TLG 2914 009 :: LEONTIUS :: In sanctum pascha (homilia 8)

LEONTIUS Scr. Eccl., Presbyter
(Constantinopolitanus: A.D. 5/6)

In sanctum pascha (homilia 8)

Source: Datema, C., Allen, P. (eds.), Leontii presbyteri Constantinopolitani homiliae [Corpus Christianorum. Series Graeca 17] Turnhout: Brepols, 1987: 259–267.

Citation: (Line)

1tΤοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν
2tΛεοντίου πρεσβυτέρου Κωνσταντινουπόλεως
3tεἰς τὸ ἅγιον πάσχα
1 Σύμβολα πάντα τῆς δεσποτικῆς ἀναστάσεως τῇ τε σωμα‐ τικῇ εὐωχίᾳ καὶ ψυχικῇ σωτηρίᾳ· πέπαυται δόλος, ἐξώρισται φθόνος,
5ἄπωσται μάχη, καταπεπάτηται ἡ ἔχθρα, διαλέλυται πόλεμος, εἰρήνη τιμᾶται, ἀσπασμὸς πληθύνεται,
10ἀγάπη γνωρίζεται, διάθεσις συμπλέκεται, τὸ φάσκον ῥητὸν πεπλήρωται· Ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό, κἀκεῖνο εἶναι τῇ γνώμῃ ὅπερ πάσχουσι τῇ φύσει.
15Ὄντως σύμβολα τῆς δεσποτικῆς ἀναστάσεως τὰ παρόντα. Διὰ τί; Ὅτι οὐκέτι τὸν Ἀδὰμ πενθοῦμεν, ἀλλὰ τὸν Χριστὸν δοξολογοῦμεν· οὐκέτι τὴν Εὕαν ὀνειδίζομεν,
20 ἀλλὰ τὴν παρθένον Μαρίαν μακαρίζομεν· οὐκέτι τὸ ξύλον ἀποστρεφόμεθα, ἀλλὰ τὸν σταυρὸν βαστάζομεν· οὐκέτι τὸν ὄφιν φοβούμεθα, ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον δυσωπούμεθα·
25οὐκέτι εἰς γῆν ἀπερχόμεθα, ἀλλ’ εἰς οὐρανοὺς ἀνερχόμεθα· οὐκέτι ἔξω τοῦ παραδείσου γινόμεθα, ἀλλ’ ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ αὐλιζόμεθα· οὐκέτι ἀκούομεν ἰουδαϊκῶς· Νυκτὶ ὡμοίωσα τὴν μητέρα
30σου· ἐγενήθη ὁ λαός μου ὡς οὐκ ἔχων ἐπίγνωσιν,
ἀλλὰ ψάλλομεν πνευματικῶς· Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Διὰ τί; Ὅτι οὐκέτι ὁ ἥλιος σκοτίζεται,259
35 ἀλλὰ πάντα φωτίζεται· ὅτι οὐκέτι τὸ καταπέτασμα ῥήγνυται, ἀλλὰ ἡ ἐκκλησία στηρίζεται· οὐκέτι βαΐα φοινίκων βαστάζομεν, ἀλλὰ τοὺς νεοφωτίστους περιφέρομεν.
40Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος. «Αὕτη» καὶ οὐχ αὗ‐ ται· μία γὰρ βασίλισσα καὶ οὐ πολλαὶ τυραννίδες. Αὕτη ἡ ἡμέρα, ἡ κυριώνυμος, ἡ τροπαιοῦχος,
45ἡ τῆς ἀναστάσεως βαβαλίστρια, ἡ τῆς χάριτος καλλωπίστρια, ἡ τῶν πιστῶν εὐωχήτρια, ἡ τοῦ λογικοῦ ἀμνοῦ διαμελίστρια, ἡ τῶν ἀναγεννηθέντων γαλακτοδότρια,

(50)

ἡ καμνόντων ἀναπαύστρια. Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ, μὴ εἰς καπηλεῖα τρέχοντες ἀλλ’ εἰς μαρτύρια σπεύδοντες,
55μὴ μέθην τιμῶντες ἀλλὰ συμμετρίαν ἀγαπῶντες, μὴ ἰουδαϊκῶς σκιρτῶντες ἀλλὰ ἀποστολικῶς τρυφῶντες, μὴ ἐν ταῖς ἀγοραῖς παίζοντες
60 ἀλλ’ ἐν τοῖς οἴκοις ψάλλοντες. Ἀναστάσεως γὰρ ἡ παροῦσα ἡμέρα, οὐχὶ δὲ ὕβρεως· οὐδεὶς ὀρχούμενος εἰς οὐρανοὺς ἀνέρχεται, οὐδεὶς μεθύων βασιλεῖ παρίσταται. Μηδεὶς ὑμῶν τὴν ἡμέραν ταύτην λυπήσῃ, ἀλλὰ θεϊκῶς
65ψάλλῃ· ἐν ταύτῃ γὰρ τῇ ἡμέρᾳ ὁ Ἀδὰμ ἠλευθερώθη, ἡ Εὕα
τῆς λύπης ἀπηλλάγη, ἡ ἀνθρωπότης τῆς ὀδύνης ἐλυτρώθη. Σήμερον γὰρ ὁ δεσπότης ἡμῶν Χριστὸς νυκτίων ἐκ νεκρῶν ἀναστὰς πρὸ πάντων Μαρίᾳ τῇ Μαγδαληνῇ καὶ τῇ ἄλλῃ Μαρίᾳ ἐφάνη καὶ πρὸς αὐτὰς ἔφησεν· «Χαίρετε, καὶ260
70δι’ ὑμῶν ἅπαν τὸ γένος.» Χαίρετε, ὁ κύριος πρὸς τὰς γυναῖκας. Ἐροῦσι δὲ πάντως τινές· «Καὶ διὰ τί ὁ κύριος ἐγερθεὶς ἐκ νεκρῶν τοῖς ἀποστόλοις πρῶτον οὐκ ὤφθη ἀλλὰ ταῖς γυναιξὶ καὶ ταύταις ἔφη· Χαίρετε;»
75Διὰ τί; Ἐπειδήπερ διὰ γυναικὸς ἡ λύπη ἤνθησεν, ὁ κύριος πάλιν διὰ γυναικὸς τὴν χαρὰν ἐβλάστησεν, ἵνα πληρωθῇ τὸ φάσκον ῥητόν· Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπε‐ ρίσσευσεν ἡ χάρις. Ἀλλὰ μὲν τοῦ κυρίου σταυρωθέντος καὶ τάφῳ προσομιλήσαντος δι’ ἡμᾶς, οὐ δι’ ἑαυτόν, πάντες
80οἱ ἀπόστολοι φυγῇ τὴν σωτηρίαν πορισάμενοι διεσκορπί‐ σθησαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα· αὗται δὲ αἱ γυ‐ ναῖκες τῷ φόβῳ ἀγρυπνοῦσαι καὶ παννυχίζουσαι τὸν σωτῆρα προσδεχόμεναι, ὅθεν μέχρι σήμερον φιλοπαννύχιον τὸ τῶν γυναικῶν ὑπάρχει γένος. Ἐπεὶ οὖν αὗται παρέμει‐
85ναν ἐν τῷ τάφῳ, ἀναγκαίως συναντήσας αὐτὰς ὁ κύριος ἔφη· «Χαίρετε, ἐπειδὴ καὶ ἐκλαύσατε· οἱ γὰρ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσιν. Χαίρετε, τὴν φωνὴν γνωρίσατε· τὸ σχῆμα γὰρ παρήλλαγμαι, οὐ κατὰ τὸν τῆς ὑπάρξεως λόγον, ἀλλὰ κατὰ τὸν τῆς ἀμφιάσεως. Χαίρετε,
90γυναῖκες ὑμεῖς· ἐκεῖ γὰρ στρατιωτικὴ κουστωδία κόπτεται τὸν τάφον τὸν ἐν τῷ τάφῳ μὴ ὁρῶντες, τὴν σφραγῖδα κατέχουσι τὸν θησαυρὸν ἀπολέσαντες, ἀργύρια σπείρουσιν ἵνα τὸ ψεῦδος θερίσωσιν. Ἔδοξάν με τεθνάναι Ἰουδαίων παῖδες τὸν τῶν νεκρῶν ἐγέρτην.»
95Μάθωμεν νεκροῦ δύναμιν. Ἴστε γὰρ πάντες ὑμεῖς οἱ γνήσιοι τῆς ἀναστάσεως υἱοί, οἱ ἔμψυχοι τοῦ κόσμου φωστῆρες, οἱ λόγον ζωῆς ἐπέχοντες,
οἱ τῆς ἄνω Ἱερουσαλὴμ πολιτάρχαι,261

(100)

ὅτιπερ μετὰ τὴν τοῦ κυρίου ἑκούσιον ταφὴν οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι προσελθόντες τῷ Πιλάτῳ εἶπον αὐτῷ· Κύριε, ἐμνήσθημεν ὅτι ὁ πλάνος ἐκεῖνος εἶπεν ἔτι ζῶν· Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Νῦν οὖν κέλευσον ἀσφα‐ λισθῆναι τὸν τάφον ἕως τρίτης ἡμέρας.
105Ὁ δὲ Πιλᾶτος πρὸς αὐτούς· «Ἔχετε κουστωδίαν στρατιω‐ τικήν, ὡς οἴδατε ποιήσατε.» Οἱ δὲ Ἰουδαῖοι ἀπελθόντες φησὶν ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας. Ὦ νεκροῦ φόβος, ὧ τάφου τρόμος. Οἱ ζῶντες τὸν νεκρὸν
110δεδοίκασιν, οἱ ἀποστρεφόμενοι τὸν κύριον Ἰουδαῖοι νῦν τὸν τάφον τοῦ κυρίου παρακαθέζονται, στρατιώτας παρεκα‐ τέστησαν τῷ μνήματι, ἄκοντες ὁμολογοῦσιν ὅτι βασιλεὺς ἦν ὁ κατακείμενος· στρατιῶται γὰρ βασιλέως φρουροί. Ἀλλ’ ὦ φαρισαῖοι, εἰ πλάνος ἦν ὁ δεσπότης Χριστός, τί
115δεδοίκατε τὸν πλάνον; Τί στρατιώτας μισθοῦσθε εἰς βοήθει‐ αν; Τίς νεκρὸν ποτὲ πολεμεῖ; Τίς ποτὲ τάφον ἀντιπαρα‐ τάττεται; Εἰ ἐφοβήθη, ὦ Ἰουδαῖοι, ὁ δεσπότης Χριστὸς τὴν σφραγῖδα καὶ τὸν λίθον καὶ τὴν κουστωδίαν τὴν στρατιω‐ τικήν, ὁ κάτω μὲν τῷ σώματι κείμενος, μηδαμοῦ δὲ ἀπολει‐
120πόμενος τῇ θεότητι, καὶ οὐκ ἀνέστη ἐκ νεκρῶν, καλῶς καλεῖτε «πλάνον». Εἰ δὲ ἀνέστη, καθὼς εἶπεν, τί Πιλᾶτον παρακαλεῖτε; Οὐχὶ μᾶλλον τὰς γραφὰς κατανοεῖτε; Μὴ γὰρ ἐν τῇ ἐνανθρωπήσει μόνον εἶπεν ὁ κύριος ὅτι Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι;
125Ἀκούσατε αὐτοῦ, ὦ Ἰουδαῖοι, ὅτι πρὸ πολλῶν τῶν χρόνων διὰ τοῦ προφήτου Σοφονίου προεγνώρισε καὶ προέλεγε τὴν μέλλουσαν ἀνάστασιν, ἵνα γνῶτε ὅτι οὐ νεαρὸν τὸ πρᾶγμα ἀλλὰ παλαιὸν τὸ βράβευμα. Ἀκούσατε αὐτοῦ λέγοντος πρὸς τὴν τῶν ἐθνῶν συνα‐
130γωγὴν διὰ Σοφονίου τοῦ προφήτου· καλὸν γὰρ ἐν τῇ ἀ‐ ναστάσει τὰ τῆς ἀναστάσεως προβάλλεσθαι. Τί οὖν ὁ κύριος πρὸς τὴν τῶν ἐθνῶν συναγωγήν; Τῇ Ἰουδαϊκῇ συναγωγῇ βιβλίον δέδωκεν ἀποστασίου, τῇ δὲ ἐθνικῇ
προϊκῷον χάριτος ὑπηγόρευσεν. Ὑπόμεινόν με, λέγει κύρι‐262
135ος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον, διότι τὸ φῶς μου εἰς συναγωγὴν ἐθνῶν. Τί ἐρεῖς πρὸς ταῦτα, ὦ Ἰουδαῖε, ὁ τὸ γράμμα κατέχων καὶ τὸ πνεῦμα λακτίζων; Τίς λέγει ὅτι Ὑπόμεινόν με εἰς ἡμέραν ἀναστάσεώς μου; Μὴ ἆρα Δαυῒδ ἢ εἰς τὸν Δαυῒδ
140εἴρηται τοῦτο; Ἀλλὰ ψεῦδος τὸ λεγόμενον· μετὰ γὰρ τὸν Δαυῒδ ταῦτα ἐλέχθη· ἄλλως τε δὲ ὁ Δαυῒδ τῶν Ἰσραηλιτῶν ἦν βασιλεύς, οὐχὶ δὲ τῶν ἐθνῶν καθηγητής. Εἰ δὲ φιλονει‐ κοῦσιν Ἰουδαίων παῖδες—πολεμικὸν γὰρ τὸ τούτων φῦλον —ὅτι εἰς τὸν Δαυῒδ εἴρηται, ἀκουσάτωσαν ὅτι οὐ μόνον
145ταῦτα οὐκ εἰς τὸν Δαυῒδ προεφητεύετο, ἀλλὰ καὶ αὐτὸς ὁ Δαυῒδ περὶ τῆς ἐνσάρκου τοῦ κυρίου ἀναστάσεως πρὸ πολλῶν τῶν χρόνων κελαδῶν ἔλεγεν· Οὐκ ἐγκατελείφθη ἡ ψυχὴ αὐτοῦ εἰς τὸν ᾅδην οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδε διαφθο‐ ράν. Εἰ ταῦτα ἀληθῶς εἴρηται, ὦ Ἰουδαῖοι, τί στρατιώτας

(150)

μισθοῦσθε ἵνα τὴν ἀνάστασιν κλέψητε; Ἥλιον τάφῳ ἐναπο‐ κλείει τίς; Ἀκούσατε αὐτοῦ, ὦ Ἰουδαίων παῖδες, διὰ Ἡσαΐου τοῦ προφήτου ὀνειδίζοντος ὑμᾶς καὶ τὸν πατέρα ὑμῶν τὸν διάβολον καὶ ταύτην προσαλπίζοντος τὴν ἀνάστασιν καὶ
155λέγοντος οὕτως· Νῦν ἀναστήσομαι, λέγει κύριος, νῦν δο‐ ξασθήσομαι, νῦν ὑψωθήσομαι. Νῦν φοβηθήσεσθε. Ματαία ἐστὶν ἡ ἰσχὺς τοῦ πατρὸς ὑμῶν. Καὶ τίς ὁ πατὴρ τῶν Ἰουδαίων; Ὁ διάβολος. Καὶ τίς τούτου μάρτυς; Αὐτὸς ὁ κύριος λέγων πρὸς αὐτοὺς αὐτοψὶ ὅτι «Ὑμεῖς ἐκ τοῦ
160διαβόλου ἐστέ, καὶ ὁ πατὴρ ὑμῶν ὁ σατανᾶς. Ματαία ἡ ἰσχὺς τοῦ πατρὸς ὑμῶν, καὶ ἀληθὴς ὁ λόγος· ἐκεῖνος γὰρ ξύλον κατάρας ἔπηξεν, ἐγὼ σταυρὸν εὐλογίας τεκτονεύω· ἐκεῖνος τάφον ἐλατόμησεν,
165 ἐγὼ θυσιαστήριον αὐτὸ κατεργάζομαι· ἐκεῖνος Ἰουδαίοις με κατέλιπεν εἰς θάνατον, ἐγὼ θᾶττον αὐτὸν ἀποπνίγω.» Ὄντως ματαία ἡ ἰσχὺς τοῦ πατρὸς αὐτῶν, τοῦ διαβόλου·
ἤδη γὰρ καὶ σήμερον ἄθρει πόσους ζεζημίωται παῖδας,263
170τοὺς παρόντας νεοφωτίστους λέγω· ἡ γὰρ τούτων λαμπρότης 〈ἐκείνου σκοτία〉, ἡ τούτων εὐωχία ἐκείνου ἀηδία·
175〈οὗτοι ἐν ἐκκλησίᾳ,〉 ἐκεῖνος ἐν ἐρημίᾳ· οὗτοι μετ’ ἀγγέλων, ἐκεῖνος μετὰ χοίρων· ὅθεν ἐκεῖνος ἐξέπεσεν,
180 οὗτοι ἀνεσφαιρίσθησαν καὶ ἐκεῖ ἐρριζώθησαν· οἱ πάλαι δοῦλοι νῦν δὲ ἐλεύθεροι, καὶ ὁ ποτὲ ἀρχάγγελος νῦν διάβολος· οἱ ποτὲ ἐχθροὶ νῦν φίλοι, καὶ ὁ ποτὲ φίλος νῦν κατάκριτος·
185οἱ ποτὲ πένητες νῦν πλούσιοι, καὶ ὁ ποτὲ πλούσιος νῦν ῥακοδύτης· οἱ ποτὲ ἄδοξοι νῦν ἔνδοξοι, καὶ ὁ ποτὲ ἔνδοξος νῦν ἐν χειροπέδαις σιδηραῖς· οἱ ποτὲ αἰχμάλωτοι νῦν δὲ λελυτρωμένοι,
190 καὶ ὁ ποτὲ αἰχμαλωτίζων νῦν μηδένα κατέχων. Καὶ ὅτι ὡς ἀπὸ αἰχμαλωσίας οἱ νεοφώτιστοι ἐρύσθησαν τῇ τοῦ βασιλέως Χριστοῦ ἐπιστασίᾳ, ἄκουε τοῦ ἁγίου πνεύματος διὰ τοῦ προφήτου Δαυῒδ λέγοντος περὶ τούτων τῶν νεοφωτίστων ἐκ πολλῶν τῶν χρόνων· Εἰπάτωσαν οἱ
195λελυτρωμένοι ὑπὸ κυρίου οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθρῶν, καὶ ἐκ τῶν χωρῶν συνήγαγεν αὐτοὺς ἀπὸ ἀνα‐ τολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης. Ἀψευδῆ τὰ λεχθέντα· ἀπὸ παντὸς γὰρ γένους καὶ πάσης φυλῆς καὶ χώρας τούτους λογικοὺς ἰχθύας διὰ τῶν ἁλιέων ἀποστόλων

(200)

ἡ σαγήνη τῆς κολυμβήθρας ἐζώγρησεν. Τοιαύτη γὰρ ἡ τέχνη τῶν ἁλιέων Χριστοῦ· οὐ λίνας ἱστῶσιν ἀλλὰ πίστει
ζωγροῦσιν. Εἰπάτωσαν οἱ λελυτρωμένοι παρὰ κυρίου ἐκ χειρὸς ἐχθροῦ, τοῦ ζιζανιοσπόρου διαβόλου, τοῦ σπείραντος καὶ μὴ θε‐264
205ρίσαντος· ἡ γὰρ ἔρημος παράδεισος γέγονεν, οὐκέτι κνίδας ἐχθρῶν προβάλλουσα, ἀλλὰ κρίνα νεοφώτιστα ἀνθοῦσα. Τούτους γὰρ θεωρήσας καὶ Ἡσαΐας πρὸ πολλῶν χρόνων ἔλεγεν· Ἀγαλλιάσθω ἡ ἔρημος τοῦ Ἰορδάνου καὶ ἀνθείτω ὡς κρίνον. Διὰ τί δὲ καὶ κρίνα οἱ νεοφώτιστοι προσαγο‐
210ρεύονται; Διὰ τὸ λευκὸν μὲν τῆς ἀμφιάσεως ἔξωθεν, χρυ‐ σαυγὲς δὲ τῇ πίστει ἔνδοθεν. Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ κυρίου. Τί εἰπάτωσαν; «Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. Ἡ παγὶς συνετρίβη καὶ ἡμεῖς ἐρρύσθημεν.»
215Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ κυρίου· «Ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύσωμαι αὐτόν; Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης περιέθηκέ μοι.» Ποῖον ἱμάτιον; Τὸ τῆς πίστεως ἔνδυμα. Καὶ Χιτῶνα εὐφροσύνης, ποῖον; Ὅσοι εἰς
220Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, δηλαδὴ τὴν τῆς ἀδιαιρέτου τριάδος ὁμολογίαν. Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ κυρίου. Εἰπάτωσαν καὶ μὴ σιωπάτωσαν, μὴ λήθῃ τὴν εὐεργεσίαν παραπεμψάτωσαν. Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ κυρίου· «Εἷς κύριος, μία
225πίστις, ἓν βάπτισμα, εἷς θεὸς ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν.» Μὴ ἄλλα κάτω εἰπάτωσαν ἐν τῇ κο‐ λυμβήθρᾳ καὶ ἄλλα ἄνω φλυαρείτωσαν. Ὡς ἐδιδάχθης, ὦ νεοφώτιστε, θρήσκευε· ὡς ἐβαπτίσθης, δόξαζε·
230ὡς ἀνεγεννήθης, πίστευε καὶ αὔξανε· ὃ ἐπιστεύθης, φύλαξον· ὃ ἐνεδύσω, μὴ περίσχιζε· ὃ ἐκτήσω, 〈μὴ〉 πίπρασκε· ὡς ἀετὸς ἀνεγεννήθης, τὰ ἄνω ζήτει·
235ἐκ Σοδόμων ἐξῆλθες, μὴ ὑποστρέψῃς εἰς τὰ ὀπίσω, ἵνα μὴ
γένῃ στήλη ἁλὸς ὡς ἡ γυνὴ τοῦ Λώτ· τέκνον ἐκλήθης, τὸν Ἀβεσσαλὼμ μὴ μιμήσῃ· μαθητὴς ἐγένου, τὸν Ἰούδαν μὴ συντύχῃς· εἰς τὴν κιβωτὸν εἰσῆλθες, τῷ κόρακι μὴ πλησιάσῃς·265
240τῆς Αἰγύπτου ἠλευθερώθης, βουκέφαλον μὴ θεοποιήσῃς· δαιμόνων ἐλυτρώθης, μὴ ὑπολάβῃς ἀστέρας εἶναι ἁγίους· ἐλευθερίας ἠξιώθης, μὴ γίνου δοῦλος ἡδονῶν. Ἐξεδύσω τὸν παλαιὸν ἄνθρωπον καὶ ἐνεδύσω τὸν νέον, ὅς ἐστι Χριστός· ἀσφαλῶς τήρει σου τὴν ψυχὴν καὶ τὸ σῶμα
245ἀπὸ μολυσμῶν, ἐκ τῶν ἐθνῶν ἀπεσπάσθης, τὸν ἥλιον μὴ προσκυνήσῃς· ὁ ἥλιος γὰρ διὰ σέ, οὐ σὺ διὰ τὸν ἥλιον. Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ κυρίου. Τί εἰπάτωσαν; «Ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος.» Ταῦτα ἡμῖν ἀρτίως Ἰωάννης ὁ εὐαγγε‐

(250)

λιστὴς παρέθηκεν, ὁ τῶν ἐπουρανίων ἰχνηλάτης, ὁ ἄτρωτος τοῦ ἁγίου πνεύματος στύλος, ὁ μόνος τολμήσας πολυπραγμονῆσαι τὸν πατρῷον κόλπον, ὁ τὸν Ἑλληνισμὸν διαλύσας,
255ὁ Ἰουδαϊσμὸν ἀφανίσας, ὁ πᾶσαν αἵρεσιν ὡς ἀράχνην διασπάσας, ὁ τοσοῦτον ὕψος ἐν τῇ πηλίνῃ γλώσσῃ βαστάξας, ὁ εἰς τὸ στῆθος τοῦ κυρίου ἀναπεσὼν ὡς εἰς ἀέναον πηγὴν κἀκεῖθεν τὸ νᾶμα τῆς θεογνωσίας τῷ κάδῳ τῆς
260πίστεως ἀρυσάμενος. Ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος. Ἄκουε συνετῶς. Πανταχοῦ τὸ ἦν, οὐδαμοῦ τὸ «ἐγένετο» ἢ «ἐκτίσθη»·
265πανταχοῦ θεός, ******** πανταχοῦ «ποιητής», οὐδαμοῦ τὸ «ὑπεξούσιον».
Τίνι πεισθῶμεν; Ἰωάννῃ τῷ θεολόγῳ ἢ Ἀρείῳ τῷ βλασφη‐266
270μολόγῳ; Οὐδείς μοι λόγος πρὸς Ἄρειον τὸν τῆς θεότητος ζυγοστάτην. Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ κυρίου. Τί εἰπάτωσαν; Οὐδεμία μοι κοινωνία πρὸς Μαρ〈α〉θώνιον τὸν τοῦ ἁγίου πνεύματος τομέα.
275Ἀλλ’ ἐν ἡμέρᾳ ἀγαθῇ ἀμνησία κακῶν· διὸ πάντα αἱρετικὸν τῶν ἱερῶν περιβόλων καὶ σήμερον ὡς κύνα λαθροδάκτην διώξαντες ἡμεῖς πεισθῶμεν τῷ προπάτορι Ἰακὼβ λέγοντι καὶ αὐτῷ συνεισφέροντι περὶ τῆς τοῦ κυρίου ἀναστά‐ σεως οὕτως· Ἀναπεσὼν ἐκοιμήθη φησὶν ὡς λέων καὶ ὡς
280σκύμνος λέοντος· τίς ἐγείρει αὐτόν; Ταῦτα Ἰακὼβ εἰς τὸν δεσπότην ἡμῶν Χριστὸν προεφήτευσεν. Διὰ τί δὲ ὡς λέων ἐκοιμήθη ὁ Χριστός; Τὸ μὲν διὰ τὸ βασιλικὸν ἀξίωμα, τὸ δὲ διὰ τὸ δυνατὸν τῆς ἀναστάσεως· ὥσπερ γὰρ λέοντα καθεύδοντα οὐδεὶς διυπνίσαι ἀνέχεται, εἰ μὴ αὐτὸς ἑαυτὸν
285διυπνίσει, οὕτω καὶ τὸν δεσπότην Χριστὸν οὐδεὶς ἀνέστη‐ σεν ἐκ νεκρῶν, ἀλλ’ αὐτὸς ἑαυτὸν ἤγειρεν, ὡς ἔστιν αὐτοῦ ἀκοῦσαι λέγοντος· Ἐξουσίαν ἔχω τὴν ψυχήν μου θεῖναι καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν· καὶ αὖθις· Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγείρω αὐτόν.
290Ἀναπεσὼν ἐκοιμήθη ὡς λέων φησίν, ἐπειδὴ λέων προση‐ γόρευται ὁ Χριστός. Διὰ τί; Ὥσπερ ὁ σωματικὸς λέων καθεύδων ἀνεῳγμένους ἔχει τοὺς ὀφθαλμούς—τοῦτο γὰρ φύσις τῷ λέοντι—, οὕτω καὶ ὁ δεσπότης ἡμῶν Χριστὸς καθευδήσας τῷ λόγῳ τῆς ἐνανθρωπήσεως τῷ τριημέρῳ
295οὐκ ἔκλεισε τὸ ὄμμα τῆς θεότητος, ὅτι αὐτῷ πρέπει τιμὴ καὶ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.267