TLG 2914 012 :: LEONTIUS :: In pentecosten (homilia 11)

LEONTIUS Scr. Eccl., Presbyter
(Constantinopolitanus: A.D. 5/6)

In pentecosten (homilia 11)

Source: Datema, C., Allen, P. (eds.), Leontii presbyteri Constantinopolitani homiliae [Corpus Christianorum. Series Graeca 17] Turnhout: Brepols, 1987: 347–365.

Citation: (Line)

1tΛεοντίου πρεσβυτέρου Κωνσταντινουπόλεως
2tλόγος εἰς τὴν ἁγίαν πεντηκοστήν
1 Ὅσοι περὶ τὴν παροῦσαν ἑορταστικὴν ἀένναον χάριν ἐπείγεσθε, τῇ πηγῇ τῶν ἀγαθῶν Χριστῷ προσδράμωμεν. Πηγὴ περὶ ἧς ὁ προφήτης βοᾷ πρὸς τὸν πατέρα τῶν φώτων· Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου
5ὀψόμεθα φῶς· τουτέστιν ἐν τῷ σῷ μονογενεῖ υἱῷ τὸ πνεῦμα τὸ ἅγιον. Καλῶς οὖν ὁ προφήτης τὸν δεσπότην Χριστὸν «πηγὴν» προσηγόρευσεν. Ἔστι μὲν ἔστιν, ὦ φίλοι, καὶ κοσμικὴν πηγὴν ἐν διαφόροις τόποις ἀργυρόχροον κατιδεῖν, καὶ τὰς ἐν βάθει ψηφῖδας ἐν τῷ πέλματι κειμένας
10τῇ καθαρότητι τοῦ ὕδατος ἐπάνω σκοπῆσαί τινα ἐπικύπτον‐ τα. Τοῦ γὰρ ἐμπύρου χρυσοτόξου τούτου ἡλίου ἐν ἡμέρᾳ θερινῇ πλατύτερον τὰς ἑαυτοῦ ἀκτῖνας ἀβρόχως ἐνανα‐ παύσαντος τῇ τοῦ ὕδατος νωτοφορίᾳ, εὐθέως ὁ τῇ τοιαύτῃ πηγῇ προσπελάσας ὁδοιπόρος ἀζήμιος οὐ παρέρχεται· τὰς
15χεῖρας γὰρ ἀντὶ κρατῆρος κοιλάνας καὶ ὅλον ἑαυτὸν ἡδέως κυρτώσας, τοῦ ὕδατος ἀρύεται, τὴν δίψαν ἰᾶται, τὸν καύσωνα παραμυθεῖται,
20τὸ πρόσωπον διαθερμανθὲν δροσίζει, τὰς αἰσθήσεις διαλυθείσας συνάγει, τὴν ψυχὴν στενοχωρουμένην πλατύνει, τὴν καρδίαν λιθουμένην λεαίνει, τὰ γόνατα βαδίζειν μὴ βουλόμενα παλινδρομεῖν ἀναγκάζει.
25Ἀλλ’ αὕτη μὲν ἡ ἀργυρόχροος πηγὴ δίψαν μὲν πολλάκις ἰᾶται, σπλῆνα δὲ βλάπτει,
καὶ καύσωνα μὲν πολλάκις παραμυθεῖται, τὸ δὲ ἧπαρ νοσεῖν παρασκευάζει,347
30καὶ τὴν ψυχὴν μὲν πολλάκις ἐκπηδῆσαι τοῦ σώματος βου‐ λομένην παρακατέχει, ψύξιν δὲ τῷ θώρακι ἐνθηκιάσασα πολυχρόνιον πάθος γεννᾷ. Ὁ δέ γε δεσπότης ἡμῶν Ἰησοῦς Χριστὸς ὁ καλῶς «πηγὴ»
35προσαγορευθείς, οὐχ ὡς βρύων ἀργυρόχροα νάματα, ἀλλ’ ὡς λιμνάζων θεόκρατα διδάγματα, οὐ μέρος μέν τι τῶν πιστῶν θεραπεύει, μέρος δέ τι τραυματίζει· ἐξ ὁλοκλήρου δὲ τὴν ὁλοκληρίαν δωρούμενος, ἐκεῖνα τοῖς προστρέχουσι χαρίζεται, ἅπερ αὐτὸς παρὰ μηδενὸς δανεισάμενος κέκτηται.
40Οὐ γὰρ εἰς μακρὰν ὁ δεσπότης Χριστὸς τοὺς πιστοὺς πέμπει τὸ ζῶν ὕδωρ ἀρύσασθαι, ἀλλ’ ἐν τῇ κοιλίᾳ τῆς γνώσεως ἔχειν αὐτὸ προτρέπεται· ἤκουες γὰρ αὐτοῦ ἀρτίως λέγοντος· Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω· ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ
45ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Ἔστι μέν, ὦ φίλε, καὶ τετραρόων ποταμῶν μήτηρ πηγὴ ἐν τῷ Ἐδὲμ παραδείσῳ, ἀλλ’ ἐκείνη ἐπὶ γῆς ἐκοιλάνθη, καὶ κάτωθεν ἔχει τὸ ῥεῖθρον, καὶ τῷ παρόντι συνδιαλύεται βίῳ· τῶν βαπτιζομένων γὰρ μὴ παρόντων περιττὴ ἡ τῶν ὑδά‐

(50)

των χρῆσις. Ὁ δέ γε δεσπότης ἡμῶν Ἰησοῦς Χριστός, ἡ ἀένναος πηγή, οὐκ ἐκ τῆς γῆς ἀναδίδοται, ἀλλ’ ἐκ τῶν οὐρανῶν διαδίδοται· οὐκ ἐν μέρει περιγράφεται,
55 ἀλλὰ πανταχοῦ δοξάζεται· οὐ τοῖς φθαρτοῖς συμφθείρεται, ἀλλὰ τοῖς φθειρομένοις ἀφθαρσίαν χαρίζεται.
Καὶ τὴν μὲν τοῦ ἐν Ἐδὲμ παραδείσου πηγὴν τέσσαρες μόνοι ποταμοὶ θηλάζουσιν· Γηῶν, Φισῶν, Τίγρις, Εὐφράτης.348
60Ἀλλ’ οὗτοι μὲν μερικοὶ καὶ ὀλιγόροοι, καὶ οὐ πᾶσαν τὴν γῆν ἀρδεύοντες, καὶ ἐν χειμῶνι μὲν πλημμυροῦντες, ἐν δὲ θέρει ὀλιγοροῦντες· τῆς δὲ τοῦ ἐκκλησιαστικοῦ τούτου παραδείσου πηγῆς οἱ ἀποστολικοὶ ποταμοὶ ποταμοὶ πολλοὶ μὲν καὶ ἄπειροι, εἰ καὶ Ἰούδας ἐψύγη. Κατανόησον δὲ μετὰ πάντων
65καὶ τοὺς τέσσαρας εὐαγγελικοὺς μεγάλους ποταμούς, Ματ‐ θαῖον, Λουκᾶν, Μάρκον, Ἰωάννην, οἵτινες πᾶσαν κώμην καὶ πατρίδα καὶ πόλιν ἀρδεύουσι τοῖς θείοις διδάγμασιν. Εἰ γὰρ ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ, κατὰ τὴν τοῦ Παύλου διδασκαλίαν, πῶς οὐχὶ τῶν σαρκικῶν τὰ πνευματι‐
70κὰ προύχει; Τί τοιοῦτον ὁ ἐν Ἐδὲμ παράδεισος ἔχων εὑρίσκεται, οἷον ὁ ἐκκλησιαστικὸς οὗτος λειμὼν φέρων γνωρίζεται; Ἐκεῖ ὁ Ἀδὰμ ὡς δραπέτης κρυπτόμενος, ὦδε ὁ δεσπότης Χριστὸς ὡς θεὸς προσκυνούμενος·
75ἐκεῖ Εὕα πτερνιζομένη, ὧδε Μαρία δοξαζομένη· ἐκεῖ ξύλον θάνατον ὀλυνθίζον, ὧδε ξύλον ζωὴν βλαστάνον· ἐκεῖ ὄφις ψευδολογίαν γλωσσίζων,
80 ὧδε τὸ ἅγιον πνεῦμα θεολογίαν σοφιστεῦον· ἐκεῖ νομοθεσία παρακουσθεῖσα, ὧδε θεογνωσία βεβαιωθεῖσα· ἐκεῖ ῥοδωνιά, ὧδε παρθενία·
85ἐκεῖ κρίνον λευκόφυλλον, ὧδε νεοφώτιστος λαμπρόψυχος· ἐκεῖ ἀναδενδράδες μεγαλορῶγοι,
ὧδε ἄνδρες φιλόλογοι· ἐκεῖ φυλλάδες ἄγριαι,349
90 ὧδε γυναῖκες ἅγιαι· ἐκεῖ πηγὴ ἄφωνος, ὧδε ποταμοὶ μεγαλόφωνοι. Ἤκουες γὰρ ἀρτίως τοῦ ποταμοῦ Εὐφράτου, λέγω δὴ τοῦ εὐαγγελιστοῦ Ἰωάννου βοῶντος καὶ λέγοντος· Ἐν τῇ ἐ‐
95σχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραζε λέγων· Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. Τί λέγεις, ὦ φίλε, μᾶλλον δὲ τί βραδύνεις; Χριστὸς καλεῖ, μηδεὶς ὀκνείτω· πηγὴ βοᾷ, μηδεὶς παραιτείσθω. Πάντες διψῶμεν, πάντες προσέλθωμεν· ὅσον ἀρυόμεθα, τοσοῦτον

(100)

περιττεύει. Βοήσωμεν, οἱ τοῦ Δαυῒδ φίλοι, τὰ τοῦ Δαυῒδ πρὸς τὴν ἀένναον πηγὴν λέγοντες· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός. Καλῶς οὖν ἔλεγεν ὁ εὐαγγελιστής· Ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ
105μεγάλῃ τῆς ἑορτῆς. Καλῶς καὶ ἐσχάτην ταύτην τὴν ἑορ‐ τὴν καὶ μεγάλην προσηγόρευσεν· ἔστι γὰρ ἐσχάτη καὶ μεγάλη καὶ πρώτη. Ἐσχάτη πρὸς Ἰουδαίους· τὰ ἔσχατα γὰρ αὐτοῖς συνέβη κακὰ διὰ τὴν εἰς Χριστὸν παρανομίαν, καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀπεκαλύφθη. Ὅθεν ὁ
110κύριος ὀνειδίζων τὴν μητρόπολιν αὐτῶν Ἱερουσαλὴμ ἔλε‐ γεν· Ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας. Ἐσχάτη οὖν πρὸς Ἰουδαίους, πρώτη πρὸς Χριστια‐ νούς· ἐκείνων ἡ τρυγία, ἡμῶν ἡ καθαροποσία· ἐκείνων τὰ γίγαρτα, ἡμῶν τὰ ὑπολήνια.
115Καλῶς οὖν ἐσχάτην καὶ μεγάλην ἑορτὴν ταύτην ὁ εὐαγγε‐ λιστὴς προσηγόρευσεν. Τί γὰρ μεγαλειότερον ταύτης τῆς
παρούσης ἑορτῆς; Πᾶσα ἑορτὴ δεσποτικὴ τοὺς ζῶντας μόνον ἱλαρύνει, αὕτη δὲ ἡ τῆς πεντηκοστῆς ἑορτὴ οὐ μόνον τοὺς ζῶντας ἱλαρύνει, ἀλλὰ καὶ τοὺς τεθνεῶτας προσαγο‐350
120ρεύει. Αὕτη ἡ τῆς πεντηκοστῆς ἑορτὴ καὶ τὰς ἐκκλησίας φωτίζει καὶ τὰ μνήματα ῥοδίζει· αὕτη ἡ τῆς πεντηκοστῆς ἑορτὴ καὶ τοὺς οἴκους εὐωδιάζει καὶ τοὺς τύμβους μυρίζει.
125Τί γὰρ μεγαλειότερον ταύτης τῆς ἑορτῆς, ἐν ᾗ τὸ ἅγιον πνεῦμα τὴν ἐμφάνειαν ποιησάμενον τὸν φωτισμὸν τῶν γλωσσῶν τοῖς ἀποστόλοις ἐχαρίσατο; Σήμερον ὁ Χριστιανισμὸς ἐρριζώθη, σήμερον ὁ Ἰουδαϊσμὸς ἐμαράνθη,
130σήμερον ὁ Ἑλληνισμὸς ἐκαπνίσθη, σήμερον ὁ αἱρετισμὸς ἐνεφράγη, σήμερον ὁ θεῖος δογματισμὸς ἐπλατύνθη. Ἐροῦσι δὲ πάντως τινές· «Καὶ πῶς σήμερον ὁ αἱρετισμὸς ἐνεφράγη, ὁ δὲ θεῖος δογματισμὸς ἐπλατύνθη;»
135Πῶς; Ἐκ τῆς τοῦ κυρίου διδασκαλίας. Σήμερον γὰρ ὁ κύριος ἡμᾶς σαφέστερον ἐδίδαξε διὰ ὑποδείγματος ἐναρ‐ γοῦς μίαν οὐσίαν πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἐν τρισὶ διαφόροις ὑποστάσεσιν. Εἰ γὰρ πηγὴν καὶ ὕδωρ καὶ ποταμὸν οὐδεὶς δύναται χωρίσαι, πῶς οἱ τῶν αἱρετικῶν
140παῖδες μερίζειν τολμῶσι τὸν πατέρα τοῦ υἱοῦ καὶ τὸν υἱὸν τοῦ ἁγίου πνεύματος; Τὰ ἐπὶ τῆς γῆς ἀμέριστα, καὶ τὰ πνευ‐ ματικὰ μεριστά; Ἐροῦσι δὲ πάντως τινές· «Καὶ τίς ἡ πηγή; Τίς δὲ τὸ ὕδωρ; Τίς δὲ καὶ ὁ ποταμός;»
145Τίς ἡ πηγή; Ὁ πατὴρ τῶν φώτων. Τίς δὲ τὸ ὕδωρ; Ὁ μονογενὴς υἱός. Τίς δὲ ὁ ποταμός; Τὸ ἅγιον πνεῦμα. Καὶ πόθεν τοῦτο δῆλον; Λάμβανε τὴν ἀπόδειξιν μὴ ἐκ τῶν ἐμῶν λόγων, ἀλλ’ ἐκ τῶν θείων γραφῶν. Καὶ ὅτι πηγὴ ὁ351

(150)

πατήρ, ἄκουε αὐτοῦ τοῦ πατρὸς διὰ τοῦ προφήτου πρὸς τοὺς Ἰουδαίους τοὺς ἔχοντας τοὺς βλασφήμους καὶ βορ‐ βορώδεις λάκκους βοῶντος οὕτως· Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμ‐ μένους, οἳ οὐ δυνήσονται ὕδωρ συσχεῖν. Ὅτι δὲ ὕδωρ ὁ
155υἱός, ἄκουε αὐτοῦ λέγοντος πρὸς τὴν Σαμαρεῖτιν· Εἰ ᾔδεις, γύναι, τὴν δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι· Δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. Ὅτι δὲ ποταμὸς τὸ ἅγιον πνεῦμα, ἤκουες πε‐ ρὶ τούτου ἀρτίως τοῦ κυρίου λέγοντος· Ἐάν τις διψᾷ,
160ἐρχέσθω πρός με καὶ πινέτω· ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Εἶτα προσθεὶς ὁ εὐαγγελιστὴς ἔλεγεν, ἵνα μὴ δόξωσι περὶ κοσμικοῦ ποταμοῦ τὸν κύριον λόγον ποιεῖσθαι· Τοῦτο δὲ ἔλεγεν περὶ τοῦ πνεύματος, οὗ ἤμελ‐
165λον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν. Εἶδες ὀρθοδοξίας ἀένναον πηγήν; Εἶδες εὐσεβείας ἀτάραχον ὕδωρ; Εἶδες θεογνωσίας ἀθόλωτον ποταμόν; Καλῶς οὖν τὴν παροῦσαν ἑορτὴν τῆς πεντηκοστῆς με‐
170γάλην ὁ εὐαγγελιστὴς προσηγόρευσεν· ἔστι γὰρ αὕτη μεγάλη. Σήμερον γὰρ οἱ ἀπόστολοι τὸ βέβαιον ἔσχον, σήμερον οἱ ἁλιεῖς σοφισταί, σήμερον οἱ ἀγράμματοι διδάσκαλοι,
175σήμερον οἱ μονόγλωσσοι ποικιλόγλωσσοι,
σήμερον οἱ ψελλίζοντες ῥωμαΐζοντες, σήμερον οἱ στυγνοὶ φαιδροί, σήμερον οἱ πήλινοι πύρινοι, σήμερον οἱ ἀγκιστρευταὶ δογματισταί,352
180σήμερον οἱ τὴν λίμνην ἁλιεύοντες τὴν οἰκουμένην σαγη‐
νεύοντες, σήμερον οἱ ἰχθύας ψηλαφῶντες ἀνθρώπους κατηχοῦσιν, σήμερον οἱ θῆρας φεύγοντες δαίμονας πατοῦσιν, σήμερον οἱ ἀνένθηκοι εὐένθηκοι,
185σήμερον οἱ ἄπρακτοι ἔμπρακτοι, σήμερον οἱ πτωχοὶ δανεισταί, σήμερον οἱ διωκόμενοι παρακαλούμενοι, σήμερον οἱ γυμνητεύοντες ὑπερβασιλεύοντες, σήμερον οἱ ἐν γωνίᾳ κρυπτόμενοι ἐπὶ τῆς συναγωγῆς εἰσι
190
διαλεγόμενοι. Καὶ τί ἔτι μακρολογῶ; Σήμερον οἱ ὀρφανίαν πενθοῦντες πατρωνυμίαν βοῶσιν. Ἄκουε συνετῶς. Τοῦ γὰρ δεσπότου Χριστοῦ ἐπ’ ὄψεσι τῶν ἀποστόλων εἰς οὐρανοὺς ἀναλαμβα‐ νομένου καὶ τοῖς ἀποστόλοις ἐπαγγειλαμένου τὸν ποταμὸν
195τοῦ ἁγίου πνεύματος—ἔπρεπε γὰρ τῇ πηγῇ ἀναλαμβανο‐ μένῃ ποταμὸν ἐπαγγέλλεσθαι—, ἔχαιρον μὲν οἱ ἀπόστολοι καὶ τὰς ψυχὰς ὡς δεξαμενὰς εὐτρέπισαν, πότε δὲ ὁ ποτα‐ μὸς πυρφόρος γενήσεται τὸν καιρὸν οὐκ ἐγίνωσκον. Ὁ γὰρ κύριος ἀναλαμβανόμενος τὴν μὲν ἐπαγγελίαν τοῦ

(200)

ἁγίου πνεύματος ἐσήμανεν, τὸν δὲ καιρὸν πότε γενήσεται οὐδ’ ὅλως ἐγνώρισεν. Διὰ τί; Ὅτι ὁ θεὸς ὡρισμένως οὐκ ἐρ‐ γάζεται, ἀλλ’ ὅτε βούλεται τότε καὶ ἐμφανίζεται. Ἔμενον τοίνυν οἱ ἀπόστολοι μετὰ τὴν ἀνάληψιν τοῦ
κυρίου τὴν μὲν ἐλπίδα τοῦ ἁγίου πνεύματος φέροντες καὶ353
205συνσφίγγοντες ἑαυτοὺς καὶ τὴν πρὸς ἀλλήλους παρρησίαν συνάγοντες. Ὡς δὲ εἶδον μίαν καὶ δευτέραν καὶ τρίτην ἡμέραν ὅτι τῆς ἐπαγγελίας τὸ δῶρον εἰς πέρας οὐκ ἤγετο, ἀνθρωπίνοις λογισμοῖς κινηθέντες οἱ ἀπόστολοι ἤρξαντο πρὸς ἑαυτοὺς ἀντιβάλλοντες λέγειν· «Τί ποιήσωμεν, ἄνδρες
210ἀδελφοί; Ἤδη δεκάτην ἡμέραν ταύτην διατελοῦμεν καὶ οὐδὲν τῶν λεχθέντων παρὰ τοῦ διδασκάλου εἰς πέρας ἐλθὸν ὁρῶμεν. Τί τὸ ξένον καὶ παράδοξον τοῦτο; Ἆρα τῆς προτεραίας ἁλείας ἐπιλαβώμεθα ἢ τὴν ἐπαγγελίαν ἔτι μικρὸν ἐκδεξώμεθα;
215Ταύτην δεκάτην ἡμέραν ἄγομεν ἀργοῦντες. Τί τὸ ξένον; τί τὸ παράδοξον; Ἐλισσαῖος ὁ μαθητὴς τοῦ Ἡλία παραυτὰ τὴν μηλωτὴν δεξάμενος ἐθαυματούργησεν, ὁ μαθητὴς τοῦ μαθητοῦ, καὶ ἡμεῖς ἀργοῦμεν; Τί τὸ παράδοξον; Μὴ ἆρα ὁ Ἡλίας τοῦ ἡμετέρου διδα‐
220σκάλου δραστικώτερος; Ἀλλ’ οὐ τολμῶμεν λέγειν· εἴδομεν γὰρ κατὰ πρόσωπον ἐν τῷ ὄρει τῆς μεταμορφώσεως πῶς οὐ μόνον Ἡλίας, ἀλλὰ καὶ Μωϋσῆς τῷ διδασκάλῳ ἡμῶν ὡς θεῷ προσεκύνησαν. Τί τὸ ξένον; τί τὸ παράδοξον; Ἐλισσαῖος ὁ ζευγηλάτης
225παραυτὰ ἐθαυματούργησεν ἀλόγου ζῴου κεντρόνυκτον δο‐ ρὰν δεξάμενος—τί γὰρ ἔπρεπε νομικῷ ἐργάτῃ ἀλλ’ ἢ τὴν μηλωτὴν κληρονομῆσαι; —καὶ ἡμεῖς οἱ μὴ ὄντες μαθηταὶ μαθητοῦ ἀλλ’ ἀπόστολοι θεοῦ δεκάτην ἡμέραν ἀργοὶ διατε‐ λοῦμεν;»
230 Ταῦτα τῶν ἀποστόλων πρὸς ἑαυτοὺς ἀντιβαλλόντων καὶ εἰς μακρὰν ἔτι τῆς ἐλπίδος τὴν ἐπαγγελίαν καραδοκούντων,
ἰδοὺ ἀθρόον οὐρανῶν μὲν ἀνοίγονται πύλαι, ἀρχαγγελικῶν δὲ δυνάμεων ἔκραζον στρατιαί, τὸ δέ γε τοῦ ἀέρος πέλα‐ γος ἐθορυβεῖτο δειλίᾳ, τὰ δὲ τῶν νεφῶν κύμβαλα βασι‐354
235λικῶν πατάγων ἦχον ἐξέπεμπον, ἅπαν δὲ τὸ ἐπίγειον χωρίον ὡς κάλαμος ὑπὸ ἀνέμου τοῖς σεισμοῖς ἐδονεῖτο, τὸ δέ γε τῆς θαλάσσης ἄπειρον κύτος πυρίνῃ σινδόνι κατε‐ σκέπετο. Καὶ μαρτυρεῖ μου τῷ λόγῳ ὁ συγγραφεὺς τῶν ἀποστολικῶν Πράξεων Λουκᾶς λέγων, καθὼς ἀρτίως ἤκου‐
240ες· Ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν ἅπαντες ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτὸ οἱ ἀπόστολοι. Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι, καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι
245ὡσεὶ πυρός, ἐκάθισέ τε ἐφ’ ἕνα ἕκαστον αὐτῶν, καὶ ἤρξαν‐ το λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. «Καθὼς ἐδίδου», οὐ καθὼς ἐκε‐ λεύετο. Εἶδες ἑορτῆς μέγεθος;

(250)

Εἶδες ἁγίου πνεύματος δωρεάν; Εἶδες αἰσχύνην τῶν πνευματομάχων αἱρετικῶν; Πεντηκοστὴν ἑορτάζουσι καὶ τὸ πνεῦμα τοξεύουσιν. Τίς γλώσσας χαλκεύει, εἰ μὴ ὁ τῶν γλωσσῶν πηλοπλάστης;
255Τίς μέγα τορνεύει στόμα, εἰ μὴ ὁ τὴν ὄνον ἔναρθρα λαλεῖν παρασκευάσας; Τίς τοὺς ἀγραμμάτους σοφιστεύει, εἰ μὴ μόνον τὸ ἅγιον πνεῦμα; Ἀλλ’ εὐθέως ἐροῦσιν οἱ ἐξ ἐναντίας· «Καὶ πόθεν τοῦτο
260δῆλον, ὅτι τὸ ἅγιον πνεῦμα δίδωσι τὴν σοφίαν καὶ τὴν εἴδησιν τῶν γλωσσῶν;» Πόθεν; Ἄκουε τοῦ κυρίου, αἱρετικέ, λέγοντος πρὸς τοὺς ἑαυτοῦ μαθητὰς ἐκ πολλῶν τῶν χρόνων· Μὴ μεριμνήσητε
ὅταν προσάγωσιν ὑμᾶς ἐπὶ ἄρχοντας καὶ ἡγεμόνας πῶς ἢ355
265τί λαλήσητε, οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρός μου τὸ λαλοῦν ἐν ὑμῖν. Ὢ τῶν παραδόξων πραγμάτων. Ἐν πυρὶ κατῆλθε τὸ ἅγιον πνεῦμα, ὡς πῦρ ἐκαθέσθη ἐφ’ ἕνα ἕκαστον τῶν ἀποστόλων, καὶ πῦρ ὑπάρχον οὐκ ἔκαυσε τοὺς ἀποστόλους, ἀλλ’ ἐφώτισεν.
270Διὰ τί; Ὅτι οὐκ ἦν καυστικόν, ἀλλὰ φωτιστικόν, μᾶλλον δὲ καὶ καυστικὸν καὶ φωτιστικόν, τοὺς βλασφήμους καῖον, τοὺς εὐσεβεῖς φωτίζον. Ὥσπερ γὰρ τὸ κοσμικὸν καὶ ὑλῶδες πῦρ ἀκάνθας μὲν καίει,
275κηρὸν δὲ τήκει, μόλιβδον δὲ λύει, πηλὸν δὲ ξηραίνει, ἄργυρον δὲ λαμπρύνει, χρυσὸν δὲ καθαίρει,
280 οἶκον δὲ φωτίζει, οὕτω καὶ τὸ ἄϋλον πῦρ, τὸ ἅγιον πνεῦμα, ἁμαρτίας ἐξαλείφει, καρδίαν πλεονεκτοῦσαν μαραίνει, ἄνθρωπον δόλιον ἐξαλείφει,
285 ψυχὴν ἐπιστρέφουσαν καθαίρει, ἄνδρα πιστὸν λαμπρύνει, ἐκκλησιαστικὸν οἶκον φωτίζει. Ἄλλως δέ, ἐν πυρὶ κατῆλθε τὸ ἅγιον πνεῦμα, ἵνα γνῶμεν σαφῶς ὅτι τῆς θεϊκῆς ἐστιν οὐσίας τὸ ἅγιον πνεῦμα. Αὐτὸς
290γὰρ κύριος ὁ θεὸς ἡμῶν πῦρ ἐστι κατὰ τὸ φάσκον ῥητόν· Ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον. Καὶ ὅπου δ’ ἂν ζητήσῃς τὸν θεὸν θεϊκὸν σημεῖον ἐπιδεικνύμενον καὶ μυστήριον παρέχοντα, ἐν πυρὶ αὐτὸν εὑρήσεις ποιοῦντα. Οὕτω γὰρ καὶ τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου ἐξαγαγὼν στύλον
295πυρὸς αὐτοῖς παρεκατέστησεν, οὐ πυρπολοῦντα ἀλλ’ ὁδη‐
γοῦντα. Οὕτω καὶ πρώτην ἐμφάνειαν ὁ θεὸς τῷ Μωϋσεῖ ποιούμενος διὰ φλογὸς πυρὸς βάτου τὴν ἑαυτοῦ φωνὴν ἐξέπεμψεν, οὐχ ἵνα ἀκούσῃ ἀλλ’ ἵνα διδάξῃ. Οὕτω καὶ τῷ Δανιὴλ ἐμφαίνων ἑαυτὸν ὁ θεὸς ἐν θρόνῳ πυρὸς ἑαυτὸν356

(300)

καθήμενον ἔδειξεν, οὐχ ἵνα ζημιώσῃ τὸν προφήτην ἀλλ’ ἵνα δείξῃ πανταχοῦ ἐν τίσι θεός. Ἐροῦσι δὲ πάντως τινὲς ὅτι ταῦτα τῆς παλαιᾶς διαθήκης τὰ γνωρίσματα. «Δεῖξον ἡμῖν φησιν ὅτι καὶ ἐν τῇ καινῇ διαθήκῃ ὁ θεὸς ἐν πυρὶ θαυματουργεῖ· ἐκεῖνα γὰρ τῆς
305παλαιᾶς μηνύματα.» Ἄκουε, φίλε· εἰ μὲν ἀγνοεῖς, μάνθανε· εἰ δὲ οἶδας, ὑπομνήσθητι. Φέρεις ἐν μνήμῃ πάντως, ὦ φίλε, ὅτι ὁ θεὸς πρὸ πάντων τοὺς μάγους ὁδηγῶν, δι’ ἀστέρος αὐτοὺς ὡδήγησεν· παντί που δῆλον ὅτι πῦρ ὁ ἀστήρ. Ὁμοίως ὁ
310κύριος τὸ ἑαυτοῦ σῶμα τὸ τῆς ἱερᾶς τραπέζης «ἄνθρακα πυρὸς» προσηγόρευσεν. Καὶ πότε τοῦτο; Ἄκουε Ἡσαΐου ἐκ πολλῶν τῶν χρόνων βοῶντος· Ἀπεστάλη πρός με ἓν τῶν σεραφίμ, καὶ ἐν τῇ χειρὶ αὐτοῦ εἶχεν ἄνθρακα ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου καὶ ἥψατο τῶν χει‐
315λέων μου καὶ εἶπέ μοι· Ἰδοὺ ἥψατο τοῦτο τῶν χειλέων σου καὶ ἀφελεῖ τὰς ἀνομίας σου καὶ τὰς ἁμαρτίας σου περικα‐ θαριεῖ. Ποῖος δὲ ἄνθραξ ἁμαρτίας ἀφίησιν, εἰ μὴ ἡ δεσπο‐ τικὴ κοινωνία; Ὡσαύτως ὁ κύριος καὶ τὸ βάπτισμα τῆς ἀναστάσεως ἡμῶν «πῦρ» προσηγόρευσεν. Καὶ πόθεν τοῦτο
320δῆλον; Ἄκουε Ἰωάννου τοῦ βαπτιστοῦ βοῶντος· Ἔρχεται ὀπίσω μου ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἄξιος τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί. Τὸ δέ γε πάντων κεφαλαιωδέστερον, ὅτι ἐν
πυρὶ κατῆλθε τὸ ἅγιον πνεῦμα.357
325 Ταύτην τὴν παράδοξον ἐνέργειαν τοῦ ἁγίου πνεύματος οἱ συνετώτεροι τῶν Ἰουδαίων κατανοήσαντες, καὶ ὅτι οἱ πρὸ τούτου μονόλαλοι ἀπόστολοι ἄνευ ἑρμηνευτοῦ πρὸς ἕνα ἕκαστον τῶν προσιόντων αὐτοῖς ἐκ παρηλλαγμένων πα‐ τρίδων τῇ ἐπιχωριαζούσῃ γλώσσῃ παρεῖχον τὰ διδάγματα
330τῆς εὐσεβείας, καθὼς ἀρτίως ἤκουες, καταπλαγέντες οἱ συνετώτεροι τῶν Ἰουδαίων ἤρξαντο λέγειν πρὸς ἑαυτούς· Οὐχ ἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; Καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν, Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται καὶ οἱ κατοι‐
335κοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυ‐ πτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις
340γλώσσαις τὰ μεγαλεῖα τοῦ θεοῦ; Κατεπλάγησαν οἱ Ἰουδαῖοι θεωροῦντες τοὺς ἀποστόλους ποικιλογλωττοῦντας· ὅθεν καταπλαγέντες ἔλεγον πρὸς ἑαυ‐ τούς· «Οὐχ ἰδοὺ πάντες οὗτοι οἱ λαλοῦντές εἰσι Γαλιλαῖοι, πένητες καὶ ἰδιῶται; Οὐκ εἰσὶν ἀγράμματοι καὶ δικτυο‐
345πλόκοι; Οὐ παρὰ τούτων συχνῶς ἰχθύας ἠγοράσαμεν; Πόθεν αὐτοῖς ἡ γνῶσις αὕτη; Μὴ ἆρα ἀντὶ ἰχθύων γλώσσας ἐσαγήνευσαν οὗτοι; Ἀλλ’ ὁρῶμεν αὐτοὺς πρὸ τούτου μονογλώσσους. Πόθεν τῆς οἰκουμενικῆς ἐνθήκης τὰς διαφόρους ὁμιλίας ὡς ἐκ βαλλαντίου τοῦ λάρυγγος

(350)

προβάλλονται; Πόθεν αὐτοῖς ἡ γνῶσις αὕτη; Νῦν ἐμάθομεν ὅτι ἀληθῶς θεὸς ὁ τούτων διδάσκαλος· νῦν ἐμάθομεν ὅτι τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε καινὰ τὰ πάντα. Πέτρος ῥωμαΐζει, ὅπερ Μωϋσῆς οὐκ ἴσχυσε ποιῆσαι. Οὐκ ἠκούσαμεν αὐτοῦ
355λέγοντος· Ἰσχνόφωνός εἰμι καὶ βραδύγλωσσος; Καὶ παρῃ‐ τεῖτο τὴν ἀποστολικὴν θείαν πρόσταξιν διὰ τὸ τῆς φωνῆς σπινῶδες, καὶ διόρθωσιν οὐκ ἐδέξατο, ἀλλ’ ἔμεινεν ἔχων ὅπερ ἡ φύσις ἐχαρίσατο. Μωσέα καταλείψωμεν καὶ τούτους μακαρίσωμεν, μᾶλλον δὲ τὸν ἐν αὐτοῖς παραδοξοποιοῦντα358
360θεὸν δοξάσωμεν, τὸν διὰ τὴν κοινὴν τῶν πάντων ὠφέλειαν τὸ μονοειδὲς τῶν ἁλιέων γλωττιαῖον ὄργανον πρὸς τὴν χρείαν τοῦ προσιόντος μεταρρυθμίζοντα. Τί τοιοῦτον τῷ Ἀβραὰμ παρεσχέθη; Ὑπερηκόντισαν οὗτοι πάντας· χρημάτων διαπτύουσιν,
365δόξης καταφρονοῦσιν, ἀμισθὶ θεραπεύουσιν, δι’ ὅλου νηστεύουσιν, ὡς τρυφῶντες φαιδρύνονται, τοῖς νεκροῖς ἐπιτάττουσιν,
370νόσους φυγαδεύουσιν καὶ δαίμονας μαραίνουσιν, ἀγγαρευόμενοι χαίρουσιν, ῥαπιζόμενοι ἀντιστρέφουσι καὶ τὴν ἄλλην σιαγόνα, ἄνευ ῥάβδου καὶ πήρας καὶ διπλοῦ χιτῶνος πορεύονται, χρυσὸν καὶ ἄργυρον καὶ χαλκὸν οὐδὲ ἀκοῇ προσδέξασθαι
375βούλονται. Τούτοις προσδράμωμεν τοῖς λαλοῦσι τὰ μεγα‐ λεῖα τοῦ θεοῦ, τοὺς λοιποὺς ἀποστραφῶμεν τοὺς φλυα‐ ροῦντας καὶ μηδὲν ὀνοῦντας.» Ἀλλὰ ταῦτα μὲν οἱ συνετώτεροι τῶν Ἰουδαίων ἔλεγον, οἱ δὲ παράνομοι πάλιν τῶν Ἰουδαίων ἐξ ἀντιστρόφου κινη‐
380θέντες τῷ φθόνῳ, καὶ οὗτοι ἤρξαντο ἀντιλέγειν, καθὼς ἀρτίως ἤκουες, ὅτι γλεύκους μεμεστωμένοι εἰσίν. Τί ἐστι γλεύκους μεμεστωμένοι εἰσίν; Ἀντὶ τοῦ μεθύουσι σφόδρα καὶ διὰ τοῦτο ἀλλόκοτα φθέγγονται. Ταῦτα ἀκούσας ὁ
μακάριος Πέτρος καὶ φέρειν μηκέτι δυνάμενος—ἐκείνει γὰρ359
385αὐτὸν ἔνδον λοιπὸν ὁ πυρσὸς τοῦ ἁγίου πνεύματος— σταθεὶς ἐν μέσῳ, καθὼς ἀρτίως ἤκουες, ἤρξατο λέγειν· Ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ πάντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. Οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε οὗτοι μεθύουσιν· ἔστι γὰρ
390ὥρα τρίτη τῆς ἡμέρας. Καλῶς ὁ μακάριος Πέτρος μάρτυρα τῆς νηφαλαιότητος τὴν τρίτην ὥραν ἐκάλεσεν. Καὶ τίς ἡ τρίτη ὥρα; Τὸ ἅγιον πνεῦμα. Πρώτη ὥρα ὁ πατήρ, ὡς τὸν νόμον βραβεύσας. Δευτέρα ὥρα ὁ υἱός, ὡς τὴν χάριν δωρησάμενος. Τρίτη
395ὥρα τὸ ἅγιον πνεῦμα, ὡς τὰς γλώσσας ποικίλας τῶν ἀποστόλων ἐργασάμενον. Φησὶν οὖν ὁ Πέτρος· «Ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ πάντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. Οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε οὗτοι μεθύουσιν. Μηδεὶς τὴν

(400)

δωρεὰν τοῦ θεοῦ μέθην ἡγήσηται· ἢ ὀσφράνθητε, ἢ ἀκούσα‐ τε. Πλησιέστερον χωρήσατε, καὶ μάθετε ἀκριβῶς. Οἶνον ὄζουσιν, ἢ χάριν πνέουσιν; Ψελλίζουσιν,
405 ἢ ῥητορεύουσιν; Ὡς φύλλα κινοῦνται τῇ μέθῃ, ἢ ὡς στύλοι πεπήγασι τῇ νηφαλαιότητι; Νυστάζουσι τῇ οἰνοφλυγίᾳ, ἢ διδάσκουσι τῇ θεογνωσίᾳ;
410Μέθην ἡγεῖσθε τὸ πρᾶγμα, ναὶ Ἰουδαῖοι; Μέθη τὴν γλῶσσαν δεσμεῖ, τὸ στόμα διαστρέφει, τοὺς ὀφθαλμοὺς πελιδνοῖ, τοὺς τοίχους πλευρίζει,
415λοξὰ καὶ δίδυμα βαδίζειν ποιεῖ. Μέθῃ γυμνοῦταί τις καὶ οὐκ αἰσθάνεται· παρ’ ὧν ἔδει τιμᾶσθαι, γελᾶται. Μεθύουσιν οἱ ἀπόστολοι, ναὶ Ἰουδαῖοι; Ὁ τὴν κιβωτὸν τεκτονεύσας Νῶε ἐμεθύσθη, ἢ ἡμεῖς οἱ τὸν360
420σταυρὸν κηρύττοντες; Μεθύουσιν οἱ ἀπόστολοι, ναὶ Ἰουδαῖοι; Ὁ πρόγονος ὑμῶν ἐμεθύσθη Λὼτ ὁ θυγατρογαμίας ὕπνον ὑπνώσας· μὴ γὰρ ἡμεῖς οἱ τῆς ἁγνείας κήρυκες; Καλῶς μὲν εἴπατε, ὦ Ἰουδαῖοι, ὅτι μεθύομεν. Οὐκ ἀπὸ οἴνου
425καθὼς νοεῖτε ὑμεῖς, ἀλλ’ ἀπὸ τῆς θείας χάριτος· περὶ ταύτης γὰρ τῆς μέθης ἐκ πολλῶν τῶν χρόνων ὁ προφήτης ἐβόα· Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν Χει‐ μάρρουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς, ὅτι παρὰ σοὶ πηγὴ ζωῆς.»
430 Πρόσεχε συνετῶς. Καιρὸς γὰρ λοιπὸν σφραγίσαι τὸν λόγον καὶ συντομώτερον ὑμᾶς ἀπολῦσαι σήμερον· οἷμαι γὰρ ὑμᾶς προσαγορεῦσαι τοὺς τάφους καὶ τὴν μνήμην τῶν προκοιμηθέντων τιμῆσαι τῇ ἐπιστασίᾳ. Ἀλλ’ ὅμως, ὦ φίλε, σπεῦσον τιμῆσαι καὶ μὴ ὑβρίσαι· μὴ διαπτύσῃς αὐτοῦ ὡς
435τεθνεῶτος· ζῇ γὰρ ὁ τούτου δεσπότης καὶ γνωρίζει τῷ προτελευτήσαντι τί σὺ διαπράττῃ. Ἀπέρχῃ σήμερον τὸν προτελευτήσαντα ῥοδίσαι· καλῶς ποιεῖς, ἐπαίνων εἶ ἄξιος. Ἀλλ’ ὅμως ῥόδισον αὐτὸν εὐποιΐᾳ, μὴ οἰνοφλυγίᾳ·
440στεφάνωσον τὸν προτελευτήσαντα τῇ εὐσεβείᾳ, μὴ τῇ κρεοφαγίᾳ· πρότρεψαι αὐτὸν τῇ προσφορᾷ,
μὴ τῇ συμφορᾷ. Ἐὰν ἐπάνω τοῦ μνήματος σὺ ἐν τῷ παρόντι οἰνοποτήσῃς, ἢ361
445κρεοφαγήσῃς, τί ὠφέλησας τὸν προτελευτήσαντα; Μετάδος εἰς λόγον αὐτοῦ ὀβολὸν τῷ πτωχῷ, κἀκεῖνος εὐφραίνεται· θυμίασον τὴν κοιλίαν τοῦ πεινῶντος ἄρτῳ, κἀκεῖνος ἡδύνεται.

(450)

Ὢ τῆς ἀνθρωπίνης ἀδιαφορίας. Τὰ βλάπτοντα φιλοῦμεν, τὰ σῴζοντα μισοῦμεν. Ποῖον εὔλογον σήμερον ἐπάνω τοῦ τάφου στιβάδας στρῶσαι, καὶ συμπόσιον δημόσιον συνα‐ θροῖσαι καὶ ὡς ἐν γάμῳ πλατύτερον γέλωτα ποιεῖσθαι; Ἄλλο γάμος καὶ ἄλλο τάφος. Τί ἐπάνω τοῦ μνήματος
455σήμερον ὡς ἐν γενεθλίῳ κοσμικῷ σκιρτῶσιν; Ἄλλο γε‐ νέθλιον κοσμικὸν καὶ ἄλλο ἐπιτάφιον πενθικόν. Ἀπέρχεται πολλάκις σήμερον ἐν τῷ τάφῳ γυνὴ ῥοδίσαι τὸν ἑαυτῆς ἄνδρα· καὶ οὐ τοσοῦτον ῥοδίζει, ὅσον θλίβει. Παραλαβοῦσα γὰρ τὸν παρείσακτον φίλον, μετεωρισθείσης χειρὸς ἐκλάσθη
460κανδῆλα ἐπάνω ἀξιωματικῶν τινων. Καὶ πρὸς τοῦτο ὁ ὁμιλητὴς φησίν· «Μηδένα λυπείτω τὸ πραχθέν, μήτε ὁ ῥύπος τῆς ἐσθῆτος τὴν ψυχὴν κηλιδωσάτω. Ἔστι γὰρ καὶ τοῦτο ἐνέργεια τοῦ ἁγίου πνεύματος· ἔστι γὰρ καὶ ὕδωρ καὶ ἔλαιον καὶ πῦρ.» Ἡ δὲ τοιαύτη γυνὴ ἐπάνω τοῦ
465ἀνδρικοῦ τάφου σκιρτῶσα καὶ μετὰ θάνατον τὸν ἄνδρα παροξύνουσα, πῶς ἂν κλαύσῃ τὸν ἄνδρα τῷ φίλῳ προσ‐ γελῶσα; Τῆς εὐταξίας, ὦ φίλοι, φροντίσωμεν, τὴν τοῦ ἁγίου πνεύματος ἐπιστασίαν τιμήσωμεν, τῆς γραφῆς ἀκού‐ σωμεν, καὶ τῷ κυρίῳ πειθαρχήσωμεν.
470 Ἤκουες τῇ προτεραίᾳ πάντως, ὦ φίλε, τί ἐλθὼν ὁ κύριος εἰς τὸ μνημεῖον Λαζάρου διεπράξατο. Τὰ ὅμοια καὶ σὺ διαπράττου ὡς Χριστιανός. Τί δὲ ἐλθὼν ὁ κύριος διεπρά‐
ξατο; Συμμέτρως ἐδάκρυσεν, ἢ ἀμέτρως ᾠνοπότησεν; Ἐνε‐ βριμήσατο τῷ πνεύματι προσευξάμενος, ἢ ἐσκίρτησε καὶ362
475μάχην εἰργάσατο; Παντί που δῆλον ὅτι καὶ προσηύξατο καὶ ἐδάκρυσεν καὶ ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάρα‐ ξεν ἑαυτὸν συμπαθείας ὑπογραμμὸν ἑαυτὸν ἡμῖν παρεχόμε‐ νος. Κατόπιν τοίνυν ἀκολουθήσωμεν τῷ κυρίῳ καὶ τῆς γραφῆς λεγούσης ἀκούσωμεν· Κλαῦσον ἐπὶ νεκρῷ, ὅτι
480ἐξέλιπε φῶς. «Κλαῦσον» εἶπεν, οὐχὶ δὲ «ἑόρτασον». Ἐν ἐκκλησίᾳ ἑόρτασον, ἐν τῷ τάφῳ Κλαῦσον, καὶ τοῦτο συμ‐ μέτρως, ὡς ὁ κύριος τὸν Λάζαρον. Ἄκουε τοῦ Ἐκκλησια‐ στοῦ λέγοντος· Καιρὸς τοῦ κλαῦσαι καὶ καιρὸς τοῦ γελάσαι. Τί ἐπάνω τοῦ τάφου ποδοκρουστοῦσι σήμερον, καὶ κύμβα‐
485λα σατανικόφωνα κινοῦσιν, καὶ ᾄδουσι μέλη θεατρικά; Μὴ γὰρ ἐχθρὸν ἐνίκησαν, ἢ τύραννον κατέστρεψαν, ὅτι χοροὺς σατανικοὺς συστησάμενοι οὕτω διὰ τῆς ἀγορᾶς πομπεύου‐ σιν; Ὢ τῶν ἀτόπων πραγμάτων. Τί τῶν ἀτόπων οὐ δια‐
490πράττονται σήμερον οἱ ταφομεθυσταί; Σήμερον τοὺς τάφους ἀρχιτεκτονεύουσιν, σήμερον οἰκοδομεῖν ἐπαγγέλλονται τὰ μνήματα, σήμερον φλυαροῦντες δαψιλεύονται· «Ἐὰν δέῃ με τὰς τρίχας μου πωλῆσαι, οὐ μὴ καταλείψω τὸν τάφον ἀτρίχωτον. Οὐ θέλω τὸν γείτονα διοδεύειν ἐντεῦθεν, οὔτε
495χήρους παρέρχεσθαι.» Καὶ μόνον ἀποστῶσι τοῦ μνημείου, εὐθέως καὶ τὴν μνήμην ἀποδύονται. Μέθη γὰρ μνήμης
ἀρίστης ἀφανίστρια, ἀσέμνων λογισμῶν ἐπινοήτρια, θεϊκῶν διδαγμάτων καταφονήτρια. Ἐκκλίνωμεν τοίνυν τὴν μέθην, δείξωμεν συκοφάντας τοὺς Ἰουδαίους, τοὺς ἀρτίως εἰρηκότας363

(500)

ὅτι γλεύκους μεμεστωμένοι εἰσὶν οἱ ἀπόστολοι, περαιώ‐ σωμεν τὴν τοῦ κυρίου διδασκαλίαν τὴν λέγουσαν, καθὼς ἀρτίως ἠκούσαμεν· Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω· ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Ἄκουε
505συνετῶς. Περὶ ὕδατος ζῶντος ἐδίδαξεν, οὐχὶ δὲ περὶ οἴνου μεθύσκοντος. Ἐροῦσι δὲ πάντως τινές—οὐ λείπει γὰρ ἀντιλογία με‐ θυστῇ—· «Τί οὖν; Κακὸς ὁ οἶνος, ἐπειδὴ διαβάλλεις τοῦτον; Εἰ δὲ κακὸς ὁ οἶνος, διὰ τί ὁ δεσπότης ἡμῶν Χριστὸς τὸ
510ὕδωρ εἰς οἶνον μετέβαλεν; Οὕτω φησὶ κάλλιστος ὁ οἶνος ὑπάρχει.» Ἄκουε συνετῶς. Οὐ τὸν οἶνον ὑβρίζομεν, θεοῦ γὰρ δῶρόν ἐστιν, ἀλλὰ τὴν μέθην βδελυττόμεθα, διαβόλου γὰρ ἔργον ὑπάρχει. Ὅμως πρὸς τοῖς εἰρημένοις ἄκουε καὶ τοῦτο· ἤδη
515γὰρ ὁ λόγος τὴν σιωπὴν περιβλέπεται. Μετέβαλε μὲν ὁ κύριος τὸ ὕδωρ εἰς οἶνον. Ἀλλ’ ὅμως τοῦτο πεποίηκεν ἐν Κανᾷ τῆς Γαλιλαίας ἐν τοῖς γάμοις, οὐχὶ δὲ ἐν Βηθανίᾳ τῆς
Ἰουδαίας ἐπὶ Λαζάρου τοῦ τεθνεῶτος. Μετέβαλεν ὁ κύριος τὸ ὕδωρ εἰς οἶνον, ἐπὶ τῶν γαμούντων τοῦτο πεποιηκώς,364
520οὐχὶ δὲ ἐπὶ τῶν πενθούντων τὸν Λάζαρον. Ὅπου γάμος, ὕδωρ εἰς οἶνον μετήνεγκεν· ὅπου νεκρός, δάκρυον ἐχορή‐ γησεν. Τῷ δὲ θεῷ τῷ τὰ πάντα πληροῦντι δόξαν ἀναπέμψωμεν,
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.365