TLG 2914 002 :: LEONTIUS :: In ramos palmarum (homilia 2)

LEONTIUS Scr. Eccl., Presbyter
(Constantinopolitanus: A.D. 5/6)

In ramos palmarum (homilia 2)

Source: Datema, C., Allen, P. (eds.), Leontii presbyteri Constantinopolitani homiliae [Corpus Christianorum. Series Graeca 17] Turnhout: Brepols, 1987: 85–101.

  • = editio princeps
  • Lines 192–288: Dup. partim ATHANASIUS Theol. (2035 021)

Citation: (Line)

1tΛεοντίου πρεσβυτέρου Κωνσταντινουπόλεως
2tλόγος εἰς τὰ βαΐα
1 Τοὺς εὐσεβείας καθήκει μύστας μὴ τὴν χάριν μόνον ἀσπάζεσθαι, ἀλλὰ καὶ τὸν νόμον περιπτύσσεσθαι· ἃ γὰρ ἡ χάρις ἐβεβαίωσεν, ταῦτα καὶ ὁ νόμος προεκήρυξεν·
5καὶ ἃ ὁ νόμος προεζωγράφησεν, ταῦτα καὶ ἡ χάρις ἐσφράγισεν. Καὶ τούτου μάρτυς αὐτὸς ὁ κύριος, ὁ καὶ τὸν νόμον ὡς λύχνον ἅψας καὶ τὴν χάριν ὡς λαμπάδα φωτίσας,
10λέγων πρὸς Ἰουδαίους· «Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν ἃ παρ’ ἐμοῦ μεμά‐ θηκεν.» Καὶ ὅτι εἷς καὶ ὁ αὐτὸς κύριος, ὁ καὶ διὰ τῶν προφητῶν τὰ μέλλοντα ἀναφωνήσας
15καὶ διὰ τῶν εὐαγγελιστῶν τὰ προλεχθέντα βεβαιώσας, ἐκ τῶν ἀρτίως ἀναγνωσθέντων λάμβανε τὴν ἀπόδειξιν. Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ Ἰωάννου βοῶντος· Τῇ ἐπαύριον ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι Ἰησοῦς ἔρχεται εἰς Ἱεροσόλυμα, ἔλαβον τὰ βαΐα τῶν
20φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτοῦ καὶ ἔκραζον· Ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ. Ἁρμόζουσα ὄντως τῷ σωτῆρι ἡ ὑμνολογία, πρέπουσα τῷ τροπαιούχῳ ἡ εὐλογία.85
25Ἐπινίκιον τὸ τοῦ ὄχλου μέλος· ἤδη γὰρ ὠσφράνθησαν τὴν ζωηφόρον τοῦ Χριστοῦ εὐωδίαν, τὴν τοῦ θανάτου ἧτταν ἐμφαίνουσαν. Εὐλογημένος ὁ ἐρχόμενος δοῦναι ἡμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν
30τοῦ ἐχθροῦ, οὐ ποδῶν στερρότητι, ἀλλὰ πίστεως ἑδράσμα‐ τι. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ἵνα καὶ τὸν αὐτὸν μισθὸν ἀποδώσῃ τοῖς ἀπὸ τῆς πρώτης ὥρας καὶ τοῖς ἑνδεκάτῃ ὥρᾳ εἰς τὸν πνευματικὸν τούτου ἀμπελῶνα ἐργα‐
35ζομένοις· αὐτοῦ γὰρ ἀγαθοῦ τυγχάνοντος Ἰουδαϊκὸς πονη‐ ρὸς ὀφθαλμὸς οὐ ταράττει ἡμᾶς. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου τὸ διαβολικὸν μεσότοιχον λῦσαι καὶ τοῖς ἐπουρανίοις τὰ ἐπίγεια συνάψαι· ὅπου γὰρ μία βασιλεία, ἐκεῖ καὶ πᾶσα τυραννὶς διαλέλυται.
40Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ. Διὰ τί βασιλεὺς τοῦ Ἰσραὴλ μόνον, οὐχὶ δὲ πάντων τῶν περάτων τῆς γῆς ὁ Χριστὸς ἀναδέδεικται; Ἄκουε συνετῶς. Ἰσραὴλ νοῦς ὁρῶν θεὸν ἑρμηνεύεται.
Ὅσοι οὖν ἀπὸ διανοίας ὁρῶσι θεόν, οὗτοι βασιλεύονται86
45ὑπὸ τοῦ δεσπότου Χριστοῦ. Οὐ γὰρ ἀνάγκῃ καλεῖ Χρι‐ στός, ἀλλὰ διαθέσει πείθει, ὡς ἔστιν αὐτοῦ ἀκοῦσαι λέγον‐ τος· Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. Βαΐα φοι‐

(50)

νίκων ὁ ὄχλος ἔλαβεν, ἵνα τὸν φοίνικα τῆς δικαιοσύνης Χριστὸν εὐφημήσωσιν. Περὶ γὰρ αὐτοῦ ὁ προφήτης ἔλεγεν· Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡς ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Διὰ τί φοῖνιξ καὶ κέδρος ὁ δεσπότης Χρι‐ στὸς προσαγορεύεται; Διὰ τὸ πάθος τῆς σαρκός, ὅπερ
55ἑκουσίως διὰ σταυροῦ ὑπομεῖναι κατεδέξατο, καὶ τὸ ἔγκαρ‐ πον τῆς θεότητος. Καὶ γὰρ τῆς σαρκὸς αὐτοῦ παθούσης ἡ θεότης ἀπαθὴς διέμεινεν, καθώς φησιν ὁ προφήτης περὶ τῆς σαρκὸς τοῦ κυρίου ἐν τῷ πάθει· Εἴδομεν αὐτὸν καὶ οὐκ εἶ‐ χεν εἶδος οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἐκ‐
60λεῖπον παρὰ πάντας ἀνθρώπους, ἠτιμάσθη καὶ οὐκ ἐλο‐ γίσθη. Κέδρος δὲ πάλιν ὀνομάζεται διὰ τὸ ὑψηλὸν τῆς θεότητος καὶ τὸ ἄσηπτον τῆς ἀνθρωπότητος. Εἰ γὰρ καὶ ἐτάφη, ἀλλ’ ἡ σὰρξ αὐτοῦ οὐκ εἶδε διαφθοράν· ἐμείωσε δὲ μᾶλλον τοὺς
65διαβολικοὺς σῆτας καὶ ἔμεινε σῶος.
Ταύτην τὴν εὐλογημένην φωνὴν τοῦ ὄχλου τὴν εὔφημον ἐκ πολλῶν τῶν χρόνων ὁ δεσπότης Χριστὸς προθεωρήσας τῷ ἀπλανεῖ τῆς θεότητος βλέμματι, ἐβόα διὰ Ἡσαΐου τοῦ προφήτου λέγων· Εὐλογήσει με πάντα τὰ θηρία τοῦ ἀγροῦ,87
70σειρῆνες καὶ θυγατέρες στρουθίων. Ἐροῦσι δὲ πάντως τινὲς ὅτι ἐνταῦθα ὁ δεσπότης Χριστὸς περὶ θηρίων ἀγροῦ καὶ σειρήνων καὶ στρουθίων διελέγετο, οὐχὶ δὲ περὶ ἀνδρῶν καὶ γυναικῶν καὶ παιδίων. Ἄκουε συνετῶς· οὐδὲν γὰρ παρ’ ἡμῶν λεχθήσεται ἀνα‐
75πόδεικτον. Πολλαχοῦ γὰρ ἡ θεία γραφὴ τοὺς ἀπὸ πονηρίας ἀνθρώπους ἐπιστρέφοντας θηρία οἶδε καλεῖν, οὐκ ἐκ τῆς φύσεως, ἀλλ’ ἐκ τῆς πράξεως τὴν προσηγορίαν ποιουμένη. [Καὶ τούτοις μάρτυς αὐτὸς ὁ κύριος λέγων περὶ τοῦ Ἡρῴδου· Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ, οὐχ ὅτι
80ἀλώπηξ ἦν ὁ Ἡρῴδης—βασιλεὺς γὰρ ἐτύγχανεν—, ἀλλ’ ἐκ τῆς γνώσεως καὶ γνώμης τὴν ὀνομασίαν ἐλάμβανεν. Ὥσπερ ἡ ἀλώπηξ ἄλλην ὁδὸν ἀνῄει καὶ ἄλλην περινοστεῖ διάστροφον πορείας ποιουμένη, τὸν αὐτὸν τρόπον καὶ ὁ Ἡρῴδης ἄλλα μὲν τοῖς χείλεσιν ἐλάλει, ἄλλα δὲ τῇ καρδίᾳ
85κατελάλει διαβολικά, μηδὲν ἐξανύων. Πειθέτω δὲ σὲ καὶ ὁ μακάριος Παῦλος θριαμβεύων Κρῆτας καὶ λέγων ὁ αὐτός· Κρῆτες ἀεὶ ψεῦσται, θηρία ἀνήμερα, γαστέρες ἀργαί. Διὰ τί; Ὄφις μὲν ἄλογος ἅπαξ καθήψας τῆς χειρὸς τοῦ μακαρίου Παύλου μηδὲ αὐτὸν βλάψας,
90Κρῆτες δὲ οἱ ἀνθρωπόμορφοι θῆρες ἐπιδραμόντες τῷ μακα‐ ρίῳ Παύλῳ θανάτῳ περιβα[λ]λεῖν ἠγωνίσαντο, καὶ ταῦτα
συχνῶς παρ’ αὐτοῦ θεραπευόμενοι. Οὕτω καὶ ὁ προφήτης Δανιὴλ ὑπὸ τῶν λεόντων μὴ βλα‐ πτόμενος, ἀλλ’ ὡς φίλος τιμώμενος, νηστεύτας αὐτοὺς ἔδει‐88
95ξεν· καὶ αὐτοὶ μὲν ἐτίμων, ἄνθρωποι δὲ πονηροὶ τοῦ διαβάλλειν αὐτὸν κόρον οὐκ ἐλάμβανον. Οὕτω καὶ Ἰωάννης ὁ βαπτιστὴς ὑπὸ θηρίων ἀγρίων ἐν τῇ ἐρήμῳ δουλευθείς, ἐν δὲ τῇ πόλει ὑπὸ πονηρῶν ἀν‐ θρώπων ἀποκεφαλισθείς, θριαμβεύων δὲ πάλιν τοὺς θηριο‐

(100)

ψύχους ἔλεγεν· «Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Εἰ ὅλως ἐπιστρέψατε καὶ τὸν τῆς προφητοκτονίας ἰὸν ἐξεμέσατε, καρποὺς ἀξίους ποιήσατε τῆς μετανοίας.» Τοῦτο γὰρ ὑπὲρ ἡμῶν ὁ κύριος εἶπεν· «Εὐλογήσουσί με τὰ
105θηρία τοῦ ἀγροῦ.» Θηρία τοὺς ἀπὸ πονηρίας ἐπιστρέφον‐ τας ἀνθρώπους λέγει, ἀγρὸν δὲ τὸν παρόντα κόσμον. Καὶ τούτου μάρτυς αὐτὸς ὁ κύριος λέγων· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ σπείροντι καλὸν σπέρ‐ μα ἐν τῷ ἀγρῷ αὐτοῦ. Καὶ ἑρμηνεύων τὴν παραβολὴν ὁ
110κύριος ἔλεγεν· «Ἀγρός ἐστιν ὁ κόσμος.» Θηρία τοὺς ἀπὸ πονηρίας ἐπιστρέφοντας ἀνθρώπους λέγει, οἵτινες ἐτύγχα‐ νον οἱ ἅγιοι ὡς τὸν Χριστὸν εὐλογοῦντες. Σειρῆνες δὲ αἱ τῶν ἁγίων ψυχαί, αἵτινες τὸν κλύδωνα τοῦ βίου διαπε‐ ράσασαι τὸ τῆς εὐχαριστίας μέλος καθ’ ἑκάστην βοῶσι καὶ
115λέγουσιν· «Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.» Θυγατέρας δὲ στρουθῶν τὰς ἁγίας γυναῖκας καλεῖ τὰς ἐκ τῶν προφητῶν κατηχημένας, ἃς ὁ ἱέραξ τῆς ἀπωλείας διάβολος ἁρπάσαι οὐδὲ δύναται, αἵτινες τυγχάνουσι Μάρθα καὶ Μαρία ἀδελφαὶ τοῦ Λαζάρου, αἵτινες
120ἡμῖν ἀρτίως ἐκελάδησαν τῷ στόματι καθάπερ πνεύματι καὶ ὥσπερ ἀηδόνες τινὲς τὴν ἀνάστασιν τοῦ σωτῆρος εὐηγγε‐ λίσα〈ν〉το. Στρουθοὺς δὲ ὁ λόγος τοὺς προφῆτας αἰνίττεται· καὶ τούτοις μάρτυς ὁ Δαυῒδ ἐκβοῶν· Ἐγενήθην ὡς στρου‐
θίον μονάζον ἐπὶ δώματος. Διὰ τί; «Ἵνα μὴ ὁ Σαοὺλ ὁ τοῦ89
125φθόνου γὺψ ἀδικήσῃ με.» Καὶ πάλιν ὁ αὐτὸς προφήτης πρὸς τοὺς διαβόλους κόρακας τοὺς συμβουλεύοντας αὐτῷ τὰ μάταια ἀποκριθεὶς ἔφη· Πῶς ἐρεῖτε τῇ ψυχῇ μου· Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; Ἰδοὺ γὰρ ὁ ἀετὸς ὁ μέγας θεὸς λόγος τοῖς πτέρυξι τῆς ἐνανθρωπήσεως
130σκέπει.] Ἀλλ’ ἵνα μὴ τὸν λόγον ἐν παρεκβάσεσιν ἀναλώσωμεν, φέρε καὶ ἡμεῖς συμφώνως τὰ βαΐα τῶν φοινίκων ἀναλεξάμενοι, τουτέστι τὰ κατὰ τῆς τοῦ διαβόλου νίκης πέπλα—βαΐα γὰρ νίκης σημαντικά—, εὐφημήσωμεν μεγάλως τῷ στόματι
135καὶ τῇ καρδίᾳ τὸν ἀγωνοθέτην Χριστόν, τὸν ἐπὶ πῶλον μὲν ὄνου καθεζόμενον οἰκονομικῶς, ἐπὶ δὲ τῶν χερουβὶμ καὶ τῶν σεραφὶμ ἀναπαυόμενον
θεοπρεπῶς· ὅπου γὰρ δούλου μορφή, ἐκεῖ ὀνάριον τὸ βαστάζον·
140ὅπου δὲ θεοῦ μορφή, ἐκεῖ πατρικὸς κόλπος ὁ θάλπων. Ἤκουες ἀρτίως καὶ περὶ τούτου τοῦ εὐαγγελιστοῦ λέγον‐ τος· Εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ’ αὐτό. Ὢ τῶν παραδόξων πραγμάτων. Μὴ γὰρ οὐκ ἴσχυεν ὁ δεσπότης Χριστός, ὁ οὐρανὸν θρόνον ἔχων, τὴν δὲ γῆν
145ὑποπόδιον, ὁ πάντα τὰ ὄντα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι νεύματι παραγαγών, πλῆθος ἐξάσπρων ἡμιόνων παραστῆσαι,
ἢ ἅρματα μαργαριτοειδῆ χρυσοκόλλητα, ἢ ἵππων ποικιλοστρώτων ἀγέλην,90

(150)

ἢ δορυφόρων ὡραιομόρφων ἥσυχον συνδρομήν, ἢ ἀρχόντων ἐπισήμων εὔρυθμον προοδοιπόρησιν, ἢ πᾶσαν τὴν λοιπὴν θεραπείαν ἣν ἡδέως οἱ τοῦ κόσμου
φίλοι περισύρουσιν; Ἀλλ’ οὐδὲν τούτων μετέρχεται. Διὰ τί;
155Ἵνα μὴ ἐκκόψῃ τὴν οἰκονομίαν, ἵνα μὴ φαντασίᾳ ἐπιγραφῇ τὸ κατόρθωμα, ἵνα μὴ τῷ σχήματι, ἀλλὰ τῷ πράγματι προσδράμωσιν οἱ πιστεύοντες, ἵνα μὴ μέλλωσι λέγειν Ἰουδαίων καὶ Ἑλλήνων παῖδες,
160ὅτιπερ τὸ βασιλικὸν ἀξίωμα τοῦ παραγενομένου ἢ ἡ τιμὴ ἢ ἡ δορυφορία ἢ ἡ φαντασία ἔπεισε τοὺς ἀκεραιοτέρους, οὐχὶ δὲ ἡ ἀλήθεια τῶν πραγμάτων. Ἵνα οὖν πᾶν στόμα φαῦλον φράξῃ καὶ πᾶς ὁ κόσμος ὑπόδικος γένηται τῷ θεῷ, τούτου ἕνεκεν ὁ δεσπότης
165Χριστὸς εὐτελεῖ ὀναρίῳ καθεσθεὶς καὶ δεκαδύο μόνους μαθητὰς ἐκλεξάμενος εὐτελεῖς, ἰδιώτας, πένητας, ἀφώνων ἰχθύων θηρευτάς, τὴν οἰκουμένην πᾶσαν δι’ αὐτῶν ἠγκί‐ στρευσεν, οὐχ ὁρμιὰν εἰς βυθὸν ῥίψας, ἀλλὰ λόγον εἰς κόσμον πέμψας. Ποῖον λόγον; Ὃν ἀκούσας Λάζαρος ἐξε‐
170πήδησε τοῦ μνημείου, οὐ φύσεως ἀκολουθίᾳ ἀλλὰ θεότητος
ἐνεργείᾳ τὴν ἀκοὴν ἀνοίξας ὁ τεθνεώς. Ἤκουες γὰρ ἀρτίως τοῦ εὐαγγελιστοῦ λέγοντος· Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκώς, ὃν ἤγειρεν ἐκ νεκρῶν.91
175Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα. Ἄκουε τὴν ἡμέραν, ὁ ποθῶν τὴν ἡμέραν κυρίου. Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα. Ἀρίθμει τὰς ἡμέρας, ἵνα ἀπολαύσῃς τῆς ἡμέρας. Ἐγγὺς ἡ παρουσία, ἡ νὺξ προέκο‐ ψεν, ἡ δὲ ἡμέρα ἤγγικεν· ὁ χειμὼν τῆς ἀγνωσίας παρῆλθεν,
180τὸ ἔαρ τῆς γνώσεως παρέκυψεν. Τὸν τῆς τεσσαρακοστῆς δρόμον ἀθλητικῶς διάνυσον καὶ τῆς ἑορτῆς τὸν στέφανον περίμενε. Καλὸν γὰρ ὑμᾶς ὑπομνῆσαι καὶ περὶ τούτου, ὅτιπερ ἡ τεσσαρακοστὴ σὺν εὐμενείᾳ θεοῦ πεπλήρωται, τοῦ δὲ κυριακοῦ πάθους ἡ ἑβδομὰς ἀπὸ τῆς σήμερον
185ἀνέῳκται· οὐχ ὅτε γὰρ ἐνήστευσεν ὁ δεσπότης Χριστός, τότε καὶ ἔπαθεν. Ἄκουε συνετῶς. Ἐνήστευσε γὰρ μετὰ τὸ βάπτισμα, ὅτε πυκτεύσας τῷ διαβόλῳ τοῦτον κατέρραξε καὶ τὴν νίκην τῷ Ἀδὰμ ἐχαρίσατο. Οὐ γὰρ δι’ ἑαυτὸν ἔπαθεν ὁ δεσπότης ἡμῶν Χριστός,
190 ἀλλὰ διὰ τὸν κάτω κείμενον· οὔτε δι’ ἑαυτὸν ἐνήστευσεν, ἀλλὰ διὰ τὸν τὴν παρακοὴν καταπιόντα· οὐδὲ δι’ ἑαυτὸν ἐβαπτίσθη,
ἀλλὰ διὰ τὸν ῥυπωθέντα τῇ ἁμαρτίᾳ.92
195Ἐνήστευσεν οὖν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς μετὰ τὸ βάπτισμα. Ἀλλ’ ὅμως καὶ τοῦτο ἐν παρεκβάσει ζητήσωμεν, διὰ τί μὲν ἡμεῖς πρὸ τοῦ βαπτίσματος νηστεύομεν, ὁ δὲ δεσπότης Χριστὸς μετὰ τὸ βάπτισμα ἐνήστευσεν. Διὰ τί; Ὅτι ἡμεῖς

(200)

μὲν ὠγκωμένοι ταῖς ἁμαρτίαις καὶ πεφορτισμένοι τὴν ψυ‐ χικὴν γαστέρα, ἀναγκαίως πρὸ τοῦ βαπτίσματος τὴν νη‐ στείαν ὡς θεοδώρητον ἀντίδοτον δεχόμεθα, ἵνα καθάραντες ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος εἰς ὄρεξιν ἔλθωμεν τοῦ ἐπουρανίου ἄρτου. Ὁ δὲ δεσπότης
205Χριστὸς ὡς ἁμαρτίας ἐλεύθερος μετὰ τὸ βάπτισμα νηστεύει τύπον δωρούμενος, οὐχ ἁμαρτίας ὀδυρόμενος. Εἰ γὰρ «ἀρὰ» καὶ «ἁμαρτία» ἐκλήθη ὁ δεσπότης ἡμῶν Χριστός, ἀλλ’ ὅμως οὐκ αὐτὸς ῥερύπωται, ἀλλὰ τὰς ἁμαρτίας τὰς ἡμετέρας ἀνεδέξατο· ὁ δὲ ἀνάδοχος πᾶν ὁτιοῦν οὐχ ὡς αὐθέντης,
210ἀλλ’ ὡς μεσίτης εὐθύνεται. Ὅθεν ὡς τοῦ Ἀδὰμ τὸ χρέος ἀναδεξάμενος καὶ τοῦτο ἀποτίσας, καὶ τὸ χειρόγραφον ἡμῶν τῶν ἁμαρτημάτων ἐν τῷ σταυρῷ τῷ σπόγγῳ τῆς φιλανθρωπίας ἀπήλειψε καὶ οὐκ ἐχάραξεν. Διὰ τί δὲ «ἀπήλειψε καὶ οὐκ ἐχάραξεν»; Διὰ
215τί; Ἄκουε. Εἰ ἐχάραξε καὶ οὐκ ἀπήλειψεν, ἤμελλε φέρειν κἂν μικρὸν λείψανον τοῦ προτέρου χρέους. Ὅθεν τοῦτο θεωρήσας καὶ ὁ μακάριος Παῦλος ἐβόα λέγων· Τὸ χει‐ ρόγραφον ἡμῶν τῶν ἁμαρτιῶν ἦρκεν ἐκ μέσου Χριστὸς τῷ
σταυρῷ αὐτὸ προσηλώσας. Διὰ τί δὲ τῷ σταυρῷ αὐτὸ93
220προσήλωσεν; Ἵνα πᾶς παραπορευόμενος μάθῃ τὴν τούτου ἀκυρωσίαν. Ἐνήστευσε τοίνυν ὁ δεσπότης ἡμῶν Χριστὸς μετὰ τὸ βάπτισμα, ἔπαθε δὲ τοῦτο τὸ ἑκούσιον πάθος οὐκ εὐθὺς μετὰ τὸ βάπτισμα, ἀλλὰ μετὰ τριετῆ χρόνον,
225τὸ πρὸ ἓξ ἡμερῶν ὡς σημαινόμενον, τὸ παντὸς πάθους ἀναιρετικόν, τὸ τῆς ἐκκλησίας νυμφοστολικόν. Ἔπαθεν οὖν τοῦτο τὸ πάθος μετὰ τὸ πολλὰ καὶ θαυμαστὰ σημεῖα ἐργάσασθαι,
230μετὰ τὸ νεκροὺς ἀναστῆσαι, μετὰ τὸ παραλύτους σφίγξαι, μετὰ τὸ τυφλοὺς ὀμματῶσαι καὶ λεπροὺς καθαρίσαι. Ἀλλ’ ὅμως οἱ ἀπόστολοι πνεύματος ἁγίου ἐμπλησθέντες ταύτας τὰς δύο πανηγύρεις, τὴν νηστείαν καὶ τὸ πάθος
235συνάψαντες, μίαν ἑορτὴν πάνδημον τῷ γένει τῶν Χριστια‐ νῶν παρέδωκαν. Ἀγαλλιαθῶμεν οὖν καὶ εὐφρανθῶμεν, ὅτι πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν. Διὰ τί;
240Ἵνα Ἰουδαίους δριμύξῃ καὶ τὰ ἔθνη διασώσῃ. Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν. Διὰ τί;
Ἵνα πληρώσῃ τὸ μυστήριον94
245 καὶ ἀνοίξῃ τὸ ἱλαστήριον, ἵνα τῷ Λαζάρῳ συνδειπνήσῃ καὶ τὴν ταφὴν προθυμιάσῃ, ἵνα ὡς δοῦλος πειρασθῇ καὶ ὡς υἱὸς ἐλευθερωθῇ.

(250)

Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν. Διὰ τί; Ἵνα ὑπὲρ τῶν καταδίκων φραγελλωθῇ καὶ ὡς φιλάνθρωπος τούτους μαστίγων ἀπαλλάξῃ. Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν.
255Διὰ τί; Ἵνα τὴν πλευρὰν λόγχῃ νυχθεὶς τὴν πλευρὰν τοῦ Ἀδὰμ
ἰάσηται, ἵνα Ἰούδας ὁ Ἰσκαριώτης τὸ μὲν ὑλικὸν μύρον τριακοσίων δηναρίων διατιμήσηται,
260τὸν δὲ δεσπότην Χριστὸν τριάκοντα ἀργυρίων συμφωνήσῃ. Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν. Διὰ τί; Ἵνα τὸν σταυρὸν ῥιζώσῃ καὶ τὴν σφραγῖδα ἀνθήσῃ,
265ἵνα τὸν ᾅδην ἐμφράξῃ καὶ τὸν παράδεισον ἀνοίξῃ. Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν. Διὰ τί;
Ἀκάνθινον στέφανον φορέσαι95
270 καὶ τὰς ἁμαρτίας ἡμῶν ἐκριζῶσαι, ἵνα τοῖς πιστοῖς συντάξηται καὶ πρὸς τὸν πατέρα ὁδεύσῃ. Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκώς,
275ὁ λήθῃ παραπεμφθῆναι μὴ δυνάμενος, ὁ πόλεως ἀρχιπολίτης, ὁ ἅπαξ τεθνηκὼς καὶ δεύτερον τῷ βίῳ παραπεμφθείς, ὁ φυσικῷ θανάτῳ κλαπεὶς
280 καὶ δεσποτικῇ χάριτι ἐγερθείς, ὁ ὑπὸ τοῦ τυράννου ταρτάρου ἁρπαγεὶς καὶ ὑπὸ τοῦ βασιλέως Χριστοῦ ἀποσπασθείς, ὁ νόσῳ καταρρυπωθεὶς καὶ λόγῳ ἀνανεωθείς.
285Ἴστε γὰρ πάντες σαφῶς, οἱ τοῦ Λαζάρου φίλοι, μᾶλλον δὲ οἱ τοῦ κυρίου μαθηταί, ὅτιπερ τοῦ Λαζάρου θανόντος καὶ τάφῳ παραδοθέντος μετὰ τέσσαρας ἡμέρας ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ἵνα τὸν Λάζαρον διυπνίσῃ. Παρ’ αὐτῷ γὰρ κεκοίμητο, ἦν γὰρ αὐτοῦ καὶ φίλος ὡς τὰ φίλων διαπρατ‐
290τόμενος. Μάρθα δὲ καὶ Μαρία αἱ ἀδελφαὶ τοῦ Λαζάρου τῷ σωτῆρι προσῆλθον. Ἁπλῆ μὲν ἡ Μαρία οὖσα ἡσυχίαν ἦγεν, συ‐
νετώτερον γὰρ ἦν τὸ γύναιον· ἡ δὲ Μάρθα προεκπηδήσασα καὶ ὡς ἐν λύπῃ ὑπάρχουσα παρεκάλει τὸν κύριον βοῶσα·96
295Κύριε, εἰ ἦς ὧδε οὐκ ἄν μου ἀπέθανεν ὁ ἀδελφός· ἀλλὰ καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεόν, δώσει σοι ὁ θεός. Ὁ δὲ κύριος πρὸς τὴν Μάρθαν· «Μάρθα, τί ἐσφαλμένα φθέγγῃ; Τί οὐκ οἶδας ὃ λέγεις; Ἐμποδίζεις τῷ ἀδελφῷ

(300)

σου, οὐ συγχωρεῖς τοῦτον ἀναστῆναι, τῇ λύπῃ μεθύεις. Οὐδέπω ὁ Ἄρειος ἐβλάστησε καὶ σὺ ἀσθενοθεΐας ζιζάνιον προφέρεις λέγουσα· Εἰ ἦς ὧδε οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός. Οὐκ ἤμην ὧδε, Μάρθα; Ἐρώτησον τοὺς μαθητάς μου καὶ μάθε ὅτιπερ εἰ καὶ ἀπὼν ἤμην τῷ σώματι, παρὼν
305ἤμην τῷ πνεύματι. Μόνον γὰρ ἀπέθανεν ὁ ἀδελφός σου καὶ ὁ συνὼν αὐτῷ ἄγγελος τὴν μετάθεσιν αὐτοῦ ἀνήνεγκέ μοι ὡς βασιλεῖ, εὐθέως ἔφην πρὸς τοὺς μαθητάς μου· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι τοῦ ἐξυπνίσαι αὐτόν. Θεῷ λέγεις, Μάρθα· Εἰ ἦς ὧδε οὐκ ἂν ἀπέθανέ μου
310ὁ ἀδελφός. Παῦσαι τοίνυν, Μάρθα, συγχωρῶ σοι σφαλλο‐ μένῃ, τὸ μὲν διὰ τὴν φύσιν, τὸ δὲ διὰ τὴν θλίψιν. Ἀνα‐ στήσεται ὁ ἀδελφός σου.» Λέγει αὐτῷ Μάρθα ἔτι προσκόπτουσα τῇ πίστει· «Οἶδα, κύριε, ὅτι ἀναστήσεται ὁ ἀδελφός μου ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ,
315ὅτε καθολικὸν τὸ δῶρον, οὐχὶ δὲ μερικὸν τὸ χάρισμα.» Ὁ δὲ Χριστὸς πρὸς αὐτήν· «Τί μακρὰν ὁδεύεις, ὦ Μάρθα; Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή. Εἰ πιστεύεις, παρακάλει· εἰ δὲ ἀπιστεῖς, ἄπιθι, γύναι· καὶ γὰρ διδάσκειν οὐκ ἐπι‐ τρέπω σοι. Πιστεύεις τοῦτο;»97
320Λέγει αὐτῷ Μάρθα· «Ναί, κύριε· ἐξ ὅτε γὰρ ἤρξω τῇ δούλῃ σου λαλεῖν, ἄλλη ἀντ’ ἄλλης γεγένημαι.» Τότε ὁ κύριος ἀποκριθεὶς ἔφη τοῖς παροῦσιν· «Ποῦ τεθήκα‐ τε αὐτόν;» Λέγουσιν αὐτῷ· «Ἔρχου καὶ ἴδε.» Καὶ ἐπο‐ ρεύετο ὁ Ἰησοῦς ὡς μὴ εἰδὼς τὸν τάφον ὁ τὴν ψυχὴν τοῦ
325Λαζάρου βαστάζων· ἐπορεύετο γὰρ οὐκ ἀγνοῶν τὸν τάφον, ἀλλ’ ὡς πλείονας βουλόμενος ἑλκύσαι μάρτυρας τῆς ἀνα‐ στάσεως. Εἶτα τοῦ Ἰησοῦ πορευομένου ἡ Μάρθα πάλιν δελεασθεῖσα προσῆλθε τῷ σωτῆρι λέγουσα· «Κύριε, ποῦ ὑπάγεις; Ἤδη
330ὄζει, τεταρταῖος γάρ ἐστιν. Ποῦ ὑπάγεις; Μέλλεις γε‐ λᾶσθαι, οὐκ ἐνδέχεται τοῦτον ἀναστῆναι. Ἤδη ὄζει, τεταρ‐ ταῖος γάρ ἐστιν. Αἱ τρίχες ἐξέπεσαν, αἱ σάρκες ἐμειώ‐ θησαν, αἱ φλέβες διελύθησαν, τῶν ὀστέων αἱ σάρκες τὴν φύσιν ἠρνήσαντο. Κύριε, ποῦ ὑπάγεις; Γέλως γινόμεθα·
335σκώληκες βόσκονται, ἰχῶρες λιμνάζουσιν. Τὸν υἱὸν τῆς χήρας ἀνέστησας, δέσποτα, ἐπειδὴ πρόσφατος ἦν ὁ νεκρὸς καὶ ἔτι ἡ ψυχὴ αὐτοῦ εἰς τὸ σῶμα περιεπέτατο καὶ ἡ σὰρξ νοτίδα θερμότητος ἐκέκτητο. Οὗτος δὲ ἤδη ὄζει, τεταρταῖος
γάρ ἐστιν. Εἰ καὶ αὐτὸς βούλει, ἀλλ’ ὅμως ἡ ψυχὴ οὐ κα‐98
340ταδέχεται εἰς ὀδῶδες ἀγγεῖον εἰσελθεῖν. Ἤδη ὄζει, τεταρ‐ ταῖος γάρ ἐστιν.» Ὁ δὲ Χριστὸς πρὸς τὴν Μάρθαν· «Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψῃ τὴν δόξαν τοῦ θεοῦ, καὶ εἶπες· Ναί, κύριε, ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ, ὁ
345εἰς τὸν κόσμον ἐρχόμενος; Τίς σε πάλιν ἐδελέασε μὴ πιστεύειν; Μὴ τῇ Εὕᾳ συνέτυχες; Μὴ τῷ ὄφει συνήντησας; Παῦσαι τοίνυν, ἀσθενόψυχε Μάρθα, καὶ γνῶθι ὅτι οὐκ ἀ‐ δυνατεῖ ῥῆμα παρὰ τῷ θεῷ. Θεῷ λέγεις· Ἤδη ὄζει. Πότε μύρον δυσωδίαν αἰδεῖται; Ἄνθρωπος μουσικὸς κεχαυνω‐

(350)

μένην κιθάραν διατείνει, καὶ θεὸς νεκρὸν διαλελυμένον οὐκ ἐ‐ γείρει;» Ταῦτα φήσας ὁ κύριος ἦλθέ φησιν εἰς τὸ σπήλαιον καὶ θεασάμενος τὸν τάφον ὁ Ἰησοῦς ἐδάκρυσεν. Ὢ τῶν πραγμάτων.
355Ἐδάκρυσεν ὁ δακρύων ἀφαιρέτης. Διὰ τί δὲ ἐδάκρυσεν ὁ κύριος ὃν ἤμελλεν ἐγείρειν; Διὰ τί; Ἵνα καὶ τῆς ἐναν‐ θρωπήσεως πιστώσηται τὴν ἀλήθειαν, καὶ παραστήσῃ τὴν συμπάθειαν, καὶ τῆς θεότητος τὴν ἐξουσίαν γνωρίσῃ.
Ἐδάκρυσεν ὁ Ἰησοῦς. Διὰ τί; Ἵνα πληρώσῃ τὸ φάσκον99
360ῥητόν· Κλαίειν μετὰ κλαιόντων καὶ χαίρειν μετὰ χαιρόν‐ των. Ἐδάκρυσεν ὁ Ἰησοῦς. Ἀλλ’ εἰ δεῖ ἀκριβέστερον εἰπεῖν διὰ τί ἐδάκρυσεν ὁ Ἰησοῦς, ἐδάκρυσεν οὐ τὸν Λάζαρον, ἀλλὰ τοὺς ἀπίστους Ἰουδαίους.
365Τότε λέγει ὁ Ἰησοῦς τοῖς παροῦσιν· «Ἀποκυλίσατε τὸν λίθον ἀπὸ τοῦ μνήματος.» Τί γάρ, δέσποτα, αὐτὸς οὐκ ἰσχύεις τοῦτο ποιῆσαι; Νεκρὸν ἐγείρεις καὶ λίθον οὐ κυλίεις; Οὐκ αὐτὸς εἶπες τοῖς μα‐ θηταῖς σου· Ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖ‐
370τε τῷ ὄρει τούτῳ· ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν; Ἐκείνοις ὀρέων ἐπαγγέλλῃ μετάθεσιν καὶ σὺ λίθον οὐκ ἰ‐ σχύεις ἀποκυλίσαι; «Ναί, οὐκ ἀπὸ ἀσθενείας κελεύω, ἀλλ’ ἀπὸ σοφίας ἰδίας ἐπιτάττω τοῖς Ἰουδαίοις, ὅπως μὴ μόνον τῇ ὄψει καὶ τῇ
375ὀσφρήσει πληροφορηθῶσιν, ὅτι ἀλήθεια καὶ οὐ φαντασία τὸ γινόμενον, καὶ ὅτι ἐγώ εἰμι ὁ νεκρῶν καὶ ζώντων κύριος.» Εἶτα μετὰ τὸ ἀποκυλίσαι τὸν λίθον ἀνεκραύγασεν ὁ κύριος·
«Σοὶ λέγω, Λάζαρε, δεῦρο ἔξω, ἵνα κἂν οὕτως παύσηται Μάρθα λέγουσα· “Κύριε, εἰ ἦς ὧδε οὐκ ἄν μου ἀπέθανεν ὁ100
380ἀδελφός.” Λάζαρε, δεῦρο ἔξω, ἵνα μάθωσιν οἱ παρόντες ὅτι οὐκ ἀτονῶ διαλελυμένον ἐγεῖραι. Λάζαρε, δεῦρο ἔξω· ἐγώ σε τοῦ τάφου ἠλευθέρωσα, σύ με ἐν τῷ σταυρῷ πρόπεμ‐ ψον. Λάζαρε, δεῦρο ἔξω, καὶ λοιπὸν ὡς φίλος συνδείπνει μοι. Εἰ γὰρ καὶ βούλονται Ἰουδαίων παῖδες ἀνελεῖν σε,
385ἀλλ’ ὅμως ἐγὼ συνδειπνῶ σοι. Οὐκ ἐκδίδωμί σε· ἦλθον γὰρ οὐχὶ προδοῦναι, ἀλλ’ ὑπὲρ φίλων τὴν ψυχήν μου θεῖ‐ ναι.» Ὅτι δὲ ἐβούλοντο Ἰουδαίων παῖδες ἀνελεῖν τὸν Λάζαρον, οἱ ἀεὶ αἱμοχαρεῖς ὄντες, ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ
390λέγοντος· Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι ἐβουλεύσαντο ὅπως καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, ὅτι πολλοὶ δι’ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν. Ὢ τῆς τῶν ἀρχιερέων, μᾶλλον δὲ ἀνιερέων μανίας. Ὃν γὰρ ὁ τάρταρος φρίξας ἀπέδωκεν, οὗτοι θανάτῳ πάλιν
395περιβαλεῖν ἠβούλοντο. Διὰ τί, ὦ Ἰουδαῖοι, Λάζαρον ἀνελεῖν ἐπιχειρεῖτε; Μὴ γὰρ καὶ αὐτὸς τὸ σάββατον λύει; Τὴν ἀνάστασιν μηνύει· τί δὲ αὐτὸν καὶ βούλεσθε ἀνελεῖν; Ἐὰν γὰρ ὑμεῖς αὐτὸν ἀνέλητε, πάλιν Χριστὸς αὐτὸν ἀναστήσει.
Αὐτῷ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.101