TLG 2904 002 :: NICOLAUS :: Progymnasmata (capita περὶ συγκρίσεως, περὶ ἠθοποιίας, περὶ ἐκφράσεως, περὶ θέσεως, περὶ νόμου εἰσφορᾶς) (e cod. Ambros. 523) NICOLAUS Rhet.
Soph. Progymnasmata (capita περὶ συγκρίσεως, περὶ ἠθοποιίας, περὶ ἐκφράσεως, περὶ θέσεως, περὶ νόμου εἰσφορᾶς) (e cod. Ambros. 523) Source: Felten, J. (ed.), Nicolai progymnasmata [Rhetores Graeci 11] Leipzig: Teubner, 1913: 60–79. Dup. partim 2904 001, 003 Citation: Page — (line) | ||
60(3,1) | Ac: διαφέρει δὲ τοῦ ἐγκωμίου, ὅτι τὸ μὲν ἁπλᾶ, ἣ δὲ διπλᾶ | |
3,2 | ἔχει τὰ κεφάλαια. διὰ τοῦτο καὶ ὑποτέτακται· ἀεὶ γὰρ τὰ ἁπλᾶ | |
---|---|---|
3,3 | τῶν διπλῶν προτίθεται Ac: 〈Aphth. 42, 25 Sp.〉 «καὶ ὅλως ἡ | |
3,4 | σύγκρισις διπλοῦν ἐγκώμιόν ἐστιν·» ἐν μὲν γὰρ τῷ ἐγκωμίῳ περὶ | |
3,5 | ἑνὸς ἀγωνίζεται, ἐνταῦθα δὲ περὶ δύο | |
5,1 | Ac: σύγκρισίς ἐστι | |
5,2 | λόγος τὸ βέλτιον ἢ χεῖρον παριστὰς ἢ παράλληλος ἐξέτασις ἀγα‐ | |
5,3 | θῶν ἢ φαύλων | |
16,1 | Ac: ἔστιν ἡ σύγκρισις τῶν καὶ μερῶν καὶ | |
16,2 | ὅλων, καὶ εἴδους πανηγυρικοῦ | 60 |
61(1,1) | Ac: ἡ σύγκρισις τοῖς αὐτοῖς τῷ ἐγκωμίῳ διαιρεῖται κεφα‐ | |
1,2 | λαίοις, πλὴν διπλᾶ ἔχει τὰ κεφάλαια· δύο γὰρ τὰ συγκρι‐ | |
1,3 | νόμενα πράγματα· καὶ χρησόμεθα ὡς κἀκεῖ τοῖς ἐμπίπτουσι καὶ | |
1,4 | συγκρίνομεν ἀλλήλοις, ὅσα δὴ ἐγκωμιάζομεν ἢ ψέγομεν. δεῖ δὲ | |
1,5 | μὴ καθαιρέσει τῶν ἐξεταζομένων αὔξειν τὰ ἡμέτερα· οὕτω γὰρ | |
1,6 | οὐ μεγάλα δειχθήσεται· ἀλλὰ τὰ μεγάλα ἐπὶ τοῦ οἰκείου μεγέ‐ | |
1,7 | θους ἐῶντες τότε μείζονα τὰ ἡμέτερα ἀποδεικνύναι πειρασόμεθα, | |
1,8 | ὡς καὶ Ὅμηρος «πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ, μιν μέγ’ | |
1,9 | ἀμείνων» καὶ ἐπὶ τῶν κακῶν Δημοσθένης ἐν τῷ Κατ’ Ἀνδρο‐ | |
1,10 | τίωνος μεῖζον τὸ εἰς αὐτὸν ἀδίκημα ἔδειξε διὰ τοῦ εἰς Εὐκτή‐ | 61 |
62(1,11) | μονα μεγάλως ἁμαρτῆσαι Ἀνδροτίωνα κατασκευάσαι· μεγάλα γάρ, | |
1,12 | φησίν, Εὐκτήμων παρ’ αὐτοῦ ἠδίκηται, πολλῷ δὲ μείζω ἐγώ. φρά‐ | |
1,13 | σιν δὲ κἀνταῦθα πομπικὴν καὶ θεατρικὴν εἶναι δεῖ τοῦ σεμνοῦ | |
1,14 | μὴ ἀφισταμένην. γυμνάζει δὲ ἡμᾶς τὸ παρὸν πρὸς πάντα τὰ | |
1,15 | εἴδη· τοῦ μὲν ἐγκωμίου ἰσότιμον 〈ἂν〉 φανείη· συντελέσει (συν‐ | |
1,16 | τελέσοι Ac) δὲ τῷ συμβουλευτικῷ, ἐν οἷς τὰ ἡμέτερα κρείττω | |
1,17 | φανῆναι βουλόμεθα τῶν ὑφ’ ἑτέρων λεγομένων. ἀλλὰ καὶ τῷ | |
1,18 | δικανικῷ, ἡνίκα κατατρέχοντες ἀδικήματος τὸ αὐτὸ ἐργασόμεθα. | |
1,19 | καὶ δὴ καὶ ἐν τοῖς 〈εʹ〉 μέρεσι τοῦ πολιτικοῦ λόγου· προοιμίων | |
1,20 | τε γὰρ εὑρέσεις διὰ τούτου ποιησόμεθα καὶ διηγήματα μεταχειρισό‐ | |
1,21 | μεθα τὰ πλεονεκτήματα λέγοντες τοῦ ὑποκειμένου προσώπου· | |
1,22 | καὶ εἰς ἀγώνων σφοδρότητας (φαιδρότητας Ac), ἐν οἷς ἢ ἴσα | |
1,23 | ἀποδεικνύναι πειρώμεθα ἢ μείζω· καὶ εἰς ἐπιλόγων πάθη, ἐν | |
1,24 | οἷς καταπαύομεν τὰς ὑποθέσεις. εἰ δὲ περὶ ἀνθῶν ὁ λόγος | 62 |
63(1,25) | ἢ φυτῶν, ἐξέσται καὶ ἀνειμένῃ χρήσασθαι φράσει καὶ μὴ διὰ | |
1,26 | πάντων τῶν κεφαλαίων ἰέναι μηδὲ τῇ τεχνικῇ τῶν ἐγκωμίων | |
1,27 | ἕπεσθαι διαιρέσει | 63 |
64(1,1) | Ac: ἠθοποιία ἐστὶ λόγος ἁρμόζων τοῖς ὑποκειμένοις, ἦθος | |
1,2 | ἢ πάθος ἐμφαίνων ἢ καὶ συναμφότερα | |
7,1 | Ac: διαφέρει ἦθος | |
7,2 | πάθους τῷ καθολικῷ· εἰ γὰρ λέγοιμεν, ποίους ἂν εἴποι λόγους | |
7,3 | δειλὸς ἐπὶ μάχην μέλλων ἐξιέναι, τοῦ καθόλου τοῖς δειλοῖς προσ‐ | |
7,4 | όντος ἤθους φροντιοῦμεν· εἰ δὲ εἴποιμεν, ποίους ἂν εἴποι λό‐ | |
7,5 | γους Ἀγαμέμνων ἑλὼν τὴν Ἴλιον ἢ Ἀνδρομάχη πεσόντος Ἕκτο‐ | |
7,6 | ρος, δώσει τὴν εὐπορίαν τὸ ἐκ περιστάσεως γεγονὸς πάθος | 64 |
65(16,1) | Ac: ἐν τῇ ἠθοποιίᾳ δεῖ μὲν ἀπὸ τοῦ ἐνεστῶτος ἄρχεσθαι, | |
16,2 | ἀνατρέχειν δὲ ἐπὶ τὸν παρεληλυθότα, εἶτα πάλιν ἐπὶ τὸν ἐνεστῶτα· | |
16,3 | οὐ γὰρ ἀμέσως ἥξομεν ἐπὶ τὸν μέλλοντα, ἀλλὰ μνημονεύσομεν | |
16,4 | διὰ βραχέων τῶν νῦν συνεχόντων καὶ οὕτως ἐξετάσομεν τὰ | |
16,5 | μέλλοντα | |
21,1 | Ac: ποίους ἂν εἴποι λόγους Πηλεύς, τὸν θάνατον | |
21,2 | ἀκούσας Ἀχιλλέως· οὐκ εὐθὺς ἀναμνησθήσεται τῆς πάλαι εὐδαι‐ | 65 |
66(21,3) | μονίας, τοῦ γάμου τῆς Θέτιδος, τῆς παρὰ τῶν θεῶν τιμῆς, ἀλλὰ | |
21,4 | θρηνήσας πρότερον τὴν παροῦσαν τύχην ἀντιπαραθήσει τοῖς νῦν | |
21,5 | τὰ πάλαι· εἶτα δακρύσει τὰ νῦν, προστιθείς (προτιθείς Ac), οἷα | |
21,6 | ἐξ οἵων αὐτὸν περιέστηκε, καὶ οὕτως οἷον μαντεύσεται, πόσοις | |
21,7 | καὶ οἵοις περιπεσεῖν αὐτὸν κακοῖς δι’ ἐρημίαν τοῦ βοηθήσοντος | |
9,1 | Ac: χρεία δέ ἐστι τὴν ἀπαγγελίαν κομματικωτέραν εἶναι μᾶλ‐ | |
9,2 | λον, ἀλλὰ μὴ περιοδικῶς συμπληροῦσθαι· τὸ γὰρ περὶ τὴν φρά‐ | |
9,3 | σιν καταγίνεσθαι πάθους ἀλλότριον. ἴδιον δὲ καὶ χαιρόντων καὶ | |
9,4 | θρηνούντων τὸ σύντομον | |
16,1 | Ac: ἔστι δὲ πρὸς τὰ γʹ εἴδη χρή‐ | |
16,2 | σιμος. καὶ γὰρ καὶ ἐγκωμιάζοντες καὶ κατηγοροῦντες καὶ ἐκκλη‐ | 66 |
67(16,3) | σιάζοντες ἠθοποιιῶν πολλάκις δεόμεθα. γυμνάζει δὲ πρὸς τὸν | |
16,4 | ἐπιστολικὸν χαρακτῆρα, εἴ γε καὶ ἐν ἐκείνῳ δεῖ τοῦ ἤθους τῶν | |
16,5 | 〈τε〉 ἐπιστελλόντων 〈καὶ〉 πρὸς οὓς ἐπιστέλλουσι, ποιεῖσθαι πρό‐ | |
16,6 | νοιαν ἐκ παντός | |
10,1 | Ac: ἀλλ’ οὐδὲ προοιμίων ἐνταῦθα δεῖ | |
10,2 | συνεστραμμένων οὐ〈δὲ〉 διηγήσεων (διηγήματος Ac) σῳζουσῶν | |
10,3 | ἀκολουθίαν—εἰ δὲ μή, λύοιτ’ ἂν τὸ πάθος—οὐδὲ ἀγωνιστικὸς | |
10,4 | ἔσται ὁ λόγος, ἀλλὰ μόνον κινῶν τὸν ἀκροατὴν εἰς ἡδονὴν ἢ εἰς δάκρυα | 67 |
68(10,1) | Ac: διαφέρει ἡ ἔκφρασις τῆς διηγήσεως, ὅτι ἡ μὲν διήγη‐ | |
10,2 | σις ψιλὴν ἔχει ἔκθεσιν πραγμάτων, ἣ δὲ πειρᾶται θεατὰς τοὺς | |
10,3 | ἀκούοντας ἐργάσασθαι. καὶ ἣ μὲν τὰ καθόλου, οἷον ὅτι ἐπολέ‐ | |
10,4 | μησαν Ἀθηναῖοι καὶ Πελοποννήσιοι, ἣ δὲ τὸ κατὰ μέρος, ὅτι | |
10,5 | τοιᾷδε παρασκευῇ καὶ τοίῳ τρόπῳ ὁπλίσεως· ὡς γὰρ ἐπίπαν τοῦ | 68 |
69(10,6) | τρόπου τῆς τῶν πραγμάτων ὑπάρξεως ἡ ἔκφρασις ἐξαγγελτική. | |
10,7 | ἡνίκα μέντοι ἀγάλματα ἢ εἰκόνας ἤ τι τοιοῦτον ἐκφράζομεν, | |
10,8 | πειρᾶσθαι λογισμοὺς προστιθέναι τοῦ τοιοῦδε γραφέως ἢ πλάστου | |
10,9 | σχήματος, οἷον ὅτι ὀργιζόμενον ἢ ἡδόμενον ἔγραψεν | |
19,1 | Ac: | |
19,2 | ὅτι πέντε τῶν τοῦ λόγου μερῶν ὄντων πρὸς διηγηματικὸν ἡ | |
19,3 | ἔκφρασις γυμνάζει, οὐ ψιλὴν ἀφήγησιν ποιουμένη, ἀλλὰ τὰ τὴν | |
19,4 | ἐνάργειαν ἐργαζόμενα παραλαμβάνουσα. καὶ συμβουλεύοντες δὲ | |
19,5 | ἀνάγκην ἔχομεν ἐκφράσαι τοῦτο, περὶ οὗ ὁ λόγος, ἵνα μᾶλλον | |
19,6 | πείσωμεν· καὶ κατηγοροῦντες καὶ ἀπολογούμενοι δεόμεθα τῆς | |
19,7 | ἐκ τοῦ ἐκφράζειν αὐξήσεως· καὶ ἐν πανηγύρει ἱκανὸν τὸ τῆς | |
19,8 | ἐκφράσεως ἡδονὴν ἐμποιῆσαι | 69 |
70(16,1) | Ac: ὅτι ἡ ἔκφρασις τῶν ὡς μερῶν ἐστι, ληφθήσεται δέ | |
16,2 | ποτε καὶ πρὸς ὅλην ὑπόθεσιν | |
20,1 | Ac: φράσεως δὲ ποικίλης | |
20,2 | ἐν αὐτῇ δεόμεθα· πρὸς γὰρ τὴν ὑποκειμένην ὑπόθεσιν ἁρμόζειν | |
20,3 | (ἁρμόζει Ac) δεῖ καὶ τὸ τῆς ἀπαγγελίας (ἐπαγγελίας Ac) εἶδος ἢ | |
20,4 | Ac) εἶδος ἢ | |
20,5 | γλυκαίνοντας ἢ ἐκτραγῳδοῦντας τὰς συμφοράς· ἔστι γὰρ ὅτε | 70 |
71(20,5) | εὐθυμίαν μόνην διὰ τοῦ ἐκφράζειν ἐμποιῆσαι θέλομεν τοῖς ἀκροα‐ | |
20,6 | ταῖς, ὅτε δὲ δεινῶσαι καὶ αὐξῆσαι, ὡς ἐν τῷ παραπρεσβείας Δη‐ | |
20,7 | μοσθένης τὸ κατὰ τὴν Φωκίδα πάθος ὑπ’ ὄψιν ἄγειν πειρώ‐ | |
20,8 | μενος διὰ τοῦ λόγου | |
11,1 | Ac: θέσις ἐστὶ πρᾶγμα λογικὴν ἐπί‐ | |
11,2 | σκεψιν ἐπιδεχόμενον ἄνευ προσώπων ὡρισμένων καὶ πάσης ἑτέρας | |
11,3 | περιστάσεως | 71 |
72(8,1) | Ac: τὴν θέσιν κατὰ τοὺς ἀκριβεῖς ἐγκωμιαστικοῖς ἐργασόμεθα | |
8,2 | κεφαλαίοις | |
10,1 | Ac: ὅσοι δὲ τὴν θέσιν διεῖλον τοῖς τελικοῖς | |
10,2 | κεφαλαίοις ἢ τοῖς κατὰ νόμον ἢ κατὰ φύσιν ἢ κατ’ ἔθος ἢ κατὰ | |
10,3 | ὅσιον τὸ περὶ τὴν πατρίδα ἢ τοὺς τελευτήσαντας, ἔλαθον ἑαυτοὺς | |
10,4 | τοῖς ἐνθυμήμασι τῶν ἐγκωμιαστικῶν κεφαλαίων ἀντὶ τῶν κεφα‐ | |
10,5 | λαίων χρησάμενοι | 72 |
73(8,1) | Ac: ἡ θέσις ἐστὶ κατὰ μὲν τὸ εἶδος τοῦ συμβουλευτικοῦ, | |
8,2 | κατὰ δὲ τὴν ὕλην τοῦ πανηγυρικοῦ | |
14,1 | Ac: παραλαμβανέσθω | |
14,2 | οὖν προοίμια τῆς χρείας ποιουμένης (τὴν χρείαν ποιούμενα Ac) | |
14,3 | 〈τὸ〉 μέτρον, σύστασιν ἔχοντα ἢ διαβολὴν τοῦ προκειμένου. καὶ | |
14,4 | μετὰ ταῦτα παραληψόμεθα τοὺς εὑρόντας καὶ πρώτους χρησα‐ | 73 |
74(14,5) | μένους, εἶτα ἀντὶ ἐπιτηδευμάτων τὰ περὶ τὴν ἄσκησιν τοῦ πράγ‐ | |
14,6 | ματος γινόμενα τάξομεν, ἀντὶ δὲ πράξεων τὰς ἐξ αὐτοῦ ὠφελείας, | |
14,7 | καὶ οὕτω πλατυνοῦμεν (πλατύνυνουσι sic Ac) τὴν ἐργασίαν. | |
14,8 | διαφέρει δὲ ἡ πανηγυρικὴ διαίρεσις τοῦ ἐγκωμίου, ὅτι ἐν ἐκείνῳ | |
14,9 | μὲν ἀντίθεσις οὐκ ἐμπίπτει, εἰ μὴ ἄρα ἐξ ἰδιαζούσης ὕλης, ἐν‐ | |
14,10 | ταῦθα δὲ πάντως ἐμπεσεῖται ἀντίθεσις, ἐξέτασιν ἔχουσα τῶν | |
14,11 | παρεπομένων τῷ πράγματι κακῶν, λυομένη (λύομεν Ac) δὲ παρα‐ | |
14,12 | δειγματικῶς καὶ ἐνθυμηματικῶς. παραδειγματικῶς μὲν ἐκ τῶν | |
14,13 | ἑτέροις πράγμασι παρακολουθούντων κακῶν, οὐκ ὄντων δὲ ἱκα‐ | |
14,14 | νῶν ἀποτρέπειν τοὺς ἐθέλοντας ἐπ’ αὐτὰ ἰέναι διὰ τὸ πλείοσι | |
14,15 | τοῖς ἀγαθοῖς οὖσι τῶν κακῶν [οὐκ ὄντων δὲ ἱκανῶν] προτρέπειν | |
14,16 | μᾶλλον ἐφ’ ἑαυτά· οὔτε γὰρ ναυτιλίας ἐκώλυσε τὰ ναυάγια οὔτε | |
14,17 | γεωργίας οἱ αὐχμοὶ οὔτε γάμους αἱ μοιχεῖαι. ἐνθυμηματικῶς δὲ | |
14,18 | ἐκ τῶν ἀποδείξεων τῶν δεικνυουσῶν τὰ τῷ πράγματι ἑπόμενα | |
14,19 | ἀγαθὰ τοῖς εἰς ἄκρον κατωρθωκόσιν | 74 |
75(13,1) | Ac: διαφέρει ἡ θέσις τοῦ κοινοῦ τόπου, ὅτι ἐν μὲν τῷ κοι‐ | |
13,2 | νῷ τόπῳ δικαστῶν ψῆφον κινοῦμεν, ἐνταῦθα δὲ ὡς βουλῆς οὔ‐ | |
13,3 | σης μόνης καὶ οὐδενὸς ἀκολουθοῦντος κακοῦ παρὰ τῶν δικαστῶν | |
13,4 | τὴν ἐξέτασιν ποιούμεθα, κἀκεῖ μὲν καὶ πρόσωπον τὸ ἁμαρτῆσαν | |
13,5 | (μαρτυρῆσαν Ac) ὑπόκειται, ἐνταῦθα δὲ ἀπερίστατος ἡ τοῦ πράγ‐ | |
13,6 | ματος ὑπάρχει μόνου ζήτησις | 75 |
76(3,1) | Ac: παρέχεται δὲ τὸ χρήσιμον πᾶσι τοῖς μέρεσι τοῦ πολι‐ | |
3,2 | τικοῦ 〈λόγου〉· πάντων γάρ ἐστι δεκτικόν· προοιμίων, διηγή‐ | |
3,3 | σεων, ἀντιθέσεων καὶ λύσεων, οἷς οἱ ἐπίλογοι ἐπακολουθοῦσι | |
3,4 | καθολικὰς συμβουλὰς ἔχοντες καὶ παρακλήσεις | |
13,1 | Ac: ἡ θέ‐ | |
13,2 | σις τῶν ὡς μερῶν ἐστι | 76 |
77(3,1) | Ac: τῶν νόμων οἳ μέν εἰσι κοινοὶ οἱ περὶ τῶν τῆς πόλεως | |
3,2 | καθόλου, οἳ δὲ ἴδιοι οἱ περὶ τῶν πρὸς ἀλλήλους συμβολαίων· καὶ | |
3,3 | οἳ μὲν ἀγαθῶν ἀμοιβὰς εἰσηγοῦνται, οἳ δὲ ἀδικημάτων τιμωρίαν | |
3,4 | ὁρίζουσι | |
8,1 | Ac: διαφέρει ψήφισμα νόμου κατὰ πάντα κοινω‐ | |
8,2 | νοῦν αὐτῷ ἑνί, ὅτι τὸ μὲν πρὸς καιρόν, ὁ δὲ νόμος πρὸς ἅπαντα | |
8,3 | χρόνον | |
12,1 | Ac: διαφέρει ἡ τοῦ νόμου εἰσφορὰ τοῦ κοινοῦ τό‐ | |
12,2 | που, ὅτι ἐκεῖ ὁμολογουμένου πράγματός ἐστι καταδρομή, ἐνταῦθα | |
12,3 | δὲ ἀμφισβητουμένου. διαιρεῖται δὲ τοῖς τελικοῖς κεφαλαίοις. ταῦ‐ | 77 |
78(12,4) | τα δὲ εἰς ἔγγραφα καὶ ἄγραφα. ἔγγραφον τὸ ἐκ νόμου, ἄγρα‐ | |
12,5 | φον τὸ ἐξ ἔθους. τούτων δ’ ἡ τάξις ἐν μὲν πεπλασμένῃ ὑπο‐ | |
12,6 | θέσει ὡς εἰκὸς εὑρεθήσεται, ἐν δὲ ἀληθεῖ πραγμάτων ὑποθέσει | |
12,7 | τῆς τάξεως κριτὴς ὁ ἀγωνιζόμενος, ὥσπερ καὶ Δημοσθένης ποιεῖ | |
12,8 | ταῖς χρείαις τὴν τάξιν συμμεταβάλλων τῆς διαιρέσεως. γυμνασία | |
12,9 | δὲ γίνεται τῶν νόμων ἐν εἰσηγήσει μὲν καὶ ἀντιλογίᾳ, ὅταν πρῶ‐ | |
12,10 | τον εἰσφέρηται, ἐν κατηγορίᾳ δὲ καὶ ἀπολογίᾳ, ὅταν πάλαι κει‐ | |
12,11 | μένου ἐξέτασις γίνηται· καθόλου γὰρ ἢ τὸν ὄντα διαβάλλομεν ἢ | |
12,12 | συνιστῶμεν, ἢ τὸν μὴ ὄντα εἰσφέρομεν ἢ εἰσφέρεσθαι κωλύομεν | |
15,1 | Ac: τὸ παρὸν 〈προ〉γύμνασμα ἔστι μὲν τοῦ δικανικοῦ· γέ‐ | |
15,2 | νοιτο δ’ ἄν τις καὶ τοῦ συμβουλευτικοῦ συγγένεια πρὸς αὐτὸ | |
15,3 | καὶ βραχεῖά τις τοῦ πανηγυρικοῦ, καθὸ ἐπαινοῦντες ἢ ψέ‐ | |
15,4 | γοντες κυροῦν ἢ ἀκυροῦν ἐθέλομεν. τοῦ δὲ πολιτικοῦ λόγου | 78 |
79(15,5) | τῶν μερῶν ἔχει γυμνασίαν προοιμίων καὶ ἀγώνων καὶ ἐπιλόγων | |
15,6 | μόνων· διηγήσεως δὲ οἷα μὴ μετὰ περιστάσεως οὔσης οὐ σφόδρα | |
15,7 | δεόμεθα. φράσεως δὲ συνεστραμμένης χρεία καὶ δυνατωτέρας, οἷα | |
15,8 | δὴ 〈οὐ〉 πρὸς θέατρον ὁρῶντος τοῦ λόγου καὶ δεομένου δεινότη‐ | |
15,9 | τος καὶ ἐργασίας, ὅσης καὶ ἐν πραγματικῇ ἐπιμελεῖσθαι εἰώθαμεν | 79 |