TLG 2914 005 :: LEONTIUS :: In Job (homilia 4) LEONTIUS Scr. Eccl., Presbyter In Job (homilia 4) Citation: (Line) | ||
1t | Λεοντίου πρεσβυτέρου Κωνσταντινουπόλεως | |
---|---|---|
2t | λόγος εἰς τὸν Ἰώβ | |
1 | Ἄγε δὴ καὶ σήμερον, φίλε, γνησιώτερον τοῦ γενναιοτά‐ του Ἰὼβ τὸν ἄσυλον θησαυρὸν διαψηλαφήσωμεν τῷ λόγῳ· θησαυρὸν οὐ βαλλαντίῳ πεφυλακισμένον, ἀλλ’ ἐν οὐρανοῖς ὠχυρωμένον· | |
5 | θησαυρὸν οὐ χρηματικῇ ποσότητι σταθμιζόμενον, ἀλλὰ ψυχικῇ γοργότητι φυλαττόμενον. Διὸ δεῖ τῷ ψυχικῷ θησαυρῷ μᾶλλον ἀγρυπνεῖν ἤπερ τῷ χρηματικῷ θησαυρῷ, ὅπου λῃσταὶ παρακαθέζονται καὶ πολ‐ λάκις ἐπαγρυπνοῦσιν, ὅπως τὸν οἰκοδεσπότην νυστάξαι | |
10 | παρασκευάσωσι καὶ τὸν δραπέτην συλήσωσιν. Τῷ δὲ ψυχι‐ κῷ θησαυρῷ λῃσταὶ οὐ παρακαθέζονται, ἀλλὰ δαίμονες παραπέμπονται, πῶς τὸν ὀρθὸν λογισμὸν ἀποσυλήσωσιν, πῶς τὴν ἀκίβδηλον πίστιν ἀποβουκολήσωσιν, πῶς τὸν πλοῦτον τῆς ὑπομονῆς διασκεδάσωσιν. Ἄνδρα γὰρ κυρίως | |
15 | φιλόθεον οὐ χρηματικὴ ζημία στυγνάσαι παρασκευάζει, ἀλλὰ λογισμῶν ἐρημία. Διὸ καὶ ὁ κύριος μεγάλην ζημίαν τὴν ψυχικὴν ἀπώλειαν ὑπομνηματίζων ἔλεγε τοῖς ὑπηκόοις· Τί ὠφελήσει ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδάνῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; | |
20 | Καὶ πάλιν τοῖς αὐτοῦ μαθηταῖς διαρρήδην ἐκτιθέμενος ἔλε‐ γεν· «Γρηγορεῖτε καὶ προσεύχεσθε, ὅτι ᾗ οὐκ οἴδατε ὥρᾳ ὁ κλέπτης ἔρχεται.» Καὶ τίς ὁ κλέπτης; Ὁ τῷ Ἰὼβ ἐπα‐ γρυπνήσας καὶ μηδὲν εὑρών, ἀλλὰ κεναῖς χερσὶ τὸν κόλπον | |
ῥιπίσας. Περὶ τοῦ ψυχικοῦ τοίνυν θησαυροῦ ὁ κύριος | 191 | |
25 | παραινῶν ἔλεγεν· Τί ὠφελήσει ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδάνῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Τοῦτο σαφῶς ἐπιστάμενος ὁ γενναιότατος Ἰὼβ πάσης τῆς ὑπάρξεως κατεφρόνησεν, ἵνα ψυχικὴν ζημίαν μὴ ὑπομείνῃ· βόας παρεῖδεν, | |
30 | ἀρετὰς οὐ παρεῖδεν· προβάτων κατεφρόνησεν, κατορθωμάτων οὐ κατέπτυσεν· τῶν τέκνων τὴν λύπην ἀπεδύσατο, τῶν ἁγίων τὸ κλέος ἐνεδύσατο. | |
35 | Διὸ καὶ ὡς εἶδεν τὸν Ἰὼβ ὁ διάβολος πανταχόθεν ἠσφαλισμένον καὶ μᾶλλον ἔργοις θεοφιλέσι τετειχισμένον ἢ λίθοις λελαξευμένοις, ἀντέβαλλε πρὸς ἑαυτὸν ὁ διάβολος λέγων· «Τί ποιήσω; Πῶς τοῦ Ἰὼβ τὸν πλοῦτον συλήσω; Πῶς αὐτὸν ἀποκοιμίσω, ἄνθρωπον ἐν βιωτικοῖς πράγμασιν | |
40 | ἐξεταζόμενον; Πλουτεῖ καὶ οὐ βλασφημεῖ· τοσαύτη δορυφο‐ ρία καὶ οὐδαμοῦ ἁμαρτία· βασιλεύει καὶ οὐ πταίει, ἀλλ’ ἐν πᾶσι βασιλεύει. Αὐτὸς ἐν βασιλείοις, κἀγὼ ἐν ἐρημίᾳ· αὐτὸς δίκαιος καὶ ἄμεμπτος καὶ ἀληθινὸς προσαγορεύεται, ἐγὼ δὲ “ὄφις” καὶ “σκορπίος” καὶ “διάβολος”. Τί ποιήσω; | |
45 | Τὸν Ἀδὰμ ἐδελέασα, τὸν Ἄβελ ἐφόνευσα, τὸν Κάϊν ἐκέρδησα, τὸν Νῶε μέθῃ παρέπεμψα, τὸν Χὰμ δουλεύειν παρεσκεύασα, | |
(50) | τὸν Ἰακὼβ ἐφυγάδευσα, τὸν Ἡσαῦ τῶν πρωτοτοκίων ἐστέρησα, τὸν Ἰὼβ οὐχ εὑρίσκω παρασαλεῦσαι; | |
Ἔγνων τὸ πρᾶγμα, οἶδα τί πράξω· ἄνωθεν βοηθεῖται, καὶ διὰ τοῦτο εἰς βλάβην οὐ συνωθεῖται. Εἰ συνεχώρησέ μοι ὁ | 192 | |
55 | ἐπὶ πάντων θεὸς παραστῆναι μετὰ τῶν ἀγγέλων, ἤμελλον λέγειν πρὸς αὐτόν· “Τί μάτην ὁ Ἰὼβ μακαρίζεται; Μισθῷ σε σέβεται· φυλάττεις αὐτόν, καὶ διὰ τοῦτο μικρὰν εὐχαρι‐ στίαν σοι προσφέρει.”» Ταῦτα πρὸς ἑαυτὸν ὁ διάβολος ἀντιβάλλων προσετίθει | |
60 | πάλιν λέγων ἐν ἑαυτῷ· «Καὶ ταῦτά μου λέγοντος πρὸς τὸν κύριον ἀπεκρίνατο λέγων ὁ κύριος πρός με· “Εἰ διὰ τοῦτο μέγαν νομίζεις εἶναι τὸν Ἰώβ, διὰ τὴν τῶν χρημάτων περιουσίαν, δίδωμί σοι τὴν ἐξουσίαν· θέρισον αὐτοῦ τὰ χρήματα, ἵνα μάθῃς ὅτι οὐ χρήμασιν ἀλλὰ κατορθώμασιν | |
65 | ἐπερείδεται.” Εἰ ταύτην τὴν ἀπόκρισιν ἔλαβον παρὰ τοῦ κυρίου, καὶ ἔγνων ἀσφαλῶς ὅτι οὐκέτι ἀντέχεται τῷ Ἰώβ, ἐγνώριζον πᾶσι τοῖς παροῦσι καὶ τῷ ἐπάνω πάντων οἷος βλάσφημός ἐστιν ὁ Ἰώβ.» Ἄκουε συνετῶς. Ταύτας τοῦ διαβόλου τὰς κατὰ διάνοιαν | |
70 | κατὰ τοῦ Ἰὼβ μηχανὰς ἡ θεία γραφὴ ἐπροσωποποίησε καὶ ὡς τὸν διάβολον ἀποκρινόμενον τῷ κυρίῳ καὶ τὸν κύριον τῷ διαβόλῳ παρέστησεν. Προσωποποιΐας χάριν, οὐχὶ δὲ ἀληθείας· οὐ γὰρ πρὸς λέξιν ἤδη καὶ τὸ νόημα· ἄλλως αἱ λέξεις ἔγκεινται, ἄλλως τὰ νοήματα σαφηνίζονται. Διὸ | |
75 | πάντας χρὴ σαφῶς εἰδέναι τοὺς παρόντας, ὅτι ἐξ ἧς ὁ διάβολος ἔπεσεν ἐκ τῶν οὐρανῶν οὐκ εἶδεν τὸ πρόσωπον τοῦ θεοῦ, οὐ κατηξιώθη τῆς προτέρας διαγωγῆς. Ὥσπερ γὰρ ἐπίγειος βασιλεὺς ἀπ’ ὄψεως τύραννον ποιήσας οὐ | |
προσδέχεται αὐτὸν ἐπ’ ὄψεσιν, ἀποστρεφόμενος αὐτὸν διὰ | 193 | |
80 | τὴν τυραννίδα, οὕτω καὶ τοῦ διαβόλου ἀνταρσίαν με‐ λετήσαντος ὁ κύριος αὐτὸν ἀποβαλὼν οὐκέτι κατηξίωσε τῆς πρὸς αὐτὸν θέας, οὐχ ὅτι ὁ κύριος αὐτὸν ἐμίσησεν, ἀλλ’ ὅτι ἐκεῖνος πρὸς ἐπιστροφὴν οὐκ ἔκλινεν. Τούτων οὕτως ἐγνωσμένων ἵδωμεν τὰ παραναγνω‐ | |
85 | σθέντα, ἵνα σαφηνίσωμεν τὰ προτεθέντα. Ἤκουες τοῦ ἱστο‐ ριογράφου Μωϋσέως ἐν τῇ παρούσῃ ἑσπέρᾳ, ἣν ἑσπέραν προσειπεῖν οὐκ ἤθελον ἀλλὰ μᾶλλον ὄρθρον. Ποίαν γὰρ δεῖ ἑσπέραν προσειπεῖν ταύτην ἢ τὰς ἀδελφὰς ταύτης, ἐν ᾗ πάντες οἱ παρόντες ὡς ἀπὸ κλίνης νήστεις καὶ νηφάλαιοι | |
90 | παραγεγόνατε ἐκτὸς τῶν καθαρῶν ῥυπαρῶν; Οὗτοι γὰρ μόνοι ἰουδαϊκῶς βρωμοῦσιν. Διὸ ἡ παροῦσα τῆς νηστείας ἑσπέρα πάλιν ὄρθρος διὰ τὴν ἐλαφρότητα τῆς γαστρὸς καὶ τὴν νηφαλιότητα τῆς ψυχῆς, ἐκείνοις δὲ νὺξ διὰ τὴν καρη‐ βαρίαν τοῦ οἴνου καὶ τὴν σαρκοφαγίαν τῶν κρεῶν. Τί | |
95 | οὖν ὁ ἱστοριογράφος Μωϋσῆς; Ἤκουες αὐτοῦ ἀρτίως λέ‐ γοντος· Ἐγένετο δὲ ὡς ἡ ἡμέρα αὕτη, καὶ ἦλθον οἱ ἄγγε‐ λοι τοῦ θεοῦ παραστῆναι ἐνώπιον τοῦ κυρίου, καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν. Ἐγένετο δὲ ὡς ἡ ἡμέρα αὕτη. | |
(100) | Ποία ἡμέρα; Ἡ τοὺς ἀγῶνας τοῦ Ἰὼβ ἐμφανίζουσα. Ἐγένετο ὡς ἡ ἡμέρα αὕτη. Ποία ἡμέρα; Ἡ τὰς ἐπουρανίους ἀρχαγγελικὰς δυνάμεις πρὸς θέαν τῆς | |
105 | πάλης παραστήσασα. | |
Μόνον γὰρ εἶδεν ὁ κύριος τὸν διάβολον διανοηθέντα κατὰ τοῦ Ἰώβ, πάλιν εὐθὺς ἐπέταττε ταῖς ἄνω δυνάμεσιν ὁ κύριος λέγων· «Παρακύψατε, βλέπετε πάλην ἐξαίρετον· | 194 | |
110 | παρακύψατε, βλέπετε πῶς ὁ ἐξ ὑμῶν ὑμᾶς καὶ τὰ ὑμῶν καταλιπὼν κάτω τῷ μηδὲν κοινωνοῦντι κατ’ οὐσίαν μα‐ νικῶς προσπαλαίει· παρακύψατε, βλέπετε πῶς ὁ ἅπαξ πεσὼν πάλιν πίπτει· παρακύψατε, βλέπετε, ἵνα μηδεὶς ὑμῶν ὡς ἐκεῖνος γένηται· | |
115 | παρακύψατε, βλέπετε τὸν Ἰὼβ νευρούμενον καὶ τὸν διάβο‐ λον ἐκλυόμενον, τὸν ἐν τῷ παραδείσῳ φρυαττόμενον καὶ ἐπὶ τῆς κοπρίας αἰσχυνόμενον.» Ἐγένετο ὡς ἡ ἡμέρα αὕτη. Ὄντως ἡμέρα ἡ τοῦ Ἰώβ· εὐγενὴς γὰρ ἦν τῶν ἀφ’ ἡλίου ἀνατολῶν· τῷ Ἰὼβ ἡμέρα, | |
120 | τῷ διαβόλῳ νύξ· ἐψηλάφησεν γὰρ καὶ οὐχ εὗρεν. Ἐγένετο ὡς ἡ ἡμέρα αὕτη, καὶ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἐνώπιον τοῦ κυρίου, καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν. Ἀρκεῖ αὐτῷ τῆς προσηγορίας ἡ διαβολὴ πρὸς ἐγκωμίων παράστασιν. | |
125 | Διάβολος ἤκουσεν· ὃ ἐποίησεν ἔλαβεν, ὃ ἐζήτησεν ἐκλήθη, ὃ ἠθέλησεν ἐκληρονόμησεν· οὐκέτι «ἄγγελος», τὸ τῆς φύσεως ὄνομα, | |
130 | ἀλλὰ «διάβολος», τὸ τῆς προθέσεως παρεγγύημα· ἄγγελοι ἀπὸ τοῦ ἀγγέλλειν ἄγγελοι, διάβολος ἀπὸ τοῦ διαβάλλειν διάβολος. Ἐγένετο ὡς ἡ ἡμέρα αὕτη, καὶ ἦλθον οἱ ἄγγελοι πα‐ ραστῆναι ἐνώπιον τοῦ κυρίου, καὶ ὁ διάβολος ἦλθεν ἐν | |
135 | μέσῳ αὐτῶν. | |
Ἦλθεν ἐν μέσῳ, οὐκέτι τὸ τῆς παρρησίας ἀλλὰ τὸ τῆς αἰσχύνης πρόσωπον ἐπιφερόμενος, οὐκέτι τὸ βασιλικὸν πέπλον | 195 | |
140 | ἀλλὰ τὸ σατανικὸν ῥάκκος ἐπαγόμενος. Καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν, καὶ εἶπεν ὁ κύριος πρὸς τὸν διάβολον· Πόθεν παραγέγονας; Ὢ τῶν παραδόξων πραγμάτων. Ἠγνόει ὁ κύριος πόθεν ὁ διάβολος παραγέγονεν, ὁ γινώσκων βαθέα καὶ ἀπόκρυφα, | |
145 | ὁ τῶν καρδιῶν ἰχνηλάτης; Πόθεν παραγέγονας; Οὐχ ὡς ἀγνοῶν ἠρώτα, ἀλλ’ ὡς βουλόμενος αὐτὸν ἐκ τοῦ στόματος αὐτοῦ κατακρῖναι· οὕτως γὰρ τὸν ὁμοιότροπον αὐτοῦ Κά‐ ϊν ἤλεγξε λέγων πρὸς αὐτόν· Ποῦ Ἄβελ ὁ ἀδελφός σου; Οὐχ ὡς ἀγνοῶν ἠρώτα ὁ τῆς φωνῆς τοῦ αἵματος ἀκούων, | |
(150) | ἀλλὰ βουλόμενος αὐτὸν ἐντελέστερον κατακρῖναι. Καὶ ὁ διάβολός φησιν ἦλθεν ἐν μέσῳ αὐτῶν, καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ· Πόθεν παραγέγονας; Ὁ δὲ διάβολος πρὸς τὸν κύριον· «Πόθεν παραγέγονα; Περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ’ οὐρανὸν | |
155 | πάρειμι.» Ὁ δὲ κύριος πρὸς τὸν διάβολον· «Περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας αὐτὴν ἦλθες; Τί λέγεις, ἀπατεών; Τὴν γῆν περιώδευσας; Καὶ τί ἐποίεις ἐν τῇ γῇ; Τίνα σε πεποίηκα, ἄνθρωπον ἢ ἄγγελον; Τὴν γῆν τοῖς ἀνθρώποις δέδωκα, | |
160 | τὸν οὐρανὸν τοῖς ἀγγέλοις· ἑνὶ ἑκάστῳ τάγματι ἴδιον χῶρον ἀπεκλήρωσα. Πῶς κατέλιπες τὸν οὐρανὸν καὶ τὴν γῆν περινοστεῖς; Τί ὄφελος, ἐν τῷ οὐρανῷ θεῷ σε λα‐ τρεύειν ἢ ἐπὶ τῆς γῆς ἀνθρώποις παρασιτεύειν; Μὴ | |
ἐδεήθης τινός, ὅτι κατέλιπες τὸν ἄνω πλοῦτον καὶ κάτω | 196 | |
165 | κλέπτεις; Τί σοι βέλτιον, ἄνω ὡς ἄγγελον δοξάζεσθαι ἢ κάτω ὡς δραπέτην ἁλύσεσι δεσμεῖσθαι; Τὴν γῆν περι‐ τρέχεις, διάβολε; Τὰ γήϊνα ἠγάπησας, ἔσο ἐν τοῖς γηΐνοις. Τὸν γὰρ ἄνθρωπον εἰς τὸν οὐρανὸν ἀνασφαιρίζω· ὅθεν σὺ ἐξωρίσθης ἐκεῖνον ἐκεῖ φυτεύσω. Ὅμως λέγε μοι, διάβολε, | |
170 | περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ’ οὐρανὸν ἦλθες; Τί στυγνάζεις, τίνι προσέκρουσας, τίς σε λυπεῖ; Οἶδας τί ἔπαθες; Οὗ προσεδόκησας βασιλεύειν, αὐτός σου δεσποτεύει.» Ὁ δὲ διάβολος πρὸς τὸν κύριον ἔτι φρυαττόμενος ὡς | |
175 | μηδέπω τῆς ἥττης γευσάμενος· «Στυγνάζω, δέσποτα; Οὐ μὴν οὐδαμῶς. Πάντων δεσποτεύω, πάντων περιγέγονα, οὐδεὶς ἀνθρώπων ἀντοφθαλμεῖ μοι. Σὺ μὴ ἐνανθρωπήσῃς καὶ βλέπε πῶς πάντων δεσποτεύω.» Ὁ δὲ κύριος πρὸς τὸν διάβολον· «Οἴει με κρύπτειν, ὦ | |
180 | διάβολε; Οὐδένα δέδοικας; Οὐδείς σου δεσπόζει; Οὐ πα‐ ριστῶ πολλούς, ἑνὸς μόνου μνημονεύω. Προσέσχες τῷ θεράποντί μου Ἰώβ, τῷ σῷ μὲν βασιλεῖ, ἐμοῦ δὲ στρα‐ τιώτῃ, ὅτι οὐκ ἔστιν αὐτῷ ὅμοιος ἐπὶ τῆς γῆς ἄνθρωπος ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ | |
185 | παντὸς πονηροῦ πράγματος; Εἰ σφάλλομαι μαρτυρῶν, ἀντίλεγε· εἰ μὴ ἀληθεύω, ἀνάτρεπε· εἰ δὲ δίκαια λέγω, πῶς ἔφης· “Οὐδείς μου δεσπόζει”;» Ὁ δὲ διάβολος πρὸς τὸν κύριον· «Τῷ Ἰὼβ μαρτυρεῖς, δέσποτα; Τί ὅσιον διεπράξατο; Τί ἄξιον μετῆλθε πρᾶγμα; | |
190 | Ἐκτὸς μακαρισμῶν ὁ Ἰώβ. Ὅτι οὐ βλασφημεῖ σε μέγας, ὅτι οὐχ ἁρπάζει τίμιος, ὅτι ξενοτροφεῖ θαυμαστός; Εἰ μὲν σκάπτων καὶ θερίζων καὶ κοπιῶν μισθὸν λαμβάνων προΐ‐ στατο τῶν πτωχῶν, εἰκὸς αὐτὸν μακαρίζεσθαι· εἰ δὲ ἐκ | |
περιουσίας δίδωσι τοῖς πένησιν, τί μακαρίζεται; Τί δὲ καὶ | 197 | |
195 | ὡς μὴ πλεονέκτης γεραίρεται; Λείπει τῷ Ἰώβ; Ζητεῖ καὶ οὐχ εὑρίσκει; Μικράν σοι προσφέρει χάριν· πολλὰ λαμ‐ βάνων ὀλίγα προσφέρει. Οὐ σὺ περιέφραξας αὐτοῦ τὰ ἔξω καὶ τὰ ἔσω τῆς οἰκίας αὐτοῦ καὶ πάντων τῶν ὄντων αὐτοῦ κύκλῳ; Τὰ ἔργα τῶν χειρῶν αὐτοῦ εὐλόγησας καὶ τὰ | |
(200) | κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς. Οὐ μὴν ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων ὧν ἔχει, εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει.» Ὢ τῆς τοῦ διαβόλου πανουργίας. Τὴν βλασφημίαν «εὐλο‐ γίαν» προσαγορεύει ὁ ἀπρόσωπος, σεμνολογεῖ ὁ ἄσεμνος. | |
205 | Ἐξ ἐκείνου καὶ νῦν ἄχρι τῆς δεῦρό τινες πολλάκις τὴν κατάραν «εὐλογίαν» προσαγορεύουσι, καὶ βουλόμενοί τινα ἀράσασθαι πρὸς ὃν ἡ μάχη, ἀποκρίνονται πρὸς αὐτὸν λέγοντες· «Ἄπιθι, ἄνθρωπε, ὁ θεὸς εὐλογήσει σε», τουτέστι θεόθεν καταραθείης. Τί λέγεις, ἄνθρωπε; Τὴν τοῦ διαβόλου | |
210 | μετέρχῃ φωνήν. Ταύτην πρώτην ὁ διάβολος ἔρρηξε φωνὴν λέγων· Οὐ μὴν ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων ὧν ἔχει, εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. Τί ἐστιν ἀπόστειλον τὴν χεῖρά σου; Τουτέστι μικρὸν ἐπίσχες τὴν προνοητικήν σου δύναμιν· μὴ προστῇς τοῦ Ἰώβ, | |
215 | ἀλλ’ ἄφες αὐτὸν μικρὸν λυπηθῆναι, ζημίαν ὑπομεῖναι· μὴ προνοήσῃς αὐτοῦ μικρόν, καὶ βλέπε πῶς ἀναισχυντότερον πάντων σε βλασφημεῖ. Ἐξαπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων ὧν ἔχει. Ὁ δὲ κύριος πρὸς τὸν διάβολον· «Ἐξαποστελῶ τὴν χεῖρά | |
220 | μου καὶ ἅψομαι πάντων ὧν ἔχει. Ἤρξω τὴν ἧτταν ὁμολο‐ | |
γεῖν, διάβολε; Ποῦ σου τῆς ἀντάρσεως τὰ φρυάγματα; Οὐ σὺ εἶ ὁ λέγων· Θήσω τὸν θρόνον μου ἐπὶ τῶν νεφελῶν καὶ ὅμοιος ἔσομαι τοῦ ὑψίστου; Πῶς ὄνων καὶ καμήλων οὐ περιγίνῃ, ἀλλὰ τὴν ἐμὴν χεῖρα εἰς συμμαχίαν ζητεῖς; | 198 | |
225 | Ἀλλ’ ὅμως ἐπινεύω τῇ αἰτήσει σου, οὐ σοὶ παραχωρῶν, ἀλλὰ τὸν ἐμὸν στρατιώτην φαιδρότερον ἀποδεῖξαι βουλόμε‐ νος. Ὁ γὰρ ἐν πλούτῳ εὐάρεστος, καὶ ἐν πενίᾳ δόκιμος. Πλοῦτος πενίας φορτικώτερον καὶ πρὸς ἁμαρτίαν τιμιώτε‐ ρον· ὅπερ γάρ ἐστι χόρτος πυρί, τοῦτο πλοῦτος ματαιόφρο‐ | |
230 | νι. Ἀλλ’ ὅμως ὁ Ἰὼβ ὁ τοιοῦτος, ὡς ἐν πλούτῳ ἤνθησε καὶ ἐν πενίᾳ στεφανωθήσεται· πενίαν γὰρ ἀνάγκη παιδεύει, πλοῦτον δὲ πρόθεσις στεφανοῖ. Διάβολε, ἤδη προλέγω σοι, ὅτι πᾶσαν μὲν τὴν ὕπαρξιν τοῦ Ἰὼβ θερίσεις, τὴν δὲ ἀνδρείαν αὐτοῦ οὐ μὴ ἐκλύσῃς. Ἰδοὺ πάντα ὅσα ἔστιν | |
235 | αὐτῷ δίδωμι ἐν τῇ χειρί σου, ἀλλ’ αὐτοῦ μὴ ἅψῃ, οὐχ ὅτι ἀσθενὴς ὁ ἀθλητής, ἀλλ’ ὅτι πρὸς τὴν αἴτησίν σου δίδωμι καὶ τὴν συγχώρησιν. Εἶπες ὅτι “Διὰ χρημάτων σε σέβεται”· λάβε τῶν χρημάτων μόνον τὴν ἐξουσίαν, ὅπως μάθῃς πότερον τῶν χρημάτων δεσπόζει ἢ τὰ χρήματα αὐτοῦ | |
240 | περιγίνεται.» Ταύτην τὴν ἐξουσίαν λαβὼν ὁ διάβολος ἐξῆλθε χαίρων ἀπὸ προσώπου κυρίου, ὁ ἀεὶ ἐκ προσώπου κυρίου ἐκπορευόμε‐ νος. Ἐξελθὼν δὲ μυριόσαλον κλύδωνα ἐξήγειρε τῷ Ἰώβ, εὐθέως καταστρέφων, ἐμπυρίζων, ἀπολλύων, αἰχμαλωτίζων, | |
245 | δοκῶν ὅτιπερ τῷ πλεονασμῷ τῆς ζάλης δύναται βυθίσαι τὸ σῶμα, τὸ ἔμψυχον τοῦ Ἰὼβ σκάφος, μὴ συνειδὼς ὅτι ἔσω λιμένος παρώρμισται τῇ τῆς πίστεως ἀγκύρᾳ πανταχόθεν | |
ἠσφαλισμένος. Καὶ ὅτι ποικίλους πειρασμοὺς καὶ χειμῶνας ἐξήγειρεν ὁ διάβολος κατὰ τοῦ Ἰώβ, ἤκουες ἀρτίως τοῦ | 199 | |
(250) | συγγραφέως λέγοντος· Ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος λέγων τῷ Ἰώβ· «Τὰ ζεύγη τῶν βοῶν ἠροτρία καὶ αἱ θήλειαι ὄνοι ἐβόσκοντο ἐχόμεναι αὐτῶν· καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες ᾐχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν στόματι μαχαίρας· καὶ ἐσώθην ἐγὼ μόνος | |
255 | καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.» Ἔτι τούτου λαλοῦντος· συνεχεῖς τοὺς ἀγγέλους πληθύνει δοκῶν τὸν στρατιώτην ἐκλύειν. Μὴ ἄγγελον νομίσῃς, ἀλλ’ αὐτὸν τὸν διάβολον νόει· αὐτὸς γὰρ ὁ διάβολος, ὡς πανοῦργος καὶ σοφὸς εἰς τὸ κακοποιῆσαι, αὐτὸς ἑαυτὸν μετασχηματίζων εἰς τοὺς οἰκέτας | |
260 | τοῦ Ἰώβ, ποτὲ μὲν ὡς ποιμένος, ποτὲ δὲ ὡς βουκόλου, ποτὲ δὲ ὡς τοῦ βόσκοντος τὰς καμήλους, οὕτω συχνῶς αὐτὸς δι’ ἑαυτοῦ βαδίζων τὰς προσόδους αὐτῷ τῶν πει‐ ρασμῶν προσέφερεν. Ἀλλ’ ὁ μὲν διάβολος ἐν τούτοις, ὁ δὲ Ἰὼβ ὡς πέτρα τις | |
265 | τοῖς βιαίοις κύμασι προσανέχουσα ἀκύμαντος καὶ ἀσάλευ‐ τος ἔστη. Διὸ τὴν μὲν τῶν βοῶν καὶ πάσης τῆς λοιπῆς ὑπάρξεως ἀπώλειαν γενναίως ὁ Ἰὼβ ἤνεγκεν. Μόνον δὲ ἤκουσε τοῦ τετάρτου ἀγγέλου τὸν ὁμοιόσχημον τῶν τέκνων θάνατον φέροντος, εὐθέως ὁ Ἰὼβ ἐκάμφθη μικρὸν πατρι‐ | |
270 | κοῖς σπλάγχνοις λυγισθείς, ἵνα γνωσθῇ ὅτι ἄνθρωπος ἦν. Διὸ καὶ μόνον ἤκουσε τοῦ τετάρτου ἀγγέλου λέγοντος πρὸς αὐτόν· Τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ υἱῷ σου τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ ἐξαίφνης πνεῦμα μέγα ἐξῆλθεν ἐκ | |
275 | τῆς ἐρήμου καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας | |
καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου καὶ ἐτελεύτησαν, ταῦτα ἀκούσας ὁ Ἰὼβ εὐθέως ἐπέσχε καὶ κατέσχε τὸν ἄγγελον, περιεβλέπετο τὰς ὄψεις, ἵνα γνωρίσῃ τίς ἐστιν ὁ μηνύων καὶ τίς ὁ τοιαύτην ἀγγελίαν προσενέγκαι τολμήσας. | 200 | |
280 | Ὁ δὲ διάβολος κατεχόμενος τὰς ὄψεις ἀπέστρεφεν, δραπε‐ τεύειν ἠβούλετο, ὑπὸ δικαίου κρατεῖσθαι τὸ σύνολον οὐκ ἠ‐ νείχετο. Διὸ καὶ ὁ Ἰώβ, ὡς εἶδεν αὐτὸν θορυβούμενον καὶ ὧδε κἀκεῖσε περιστρεφόμενον καὶ τὸ πρόσωπον δεῖξαι μὴ βου‐ | |
285 | λόμενον, μὴ εἰδὼς ἔτι τίς ἐστιν, τραχυνόμενος ἐπηρώτα τοῦτον· «Λέγε μοι σύ, ἡ τῶν κακῶν προσθήκη, πνεῦμα μέγα ἦλθεν ἐκ τῆς ἐρήμου. Μὴ σὺ εἶ τὸ πνεῦμα; Μὴ σὺ εἶ ὁ τῆς ἐρήμου πολίτης; Πνεῦμα μέγα ἦλθεν ἐκ τῆς ἐρήμου, ἀνθρώπινον τὸ σχῆμα καὶ τὸ πρόσωπον ἀπρόσωπον. | |
290 | Πνεῦμα μέγα ἐξῆλθεν ἐκ τῆς ἐρήμου καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας. Λέγε μοι, ἔνδον ἦς τῆς οἰκίας ἢ ἔξω; Εἰ ἔνδον ἦς, πῶς διεσώθης; Εἰ ἔξω διῆγες, πῶς ἔγνως ὅτι τὰ παιδία τετελευτήκασιν; Ὅμως λέγε μοι, ἐχωνεύθησαν οἱ ἑπτά, οἱ τῆς ἐμῆς ἀρρενογονίας ἰσοστάχυες | |
295 | χρύσεοι στύλοι; Ἀπεσβέσθησαν τῶν θυγατέρων μου αἱ παρθενικαὶ ἰσοφαεῖς τρεῖς λαμπάδες; Κατεστράφη τῶν λο‐ γικῶν νεοττῶν ἡ δεκάστρουθος νοσσιά; Γέγονεν ὁ οἶκος τάφος, ἡ τράπεζα τύμβος, ὁ κρατὴρ ἐκπιαστήρ; Μεγάλης μοι συμφορᾶς γέγονας μηνυτής. Ἀλλ’ ὅμως σφόδρα χαίρω, | |
(300) | ὅτι οὐκ ἀπεζεύχθησαν οἱ ἑπτὰ πῶλοι οὐδὲ τῶν ἑπτὰ πώλων αἱ τρεῖς δαμάλεις· ὡς ἔζησαν, καὶ ἀπέθανον, οὔτε ἐν τῇ ζωῇ αὐτῶν ἐχωρίσθησαν, οὔτε ἐν τῷ θανάτῳ διεμε‐ ρίσθησαν. Μεγάλα μοι κακὰ συμβέβηκεν. Πᾶσαν τὴν ὕπαρ‐ | |
ξιν ζημιωθεὶς μικρὸν ἐλυπούμην τῶν τέκνων περιόντων, | 201 | |
305 | ὡς μὴ ἔχων τινὰ κληρονομίαν αὐτοῖς καταλεῖψαι· ὡς δὲ καὶ τὰ τέκνα τῷ δοτῆρι δῶρον προσήνεγκα, οὐκέτι στυγνάζω ἔργῳ τὴν τοῦ Ἀβραὰμ θυσίαν πληρώσας.» | |
Τῷ δὲ θεῷ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 202 |