TLG 2914 014 :: LEONTIUS :: In pentecosten (homilia 13) (olim sub nomine Joannis Chrysostomi)

LEONTIUS Scr. Eccl., Presbyter
(Constantinopolitanus: A.D. 5/6)

In pentecosten (homilia 13) (olim sub nomine Joannis Chrysostomi)

Source: Datema, C., Allen, P. (eds.), Leontii presbyteri Constantinopolitani homiliae [Corpus Christianorum. Series Graeca 17] Turnhout: Brepols, 1987: 397–406.

Citation: (Line)

1t[Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως
2tτοῦ Χρυσοστόμου]
3tλόγος εἰς τὴν ἁγίαν πεντηκοστὴν
4tπρὸς τοὺς ἐν τάφοις ῥοδίζοντας
1 Ἔξεστί μοι πρὸς τὸν παρόντα καιρὸν ἀφορῶντι μεγαλο‐ φωνότερον τὴν Δαυϊτικὴν ἐκείνην ῥῆξαι φωνήν, ἣν οὐκ ἄν‐ θρωπος ἐξηγόρευσεν, ἀλλὰ θεὸς ἐχάλκευσεν. Ποίαν ταύ‐ την φησίν; Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε
5τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Διὰ τί; Ὅτι κύριος τῆς δόξης εἰς οὐρανοὺς ἀνῆλθεν, καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ τῆς γῆς κατῆλθεν· ὅτι τὸ δεσποτικὸν πῦρ ἀνήφθη, καὶ ὁ δεσποτικὸς ἄρτος ὠπτήθη·
10ὅτι τὸ ἅγιον πνεῦμα θεολογεῖται, καὶ ὁ Μαραθώνιος ἀποτυφλοῦται· ὅτι τὴν ἐπαγγελίαν τοῦ ἁγίου πνεύματος ἐδεξάμεθα, καὶ ὀρφανίας τὸ σύνολον οὐκ ἐγευσάμεθα· ὅτι ὁ νυμφίος Χριστὸς ἀνελήφθη,
15χηρείαν οὐχ ὑπεμείναμεν. Ἀναγκαῖον γὰρ ἀποδημήσαντος τοῦ νυμφίου, συμπαρεῖναι αὐτὸν τὸν φύλακα, ἐπειδὴ πολλο〈ὶ〉 φθορεῖς ἐπὶ γῆς πε‐ λάζονται. Ἀποδημή〈σ〉ας οὖν ὁ νυμφίος Χριστὸς κόσμον ὅλον τῇ[ν] νύμφῃ[ν] παρέθετο, καταλείπων αὐτίκα τὰ χρειώ‐
20δη πάντα ὡς προνοητὴς τῆς κόρης. Ποῖα χρειώδη; Οἶνον, τὸν μυστικόν· ἔλαιον, τὸ τοῦ χρίσματος· ἄρτον, τὸ τίμιον σῶμα· πρόσοδον, τὴν τῶν πιστῶν καρποφορίαν·
25ἔριον, τὸ τῷ νεοφωτισμῷ περιβόλαιον· λῆνον, τὴν τῆς φιλαδελφίας λευκότητα. Ταύτης γὰρ τῆς νύμφης τὴν ἐργασίαν θεωρήσας ὁ παροιμι‐ αστὴς ἔλεγεν· Δισσὰς στολὰς καὶ χλαίνας ἐποίησε τῷ
ἀνδρὶ αὐτῆς. Ποίας δισσὰς στολάς; Λευκὰς καὶ πορφύρας·397
30λευκὰς μὲν τὰς ἀποστολικὰς μὴ ῥυπωθείσας τῇ ἀσεβείᾳ, πορφύρας δὲ τὰς μαρτυρικάς, ἃς ἐκογχύλευσαν τῷ ἰδίῳ αἵματι. Τί δὲ καὶ ὁ συγγραφεὺς τῶν ἀποστολικῶν Πράξεων Λουκᾶς; Ἀναγκαῖον γὰρ αὐτὸν ἐπισκέψασθαι. Ἤκου[σ]ες
35αὐτοῦ βοῶντος· «Ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν ἅπαντες ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό· καὶ γίνεται ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι οἱ τοῦ κυρίου μαθηταί.» Διὰ τί δὲ ἐκάθηντο; Ὅτι
40οὐδέπω τὴν ποικιλίαν τῶν γλωσσῶν ἐδέξαντο, ὅτι πλὴν τῆς ἀγροικιζούσης λέξεως οὐδὲν ἕτερον ἐπίσταντο. Ἐκά‐ θηντο οἱ τοῦ κυρίου μαθηταὶ πρὸ τῆς ἐπιφοιτήσεως τοῦ ἁγίου πνεύματος, ἀργίαν τιμῶντες, τῆς ἐπαγγελίας τὴν σαγήνην συρράπτοντες, πρὸς τὴν θήραν τῶν λογικῶν ἰ‐
45χθύων ἑαυτοὺς εὐτρεπίζοντες. Ἔλεγον γὰρ πρὸς ἑαυτοὺς οἱ μαθηταὶ τοῦ κυρίου καθήμενοι· «Μηδεὶς ἡμῶν πρὸ τῆς ἐπιφοιτήσεως τοῦ ἁγίου πνεύματος πρὸς διδασκαλίαν ὁρ‐ μήσει. Ἡμεῖς οἱ ἰδιῶται καὶ ἀγράμματοι, πλὴν τοῦ ψελ‐ λίζειν μηδὲν ἐπιστάμενοι· οἱ δὲ ἀντικείμενοι ἡμῖν, νομικοὶ

(50)

καὶ φιλόσοφοι, καὶ πρὸς καταρρητόρευσιν ἕτοιμοι. Διδα‐ σκάλους ἡμᾶς τῶν ἐθνῶν ὁ κύριος [ἡμᾶς] ἀπεφήνατο· πῶς δυνώμεθα Ῥωμαίους κατηχῆσαι, ἢ Πάρθους παιδεῦσαι, ἢ Γαλάτας φωτίσαι, ἐὰν μὴ τῶν ποικίλων γλωσσῶν δεξώμεθα τὴν ἐνθήκην;»
55Ταῦτα τῶν ἀποστόλων πρὸς ἑαυτοὺς ἴσως ἀμφιβαλλόντων, ἐγένετο ἄφνω ἦχος ἐκ τοῦ οὐρανοῦ, καθὼς ἀρτίως ἤκουες. Ἄνωθεν ἦχος ἐπέμπετο, οὐχὶ δὲ κάτωθεν κτύπος ἀνεδίδε‐ το. Διὰ τί; Ἵνα μὴ δόξωσιν οἱ ἀπόστολοι τὸν δράκοντα κάτωθεν συρίζειν, ἀλλὰ ἄνωθεν τὸ πνεῦμα δροσίζειν.
60Ἦχος ἐγένετο, ἐπειδὴ νόμος ἐπαύετο· ἦχος ἐγένετο, ἐπειδὴ γλῶσσαι μετετορνεύοντο. Διὰ τί οὖν τοῦ θαύματος ἦχος προέδραμεν, καὶ πρὸ τῶν
γλωσσῶν ὁ κτύπος ἐνήργησεν; Ἐπειδὴ καὶ περὶ τὴν νομο‐ θεσίαν φωνὴ τῆς σάλπιγγος ἤχει μέγα, καὶ † πάνσταγος †398
65φοβερὸν τὸ ὕδωρ συνέτρεχεν, ἵνα σὺν ἡσυχίᾳ καὶ φόβῳ τὸν λόγον ἀκούσωσιν. Ἀλλὰ καὶ ἐπὶ τοῦ Σαμουὴλ διαμαρ‐ τυρουμένου τοῦ λαοῦ ἔδωκε φωνὰς καὶ βροντὰς σὺν χα‐ λάζῃ πολλῇ. Ὅπου γὰρ θεότητος κίνησις, ἐκεῖ καὶ τῶν στοιχείων ὁ θόρυβος. Ὅμως οὖν γνῶθι ὅτι καὶ τὸ ἅγιον
70πνεῦμα σὺν πατρὶ καὶ υἱῷ θαυματουργεῖ, κἀκεῖ πνέει ὅπου βούλεται. Τούτου χάριν ἦχος προέτρεχεν. Καὶ ὁ οἶκος ἐπληροῦτο, ἐπειδὴ καὶ πάντα τὸν κόσμον ὡς οἶκον ἐπλήρουν, κατὰ τὸ φάσκον ῥητόν· Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ
75φύγω; καὶ πάλιν· Τὸ πνεῦμα κυρίου ἐπλήρωσε τὴν οἰκου‐ μένην. Οἰκουμένην δὲ τὸν ἄνθρωπον λέγει, ὡς οἶκον τοῦ ἐπὶ πάντων θεοῦ, καὶ κόσμον τοῦ κοσμοποιοῦ, καὶ εἰκόνα τοῦ εἰκονογράφου, καὶ ποίημα τοῦ ἀνθρω〈πο〉πλάστου. Πλὴν γὰρ ἀνθρώπου πᾶν ζῷον τῇ γῇ προσ[ε]νένευκε
80κἀκεῖ τὴν ὄσφρησιν πέμπει ὅπου τὴν ὕπαρξιν ἔχει, μόνον δὲ ὁ ἄνθρωπος καὶ τὴν γῆν πατεῖ καὶ τὸν οὐρανὸν κατανοεῖ. Διὰ τί; Ἵνα τὰ μὲν κάτω ὡς γήϊνα καταπατῇ, τὰ δὲ ἄνω ὡς οὐράνια ἐπιποθῇ· μόνος γὰρ ὁ ἄνθρωπος, ἵνα ὡς σαφέστερον φράσω, καὶ 〈τῇ γῇ〉 γειτνιάζει, καὶ τῷ
85οὐρανῷ συγγενε〈ι〉άζει. Ἀλλ’ ὅμως, εἰ καὶ τῶν ἀμφοτέρων ἔχεται, τὸ κυριώτερον ἄνωθεν κέκτηται· ὅθεν ἡ κεφαλὴ μὲν τοῦ ἀνθρώπου τῷ οὐρανῷ παρείκασται κἀκείνου φέρει τὸ σχῆμα· ἔχει γὰρ μικρὸν οὐρανίσκον καὶ δύο φωστῆρας κατὰ Παῦλον βοῶντα· Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς
90ὑπάρχει. Εἰ τοίνυν τὸν πάντα κόσμον πληροῖ τὸ πνεῦμα τὸ ἅγιον, ὅπέρ ἐστιν ἀνθρωπότης, πῶς κτίσμα τὸ πνεῦμα τὸ ἅγιον κατὰ τὴν Μαραθωνίου μανίαν; Τοῦτο γὰρ Μαραθώνιος μανεὶς ἐδογμάτισεν, ὅτι κτίσμα τὸ πνεῦμα τὸ ἅγιον. Ἀλλ’ ὦ Μαραθώνιε, κτίσμα ἐν κτίσματι κατοικεῖν οὐ δύναται. Ὃ δὲ
95λέγω τοιαύτην ἔχει τὴν ἀπόδοσιν· κτίσμα θεοῦ ἄνθρωπος, ἀλλὰ καὶ οἶκος θεοῦ ὁ ἄνθρωπος. Παντί που δῆλον ὅτι θεὸν τὸν ἐνοικοῦντα ἔχει· ποῖος γὰρ ναός, ὃν οὐ τρέφει τὸ
ἄγαλμα; Εἰ δὲ θεὸν τὸν ἐνοικοῦντα ἔχει, πλὴν θεοῦ οὐδεὶς ἐνοικεῖ ἐν ἀνθρώπῳ. Ἄκουε αὐτοῦ τοῦ κυρίου λέγοντος·399

(100)

Ἐλεύσομαι ἐγὼ καὶ ὁ πατήρ μου καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν, καὶ πάλιν· Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπερι‐ πατήσω, καὶ ἔσομαι αὐτῶν θεός. Ἀλλ’ ἐρεῖ εὐθέως ὁ Μαραθώνιος· «Ὁ πατὴρ καὶ ὁ υἱὸς ἐκεῖ ἐνῴκησεν, μὴ γὰρ τὸ πνεῦμα τὸ ἅγιον;»
105Ἀλλ’ ὦ Μαραθώνιε, ἄκουε Παύλου λέγοντος· Οὐκ οἴδατε ὅτι ναὸς τοῦ θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν; Εἰ δὲ καὶ ναὸς τοῦ θεοῦ ὁ ἄνθρωπος καὶ οἶκος τοῦ ἁγίου πνεύματος, τί ἐρεῖς πρὸς ταῦτα; Ἀλλ’ ἐροῦσι πρὸς ταῦτα Μαραθωνίων παῖδες, οἱ τὴν πεν‐
110τηκοστὴν ἀριθμῶντες καὶ τὴν ἑορτὴν μὴ κρατοῦντες—πῶς γὰρ ἑορτάσωσιν ἐὰν μὴ εὐσεβήσωσιν, ἐὰν μὴ τὸ πνεῦμα θεολογήσωσιν; —ἐροῦσιν εὐθέως ὅτι ταῦτα ὁ ἀπόστολος κεχαρισμένως ἐμαρτύρησε περὶ τοῦ πνεύματος. «Δεῖξόν μοι αὐτὸν τὸν πατέρα λέγοντα, ὡς εἶπε περὶ αὐτοῦ καὶ τοῦ
115υἱοῦ, ὅτι ἐνοικήσω ἐν ἀνθρώπῳ, ὅτι καὶ περὶ τοῦ πνεύμα‐ τος ταῦτα λέγει, καὶ πείθομαι.» Ἀλλ’ ὦ Μαραθώνιε, καὶ τίς ἐλάλησε περὶ τοῦ μακαρίου Παύλου; Οὐχὶ ὁ δεσπότης Χριστός; Οὐκ ἤκουσας αὐτοῦ λέγοντος· ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος
120Χριστοῦ; Παῦλον παραγράφῃ, Μαραθώνιε, τὸ σκεῦος τῆς ἐκλογῆς, τὸ μύρον τῆς χάριτος, τὸ στόμα τῆς ἐκκλησίας, τὸν κιχρῶ〈ν〉‐ τα τῷ θεῷ τὸ στόμα; Καὶ πόθεν τοῦτο; Ὅτι Παῦλος κιχρᾷ τῷ θεῷ τὸ στόμα, ἄκουε τοῦ κυρίου λέγοντος πρὸς αὐτόν·
125Λάλει, Παῦλε, καὶ μὴ σιωπήσῃς, διότι ἐνταῦθα λαός μοι πολύς ἐστιν. Θεὸς λέγει Παύλῳ· Λάλει, καὶ σὺ ἀπιστεῖς Παύλῳ λέγοντι περὶ τοῦ ἁγίου πνεύματος; Παῦλον παραγράφῃ, Μαραθώνιε, τὸν πνευματοφόρον, τὸν
θεοῦ λόγον, τὸν τὰ στίγματα τοῦ κυρίου βαστάζοντα;400
130Ἄκουε αὐτοῦ ἀπαριθμοῦντος ὅσους πειρασμοὺς ὑπέμεινε διὰ τὸ εὐαγγελικὸν κήρυγμα. Ἄκουε· Ἐν κόποις περισσο‐ τέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς πολλάκις, ἐν θανάτοις πολλάκις. Ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκον‐ τα παρὰ μίαν ἔλαβον, τρὶς ἐρραβδίσθην, ἅπαξ ἐλιθάσθην,
135τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· ἐν ὁδοιπορίαις πολλάκις, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις λῃ‐ στῶν, κινδύνοις ἐν ψευδαδέλφοις, κινδύνοις ἐν πόλει, κιν‐ δύνοις ἐν ἐρημίαις. Παῦλον παραγράφῃ, Μαραθώνιε; Ἔδει μέν σε μὴ παρα‐
140γράφεσθαι Παῦλον, τὸν ἕως τοῦ τρίτου οὐρανοῦ ἁρπα‐ γέντα, καὶ σὺν αὐτῷ τῷ σώματι εἰς τὸν παράδεισον μετενεχθέντα, κἀκεῖ τὸν λῃστὴν τὴν πίστιν τρυγήσαντα θεασάμενον, καὶ ἄρρητα ῥήματα ἀκούσαντα. Καὶ βοᾷ ταῦτα· Ἀλήθειαν λέγω, οὐ ψεύδομαι. Εἰ δὲ βούλει, ὦ Μαραθώνιε,
145παρὰ τοῦ σωτῆρος λαβεῖν τὴν ἀπόδειξιν ταύτην, ἄκουε τοῦ κυρίου ταῦτα λέγοντος πρὸς τοὺς ἑαυτοῦ μαθητάς· Ὅταν ἄγωσιν ὑμᾶς ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.

(150)

Εἶδες τὴν ἔνθεον τοῦ ἁγίου πνεύματος ἐνέργειαν, καὶ ὅτι μία οἴκησις πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος; Ὦν τοίνυν ἡ οἴκησις μία, τούτων καὶ ἡ οὐσία μία. Εἰ δὲ μικρὰ ταῦτα πρὸς ἀπόδειξιν, λάμβανε καὶ τὰ ἀρτίως ἡμῖν παρα‐ ναγνωσθέντα· καλὸν γάρ ἐστι τὸ πνευματικὸν ἄριστον
155ὀψάνοις παραθεῖναι. Τί οὖν ὁ συγγραφεὺς τῶν ἀποστολικῶν Πράξεων Λου‐ κᾶς; Ὤφθησαν δὲ αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ἐκάθισέ τε ἐφ’ ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν πάντες πνεύματος ἁγίου, καὶ 〈ἤρξαντο λαλεῖν ἑτέραις γλώσ‐
160σαις καθὼσ〉 τὸ πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. Ἄκουε συνετῶς. Καθὼς τὸ πνεῦμα ἐδίδου, 〈οὐ〉 καθὼς
ἐκελεύετο· καθὼς τὸ πνεῦμα ἐδίδου, οὐ καθὼς ἐμάνθανεν. Τί τῆς ἀληθείας ταύτης θεοφεγγέστερον; Τὸ πνεῦμα τὸ ἅγιον σήμερον, καθὼς ἤκουες,401
165τὸν οὐρανὸν ἀνεπέτασεν, τὰς γλώσσας ἐπλήθυνεν, τὸν κόσμον ἐφώτισεν, τοὺς ἀποστόλους ἐφαίδρυνεν, τοὺς Ἰουδαίους ἐθάμβησεν,
170τὰ ἔθνη ἐξέπληξεν, τοῖς κάτω προσετέθη, ἀλλὰ καὶ τῶν ἄνω οὐκ ἐχωρίσθη· ἐκ τοῦ πατρὸς ἐξῆλθεν, ἀλλὰ τοῦ πατρὸς οὐκ ἀπελήφθη·
175ἀπὸ τοῦ υἱοῦ ἀπεστάλη, ἀλλὰ τόπον οὐ μετῆλθεν. Διὰ τὰς ὑποστάσεις ἡ διαφορὰ τῶν λέξεων, οὐ διὰ τὴν μίαν οὐσίαν τῆς θεότητος. Ὡς δυνάμεθα ἀκούειν, διδασκόμεθα·
180 οὐχ ὡς ἐστὶ θεὸς ἰδεῖν δυνάμεθα. Καὶ ὅτι ἦν τὸ πνεῦμα τὸ ἅγιον καὶ ἀπεστάλη καὶ κατελθὸν ἐκ πατρὸς καὶ υἱοῦ οὐκ ἐχωρίσθη, μὴ τοῖς ἐμοῖς ῥήμασι παρακαθέζου, ἀλλὰ τὴν διδασκαλίαν τοῦ μακαρίου Πέτρου μάνθανε. Ἤκουες γὰρ αὐτοῦ ἀρτίως λέγοντος πρὸς Ἰου‐
185δαίους τοὺς ἀπὸ τοῦ φθόνου μεθύοντας· «Φρικτὸν περι‐ βόλαιον δέχεται, οὔτε ἐν τοῖς νεκροῖς καταλογίζεται οὔτε ἐν τοῖς ζῶσιν εὑρίσκεται ὁ μεθύων. Πρὸς πᾶσαν γλῶσσαν ἀπταίστω〈σ〉 δικαιολογεῖ, ὡς ὁρᾶτε τοὺς ἀποστόλους ἀσφάλ‐ τως πάντας παιδαγωγοῦντας; Τί τῶν μεθυόντων ἐν τοῖς
190ἀποστόλοις κατίδετε; Τὴν νηφαλαιότητα «μέθην» προσαγο‐ ρεύετε, καὶ τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος «οἰνοφλυ‐ γίαν» καλεῖτε; Τὰ ἔθνη μακαρίζουσι καὶ ὑμεῖς διαβάλλετε; Μεθύουσιν οἱ ἀπόστολοι; Νῶε καὶ Λὼτ ἐμεθύσθησαν· με‐ θυσθέντες ἐκεῖνοι, ὁ μὲν κατάρας γραμματείων δουλικῶν
195ἀπηγόρευσεν, ὁ δὲ θυγατερομιξίας παράνομον κοίτην ἔστρω‐ σεν. Οὐ μεθύουσιν οἱ ἀπόστολοι, Ἰουδαῖοι· εἰ δὲ καὶ μεθύουσιν, ἀπὸ τοῦ χειμάρρου τοῦ πνεύματος μεθύουσιν, οὐχὶ δὲ ἀπὸ οἴνου. Περὶ αὐτῶν γὰρ ἔλεγεν ὁ προφήτης· Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χει‐

(200)

μάρρουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς.» Ἀλλ’ ἔστιν εἰπεῖν 〈τινα〉· «Καὶ ποίου[ς] χειμάρρου[ς] ἐμέ‐ θυσαν οἱ ἀπόστολοι τὴν σεμνοπρεπὴν τῆς ψυχῆς μέθην;» Ποίου χειμάρρου; Τῆς τοῦ πνεύματος τοῦ ἁγίου ἐνοική‐ σεως. Καὶ τίς τούτου μάρτυς; Ὁ δεσπότης Χριστός, ὁ402
205τὴν πλευρὰν νυχθεὶς καὶ αἷμα καὶ ὕδωρ προβάλλων, ἵνα τὸν μὲν ποτίσῃ, ***. Ἤκουες γὰρ ἀρτίως τοῦ δεσπότου Χριστοῦ βοῶντος· Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.
210Τοῦτο δὲ ἔλεγέ φησι περὶ τοῦ πνεύματος τοῦ ἁγίου οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν. Ἀπὸ τούτου τοῦ χειμάρρου ἐποτίσθησαν οἱ ἀπόστολοι, καὶ μεθυσθέντες ποταμοὺς διδασκαλίας ἐπαφῆκαν καὶ πᾶσαν τὴν οἰκουμένην ἤρδευσαν τῷ θείῳ λόγῳ, καὶ τὸν νεόλυχον στάχυν τῆς
215εὐσεβείας ἔθρεψαν. Οὐ γὰρ τὴν Αἴγυπτον μόνον ἐλίμνασαν ὡς ὁ Νεῖλος ὁ ποταμός, οὐδὲ πηχυσμῷ τὴν χάριν ἐξέχεαν, οὐδὲ τὴν Εὐΐλατον μόνην ἐπότισαν ὡς ὁ Φυσσών, οὐδὲ τὴν Αἰθιοπίαν μόνην ἤρδευσαν ὡ〈σ〉 ὁ Γεών,
220οὐδὲ τὴν Ἀσ〈σ〉υρίαν μόνην ἐνέπλησαν ὡς ὁ Τίγρις, οὐδὲ τὴν Αὐγούστου Εὐφρασίαν μόνην ἐπίαν〈αν〉 ὡς 〈ὁ〉
Εὐφράτης, ἀλλὰ πᾶσαν ὁμοῦ πόλιν καὶ πατρίδα[ν] καὶ χώραν καὶ νῆσον ηὔφραναν, διὰ τῆς τοῦ ἁγίου πνεύματος χάριτος
225ἐνέπλησαν. Καὶ μαρτυρεῖ μοι τῷ λόγῳ ὁ Δαυῒδ βοῶν· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Οὐ γλεύκους οὖν μεμεστωμένοι ἦσαν οἱ ἀπόστολοι, ἀλλὰ πνεύματος ἁγίου πεπληρωμένοι. Ὅθεν καὶ ὁ μακάριος
230Πέτρος ὀνειδίζων τοὺς Ἰουδαίους ἔλεγεν, καθὼς ἀρτίως ἤκουες· 〈Οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε〉 οὖτοι μεθύουσιν, ἔστι γὰρ ὥρα τρίτη τῆς ἡμέρας. Ὢ τοῦ παραδόξου θαύμα‐ τος. Τρίτῃ ὥρᾳ ἐπέστη τὸ πνεῦμα τὸ ἅγιον.
Πρώτῃ ὥρᾳ ὁ πατὴρ τὸν Ἀδὰμ ἔπλασεν,403
235δευτέρᾳ ὥρᾳ ὁ υἱὸς τὴν Εὕαν ἐδημιούργησεν, τρίτῃ ὥρᾳ τὸ πνεῦμα τὸ ἅγιον τὰς γλώσσας τῶν ἀπο‐
στόλων ἐπλήθυνεν. Ποθήσωμεν τοίνυν ταύτην τὴν μέθην· ἕστηκε γὰρ ὁ κύριος κράζων· Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. Ὢ τῆς
240τοῦ κυρίου δαψιλείας. Οὐκ εἶπεν· Εἴ τις διψᾷ, ἔλθῃ πρός με καὶ πινέτω, ἀλλ’ Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. Τοῦτό ἐστιν «Ἀρρυέσθω καθ’ ἑκάστην τοῦτο τὸ πόμα, καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ θεραπεύει.» Οὐ γὰρ σωματικὸν καύσωνα παύει,
245 ἀλλὰ ψυχικὸν ἔρωτα πείθει· οὐδὲ κοιλίας ὄγκον ἐγείρει, ἀλλὰ διανοίας πόθον ὀξύνει· οὐδὲ ψυχροποσίας βλάβην ἐντίθησιν, ἀλλὰ θεογνωσίας κέρδος παρέχει.

(250)

Ταύτην τὴν δίψαν ποθήσας καὶ ὁ μακάριος Δαυῒδ ἐβόα λέγων· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός. Λέγε καὶ σύ, ὦ ἄνθρωπε, μετὰ τοῦ Δαυΐδ· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ
255ψυχή μου πρὸς σέ, ὁ θεός. Βλέπε μὴ ψεύσῃ θεῷ, μὴ τῆς ἐλάφου εὑρεθῇς ἀργότερος. Μίμησαι τὴν ἔλαφον ἐκείνην, ταχυδρόμησον πρὸς τὸν κύριον· εὐσκελὲς γὰρ τὸ ζῷον. Τὸ σταυρικὸν κέρας ἐπὶ τοῦ μετώπου βάσταζε· ἐξοχῇ γὰρ κεράτων καὶ τὸ ζῷον 〈π〉εποίκιλται. Τῶν ἀποστολικῶν
260ὀρέων μὴ χωρίσῃς ποτέ· ἡδέως γὰρ καὶ ἡ ἔλαφος τοῖς ὄρεσι φιλοχωρεῖ. Τὰ ἰοβόλα τῶν αἱρετικῶν θηρία τῷ εὐσεβεῖ λόγῳ κατάσφαξε [τῶν αἱρετικῶν ὄφεων]· καὶ γὰρ ἡ ἔλαφος ***. Τεθολωμένον ὕδωρ πνευματομαχίας μὴ πίῃς ποτέ· ἀμήχανον γὰρ ἔλαφον τεθολωμένον ὕδωρ πιεῖν. Ἐπί‐
265βηθι ἐπὶ τῷ ὕψει τῶν εὐαγγελικῶν νοημάτων καὶ καταρ‐ τίσαι τοὺς πόδας σου εἰς τὴν ἄμωμον τῆς εὐσεβείας ὁδόν, ὅπως δυνηθῇς καὶ σὺ εἰπεῖν εὐχαρίστῳ στόματι τοῦ προ‐
φήτου· Ὁ θεὸς ὁ περιζωννύων με δύναμιν καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου, καταρτιζόμενος τοὺς πόδας μου404
270ὡσεὶ ἐλάφου καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με. Ἤθελον δὲ μετὰ συμφήμης πολλῆς καὶ τὸν δεσπότην Χριστὸν ἔλαφον εἰπεῖν· αὐτὸς γὰρ ἡμῖν ἀνέτειλε τὸ σταυρικὸν τῆς σωτηρίας κέρας. Ὅθεν θαρροῦντες τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν· ὥσπερ γὰρ ἡ σωματικὴ ἔλαφος *** ἐκ τῶν ἀβύσσων τῶν βαπτι‐
275σμαίων ὑδάτων τὸν βυθονήκτην διάβολον ὡς πολυκέφαλον εἷλε δράκοντα. Ὅθεν ὁ προφητικὸς χορὸς τὸν ἐπινίκιον ὕμνον ἀναμέλπων πρὸς αὐτὸν ἔλεγεν· Σὺ συνέθλασας τὰς κεφαλὰς τοῦ δράκοντος ἐπὶ τοῦ ὕδατος. Καὶ ὥσπερ τῆς σωματικῆς πάλιν ταύτης ἐλάφου τὸ κέρας μετὰ † τῶν
280αὐτῶν † τοῦ ζῴου εἰς οἶκόν τινα καπνιζόμενον τοὺς ἐμφωλεύοντας θήρας ἀπελαύνει, οὕτω καὶ τὸ σταυρικὸν κέρας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τὸν ἑκού‐ σιον τοῦ κυρίου θάνατον πάντα τὸν τόπον ὅπου ἂν ἐγγίσῃ, τὴν ἀγέλην τῶν δαιμόνων ἀπελαύνει.
285 Ποθήσωμεν τοίνυν, ὦ φίλοι, καὶ τιμήσωμεν τὴν παροῦσαν ἑορτήν. Διὰ πάντων αὐτὴν τιμήσωμεν· ἀπέρχῃ σήμερον τὸν νεκρὸν ῥοδίσαι, μὴ ἐν μέθῃ ἐπάνω τοῦ μνήματος θυμίαμα βάσταζε, μὴ κρατῆρα συγκίρνα. Δακρύων χρεία[ν], ***;
290Συμπαθείας χρεία, μὴ γὰρ ὀρχήσεως; Στεναγμῶν χρεία, μὴ γὰρ κουρταλισμῶν; Ψαλμῳδίας χρεία, μὴ γὰρ κιθαρῳδίας; Εὐλαβείας χρεία, μὴ γὰρ μάχης; Ἐγκωμίων χρεία, μὴ γὰρ περισχισμάτων;
295Εὐχαριστίας χρεία, μὴ γὰρ ἀγανακτήσεως; Σήμερον τὴν τοποθεσίαν ζητεῖς, καὶ διαγράφειν καὶ ἀρχιτε‐ κτονεύειν καὶ οἰκοδομεῖν ἐπαγγέλλει, καὶ τῇ ἑξῆς πάντα κεκοίμηται. Ὦ διάθεσις ἅμα βλάστῃ μαρασμὸν ὑπομένουσα[ν]. Τίμησον

(300)

τὸν προοδοιπορήσαντα, μὴ λυπήσῃς αὐτοῦ τὴν ψυχὴν τῷ πνεύματι. Ὁ προτελευτήσας ἀγωνίζεται πῶς τὸν κριτὴν δυσωπήσει, καὶ σὺ μεθύσκει ὅπως τὸν διάβολον τέρψῃς; Μίμησαι τὸν δεσπότην Χριστόν, ὦ ἄνθρωπε. Τί παραγε‐ νάμενος ὁ κύριος εἰς τὸ μνῆμα Λαζάρου πεποίηκεν; Ἔκλαυ‐405
305σεν ἢ ὀρχήσατο; Ὅτι αὐτῷ τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ πρέπει δόξα, μεγαλωσύνη καὶ μεγαλοπρέπεια, ἅμα τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.406