TLG 2914 004 :: LEONTIUS :: In ramos palmarum (homilia 3a) (sub nomine Joannis Chrysostomi)

LEONTIUS Scr. Eccl., Presbyter
(Constantinopolitanus: A.D. 5/6)

In ramos palmarum (homilia 3a) (sub nomine Joannis Chrysostomi)

Source: Datema, C., Allen, P. (eds.), Leontii presbyteri Constantinopolitani homiliae [Corpus Christianorum. Series Graeca 17] Turnhout: Brepols, 1987: 151, 153, 155, 157, 159, 161, 163, 165, 167, 169, 171, 173, 175, 177, 179, 181, 183.

Dup. partim JOANNES CHRYSOSTOMUS Scr. Eccl. (2062 297)

Cf. et 2914 003

Citation: (Line)

1tἸωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως
2tτοῦ Χρυσοστόμου
3tλόγος εἰς τὰ βαΐα
1 Ἤδη τῆς δεσποτικῆς πανηγύρεως προλάμπει τὰ χαρίσμα‐
τα, ἤδη τῆς πανευφήμου ἑορτῆς προτρέχει τὰ μηνύματα, ἤδη τῆς καθολικῆς ἀναστάσεως ἀρραβῶνα δεξάμενος Λά‐
5
ζαρος τῷ κυρίῳ συνανάκειται, ἤδη τῆς δωρεᾶς τὸ μυστήριον τοὺς τῷ βαπτίσματι προσ‐
τρέχοντας εὐωδιάζει, ἤδη ὁ πιστεύσας λαὸς εἰς ὑπάντησιν τῷ κυρίῳ προσ‐ δραμὼν βοᾷ λέγων, καθὼς ἀρτίως ἤκουες· «Ὡσαννὰ ἐν
10τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ.» Εὐλογημένος ὁ ἐρχόμενος, ὁ ἀεὶ ἐρχόμενος καὶ ὢν μεθ’ ἡμῶν καὶ ἔξω τῶν πιστῶν μηδαμῶς γινόμενος.
Ὄντως ὁ ὄχλος ἐκεῖνος βασιλικὴν ἐγνώρισεν εἴσοδον·151
15ὥσπερ γὰρ ἐν τοῖς παροῦσι βασιλέως ἐπιστρατεύσαντος τυράννῳ καὶ μετὰ νίκης ὑποστρέφοντος πάντες οἱ πολῖται τῆς αὐτοῦ πόλεως πρὸ τῆς πόλεως συναντῶσιν ἐγκωμίοις τὴν νίκην ἀμειβόμενοι—ἄγει δὲ αὐτοὺς πρὸς τοῦτο οὐκ ἔν‐ δοξος ἔρως ἀλλ’ ἐπινίκιος πόθος—, τὸν αὐτὸν τρόπον καὶ
20ἐπὶ τοῦ δεσπότου Χριστοῦ ὡς ἐπὶ βασιλέως τροπαιούχου ἅπαν τὸ πλῆθος καὶ ἐκ τῶν λόγων καὶ ἐκ τῶν βαΐων ἐμήνυον, ὅτι νικητὴς ὁ παραγενάμενος, μᾶλλον δὲ ὅτι θεὸς ὁ γνωριζόμενος· θεῷ γὰρ μόνῳ ἁρμόδιοι αἱ φωναὶ αἱ τότε μὲν λεχθεῖσαι, νῦν δὲ παραναγνωσθεῖσαι καὶ τοῖς συνετοῖς
25θεῖα μυστήρια παραγυμνοῦσαι. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Τί ἐστιν Ὡσαννὰ ἐν τοῖς ὑψίστοις; Τουτέστι «Σῶσον δὴ ὁ ἐν τοῖς ὑψίστοις»· τὸ γὰρ Ὡσαννὰ σῶσον δὴ ἑρμηνεύεται τῇ Ἑβραΐδι φωνῇ. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Τουτέστιν ὡς ἄνω σωτηρία καὶ
30κάτω φιλανθρωπία. Ὦ ὄχλου θεογνωσία ἀγγελικῆς διακονίας μετεσχηκότος, γῆν πατοῦντος καὶ οὐρανὸν χωροβατοῦντος, σῶμα περικει‐ μένου καὶ τὰ τῶν ἀσωμάτων μετερχομένου, Ἰουδαῖοι τὴν προσηγορίαν καὶ Χριστιανοὶ τὴν ἐργασίαν, κοσμικοὶ τὴν
35διαγωγὴν καὶ ἀποστολικοὶ τὴν ὁμολογίαν. Ἄνωθεν καὶ οὗτοι ὡς Πέτρος τὴν ἀποκάλυψιν ἐδέξαντο· ὥσπερ γὰρ ὁ κορυφαιότατος τῶν ἀποστόλων Πέτρος οὐκ ἐξ οἰκείας μελέτης, ἀλλ’ ἐκ θείας ἀποκαλύψεως ἔλεγε πρὸς τὸν κύριον· Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, καὶ ὁ κύριος153
40δεικνύων ὅτι οὐκ ἐξ οἰκείων λογισμῶν, ἀλλ’ ἐκ τοῦ πατρὸς ἔλαβε τὴν ἀποκάλυψιν μακαρίζων αὐτὸν ἔλεγεν· Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ’ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς, τὸν αὐτὸν τρόπον καὶ ὁ ὄχλος ἄνωθεν τὴν ἀποκάλυψιν δεξάμενος ἁρμοδίους
45φωνὰς ἐβόα πρὸς τὸν κύριον λέγων· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ. Ἔστι δέ τινας ὡς εἰκὸς εἰπεῖν· «Καὶ πόθεν ἡμῖν ἀπο‐ δείξεις ὅτι ὁ Ἰουδαϊκὸς οὗτος ὄχλος ἄνωθεν ἔλαβε τὴν

(50)

ἀποκάλυψιν;» Πόθεν ὑμῖν ἀποδείξω; Ἐξ αὐτῶν τῶν τοῦ κυρίου ῥημάτων. Ἰδόντες γάρ φησιν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τοὺς παῖδας κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας· «Ὡσαννὰ τῷ υἱῷ Δαυΐδ», ἠγανάκτησαν καὶ εἶπαν τῷ Ἰησοῦ· «Ἀκούεις τί
55οὗτοι λέγουσιν;» Ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς· «Ναί· οὐδέπο‐ τε ἀνέγνωτε· Ἐκ στομάτων νηπίων καὶ θηλαζόντων κατηρ‐
τίσω αἶνον;» Καὶ οὐκ ἐκ μόνων δὲ τῶν τοῦ κυρίου ῥημάτων, ἀλλὰ καὶ ἐκ τῆς παραδόξου τῶν ὄχλων συ‐ στροφῆς καὶ ἀπαντήσεως καὶ τῶν ἔργων ὧν ἐποίουν, οὐ155
60μόνον κράζοντες, ἀλλὰ καὶ τοὺς κλάδους τῶν ἐλαιῶν καὶ τὰ βαΐα τῶν φοινίκων κόπτοντες καὶ ταῖς χερσὶ φέροντες, καὶ τὰ ἱμάτια αὐτῶν ὑποστρωννύοντες, καὶ «σωτῆρα» καὶ «βασιλέα» καὶ «κύριον» προσαγορεύοντες. Ὅθεν καὶ παντί που δῆλον ὅτι ἄνωθεν ἐδέξαντο τὴν ἀποκάλυψιν.
65Πόθεν ἐγνώριζεν ὁ ὄχλος βασιλέα τὸν κύριον; Οὐκ ἐφόρει διάδημα βασιλέως κοσμικοῦ, οὐ περιεβέβλητο ἁλουργίδα, οὐκ ἐπεφέρετο πλῆθος στρατοῦ, οὐ προέτρεχον αὐτοῦ ἵπποι καὶ ἅρματα καὶ ἀσπίδες χρυσο‐
70
κόλλητοι, οὐκ ἐπωχεῖτο ἅρματι πορφυροστρώτῳ βασιλικῷ· πώλῳ δὲ ἐκαθέζετο ἀλλοτρίῳ, μικρῷ, δώδεκα μαθητὰς μόνους ἐπαγό‐ μενος. Πόθεν οὖν ὁ ὄχλος ἔγνω αὐτὸν βασιλέα τυγχάνειν, εἰ μὴ ἄνωθεν ἔλαβε τὴν ἀποκάλυψιν;
75Διὸ καὶ οὐκ ἐζήτουν ἐπὶ τοῦ κυρίου διάδημα κοσμικόν· ἔγνωσαν γὰρ αὐτὸν ἀνάρχως βασιλεύοντα. Οὐκ ἐζήτουν ἁλουργίδα· ἐθεώρουν γὰρ αὐτὸν ἀναβαλλόμε‐ νον φῶς ὡς ἱμάτιον. Οὐ περιεβλέποντο πλῆθος στρατοῦ, πεισθέντες τῷ εἰρηκότι
80προφήτῃ· Μύριαι μυριάδες ἀγγέλων ἐλειτούργουν αὐτῷ, καὶ χίλιαι χιλιάδες ἀρχαγγέλων παρειστήκεισαν αὐτῷ. Οὐκ ἐπεζήτουν ἵππους καὶ ἅρματα· ἐγνώρισαν γὰρ Χρι‐ στὸν ἁρματηλατοῦντα καὶ τοὺς εὐαγγελιστὰς καθάπερ ἵπ‐ πους παρακολουθοῦντας, πεισθέντες τῷ εἰρηκότι προφήτῃ157
85—Ζαχαρίας δὲ οὗτός ἐστιν—, ὅτι Ὀπίσω αὐτοῦ ἵπποι λευκοὶ καὶ πυρροὶ καὶ ποικίλοι καὶ ψαροί. Λευκὸς ἵππος Ματθαῖος, ὡς τὰ τῆς ἐνανθρωπήσεως τοῦ κυρίου σαφέστε‐ ρον ἐκθέμενος· ψαρὸς ἵππος Μάρκος, ὡς διανθέστερον τὸ εὐαγγέλιον γράψας· ποικίλος ἵππος Λουκᾶς, ὡς εὐγλωττό‐
90τερον καὶ ποικίλα τὰ κατὰ τὸν κύριον ἐκθέμενος· πυρρὸς ἵππος Ἰωάννης, ὡς τὴν θεότητα τοῦ Χριστοῦ καθάπερ ἀστραπῇ πυρὸς τοῖς ἑαυτοῦ λόγοις ἐκλάμψας, ἐν ἀρχῇ ἦν ὁ
λόγος λέγων καὶ θεὸς ἦν ὁ λόγος. Θεόθεν τοίνυν ὁ Ἱεροσολυμιτικὸς ἐκεῖνος πιστὸς ὄχλος159
95τὴν ἀποκάλυψιν δεξάμενος οὐκ ἐσκανδαλίσθη ὑπὸ τοῦ εὐτελοῦς πώλου, ἀλλ’ ἐνεδυναμώθη ὑπὸ τῆς δεσποτικῆς πα‐ ρουσίας. Διὸ μόνον εἶδον τὸν κύριον ἐπιβεβηκότα τῷ πώλῳ, εὐθέως προφητικαῖς προρρήσεσι νυχθέντες, ἀναλα‐ βόντες τὰ βαΐα τῶν φοινίκων ἔλεγον πρὸς ἀλλήλους οἱ

(100)

ὄχλοι· «Τί ἀναμένομεν καὶ οὐκ ἐξερχόμεθα εἰς ἀπάντησιν τοῦ νοητοῦ φοίνικος κρατοῦντες τὰ βαΐα τῶν φοινίκων; Ὁ καρπὸς αὐτοῦ γλυκασμοῦ καὶ ἀθανασίας πλήρης· τὰ φύλλα αὐτοῦ τῆς οἰκουμένης ἰάματα· τὸ στέλεχος αὐτοῦ, τουτέστι τὸ ξύλον τοῦ σταυροῦ, τοῦ κόσμου παντὸς σωτηρία καὶ
105τρόπαιον τῆς κατὰ τοῦ διαβόλου νίκης. Ἠκούσαμεν τῆς ἐξ ἐ‐ θνῶν ἐκκλησίας ἐν τοῖς Ἄισμασι τῶν ᾀσμάτων βοώσης· Ἀναβήσομαι ἐπὶ τὸν φοίνικα, κρατήσω τῶν κλάδων αὐτοῦ. Προλάβωμεν τὴν ἐξ ἐθνῶν ἐκκλησίαν καὶ ὡς φοίνικα νο‐ ητὸν καὶ ὡς βασιλέα κραταιὸν ἀσπασώμεθα.»
110 Ταῦτα τῶν ὄχλων λεγόντων καὶ διαπραττομένων καὶ τὸν κύριον εὐφημούντων, οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι δριμυ‐ χθέντες σφόδρα, ἐπετίμουν τοῖς ὄχλοις λέγοντες· «Τί ποι‐
εῖτε, τί ματαιολογεῖτε, προπετέστατοι; Ὡς θεῷ τῷ υἱῷ τοῦ τέκτονος προσέρχεσθε τὰ βαΐα κρατοῦντες; Κύριον ὀνο‐161
115μάζετε τὸν μὴ ἔχοντα ποῦ τὴν κεφαλὴν κλῖναι; Βασιλικὰς φωνὰς βάλλετε τῷ ἐπὶ πώλῳ ὄνου καθεζομένῳ; Οὐχὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ παρ’ ἡμῖν εἰσιν; Παύσασθε, προ‐ πετέστατοι· εἰ δὲ μή, κολασθήσεσθε. Διὰ τοῦτο γάρ ἐσμεν, ὅπως τοὺς ἐν ὑμῖν προπετεστάτους σημειωσώμεθα δίκας
120τῆς τόλμης ἀποτιννύντας.» Ταῦτα ἀκούσαντες οἱ ὄχλοι τῶν ἀρχιερέων λεγόντων οὐ κινοῦνται μὲν πρὸς στάσιν τῆς εἰρήνης παρούσης, ἀπο‐ κρίνονται δὲ πρὸς αὐτοὺς τῆς χάριτος συνεργούσης· «Μέμ‐ φεσθε ἡμῖν, φαρισαῖοι, καὶ κόλασιν ἀπειλεῖτε ὡς βλασφη‐
125μίαν προϊεμένοις; Τίνες κολάσεως ἄξιοι, ὑμεῖς οἱ τὰς γραφὰς ἀναγινώσκοντες καὶ μὴ νοοῦντες, ἢ ἡμεῖς οἱ ἀκού‐ οντες καὶ κρατοῦντες; Σφαλλόμεθα βαΐα τῶν φοινίκων τῷ κυρίῳ προσφέροντες; Οὐκ αὐτός ἐστιν ὁ τῆς δικαιοσύνης φοῖνιξ;
130Οὐ περὶ αὐτοῦ κέκραγεν ὁ προφήτης· Δίκαιος ὡς φοῖνιξ
ἀνθήσει;
Οὐκ αὐτὸς ἤνθησε τῶν τυφλῶν τὴν ἀνάβλεψιν;
Οὐ χωλοῖς ἀκώλυτον τὸν δρόμον ἐχαρίσατο; Οὐ τὸν παράλυτον τὴν βαστάσασαν κλίνην βαστάσαι πε‐163
135ποίηκεν; Οὐ τὸν τεταρταῖον Λάζαρον ἐξήγειρεν ἐκ θανάτου; Οὐ διὰ τοῦτο βούλεσθε τὸν Λάζαρον πάλιν ἀποκτεῖναι; Οὐχ ὑμεῖς τὸν λίθον ἀπεκυλίσατε, καὶ τῇ ἀπιστίᾳ ὡς λίθοι σκληρύνεσθε; Οὐχ ὑμῖν ἐπέτρεψε λῦσαι τὰς κειρίας, ἵνα μὴ
140ὡς ἐπὶ τοῦ ἐκ γεννητῆς τυφλοῦ ἄλλον ἐξ ἄλλου τάφου παραπηδήσαντα ψευδολογήσητε; Ἀεὶ ὑμεῖς τοῖς καλοῖς βα‐ σκαίνετε, ὦ φαρισαῖοι, καὶ τῷ πλήθει· πιστεύοντι ἐναν‐ τιοῦσθε. Διὰ τοῦτο πάλιν τὸν Λάζαρον ἐβουλεύσασθε φονο‐ κτονῆσαι, ἵνα τοῦ ὄχλου τὴν πίστιν ἐκκόψητε. Κείσθω ὅτι
145φονεύετε τὸν Λάζαρον, οὐ δύναται πάλιν αὐτὸν ἀναστῆσαι; Ἴδωμεν τίς κοπωθήσεται, ὑμεῖς φονεύοντες ἢ ἐκεῖνος ἐγεί‐ ρων. Ὑμεῖς ἔργῳ καὶ κόπῳ φονεύετε, αὐτὸς λόγῳ ἀνί‐ στησιν. Τίς μᾶλλον κοποῦται; Οὐχ ὁ λόγος τοῦ ἔργου κουφότερος;

(150)

Σφαλλόμεθα, ὦ φαρισαῖοι, ὅτι ὡς βασιλεῖ προσήλθομεν τῷ κυρίῳ; Τὸν πῶλον θεωροῦντες μᾶλλον ἐνεδυναμώθημεν· διὸ καὶ βασιλέα κραταιὸν γνωρίζομεν καὶ ἔχομεν τὴν γραφὴν παρὰ πόδας, ἵνα μάθητε καὶ συνῆτε ὅτι οὐχ ἡμεῖς σφαλλόμεθα, ἀλλ’ ὑμεῖς πλανᾶσθε. Ἔχετε τὸν προφήτην Ζα‐
155χαρίαν· τούτου τοὺς λόγους ἀναπτύξατε, φοβήθητε αὐτοῦ τὸ δρέπανον τῆς ἐκδικήσεως, ὅτι οὗτος ὁ προφήτης ἐκ πολλῶν τῶν χρόνων τὴν Ἰουδαίαν εὐαγγελιζόμενος κέκρα‐ γεν· Χαῖρε σφόδρα, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἥσυχος, καθήμενος ἐπὶ πῶλον ὄνου165
160υἱὸν ὑποζυγίου. Μὴ σφαλλόμεθα τὴν γραφὴν ἀναγινώσκον‐ τες καὶ τὸν βασιλέα γνωρίζοντες καὶ ἑαυτοὺς εὐεργε‐ τοῦντες καὶ τοὺς ἀμφιβάλλοντας ἐπιστρέφοντες; Τὸν προ‐ φήτην κατέχετε καὶ τὸν προφητευθέντα νοεῖν οὐ θέλετε; Ἀπόστητε τοιγαροῦν, ὦ φαρισαῖοι· ὅσον ἡμῖν ἐπίκεισθε,
165τοσοῦτον μᾶλλον ἡμῶν τὸν ζῆλον διεγείρετε. Διὸ οὐ παυό‐ μεθα βοῶντες· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. Γνωρίζομεν τὸ ὄνομα, ὦ φαρισαῖοι· τοῦτο τὸ ὄνομα τῆς Αἰγύπτου ἡμᾶς ἠλευθέρωσε
170καὶ τὴν θάλασσαν βατὴν πεποίηκε καὶ τὴν ἔρημον ἐπόλισε καὶ εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι ἐνῴκισε, τὸν προφήτην βοᾶν παρεσκεύασεν· Γνώτωσαν ὅτι ὄνομά σοι κύριος, σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.»
175 Καὶ ὅτι μὲν ὁ ὄχλος εὐπειθὴς ὑπῆρχεν, οἱ δὲ ἀρχιερεῖς ἀπειθεῖς, ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ λέγοντος· Καὶ
συνεβουλεύσαντο οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀπο‐ κτείνωσιν, ὅτι πολλοὶ δι’ αὐτὸν τῶν Ἰουδαίων ὑπῆγον καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν. Εἶδες τῶν ἀρχιερέων τὴν μα‐167
180νίαν; Ἵνα ἐκκόψωσι τῆς πίστεως τὸ πλῆθος, ἐζήτουν τὸν Λάζαρον ἀποκτεῖναι λέγοντες πρὸς ἑαυτούς· «Ἐὰν τὸν Ἰησοῦν ἀποκτείνωμεν, καταλείψωμεν δὲ τὸν Λάζαρον ζῶντα, οὐδὲν ὠφελοῦμεν· τοῦτον γὰρ ὁρῶντες εἰς ἐκεῖνον πι‐ στεύουσιν. Ὅπως οὖν μὴ καὶ μετὰ θάνατον πρόσκομμα
185ἡμῖν γένηται τοῦ πιστεύειν πάλιν τινὰς εἰς τὸν Ἰησοῦν, ἀπο‐ κτείνωμεν τὸν Λάζαρον, ἵνα πάντῃ τὴν μνήμην αὐτοῦ ἐξαλείψωμεν.» Ταῦτα δὲ ἔλεγον οἱ ἀρχιερεῖς ὡς ἄνθρωποι ματαιόφρο‐ νες, μὴ συνιέντες ὅτι ὁ κύριος μέλλων τὸν ἑκούσιον
190θάνατον καταδέχεσθαι ὑπὲρ τῆς τοῦ κόσμου ἀθανασίας, οὐκ ἤ‐ μελλε τὸν Λάζαρον μόνον καὶ τὴν τούτου ἔγερσιν μνήμην τῷ κόσμῳ καταλιμπάνειν, ἀλλὰ καὶ τὸν ἀκαταμάχητον σταυρόν, ὃν οὐ δυνήσονται οὔτε πορθῆσαι οὔτε κρύψαι οὔτε ματαιῶσαι, διὰ πάσης τῆς οἰκουμένης δεικνύντα τῆς
195ἐνεργείας αὐτοῦ τὴν δύναμιν. Ποῖος γὰρ οἶκός ἐστιν ὁ μὴ ἔχων τοῦ σταυροῦ τὸ σημεῖον,
τρόπαιον κατὰ δαιμόνων καὶ φυλακτήριον ψυχῶν ὑπάρχον; Τί οὖν ὁ εὐαγγελιστής; Καλὸν γὰρ καὶ τὴν κεφαλὴν τῆς πάσης περικοπῆς ψηλαφῆσαι. Ἤκουες ἀρτίως τοῦ εὐαγγε‐169

(200)

λιστοῦ λέγοντος· Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὃν ἤγειρεν ἐκ νεκρῶν.
Καὶ ποία αὕτη ἡ Πρὸ ἓξ ἡμερῶν ἡμέρα; Ἡ παροῦσα ἡμέρα, ἡ τὸν πρόδρομον Ἰωάννην χαρακτηρίζουσα. Ὥσπερ171
205γὰρ Ἰωάννης προέδραμε τοῦ κυρίου, οὕτω καὶ αὕτη προ‐ έδραμε τῆς ἀναστάσεως· καὶ ὥσπερ ὁ Ἰωάννης δακτυλο‐ δεικτῶν τὸν κύριον ἔλεγεν· Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, οὕτω καὶ αὕτη δακτυλοδεικτοῦσα τὴν μέλλουσαν κυριακὴν κέκραγε λέγουσα· «Ἴδε ἡ μήτηρ τῶν
210μελλόντων ἀναγεννᾶσθαι.» Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα. Ἀκούσατε τὴν ἡμέραν· οὐ γὰρ ἁπλῶς κεῖται τὸ Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα, ἀλλ’ ἵνα σὺ μάθῃς ἑαυτὸν προκαθαίρειν ἀπὸ πάσης κηλῖδος, ἵνα λύσῃς ἔχθραν,
215ἵνα παύσῃς ὀργήν,
ἵνα σβέσῃς διαβολήν, ἵνα σφίγξῃς ἀγάπην καὶ πλατύνῃς φιλοπτωχίαν, ἵνα μὴ μόνος σὺ ἑορτάσῃς ἀλλὰ καὶ ὁ ἐνδεούμενος συνεορ‐ τάσῃ σοι· ἐὰν γὰρ μὴ μεταδῷς τῷ χρείαν ἔχοντι, σὺ μὲν173
220ἑορτάζεις, ἐκεῖνος δὲ στυγνάζει. Ὅπως οὖν μὴ γένηται ἐπὶ σοῦ τὸ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου, μετάδος τῷ χρείαν ἔχοντι, εὐποίησον τῷ ἐνδεου‐ μένῳ, ὅπως καὶ σὺ διὰ παντὸς ἑορτάσῃς κἀκεῖνος συ‐ νευωχηθῇ.
225Τί οὖν ὁ εὐαγγελιστής; Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν
ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὃν ἤγειρεν ἐκ νεκρῶν. Ὢ τῆς τοῦ κυρίου σοφίας. Ἤγειρε τὸν Λάζαρον, ἵνα ἐρεθίσῃ τὸν διάβολον. Ἄκουε διὰ βραχέων. Ὡς εἶδεν ὁ175
230διάβολος τοῦ κυρίου βοήσαντος· Λάζαρε, δεῦρο ἔξω, καὶ πάντα τὰ καταχθόνια διαλυθέντα καὶ τὰς κάτω δυνάμεις μὴ ὑποφερούσας κρατεῖν ὡς βασιλικοῦ προστάγματος καταπεμφθέντος, μᾶλλον δὲ ὡς θεϊκοῦ βουλήματος ἐνεργοῦντος,
235καὶ ὅτι παραυτὰ αἱ μὲν τρίχες Λαζάρου ἄνωθεν ἐρριζοῦντο, τῶν δὲ νεύρων αἱ διαλύσεις συνεσφίγγοντο, τῶν δὲ σαρκῶν αἱ μειώσεις ἀνεπληροῦντο, τῶν δὲ ὀστέων ὁ χωρισμὸς συνηρμόζετο, τῶν δὲ ἰχώρων τὰ ῥεῖθρα συνεστέλλοντο,
240τὸ δὲ πνεῦμα τὸ ζωτικὸν ὑπεισήρχετο, ἡ δὲ δέσποινα ψυχὴ τὴν ἀρχαίαν προτέραν μονὴν ἀπε‐ λάμβανεν, ὡς εἶδε ταῦτα καὶ τὰ παραπλήσια τούτων γινόμενα, θο‐ ρυβηθεὶς καὶ ἐναγώνιος γενόμενος ἐπέτασσε ταῖς ὑπ’ αὐτὸν
245δυνάμεσι λέγων· «Ἀντιτάξασθε, κραταιώθητε, τὴν ἐμὴν
βασιλείαν μὴ προδῶτε. Ὦ τί πέπονθα; Καταλύεται τὸ κράτος τοῦ θανάτου, ὅπερ διὰ τῆς ἁμαρτίας ἐκτησάμην· ὃν ἔχω τέσσαρας ἡμέρας κρατῶν νῦν ἀναδίδωμι βίᾳ. Μεγάλῃ συμφορᾷ περιπέπτωκα· ἠρξάμην ἐξεμεῖν οὓς κατέπιον. Οὐ177

(250)

διὰ τὸν Λάζαρον μόνον κλαίω, φοβοῦμαι μὴ καὶ τοὺς ἄλλους οὓς κατέχω ἀπὸ τοῦ Ἀδὰμ μεχρὶ τοῦ νῦν ἀπολέσω. Σπουδῆς μοι χρεία καὶ πολλῆς ἰσχύος· εἰ μὴ προκαταλάβω τὸν τῷ λόγῳ συλοῦντά με, πάσης μου τῆς ὑπάρξεως κενὸν ἀποδείξει με. Εὗρον ὃ πράξω, ἔγνων τί ποιήσω· ἔχω τοὺς
255Ἰουδαίους συνδρόμους, μισθοῦμαι τὸν Ἰούδαν, ἀεί μοι οὗ‐ τος ὑπουργεῖ καλῶς. Φιλάργυρος γὰρ ὢν προσελθούσης γυναικὸς τὸ μύρον τριακοσίων δηναρίων διετιμήσατο κό‐ πους παρέχων αὐτῇ· καὶ τὸ μὲν μύρον διετιμήσατο τριακο‐ σίων δηναρίων, τὸν δὲ δεσπότην τοῦ μύρου τριάκοντα
260δηναρίων πωλήσει. Πολλῆς μοι οὖν σπουδῆς χρεία σταυρὸν κατασκευάσαι· αὐτός μου τὸν Λάζαρον ἔλαβεν, ἐγὼ αὐτὸν ὧδε ὅλον καθελκύσω καὶ τοῖς νεκροῖς συναριθμήσω, ἵνα μάθῃ κατὰ μείζονος μὴ στρατεύεσθαι.»
Ταῦτα καὶ τὰ παραπλήσια τούτων βουλεύσασθαι καὶ179
265εἰπεῖν τὸν διάβολον ἠρέθισε τὸ τὸν Λάζαρον ἐκ νεκρῶν ἀναστῆναι. Διὸ καὶ τοὺς Ἰουδαίους εἰς μείζονα φθόνον διήγειρεν ὥστε ὑπουργῆσαι τῇ βουλῇ αὐτοῦ καὶ σταυρὸν τῷ κυρίῳ κατασκευάσαι, ἵνα γένηται ἡ κατάρα εὐλογία καὶ τὸ ξύλον τοῦ σταυροῦ τοῖς πᾶσι σωτηρία. Διὰ γὰρ τῆς τοῦ
270Λαζάρου ἀναστάσεως ὁ μὲν διάβολος ἐταράχθη, οἱ δὲ φαρισαῖοι συνήχθησαν, ἡ Μάρθα ἐπληροφορήθη, ἡ Μαρία ἐδοξάσθη,
275ἡ ἀνάστασις προανεδείχθη,
οἱ μαθηταὶ κραταιότεροι ἐγένοντο, καὶ πολλοὶ τῶν Ἰουδαίων πιστεύσαντες εἰς τὸν κύριον Ἰησοῦν Χριστὸν ὑπήντησαν αὐτῷ μετὰ κλάδων καὶ βαΐων κράζοντες καὶ λέγοντες· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογη‐181
280μένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, βασιλεὺς τοῦ Ἰσ‐ ραήλ. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.183