TLG 2914 008 :: LEONTIUS :: In sanctam parasceven (homilia 7)

LEONTIUS Scr. Eccl., Presbyter
(Constantinopolitanus: A.D. 5/6)

In sanctam parasceven (homilia 7)

Source: Datema, C., Allen, P. (eds.), Leontii presbyteri Constantinopolitani homiliae [Corpus Christianorum. Series Graeca 17] Turnhout: Brepols, 1987: 243–252.

Citation: (Line)

1tΛεοντίου πρεσβυτέρου Κωνσταντινουπόλεως
2tλόγος εἰς τὴν ἁγίαν παρασκευὴν
3tκαὶ εἰς τὸ πάθος τοῦ Χριστοῦ
4tκαὶ εἰς τὸν δίκαιον Ἰώβ
1 Μεγάλα τῆς προσευχῆς τὰ χαρίσματα, ἀνεξάλειπτα ταύτης τὰ κατορθώματα. Ὅπου δ’ ἄν τις περιστρέψῃ τὸ τῆς δια‐ νοίας ὄμμα, οὐδὲ προσευχῆς τιμιώτερον εὑρήσει. Προσευχὴ τὸν Νῶε διεκυβέρνησεν
5 καὶ τοῦ θεηλάτου κατακλυσμοῦ ἀναυάγητον διετήρησεν· προσευχὴ τὴν στείρωσιν τῆς Ἄννας διέλυσεν καὶ τῆς ἐπαράτου κατάρας παραδόξως ἀπήλλαξεν· προσευχὴ τῷ Ἰωνᾶ τὴν κοιλίαν τοῦ κήτους εὐκτήριον οἶκον εἰργάσατο
10 καὶ Νινευΐταις τὴν πόλιν ἄτρωτον διετήρησεν· προσευχὴ Ἐζεκίᾳ τῷ βασιλεῖ πεντεκαιδεκαετῆ χρόνον ἐχα‐ ρίσατο. Καὶ ἵνα μὴ μακρολογῶ πόσον δύναται προσευχή, αὐτὸν τὸν κύριον εἰς μέσον ἀγάγωμεν, τὸν ποιήσαντα καὶ διδάξαντα,
15τὸν μὴ μόνον προσευξάμενον ἀλλὰ καὶ προσεύχεσθαι πα‐ ραινέσαντα, ὡς ἔστιν αὐτοῦ ἀκοῦσαι λέγοντος πρὸς τοὺς ἑαυτοῦ μαθητάς· «Ὅταν προσεύχεσθε, λέγετε· Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου. Ὡς τέκνα πατέρα παρακαλεῖτε, ὡς στρα‐
20τιῶται τὸν βασιλέα περιμένετε, ὡς πολιτογραφηθέντες εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, πλὴν τοῦ δεσποτικοῦ ὀνόμα‐ τος μηδὲν ἕτερον ἐπιβοᾶτε.» Οὐ μόνον δὲ ὑπὲρ ἑαυτῶν τοὺς μαθητὰς ὁ κύριος ἐδίδα‐ ξε προσεύχεσθαι, ἀλλὰ καὶ ὑπὲρ τῶν ἐπηρεαζόντων καὶ
25ἐχθραινόντων καὶ ἐπιβουλευόντων, ὡς ἔστιν αὐτοῦ ἀκοῦσαι τοῦ κυρίου λέγοντος πρὸς αὐτούς· Προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς. Ὃ ἐδίδαξεν ὁ κύριος καὶ ἐποίησεν· προσηύξατο καὶ αὐτὸς ὑπὲρ τῶν ἀθετούντων αὐτὸν ἐχθρῶν. Καὶ πότε προσηύξατο243
30ὑπὲρ τῶν ἐχθρῶν ὁ κύριος; Πότε; Τῇ παρούσῃ παρα‐ σκευῇ, ὅτε παρέστη τῷ σταυρῷ. Σήμερον γάρ, ὡς ἴστε, ὁ πάντων κριτὴς σταυροῦται. Διὸ καὶ ὡς εἶδεν ἑαυτὸν ὁ κύριος ὑπὸ τῶν Ἰουδαίων σταυρούμενον καὶ τοὺς Ἰου‐ δαίους ὑπὸ τῶν ἀψύχων στοιχείων κατακρινομένους,
35καὶ ὅτι ὁ ἥλιος ἐσκοτίζετο, ἐκεῖνοι δὲ οὐκ ἐστύγναζον, καὶ ὅτι σεισμὸς καθολικὸς ἐγίνετο, ἐκεῖνοι δὲ τῆς κακίας οὐ μετεφέροντο, καὶ ὅτι τὸ καταπέτασμα τοῦ ναοῦ διερρήγνυτο,
40 ἐκείνων δὲ αἱ καρδίαι οὐ κατηνοίγοντο, καὶ ὅτι πολλὰ μὲν ἠνοίγοντο μνήματα, ἐκείνων δὲ αἱ ψυχαὶ οὐκ ἐφωτίζοντο, καὶ ὅτι νεκροὶ μὲν ἀνίσταντο, ἐκεῖνοι δὲ τοῖς νεκροῖς συνελογίζοντο,
45οὕτως καὶ ὁ κύριος φιλανθρωπευόμενος τὸ τῶν ἀνθρώπων γένος ἐν αὐτῷ τῷ σταυρῷ προσηύχετο πρὸς τὸν ἑαυτοῦ πατέρα τῇ παρούσῃ παρασκευῇ λέγων· Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην, οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Εἶδες, ὦ φίλε, πῶς ὃ ἐδίδαξε καὶ ἐπλήρωσεν, πῶς ὑπὲρ

(50)

τῶν ἐχθρῶν προσεύχεται; Διὰ τί; Ἤθελεν ὁ πατὴρ τοῦ κυρίου ὡς ἀγανακτῶν ὑπὲρ τῆς ὕβρεως τοῦ υἱοῦ θα‐ νατῶσαι τὸ τῶν Ἰουδαίων φῦλον, τοὺς ἀντὶ προσκυνήσεως σταυρὸν πελεκῶντας, καὶ ἀντὶ παρακλήσεως ἥλους χαλκεύοντας,
55καὶ ἀντὶ προσφορᾶς ὄξος προσάγοντας,
καὶ ἀντὶ δώρων καλάμῳ τύπτοντας, καὶ ἀντὶ κειμηλίων ἀκάνθινον στέφανον πλέκοντας, καὶ τολμηρῶς βοῶντας· Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. Διὰ ταῦτα βουλευομένου τοῦ πατρὸς ἐξαλεῖψαι244
60παραυτὰ τὸ τῶν Ἰουδαίων φῦλον, ὁ μονογενὴς υἱὸς ὡς μεσίτου τάξιν εἰληφὼς παρεκάλει τὸν πατέρα λέγων· «Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην, οὐ γὰρ οἴδασι τί ποι‐ οῦσιν. Πολλοὶ γὰρ ἐξ αὐτῶν ἐπιστρέψουσιν· διὸ παρακαλῶ, μὴ συνθερισθῇ ζιζανίοις σῖτος,
65μὴ συναπόλλωνται λύκοις ἀρνειοί, μὴ συνφθαρῶσι κόραξι περιστεραί, μὴ συγκαυθῶσιν ἀκάνθαις ῥόδα. Οὐ μόνον Καϊάφας ἐνταῦθα μαστίζων, ἀλλὰ καὶ Παῦλος ἐπιστρέφων·
70οὐ μόνον ὁ δοῦλος τοῦ ἀρχιερέως ῥαπίζων, ἀλλὰ καὶ Στέφανος τὸ μαρτύριον εὐτρεπίζων. Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην.» Ταῦτα δὲ ὁ υἱὸς ἔλεγε πρὸς τὸν πατέρα οὐχ ὡς τοῦ πατρὸς ἀγνοοῦντος τί βούλεται ὁ υἱὸς ἢ τοῦ υἱοῦ ἀμφι‐
75βάλλοντος τί θέλει ὁ πατήρ—μία γὰρ βούλησις πατρὸς καὶ υἱοῦ· ἐκεῖνο γὰρ οἶδεν ὁ λόγος ὃ θέλει ὁ νοῦς, 〈καὶ ἐκεῖνο οἶδεν ὁ νοῦσ〉 ὃ θέλει ὁ λόγος—, οὐχ ὡς ἀγνοῶν τοίνυν τὴν τοῦ πατρὸς βούλησιν ἔλεγε ταῦτα, ἀλλ’ ὡς βουλόμενος καὶ ἐν αὐτῷ τῷ σταυρῷ ὁ μονογενὴς υἱὸς τὴν ἐμφάνειαν
80τοῦ πατρὸς ποιήσασθαι, ἵνα μὴ ὡς ξένος καὶ νόθος δι‐ αβληθῇ, ἀλλ’ ὡς γνήσιος καὶ τῆς αὐτῆς οὐσίας ὤν. Διὰ ταῦτα προσεύχεται ὁ μονογενὴς υἱός, ὅπως τοῦ πατρὸς τὴν ἐμφάνειαν ποιήσηται, ὅπως ὃ ἔλαβε παρὰ τοῦ πατρὸς ἀντιδῷ καὶ αὐτὸς τῷ πατρί.
85Ἔστι δὲ πάντως εἰπεῖν τινα· «Τί ἐστιν ὃ ἔλαβε παρὰ τοῦ
πατρός, ἵνα ἀντιδῷ καὶ αὐτὸς τῷ πατρί;» Ἄκουε ἅπερ οὐκ ἀγνοεῖς· διὸ ὑπομιμνήσκω, οὐ διδάσκω. Ἤκουες ἐν τῷ βαπτίσματι τῷ Ἰορδανιαίῳ ἄνωθεν τοῦ πατρὸς βοῶντος· Οὖτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ245
90ηὐδόκησα, αὐτοῦ ἀκούετε. Ὁ πατὴρ τὸν υἱὸν σημαίνει καὶ γνωρίζει τοῖς ἀνθρώποις. Βουλόμενος τοίνυν ὁ υἱὸς ἀντα‐ ποδοῦναι ταύτην τὴν μαρτυρίαν τῷ πατρὶ ἐν αὐτῷ τῷ σταυρῷ ἐβόα· Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην, οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Καὶ ὅτι δι’ ἐμφάνειαν ταῦτα ὁ
95μονογενὴς υἱὸς ἐφώνησεν, ἄκουε αὐτοῦ τοῦ υἱοῦ πρὸς τὸν πατέρα λέγοντος· «Πάτερ, ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις.» Τούτου γὰρ χάριν καὶ ἡ οἰκονομία, ἵνα ὁ πατὴρ γνωρίσῃ τὸν υἱόν, ἵνα ὁ υἱὸς γνωρίσῃ τὸν πατέρα, ὡσαύτως μεταξὺ πατρὸς καὶ υἱοῦ γνωρισθῇ καὶ τὸ ἅγιον

(100)

πνεῦμα. Ὁμοίως πάλιν ἄκουε τὸν υἱὸν προσευχόμενον καὶ λέγον‐ τα πρὸς τὸν πατέρα· «Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην.» Ἀλλὰ σύ, ἀκρόατα, μὴ ἀρνήσῃ τὴν γνώμην, μὴ σμικρύνῃς τὸν ἀκατάληπτον. Ἐὰν γὰρ τὸν υἱὸν σμικρύνῃς,
105καὶ τὸν πατέρα σμικρύνεις· ἐκεῖ γάρ ἐστιν ὁ πατήρ, ὅπου ἐστὶν ὁ υἱός. Διὰ τοῦτο καὶ υἱὸς προσηγόρευται ἀπὸ τοῦ οἷος, τουτέστιν οἷος ὁ πατήρ, τοιοῦτος καὶ ὁ υἱός. Διὸ ἀκούων τὸν μονογενῆ τοῦ θεοῦ υἱὸν προσευχόμενον, κατὰ τὸν τῆς ἐνανθρωπήσεως λόγον ἐκλάμβανε. Προσεύχεται
110γὰρ οἰκονομικῶς, θαυματουργεῖ δὲ θεοπρεπῶς· οὐκ ἄλλος ὁ πάσχων καὶ ἄλλος ὁ θαυματουργῶν. Εἷς καὶ ὁ αὐτὸς ὁ καθεύδων καὶ ὁ νεκροὺς ἐγείρων, εἷς καὶ ὁ αὐτὸς ὁ πεινῶν καὶ ὁ χορτάζων, εἷς καὶ ὁ αὐτὸς ὁ μονογενὴς υἱὸς
115ὁ καὶ ἐν τῷ παρθενικῷ σηκῷ ἀστενοχωρήτως οἰκήσας,
καὶ ἐν τῷ σταυριαίῳ ξύλῳ ἀρρήτως παγείς, καὶ ἐν τῷ λελαξευμένῳ μνημείῳ τὸ τριήμερον καθευδήσας, καὶ ἐν τῇ νεφέλῃ τῆς ἀναλήψεως τὴν ἀπαρχὴν τῆς
ἀνθρωπότητος ἀνασφαιρίσας,
246
120καὶ ἐν τῷ πατρῴῳ κόλπῳ ἀφράστως καὶ ἀχρόνως αὐλι‐
ζόμενος, καὶ ἄνω καὶ κάτω μηδαμοῦ λειπόμενος. Μεγάλα τοίνυν τὰ τῆς προσευχῆς χαρίσματα, ἀνεξάλειπτα τὰ ταύτης δωρήματα.
125Προσευχὴ θλίψεως ἀπουσία, εὐφροσύνης ἐπιστασία, φίλων παραμυθία, τοῦ ἐπὶ πάντων θεοῦ δωροδοσία. Ἔστι δὲ πάντως εἰπεῖν τινα· «Τί ἐστι προσευχὴ τοῦ ἐπὶ
130πάντων θεοῦ δωροδοσία;» Τί ἐστιν; Ἤκουες ἀρτίως τοῦ συγγραφέως Μωσέως λέγον‐ τος· Εἶπεν ὁ κύριος Ἐλιφὰζ τῷ Θεομανείτῃ· Ἥμαρτες σὺ καὶ οἱ δύο σου φίλοι· οὐ γὰρ ἐλαλήσατε ἐνώπιόν μου οὐδὲν ἀληθές, ὥσπερ ὁ θεράπων μου Ἰώβ. Καὶ νῦν λάβετε
135ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς καὶ πορεύθητε πρὸς τὸν παῖδά μου Ἰώβ, καὶ ποιήσει καρπώσεις ὑπὲρ ὑμῶν, καὶ ζήσεσθε, ὅτι εἰ μὴ πρόσωπον αὐτοῦ ἔλαβα, ἀπώλεσα ἂν ὑμᾶς. Εἶδες προσευχὴν φίλων εὐεργεσίαν, καὶ πῶς ὁ θεὸς ἀνθρώποις διὰ προσευχῆς λύσιν πλημμελημάτων χαρίζεται;
140Εἶπεν ὁ κύριος τῷ Ἐλιφάζ· Ἥμαρτες σὺ καὶ οἱ δύο σου φίλοι. Πορεύθητε οὖν πρὸς τὸν παῖδά μου Ἰώβ, καὶ προ‐ σεύξηται ὑπὲρ ὑμῶν ὁ θεράπων μου Ἰώβ. Καλῶς ὁ κύριος ἐν ταὐτῷ τὸν Ἰὼβ καὶ παῖδα καὶ θεράποντα προσαγορεύει· παῖδα τὸ τῆς δουλείας ὄνομα, θεράποντα τὸ τῆς εὐσεβείας
145κατόρθωμα. Πορεύθητε πρὸς τὸν παῖδά μου Ἰώβ, ὁ θε‐
ράπων μου προσεύξηται ὑπὲρ ὑμῶν καὶ ζήσεσθε. Ὢ τῆς τοῦ κυρίου ἀγαθότητος. Αὐτὸς φιλανθρωπεύεται καὶ τῷ Ἰὼβ τὴν χάριν παρέχει. Σφόδρα καλῶς. Ὥσπερ γὰρ ἐν τοῖς παροῦσι κοσμικοῖς βασιλεὺς247

(150)

βουλόμενος τὸν ἔγγιστα αὐτοῦ καὶ πλουτίσαι καὶ δο‐
ξάσαι, δι’ αὐτοῦ δέλτους δωρεῖται καὶ σωτηρίαν καταδίκοις χα‐ ρίζεται, ὅπως κἀκείνους εὐεργετήσῃ καὶ τὸν ἔγγιστα πλουτίσῃ,
155οὕτω καὶ ὁ τῶν πάντων βασιλεὺς θεὸς βουλόμενος τὸν Ἰὼβ ὡς ἴδιον ἄνδρα δοξάσαι, δι’ αὐτοῦ τὴν ἁμαρτίαν τοῖς φίλοις συγχωρεῖ, ὅπως καὶ αὐτὸς δοξασθῇ κἀκεῖνοι τῆς ἁμαρτίας ῥυσθῶσιν. «Πορεύθητε πρὸς τὸν παῖδά μου Ἰώβ. Εἰ μὴ παρ’ αὐτοῦ
160παρακληθῶ, συγγνώμην οὐ δίδωμι. Πορεύθητε πρὸς τὸν παῖδά μου Ἰώβ· ὃν ὑβρίσατε παρακαλέσατε, ὃν ἠθετήσατε δοξάσατε, τὸν εἱλκωμένον ἱερέα δέξασθε,
165τὸν ἐπὶ τῆς κοπρίας ἐπὶ τῷ θυσιαστηρίῳ κατανοήσατε. Οὐ γὰρ ὡς ἁμαρτωλὸν αὐτὸν ἐγκατέλιπον, ἀλλ’ ὡς δίκαιον ἐδόξασα. Χρυσὸς ἐν καμίνῳ δοκιμάζεται, καὶ δίκαιος ἐν πειρασμοῖς λαμπρύνεται. Μὴ ἐζημίωσεν αὐτὸν ἡ κοπρία; Μὴ οὐ γέγονεν ἐνδοξότερος; Μὴ κακῶς ἐπραγματεύσατο;
170Οὐκ ἔδωκεν ἁπλᾶ, καὶ διπλᾶ ἔλαβεν; Πορεύθητε πρὸς τὸν παῖδά μου Ἰώβ, τὸν ἀπὸ καμάτου καὶ συγκοπῆς εἰς ἄνεσιν ἐλθόντα. Μάθετε φίλου πιστοῦ προ‐ κοπήν· ἐκεῖνος πιστός, ὑμεῖς δὲ ἄπιστοι. Ἐξ ὧν εἴδατε, μάθετε ὅτι οὐδεὶς πιστεύσας εἰς κύριον ἐγκατελείφθη.
175Πορεύθητε πρὸς τὸν παῖδά μου Ἰώβ, ὅτι εἰ μὴ δι’ αὐτὸν ἀπώλεσα ἂν ὑμᾶς.»
Ταῦτα ἀκούσας Ἐλιφὰζ εὐθέως παραλαβὼν τοὺς δύο φίλους, Βάλδαν καὶ τὸν Σοφάρ, ἐπορεύθησαν δρομαίῳ ποδὶ πρὸς τὸν γενναιότατον Ἰώβ, καὶ πορευθέντες προσέπεσαν,248
180ἐδεήθησαν, ἠξίωσαν, παράκλησιν ᾔτησαν λέγοντες πρὸς τὸν Ἰώβ· «Ἐσφάλημεν γενναιότατε, οὐκ ᾔδειμεν τὸ συμβάν σοι. Νῦν ἔγνωμεν τοὺς ἀγῶνας σου, νῦν ἔγνωμεν ὅτι ἐρράγη ὁ ἀντίπαλος, ἐξ ὧν σὺ στεφανηφόρος ἀνεδείχθης. Πρέσβευσον ὑπὲρ ἡμῶν· καταλλαγείη ἡμῖν ὁ ἡμέτερος βα‐
185σιλεύς, σὸς δὲ καὶ θεὸς καὶ ἀγωνοθέτης. Αὐτὸς ἡμᾶς ἀπέστειλε πρὸς σὲ εἰρηκώς, ὡς δίχα τῆς σῆς παρακλήσεως συγγνώμην ἡμᾶς τῶν πλημμελημάτων μὴ δέξασθαι.» Ταῦτα ἀκούσας ὁ φιλόφιλος Ἰὼβ οὐκ ἀνεβάλετο, οὐκ ἐ‐ δίστασεν, οὐκ ὠνείδισεν, οὐκ ἀπεστράφη· ᾔδει καὶ φίλων
190πταίσματα συγχωρεῖν. Διὸ παραυτὰ τὴν θυσίαν τῆς προ‐ σευχῆς πληρώσας, τὸν μὲν θεὸν ἐδυσώπησεν, τοὺς δὲ φίλους εὐεργέτησεν, ἑαυτὸν δὲ πρὸς εὐχαριστίαν παρέστησεν. Τί οὖν ὁ συγγραφεὺς Μωϋσῆς; Καλὸν γὰρ καὶ τὰ ἀκόλουθα μηνύσαι. Προσευξαμένου δέ φησι τοῦ Ἰὼβ περὶ
195τῶν φίλων αὐτοῦ ἀφῆκεν αὐτοῖς ὁ κύριος τὴν ἁμαρτίαν αὐτῶν. Προσέθηκε δὲ ὁ θεὸς τῷ Ἰὼβ διπλᾶ πάντα ὧν εἶχεν ἔμπροσθεν. Ἀκούσαντες δὲ οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ πάντα τὰ συμβάντα αὐτῷ παρεγένοντο πρὸς αὐτόν· φαγόντες δὲ καὶ πιόντες παρ’ αὐτῷ παρεκάλεσαν αὐτόν.

(200)

Ὦ ἀδελφῶν καὶ συγγενῶν καταδρομή. Ἐν πένθει οὐδείς, ἐν εὐωχίᾳ πολλοί. Ὅτε ἐπὶ τῆς κοπρίας ἐκαθέζετο, πάντες ἀπέφευγον· ὅτε ἐν τοῖς βασιλείοις ηὐλίζετο, πάντες ἔτρεχον. Τοῦτο δὲ οὐ μόνον τότε, ἀλλὰ καὶ νῦν συμβαίνει.
205Πολλάκις τις πένεται, καὶ οὐ μόνον ὑπὸ τῶν συγγενῶν οὐ γνωρίζεται, ἀλλὰ καὶ τοὐναντίον ὅρκους δέχεται μηδέποτε τῷ γένει πλησιάζειν. Ἐὰν δὲ προνοίᾳ τοῦ τὸν Ἰὼβ ἐκ
δευτέρου πλουτίσαντος πλουτήσῃ καὶ οὗτος καὶ ἀξιώματος ἐπιλάβηται, εὐθέως πάντες οἱ συγγενεῖς κατατρέχουσιν,249
210παρακαλοῦσιν, θάλπουσιν, πολλάκις λέγουσιν· «Ἃ ηὐξάμε‐ θα, εἴδαμεν», ὡς εἶναι τοὺς τοιούτους τῆς ὑπάρξεως καὶ οὐ τῆς φύσεως συγγενεῖς. Τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ γενναιοτάτου Ἰώβ· ὅτε ἐπὶ τῆς κοπρίας ἐκαθέζετο καὶ τοὺς ἰχῶρας ἀπέξεε καὶ κάμνων ἀνελέγετο καὶ στένων ἔλεγεν·
215Διὰ τί ἐν κοιλίᾳ μητρός μου οὐκ ἐτελεύτησα; Διὰ τί δὲ ἐξελθὼν εὐθέως οὐκ ἀπωλόμην; Διὰ τί δὲ συνήντησάν μοι γόνατα; Διὰ τί δὲ μαζοὺς ἐθήλασα μητρός μου; τότε οὐκ ἀδελφὸς δακρύων, οὐκ ἀδελφὴ πενθοῦσα, οὐ
220συγγενὴς στενάζων. Μόνον δὲ τῆς βασιλείας ἐπελάβετο καὶ διπλῆς ὑπάρξεως δεσπότης γέγονεν, εὐθέως οἱ ἀδελφοὶ παρατασσόμενοι, αἱ ἀδελφαὶ σοβαρευόμεναι, οἱ φίλοι ἐπε‐ ρειδόμενοι. Τί δὲ λέγω περὶ τῶν ἀδελφῶν καὶ τῶν συγγενῶν καὶ οὐ
225μεταφέρω θᾶττον τὸν λόγον διὰ τὸ τῆς ὥρας ὀψὲ ἐπὶ τὴν γαμετὴν τοῦ Ἰώβ; Καὶ γὰρ καὶ αὐτὴ κάμνοντος τοῦ Ἰὼβ καὶ ἐν ἀγωνίᾳ διάγοντος σκληροτέρα πάντων γεγένηται, τουτέστιν ὀνειδίζουσα, λοιδοροῦσα, βλασφημεῖν παρακελευ‐ ομένη, λέγουσα πρὸς τὸν ἄνδρα·
230Μέχρι τίνος καρτερήσεις λέγων· Ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου; Ἰδοὺ γὰρ ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς· υἱοὶ καὶ θυγατέρες, τῆς ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι,
235ἐτελεύτησαν, οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων· σύ τε αὐτὸς ἐν σαπρίᾳ σκωλήκων κάθῃ διανυκτερεύων αἴθριος,
ἐγὼ δὲ πλανῆτις καὶ λάτρις250
240τόπον ἐκ τόπου καὶ οἰκίαν ἐξ οἰκίας περιερχομένη. Πότε δύσεται ὁ ἥλιος, ἵνα ἀναπαύσωμαι τῶν μόχθων καὶ τῶν ὀδυνῶν, αἵ με νῦν συνέχουσιν; Ἀλλ’ εἶπόν τι ῥῆμα πρὸς κύριον καὶ τελεύτα.
245Εἶδες ἀνελπιστίας ῥήματα; Μέχρι τίνος καρτερήσεις λέγων· Ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρόν; Τουτέστιν· «Ἕως πότε φρεναπατᾷς σεαυτὸν προσδοκίαν ἀγαθῶν καραδοκῶν; Ποία σοι ἐλπὶς ὑπολέλειπται; Τί δέ σοι ὤνησε τὸ συχνῶς τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐπαίρειν καὶ τὰς εὐχὰς πλατύνειν;

(250)

Ἄνωθεν ἐπολεμήθης καὶ ἐκ τοῦ οὐρανοῦ πῦρ κατηνέχθη.» Ταῦτα τῆς γυναικὸς λεγούσης ἔτι τοῦ Ἰὼβ ἐν τῷ πειρα‐ σμῷ διάγοντος, τότε μὲν ὁ Ἰὼβ οὐδὲν ἀπεκρίνατο· μόνον δὲ τῆς βασιλείας ἐπελάβετο καὶ τῆς ὑπάρξεως τετύχηκεν καὶ εἶδεν ἀδελφοὺς καὶ φίλους καὶ συγγενεῖς καὶ πάντας
255εὐωχουμένους, ὁμοίως καὶ τὴν γαμετὴν τῷ βασιλικῷ πέπλῳ φαιδρυνομένην καὶ τῶν αὐτῶν τέκνων μητέρα γινο‐ μένην, στραφεὶς πρὸς τὴν γυναῖκα ὁ Ἰὼβ ἔλεγεν· «Τί λέγεις, γύναι; Οὐ σὺ εἶ ἡ πάντων μοι χαλεπώτερον ἐπιπλήττουσα; Οὐκ ἔλεγές μοι· Μέχρι τίνος καρτερήσεις
260λέγων· Ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου; Ἦλθεν ἡ ἐλπὶς τῆς σωτηρίας μου. Ἦ ὁ γεωργὸς τὸν στάχυν οὐκ ἐκδέχεται; Κἀγὼ τὸν θεὸν οὐ περιμένω τὸν ἀνιστῶντα ἀπὸ γῆς πένητα καὶ ἀπὸ κοπρίας ἐγείροντα πτωχόν; Μὴ οὐκ ἦλθε τὸ θέρος τῶν
265ἀγαθῶν; Μὴ οὐκ ἔφθασε τὸ ἔαρ τῆς ἀπολαύσεως; Οὐχὶ μᾶλλον νῦν πλουτεῖς ἢ πρότερον; Περίβλεψαί σου τὰ τέ‐ κνα· μὴ ἀμορφότερα ταῦτα τῶν πρώτων; Μὴ οὐ γέγονας ἄμπελος δίφορος; Ἐκείνους ἐτρυγήθης, ἀλλὰ τούτους κρα‐
τεῖς· κἀκεῖνοι ζῶσι καὶ οὗτοι σκιρτῶσιν. Οὕτω γὰρ διπλᾶ251
270ἀπέλαβα τὰ πάντα· εἰ ἤκουσά σου, γύναι, καὶ βλασφημήσας τὸν βίον ἐξῆλθον, πόθεν ἡ ἀνάστασις τῶν ἀγαθῶν; Εἶδες ἡ κοπρία τῆς ὑπομονῆς πόσον καρπὸν ἐβλάστησεν; Διό, γύναι, ἀπὸ τοῦ λοιποῦ μὴ ἄρξῃ λέγειν· Ἐγὼ πλανῆτις καὶ λάτρις. Ἔπεσε γὰρ ὁ πλάνος καὶ κατήργηται ὁ εἰδωλο‐
275λάτρης.» Ὄντως ἔπεσεν ὁ πλάνος διάβολος, ὁ ἀεὶ καθ’ ἑαυτοῦ τοὺς βοθύνους ἐγείρων. Σήμερον γὰρ καὶ σταυρὸς πλέκεται καὶ Ἰὼβ στεφανοῦται, σήμερον καὶ ὁ Ἀδὰμ ἀνακαινοῦται καὶ λῃστὴς ἐπαινεῖται,
280σήμερον καὶ τάφος σφραγίζεται καὶ οὐρανὸς ἀνοίγεται, σήμερον ὁ δεσπότης ῥαπίζεται καὶ ἡ ἀνθρωπότης τὴν
ἐλευθερίαν δέχεται. Καὶ μαρτυρεῖ μοι τῷ λόγῳ Παῦλος βοῶν· Τῇ ἐλευθερίᾳ Χριστὸς ἡμᾶς ἐξηγόρασεν, στήκετε ἑδραῖοι.
285Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.252