TLG 2914 011 :: LEONTIUS :: In mesopentecosten (homilia 10) LEONTIUS Scr. Eccl., Presbyter In mesopentecosten (homilia 10) Citation: (Line) | ||
1t | Λεοντίου πρεσβυτέρου Κωνσταντινουπόλεως | |
---|---|---|
2t | λόγος εἰς τὴν μεσοπεντηκοστὴν | |
3t | καὶ εἰς τὸν ἐκ γεννητῆς τυφλὸν | |
4t | καὶ εἰς τὸν ἅγιον Πέτρον | |
5t | ὑπὸ Ἡρῴδου ἐν τῇ φυλακῇ ἀποκλεισθέντα | |
1 | Τοῖς φιλοῦσι τὸν κύριον ἑορτῆς οὐ λείπει καιρός· ἤδη γὰρ καὶ σήμερον ἡμῶν ἑορταζόντων ἄγγελοι μὲν ἀγάλλον‐ ται, ἀρχάγγελοι δὲ σκιρτῶσιν, καὶ πᾶσαι αἱ οὐράνιαι δυνάμεις σὺν ἡμῖν ἑορτάζουσιν. | |
5 | Ἑορτάζομεν δὲ οὐχ ὅτι τῆς Αἰγυπτιακῆς δουλείας ἐλυ‐ τρώθημεν ὡς Ἰουδαίων παῖδες, ἀλλ’ ὅτι τῆς πνευματικῆς εὐωχίας κατηξιώθημεν ὡς Σιὼν τέκνα. Ἑορτάζομεν οὐχ ὅτι τῆς πλινθοποιΐας ἀπηλλάγημεν, | |
10 | ἀλλ’ ὅτι τῆς εὐλογίας ἀπολαύομεν. Ἑορτάζομεν οὐχ ὅτι ὁ φαραὼ βεβύθισται, ἀλλ’ ὅτι ὁ διάβολος ἠφάνισται. Ἑορτάζομεν, ἵνα συντόμως εἴπω, οὐχ ὅτι Μωϋσῆς τὴν | |
θάλασσαν ἔρρηξεν, | 313 | |
15 | ἀλλ’ ὅτι ὁ δεσπότης Χριστὸς τὸ μεσότοιχον τῆς ἔχθρας κατέλυσεν, ὡς ἔστιν ἀκοῦσαι τοῦ μακαρίου Παύλου λέγοντος· Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας. | |
20 | Καὶ ποῖον μεσότοιχον φραγμοῦ ἔλυσεν ὁ δεσπότης Χρι‐ στός; Ποῖον; Ὅπερ ὁ Ἀδὰμ ᾠκοδόμησε τῇ παρακοῇ ἐργάτην τῆς ἔχθρας τὸν γηφάγον δράκοντα μισθωσάμενος. Τούτου γὰρ χάριν ἑορτάζομεν σήμερον, ὅτι ὁ μεσίτης Χριστὸς τὸν φραγμὸν τῆς ἔχθρας κατέλυσεν. Μέση γὰρ ἡ παροῦσα | |
25 | ἑορτὴ σήμερον. Μέση τίνος; Τῆς δεσποτικῆς ἀναστάσεως καὶ τῆς τοῦ ἁγίου πνεύματος ἐλεύσεως. Ταύτην μηνύει, κἀκείνης οὐ χωρίζεται· ταύτην κηρύσσει, κἀκείνην ἀσπάζεται· ἐκείνην θεολογεῖ καὶ ταύτην κυριολεκτεῖ· ὁ γὰρ κύριος τὸ | |
30 | πνεῦμά ἐστιν. Ὄντως τοῖς φιλοῦσι τὸν κύριον οὐ λείπει ἑορτῆς καιρός· πειθόμεθα γὰρ Παύλῳ τῷ λέγοντι· Ὥστε ἑορτάζωμεν μὴ ἐν | |
ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. Ζύμην δὲ πονηρίας καὶ | 314 | |
35 | κακίας οὐ τὴν ἀπὸ ἅλωνος καὶ σίτου καὶ ἀλεύρου πεπτο‐ μένην ὁ ἀπόστολος λέγει, ἀλλὰ τὴν ἀπὸ κακίας καὶ πονη‐ ρίας Ἰουδαϊκῆς προβαλλομένην, τὴν ἀεὶ ὀξίζουσαν ἐν ἀσε‐ βείᾳ, τὴν ἀνάρτυτον καὶ ἀνωφελῆ ὡς τὸ ἅλας τῆς γνώσεως μὴ κεκτημένην. | |
40 | Ποία γὰρ ἑορτὴ Ἰουδαίων οὐ γέγονεν ἐκκοπή; Ποία δὲ αὐτῶν πανήγυρις οὐ γέγονεν αἵρεσις; Ποῖον δὲ αὐτῶν πάσχα οὐκ ὤρυξε δικαίοις χάσμα; Ἤκουες γὰρ ἀρτίως τῶν δύο εὐαγγελιστῶν Ἰωάννου καὶ Λουκᾶ, | |
45 | τῶν γνησίων συμφοιτητῶν, τῶν θεοσφίγκτων ἀδελφῶν, τῶν ὁμοπίστων φίλων, τῶν πνευματικῶν ῥητόρων, τῶν καλῶς μερισαμένων τὰ θεῖα λόγια. | |
(50) | Ὁ γὰρ Λουκᾶς οὐ μόνον τὸ εὐαγγέλιον ἀλλὰ καὶ τὰς Πράξεις τῶν ἀποστόλων συνεγράψατο. Διὰ τί; Ἵνα ἡμεῖς μὲν φαιδρυνθῶμεν, Ἰουδαῖοι δὲ καταισχυνθῶσιν. Εἰ γὰρ καὶ τὸν κορυφαιότατον τῶν ἀποστόλων Πέτρον, καθὼς ἀρτίως ἤκουες, εἰρκτῇ κατέκλεισαν, ἁλύσεσι δυσὶ | |
55 | καταδήσαντες καὶ τέτρασι τετραδίοις στρατιωτῶν φυλάσσον‐ τες, ἵνα μετὰ τὸ πάσχα δίκην μόσχου καταθύσαντες δια‐ σπαράξωσιν, ἀλλ’ ὅμως ὁ ἑαυτὸν ἐγείρας ἐκ νεκρῶν Χρι‐ στός, ὁ ὡς ἀγράμματος παρ’ αὐτῶν σήμερον ὀνειδιζόμενος, καὶ τὸν Πέτρον ἐκ τῆς φυλακῆς παραδόξως ἠλευθέρωσεν, | 315 |
60 | ἵνα γνῶσιν οἱ παρδάλεοι θῆρες ὅτι ματαιοπονοῦντες κενοὶ τῆς ἐλπίδος εὑρέθησαν. Οὔτε γὰρ τὸν δεσπότην Χριστὸν τάφῳ κατακλείσαντες, καὶ τὴν στρατιωτικὴν κουστωδίαν παρακαθίσαντες, καὶ λίθον μέγαν τῷ μνημείῳ ἐπικυλίσαντες, | |
65 | καὶ σφραγῖδα ἔντεχνον κολάψαντες, ἠδυνήθησαν αὐτὸν κρατῆσαι, εἰ μὴ ὅσον αὐτὸς βουληθεὶς συνεχώρησεν αὐτοῖς· οὔτε τὸν δοῦλον αὐτοῦ Πέτρον ἐν τῇ φυλακῇ κατακλείσαν‐ τες, | |
70 | καὶ πανταχόθεν συνδήσαντες, καὶ στρατιώτας ἐπιμελῶς φυλάττειν ὁρίσαντες, ὡς βάρβαρον τὸν ἁλιέα φρίττοντες, ἠδυνήθησαν ἐγκρατεῖς γενέσθαι τοῦ σπουδαζομένου, ἀεὶ αἰσχύνην ἀντὶ δόξης κληρονομήσαντες, οὓς καὶ ὀνειδίζων ὁ | |
75 | προφήτης Ἡσαΐας ἔλεγεν· Κύριε, ἰσχυρός σου ὁ βραχίων, | |
καὶ οὐκ ᾔδεισαν, γνόντες δὲ αἰσχυνθήτωσαν. Ὄντως γὰρ αἰσχύνης ἀνάμεστον, τὸ Ἡρῴδην τὸν βασιλέα, δεσμά τε καὶ κλεῖθρα καὶ φύλακας, ἀρχιερεῖς τε καὶ γραμματεῖς καὶ φαρισαίους καὶ ὅλον τὸ τῶν Ἰουδαίων συνάθροισμα, ἕνα | 316 | |
80 | μαθητὴν τοῦ κυρίου μὴ δυνηθῆναι φυλάξαι, ἰδιώτην, ἄπο‐ ρον, ἰχθύων συνόμιλον. Τί ἐροῦσι πρὸς ταῦτα Ἰουδαίων παῖδες, οἱ καὶ ἀρτίως ἀπηρυθριασμένῳ προσώπῳ καὶ στόματι τολμήσαντες εἰπεῖν πρὸς τὸν κύριον· «Δαιμόνιον ἔχεις, τίς σε ζητεῖ ἀπο‐ | |
85 | κτεῖναι;» Δαιμόνιον ἔχειν λέγετε, ὦ Ἰουδαῖοι, ὃν οὔτε ἰδεῖν ὑπομένει ὁ πατὴρ ὑμῶν ὁ διάβολος; Ὑπὸ τίνος ἀοράτως μαστιζόμενος ὁ λεγεὼν καὶ φέρειν μηκέτι δυνάμενος ἀνα‐ φανδὸν ἐβόησε τὴν ἀλήθειαν λέγων· Τί ἡμῖν καὶ σοί, Ἰησοῦ; Ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς; Οἶδά σε τίς εἶ, | |
90 | ὁ υἱὸς τοῦ θεοῦ; Ὁ δαίμων πυρακτούμενος ἀπολογεῖται, καὶ ὑμεῖς εὐεργετούμενοι δαιμονιῶντα τὸν κύριον Ἰησοῦν | |
Χριστὸν προσφωνεῖτε; Τίνι εἶπεν ὁ λεγεὼν τῶν δαιμόνων· «Εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμῖν εἰς τὴν ἀγέλην τῶν χοίρων εἰσελθεῖν», Σολομῶντι τῷ τὰ Ἱεροσόλυμα κτίσαντι | 317 | |
95 | ἢ τῷ δεσπότῃ Χριστῷ τῷ τὰ σύμπαντα ἐν τῇ χειρὶ βαστάζοντι; Ἀλλ’ ἐροῦσιν εὐθέως οἱ φιλοδαίμονες Ἰουδαῖοι· «Τί οὖν; Σολομὼν οὐκ ἐδεσπότευσε τῶν δαιμόνων; Οὐχὶ πάντας ὑφ’ ἓν ὡς ἕνα συνέκλεισεν; | |
(100) | Οὐχὶ ἰουδαΐζουσι χαρακτῆρσι τούτους ἐπέδησεν; Οὐχὶ ἄχρι τῆς σήμερον τοῦτον δεδοίκασιν;» Ἀλλ’ ὦ Ἰουδαῖοι πεταλοράπται, μαγγανοδαίμονες, μάτην ταῦτα προβάλλεσθε· μόνος γὰρ ὁ δεσπότης Χριστὸς κρα‐ ταιῶς τὸν ἰσχυρὸν ἔδησε καὶ τὰ σκεύη αὐτοῦ διήρπασεν. | |
105 | Σολομὼν γὰρ οὐ μόνον οὐκ ἐδεσπότευσε τῶν δαιμόνων βασιλικῶς, ἀλλὰ καὶ ὑπ’ αὐτῶν ἐδεσποτεύθη πρὸς τῷ τέλει διαφθαρείς. Ἀγαπήσας γὰρ τὸν τῆς πολυγαμίας ἔρωτα τῇ τοῦ διαβόλου μαστροπότητι δελεασθείς, καὶ εἰς ἀγέλην γυναικῶν ἀλλοφύλων ὡς ἵππος θηλυμανὴς ἐπιχρεμετίσας, | |
110 | ἐρρύπωσε τὸν τῆς θεογνωσίας θάλαμον. Καταλιπὼν γὰρ | |
τὸν θεὸν τῶν πατέρων αὐτοῦ, ᾦ καὶ τὸν ναὸν ἐδείματο, εἰδώλοις σπήλαια κατεσκεύαζεν. Πῶς οὖν δαιμόνων δε‐ σπότης ὁ τῶν δαιμόνων δοῦλος; Ὢ τῆς Ἰουδαϊκῆς κακίας, | 318 | |
115 | ὢ τῆς τοῦ δεσπότου Χριστοῦ μακροθυμίας. Ὀνειδιζόμενος παρακαλεῖ, λοιδορούμενος προσίεται, ῥαπιζόμενος ἐλευθεροῖ, σταυρούμενος ὑπὲρ τῶν σταυρούντων προσεύχεται, | |
120 | τὸν ἐκ γεννητῆς τυφλὸν ὀμματοῖ, καὶ ὡς ἁμαρτωλὸς διαβάλλεται. Ἦ γὰρ οὐκ ἴστε ἄσυλον τὴν μνήμην φέροντες, ὅτιπερ Ἰουδαίων παῖδες οἱ ψυχικῶς τυφλώττοντες πρὸς τὸν σωματικῶς ἀναβλέψαντα ἐβόων λέγοντες τῇ προτεραίᾳ· Δὸς δόξαν τῷ θεῷ· ἡμεῖς οἴδαμεν | |
125 | ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν; Ὢ Ἰουδαϊκῶν ἀθυρώτων χειλέων. Ἁμαρτωλὸς ὁ Χριστός; Καὶ πῶς ἁμαρτωλὸς ὁ ἁμαρτίας ἀφαιρούμενος; Πότε δοῦλος δοῦλον ἐλευθεροῖ; Πότε ὑπεύθυνος ὑπεύθυνον λυτροῦται; | |
130 | Πότε χρεώστης χρεώστου τὸ χειρόγραφον διαρρήσσει; Ἐλεύθερος δοῦλον ἐλευθεροῖ· μὴ γὰρ δοῦλος δοῦλον; Ἀνεύθυνος κατάδικον λυτροῦται· μὴ γὰρ κατάδικος κατάδικον; | |
135 | Εὔπορος χρεωφειλέτου τὸ χειρόγραφον διαρρήσσει· | |
μὴ γὰρ δέσμιος δέσμιον λύει; Τί δὲ καὶ ἐθεάσασθε τοῦ δεσπότου Χριστοῦ ἁμαρτωλο‐ ποιὸν δεῖγμα; Τὴν τοῦ ὕδατος εἰς οἶνον μεταβολήν; Τοῦτο θεότητος κέλευσμα, οὐχὶ δὲ ἁμαρτίας ἔρευγμα. Ἀλλὰ τὴν | 319 | |
140 | ἐκ νεκρῶν τοῦ Λαζάρου κλῆσιν; Καὶ τοῦτο ὡς ζωοποιὸς ηὐθέντησεν, οὐχὶ δὲ ὡς ἁμαρτωλὸς ἐβαττολόγησεν. Ἡμῶν δὲ σιωπησάντων, ὦ Ἰουδαῖοι, λάβετε τῆς πλάνης ὑμῶν ὁδηγὸν αὐτὸν τὸν τυφλόν. Μὴ αἰσχυνθῆτε ὑπὸ τοῦ τυφλοῦ ὁδηγηθῆναι· οὐ γὰρ εἰς βόθυνον ὑμᾶς ῥίπτει, ἀλλ’ ἐπὶ | |
145 | πέτραν ἵστησιν· ἔχει γὰρ λάμπουσαν, ἄσβεστον τὴν λαμ‐ πάδα τῆς πίστεως. Τί οὖν ὁ τυφλὸς πρὸς τοὺς Ἰουδαίους; Οὐκ ἠκούσθη φησὶν ἀπὸ τοῦ αἰῶνος ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς ἐκ γεννητῆς τυφλοῦ. | |
(150) | Ὢ τῶν παραδόξων πραγμάτων. Ὁ ἀγράμματος τῶν νο‐ μικῶν διδάσκαλος γίνεται λέγων πρὸς αὐτοὺς πεπαρρησι‐ ασμένῃ γλώσσῃ· «Μάτην τῷ νόμῳ ἐπαναπαύεσθε. Οὐ λέγε‐ τε τὸν Ἀβραὰμ δίκαιον καὶ Μωσέα καὶ Ἡλίαν καὶ Ἐλισ‐ σαῖον καὶ πάντας τοὺς προφήτας δικαίους, τὸν δὲ Χριστὸν | |
155 | ἁμαρτωλόν; Τίς τῶν παρ’ ὑμῖν δικαίων ἐκ γεννητῆς τυφλὸν ὠμμάτωσεν; Εἰ δὲ ἐκείνων οὐδεὶς ἴσχυσε τοῦτο ποιῆσαι, ὁ δὲ ἁμαρτωλὸς φημιζόμενος πάντας ἐκείνους ὑπερηκόντισεν, φθόνῳ τὸ ἐπ’ ἐμοὶ θαῦμα καλύψαι βούλεσθε;» Οἱ δὲ Ἰουδαῖοι πρὸς τὸν τυφλόν· «Ἐν ἁμαρτίαις σὺ ἐ‐ | 320 |
160 | γεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; Τοὺς προφήτας ὑβρίζεις, ὑποβολιμαῖε τυφλέ; Ἡλίας ὁ προφήτης νεκρὸν οὐκ ἀνέστησεν; Ἐλισσαῖος ὁμοίως τὰ ὅμοια αὐτοῦ οὐ διεπράξατο; Μωσῆς, ὁ μέγιστος προφήτης, τὴν πλωτὴν θάλασσαν ἤπει‐ | |
165 | ρον οὐκ ἐποίησεν; Οὐρανόθεν οὐκ ἐθήλασε μάννα; Πέτρας ἀγόνου λαγόνας οὐκ ἤνοιξεν; Τὴν θάλασσαν ἐμέσαι ὀρτυγομήτραν οὐ παρεσκεύασεν; Παῦσαι τοίνυν, τυφλέ, παῦσαι· οὐ μείζω ταῦτα τῆς σῆς | |
170 | πεφαντασμένης ἀναβλέψεως;» Ὁ δὲ τυφλὸς πρὸς τοὺς Ἰουδαίους· «Ἀντιλέγεται ὑμῶν ἡ καταρρητόρευσις· μάτην αὐχεῖτε. Οὐκ ἔχετε πρὸς ἀπαίδευ‐ τον· ὅπερ ἡ ὄψις ἐζημίωσεν, ἡ ἀκοὴ ἀνεπλήρωσεν. Μωσῆς καὶ Ἡλίας καὶ Ἐλισσαῖος, ἐφ’ οἷς ἀναπαύεσθε καὶ ἐνα‐ | |
175 | βρύνεσθε ὅτι ἐθαυματούργησαν, οἶδα κἀγώ, ἀλλ’ ὅμως προ‐ | |
σευξάμενοι, ἱκετεύσαντες, δακρύσαντες, στενάξαντες, χρόνῳ δεηθέντες, ἔλαβον τοῦ δώρου τὸ χάρισμα· ὁ δὲ παρὼν Ἰησοῦς, ὁ παρ’ ὑμῶν μὲν ἁμαρτωλὸς νομιζόμενος, παρ’ ἐμοὶ δὲ θεὸς γνωριζόμενος, σύνδρομον ἔχων τῇ θελήσει τὴν | 321 | |
180 | δύναμιν βουλήσει μόνον τὸ λεῖπον ἀνεπλήρωσεν.» Τί οὖν οἱ φαρισαῖοι πρὸς τὸν τυφλόν; Πολλὴ γὰρ ἡ γενομένη κατ’ ἐκεῖνο καιροῦ ἀντίρρησις, ἣν οὐκ ἔχω δυ‐ νάμεως ἐν τῷ παρόντι παραθέσθαι διὰ τὴν τοῦ καιροῦ στενοχωρίαν καὶ τὴν τῶν προκειμένων ἐπιθυμίαν. Διὸ | |
185 | χρεώστην ὑμῖν ἐν τῷ παρόντι ἑαυτὸν καθυπογράψας ἐπὶ τὸ προκείμενον βαδιοῦμαι. [Τί οὖν οἱ φαρισαῖοι πρὸς τὸν ποτὲ τυφλόν; «Εἰ θεὸν ὀνομάζεις τὸν ὀμματώσαντά σε, πῶς πηλὸν μόνον ἐπέχρισέ σου τοὺς ὀφθαλμοὺς καὶ ἀπέστειλέ σε εἰς τὸν Σιλωὰμ | |
190 | νίψασθαι; Ὁ Σιλωάμ σε οὖν ἐθεράπευσεν, μὴ ὁ ἀποστείλας σε ἐκεῖ ὃν λέγεις θεόν.» Ὁ δὲ τυφλὸς πρὸς τοὺς Ἰουδαίους· «Οὐχ ὁ Σιλωάμ, ἀλλ’ ὁ ἀποστείλας με ἐθεράπευσεν· ὁ γὰρ Σιλωὰμ ὁ ἀπεσταλμέ‐ νος ἑρμηνεύεται. Εἰ δὲ διὰ τὸ ἀποσταλῆναί με ἐν τῷ | |
195 | Σιλωὰμ κἀκεῖ νίψασθαι, τῷ Σιλωὰμ οὐχὶ δὲ τῷ ἀποστεί‐ | |
λαντι ἐπιγράφετε τὸ θαῦμα, ἐξ ἀνάγκης καὶ τὸ ὑπὸ Ἐλισ‐ σαίου γενόμενον θαῦμα, ὅτε τὸν Νεεμὰν τὸν Σύρον ἐν τῷ Ἰορδάνῃ ποταμῷ ἀπέστειλεν εἰπών· Λοῦσαι καὶ καθαρί‐ σθητι, τῷ Ἰορδάνῃ ποταμῷ ἐπιγράψατε καὶ μὴ Ἐλισσαίῳ | 322 | |
(200) | τῷ τοῦτο κελεύσαντι. Εἰ δὲ βούλεσθέ φησιν, ὦ Ἰουδαῖοι, ἀκριβέστερον μαθεῖν, οὐ δι’ οἰκείαν ἀτονίαν ἀλλὰ διὰ τὴν ὑμετέραν πληροφορίαν ἀπέστειλέ με ὁ δεσπότης Χριστὸς εἰς τὸν Σιλωάμ. Ὥσπερ γὰρ τὸν παράλυτον συσφίγξας ἐκέλευσεν αὐτὸν τὴν κλίνην ἐπ’ ὤμοις βαστάζειν, ἵνα τῆς | |
205 | κλίνης θεωρουμένης μὴ δυνηθῇ κλαπῆναι τὸ θαῦμα, οὕτως καὶ ἐνταῦθα πηλὸν τοὺς ὀφθαλμοὺς ἐπιχρίσας ἐκέλευσέ με τρέχειν εἰς τὸν Σιλωάμ, ἵνα πλειόνων μαρτύρων καταδρα‐ μόντων μὴ δυνηθῆτε ὑμεῖς συκοφαντῆσαι τὴν ἀλήθειαν.» Εὔκαιρον οὖν λοιπὸν ἐπὶ τὸ προκείμενον χωρῆσαι.] | |
210 | Ἤκουες γὰρ ἀρτίως τοῦ εὐαγγελιστοῦ Ἰωάννου βοῶντος· Μεσούσης τῆς ἑορτῆς ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν, καὶ ἐθαύμαζον πάντες οἱ Ἰουδαῖοι λέγοντες· Πῶς οὗτος οἶδε γράμματα μὴ μεμαθηκώς; Ὦ θαῦμα Ἰουδαϊκόν, καταγνώσεως πεπληρωμένον. | |
215 | Πῶς οἶδε γράμματα μὴ μεμαθηκώς φησι γράμματα; Τού‐ των δέεται ὁ τῶν γραμμάτων ποιητής; Πρὸς διδάσκαλον | |
ἔδει φοιτᾶν τὸν τῆς γλώττης τορνευτήν; Παιδείας δεῖται ὁ σοφίαν ἀποστάζων; Δέλτων χρῄζει ὁ πτύχας οὐρανῶν ἁπλώσας; Γραφεῖον ἔδει κρατεῖν τὸν τὰς πλάκας δακτύλῳ | 323 | |
220 | ὑπογράψαντα; Πῶς οὗτος γράμματα οἶδε μὴ μεμαθηκώς; Τὰ μείζονα καταλιπόντες ἐπὶ τὰ ἐλάχιστα παραγίνεσθε· εἰ βούλεσθε ἐρευνᾶν τὰ ἀνεξερεύνητα, εἴπατε πρῶτον πῶς τὸν ἐκ γεννητῆς τυφλὸν ὠμμάτωσεν. | |
225 | Μὴ γὰρ ἀκόνην ἐγύμνωσεν, ἢ κολλύριον ἔλυσεν, ἢ μήλην ἐπέδειξεν, ἢ σπογγίον ἔβρεξεν, ἢ τὴν κεφαλὴν τοῦ πηροῦ ἐξύρησεν, | |
230 | ἵνα τὸ ῥεῦμα προσαναχαιτίσῃ; Μὴ λεπτῇ διαίτῃ τοῦτον ἐρρύθμισεν; Μὴ ἀντίδοτον αὐτῷ δέδωκεν, ἵνα τὴν χολὴν προκαθάρῃ; Μὴ τραχώματος ξέσιν εἰργάσατο; Μὴ νεφελοχυσίαν παρεκέντησεν; | |
235 | Οὐχὶ ξένῃ καὶ ἐπιβλαβεῖ καὶ ἐναντίᾳ περιόδῳ ὅσον τὸ ἐπ’ ἀνθρώποις τοῦτον ὠμμάτωσεν· πηλὸν γὰρ μόνον τοὺς ὀφθαλμοὺς ἔχρισεν. Πηλὸς δὲ καὶ τοὺς βλέποντας τυφλοῖ, | |
οὐχὶ δὲ τοὺς μὴ βλέποντας ὀμματοῖ. Ὥσπερ τοίνυν, ὦ Ἰουδαῖοι, τὸν ἐκ γεννητῆς τυφλὸν ἄνευ | 324 | |
240 | τέχνης ἰατρικῆς θεραπεύσας τῆς θεϊκῆς δυνάμεως αὐτοῦ ἐνεφάνισε τὸ αὐτεξούσιον, οὕτως καὶ ἐνταῦθα ἄνευ μυθολο‐ γίας ῥητορικῆς καὶ πλεκτάνης σοφιστικῆς καὶ ματαιοπονίας ποιητικῆς καὶ περιεργίας γραμματικῆς καὶ βαττολογίας ἀστρονομικῆς ἐδίδασκε τοὺς παρόντας, ἵνα καὶ ἐπὶ τοῦ | |
245 | τυφλοῦ μάθωσιν οἱ παρόντες, ὅτι αὐτός ἐστιν ὁ χοῦν λαβὼν ἀπὸ τῆς γῆς καὶ τὸν Ἀδὰμ πηλοπλαστήσας, καὶ ὧδε μάθωσιν ἀριδήλως μετὰ τὴν τοσαύτην παίδευσιν, ὅτι αὐτός ἐστιν ὁ εἰρηκὼς διὰ τοῦ προφήτου· «Ἄνοιξον τὸ στόμα σου καὶ πληρώσω αὐτό.» | |
(250) | Τί οὖν ὁ κύριος; Ἀποκριθεὶς πρὸς τοὺς Ἰουδαίους ἔφη, καθὼς ἀρτίως ἤκουες· Τί με ζητεῖτε ἀποκτεῖναι; Οὐ Μωσῆς ἔδωκεν ὑμῖν τὸν νόμον; Καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. Οἱ δὲ Ἰουδαῖοι πρὸς τὸν κύριον· «Οὐ ποιοῦμεν τὸν νόμον; | |
255 | Οὐ διὰ τοῦτο βουλόμεθά σε ἀποκτεῖναι, ὅτι λύεις τὸ σάββατον παραλύτους σφίγγων καὶ τυφλοὺς ὀμματῶν; Καὶ λέγεις οὐ ποιοῦμεν τὸν νόμον;» Ὁ δὲ κύριος πρὸς αὐτούς· «Τοῦτο οὐκ ἔστι ποιῆσαι τὸν νόμον, ἀλλὰ ὑβρίσαι τὸν νόμον. Εἰ γὰρ ἄνθρωπός φησιν ἐν | |
260 | σαββάτῳ περιτέμνεται, ἵνα μὴ λυθῇ ὁ νόμος Μωσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ, καὶ λογικοῦ τυφλὰς θυρίδας ἀνέῳξα; Τί ἀναγκαιότερον ἐν σαββάτῳ, ὧ Ἰουδαῖοι, σάρκας περιτέμνειν | 325 |
265 | ἢ παράλυτον σφίγγειν; ἀκροβυστίαν ἀκρωτηριάσαι ἢ ψυχὴν ἁμαρτιῶν ἀπαλλάξαι; ξίφος ὀξῦναι ἢ τυφλὸν ὀμματῶσαι; | |
270 | δικαστήριον παράνομον συγκροτῆσαι ἢ χάριν οἰκουμενικὴν πληθῦναι; Εἰ ἄνθρωπον περιτέμνετε ἐν σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ νόμος, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ; Μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν | |
275 | κρίνατε.» Ὢ τῶν παραδόξων πραγμάτων. Θεὸς ἀνθρώποις λέγει περὶ ἑαυτοῦ· Τὴν δικαίαν μοι κρίσιν κρίνατε. Τῆς ἑαυτοῦ θαυματουργίας τοὺς ἐχθροὺς αὐτοῦ κριτὰς ἐπισπᾶται λέγων πρὸς αὐτούς· | |
280 | «Μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Μὴ | |
ὡς ἐπὶ Σωσάννης τὸν ἀναίτιον καταδικάσητε· ἐγὼ γὰρ κἀκεῖ τὸν Δανιὴλ ἐξήγειρα, ἵνα τοὺς μὲν αἰτίους κολάσῃ, τὴν ἀνεύθυνον δὲ εὐλυτώσῃ. Μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Μὴ | 326 | |
285 | ὡς ἐπὶ τοῦ Ναβουθὲ παρανόμως με λιθοβολήσητε, ἵνα μὴ μισθὸν τῆς παρανομίας ὡς ὁ Ἀχαὰβ αἱματολουσίαν πορ‐ νικὴν ὑπομείνητε. Μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Ἀεὶ γὰρ παρεκρίνατε, καὶ νῦν δικαίως κρίνατε. Οὐχ ὑμᾶς | |
290 | ὀνειδίζων ὁ προφήτης Μιχαίας ἔλεγεν· Ἀκούσατε δὴ ταῦτα, οἱ ἡγούμενοι οἴκου Ἰακὼβ καὶ οἱ κατάλοιποι οἴκου Ἰσραήλ, οἱ βδελυσσόμενοι κρίμα καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες; Μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε· ὀστᾶ γὰρ ἀνθρωπαρέσκων ἀπολοῦνται. | |
295 | Μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Τί τὰ χείλη πρὸς συκοφαντίαν κινεῖτε; Τί τὴν γλῶσσαν πρὸς δηλατόρευσιν ὀξύνετε; Τί τὸ στόμα κατὰ τοῦ ἀνευθύνου χαλκεύετε; Οὐκ εἶπον ὑμῖν ὅτι καὶ περὶ ἀργοῦ λόγου δεῖ ὑμᾶς δίκην εἰσπρα‐ | |
(300) | χθῆναι; Τί τὸν διάβολον τέρπετε καὶ ἑαυτοὺς κατακρίνετε; | |
Μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Ὅπου ὑμνολογία, ἐκεῖ σαρκοφαγία; Τί ἐβόησε Δαυῒδ λέγων· Τὸ στόμα μου λαλήσει σοφίαν; | 327 | |
305 | Μὴ γὰρ “Τὸ στόμα μου λαλήσει συκοφαντίαν”; Καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Μὴ γὰρ “διαβολήν”; Τί τιμιώτερον ἀκούειν παρὰ τοῦ πνεύματος τοῦ ἁγίου, Στόμα φρονίμου ζητηθήσεται ἐν ἐκκλησίᾳ | |
310 | ἢ “Ὧν τὸ στόμα ἐπλεόνασεν ἀδικίαν”; Τί ἄμεινον ἀκούειν, Στόμα δικαίου ἀποστάζει σοφίαν ἢ Ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει; Τί ἐπωφελέστερον ἀκούειν, | |
315 | Ἀληθινὸν στόμα ἐμπλήσει γέλωτος ἢ Στόμα καταψευδόμενον ἀναιρεῖ ψυχήν; Τί τιμιώτερον ὑμᾶς λέγειν πρὸς τὸν κύριον, Τὰ χείλη μου ἐπαινέσουσί σε ἢ Τὰ χείλη ἡμῶν παρ’ ἡμῖν ἐστιν· τίς ἡμῶν κύριός ἐστιν; | |
320 | Πείσθητε τοίνυν τῷ εἰρηκότι· Φυλάξασθε γογγυσμὸν ἀνωφελῆ καὶ ἀπὸ καταλαλιᾶς φείσασθε γλώσσης, ὅτι φθέγμα λάθριον κενὸν οὐ παρελεύσεται, στόμα δὲ καταψευδόμενον ἀναιρεῖ | |
ψυχήν. Μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε, | 328 | |
325 | ἀναμέσον ἐμοῦ καὶ Μωϋσέως. Μωϋσῆς γὰρ διὰ περιτομὴν τὸν νόμον ἀκυροῖ, νόμον νόμῳ λύων, ἵνα περιτμηθῇ τὸ βρέφος· ἐγὼ δὲ καὶ τὸν νόμον πληρῶ καὶ τὴν χάριν τιμῶ, οὔτε γὰρ ξίφος τεχνικὸν ὀξύνω οὔτε μισθὸν πραγματευτι‐ κὸν ζητῶ. | |
330 | Μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Τί με ζητεῖτε ἀποκτεῖναι; Μάτην ταράσσεσθε, οὐδέπω βούλο‐ μαι παθεῖν· ὅτε θέλω πάσχω, οὐχ ὅτε ὑμεῖς τοὺς ἥλους χαλκεύετε. Οἰκονομίαν μετέρχομαι· μὴ γὰρ ἀνάγκην ὑφί‐ σταμαι; Ἑαυτὸν ἐταπείνωσα, οὐδείς με ἔκδοτον ἔλαβεν. | |
335 | Ἤκουες δὲ καὶ τοῦ εὐαγγελιστοῦ Ἰωάννου τὰ αὐτά μοι συνηγοροῦντος· τί γὰρ προσέθηκε λέγων; Ἐζήτουν αὐτὸν πιάσαι καὶ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὰς χεῖρας, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.» Τί βούλεται λέγειν οὐκ ἐληλύθει ἡ ὥρα αὐτοῦ; Ἀντὶ τοῦ | |
340 | οὐδέπω ἦν πληρώσας τὰ δοκοῦντα αὐτῷ. Μὴ γάρ τις νομιζέτω ἀκούων τοῦ εὐαγγελιστοῦ βοῶντος· ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ, ὅτι ἡ ὥρα αἰτία, καθὼς Ἑλλήνων | |
παῖδες ματαιολογοῦσιν, ὅτι ὥρισται ἑνὶ ἑκάστῳ τῶν ἀν‐ θρώπων καὶ ὁ τρόπος τοῦ θανάτου καὶ ἡ ἡμέρα καὶ ἡ ὥρα | 329 | |
345 | καὶ τὸ πῶς δεῖ ἀποθανεῖν, καὶ οὐχ οἷόν τέ ἐστιν ἀποθανεῖν τινα, εἰ μὴ ἔλθῃ τῆς εἱμαρμένης ἡ ἀπόφασις. Ἄπαγε τῆς ἀτοπίας. Γραώδης ἡ τοιαύτη διήγησις καὶ σφόδρα ληρώδης καὶ τῆς ἀληθείας ἀντίδικος. Εἰ γὰρ ὥρισται ἑνὶ ἑκάστῳ ὁ τρόπος τοῦ θανάτου καὶ ἡ ἡμέρα καὶ ἡ ὥρα καὶ τὸ πῶς δεῖ | |
(350) | ἀποθανεῖν, καὶ οὐχ οἷόν τέ ἐστι διαφυγεῖν, διὰ τί ἀρρωστοῦντες ἰατρικὴν βοήθειαν ἐπισπώμεθα, ἵνα θᾶττον τὸ λυποῦν ἐπικόψωμεν; διὰ τί δὲ καὶ πλέοντες λιμένας ἐπιζητοῦμεν καὶ ἄστρον παραφυλαττόμεθα; | |
355 | διὰ τί δὲ καὶ ὁδοιποροῦντες τοὺς λῃστρικοὺς τόπους ἐκκλί‐ νομεν; διὰ τί δὲ καὶ πολεμεῖν πρὸς ἐχθροὺς παρασκευαζόμεθα καὶ θυρεοὺς συμπλέκομεν καὶ βέλη ὀξύνομεν καὶ τειχομαχίας ἐγείρομεν, | |
360 | εἰ ὥρισται ἑκάστῳ καὶ οὐχ οἷόν τέ ἐστι διαφυγεῖν τινα; Ἄλλως δέ, διὰ τί τὸν Κάϊν βδελυττόμεθα, εἰ ὥριστο τῷ Ἄβελ τοιουτότροπος θάνατος; Διὰ τί δὲ καὶ τοὺς φονεῖς φονεύομεν, εἰ κεχρεώστητο | |
ἐκείνους οὕτως ἀποθανεῖν; | 330 | |
365 | Διὰ τί δὲ καὶ προσευχόμεθα πολυετίαν ἐτῶν δέξασθαι καὶ μὴ ἐμπεσεῖν εἰς πειρασμόν; Οὐχ ὅτι ἀληθής ἐστιν ὁ δεσπότης Χριστὸς ὁ εἰρηκὼς περὶ τοῦ πιστοῦ· Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου, καὶ πάλιν· Ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ | |
370 | ἐξελοῦμαί σε, καὶ δοξάσεις με; Ἦ γὰρ οὐκ ἴσμεν σαφῶς ἐκ τῶν ἀρτίως ἡμῖν ὑπαναγνω‐ σθέντων ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, ὅτι ὁ κορυφαῖος τῶν ἀποστόλων Πέτρος ἐν θλίψει τὸν κύριον ἐπικαλεσάμε‐ νος ἐν τῇ φυλακῇ τῆς παρ’ αὐτοῦ βοηθείας τετύχηκεν; | |
375 | Μόνον γὰρ ἐν θλίψει ἐβόησεν ὁ μακάριος Πέτρος, εὐθέως ὁ κύριος ὑψόθεν ἄγγελον πέμψας, ὁ μεγάλης βουλῆς τῆς τοῦ πατρὸς ἄγγελος, τοῦ Πέτρου τὴν φυλακὴν ἐφώτισεν, ὡς καὶ τῶν τριῶν παίδων τὴν κάμινον ἐδρόσισεν. Εἷς γὰρ καὶ ὁ αὐτὸς κύριος, | |
380 | ὁ κἀκεῖ τοὺς ἄνθρακας ῥόδα δείξας καὶ ὧδε τὰ δεσμὰ διαρρήξας· ὁ κἀκεῖ τὴν εἰκόνα συντρίψας καὶ ὧδε τὴν ἀσέβειαν ἀφανίσας· ὁ κἀκεῖ τὸν Ναβουχοδονόσορ αἰσχύνας | |
385 | καὶ ὧδε τὸν Ἡρῴδην πατάξας· ὁ κἀκεῖ τοὺς Βαβυλωνίους συγκαύσας καὶ ὧδε τοὺς Ἰουδαίους αἰχμαλωτίσας. | |
Τίς δὲ καὶ ἡ ἀρχὴ τοῦ ἀναγνώσματος; Ἀναγκαῖον τὰ μὲν παραθέσθαι, τὰ δὲ ἐν ἑτέρῳ καιρῷ ταμιεύσασθαι. Ἤκουες | 331 | |
390 | γὰρ ἀρτίως τοῦ συγγραφέως Λουκᾶ λέγοντος· Κατ’ ἐκεῖνον τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. Ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ. Ἰδὼν δὲ ὅτι ἀρεστόν ἐστι τοῖς Ἰουδαίοις προσέθετο συλλαβεῖν καὶ Πέτρον, ὃν καὶ | |
395 | πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. Ὄντως ἑορτάζομεν σήμερον, ὅτι οὐ μόνον δεσποτικοὺς ἀλλὰ καὶ μαρτυρικοὺς ἀγῶνας θεωροῦμεν· | |
(400) | Ἰάκωβος σφάζεται καὶ Ἰωάννης ἀγάλλεται, Πέτρος φυλακίζεται καὶ ἡ ἐκκλησία προσεύχεται, τὰ δεσμὰ διαρρήσσεται | |
405 | καὶ ὁ διάβολος περισχίζεται, τὸ πάσχα τῶν Ἰουδαίων πεπλήρωται καὶ ὁ ζητούμενος οὐχ εὑρίσκεται, Ἡρῴδης τοὺς φύλακας κατακρίνει καὶ Πέτρος τὸ θαῦμα καταγγέλλει, | |
410 | ἡ σιδηρᾶ πύλη ἠνοίγετο καὶ ἡ Ἰουδαϊκὴ καρδία οὐ κατηνοίγετο. Κατ’ ἐκεῖνον τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς | |
χεῖρας. Ποῖον καιρόν; | 332 | |
415 | Καθ’ ὃν τὸ βασιλικὸν τοῦ σωτῆρος ὄνομα χωλοῖς δρόμον ἐχαρίζετο, σιμικινθίοις νόσους ἐφυγάδευσεν, σκιαῖς πυρετοὺς ἀπεσπόγγιζεν, μαρτυρικοὺς στεφάνους συνέπλεκεν, | |
420 | Ἰάκωβον στεφάνῳ μαρτυρικῷ κατεκόσμησεν, Ἰωάννην θεολόγον ἐδείκνυεν, Πέτρον παλαιστὴν γενναῖον ἐφύλαττεν. Κατ’ ἐκεῖνον τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας. | |
425 | Ποῖον καιρόν; Ὅτε ξόανα τῆς βάσεως ἔπιπτον καὶ εἴδωλα χλευάζειν οὐκ ἴσχυον, ὅτε βωμοὶ ἀνεσκάπτοντο καὶ ἱερεῖς ἐκόπτοντο, | |
430 | ὅτε ἐγγαστρίμυθοι ἐφιμοῦντο καὶ περιάπτων μαγγανεῖαι ἐρρίπτοντο. Κατ’ ἐκεῖνον τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας. Ποῖον καιρόν; | |
435 | Καθ’ ὃν ἡ συναγωγὴ διελύετο καὶ ἡ ἐκκλησία συνεσφίγγετο, | |
καθ’ ὃν οἱ νομικοὶ ἠπόρουν καὶ οἱ ἀπόστολοι ηὐπόρουν, καθ’ ὃν ἡ περιτομὴ τῆς σαρκὸς ἐμειοῦτο | 333 | |
440 | καὶ ἡ σφραγὶς τῆς καρδίας ἐπληθύνετο, καθ’ ὃν τὰ ἄζυμα ἐφθίνει καὶ ὁ ἐπουράνιος ἄρτος ἤνθει, καθ’ ὃν ἡ ἑπτάμυξος λυχνία ἐσβέννυτο καὶ ὁ δωδεκάκτινος σταυρὸς ἀνήπτετο. | |
445 | Κατ’ ἐκεῖνον τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. Ὦ βασιλέως φρόνησις, μᾶλλον δὲ τυράννου ἐπιχείρησις. Ποῖος γὰρ βασιλεύς, ὁ μὴ ὢν ἐν τῇ χειρὶ τοῦ θεοῦ, ἀλλ’ ἐν τῇ βουλῇ τοῦ διαβόλου; Πέτρον σπεύδεις φονοκτονῆσαι, ὦ | |
(450) | Ἡρῴδη; Διὰ τί; Μὴ γὰρ ἀνταρσίαν ἐμελέτησεν; Μὴ γὰρ διάδημα κατεσκεύασεν; Μὴ γὰρ πορφύραν ἐκτήσατο; Μὴ γὰρ θησαυροὺς χρημάτων ἐπλήθυνεν; | |
455 | Μὴ γὰρ ὁπλίτας ἐμισθώσατο; Μὴ γὰρ πόλεις ἰσχυρὰς ἤγειρεν; Γυμνὸς καὶ ἄπορος ὑπάρχει ὁ Πέτρος ἐν τοῖς σωματικοῖς, κατέλιπε καὶ τὰ πατρῷα δίκτυα καὶ τὴν ἁλιευτικὴν σκάφην | |
καὶ τῆς τῶν ἰχθύων ἄγρας κατεφρόνησεν. Ἐπείσθη τῷ | 334 | |
460 | δι’ ἡμᾶς πτωχεύσαντι Χριστῷ λέγοντι· «Μὴ κτήσησθε χαλ‐ κὸν ἢ πήραν ἢ βαλλάντιον μηδὲ διπλοῦν χιτῶνα.» Ὦ Ἡρῴδη, τί τοὺς βαρβάρους καταλιπὼν τοῖς ἀποστόλοις πολεμεῖς; Τί τειχομαχίας ἀργῶν τὴν ἐκκλησίαν διορύττεις; Τί τὰς χεῖρας ἐκτείνεις, οὐχ ἵνα τυράννου τὴν κώμην | |
465 | κατάσχῃς, ἀλλ’ ἵνα θυσιαστήριον τοῦ βασιλέως Χριστοῦ στρέψῃς; Κατ’ ἐκεῖνον τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. Ὦ χεῖρες Ἡρῴδου εἰς προσευχὴν μὴ ἐκτεινόμεναι, ἀλλ’ εἰς | |
470 | δικαιοκτονίαν ὁπλιζόμεναι. Αὗται γὰρ αἱ χεῖρες, ὡς ἴστε, κατὰ τοῦ στύλου τῆς ἐκκλησίας ὡπλίσθησαν. Ταύτας τὰς χεῖρας θεωρήσας ὁ Πέτρος ἐβόα καὶ προσηύχετο ἐν τῇ φυλακῇ τὰ τοῦ Δαυῒδ ῥήματα λέγων· Μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν | |
475 | μου, ὧν ἐν χερσὶν αἱ ἀνομίαι· ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων. Εἰ μὴ γὰρ μισθὸν ὁ Ἡρῴδης παρὰ Ἰουδαίων ἐλάμβανεν, οὐκ ἂν τὸ φάσγανον τῆς παρανομίας ὤξυνεν, Ἰάκωβον ἀνεῖλε μαχαίρᾳ, Πέτρον δυσὶν ἁλύσεσι συνέδησε βουλόμενος αὐτὸν μετὰ τὸ πάσχα ἀναγαγεῖν τῷ λαῷ. | |
480 | Ὦ πάσχα Ἰουδαϊκόν, ἀεὶ μεταξὺ αἱμάτων ἀθῴων μιγνύμε‐ νον. Τὸν δεσπότην Χριστὸν πρὸ τοῦ πάσχα ἐσταύρωσαν, τὸν μαθητὴν αὐτοῦ Πέτρον μετὰ τὸ πάσχα ἀνελεῖν ἐβούλον‐ το. Ὦ πάσχα ἄναγνον, ὦ συναγωγὴ αἱματοποσίας φίλη. Καλῶς ὁ Σολομὼν ἐκ πολλῶν τῶν χρόνων τὴν τῶν Ἰου‐ | 335 |
485 | δαίων συναγωγὴν «βδέλλαν» προσηγόρευσεν. Διὰ τί; Ὡς ἀλλοτρίων αἱμάτων ἑλκύστριαν. Βουλόμενος αὐτὸν μετὰ τὸ πάσχα ἀναγαγεῖν τῷ λαῷ. Διὰ τί δὲ μὴ ἐν τῷ πάσχα; Τιμῶσι δῆθεν τὴν ἑορτὴν τοῦ πάσχα. Ὦ τιμὴ ὕβρεως πεπληρωμένη. Εἰ οὐκ ἐξὸν ἐν τῷ | |
490 | πάσχα φονεῦσαι, μηδὲ δήσητε ἐν τῷ πάσχα. Τὴν ἑορτὴν δοκεῖτε τιμᾶν τὸν φόνον θησαυρίζοντες; Τὸ θῦμα κατέχετε καὶ θύειν οὐ νομίζετε; Ὦ εὐλάβεια κατακρίσεως πεπληρω‐ μένη, μᾶλλον δὲ ὦ παρανομία ἄχρι τῆς δεῦρο παρά τινων φυλαττομένη, ἐκεῖθεν ἀρχὴν λαβοῦσα καὶ τέλος εὑρεῖν μὴ | |
495 | ἐπιζητοῦσα. Ἦ γὰρ οὐκ ἴσμεν ὅτι πολλάκις τινὲς τῶν ἐν δυναστείᾳ ἐξεταζομένων ἀνεύθυνόν τινα ἐν φυλακῇ δημοσίᾳ κατα‐ κλείσαντες, μόνον ἐπιστῇ τὸ τίμιον πάσχα, εὐθέως δῆθεν τῆς δημοσίας φυλακῆς ἀπαλλάττουσιν, ἑτέραν φυλακὴν χα‐ | |
(500) | λεπωτέραν ἐπινοοῦντες ἢ παρ’ ἑαυτοῖς φυλάττοντες καὶ λι‐ | |
μῷ ἄγχοντες ἢ εἰς τὸν οἶκον τοῦ ἐκβιβαστοῦ συγκλείοντες τοῦ ἀκόρεστα κεχηνότος, μὴ συνορῶντες ὅτι τοῦτο οὐκ ἔ‐ στι τὴν ἑορτὴν τιμῆσαι, ἀλλὰ τὸν δεσπότην Χριστὸν ὑβρί‐ σαι. Θέλεις ἑορτάσαι, τῆς συκοφαντίας ἐλευθέρωσον τὸν | 336 | |
505 | σύνδουλόν σου· τότε γάρ τις κυρίως ἑορτάζει, οὐχ ὅτε ση‐ ρικὴν στολὴν ἐγκαινίζει, ἀλλ’ ὅτε τεθλιμμένην ψυχὴν ἐλευ‐ θερώσει. | |
Τῷ δὲ θεῷ χάρις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 337 |