TLG 2914 006 :: LEONTIUS :: In Job (homilia 5)

LEONTIUS Scr. Eccl., Presbyter
(Constantinopolitanus: A.D. 5/6)

In Job (homilia 5)

Source: Datema, C., Allen, P. (eds.), Leontii presbyteri Constantinopolitani homiliae [Corpus Christianorum. Series Graeca 17] Turnhout: Brepols, 1987: 211–219.

Citation: (Line)

1tΛεοντίου πρεσβυτέρου Κωνσταντινουπόλεως
2tλόγος εἰς τὸν Ἰώβ
1 Εὔκαιρον ἐν τῷ παρόντι τὸν ἀήττητον τοῦ θεοῦ στρα‐ τιώτην Ἰὼβ λέγειν τὰ τοῦ προφήτου Δαυΐδ. Εἶπα· Φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου· ἐθέμην τῷ στόματί μου φυλακὴν ἐν τῷ συστῆναι τὸν
5ἁμαρτωλὸν ἐναντίον μου. Ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν, καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη. Ὄντως ὁ Ἰὼβ εἴπέρ τις ἐφύλαξεν ἀπὸ βλασφημίας τὸ στόμα αὐτοῦ, ἐχαλίνωσεν ἀπὸ λοιδορίας τὴν γλῶσσαν αὐτοῦ, ἐχαράκωσε θεοφοβίᾳ τὰ χείλη. Ἐταπεινώθη, ἀλλ’ οὐκ ἠ‐
10πορήθη· ἐκωφώθη, ἵνα μὴ τοῦ δράκοντος ἀκούσῃ· ἐσίγησεν ἐξ ἀγαθῶν, ἀλλ’ οὐκ ἀπέστη τῶν ἀγαθῶν· ἀνεκαινίσθη αὐτοῦ τὸ ἄλγημα, ἀλλ’ οὐ διεφθάρη αὐτοῦ τὸ κατόρθωμα. Τὸν ἐξ ἐναντίας αὐτοῦ συνεστῶτα διάβολον ἐματαίωσεν, κενὸν αὐτὸν τῆς ἐλπίδος ἀπέδειξεν.
15Ὃ ἤθελεν, ἔπραξεν ὁ διάβολος· ὃ προσεδόκησεν, οὐκ ἤκουσεν. Τὴν φαρέτραν τῶν βελῶν ἐκένωσεν, ἀλλὰ τὸν στρατιώτην οὐκ ἐλύγισεν· τὸ σκάφος διέλυσεν,
20 ἀλλὰ τὸν ἐπιβάτην οὐκ ἐβύθισεν· τοὺς δέκα κλάδους τῶν τέκνων ἀπέτεμεν, ἀλλὰ τὴν ῥίζαν τῆς ὑπομονῆς οὐκ ἐσάλευσεν· τοιχορυγίας τῷ σώματι προσήνεγκεν,
ἀλλὰ τὴν ἡγεμονεύουσαν ψυχὴν οὐκ ᾐχμαλώτισεν·211
25τοὺς φίλους ἐχθροὺς παρεσκεύασεν, ἀλλὰ τὸν φίλον τοῦ θεοῦ τῆς πρὸς αὐτὸν φιλίας οὐκ ἠλ‐ λοτρίωσεν. Διὸ καὶ ὁ σοφώτατος Ἰὼβ ὡς εἶδε τοὺς τρεῖς φίλους, καθὼς ἀρτίως ἤκουες, ἐπὶ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας
30συγκαθεσθέντας, τὴν μὲν συμπάθειαν ἐθαύμασεν, τὴν δὲ συμβουλίαν οὐκ ἐγνώρισεν. Διὰ τί; Ὅτι ὠνείδισαν οἱ φίλοι δικαίως αὐτὸν πάσχειν ἀποφηνάμενοι· ἁμαρτιῶν ἀντίδοσιν γενέσθαι διεσάφησαν. Διὸ καὶ ὁ Ἰὼβ ὡς εἶδεν αὐτοὺς ἐν τούτοις, μετὰ πολλὰς ἀντιρρήσεις ἀπεκρίθη πρὸς αὐτοὺς
35λέγων, καθὼς ἡ γραφὴ τοῦ Ἰὼβ περιέχει· «Ἀτὰρ δὴ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως, ἰατροὶ κακῶν πάντες. Ἔδει τὸν φίλον παραμυθήσασθαι· μὴ γὰρ τραυματίζειν; παρακα‐ λεῖν· μὴ γὰρ λοιδορεῖν; Πειρασμοὶ πειρασμῶν μοι γίνεσθε· οὐχ ὁρᾶτε πῶς χαλεπὰ τῶν ἰχώρων τὰ ῥεύματα;
40Οὐ νοεῖτε πῶς πικρὰ τῶν ὀστράκων τὰ ξέσματα; Οὐκ αἴσθεσθε πῶς σκληρὰ τῆς κοπρίας τὰ ὑποστρώματα; Οὐκ ἠκούσατε πῶς ψυχοφθόρα τῆς γυναικὸς τὰ συμβου‐
λεύματα; Ὃ ἔδει ὑμᾶς κουφίζειν ἐπιφορτοῦτε, τῷ διαβόλῳ πειθαρ‐
45χεῖτε. Τί ἐπιξέετέ μου τὰ τραύματα; Τί τῇ γλώσσῃ με τοξεύετε; Τί τῷ στόματι πολεμεῖτε; Οὐκ ἠρκέσθη ὁ ἡττηθείς, ἔτι πυκτεύει ὁ κάτω κείμενος καὶ

(50)

ἐπὶ κοπρίας ἠκολούθησεν. Πᾶσαν μου τὴν ὕπαρξιν ἀπέτε‐
μεν, τὴν δεκάδα τῶν τέκνων, τὴν γυναῖκά μοι μόνην ἐφύλαξεν, καὶ αὐτὴν οὐχ ὡς παρηγορίαν ἀλλ’ ὡς ἐπιβουλήν. Ὡς δὲ καὶ δι’ αὐτῆς ἐματαιώθη, δι’ ὑμῶν με πάλιν ὑποσύρειν ἐπείγεται.212
55Ἀπόστητε τοίνυν, ὦ φίλοι, ἔγνων τοῦ πανούργου τὰ ἐπιχειρήματα· πρῶτον καὶ ὑμᾶς συμπαθεῖς ἀνέδειξε καὶ ἐπὶ κοπρίας καθέζεσθαι παρεσκεύασε καὶ ἐπὶ ἑπτὰ ἡμέρας ἀσίτους καὶ ἀλάλους ἀνέδειξεν, ὅπως ἐγὼ θαρρήσας τῇ συμπαθείᾳ θᾶττον δέξωμαι τὴν ἐπιβουλήν.
60Ἀπόστητε, φίλοι, οἶδα πότε καὶ τὰ τῶν φίλων ὑμᾶς λαλεῖν παρασκευάζει, οἶδα πότε καὶ τὰ τῶν ἐχθρῶν ὑποσπείρει· πρῶτον τὸ συμπαθὲς καὶ τότε τὸ δόλιον. Ἀπόστητε τοίνυν, ὧ φίλοι, οὐ μή με πείσητε βλασφημῆσαι· οἶδα προλέγειν τὰ τοῦ Δαυΐδ· Τὸ στόμα μου λαλήσει
65σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.» Ἔστι δὲ πάντως εἰπεῖν τινα· «Τί οὖν; Ὁ Ἰὼβ οὐχ ἥ‐ μαρτεν οὔτε ἐβλασφήμησεν οὔτε ἐλάλησεν ἐναντίον; Πᾶσαν τὴν κτίσιν κατηράσατο καὶ μετ’ ὀδύνης ἐβόησεν· Ἀπόλοιτο ἡ ἡμέρα ἐν ᾗ ἐγεννήθην καὶ ἡ νὺξ ἐν ᾗ εἶπον· Ἰδοὺ ἄρρεν.
70Ὕβρισε τῆς μητρὸς τὴν εὐγένειαν, τύμβον τὸν κόλπον τῆς μητρὸς προσεδόκησεν, διέβαλε τῶν μαζῶν τὴν εὐγένειαν, τὴν κοινὴν γαλακτοτροφίαν ἐνύβρισεν. Οὐ ταῦτα καὶ τὰ παραπλήσια τούτων μετῆλθεν;» Πῶς οὖν οὐχ ἥμαρτεν Ἰώβ; Ἐπειδὴ κέκραγεν ἡ γραφή·
75Οὔτε ἐν τοῖς χείλεσιν αὐτοῦ ἥμαρτεν Ἰώβ. Ἄκουε συ‐ νετῶς. Ἐν παντὶ πράγματι τὸν σκοπὸν ζήτει τοῦ πράγμα‐ τος καὶ οὐδαμῶς τῆς ἀληθείας οὐ μὴ διαπέσῃς. Ἄκουε
συνετῶς. Ὡς μὲν πρὸς τὰς λέξεις ἔπταισεν ὁ Ἰώβ—ὡς πρὸς τὰς λέξεις, οὐχ ὡς πρὸς τὰς ἐννοίας τὴν κτίσιν τοῦ213
80θεοῦ ἐλοιδόρησεν—ὡς δὲ πρὸς τὴν πρότασιν τοῦ δια‐ βόλου, οὐδ’ ὅλως ἥμαρτεν ὁ Ἰὼβ κατὰ τὴν θείαν γραφήν. Ἔστι δὲ πάντως εἰπεῖν τινα· «Οὐδ’ ὅλως ἥμαρτεν ὁ Ἰώβ;» Ἄκουε συνετῶς. Ὁ διάβολος προσελθὼν τῷ κυρίῳ κατὰ διάνοιαν οὐ κατ’ ἔμφασιν—τοῦτο γὰρ καὶ χθὲς ἐλέγετο, ὅτι
85κατὰ διάνοιαν ὁ διάβολος ἀπεκρίνατο τῷ κυρίῳ, οὐχὶ δὲ ἐπ’ ὄψεσιν. Τὴν γὰρ γραφὴν τοῦ Ἰὼβ ὁ ἱστοριογράφος Μωϋσῆς ἀνεγράψατο. Οὗτος δὲ οὐκ ἦν ἐν τοῖς χρόνοις τοῦ Ἰώβ, ἀλλὰ σφόδρα μετὰ τὸν Ἰώβ· πέμπτος ἦν μετὰ τὸν Ἀβραὰμ ὁ Ἰώβ. Ὁ δὲ Μωϋσῆς μετὰ πολλὰς γενεάς, με‐
90τὰ τὴν ἐξ Αἰγύπτου ἔξοδον, ἀλλ’ ὅμως ἀνεγράψατο τὰ κατὰ τὸν Ἰώβ, οὐκ οἰκείῳ βουλήματι ἀλλ’ ὑπαγορεύσει τοῦ ἁγίου πνεύματος. Τὸ ἅγιον τοίνυν πνεῦμα, ὡς πάντα ἐπιστάμενον τὰ κατὰ τὸν σκοπὸν καὶ τὴν διάνοιαν τοῦ διαβόλου, ὑπηγόρευσε τῷ Μωϋσῇ ὡς ἱστορίαν πάντα ταῦτα ἐκθέσθαι.
95Ἐπίστατο γὰρ τὸ ἅγιον πνεῦμα καὶ τὴν τοῦ διαβόλου καὶ τὴν πρὸς τὴν τούτου ἰδίαν τοῦ θεοῦ ἀντίρρησιν. Οἶδε γὰρ τὸ ἅγιον πνεῦμα καὶ τὰ τοῦ θεοῦ κατὰ τὸν μακάριον Παῦλον τὸν λέγοντα· Οὐδεὶς οἶδε τὰ τοῦ θεοῦ εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ τὸ ἐν αὐτῷ, καὶ πάλιν· Τὸ γὰρ πνεῦμα

(100)

ἐρευνᾷ καὶ τὰ βάθη τοῦ θεοῦ. Τὴν διάνοιαν τοίνυν τοῦ διαβόλου τὸ ἅγιον πνεῦμα θεωρῆσαν ἱστορίαν ὑπηγόρευ‐ σεν, ὅπως ἡμεῖς οἱ ἀκούοντες σαφέστερον ἐπιβάλωμεν τοῖς λεγομένοις. Εἴ τι οὖν ἀκούεις τοῦ διαβόλου λέγοντος, κατὰ διάνοιαν ἄκουε· εἴ τι δὲ τοῦ θεοῦ, κατὰ ἀπόφασιν· τοῦτο
105γὰρ ἐξέδωκε τὸ ἅγιον πνεῦμα. Κατὰ διάνοιαν τοίνυν προσελθὼν ὁ διάβολος τῷ κυρίῳ ἐξῃτήσατο τὸν Ἰὼβ λέγων· «Δός μοι αὐτοῦ τὴν ἐξουσίαν πᾶσαν καὶ δείκνυμι πῶς ἀναισχυντότερον πάντων σε βλα‐ σφημήσει. Τουτέστι δός μοι αὐτοῦ τὴν πᾶσαν ἡγεμονίαν214
110καὶ παρασκευάζω τὸν Ἰὼβ κατὰ πρόσωπόν σε βλασφη‐ μῆσαι, τουτέστι τὰ ἐναντία σοι διαπράξασθαι, ἀπρονόητόν σε κηρῦξαι, εἴδωλα προσκυνῆσαι καὶ σὲ καταλεῖψαι, ἀγάλ‐ μασι θυσιάσαι καὶ σοὶ μὴ προσενέγκαι, βωμοὺς ναῶν ἐγείρειν καὶ θυσιαστήρια καταστρέφειν.»
115Τοῦτον τὸν σκοπὸν ἐξήνυεν ὁ διάβολος καὶ εἰς ταῦτα προσεδόκα τὸν Ἰὼβ καθιστᾶν. Εἰ δὲ τούτων τοίνυν μετῆλθέ τι ὁ Ἰώβ, ἐβλασφήμησεν, ἐπειδὴ τὰ τοῦ διαβόλου διεπράξα‐ το· εἰ δὲ οὐδὲν τούτων μετῆλθεν, δίκαιος ἦν καὶ ἄμεμπτος καὶ θεοσεβὴς κατὰ τὴν τοῦ κυρίου διδασκαλίαν· ὃν γὰρ ὁ
120θεὸς δικαιοῖ τίς κατακρίνει; Οὐδ’ ὅλως οὖν ἥμαρτεν ὁ Ἰὼβ ἀνθρώπινα ῥήματα λαλήσας· ὡς ἄνθρωπος ἐλάλησε πληττό‐ μενος ὑπὸ τῶν ὀδυνῶν. Εἰ μὴ γὰρ ἧν ταῦτα λαλήσας ὁ Ἰὼβ καὶ τὴν ἡμέραν ἀρασάμενος, εἶχον λέγειν τινὲς ὅτι ἀναίσθητος γέγονεν ὁ Ἰώβ, ἢ ὅτι ὑπερέβη τὰ ἀνθρώπινα
125μέτρα. Ἔνθεν γὰρ δείκνυται ἀπὸ τῆς ἀρᾶς τοῦ Ἰὼβ ὅτι μεγάλαις βασάνοις περιεβλήθη, ἐξ ὧν τὴν ὀδύνην μὴ φέρων ἀνθρωπίνως ἐβόα λέγων· Διὰ τί ἐκ κοιλίας μητρός μου οὐκ ἐτελεύτησα, ἐξῆλθα δὲ καὶ οὐκ εὐθὺς ἀπωλόμην; Διὰ τί δὲ συνήντησάν μοι γόνατα; Διὰ τί δὲ μασθοὺς
130ἐθήλασα μητρός μου; Ταῦτα πρὸς ἑαυτὸν ἔλεγεν, οὐχ ὡς τὸν δημιουργὸν ἐβλασφήμει. Τουτέστιν «Διὰ τί μὴ γέγονεν ὁ μητρῷος κόλπος τύμβος, ἵνα μὴ παλαίω καὶ μὴ γνωρίζω τίνι παλαίω; Εἰ εἶχον πρὸς ὁμοιόσχημόν τινα, ᾔδειν πῶς κρατῶ καὶ κρατοῦμαι.» Διὰ τοῦτο προσετίθει λέγων ὁ Ἰώβ·215
135Πρὸ γὰρ τῶν σίτων μου στεναγμός μοι ἥκει, δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ· φόβος γὰρ ὃν ηὐλαβούμην ἧλθέ μοι, καὶ ὃν ἐδεδοίκειν συνήντησέ μοι. Πρὸ γὰρ τῶν σίτων μου στεναγμός μοι ἥκει. Ἀνθρώπινα τὰ ῥήματα διὰ τὸ πάθος ἀνηγόρευται. Εἰ μὴ γὰρ ταῦτα ἦν
140ἐκθέμενος ὁ Ἰώβ, ἤμελλον λέγειν τινές, ἅπερ καὶ νῦν λέγουσιν, ὅτι μεγάλας μὲν πληγὰς ἐδέξατο ὁ Ἰώβ, ὅμως δὲ οὐκ ᾔσθετο τῶν πληγῶν, ὅτι ὁ θεὸς αὐτὰς ἐκούφιζεν. Ταῦτα λέγουσί τινες καὶ ἐν τῷ παρόντι, ὅτι οὐκ ᾔσθετο τῶν πληγῶν. Τί λέγεις, ὦ φίλε; Ἤισθετο τῶν πληγῶν ὁ
145Ἰὼβ ἢ οὐκ ᾔσθετο; Μισθὸν ἐδέξατο ἢ οὐκ ἐδέξατο; Παντί που δῆλον ὅτι ᾔσθετο· γὰρ ἀγωνιζόμενος πάντα ἐγκρα‐ τεύεται. Ὁ θεὸς τὸν ὑπὲρ αὐτοῦ ἀγωνιζόμενον καὶ πληγὰς μαρτυρικὰς δεχόμενον ποιεῖ αἴσθεσθαι καὶ τῆς πληγῆς, οὐ περιαίρει τὴν πληγήν. Ὑπομονὴν μὲν παρέχει καὶ ἰσχὺν

(150)

χορηγεῖ πρὸς ἧτταν τῶν ἀντιπάλων, ποιεῖ δὲ αὐτὸν αἴσθε‐ σθαι, ἵνα ἔμμισθος ᾖ ὁ ἀγών. Καὶ τούτου μάρτυς ὁ μακάριος Παῦλος βοῶν· Ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι. Ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα, ἵνα ἀποστῇ
155ἀπ’ ἐμοῦ. Καὶ εἴρηκέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ὄντως ἐν ἀσθενείᾳ ἡ τοῦ θεοῦ δύναμις τελειοῦται. Ἠσθένησεν ὁ Ἰώβ, καθὼς ἀρτίως ἤκουες, ἀσθένειαν οὐ φυσικῶς ἀτακτοῦσαν ἀλλὰ δια‐ βολικῶς αὐθεντοῦσαν. Εἱλκοῦτο ἀπὸ κεφαλῆς ἕως ὀνύχων,216
160οὐκ ἦν φάρμακον ἐπιθεῖναι, οὐκ ἰατρὸν παραμυθήσασθαι, οὐκ ἔλαιον ἐπιχέαι, οὐκ ἄλλην τινὰ βοήθειαν προσενέγκαι, οὐδὲ ἓν τῶν σωματικῶν προσαγαγεῖν, εἰ μὴ μόνον τὴν θεοδώρητον τῆς ὑπομονῆς ἔμπλαστρον· ταύτῃ γὰρ ὁ Ἰὼβ χρησάμενος ἑαυτὸν μὲν περιώδευσεν, τὸν δὲ διάβολον
165ἐτραυμάτισεν. Ἤκουες ἀρτίως τοῦ συγγραφέως λέγοντος· Ἐξῆλθε δὲ ὁ διάβολος ἀπὸ προσώπου κυρίου καὶ ἔπαισε τὸν Ἰὼβ ἕλκει πονηρῷ ἀπὸ ποδῶν ἕως κεφαλῆς. Καὶ ἔλαβεν ὁ Ἰὼβ ὄστρακον ἵνα καταξέῃ τὸν ἰχῶρα αὐτοῦ. Εἶδες περιοδίαν
170σκληροτέραν τοῦ πάθους; Ἔλαβεν ὄστρακον καὶ ἀπέξεε τοὺς ἰχῶρας· τίς εἶδεν ὀστρά‐ κινον σπόγγον; Ὀστράκῳ τοὺς ἰχῶρας ἀπέξεεν· ὄστρακον καὶ ὁλοκλήρῳ σώματι προσαγόμενον ἐγείρει τραύματα, οὐχὶ δὲ εἱλκωμένον παραμυθεῖται.
175Καὶ ἔλαβεν ὄστρακον καὶ ἔξεε τοὺς ἰχῶρας· ὀστράκῳ τὸ ὄστρακον παρεμυθεῖτο καὶ τὸν θησαυρὸν τῆς πίστεως οὐ κατεμόλυνε πειθόμενος Παύλῳ τῷ λέγοντι· Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν. Ἔλαβεν ὄστρακον καὶ ἀπέξεε τοὺς ἰχῶρας αὐτοῦ.
180Ὢ φοβερᾶς περιοδίας, μᾶλλον δὲ ὢ γενναιοτάτης καρτε‐ ρίας. Ὀστράκῳ τοὺς ἰχῶρας ἀπέξεεν. Μόνον εἶδεν ὁ Ἰὼβ
ὅτι εἵλκωται πανταχόθεν καὶ ὅτι ῥερύπωται ἀπὸ κεφαλῆς ἕως ὀνύχων, θεασάμενος ἑαυτὸν καὶ συλλογισάμενος ὅτι βασιλεύς ἐστι λογικὸς ἀνδριάς, θᾶττον λαβὼν τὸ ὄστρακον217
185ὡς ἐν γενεθλίῳ πανδήμῳ ἀποξέει τὸν ἀνδριάντα ὅπως καθαρὸν ἀποδείξῃ τῇ ὑπομονῇ. Διὸ καὶ ὁ διάβολος ὡς εἶδε ταύτην τὴν ἐργασίαν τὸν Ἰὼβ μετιόντα, ἐδυσχέραινεν, συνέπεσεν, ἑαυτὸν κατέτεμνε λέγων ἐν ἑαυτῷ·
190«Τί ποιήσω; Ἥττημαι τῷ Ἰώβ, δικαίως αὐτῷ ὁ κύριος προσεμαρτύρησεν· ἐσφάλην προσελθὼν τῇ πάλῃ, γενναιότε‐ ρον αὐτὸν ἀπέδειξαν οἱ πειρασμοί· ἐγὼ πᾶσαν αὐτοῦ τὴν ὕπαρξιν ἔλαβον καὶ οὐ μόνον οὐ κατεκάμφθη λυπηθείς, ἀλλὰ τοὐναντίον καὶ ὃν ἐφόρει χιτῶνα ὡς ῥάκκος μοι
195προσέρριψε λέγων μεγαλοφώνως· Ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο· ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Τί ποιήσω; Διὰ πάντων γενναιΐζει, ὡς ἀθλητής μοι πα‐ ρίσταται, τὴν κόμην ἐκείρατο, κόνιν κατεπάσατο, πεσὼν

(200)

προσεκύνησε τῷ ἀγωνοθέτῃ, ὡς νικητὴς ἤδη πτερύσσεται. Τὴν γυμνότητα λαμπροτέραν ἡγεῖται τῆς ἁλουργίδος· τὸν βασιλικὸν αὐτοῦ θρόνον συνέτριψα καὶ λαμπρότερος ἐπὶ τῆς κοπρίας καθέζεται. Εἰ αὐτὸς μηδένα πρὸ αὐτοῦ θεωρήσας οὕτω μου κατεξανίσταται, οἱ μετ’ αὐτὸν τοῦτον
205βλέποντες τί κατεργάσονται; Οὐχὶ παίγνιόν με λογίσονται; Ἐγὼ καὶ προσάγων τὰ πάθη κάμνω καὶ οὗτος οὐ δυσχε‐ ραίνει· πανταχόθεν αὐτὸν τῷ πάθει κατεζωγράφησα καὶ οὗτος ἐπιτείνει τὴν ὀδύνην, ὀστράκῳ με καταξέων· οὐ τοσοῦτον γὰρ αὐτὸς δάκνεται, ὅσον ἐγὼ κατεσθίομαι.
210Τί ποιήσω; Ἧτταν προβλέπω, πᾶσαν μηχανὴν προσήνεγκα, καὶ οὐδ’ ὅλως αὐτὸν ἐξέλυσα. Μία μοι μόνη τις ἐλπὶς
ὑπολέλειπται, δι’ ἧς τὸν Ἀδὰμ ἐπλάνησα· ἔχω δευτέραν Εὕαν. Ταύτῃ θαρρῶ, οἶδα ὅτι νικητὴν ἀποδείξει με· θᾶττον ἀνὴρ ὑπὸ γυναικὸς σκελίζεται. Διὰ τοῦτο αὐτῆς καὶ τὰ218
215ὄντα τέκνα ἀπώλεσα, ἐλπίζων δι’ αὐτῆς τῆς θήρας ἐπιλα‐ βέσθαι.» Καὶ ὅτι ταύτην τελευταίαν ὁ διάβολος ἐτήρησε καὶ ἐνθηκιάσας ἀπέστειλεν, ἤκουες ἀρτίως τοῦ ἱστοριογράφου Μωϋσέως λέγοντος· Χρόνου δὲ πολλοῦ προβεβηκότος, ἵνα
220μάθῃς τὴν ὑπομονὴν τοῦ Ἰώβ, ὅτι οὐ πέντε ἢ δέκα ἡμέρας ἐπάλαισεν, ἀλλ’ ἐπὶ πολὺν χρόνον. Χρόνου δὲ πολλοῦ προβεβηκότος εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ· «Μέχρι τίνος καρτερήσεις λέγων· Ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρόν; Στράφηθι πρὸς τὴν ἐμὴν συμβουλίαν,
225ἐπίγνωθί σου τὴν γαμετήν, βλέπε τίς εἰμι. Δίκαιά σοι συμβουλεύω· εἰπέ τι ῥῆμα πρὸς κύριον καὶ τελεύτα.» Ὁ δὲ Ἰὼβ πρὸς αὐτήν· «Ἐπιστραφῶ πρὸς σέ; Καλῶς εἶπες· “Ἐπιστράφηθι καὶ ἴδε εἰ γνωρίζεις με”· οὐ γνωρίζω σὲ τίς εἶ. Οὐκ ἔχεις τὸ πρὸ τῶν πειρασμῶν πρόσωπον,
230ἄλλο μοι νυνὶ ἐπιφέρεις σχῆμα, ὃ ἐν τῷ ὄφει καὶ ἐν σοὶ κατοικεῖ. Οὐ πείθομαί σου, γύναι· οὐκ ἀπόλλω διὰ σοῦ τὸν παράδεισον. Ἄπιθι ἀπ’ ἐμοῦ, γύναι· οὐ ῥάπτω φύλλα συκῆς, οὐκ ἀκούω διὰ σὲ τοῦ κυρίου ὀνειδιστικῶς λέγοντος· “Ἰώβ, ποῦ εἶ;” Ἄπιθι, γύναι· οὐκ ἔξεστι γυναῖκα ἐν ἀγω‐
235νιστικῷ σκάμματι παρακαθέζεσθαι. Πυκτεύω, καὶ συμφο‐ ράς μοι μηνύεις; Ταῦτα κατ’ οἶκον ἐξετάζεται· μὴ γὰρ ἐν Ὀλυμπίοις γυμνάζεται; Ἄπιθι, γύναι.»
Τῷ δὲ θεῷ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.219