἀπόστο‐ λοι ἐδόκουν τὸν δεσπότην Χριστὸν ὡς ψιλὸν ἄνθρωπον εἶναι, οὐχὶ δὲ ὡς θεὸν ἐν σαρκί. Ὅθεν καὶ νομίζοντες | |
355 | αὐτὸν λιτὸν ἄνθρωπον ὑπάρχειν διὰ τὰ οἰκονομικὰ δάκρυα καὶ τὴν τροπικὴν δειλίαν καὶ τὰς προσευχὰς καὶ τὴν παραίτησιν, συχνῶς οἱ ἀπόστολοι καὶ ἀντέλεγον καὶ ἠπί‐ στουν καὶ κατεπλήττοντο. Ἵνα οὖν τῆς τοιαύτης αὐτοὺς ὑπονοίας ἐκκόψῃ, ἀνενέγκας | |
360 | αὐτοὺς ἐν τῷ ὄρει καὶ μικρὸν παρανοίξας τὴν θύραν τῆς ἐνανθρωπήσεως, ἐδείκνυε σαφῶς πόση τις παρ’ αὐτῷ ἐκέ‐ κρυπτο δόξα. Ἄλλως δέ, καὶ ἐπληροφόρει τοὺς ἀποστόλους | |
ὅτι αὐτός ἐστιν ὁ τῶν ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων δεσπότης. Ἄνωθεν μὲν τὸν Ἡλίαν ἴξευσεν, | 447 | |
365 | κάτωθεν δὲ τὸν Μωϋσέα ἠγκίστρευσεν, ἐκ τῶν ἐπιγείων δὲ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην παρέστησεν· ἀπὸ γὰρ τῶν ἄκρων τὸ πᾶν γνωρίζεται. Ὅθεν ὁ Πέτρος θεασάμενος τὴν τοσαύτην δόξαν, Μωσέα τε καὶ Ἡλίαν δουλικῶς πα‐ ρεστῶτας καὶ ἠρέμα ὑποτρύζοντας, οὐκέτι ἐπιπλήττει, προσ‐ | |
370 | κυνεῖ δὲ καὶ παρακαλεῖ λέγων, καθὼς ἀρτίως ἤκουες· «Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι καὶ μὴ ἀναβαίνειν εἰς Ἱεροσόλυμα. Ἐκεῖ Πιλᾶτος καὶ Καϊάφας θάνατον πνέοντες, ἐνταῦθα Μωϋσῆς καὶ Ἡλίας ἀνάστασιν μηνύοντες. Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· καὶ εἰ θέλεις, ποιήσωμεν τρεῖς | |
375 | σκηνάς, μίαν σοὶ καὶ Μωϋσῇ μίαν καὶ Ἡλίᾳ μίαν.» Ἀλλ’ ὦ μακάριε Πέτρε, τί τῷ φόβῳ κατεχόμενος καὶ τῇ δει‐ λίᾳ κλονούμενος, ἀλλοκτίστους σκηνὰς λυγιδοπλεκτεῖν ἐπεί‐ γει, τὸν δεσπότην τοῖς δούλοις συντάττων; Ὃν νεφέλη δορυφορεῖ, τοῦτον καλύβη χωρῆσαι οὐ δύναται. Πλήρης | |
380 | γὰρ ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ, τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς | |
αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 448 |