TLG 2914 001 :: LEONTIUS :: In natale sancti Joannis prophetae (homilia 1)

LEONTIUS Scr. Eccl., Presbyter
(Constantinopolitanus: A.D. 5/6)

In natale sancti Joannis prophetae (homilia 1)

Source: Datema, C., Allen, P. (eds.), Leontii presbyteri Constantinopolitani homiliae [Corpus Christianorum. Series Graeca 17] Turnhout: Brepols, 1987: 69–75.

Citation: (Line)

1tΛεοντίου πρεσβυτέρου Κωνσταντινουπόλεως
2tεἰς τὸ γενέθλιον
3tτοῦ ἁγίου Ἰωάννου τοῦ προφήτου προδρόμου
1 Εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ· ἐπεσκέψατο γὰρ ἡμᾶς καὶ σήμερον ἀνατολὴ ἐξ ὕψους. Ἐκαθεύδομεν γὰρ τῇ ῥαθυμίᾳ,
5 καὶ διύπνισεν ἡμᾶς τῇ φιλανθρωπίᾳ· ἐσάλευσε τὰ δώματα, ἵνα στηρίξῃ ἡμᾶς ἰασάμενος τὰ τραύματα· ἐμάστιξε τὰ ἄψυχα, ἵνα παιδεύσῃ τὰ ἔμψυχα·
10ἐτάραξε τὴν γῆν, ἵνα πληροφορηθῶσιν οἱ ἐν ὑπεροχῇ. Ἐσάλευσεν, οὐκ ἀπώλεσεν· ἐπεσκέψατο, οὐκ ἀπεφήνατο· ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει,
15μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. Σεισμὸς τὸν Πέτρον ἐκ φυλακῆς ἠλευθέρωσεν, σεισμὸς τὸν Παῦλον τῶν κλοιῶν ἔλυσεν, ἐν σεισμῷ Ἡλίας ὡς εἰς τὸν οὐρανὸν ἀνελήφθη, σεισμὸς τῆς δεσποτικῆς ἀναστάσεως προὔλαβεν.
20[Ἀνάστασις γὰρ ἡ παροῦσα ἡμέρα.] Διὰ τί σεισμός; Ὅπου θεότητος κίνησις, ἐκεῖ καὶ τῶν στοιχείων θόρυβος. Ἐλέησον τὸν πέλας, καὶ σεισμὸς οὐ σκύ〈λ〉λει σε· νήστευσον ἀπὸ κακίας, καὶ θεὸς οὐκ ὀργί‐ ζεται. Εἰπὲ καὶ σὺ προθύμως τὰ τοῦ Δαυῖδ προσευχόμενος·
25«Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με· μὴ ὡς τοὺς γίγαντας κατακλύσῃς με, μηδὲ ὡς Σοδομίτας καταφλέξῃς, ἀλλ’ ὡς Νινευΐτας ἐλέησον.»
Εὔκαιρον οὖν τοὺς αἰσθομένους τῆς τοῦ κυρίου παιδείας εἰπεῖν τὰ τοῦ προφήτου· Ἡ παιδεία κυρίου ἀνοίγει μου τὰ69
30ὦτα. Ὅσοι τοίνυν τὸν θεῖον λόγον ἀπαιτοῦσιν εὔτονον, καὶ αὐτοὶ χρεωστοῦσι παρέχειν τὴν ἀκοὴν ὑπήκοον, ἵνα καὶ οἱ λέγοντες εὐσεβῶς καὶ οἱ ἀκούοντες εἰλικρινῶς δυνηθῶσι θερίσαι τὸ τῆς πίστεως πολύσταχυ[ν] δράγμα· ἄνευ γὰρ πίστεως
35οὔτε 〈ἡ〉 ἠχὼ τῆς ἀκοῆς πλατύνεται, οὔτε τῶν χειλέων ἡ θύρα διανοίγεται, οὔτε τῆς γλώττης τὸ πλῆκτρον κινεῖται, οὔτε τῶν φωνιαίων ὀργάνων οἱ αὐλοὶ εὐρύνονται. Καὶ τούτου μάρτυς Ζαχαρίας ὁ ἱερεύς,
40ὁ παιδευθεὶς δι’ ἀπιστίαν πρὸς παιδείαν τῶν ἀπιστούντων, ὁ τῆς ἀρχαγγελικῆς ἀποκαλύψεως σημεῖον ἐπιζητῶν, ὁ τῆς δεσποτικῆς μηνύσεως ἐγγυητὴν ἀπαιτῶν. Τοῦ γὰρ ἀρχαγγέλου Γαβριὴλ εἰρηκότος πρὸς τὸν Ζαχα‐ ρίαν, καθὼς ἀρτίως ἤκουες τῇ προτεραίᾳ· Μὴ φοβοῦ,
45Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἰδοὺ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, ἀποκριθεὶς ὁ Ζαχαρίας εἶπεν, ὡς ἴστε· Κατὰ τί γνώσομαι τοῦτο; Ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Ἄπιστα ὡς ἀληθῶς τοῦ πρεσβύτου τὰ ῥήματα, καὶ

(50)

πολλῆς ἀντιλογίας γέμοντα. Τὸ γὰρ εἰπεῖν Κατὰ τί γνώσο‐ μαι τοῦτο; ἀντὶ τοῦ «Ποίαν μοι δίδως ἀπόδειξιν τῶν λεγομένων πληροφορίαν;» «Κατὰ τί γνώσομαι τοῦτο; Ἐγὼ γάρ εἰμι πρεσβύτης. Πῶς πατὴρ γνησίου παιδὸς εὑρεθήσο‐ μαι; Τὸ γῆρας ἀπωθεῖται τὴν πίστιν, ἔξω φύσεως λοιπὸν
55τὸ πρᾶγμα, διαλέλυται τὰ γεννητικὰ μόρια, ῥάβδον κα‐ τέχων ἐπιβαίνω, καὶ νεογάμου μοι πεῖραν ἀναζέεις; Ὅτε τάφος, τότε γόνος; Κατὰ τί γνώσομαι τοῦτο; Φράσον μοι, ὧ μέγιστε Γαβριήλ.» Ἀναγκαῖον δὲ καὶ τοὺς ἀγνοοῦντας γνῶναι, ὅτιπερ Γα‐
60βριὴλ θεοῦ ἄνθρωπος ἑρμηνεύεται, ὡς διακονῆσαι τῷ ἐνανθρωπήσαντι,
ὡς προοδοποιῆσαι τῷ ἐπιφανέντι, ὡς μὴ μόνον τῇ στείρᾳ, ἀλλὰ καὶ τῇ παρθένῳ τὰ εὐαγγέλια κομίσαι.70
65Οὗτος γάρ ἐστιν ὁ Γαβριήλ, ὁ καὶ τὸν Δανιὴλ συνετίσας, καὶ τὴν ἄφιξιν τοῦ κυρίου σὺν ἀκριβεῖ χρόνῳ δηλώσας, καὶ τὸν Ἁμβακοὺμ τῆς κόμης μετενέγκας, καὶ τοὺς λέοντας τῷ Δανιὴλ ὡς ἀσκητὰς ἐν τῷ λάκκῳ
70
ὑποτάξας. Τί οὖν ὁ Ζαχαρίας; Καλὸν γὰρ τῆς ἀκολουθίας μὴ δραπετεῦσαί ποτε. Κατὰ τί γνώσομαι τοῦτο; Ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. «Κατὰ τί γνώσομαι τοῦτο; Ἴδε φησίν, τὰ τρέμοντα
75τῶν μελῶν, καὶ τὸ γῆρας τῶν ἀμφοτέρων εἰς γῆν νενευ‐ κός. Εἰ μέρος ἐνέαζε καὶ μέρος πεπαλαίωται, μικρά τις ἦν ἐλπὶς τῶν λεγομένων· νυνὶ δὲ τῶν ἀμφοτέρων τὸ σῶμα σεσάθρωται, οὐδὲν ἕτερον περιμένομεν ἢ τὸ δρέπανον τοῦ θανάτου, ὡς στάχυες πέπειροι. Ἀληθεύεις, δέσποτα Γα‐
80βριήλ; Δὸς δήλους προοδεύσεις, σημεῖον ἀρραβῶνά μοι πίστευσον. Τὴν ἐπαγγελίαν οὐ δέχομαι, εἰ μὴ θαυματουρ‐ γίαν θεάσομαι. Κατὰ τί γνώσομαι τοῦτο; Ὁ Ἀαρὼν οὐκ ἐπίστευσεν,
85 εἰ μὴ ἡ ῥάβδος ἤνθησεν· Μωϋσῆς οὐκ ἐπληροφορήθη, εἰ μὴ ἡ χεὶρ αὐτοῦ ἐλευκάνθη· καὶ Γεδεὼν οὐ συνῆκεν, εἰ μὴ ἐπὶ τὸν πόκον ὑετῶν μόνον γέγονε δρόσος.
90Κατὰ τί οὖν γνώσομαι τοῦτο;
Δὸς σημεῖον, καὶ χορεύσω νεανικά. Δὸς σημεῖον, ἵνα μὴ 〈Ἐλισάβετ〉 ὡς ἡ Σάρρα προπετῶς γελάσῃ. Κατὰ τί γνώσομαι τοῦτο; Εἰ δεύτερος Ἀβραὰμ ἀποφαίνομαι, ὑπάρξει μοι κατὰ τοῦ71
95Ἀβραὰμ δικαιώματα καὶ ἰδιώματα. Εἴσελθε ἐπὶ τὸ δῶμα μου, νίψω τοὺς πόδας σου, ὁδοιπορίαν στείλαντι παραθήσω σοι τράπεζαν μυστηρίου πεπληρωμένην, ἀλεύρου σάτα τρία Ἐλισάβετ φυράσει, τὴν ἐκκλησίαν προζωγραφοῦσα, ζητήσω μόσχον, ἵνα δωρήσῃ παῖδα.

(100)

Κατὰ τί γνώσομαι τοῦτο; Τί μοι τοῦ παιδὸς τὸ ὄνομα προλέγεις, καὶ τούτου μὴ πα‐ ρόντος τὰς ἀρετὰς ἀπαριθμεῖς; Δεῖξόν μοι τί παρὰ φύσιν, ἵνα πιστεύσω τὸ ὑπὲρ φύσιν. Ἐὰν ὁ οὐρανὸς ἀνακαμαροῦται,
105 κἀγὼ ἀνανεοῦμαι· ἐὰν ἡ θάλασσα μετρῆται, καὶ ἡ γυνή μου μαιοῦται· ἐὰν ὁ ἥλιος καταλαμβάνηται, καὶ οἱ ξηροὶ μαζοὶ γάλα ῥυήσονται·
110ἐὰν ἡ σελήνη τειχίζηται, καὶ ἡ ξηρὰ μήτρα νοτίζεται. Κατὰ τί γνώσομαι τοίνυν τοῦτο τὸ παράδοξον μυστήριον; Ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς.»
115 Ὁ δὲ ἄγγελος πρὸς τὸν Ζαχαρίαν· «Θεὸν ἐνέχυρον ἀπαιτεῖς; Ἀρχάγγελον πειράζεις ἐπὶ γῆς; Τὴν σωματικὴν ἀσθένειαν βεβαιοτέραν τῆς δεσποτικῆς ἐπαγγελίας ὁρίζων, ἀνακρίνειν οὐ δέδοικας· Κατὰ τί γνώσομαι τοῦτο; Μὴ γὰρ εἰς Αἴγυπτον ἀποστέλλῃ, ἵνα φοβηθῇς τοῦ φαραῶ τὸν ὄγ‐
120κον, καὶ παραιτήσῃ λέγων· “Προχείρισαι ἄλλον, ἐγὼ γὰρ
ἰσχνόφωνος καὶ βραδύγλωσσος”; Κατὰ τί γνώσῃ τοῦτο, Ζαχαρία; Οὐδὲν ὑπὲρ φύσιν θεὸς ἐργάζεται; Ἦ φύσεως ἀκολουθίαν ζητεῖς, οὐχὶ θεότητος παραδοξοποιΐαν; Εἰπέ μοι·72
125τῆς γῆς οἱ στύλοι ποῦ πεπήγασιν; Οὐρανοῦ δὲ τὸ κύτος ποῦ καθίδρυσται; Νεφελῶν δὲ κύται
130 ποῦ εὑρίσκονται; Ὑετῶν δὲ σταγόνες ποῦ στημονίζονται; Βῶλοι δὲ χιόνος ποῦ λατομοῦνται;
135Ἡλίου δὲ δρόμος τίς ἡνιοχεῖ; Σελήνης δὲ μείωσιν τίς ὁροθετεῖ; Ἄστρων δὲ πλήθη
140 τίς ἀριθμεῖ; Θάλασσα δὲ μαινομένη πῶς ψάμμον αἰδεῖται; Ποταμοὶ δὲ θερμόρρυτοι πῶς συγκιρνῶνται;
145Ὀμίχλη δὲ σκότους ποῦ ἐξυφαίνεται; Ἄνθρωπος δὲ ἐν μήτρᾳ πῶς διαπλάττεται; Τοῦ δὲ ἄρρενος τὸ θῆλυ

(150)

πῶς δειλότερον εὑρίσκεται; Θεοείκελος δὲ ψυχὴ πῶς ἀθρόον ἐν τῷ σώματι εὑρίσκεται; Τὸν Ἡσαῦ δὲ καὶ τὸν Ἰακώβ, οὓς ὁ κόσμος ὅλος οὐκ ἐχώρησεν,
155πῶς ὁ τῆς Ῥεβέκκας σκοτεινὸς πόρος ἀστενοχωρήτους ἐφύλαξεν;
Κατὰ τί γνώσομαι λέγεις τοῦτο, Ζαχαρία; Φύσεως ἀκολου‐ θίαν ζητεῖς, ὅπου θεότητος ἐνέργεια; Τὴν στεῖραν ἀπιστεῖς γεννῆσαι; Τί ἐὰν ἀκούσῃς περὶ τῆς παρθένου; Οὐχὶ Σαμ‐73
160ψὼν τοῦ Ναζωραίου ἐν σιαγόνι ὄνου χιλίους ἀλλοφύλους πατάξαντος, ἐν ἀνύδρῳ καὶ δίψει συσχεθέντος, καὶ μικροῦ δεῖν ἐκλείψαντος, καὶ πρὸς τὸν θεὸν εἰλικρινῶς βοήσαντος, εὐθέως τὸν ὅλμον τῆς ὄνου ἤνοιξεν, καὶ ὕδωρ ἐλίμνασεν, καὶ τὸν Ναζωραῖον ἐπότισεν; Εἰ οὖν ἐν σιαγόνι ὄνου
165τοιοῦτον σημεῖον ἐπεδείξατο καὶ ἐξ ὀστέου ξηροῦ ποτα‐ μοὺς ἀφῆκεν ὑδάτων, καὶ πεπαλαιωμένους ἡμερῶν πρὸς τεκνογονίαν ὀκνήσει καλέσαι; Κατὰ τί γνώσῃ, Ζαχαρία; Οὐκ ἔχεις ὑπόδειγμα τὸν Ἀ‐ βραὰμ καὶ τὴν Σάρραν; Οὐχὶ κἀκεῖνος πρεσβύτης, κἀκείνη
170στεῖρα καὶ ἐκλείπουσα τὸν ἐθισμὸν τῶν καθαρσίων διὰ τὸ πεφθάρθαι τῷ γήρει τὴν ὕλην; Οὐκ ἤκουσας Ἄννης καυ‐ χωμένης· Ἡ στεῖρα ἔτεκεν ἑπτά, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησεν; Οὐκ ἤκουσας τοῦ προφήτου λέγοντος, Ζαχα‐ ρία, Τὰ σημεῖα τοῖς ἀπίστοις; Ἔδει μέν σε μὴ ἀνανεῦσαι,
175Ζαχαρία, τοῖς λεχθεῖσιν, προφητικῆς λειτουργίας μείζονα διακονίαν λαχόντα; Ἐπειδὴ δὲ ὡς ἄπιστος σημεῖα παρὰ θεοῦ ζητεῖς, ἐν τοῖς οἰκείοις μέλεσι μαστιγοφόρον κομίζου σημεῖον· ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι. Ὅπου τῆς προπετείας τὸ θράσος, ἐκεῖ καὶ τῆς παιδείας ὁ χαλινός.
180Ἔσῃ σιωπῶν· ὅπου ὕβρις ἐλάλησεν, ἐκεῖ τῆς ἐπιτιμήσεως ἡ ἀπόφασις. Ἤθελε μὲν ὁ θεός, Ζαχαρία, κήρυκά σε τοῦ τοιούτου θαύματος γενέσθαι· στρατοπεδάρχης γὰρ τοῦ ἐπου‐ ρανίου βασιλέως τίκτεται καὶ τῆς κοσμικῆς τῶν ἁμαρτιῶν λυτρώσεως προκαθαρτής. Ἐπειδὴ δὲ τὴν ἀσθένειαν τοῦ
185σώματος βεβαιοτέραν τῆς ἐπαγγελίας ὡρίσω τοῦ δεσπότου, ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι, ἄχρι ἧς ἡμέρας γέ‐ νηται ταῦτα, ἀνθ’ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτι‐ νες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν.» Ὁρᾷς ὅτι ἄνευ πίστεως οὐδὲν τῶν δεόντων γίνεται.
190 Μόνον ἤκουσε Ζαχαρίας τὰ ῥήματα ταῦτα, εὐθέως ἐξῆλ‐ θεν ἐκ τοῦ ναοῦ μισθὸν τῆς ἀπιστίας τὴν φίμωσιν βα‐ στάζων. Ἄλλους εἰσῆλθεν ἐλευθερῶσαι, καὶ αὐτὸς καταδε‐ δικασμένος ἐξῆλθεν· ὁ θυμιατῆρα λειτουργικὸν βαστάζων τίτλον ἐξορίας περιέφερεν. Ὁ λαὸς περιέμεινε τί ἀγαθὸν74
195ἀκοῦσαι παρ’ αὐτοῦ, κἀκεῖνος διένευεν· «Μηδείς μοι πλη‐ σιάσῃ, δεσποτικῆς ἀγανακτήσεως φρίκην βαστάζω.» Ὢ τῶν παραδόξων πραγμάτων. Ζαχαρίας φιμοῦται καὶ Ἐλισάβετ εὐωχεῖται,

(200)

ἀπεστόμωται γλῶσσα καὶ ὀγκοῦται μήτρα, ἡ γλῶσσα στειρεύει καὶ ἡ στεῖρα γίνεται μήτηρ —μετοικεῖ τὸ πάθος τῆς μήτρας ἐπὶ τὴν γλῶσσαν—,
205ἡ φωνὴ χαλινοῦται καὶ ἡ γονὴ ἐλευθεροῦται, Ζαχαρίας σιγᾷ καὶ Ἰωάννης σκιρτᾷ. Μόνον γὰρ εἶδεν ἡ στεῖρα τὴν παρθένον καὶ κατενόησεν ὁ
210ἑωσφόρος τὸν ἥλιον, ἐσκίρτησε μέγα ὁ Ἰωάννης ἐν τῇ μητρικῇ νηδύϊ τὴν βραδυτῆτα τῆς φύσεως αἰτιώμενος· «Δε‐ σπότου φησὶ κήρυξ εἰμί. Τί τοῖς ὁμοδούλοις ὁμοίως πε‐ πέδημαι νόμοις; Μὴ περιμένων τὸν τόκον ἀπολέσω τὸν δρόμον; Μὴ δεσπότης προλάβῃ τὸν περὶ τὰς ὠδῖνας εἰλού‐
215μενον 〈δοῦλον〉; Μὴ γένηται τῆς φύσεως ἀκολουθία παρα‐ νομία τῆς τάξεως; Ἐπέγνων τὸν παρόντα καὶ σιγᾶν οὐκ ἀ‐ νέχομαι· σαλεύω τὰ δεσμὰ τῆς φύσεως· κηρύττειν γὰρ ἐπείγομαι, δυεῖν παραδόξων πραγμάτων σύντομον γίνομαι σήμαντρον· θεϊκὴν παρουσίαν σαλπίζω καὶ πατρικὴν γλῶσ‐
220σαν ἐκλύω.» Ταῦτα τῶν παραλειφθέντων ἡμῖν τῇ προτεραίᾳ κεφαλαίων οἱ τόκοι· πᾶν γὰρ κεφάλαιον τόκον τίκτει, ὅθεν καὶ τὸ βρέφος «τόκος» ὀνομάζεται· ὡς κεφάλαιον γὰρ ὁ ἀνὴρ τὸν σπόρον τῇ γυναικὶ δανείζει—κεφαλὴ γὰρ γυναικὸς ὁ ἀνήρ—,
225τίκτει δὲ τῷ κεφαλαίῳ τὸν τόκον ἡ γυνή ...75