TLG 2914 010 :: LEONTIUS :: In resurrectionem domini (homilia 9)

LEONTIUS Scr. Eccl., Presbyter
(Constantinopolitanus: A.D. 5/6)

In resurrectionem domini (homilia 9)

Source: Datema, C., Allen, P. (eds.), Leontii presbyteri Constantinopolitani homiliae [Corpus Christianorum. Series Graeca 17] Turnhout: Brepols, 1987: 273–278.

Citation: (Line)

1tΤοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν
2tΛεοντίου πρεσβυτέρου Κωνσταντινουπόλεως
3tεἰς τὴν ἀνάστασιν τοῦ κυρίου
1 Εὔκαιρον καὶ παναρμόνιον καὶ πρέπον τῷ παρόντι καιρῷ πεισθέντας ἡμᾶς τῷ ἱεροψάλτῃ Δαυῒδ λέγειν ἅπερ ἀρτίως ὑπεψάλλομεν· Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος· ἀγαλλι‐ ασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Ὄντως ἀγαλλιασώμεθα
5καὶ εὐφρανθῶμεν, ὅτι εἴδομεν ὃ ἐπεθυμήσαμεν, ὅτι ἐψηλαφήσαμεν ὃ ἐζητήσαμεν, ὅτι κατενοήσαμεν ὃ προσεδοκήσαμεν, ὅτι τὸ ἔαρ τῶν Χριστιανῶν ἀνέτειλεν,
10ὅτι ἀνέτειλε τῶν ὁσίων τὰ ἄνθη, ὅτι ὑψώθη τῶν νεοφωτίστων τὰ κρίνα, ὅτι λάμπει τῆς κολυμβήθρας τὰ τέκνα. Ὄντως αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος· ἀγαλλιασώμε‐ θα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
15Ὦ ἡμέρα, πάσης ἡμέρας ἡμέρα, ὦ ἡμέρα, ἡ τὸ σκότος τῆς ἀγνωσίας παύσασα καὶ τὸ φῶς τῆς γνώσεως γνωρίσασα, ὦ ἡμέρα, ἡ τὴν νύκτα τῆς συναγωγῆς ἀχρειώσασα καὶ τὸν ὄρθρον τῆς ἀναστάσεως ὑποδείξασα,
20ὦ ἡμέρα, ἡ τὸν ζόφον τῶν ἀπίστων καταργήσασα καὶ τὸν λόγον τῶν πιστῶν κατευνάσασα, ὦ ἡμέρα, ἡ βασιλέα καὶ ἰδιώτην ὡσαύτως γνωρίσασα, ὦ ἡμέρα, ἡ τὸν διάβολον συλήσασα καὶ μηδένα χρεώστην καταλείψασα,
25ὦ ἡμέρα, ἡ τοὺς πρὸ τούτου δούλους νῦν τῶν δεσποτῶν ἱερεῖς ἀναδείξασα, ὦ ἡμέρα, ἡ τοσαύτας λογικὰς περιστερὰς τῷ θυσιαστηρίῳ
παραστήσασα. Ποῦ νῦν τῶν Σαββατιανῶν οἱ κόρακες βόσκονται; Ποῦ273
30τῶν συλησάντων τὸ πάσχα τὰ μάταια προβλήματα; Πότε ὁ διάβολος ἀθρόως ἀπώλεσε παῖδας, τότε ἢ νῦν; Πότε τὸ δεσποτικὸν τῆς διδασκαλίας δίκτυον τοσούτους λογικοὺς νεοττοὺς ἐζώγρησεν, τότε ἢ νῦν; Πότε ὁ οὐρανὸς τῆς ἀναστάσεως τοσούτους λογικοὺς
35 ἀστέρας ἐπὶ γῆς ἀνέδειξεν, τότε ἢ νῦν; Πότε τὰ ἐλαίῳ καὶ κηρῷ ἀρδευόμενα φῶτα τὰς ἡλιακὰς ἀκτῖνας ὑπερηκόντισεν, τότε ἢ νῦν; Πότε οἴκων θυρίδες, πυλῶνές τε καὶ προπύλαια τοσαύτην λύχνων ἐφόρεσαν πεζίδα, τότε ἢ νῦν;
40Οὐ πείθει σε, κλεψοπασχίτα, τὰ ῥήματα; Πληροφορείτω σε τὰ μηνύματα. Οὐχ ὁρᾷς σήμερον πάντα τὰ ὑπ’ οὐρανὸν λαμπροῖς πέπλοις καλλωπιζόμενα; Σὺ δὲ οὔτε ἐν τῷ προ‐ σαγορευομένῳ σου πάσχα δεδοικὼς καθαρὰν ἐφόρεσας ἐσθῆτα, οὔτε νῦν ἐν τῇ πανδήμῳ ἑορτῇ ἐρυθριῶν λαμπρὰν
45περιβέβλησαι στολήν. Πῶς οὖν ἑώρτασας, ὁ μηδέποτε κα‐ θαροῖς ἠμφιεσμένος; Ἔστι δὲ πάντως εἰπεῖν τινα ἐξ αὐτῶν· «Τί οὖν; Καθαρὸν ἔνδυμα σῴζει τὸν ἄνθρωπον; Εἰ μὴ δέ τις ἀμφιάσηται τὴν στολὴν ἑορτάζων, οὐκ ἑορτάζει;»

(50)

Ἄκουε, ὁ ταῦτα λέγων· κυρίως μὲν ἔνδυμα καθαρὸν οὐ σῴζει τὸν ἄνθρωπον, ἀλλὰ ψυχὴ ἔκλαμπρος καὶ βίος ἐνάρετος· δεῖ δὲ παντὶ τρόπῳ τὸν τὴν ἀνάστασιν ἑορ‐ τάζοντα ἀναλόγως τῆς ἑορτῆς φορεῖν τὸ ἔνδυμα, καθ’ ὅσον ἔχει, οὐ καθ’ ὃ οὐκ ἔχει. Οὕτω γὰρ καὶ σήμερον παρ’ ἡμῖν
55καὶ οἱ πτωχοὶ βασιλικοῖς τοῖς πέπλοις τῇ προθέσει κο‐ σμοῦνται. Διὸ δεῖ τοὺς υἱοὺς τῆς ἀναστάσεως καὶ τῷ ψυχικῷ ἐνδύματι καὶ τῷ σωματικῷ ἐξάσπρους καὶ καθα‐
ροὺς ὑπάρχειν, μήποτε ἀνεπιτηδείων ἡμῶν εὑρεθέντων ἀκού‐ σωμεν παρὰ τοῦ νυμφίου Χριστοῦ· Ἑταῖρε, πῶς εἰσῆλθες274
60ὧδε μὴ ἔχων ἔνδυμα γάμου; Οὕτω γὰρ καὶ αὐτὸς ὁ τῆς ἀναστάσεως τροπαιοῦχος Χριστὸς τὴν ἀνάστασιν μηνύων ἐν τῷ ὄρει τῆς μεταμορφώσεως, οὐ μόνον τὸ πρόσωπον ἔξασπρον ἀπέδειξεν, ἀλλὰ καὶ τὸν ἱματισμὸν ὑπερήστραψεν, ὡς ἕνα τῶν εὐαγγελιστῶν ἀπομνημονεύσαντα λέγειν· Καὶ
65τὰ ἱμάτια αὐτοῦ ἐγένοντο στίλβοντα, λευκὰ ὡς χιών, οἷα οὐ μὴ δυνηθῇ κναφεὺς ἐπὶ γῆς λευκᾶναι. Διὰ τοῦτο καὶ οἱ υἱοὶ τῆς ἀναστάσεως, καθὼς ὁρᾶτε, οὐ μόνον τὴν στολὴν λαμπράν, ἀλλὰ καὶ τὰ ὑποδήματα ὁμοιόσχημα φοροῦσιν, τὴν παλαιότητα τοῦ Ἀδὰμ ἀποδυσάμενοι καὶ τὴν καινότητα
70τοῦ δεσπότου Χριστοῦ ἠμφιεσμένοι, κατὰ τὸν μακάριον Παῦλον τὸν λέγοντα· Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χρι‐ στὸν ἐνεδύσασθε. Ὅτι δὲ πάντα ἐν τῇ ἀναστάσει λευκὰ καὶ ἔξασπρα οὐ μόνον ἐπὶ γῆς ἀλλὰ καὶ ἐν οὐρανοῖς δεῖ κεκτῆσθαι ἡμᾶς, ἤκουες Ματθαίου λέγοντος· Ὀψὲ σαβ‐
75βάτων ἐπιφωσκούσης κυριακῆς ἦλθε Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία εἰς τὸν τάφον τοῦ Ἰησοῦ, καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· κατελθὼν γὰρ ἄγγελος ἐκ τῶν οὐρανῶν ἀποκυλίσας τὸν λίθον· ἐκάθητο ἐπάνω αὐτοῦ· ἦν δὲ ἡ εἰδέα αὐτοῦ ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν
80ὡσεὶ χιών. Ὄντως αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος· ἀγαλλι‐ ασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ,
ὅτι οὐκέτι ὁ ζυγὸς τοῦ νόμου βαρεῖ, ἀλλὰ τὸ ἐλαφρὸν τῆς χάριτος παρακαλεῖ.275
85Ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ, ὅτι οὐκέτι ἡ κιβωτὸς τὸν Νῶε μόνον διασῴζει, ἀλλ’ ὁ ἐκ τῆς παρθένου πάντα τὸν κόσμον διασῴζει. Ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ, ὅτι οὐκέτι γιγαντιαῖος οἶκος καταστρέφεται,
90 ἀλλ’ εὐκτήριος οἶκος ἐγείρεται· ὅτι οὐκέτι πῦρ ἐπὶ Σόδομα βρέχει, ἀλλ’ ὑετὸς ἐπὶ τὴν παρθένον δροσίζει· ὅτι οὐκέτι στήλη ἁλὸς ἡ γυνὴ τοῦ Λὼτ σχηματίζεται, ἀλλ’ ἐν ἡμέρᾳ φωτὸς ἡ τοῦ κυρίου νύμφη δοξάζεται.
95 Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Ἡμεῖς εὐφρανθῶμεν· Ἰουδαῖοι γὰρ πενθοῦσιν, μὴ πεισθέντες Δαυῒδ τῷ προφήτῃ, ἐκ πολλῶν τῶν χρόνων περὶ τῆς ἀφθάρτου τοῦ κυρίου

(100)

ἀναστάσεως διαγορεύοντος καὶ λέγοντος οὕτως· Οὐκ ἐγκατελείφθη ἡ ψυχὴ αὐτοῦ εἰς ᾅδην, οὔτε ἡ σὰρξ
αὐτοῦ εἶδε διαφθοράν.
Τί λέγεις, Ἰουδαῖε; Εἰ ἕτερος ἀνέστη ἐκ νεκρῶν ἄφθαρτος,
λέγε καὶ πιστεύομεν. Εἰ δὲ οὐδεὶς ἕτερός ἐστιν εἰ μὴ ὁ276
105δεσπότης Χριστός, ὁ ἐκ πολλῶν τῶν χρόνων βοήσας διὰ τοῦ προφήτου πρὸς τὸν ἐθνικὸν λαόν· Ὑπόμεινόν με εἰς ἡμέραν ἀναστάσεώς μου, λέγει κύριος, διότι τὸ κράτος μου εἰς συναγωγὰς ἐθνῶν, τί οὐ προστρέχεις, ἀλλὰ φεύγεις; Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος· ἀγαλλιασώμεθα καὶ
110εὐφρανθῶμεν ἐν αὐτῇ. Ἡμεῖς εὐφρανθῶμεν· φαρισαίων γὰρ παῖδες πενθοῦσιν. Διὰ τί; Μὴ πεισθέντες τῷ πατριάρχῃ Ἰακώβ, ἐκ πολλῶν τῶν χρόνων περὶ τῆς βασιλικῆς τοῦ κυρίου
115
ἀναστάσεως ἐκβοήσαντος καὶ λέγοντος οὕτως· Ἀναπεσὼν ἐκοιμήθη ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγείρει
αὐτόν;
Τί λέγεις, Ἰουδαῖε; Δὸς ἡμῖν ἕτερον βασιλικῶς ἀναστάντα καθ’ ὁμοιότητα λέοντος, καὶ πιστεύομεν οἷς λέγεις. Εἰ δὲ
120οὐδεὶς ἕτερος εἰ μὴ μόνος ὁ δεσπότης Χριστὸς ὡς λέων ἐκαθεύδησε τὸ τριήμερον καὶ ὡς σκύμνος ἀνέστη, ὡς ἔστιν αὐτοῦ τοῦ κυρίου ἀκοῦσαι λέγοντος ἐκ πολλῶν τῶν χρό‐ νων πρὸ τῆς ἐνανθρωπήσεως· Ἐγὼ ὡς πανθὴρ τοῦ Ἐφραὶμ καὶ ὡς λέων τοῦ οἴκου Ἰούδα, τί οὐ προσκυνεῖς τῷ
125ἀναστάντι; Ἔστι δὲ πάντως εἰπεῖν τινα· «Καὶ διὰ τί καθ’ ὁμοιότητα ὁ κύριος τοῦ λέοντος ἐν τῷ τύμβῳ ἐποίησεν;» Διὰ τί; Διὰ τὴν φυσικὴν ἕξιν τοῦ λέοντος· λέων ὑπνῶν ἐν
τῷ οἰκείῳ σπηλαίῳ ἐν ᾧ καθεύδει, τοὺς ὀφθαλμοὺς ἀνεῳ‐277
130γμένους ἔχει· τὸν αὐτὸν τρόπον καὶ ὁ δεσπότης Χριστὸς καθευδήσας ἐν τῷ θανάτῳ τριήμερον τὰ τῆς θεότητος ὄμματα οὐκ ἐκάμμυσεν. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.278