TLG 2914 007 :: LEONTIUS :: In uxorem Job et in proditionem Judae (homilia 6) LEONTIUS Scr. Eccl., Presbyter In uxorem Job et in proditionem Judae (homilia 6) Citation: (Line) | ||
1t | Λεοντίου πρεσβυτέρου Κωνσταντινουπόλεως | |
---|---|---|
2t | λόγος εἰς τὴν προδοσίαν τοῦ Χριστοῦ | |
1 | Ὥσπερ κανόνος παρατεθέντος τὸ στρεβλὸν τῶν ξύλων ἐλέγχεται, οὕτω τῆς δεσποτικῆς ταύτης πέμπτης παρούσης οἱ τὸ ἀδιάλυτον λύοντες δημοσιεύονται. Ποῦ τῆς καθημε‐ ρινῆς συσφίγξεως τὰ σκιρτήματα; Ἐκκλησιῶν καπηλεῖα | |
5 | προκρίνονται καὶ λουτρὰ θυσιαστηρίου. Εὐθέως ὄνομα βε‐ βαιοῦν τῶν ἀκρίτων τὴν πρόθεσιν. Διαλύεις, εἰπέ μοι, τὴν νηστείαν; Ὅπου τὸ καλόν, σύσφιγξον καὶ μὴ λύσῃς· ὅπου φαῦλον, λῦσον μὴ σφίγξῃς. Τί τὸ κινοῦν σε πρὸς διάλυσιν τῆς νηστείας, φίλε; Εἰ μὲν | |
10 | διὰ σαρκὸς ἀσθένειαν μετέχεις οἴνου, ἀπόλαυε καὶ σήμερον· οὐδὲν γὰρ ὑπὲρ δύναμιν παρὰ σοῦ ζητεῖ ὁ θεός. Εἰ δὲ ἐν ταῖς παρελθούσαις ὑδροποτήσας σκληροφαγίαν μετῆλθες, καὶ σήμερον ὑπόμεινον, ἵνα μὴ ἐν τῷ λιμένι ναυαγήσῃς. Ὃ οὐ θέλεις παθεῖν μὴ ποιήσῃς. Οἷόν τι λέγω· παρατίθει | |
15 | πολλάκις βαλλάντιον ἐσφραγισμένον μαργαριτῶν πεπληρω‐ | |
μένον· ἐὰν ὁ δεξάμενος τοῦτο ὡς παραθήκην ἐκ πλαγίων λύσας τὸ βαλλάντιον ἀφέληται μαργαρίτην, οὐ παραδίδως, οὐ τιμωρῆσαι τοῦτον, οὐχ ὡς ἄπιστον δημοσιεύεις; Τὸν αὐτὸν τρόπον ὁ τῶν πάντων θεὸς ἐπίστευσέ σοι τὸ βαλ‐ | 229 | |
20 | λάντιον τῆς νηστείας, ἐν ᾧ οἱ μαργαρῖται τῆς ἀπολαύσεως ἐσφραγισμένοι τῷ δακτύλῳ τοῦ ἁγίου πνεύματος· μὴ ἀφέλῃ, μὴ διαλύσῃς, μὴ διὰ μίαν ἡμέραν ἢ ὥραν τῶν στεφάνων ἀποτύχῃς. Τί τὸ κινοῦν σε πρὸς διάλυσιν; Οὐδεὶς σήμερον εὐφραίνε‐ | |
25 | ται, εἰ μὴ ὁ διάβολος καὶ οἱ τούτου σύνδρομοι Ἰουδαῖοι. Οὐκ ἤκουες ἀρτίως πῶς Ἰουδαίων παῖδες συναχθέντες εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως ἅμα τοῖς πρεσβυτέροις συμβούλι‐ ον ἔλαβον πῶς τὸν Ἰησοῦν κρατήσωσι καὶ ἀποκτείνωσι δόλῳ; | |
30 | Σήμερον ὁ δεσπότης Χριστὸς λύπῃ συνέχεται, διὰ πάντων γὰρ πληροῖ τὰ ἀνθρώπινα μέτρα· σήμερον οἱ μαθηταὶ ἐναγώνιοι γίνονται, ἄνθρωποι γάρ εἰσι δειλίαν ἠμφιεσμένοι· σήμερον ἡ κτίσις ἐν πένθει τοῦ κτίστου πάντων ὑβριζο‐ | |
35 | μένου, καὶ σὺ ἐν μέθῃ καὶ ἐν κραιπάλῃ καὶ ἐν τοῖς ἐναντίοις πράγμασι διατελεῖς; Μὴ ὑβρίσῃς τὴν ἑορτήν, ὧ φίλε· μὴ ἀθετήσῃς τὴν ἀνάστασιν, | |
40 | μὴ δύο πάσχα ποθήσῃς, μὴ προφασίσῃ τὸ μυστήριον· οὐκ ἔστιν ὃ βλέπεις, οὐκ ἔστι βρῶσις καὶ πόσις. Διὰ τοῦτο | |
«μυστήριον» λέγεται, ἐπειδὴ πρὸς κόρον οὐ δίδοται. Στόμωμα ψυχῆς ὑπάρχει τὸ μυστήριον, | 230 | |
45 | σωφροσύνης ἀρραβών, φιλίας σύσφιγξις, διεστώτων ἕνωσις· σαρκοφαγεῖς, οὐκ ἀρτοφαγεῖς· αἱμοποτεῖς, οὐκ οἰνοποτεῖς. | |
(50) | Ἤκουες ἀρτίως· ἡ παραναγνωσθεῖσα ἡμῖν γυνὴ ἐν τοῖς θείοις εὐαγγελίοις, αὕτη μύρον κατέχεεν· μὴ γὰρ οἶνον ἐξέχεεν; Ἀρτίως ὁ δεσπότης Χριστὸς τὸ μυστήριον πα‐ ρέδωκεν· μὴ γὰρ μεθυστήριον; Οὐδεὶς ἐμεθύσθη σήμερον, εἰ μὴ μόνον ὁ Ἰούδας μέθην ψυχοφθόρον. | |
55 | Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ λέγοντος· Ὀψίας δὲ γε‐ νομένης συνανέκειτο ὁ Ἰησοῦς μετὰ τῶν δώδεκα μαθητῶν αὐτοῦ. Ὢ τῶν παραδόξων πραγμάτων, ὢ τῆς τοῦ κυρίου φιλανθρωπίας. Καὶ τὸν Ἰούδαν ἑαυτῷ συνανέκλινεν. Οὐκ ἔ‐ δει τὸν προδότην ἀπώσασθαι; Συνανεκλίθη αὐτῷ. Διὰ τί; | |
60 | Ἵνα μὴ πρόφασιν εὕρῃ τῆς προδοσίας. Εἰ μὴ συνανέκλινεν αὐτὸν μετὰ τῶν λοιπῶν μαθητῶν, ἤμελλε λέγειν ὁ Ἰούδας ὅτι «Ἠθετήθην, ἐξουθενήθην, καὶ διὰ τοῦτο ἐπὶ τὴν κυριο‐ πρασίαν ἤλασα.» Ὅπως οὖν πανταχοῦ τὴν πρόφασιν αὐτοῦ θερίσῃ, καὶ αὐτὸν σὺν τοῖς μαθηταῖς ἀνακλίνει. Ἐν αὐτῷ δὲ | |
65 | ὁ κύριος καὶ τὸ προγνωστικὸν πᾶσιν ὡς θεὸς μηνύων τοῖς συνανακειμένοις, ἔλεγε τοῖς μαθηταῖς· Ἀμὴν λέγω ὑμῖν, εἷς | |
ἐξ ὑμῶν παραδώσει με. Ταύτην τὴν πικρὰν φωνὴν πρῶτον οἱ μαθηταὶ ἀκούσαντες λύπῃ κατηνέχθησαν καὶ ὃν κατεῖχον ἄρτον κατέλιπον· εἷς | 231 | |
70 | ἕκαστος αὐτῶν ὑπὸ τοῦ συνειδότος ἐλαυνόμενος προσῄει τῷ κυρίῳ· «Ἐγώ σε παραδώσω, δέσποτα; Νεκροὺς ἐξυπνίζω τῷ σῷ ὀνόματι κεχρημένος, χωλοῖς τρέχειν παρέχω, | |
75 | τυφλῶν καταρράκτας ἀνοίγω, θάλασσαν χωροβατῶ, ὄχλον παθῶν ἀνατρέπω, ἀγέλην δαιμόνων φυγαδεύω, καὶ τῆς τοσαύτης εὐεργεσίας προδοσίαν σοι μισθὸν προ‐ | |
80 | σοίσω; Ὅμως λέγε μοι, δέσποτα, ἐπειδὴ οὐκ οἶδα τί τέξεται ἡ ἐπιοῦσα—οὐκ ἐν τῷ ἀνθρώπῳ γὰρ ἡ ὁδὸς αὐτοῦ—, σοὶ δὲ τὰ μέλλοντα ὡς παρόντα ἔγνωσται, λέγε ἡμῖν τίς ὁ παραδιδούς σε, ἵνα μὴ πάντες ἀπὸ λύπης ἐκλείψωμεν.» | |
85 | Ὁ δὲ κύριος πρὸς τοὺς μαθητάς· «Τίς ἐστιν ὁ παραδιδούς με; Ὁ ἐμβάψας μετ’ ἐμοῦ ἐν τῷ τρυβλίῳ, αὐτός με πα‐ ραδώσει. Ἤδη καταφρονεῖ μου, ἤδη κατεξανέστη.» Ὁ δὲ Ἰούδας ἀκούσας ταῦτα, δέον αὐτὸν προσπεσεῖν, ἐξομολογήσασθαι, μετάνοιαν δέξασθαι, τούτων μὲν οὐδὲν | |
90 | πεποίηκεν, ὡς ἀγνώστῳ δὲ τῷ κυρίῳ προσέρχεται λέγων, καθὼς ἀρτίως ἤκουες· Μήτι ἐγώ εἰμι, ῥαββί; Ὁ δὲ κύριος πρὸς αὐτόν· «Εἰ ἀγνοεῖς, ἐπερώτα· εἰ οὐκ οἶ‐ δας, μάνθανε· εἰ οὐκ ἐμβάπτεις ἐν τῷ τρυβλίῳ, πείραζε. | |
Τὴν τιμήν μου βαστάζεις καὶ ἐρωτᾷς· Μήτι ἐγώ εἰμι, | 232 | |
95 | ῥαββί; Οὐδὲ τῷ προφήτῃ με Ἐλισσαίῳ συγκρίνεις; Ἐλισ‐ σαῖος ὁ προφήτης τὸν ἑαυτοῦ παῖδα Γιεζεὶ ἐκ τοῦ Νεεμὰν ὑποστρέψαντα, ὅτε μισθὸν τῆς θεραπείας ἐλάμβανεν, ἐπε‐ ρωτῶν, καὶ δοκῶν ὁ Γιεζεὶ ἄνθρωπον πλανᾶν ἔλεγε πρὸς αὐτόν· Οὐ πεπόρευται ὁ δοῦλός σου ἔνθεν καὶ ἔνθεν· | |
(100) | δημοσιεύων δὲ αὐτὸν ὁ Ἐλισσαῖος ἔλεγεν· “Οὐχὶ ἡ καρδία μου ἦν μετὰ σοῦ, ὅτε κατέβης μετὰ Νεεμάν;” Ἐλισσαίου ἡ καρδία οὐκ ἐπλανήθη καὶ ἡ ἐμὴ θεότης σφάλλεται; Ὡς ἀγνοοῦντί μοι προσῆλθες, Μήτι ἐγώ εἰμι, ῥαββί; λέγων. Συνετάξω τοῖς Ἰουδαίοις, ἔδωκες αὐτοῖς σημεῖον λέγων· | |
105 | Ὃν ἐὰν φιλήσω αὐτός ἐστιν, κρατήσατε αὐτόν. Ἐὰν μὴ θέλω, οὐ κρατοῦμαι. Οὐκ οἶδας τί ἔπαθεν ἡ συκῆ; Οὐκ οἶδας ποῦ ἀπέστειλα τὸν λεγεῶνα; Οὐκ ἤκουες τῶν δαιμόνων ὁμολογούντων τὴν δεσποτείαν; | |
110 | Οὐκ εἶδες τὸν Ἰορδάνην ἀναχαιτίζοντα; Οὐκ ἐθεάσω τὴν θάλασσαν φεύγουσαν; Οὐκ ἔγνως τοὺς ἀνέμους δειλιῶντας; Οὐκ εἶδες τὰ κύματα γαληνιῶντα; Ἡ κτίσις γνωρίζει καὶ σὺ πιπράσκεις; Ὅμως, Ἰούδα, | |
115 | πορεύου πρὸς τὴν πρότασιν, συντάττου τοῖς Ἰουδαίοις, ἀνάστρεφε πρός με, δός μοι τὸ φίλημα. Καταδέχομαι τοῦ φιλῆσαί σε, οὐχ ὅτι ἄξιος εἶ τοῦ φιλήματος, ἀλλ’ ὅτι δεῖ με | |
λαβεῖν ὅπερ ἔδωκα.» Ἀλλὰ τὰ μὲν κατὰ τὸν Ἰούδαν ἀρκούντως εἰρήσθω. Ὅπως | 233 | |
120 | δὲ καὶ τῆς λοιπῆς περικοπῆς ἐφαψώμεθα, οἱ ἀρτίως τῶν παραναγνωσθέντων ἀκηκοότες εὐκαίρως βοήσατε τὰ τοῦ μακαρίου Παύλου· Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπε‐ ρίσσευσεν ἡ χάρις. Ἔστι δὲ πάντως εἰπεῖν τινα· «Τί ἐστιν Ὅπου ἐπλεόνασεν ἡ | |
125 | ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις;» Τί ἐστιν; Καθὼς προεῖπον, ἐκ τῶν ἀρτίως παραναγνω‐ σθέντων λάμβανε τὴν ἀπόδειξιν. Τῇ πρὸ ταύτης ἑσπέρᾳ ἡ γυνὴ τοῦ Ἰὼβ τὸν ἄνδρα βλασφημεῖν προετρέπετο, ἡ δὲ ἀρτίως ἡμῖν παραναγνωσθεῖσα γυνὴ τὸν κύριον ἐμύριζε | |
130 | καὶ τὴν οἰκουμένην εὐωδίαζεν. Ὅπου ἐπλεόνασεν ἡ ἁμαρ‐ τία, ὑπερεπερίσσευσεν ἡ χάρις. Κἀκείνη γυνὴ καὶ αὕτη γυνή, μία φύσις ἀλλὰ διάφορος ὁ τρόπος. Ἐκείνη τῆς Εὕας συνόμιλος, αὕτη τῆς παρθένου σύνδρομος· | |
135 | ἐκείνη τοῦ διαβόλου ὑπηρέτρια, αὕτη τοῦ κυρίου διακονήτρια· ἐκείνη τὴν γλῶσσαν πρὸς βλασφημίαν ὤξυνεν, αὕτη τὸ ἀλάβαστρον τοῦ μύρου τῷ κυρίῳ κατέχεεν. Τί οὖν ὁ εὐαγγελιστὴς Ματθαῖος; Ἤκουες αὐτοῦ ἀρτίως | |
140 | λέγοντος· Τοῦ δὲ Ἰησοῦ παραγενομένου ἐν Βηθανίᾳ ἐν | |
οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, προσῆλθεν αὐτῷ γυνὴ ἔχουσα ἀλάβαστρον μύρου πολυτίμου καὶ κατέχεεν αὐτὸ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ. Εἶδες ἐργασίαν γυναικός; Μικρὰ πᾶσα γλῶσσα πρὸς τὸν ταύτης ἔπαινον. Ὑπερηκόντισε τὸν Ἀ‐ | 234 | |
145 | βραάμ· ὁ Ἀβραὰμ τοὺς πόδας ἔνιψε τοῦ κυρίου, αὕτη τὴν κεφαλὴν ἤλειψε τοῦ κυρίου. Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Ὑπερηκόντισεν αὕτη πάσας τὰς γυναῖκας· ἡ Χαναναία ψίχας ἔλαβε συμπαθείας, ἡ Σαμα‐ ρεῖτις ὕδωρ ἤντλησεν εὐεργεσίας, ἡ αἱμόρρους πτερὸν | |
(150) | ἔτιλεν ἰάσεως, αὕτη δὲ τὴν δεσποτικὴν κορυφὴν κατέχεεν, ὅπου τῆς οἰκουμένης ὁ θησαυρός, ὅπου τῆς ἀναστάσεως ἡ ῥίζα. Ἀσύγκριτος ἡ γυνή· ἥψατο τῆς κεφαλῆς τοῦ κυρίου, ἱερέως τάξιν μετῆλθεν, θυσιαστήριον ἐμιμήσατο, τῶν χε‐ ρουβὶμ τὸν τόπον ἐπλήρωσεν, τὰς ἄνω δυνάμεις ἐζήλωσεν. | |
155 | Ταύτην τις προσειπὼν «λογικὴν περιστερὰν» οὐκ ἂν ἁ‐ μάρτοι· καλῶς τοῦ οὐρανοῦ περιεπετάσθη, καλῶς τῷ ἡλίῳ συνέδραμεν ὡς πτέρυξι ταῖς χερσὶ χρησαμένη. Πάντας ὑπερηκόντισεν αὕτη ἡ γυνή, οὐ μόνον γυναῖκας ἀλλὰ καὶ ἄνδρας. Καὶ μηδεὶς στυγνάσῃ τῶν παρόντων ἀνδρῶν γυ‐ | |
160 | ναῖκα κατανοῶν προκρινομένην ἀνδρός· ἓν γὰρ τὸ κέρδος κἄν τε γυνὴ ἐγκωμιάζηται κἄν τε ἀνήρ· μία ζύμη, ἓν καὶ τὸ αὐτὸ φύραμα. Καὶ τούτου μάρτυς ὁ μακάριος Παῦλος λέγων· Οὐ δύναται ἡ κεφαλὴ τοῖς ποσὶν εἰπεῖν· Χρείαν ὑμῶν οὐκ ἔχω. Εἰ τοίνυν ἡ κεφαλὴ τῶν ποδῶν χρῄζει καὶ | |
165 | οἱ πόδες τῆς κεφαλῆς δέονται, πολλῷ μᾶλλον κεφαλὴ | |
πλευρᾶς· μία γὰρ ἡ οὐσία καὶ ἡ κοινωνία. Ἔστι δὲ πάντως εἰπεῖν τινα· «Καὶ πῶς αὕτη ἡ καταχέουσα τῷ κυρίῳ τὸ μύρον ὑπερηκόντισε πάντας;» 〈Π〉ῶς; Ἐκ τῆς τοῦ κυρίου μαρτυρίας. Ἤκουες ἀρτίως τοῦ | 235 | |
170 | εὐαγγελιστοῦ λέγοντος· Τοῦ δὲ Ἰησοῦ παραγενομένου ἐν Βηθανίᾳ εἰς οἰκίαν Σίμωνος τοῦ λεπροῦ, προσῆλθεν αὐτῷ γυνὴ ἔχουσα ἀλάβαστρον μύρου πολυτίμου καὶ κατέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἠγανάκτησαν λέγοντες· «Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου | |
175 | γεγένηται; οὐκ ἠδύνατο πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς;» Γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· «Τί κόπους παρέχετε τῇ γυναικί; Καλὸν γὰρ ἔργον εἰργάσατο εἰς ἐμέ.» Εἶδες γυναῖκα συνήγορον τὸν κύριον ἔχουσαν; Καλὸν | |
180 | δικαιολόγον ἐκτήσατο· αὕτη σιωπᾷ καὶ ὁ κύριος ὑπὲρ αὐτῆς δικαιολογεῖ λέγων πρὸς τοὺς μαθητὰς ἑαυτοῦ· «Τί κόπους παρέχετε τῇ γυναικί; Οὐδὲν ἄκαιρον κατειργάσατο, τὴν ἐκκλησίαν προζωγραφεῖ, τὴν ἀνάστασιν προμηνύει, | |
185 | τὸν διάβολον προλυπεῖ, τὴν σωτηρίαν τοῦ κόσμου προθεωρεῖ, τὸν Ἰούδαν προτιμωρεῖ, τὰς γυναῖκας προχαροποιεῖ. Τί κόπους παρέχετε τῇ γυναικί; Οἶδεν ὃ ἔπραξεν, πρὸ | |
190 | ὑμῶν ἐγνώρισε τὸ μυστήριον. Ἰούδας πιπράσκει καὶ αὕτη μυρίζει, ὑμεῖς φεύγετε τὸ παθεῖν με καὶ αὕτη προτρέπεται. | |
Οἶδεν τί συμφέρει τῇ ἀνθρωπότητι. Τί κόπους παρέχετε τῇ γυναικί; Καλὸν ἔργον εἰργάσατο εἰς ἐμέ· τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ’ ἑαυτῶν, ἐμὲ | 236 | |
195 | δὲ οὐ πάντοτε ἔχετε· κατέχεεν γὰρ αὕτη τὸ μύρον ἐπὶ τοῦ σώματός μου, εἰς τὸ ἐνταφιάσαι με ἐτήρησεν αὐτό. Ἀμὴν λέγω ὑμῖν, ὅπου δ’ ἂν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο, λα‐ ληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.» Εἶδες, ὦ φίλε, πῶς ὑπερηκόντισεν αὕτη πάσας τὰς γυ‐ | |
(200) | ναῖκας ὁμοῦ τε καὶ ἄνδρας; Πέτρος ὁ κορυφαῖος τῶν ἀποστόλων, ὁ τοσοῦτος καὶ τηλικοῦτος, ἀκούσας τοῦ κυ‐ ρίου λέγοντος ὅτι Δεῖ με ἀνελθεῖν εἰς Ἱεροσόλυμα καὶ πολλὰ παθεῖν παρὰ τῶν γραμματέων καὶ ἀρχιερέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι, ἔλεγεν· Ἵλεώς | |
205 | σοι, κύριε, οὐ μὴ ἔσται σοι τοῦτο. Αὕτη δὲ ἐβάσταζε τὰ πρὸς τάφον, ἵνα ὅτε νεύσῃ ὁ κύριος, εὐθὺς προενταφιάσῃ. Διὸ καὶ ὁ κύριος μεγάλην αὐτῆς τὴν ἐργασίαν θεωρήσας ἀπεκρίνατο λέγων· Ἀμὴν λέγω ὑμῖν, ὅπου δ’ ἂν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς | |
210 | μνημόσυνον αὐτῆς. Ὢ τῶν παραδόξων πραγμάτων. Οὐδέπω τὸ εὐαγγέλιον οὔτε ἐξεδίδοτο οὔτε συνετάττετο οὔτε ἐγράφετο οὔτε ἐ‐ δημοσιεύετο, καὶ αὕτη προεκηρύττετο. Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. | |
215 | Τῷ δὲ θεῷ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. | 237 |