TLG 2914 003 :: LEONTIUS :: In ramos palmarum (homilia 3) (olim sub nomine Joannis Chrysostomi) LEONTIUS Scr. Eccl., Presbyter In ramos palmarum (homilia 3) (olim sub nomine Joannis Chrysostomi) Cf. et 2914 004 Citation: (Line) | ||
1t | Λεοντίου πρεσβυτέρου Κωνσταντινουπόλεως | |
---|---|---|
2t | λόγος εἰς τὰ προφωτίσματα | |
3t | καὶ εἰς τὰ βαΐα | |
4t | καὶ εἰς τὴν ἔγερσιν τοῦ Λαζάρου | |
1 | Ἤδη τῆς δεσποτικῆς πανηγύρεως παρακύπτει τὰ χαρίσμα‐ τα, ἤδη τῆς πανευφήμου ἑορτῆς προτρέχει τὰ σήμαντρα, ἤδη τοῦ ἀΰλου νυμφίου προλάμπει τὰ πέπλα, | |
5 | ἤδη τῆς καθολικῆς ἀναστάσεως προεαρίζουσιν αἱ ἡδοναί, ἤδη ὁ τῆς ἀναστάσεως ἀρραβὼν προλάμπει ὃν δεξάμενος ὁ Λάζαρος τῷ κυρίῳ συνέστιος γίνεται, ἤδη τῆς δωρεᾶς τὸ μύρον τοὺς προστρέχοντας εὐωδιάζει, ἤδη οἱ τοῦ βασιλέως πιστοὶ φύλακες τὴν μεγαλόπολιν | |
10 | ταύτην κατέλαβον, ἤδη ὁ πιστὸς λαὸς εἰς ἀπάντησιν τῷ κυρίῳ προσδραμὼν βοᾷ λέγων, καθὼς ἤκουες· «Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ, ὁ ἄρρητος.» Εὐλογημένος ὁ ἐρχόμενος καὶ μεθ’ ἡ‐ | |
15 | μῶν εὑρισκόμενος καὶ ἔξω τῶν πάντων μηδαμῶς γινόμε‐ νος. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ. | |
Ὄντως ὁ ὄχλος ἐκεῖνος βασιλικὴν ἐγνώρισεν εἴσοδον· ὥσπερ γὰρ ἐν τοῖς παροῦσι κοσμικοῦ βασιλέως ἐπιστρα‐ | 150 | |
20 | τεύσαντος τυράννῳ, καὶ ἐκ τῆς νίκης ὑποστρέφοντι πάντες οἱ πολῖται τῆς αὐτοῦ πόλεως συναντῶσιν ἄνθη βαστάζον‐ τες, ἐπαίνους πλέκοντες, ἀντὶ ῥόδων ἐγκώμια βάλλοντες —ἄγει δὲ αὐτοὺς πρὸς τοῦτο οὐ κενόδοξος ἔρως ἀλλ’ ἐ‐ πινίκιος πόθος—, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ δεσπότου | |
25 | Χριστοῦ ὡς ἐπὶ βασιλεῖ τροπαιούχῳ ἅπαν τὸ πλῆθος καὶ ἐκ τῶν λόγων καὶ ἐκ τῶν βαΐων ἐγνώριζον ὡς νικητὴς ὁ παραγενάμενος, μᾶλλον δὲ ὡς θεὸς 〈ὁ〉 γνωριζόμενος· θεῷ γὰρ μόνῳ ἁρμόδιοι αἱ τότε μὲν βληθεῖσαι φωναί, νυνὶ δὲ παραναγνωσθεῖσαι, ἐν τοῖς θείοις δὲ μυστηρίοις ἀνθοῦσαι. | |
30 | Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Τί ἐστιν Ὡσαννὰ ἐν τοῖς ὑψίστοις; Τουτέστι «Σῶσον δὴ ὁ ἐν τοῖς ὑψίστοις»· τὸ γὰρ Ὡσαννὰ σῶσον δὴ ἑρμηνεύεται τῇ Ἑβραΐδι φωνῇ. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Τουτέστιν ὡς ἄνω σωτηρία, οὕτως καὶ κάτω φιλανθρωπία. | |
35 | Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ. Ἀγγελικὴν διακονίαν μετῄεισαν, γῆν πατοῦντες καὶ οὐ‐ ρανὸν χωροβατοῦντες, σῶμα περικείμενοι καὶ τὰ τῶν ἀσω‐ μάτων μετερχόμενοι, Ἰουδαῖοι τὴν προσηγορίαν καὶ Χρι‐ | |
40 | στιανοὶ τὴν ἐργασίαν, κοσμικοὶ τὴν διαγωγὴν καὶ ἀποστο‐ λικοὶ τὴν καλλονήν, ἄνωθεν καὶ οὐ κάτωθεν τὴν ἑρμηνείαν δεξάμενοι. Ὥσπερ γὰρ ὁ κορυφαιότατος τῶν ἀποστόλων Πέτρος οὐκ ἐξ οἰκείας μελέτης, ἀλλ’ ἐκ τῆς θείας ἄνωθεν πατρόθεν ἀποκαλύψεως ἔλεγε πρὸς τὸν κύριον· Σὺ εἶ ὁ | 152 |
45 | Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος—διὸ καὶ ὁ κύριος ἐμφαίνων αὐτῷ καὶ μακαρίζων καὶ γνωρίζων ὅτι οὐκ ἐξ οἰ‐ κείας μελέτης, ἀλλὰ πατρόθεν ἔλαβε τὴν ἀποκάλυψιν ἔ‐ λεγεν· Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ’ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς—, | |
(50) | τὸν αὐτὸν τρόπον καὶ ὁ ὄχλος ἄνωθεν τὴν ἀποκάλυψιν δεξάμενος ἁρμοδίους φωνὰς πρὸς τὸν κύριον ἔβαλλε λέ‐ γων· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ. Ἔστι δὲ πάντως εἰπεῖν τινα· «Καὶ πόθεν ἡμῖν ἡ ἀπόδειξις | |
55 | ὅτι ὁ Ἰουδαϊκὸς ὄχλος ἄνωθεν ἔλαβε τὴν μαρτυρίαν;» Πόθεν; Ἐξ αὐτῶν τῶν φωνῶν καὶ τῆς ἁρμοδίου εὐφημίας. | |
Εἰ μὲν γάρ τινας λιτὰς ἔβαλλον φωνάς, οἴκοθεν ἐποιοῦντο τὴν εὐφημίαν· εἰ δὲ καὶ «σωτῆρα» καὶ «βασιλέα» καὶ «κύριον» καὶ «ὡσαννὰ» προσηγόρευον, παντί που δῆλον | 154 | |
60 | ὅτι ἄνωθεν ἐδέξαντο τὴν ἀποκάλυψιν. Πόθεν γὰρ ἐγνώριζεν ὁ ὄχλος τὸν κύριον βασιλέα; Οὐκ ἐφόρει διάδημα κοσμικόν, οὐ περιεβέβλητο ἁλουργίδα, οὐκ ἐπεφέρετο πλῆθος στρατοῦ, | |
65 | οὐ προέτρεχον αὐτοῦ ἵπποι καὶ ἅρματα χρυσοκόλλητα, οὐκ ἐπωχεῖτο ἅρματι πορφυροστρώτῳ βασιλικῷ· εὐτελεῖ πώλῳ ἐκαθέζετο, ἀλλοτρίῳ, μικρῷ, δώδεκα μαθητὰς μόνους ἐπαγόμενος. Πόθεν οὖν ὁ ὄχλος ἔγνω αὐτὸν βασιλέα τυγχάνειν, εἰ μὴ ἄνωθεν ἔλαβε τὴν ἀποκάλυψιν; | |
70 | Διὸ καὶ οὐκ ἐζήτουν ἐπὶ τοῦ κυρίου διάδημα κοσμικόν· ᾔδεισαν γὰρ αὐτὸν ἀνάρχως βασιλεύοντα. Οὐκ ἐζήτουν ἁλουργίδα· ἐπείσθησαν τῷ εἰρηκότι· Ὁ κύ‐ ριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Οὐκ ἐζήτουν πλῆθος στρατιωτῶν· ἐπείσθησαν γὰρ τῷ εἰρη‐ | |
75 | κότι· Μύριαι μυριάδες ἀγγέλων ἐλειτούργουν αὐτῷ, καὶ χίλιαι χιλιάδες ἀρχαγγέλων παρειστήκεισαν αὐτῷ. Οὐκ ἐζήτουν ἐπὶ τοῦ κυρίου ἵππους καὶ ἅρματα· ἐγνώριζον γὰρ ὅτι αὐτός ἐστιν ὁ τὸν Ἡλίαν ἐν ἅρματι πυρίνῳ ἀναλαβών, καὶ τοὺς εὐαγγελικοὺς ἵππους παρακολουθοῦν‐ | 156 |
80 | τας αὐτῷ γινώσκοντες, πεισθέντες τῷ εἰρηκότι προφήτῃ· Ὀπίσω αὐτοῦ ἵπποι πυρροὶ καὶ λευκοὶ καὶ ποικίλοι καὶ ψαροί. Πυρρὸς ἵππος Ματθαῖος, ὡς τὰ τῆς ἐνανθρωπήσεως τοῦ κυρίου λαμπρῶς ἐκθέμενος· ψαρὸς ἵππος Μάρκος, ὡς διανθέστερον τὸ εὐαγγέλιον γράψας· ποικίλος ἵππος Λου‐ | |
85 | κᾶς, ὡς εὐγλωττότερον καὶ ποικιλώτερον τὰ κατὰ τὸν κύριον ἐκθέμενος· λευκὸς ἵππος Ἰωάννης, ὡς λευκότερον πᾶσαν αἵρεσιν στηλιτεύσας. Ἵππους δὲ ταχυδρόμους εἰς πᾶσαν τὴν γῆν τὸ εὐαγγέλιον κομίζοντας καὶ Ἁμβακοὺμ τοὺς ἀποστόλους ὠνόμασεν εἰπών· «Καὶ ἐπεβίβασας εἰς | |
90 | θάλασσαν τοὺς ἵππους σου», θάλασσαν τροπικῶς τὸν ἅπαν‐ τα κόσμον καλέσας. Οὐκ ἐζήτουν οὖν ἐπὶ τοῦ κυρίου ὄχημα λιθοκόλλητον, πορφυρόστρωτον, βασιλικοῖς ὅπλοις διηνθισμένον· ᾔδεισαν γὰρ τὰ χερουβὶμ καὶ τὰ σεραφίμ, τὰς ἑξαπτερύγους λαμ‐ | |
95 | πάδας ὄχημα κεκτημένον, πεισθέντες τῷ εἰρηκότι· Ὁ καθή‐ | |
μενος ἐπὶ τῶν χερουβίμ, ἐμφάνηθι. Θεόθεν τοίνυν ὁ Ἱεροσολυμιτικὸς ἐκεῖνος ὄχλος τὴν ἀ‐ ποκάλυψιν δεξάμενος οὐκ ἐσκανδαλίσθη ὑπὸ τοῦ εὐτελοῦς πώλου, ἀλλ’ ἐνεδυναμώθη ὑπὸ τῆς δεσποτικῆς παρουσίας. | 158 | |
(100) | Διὸ μόνον εἶδε τὸν κύριον ἐπιβάντα τῷ πώλῳ ὁ πιστὸς ἐκεῖνος ὄχλος, εὐθέως προφητικαῖς προρρήσεσι νυγέντες, ἀναλαβόντες τὰ βαΐα τῶν φοινίκων ἔλεγον πρὸς ἀλλήλους οἱ ὄχλοι· «Τί ἀργοῦμεν καὶ οὐκ ἐξερχόμεθα εἰς ἀπάντησιν τοῦ φοίνικος ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων ὀνομαζομένου; | |
105 | Δρεψώμεθα οὖν τὰ βαΐα τῶν φοινίκων· ὁ γὰρ καρπὸς αὐτοῦ ἀθανασίας πλήρης, τὰ φύλλα αὐτοῦ τῆς αἱμορροού‐ σης ἰάματα, τὸ στέλεχος αὐτοῦ τὸ σταυριαῖον ῥίζωμα. Ἠκούσαμεν τῆς ἐξ ἐθνῶν ἐκκλησίας καὶ ὡς φοίνικα νοητὸν καὶ ὡς βασιλέα κραταιὸν εὐφημούσης αὐτόν. Διὰ τῶν | |
110 | βαΐων τοίνυν καὶ ἡμεῖς ἀσπασώμεθα αὐτὴν καὶ δι’ αὐτῆς τὸν δεσπότην Χριστόν.» Ταῦτα τῶν ὄχλων διαπραττομένων καὶ τὸν κύριον εὐφη‐ μούντων, οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι δριμυχθέντες σφό‐ | |
δρα, ἐπετίμουν τοῖς ὄχλοις λέγοντες· «Τί ποιεῖτε, τί ματαιο‐ | 160 | |
115 | λογεῖτε, τί προπετεύεσθε; Ὡς θεῷ τῷ υἱῷ τοῦ τέκτονος προσέρχεσθε; Βαΐα φοινίκων προσφέρετε τῷ μὴ ἔχοντι ποῦ τὴν κεφαλὴν κλῖναι; Βασιλικὰς φωνὰς βάλλετε τῷ ἐπὶ πώλῳ ὄνου καθεζομένῳ; Οὐχὶ ὁ πατὴρ καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ πάντες παρ’ ἡμῖν εἰσιν; Παύσασθε μήπως | |
120 | κατακριθέντες οἱ ἐν ὑμῖν προπετεῖς κολασθήσονται. Διὰ τοῦτο γὰρ ἀπεστάλημεν, ὅπως τοὺς ἐν ὑμῖν προπετεῖς σημειωσώμεθα, εὐκαίρως δίκας τῆς τόλμης ἀποτιννύντας.» Ταῦτα ἀκούσαντες οἱ ὄχλοι τῶν ἀρχιερέων λεγόντων οὐ κινοῦνται πρὸς στασιασμὸν τῆς εἰρήνης παρούσης, ἀπο‐ | |
125 | κρίνονται δὲ πρὸς αὐτοὺς τῆς χάριτος συνεργούσης· «Μέμ‐ φεσθε ἡμῖν, ὦ φαρισαῖοι, καὶ κόλασιν ἀπειλεῖτε ὡς βλά‐ σφημα προϊεμένοις; Τίνες κολάσεως ἄξιοι, ὑμεῖς οἱ τὰς γραφὰς ἀναγινώσκοντες καὶ μὴ νοοῦντες, ἢ ἡμεῖς οἱ ἀκού‐ οντες καὶ κρατοῦντες; Σφαλλόμεθα βαΐα φοινίκων τῷ κυ‐ | |
130 | ρίῳ προσφέροντες; Οὐκ αὐτός ἐστιν ὁ τῆς δικαιοσύνης φοῖνιξ; Οὐ περὶ αὐτοῦ κέκραγεν ὁ προφήτης· Δίκαιος ὡς φοῖνιξ ἀνθήσει; Οὐκ αὐτὸς ἤνθησε τῶν τυφλῶν τὴν ἀνάβλεψιν; | |
135 | Οὐ χωλοῖς παλινδρομίαν ἐχαρίσατο; Οὐ παραλύτοις κλινοβασταξίαν ἔδωκεν; Οὐ τὸν τεταρταῖον Λάζαρον ἄνωθεν πάλιν ἐξήγειρεν; Διὰ τοῦτο βούλεσθε πάλιν τὸν Λάζαρον ἀποκτεῖναι. Οὐχ ὑ‐ μεῖς τὸν λίθον ἀπεκυλίσατε, καὶ τῇ ἀπιστίᾳ ὡς λίθοι | 162 |
140 | σκληρύνεσθε; Οὐχ ὑμῖν ἐπέτρεψε λῦσαι τὰ νεκροτάφια, ἵνα μὴ ὡς ἐπὶ τοῦ ἐκ γεννητῆς τυφλοῦ ἄλλον ἐξ ἄλλου τοῦ τάφου παρεκπηδήσαντα ψευδολογήσητε; Ἀεὶ ὑμεῖς τοῖς καλοῖς βασκαίνετε, ὦ φαρισαῖοι, καὶ τῷ πλήθει πιστεύοντι ἐναντιοῦσθε. Διὰ τοῦτο πάλιν τὸν Λάζαρον ἐβουλεύσασθε | |
145 | φονοκτονῆσαι, ἵνα τοῦ ὄχλου τὴν πίστιν θερίσητε. Κείσθω ὅτι φονεύετε τὸν Λάζαρον, οὐ δύναται πάλιν αὐτὸν ἀνα‐ στῆσαι; Ἴδωμεν τίς κοπωθήσεται, ἢ ὑμεῖς φονεύοντες ἢ αὐτὸς ἐγείρων. Ὑμεῖς κόπῳ φονεύετε, αὐτὸς λόγῳ ἀνί‐ στησιν. Τίς μᾶλλον κοποῦται; | |
(150) | Σφαλλόμεθα, ὦ φαρισαῖοι, ὅτι ὡς βασιλεῖ προσήλθαμεν τῷ κυρίῳ; Τὸν πῶλον θεωροῦντες μᾶλλον ἐνεδυναμώθημεν· διὸ καὶ βασιλέα κραταιὸν αὐτὸν γνωρίζομεν καὶ ἔχομεν τὴν γραφὴν παρὰ πόδας, ἵνα μάθητε συνετῶς ὅτι οὐχ ἡμεῖς σφαλλόμεθα, ἀλλὰ ὑμεῖς πλανᾶσθε. Ἔχετε τὸν προφήτην | |
155 | Ζαχαρίαν· ἀναπτύξατε τοῦτον, φοβήθητε αὐτοῦ τὸ δρέπανον τῆς ἐκδικήσεως. Οὐχὶ αὐτὸς ὁ προφήτης ἐκ πολλῶν τῶν χρόνων τὴν Ἰουδαίαν εὐαγγελιζόμενος κέκραγε λέγων· Χαῖρε σφόδρα, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πρᾶος καὶ ἥσυχος, καθήμενος ἐπὶ πῶλον ὄνου υἱὸν | 164 |
160 | ὑποζυγίου; Μὴ σφαλλόμεθα τὴν γραφὴν ἀναγινώσκοντες καὶ τὸν βασιλέα γνωρίζοντες καὶ ἑαυτοὺς εὐεργετοῦντες καὶ τοὺς ἀμφιβάλλοντας ἐπιστρέφοντες; Τὸν προφήτην κα‐ τέχετε καὶ τὸν προφητευθέντα νοεῖν οὐ θέλετε; Ἀπόστητε τοιγαροῦν, ὦ φαρισαῖοι· ὅσον γὰρ ἐπιτρίβεσθε, τοσοῦτον | |
165 | μᾶλλον ἡμῶν τὸν ζῆλον διεγείρετε. Διὸ οὐ παυόμεθα βοῶντες· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμε‐ νος ἐν ὀνόματι κυρίου. Γνωρίζομεν τὸ ὄνομα, ὦ φαρισαῖοι· τοῦτο τὸ ὄνομα τῆς Αἰγύπτου ἡμᾶς ἠλευθέρωσε | |
170 | καὶ τὴν θάλασσαν βατὴν πεποίηκε καὶ τὴν ἔρημον ἐπόλισε καὶ εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι ᾤκισε καὶ τὸν προφήτην βοᾶν ἠρέθισεν· Γνώτωσαν ὅτι ὄνομά σοι κύριος, σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.» | |
175 | Καὶ ὅτι ὁ μὲν ὄχλος εὐπειθὴς ὑπῆρχεν, οἱ δὲ ἀρχιερεῖς ἀπειθεῖς, ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ λέγοντος· Συνε‐ | |
βουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀπο‐ κτείνωσιν, ὅτι πολλοὶ δι’ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν. Εἶδες τῶν ἀρχιερέων τὴν μα‐ | 166 | |
180 | νίαν; Ἵνα ἐκκόψωσι τοῦ πλήθους τὴν πίστιν, ἐζήτουν καὶ τὸν Λάζαρον ἀποκτεῖναι λέγοντες πρὸς ἑαυτούς· «Ἐὰν τὸν Ἰησοῦν μόνον ἀποκτείνωμεν, καταλείψωμεν δὲ τὸν Λάζαρον ζῶντα, οὐδὲν ὠφελοῦμεν· τοῦτον ὁρῶντες εἰς ἐκεῖνον πι‐ στεύσουσιν. Ὅπως οὖν μὴ καὶ μετὰ θάνατον πρόσκομμα | |
185 | ἡμῖν γένηται τοῦ πιστεύειν τινὰς εἰς τὸν Ἰησοῦν, ἀπο‐ κτείνωμεν τὸν Λάζαρον, ὅπως ἂν πάντῃ τὴν μνήμην αὐτοῦ ἐξαλείψωμεν.» Ταῦτα δὲ ἔλεγον οἱ ἀρχιερεῖς ὡς ἄνθρωποι ματαιόφρο‐ νες, μὴ συνιέντες ὅτι ὁ κύριος, ὁ μέλλων τὸν ἑκούσιον | |
190 | θάνατον καταδέχεσθαι ὑπὲρ τῆς τοῦ κόσμου ἀθανασίας, οὐκ ἤ‐ μελλε τὸν Λάζαρον ἐν μνημείῳ καταλιμπάνειν. Ὅθεν στή‐ σαντες τὸν σταυρὸν τὸν ἀκαταμάχητον, οὐ δύνανται τοῦ λοιποῦ τοῦτον πορθῆσαι οὔτε κρύψαι· διὰ πάσης γὰρ τῆς κτίσεως ἐνεργεῖ. | |
195 | Ποῖος γὰρ οἶκος ὁ μὴ ἔχων τὸν σταυρὸν θεμέλιον; | |
Ποῖον πλοῖον τὸ μὴ πηδαλιουχούμενον ὑπὸ τοῦ σταυροῦ; Ποία πόλις ἡ μὴ ἔχουσα τὸν σταυρὸν φρούριον; Ποῖος βασιλεὺς ὁ μὴ ἀναδεσμούμενος τὸν σταυρόν; Ποία παρθένος ἡ μὴ ἔχουσα τὸν σταυρὸν βακτηρίαν; | 168 | |
(200) | Ποία ἐκκλησία ἡ μὴ τῷ σταυρῷ τετειχισμένη; Ποία χήρα ἡ μὴ ἔχουσα βακτηρίαν τὸν σταυρόν; Ποῖος ὀρφανὸς ὁ μὴ ἔχων ἀρωγὸν τὸν σταυρόν; Σταυρὸς ἐν νυκτὶ φωτίζει, ἐν ἡμέρᾳ λαμπαδουχεῖ, | |
205 | χειμῶνας συμφορῶν παύει, ἔαρ καλεῖ, θέρος ἐπισπᾶται, συζυγίαν συσφίγγει, ὀρφανοὺς ἀνατρέφει, | |
210 | φιλίαν αὔξει, διὰ πάντων τῶν ἀγαθῶν ἐνεργεῖ. Τί οὖν ὁ εὐαγγελιστής; Καλὸν γὰρ καὶ τὴν κεφαλὴν τῆς πάσης περικοπῆς διαψηλαφῆσαι. Ἤκουες ἀρτίως τοῦ εὐαγ‐ γελιστοῦ λέγοντος· Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ | |
215 | Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὃν ἤγειρεν ἐκ νεκρῶν. Ἄκουε συνετῶς. Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν. | |
Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα. Καὶ ποία αὕτη ἡ Πρὸ τῶν ἓξ ἡμερῶν ἡμέρα; Ποία αὕτη; Ἡ παροῦσα ἡμέρα, ἡ τὸν | 170 | |
220 | πρόδρομον Ἰωάννην προχαρακτηρίζουσα. Ὥσπερ γὰρ Ἰωάν‐ νης προέδραμε τοῦ κυρίου, οὕτω καὶ αὕτη προέδραμε τῆς ἀναστάσεως· καὶ ὥσπερ Ἰωάννης δακτυλοδεικτῶν τὸν κύ‐ ριον ἔλεγεν· Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, οὕτω καὶ αὕτη δακτυλοδεικτοῦσα τὴν μέλλου‐ | |
225 | σαν κυριακὴν κέκραγε λέγουσα· «Ἴδε ἡ μήτηρ τῶν μελ‐ λόντων ἀναγεννᾶσθαι.» Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα. Ἄκουε τὴν ἡμέραν καὶ ταύτην περιβλέπου· ὁ τῆς ἡμέρας, τὴν ἡμέραν· | |
230 | ὁ τοῦ φωτός, τὸ φῶς· ὁ τοῦ ἡλίου, τὸν ἥλιον· ὁ τῆς νύμφης, τὸν νυμφίον. Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν. Ἄκουε τὴν ἡμέραν· οὐχ ἁπλῶς κεῖται Πρὸ ἓξ ἡμερῶν τοῦ | |
235 | πάσχα· μηνύει τὴν ποσότητα, ἵνα καθαρίσῃς ἑαυτὸν ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος· προκαθάρσιον γάρ ἐστιν αὕτη ἡ ἡμέρα. Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα, ἵνα προκαθαρίσῃς ἑαυτὸν ἀπὸ πάσης κηλῖδος, | |
240 | ἵνα λύσῃς ἔχθραν, ἵνα παύσῃς ὀργήν, | |
ἵνα σβέσῃς διαβολήν, ἵνα συσφίγξῃς ἀγάπην, ἵνα πλατύνῃς φιλοπτωχίαν, | 172 | |
245 | ἵνα μὴ μόνον σὺ ἑορτάσῃς ἀλλὰ καὶ ὁ ἐνδεόμενος συνεορ‐ τάσῃ σοι· ἐὰν γὰρ σὺ μὴ μεταδῷς τῷ χρείαν ἔχοντι, σὺ μὲν ἑορτάζεις, ἐκεῖνος δὲ στυγνάζει. Ὅπως μὴ γένηται καὶ ἐπὶ σοῦ ἡ τοῦ πλουσίου ἐκείνου ἀνταπόδοσις, ὅστις εὐφραινόμενος καθ’ ἡμέραν λαμπρῶς τῷ | |
(250) | Λαζάρῳ ψιχίων οὐ μετέδωκεν, μετάδος οὖν ἐκ τῆς σῆς τραπέζης τῷ χρείαν ἔχοντι καὶ εὐποίησον τοὺς ἐνδεο‐ μένους, ὅπως καὶ σὺ διὰ πάντων ἑορτάσῃς καὶ ὁ πένης συνευωχηθῇ, ἵνα μὴ οἱ κύνες φιλανθρωπότεροί σου γέ‐ νωνται. Ἄκουε συνετῶς. Ἐὰν γὰρ σὺ μὴ εὐποιήσῃς τὸν | |
255 | ὁμόδοξόν σου πένητα, τὸν χρείαν παραμυθίας ἔχοντα, ἐκεῖ‐ νος δὲ ἀπ’ ἀνάγκης παρὰ σοῦ μὴ εὐεργετηθεὶς προσέλθῃ αἱρετικῷ, κἀκεῖνος αὐτὸν παραμυθήσηται, γέγονεν ὁ κύων σοῦ φιλανθρωπότερος· πᾶς γὰρ αἱρετικὸς καθυλακτεῖ τοῦ ποι‐ μένος. | |
260 | Τί οὖν ὁ εὐαγγελιστής; Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν | |
ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὃν ἤγειρεν ἐκ νεκρῶν. Ὢ τῆς τοῦ κυρίου εὐεργεσίας. Ἐγείρει τὸν Λάζαρον, ἵνα ἐρεθίσῃ τὸν διάβολον. Τί ἐστιν «Ἐγείρει τὸν Λάζαρον, ἵνα | 174 | |
265 | ἐρεθίσῃ τὸν διάβολον»; Ἄκουε διὰ βραχέων· καλὸν γὰρ καταπαῦσαι τὸν λόγον διὰ τὴν ἐπικειμένην ἐργασίαν. Ὡς εἶδεν ὁ διάβολος τὸν κύριον βοήσαντα· Λάζαρε, δεῦρο ἔξω, καὶ πάντα τὰ καταχθόνια διαλυθέντα καὶ τὰς κάτω δυνάμεις μὴ ὑποφερούσας | |
270 | ὡς βασιλικοῦ προστάγματος ἐμφανισθέντος, μᾶλλον δὲ ὡς θεϊκοῦ βουλήματος ἐνεργοῦντος, καὶ ὅτι παραυτὰ αἱ μὲν τρίχες Λαζάρου ἄνωθεν ἐρριζοῦντο, τῶν δὲ νεύρων αἱ διαλύσεις συνεσφίγγοντο, τῶν δὲ ὀστέων ὁ χωρισμὸς συνεγομφοῦτο, | |
275 | τῶν δὲ ἰχώρων τὰ ῥεῖθρα συνεστέλλοντο, τὸ δὲ πνεῦμα τὸ ζωτικὸν συνεισήρχετο, ἡ δὲ δέσποινα ψυχὴ τὴν προτέραν νομὴν ἀπελάμβανεν, ὡς εἶδεν ὁ διάβολος ταῦτα καὶ τὰ παραπλήσια τούτων γινόμενα, θορυβηθεὶς καὶ ἐν ἀγωνίᾳ γενόμενος ἐπέταττε | |
280 | ταῖς ὑπ’ αὐτοῦ δυνάμεσι λέγων· «Ἀντίσχετε, κρατήσατε, τῆς | |
ἐμῆς βασιλείας μὴ προκρίνητε. Τί πέπονθα, ἄνανδροι; Ἀνα‐ λύεται τὰ κράτη τοῦ θανάτου· ὃν γὰρ ἔχω τέσσαρας ἡμέρας κρατῶν ἀναδίδωμι βίᾳ. Μεγάλῃ συμφορᾷ παρεμ‐ πέπτωκα· ἠρξάμην ἐμεῖν οὓς κατέπιον. Οὐ διὰ τὸν Λάζα‐ | 176 | |
285 | ρον μόνον κλαίω, φοβοῦμαι μὴ καὶ τὸν Ἀδὰμ ἀπολέσω. Σπουδῆς μοι χρεία καὶ γοργότητος· εἰ μὴ προκαταλάβωμαι τὸν συντελοῦντά με, πάσης με τῆς ὑπάρξεως κενὸν ἀπο‐ δείξει. Οἶδα τί πράξω· ἔχω τοὺς Ἰουδαίους συνδρόμους, μισθοῦμαι τὸν Ἰούδα, ἀεί μοι λῃστὴς συμπράττει. Καλῶς τὸ | |
290 | μύρον τριακοσίων διετιμήσατο δηναρίων· ἤδη συνέπεισα τὸν Ἰούδα τὸ μὲν μύρον τριακοσίων διατιμήσασθαι δηνα‐ ρίων, τὸν δὲ δεσπότην τοῦ μύρου τριάκοντα ἀργυρίων πωλῆσαι. Σπουδῆς μοι χρεία· σταυρὸν κατασκευάσω· αὐτὸς τὸν Λάζαρον ἔλαβεν, ἐγὼ ὅλον αὐτὸν συγκαθελῶ, τοῖς | |
295 | νεκροῖς αὐτὸν συναριθμήσω, ἵνα μάθῃ κατὰ μείζονος μὴ στρατεύεσθαι.» Αἱ δὲ κάτω δυνάμεις πρὸς αὐτόν· «Ὅλον τὸν Ἰησοῦν ὧδε κατασπάσαι βούλει, καὶ νεκροῖς αὐτὸν συναριθμῆσαι βού‐ λει; Βλέπε μὴ καθ’ ἑαυτοῦ σκέπτῃ· ἔχεις αὐτοῦ πεῖραν, | |
(300) | ἐπάλαισας αὐτῷ ἐν τῇ ἐρήμῳ· οὐχὶ τρίτον προσῆλθες καὶ τρισσῶς ἔπεσας; Εἰ ἀπὼν τοσαῦτα δύναται, ἐὰν κατέλθῃ, τί μέλλεις πράττειν;» Διὰ ταῦτα καὶ τὰ παραπλήσια τούτων ἐγείρει τὸν Λάζαρον | |
ὁ κύριος, ἵνα τὸν διάβολον ἐρεθίσῃ σταυρὸν πελεκῆσαι, ἵνα | 178 | |
305 | γένηται ἡ κατάρα εὐλογία καὶ ὁ σταυρὸς πᾶσι βοηθός. Ἡ γὰρ τοῦ Λαζάρου ἀνάστασις τὸν μὲν διάβολον ἐδρίμυξεν, τοὺς δὲ φαρισαίους ἐκάπνισεν, τὴν δὲ Μάρθαν ἐπληροφόρησεν, | |
310 | τὴν δὲ Μαριὰμ ἐδόξασεν, τὴν δὲ ἀνάστασιν προηρραβωνίσατο, τοὺς δὲ μαθητὰς κραταιοτέρους ἀπέδειξεν. Ἔστι δὲ πάντως εἰπεῖν τινα· «Καὶ πῶς ἡ ἀνάστασις τοῦ Λαζάρου τοὺς μαθητὰς κραταιοτέρους ἀπέδειξεν;» | |
315 | Πῶς; Ἄκουε διὰ βραχέων. Ἴστε πάντες σαφῶς ὅτι πέραν τοῦ Ἰορδάνου τυγχάνοντος τοῦ κυρίου Λάζαρος ἀπέθανεν ἐν Βηθανίᾳ. Βουλόμενος τοίνυν ὁ κύριος τοὺς ἑαυτοῦ μαθητὰς πληροφορῆσαι πρὸ πάντων ὅτι οὐκ ἦν ἐν μέρει ἀλλὰ πανταχοῦ ὡς θεός, καὶ ὅτι οὐδὲν αὐτὸν λέληθε τῶν | |
320 | γινομένων, λέγει πρὸς τοὺς ἑαυτοῦ μαθητάς· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. Οἱ δὲ ἀπόστολοι ἀνθρωπινώτερον ἀκούσαντες, τοῖς ῥήμασι καὶ οὐ τῇ δυνάμει προσεσχηκότες, φυσικώτερον ἀποκρίνον‐ | |
325 | ται πρὸς τὸν κύριον λέγοντες· «Κύριε, εἰ κεκοίμηται, σωθή‐ σεται. Ὅμως λέγε ἡμῖν, ἐπιστάτα· σὺ ἐνταῦθα πέραν τοῦ Ἰορδάνου, Λάζαρος ἐν Βηθανίᾳ, πῶς ἔγνως ὅτι κεκοί‐ | |
μηται;» Ὁ δὲ Χριστὸς πρὸς αὐτούς· «Εἶπον ὑμῖν ὅτι κεκοίμηται, | 180 | |
330 | καὶ χαίρω δι’ ὑμᾶς, ἵνα γνῶτε ὅτι οὐκ ἤμην ἐκεῖ σώματι· κατανοήσατε τὴν ἀπερίγραπτον τῆς θεότητός μου δύναμιν, ὅτι καὶ ὧδε κἀκεῖ εἰμι καὶ πανταχοῦ. Ὅπως δὲ μὴ μόνον τῶν ῥημάτων ἀλλὰ καὶ τῶν πραγμάτων ἐπόπται γενήσεσθε, ἄγωμεν πρὸς αὐτόν.» | |
335 | Ἐλθὼν τοίνυν ὁ Ἰησοῦς εἰς τὸ μνημεῖον ἐβόησεν· Λάζαρε, δεῦρο ἔξω, καὶ εὐθέως ἐξῆλθε γνωρίσας τοῦ δημιουργοῦ τὴν φωνήν. Ἐξῆλθεν ἔχων τὰς χεῖρας δεδεμένας καὶ τοὺς πόδας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. Ὢ τῆς ὑπερβολῆς τῶν θαυμάτων. Τί πλέον ἦν θαυμάσαι; | |
340 | Τὸν ἐγερθέντα ἐκ νεκρῶν, τὸν δεδεμένον τρέχοντα; Ἀλλ’ ἵ‐ να μὴ φαντασίαν τὸ πρᾶγμα νομίσωσιν οἱ ἄπιστοι Ἰουδαῖοι, οἰκείαις χερσὶ τοῦτον λῦσαι προσέταξεν αὐτοῖς εἰπών· «Λύ‐ σατε αὐτὸν καὶ ἄφετε ὑπάγειν. Αὐτόν φησι μάρτυρα δέξα‐ σθε· αὐτὸς ὑμᾶς γνωρίσει τίς εἰμι, ὁ δεσπόζων οὐρανίων | |
345 | καὶ ἐπιγείων καὶ καταχθονίων.» Αὐτῷ τῷ Χριστῷ ἡ δόξα σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ | |
πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 182 |