TLG 2904 001 :: NICOLAUS :: Progymnasmata NICOLAUS Rhet.
Soph. Progymnasmata Source: Felten, J. (ed.), Nicolai progymnasmata [Rhetores Graeci 11] Leipzig: Teubner, 1913: 1–79. Περὶ συγκρίσεως (pp. 59–63): Dup. partim 2904 002–003 Citation: Page — (line) | ||
1(t) | ΝΙΚΟΛΑΟΥ ΣΟΦΙΣΤΟΥ ΠΡΟΓΥΜΝΑΣΜΑΤΑ | |
2 | Οὐχ ὡς τέχνην ἐπαγγελλόμενος ὑμῖν γράφειν, ὦ φίλ‐ τατοι παῖδες, ἐπὶ τοῦτο ἦλθον τὸ βιβλίον—πολλῶν γὰρ | |
---|---|---|
5 | ὄντων τῶν συντεθηκότων τέχνας οὐδὲν 〈ἔτ’〉 ἔστιν εὑ‐ ρεῖν ὡς εἰπεῖν—, ἀλλ’ ὡς ἐθέλων συνεθίζειν ὑμᾶς καὶ ταῖς μείζοσι πραγματείαις ἐντυγχάνειν, ὅσα συνεῖδον δεῖν μαθεῖν τοὺς εἰσαγωγῆς τινος δεομένους, ταῦτα ἐκ διαφόρων συλλέξας εἰς ἓν τοῦτο 〈τὸ〉 σύνταγμα ἤθροι‐ | |
10 | σα. ὥστ’ οὐ δεῖ θαυμάζειν, εἰ ἕκαστον αὐτῶν παρά τινι πάντως καὶ αὐταῖς οἷα εἰκὸς λέξεσιν εὑρεθήσεται, οὐ μὴν οὐδὲ καταφρονεῖν, εἰ εὑρίσκονταί τινα καὶ παρ’ ἑτέροις οἱ γὰρ ταῦτα ὑμῶν μαθόντες δυνήσονται συνιέναι καὶ τὰ δυσχερέστερα. | |
15 | Πρῶτον τοίνυν σκοπητέον, διὰ τί ἀπὸ τῶν προγυμνα‐ σμάτων ἀρχόμεθα. ἐροῦμεν οὖν, ὅτι ἡ ῥητορικὴ τοῖς ἀν‐ θρώποις φύσει μὲν ἀεὶ παρῆν, ἦν δὲ δύσληπτος καὶ οὐ | |
ῥᾳδίαν ἑαυτῆς τὴν χρῆσιν παρεχομένη· διὸ οὐδὲ πᾶσιν | 1 | |
2 | ἦν κατάδηλος. ἕκαστος τοίνυν μέρος τι ταύτης τῆς τέ‐ χνης παραλαμβάνων τοῖς μετ’ αὐτὸν παρεδίδου καὶ οὕτω κατὰ βραχὺ προῆλθεν εἰς διαιρέσεις τινὰς καὶ μεθόδους· τούτων δὲ ἐξ ἀρχῆς καταληφθεισῶν ἦν μὲν ἤδη σαφέ‐ | |
5 | στερα τὰ ἐκ τῆς ῥητορικῆς καλά, τοῖς δὲ νέοις ὅμως δυσ‐ μεταχείριστον τὸ πρᾶγμα ἐφαίνετο· οὐ γὰρ εἶναι ῥᾴδιον ἐδόκει τοῖς ἁπτομένοις αὐτοῦ πρῶτον εὐθὺς ἀθρόα τὰ ἐν αὐτῷ πάντα καθορᾶν. διὸ καὶ παρῆλθεν ἡ τῶν προ‐ γυμνασμάτων χρεία· οὐ γὰρ πρὸς τὸ ὅλον ἐν αὐτοῖς, | |
10 | ἀλλὰ πρὸς ἕκαστον τῶν μερῶν ἰδίᾳ γυμναζόμεθα. Καὶ φέρε πρῶτον τί ἐστι ῥητορικὴ μάθωμεν. τὴν γὰρ ῥητορικὴν ἄλλοι μὲν ἄλλως ὡρίσαντο, Θεόδωρος 〈δὲ〉 οὕτω· ‘ῥητορική ἐστι δύναμις εὑρετικὴ καὶ ἑρμηνευτικὴ μετὰ κόσμου τῶν ἐνδεχομένων πιθανῶν ἐν παντὶ λόγῳ‘. | |
15 | τί ἐστι δύναμις; πρᾶγμα ἐν μεσότητι, ᾧ ἔξεστι καὶ κα‐ λῶς καὶ κακῶς χρήσασθαι, οἷον πλοῦτος, ἰσχύς, μάχαιρα· τούτοις γὰρ χρήσαιτο ἄν τις καὶ πρὸς τὰ καλὰ καὶ πρὸς τὰ ἐναντία. καὶ τοίνυν 〈καὶ〉 τὴν ῥητορικὴν διὰ τοῦτο ἐκάλεσε δύναμιν, ἐπειδὴ χρήσαιτο ἄν τις αὐτῇ καὶ πρὸς | |
20 | τὰ καλὰ καὶ πρὸς τὰ μὴ τοιαῦτα· εὑρετικὴν δὲ 〈καὶ〉 | 2 |
3 | ἑρμηνευτικήν, ἐπειδὴ τοῦτο ἔργον τοῦ ῥήτορος, τὸ ἐν παντὶ τῷ προτεθέντι προβλήματι νοῆσαί τε ἃ χρὴ εἰπεῖν καὶ οἰκονομῆσαι ταῦτα καὶ ἑρμηνεῦσαι ἄριστα. πρόσκει‐ ται 〈δὲ〉 ‘τῶν ἐνδεχομένων πιθανῶν ἐν παντὶ λόγῳ‘ διὰ | |
5 | τὸ τέλος τῆς ῥητορικῆς, ἐπειδὴ τοῦτο αὐτῆς τέλος τὸ πειστικῶς εἰπεῖν κατὰ τὸ ἐνδεχόμενον. οὐκοῦν οὗτος μὲν ὁ ὅρος· ‘δύναμις εὑρετικὴ καὶ ἑρμηνευτικὴ μετὰ κόσμου τῶν ἐνδεχομένων πιθανῶν ἐν παντὶ λόγῳ‘. ἔργον δὲ τὸ ἐν 〈παντὶ〉 τῷ προτεθέντι προβλήματι νοῆσαί τε ἃ χρὴ | |
10 | εἰπεῖν καὶ οἰκονομῆσαι ταῦτα καὶ ἑρμηνεῦσαι ἄριστα. τέ‐ λος δὲ οὐ τὸ πεῖσαι πάντως, ἀλλὰ τὸ πειστικῶς εἰπεῖν κατὰ τὸ ἐνδεχόμενον· διὰ τοῦτο γὰρ αὐτὴν καὶ πειθοῦς δημιουργὸν ὁ Γοργίας ὡρίσατο. —Ῥητορικὴ δὲ ὀνομά‐ ζεται ἢ ἀπὸ τοῦ ῥύδην λέγειν ἢ ἀπὸ τοῦ συνηγορεῖν τὸν | |
15 | ῥήτορα τῷ νόμῳ· ῥήτρα γὰρ κατὰ Δωριέας ὁ νόμος. Διῄρηται δὲ ἡ ῥητορικὴ εἰς τρία τὰ ἀνωτάτω ταῦτα· δικανικόν, συμβουλευτικόν, πανηγυρικόν. χαρακτηρίζε‐ ται δὲ ἕκαστον τούτων [ἢ] ἀπὸ τῶν ὑποκειμένων προσώ‐ πων· οἱ γὰρ ἀκροαταὶ συνεληλύθασιν ἢ ὡς δικασόμενοι | |
20 | ἢ ὡς συμβουλευσόμενοι ἢ ὡς πανηγυρίσοντες. καὶ ἔστι | 3 |
4 | τοῦ μὲν δικανικοῦ ἴδιον πᾶν τὸ ἐν κατηγορίᾳ καὶ ἀπο‐ λογίᾳ, τέλος δὲ αὐτοῦ τὸ δίκαιον· τοῦ δὲ συμβουλευτι‐ κοῦ προτροπὴ καὶ ἀποτροπή, τέλος δὲ 〈αὐτοῦ〉 τὸ συμ‐ φέρον· τοῦ δὲ πανηγυρικοῦ τὸ ἐγκωμιαστικὸν 〈καὶ | |
5 | ψεκτικόν〉, τὸ καὶ ἐπιδεικτικόν, τέλος δὲ αὐτοῦ τὸ καλόν. Μέρη δὲ τοῦ λόγου πέντε· προοίμιον, διήγησις, ἀντί‐ θεσις, λύσις καὶ ἐπίλογος. προοίμιον μὲν οὖν ἐστι λόγος παρασκευάζων τὸν ἀκροατὴν καὶ οἰκείως διατιθεὶς εἰς τὸν ὑποκείμενον λόγον· ἔργον δὲ τοῦ προοιμίου καὶ τέ‐ | |
10 | λος—τὸ γὰρ αὐτό τινες ἐβουλήθησαν—τὸ προσοχὴν καὶ εὐμάθειαν καὶ εὔνοιαν ἐργάσασθαι. διήγησις δέ ἐστι τῶν ἐν τῇ ὑποθέσει πραγμάτων ἔκθεσις εἰς τὸ ὑπὲρ τοῦ λέγοντος μέρος ῥέπουσα ἤγουν πρὸς 〈τὸ〉 τοῦ λέγοντος συμφέρον γινομένη· εἴρηται δὲ τοῦτο διὰ 〈τὸ〉 τὴν διή‐ | |
15 | γησιν εἶναι μόνην τῶν ἐν δικαστηρίοις ἀμφισβητήσεων. ἢ οὕτως· ἔκθεσις πραγμάτων γεγονότων ἢ ὡς γεγονό‐ των· ἔργον δὲ [καὶ] αὐτῆς καὶ τέλος τὸ παράδοσιν καὶ | |
δήλωσιν ποιῆσαι τῷ ἀκροατῇ τοῦ πράγματος. ἀντίθεσις | 4 | |
5 | δέ ἐστιν ἡ παρὰ τοῦ ἀντικειμένου προσώπου ἔνστασις, τὸ ἐν ἡμῖν πιθανὸν διαλύουσα καὶ εἰς εὐλογωτέραν ἔν‐ νοιαν τὸν ἀκροατὴν μετάγουσα. λύσις δέ ἐστιν ἡ τὴν ἐκ τῆς ἐνστάσεως βλάβην ἀφαιρουμένη καὶ εἰς τὸ ἐξ ἀρχῆς | |
5 | τὸν ἀκροατὴν ἐπανάγουσα καὶ εἰς συγκατάθεσιν ἰέναι πείθουσα τοῦ προκειμένου ζητήματος. ἐπίλογος δέ ἐστι λόγος ἐπὶ προειρημέναις ταῖς ἀποδείξεσιν ἐπαγόμενος, ἀθροισμὸν πραγμάτων καὶ ἠθῶν καὶ παθῶν περιέχων· ἔργον δὲ καὶ τούτου, φησὶν ὁ Πλάτων, τὸ ἐπὶ τελευτῆς | |
10 | τοὺς ἀκούοντας ὑπομνῆσαι τῶν εἰρημένων. Αὕτη δὲ ἡ διαίρεσις ἡμῖν γέγονε διὰ τὸ δηλωθῆναι τὸ ἐκ τῶν προγυμνασμάτων ὄφελος. τὰ μὲν γὰρ ἡμᾶς πρὸς τὸ δικανικὸν γυμνάζει, τὰ δὲ πρὸς τὸ 〈συμ〉βου‐ λευτικόν, τὰ δὲ καὶ πρὸς τὸ τρίτον, τὸ πανηγυρικόν. καὶ | |
15 | αὖ πάλιν τῶν γυμνασμάτων τὰ μὲν τὴν τῶν προοιμίων διδάσκει χρείαν, τὰ δὲ τὴν τῶν διηγήσεων, ἕτερα τὴν τῶν ἀγώνων ἐν ταῖς ἀντιθέσεσί τε καὶ λύσεσιν, ἔστι δὲ ἃ καὶ τὴν τῶν ἐπιλόγων. Περὶ ἑκάστου δὲ ἐν μέρει λεκτέον· καὶ πρῶτον μὲν | |
20 | περὶ τοῦ μύθου. ὥσπερ γὰρ τὸ ἐν 〈ταῖσ〉 τελείαις ὑπο‐ | |
θέσεσι δυσχερὲς φεύγοντες εὗρον τὴν τῶν προγυμνα‐ | 5 | |
6 | σμάτων χρείαν οἱ ταῦτα διατάξαντες, οὕτω καὶ τούτων τὸν μῦθον προέταξαν ὡς φύσει τε ὄντα ἀφελῆ καὶ τῶν ἄλλων ἁπλούστερον καὶ ὡς συγγενείᾳ τινὶ χρώμενον πρὸς τὰ ποιήματα, ἀφ’ ὧν μεταβαίνοντας τοὺς νέους | |
5 | ἐπὶ τὴν ῥητορικὴν οὐκ ἀθρόως ἔδει ξένοις τε καὶ μη‐ δαμῶς συνήθεσιν ἐντυγχάνειν. περὶ τούτου οὖν πρῶτον λεκτέον. | |
8t | Περὶ μύθου. | |
9 | Μῦθος τοίνυν ἐστὶ λόγος ψευδὴς τῷ πιθανῶς συγ‐ | |
10 | κεῖσθαι εἰκονίζων τὴν ἀλήθειαν. λόγος μὲν ψευδής, ἐπειδὴ ὁμολογουμένως ἐκ ψεύδους σύγκειται· εἰκονίζων δὲ τὴν ἀλήθειαν, ἐπειδὴ οὐκ ἂν ἐργάσαιτο τὸ ἑαυτοῦ, μὴ ἔχων τινὰ πρὸς τὸ ἀληθὲς ὁμοιότητα. γένοιτο δὲ ἂν πρὸς τὸ ἀληθὲς ὅμοιος ἐκ τοῦ πιθανοῦ τοῦ περὶ τὴν | |
15 | πλάσιν. —Εἴρηται δὲ μῦθος ἀπὸ τοῦ μυθεῖσθαι, ὅπερ ἐστὶ λέγειν, οὐχ ὅτι καὶ ἐν 〈τοῖσ〉 ἄλλοις οὐ λέγομεν, ἀλλ’ ὅτι ἐν αὐτῷ πρῶτον τὸ λέγειν πολιτικῶς μανθάνο‐ μεν. τινὲς δὲ αὐτὸν καὶ αἶνον ἐκάλεσαν ἀπὸ τῆς δι’ αὐ‐ τοῦ παραινέσεως. | |
20 | Τῶν δὲ μύθων οἳ μὲν ὀνομαζέσθωσαν Αἰσώπειοι, οἳ | |
δὲ Συβαριτικοί, οἳ δὲ Λύδιοι, οἳ δὲ Φρύγιοι, ἀπὸ τόπων | 6 | |
7 | τινῶν ἢ προσώπων τὰς προσηγορίας ἔχοντες. εἰσὶ δὲ οἱ 〈μὲν〉 Συβαριτικοὶ 〈οἱ ἐκ μόνων λογικῶν ζῴων, Αἰσώ‐ πειοι δὲ〉 οἱ ἐξ ἀλόγων καὶ λογικῶν συγκείμενοι, Λύδιοι δὲ καὶ Φρύγιοι οἱ ἐκ μόνων ἀλόγων. εἰσὶ δέ τινες μῦθοι | |
5 | καὶ ἐκ θεῶν συγκείμενοι, οἷόν ἐστιν ‘ἡ Ἥρα συνῴκει τῷ Διί‘, οὓς φιλοσοφίᾳ μᾶλλον προσήκειν οἴομαι· ἐκείνης γάρ ἐστιν εὐκρινεῖν τὰς ἀλληγορίας τὰς ἐν αὐτοῖς. ἰστέον δὲ καὶ ὅτι τοὺς περὶ θεῶν μύθους τινὲς οὐ μύθους ἀλλὰ μυθικὰ ἐκάλεσαν διηγήματα, ἀναμιγνύντες αὐτὰ τοῖς | |
10 | περὶ τῶν μεταμορφώσεων λόγοις καὶ τῶν ἐκείναις παρα‐ πλησίων. ὁποτέρως δ’ ἂν ἔχοι, τὰς ἐν αὐτοῖς ἀλληγορίας ἀναπτύξουσιν οἱ φιλόσοφοι. ἡμεῖς δὲ ἢ πιθανὸν ἢ ἀπί‐ θανον ὡς ἐν πολιτικῷ λόγῳ παραληψόμεθα. Ἐπειδὴ δὲ εἴρηται, ὅτι δεῖ πιθανῶς συγκεῖσθαι τὸν | |
15 | μῦθον, πόθεν ἂν γένοιτο πιθανὸς σκοπητέον. πολλαχόθεν δὲ τοῦτο· ἐκ τόπων, περὶ οὓς τὰ ὑποκείμενα 〈τῷ λόγῳ〉 ζῷα διατρίβειν εἴωθεν· 〈ἐκ καιρῶν, ἐν οἷς φαίνεσθαι φιλεῖ·〉 ἐκ λόγων τῶν τῇ φύσει 〈ἑκάστου〉 ἁρμοζόντων· ἐκ πραγ‐ μάτων, ἃ μὴ ὑπερβαίνει τὴν ἑκάστου ποιότητα, ἵνα μὴ | |
20 | λέγωμεν, ὅτι ὁ μῦς περὶ βασιλείας τῶν ζῴων ἐβουλεύετο | 7 |
8 | ἢ ὅτι ὁ λέων ἐζωγρήθη ὑπὸ τυροῦ [καὶ] κνίσης, κἂν λό‐ γους τινὰς δεήσῃ περιθεῖναι, [καὶ] ἵνα ἡ μὲν ἀλώπηξ ποικίλα φθέγγηται, τὰ δὲ πρόβατα εὐήθη καὶ μεστὰ ἀνοίας· τοιαύτη γάρ τις ἡ ἑκατέρων φύσις· καὶ ἵνα ὁ μὲν | |
5 | ἀετὸς ἁρπακτικὸς καὶ νεβρῶν καὶ ἀρνίων εἰσάγηται, ὁ δὲ κολοιὸς μηδὲν τοιοῦτον μηδὲ ἐννοῶν. εἰ δὲ ἄρα ποτὲ γένοιτο χρεία τοῦ καὶ παρὰ τὴν φύσιν τι συμπλάσαι, δεῖ τοῦτο προοικονομῆσαι καὶ παρασχεῖν αὐτῷ τὴν ἐκ τοῦ μύθου διάνοιαν· οἷον εἰ διαλέγοιτο τὰ πρόβατα πρὸς | |
10 | τοὺς λύκους φιλικῶς, προοικονομῆσαι δεῖ τὴν φιλίαν καὶ ὅσα ἄλλα τοιαῦτα. Εἰρήκαμεν δέ, ὅτι τῶν προγυμνασμάτων τὰ 〈μὲν〉 τοῦ συμβουλευτικοῦ ἐστι, τὰ δὲ τοῦ δικανικοῦ, τὰ δὲ τοῦ πανηγυρικοῦ. ὁ τοίνυν μῦθός ἐστι μὲν προδήλως τοῦ | |
15 | συμβουλευτικοῦ· ἢ γὰρ προτρέπομεν 〈ἐπὶ τὰ ἀγαθὰ〉 ἢ τῶν ἁμαρτημάτων ἀποτρέπομεν. ἤδη δέ τισιν ἔδοξε καὶ πρὸς τὴν τῶν τριῶν 〈εἰδῶν〉 μελέτην 〈εἶναι〉 χρήσιμος· ‘ἐν ᾧ μὲν γάρ‘ φασί ‘προτρέπομεν ἢ ἀποτρέπομεν, τὸ τῆς συμβουλῆς ἴδιον φυλάττεται, ἐν ᾧ δὲ καταδρομὴν | |
20 | τῶν ἁμαρτημάτων ποιούμεθα, τὸ δικανικὸν μέρος σῴ‐ | |
ζεται, ἐν ᾧ δὲ καθαρᾷ τῇ λέξει χρώμεθα καὶ μετὰ ἀφε‐ | 8 | |
9 | λείας προάγομεν ἐπαινοῦντες ἅμα, τῆς πανηγυρικῆς ἰδέας οὐκ ἀφιστάμεθα. ἔτι δὲ καὶ ἔθοσ‘ φασίν ‘ἐν ταῖς πανη‐ γυρικαῖς ὑποθέσεσι καὶ μύθους παραλαμβάνειν.‘ καὶ οἱ τοῦτον δοξάζοντες τὸν τρόπον διὰ τοῦτο καὶ τὴν πρώ‐ | |
5 | την αὐτῷ τάξιν ἀποδεδώκασιν, ‘ἐπειδὴ πρὸς τὰ τρία ἡμᾶσ‘ φασί ‘γυμνάζει τὰ τῆς ῥητορικῆς μέρη.‘ ὅτι δὲ τοῦ συμβουλευτικοῦ προδήλως ἐστί, [καὶ] οὐδεὶς 〈ἂν〉 ἀμ‐ φισβητήσειεν· μετὰ γὰρ τῆς ψυχαγωγίας ὠφελεῖ τοὺς πειθομένους, ἀποτρέπων μὲν τῶν φαύλων, τῶν δὲ ἀγα‐ | |
10 | θῶν ἐφίεσθαι παραινῶν καὶ μετὰ ἡδύτητος ἐθίζων τῆς ὠφελείας ἀντέχεσθαι. Συντελέσειε δ’ ἂν καὶ—πέντε μερῶν τοῦ λόγου ἔτι ὄντων—εἰς διδασκαλίαν τῆς διηγήσεως· καὶ γὰρ ἐν αὐτῷ τῷ πλάττειν μανθάνομεν, ὅπως δεῖ τὰ γινόμενα διηγεῖ‐ | |
15 | σθαι. | |
Ἐπιμύθιον δέ ἐστι λόγος ὁ πρὸς τὸν μῦθον ἐκφερό‐ | 9 | |
10 | μενος καὶ δηλῶν τὸ ἐν αὐτῷ χρήσιμον. τοῦτο δὲ τριχῶς ἐκφέρουσιν, ἢ παραδειγματικῶς ἢ ἐνθυμηματικῶς ἢ προσ‐ φωνητικῶς. παραδειγματικῶς μὲν οἷον· οὗτος ἡμᾶς ὁ μῦθος διδάσκει τόδε τι ποιεῖν ἢ μὴ ποιεῖν. ἐνθυμηματι‐ | |
5 | κῶς δέ, ὅταν λέγωμεν οὕτως· ὁ γὰρ μὴ τόδε τι ποιῶν κατηγορίας ἄξιος. προσφωνητικῶς δὲ οἷον· καὶ σὺ δέ, ὦ παῖ, τῶνδε ἢ τῶνδε ἀπέχου. τινὲς δὲ καὶ τὸ ἐπιμύθιον τοῦτο προτάττουσι καὶ ὀνομάζουσιν αὐτὸ προμύθιον. οἱ δὲ ἐμφρονέστερον καὶ ἀκολουθότερον διαιροῦντες ᾠή‐ | |
10 | θησαν δεῖν πάντως αὐτὸ τάττειν ἐπὶ τῷ μύθῳ, λέγοντες ὅτι ‘εἰ καὶ διὰ τοῦτο τὸν μῦθον εὕρομεν διὰ τὸ τοὺς νέους μὴ ἡδέως δέχεσθαι τὰς φανερὰς νουθετήσεις, ἵνα ψυχαγωγούμενοι καὶ ἀπατώμενοι παρὰ τῆς ἡδονῆς τῆς ἐν τῷ μύθῳ οὕτως ἀκούωσιν ἤδη τῆς παραινέσεως, πῶς | |
15 | οὐ δεῖ τάττειν μετὰ τὸν μῦθον τὸ ἐξ αὐτοῦ χρήσιμον; | 10 |
11 | ἐπεί, εἰ προσδέχοιντο τὴν παραίνεσιν, περιττή ἐστιν ἡ τοῦ μύθου χρῆσις.‘ Δεῖ δὲ τὴν φράσιν ἁπλουστέραν τε εἶναι καὶ ἀνεπι‐ βούλευτον καὶ δεινότητος ἁπάσης καὶ περιοδικῆς ἀπαγ‐ | |
5 | γελίας ἀπηλλαγμένην, ὥστε καὶ τὸ βούλημα εἶναι σαφὲς καὶ τὰ λεγόμενα μὴ μείζω τῆς τῶν ὑποκειμένων προσώ‐ πων ποιότητος φαίνεσθαι, καὶ μάλιστα ὅταν ἐξ ἀλόγων ζῴων ὁ μῦθος ὑπάρχῃ συγκείμενος. καθόλου δὲ [ἁπλῶς] ἐπὶ τὸ ἁπλούστερον καὶ ὀλίγον τῆς ἐν τῇ συνηθείᾳ | |
10 | ὁμιλίας ἐξαλλάττον τὰ τῆς φράσεως προακτέον. | |
11t | Περὶ διηγήματος. | |
12 | Μετὰ τὸν μῦθον τακτέον τὸ διήγημα ὡς τοῦ μύθου ἤδη ἐναγωνιώτερον, τῶν δὲ ἄλλων ἁπάντων ἁπλούστε‐ ρον. διήγημα δέ ἐστιν, ὡς εἴρηται καὶ μικρὸν ἔμπροσθεν, | |
15 | ἔκθεσις πραγμάτων γεγονότων ἢ ὡς γεγονότων. Διαφέρειν δὲ τὸ διήγημα τῆς διηγήσεως οἳ μὲν κατὰ τοῦτο ἔφασαν, ‘ὅτι διήγησις μέν‘ φασίν ‘ἐστὶν ἡ τῶν ἐν δικαστηρίοις ἀμφισβητήσεων ἔκθεσις πρὸς τὸ τοῦ λέ‐ γοντος συμφέρον γινομένη, διήγημα δὲ ἡ τῶν ἱστορου‐ | |
20 | μένων καὶ γεγονότων ἀπαγγελία.‘ ἕτεροι δὲ διήγησιν | 11 |
12 | μὲν τὴν τῶν ἀληθῶν πραγμάτων ἔκθεσιν ἐκάλεσαν, διή‐ γημα δὲ τὴν τῶν ὡς γεγονότων. οἱ δὲ πλείονες διήγημα μὲν τὸ περὶ ἓν πρᾶγμα, διήγησιν δὲ τὴν τῶν πολλῶν περιληπτικὴν πραγμάτων, ὡς ποίησιν καὶ ποίημα, ποί‐ | |
5 | ησιν μὲν τυχὸν τὴν πᾶσαν Ὁμήρου πραγματείαν, ποίημα δὲ τὸ περὶ τὴν μῆνιν τοῦ Ἀχιλλέως ἢ ἄλλο τι τοιοῦτον. Τῶν δὲ διηγημάτων εἰσὶ διαφοραὶ πρὸς ἄλληλα τρεῖς· τὰ μὲν γάρ ἐστιν ἀφηγηματικά, τὰ δὲ δραματικά, τὰ δὲ μικτά. ἀφηγηματικὰ μὲν οὖν ἐστιν, ὅσα ἀπὸ μόνου λέ‐ | |
10 | γεται τοῦ προσώπου τοῦ ἀπαγγέλλοντος αὐτά, οἷά ἐστι τὰ παρὰ Πινδάρῳ· δραματικὰ δέ, ὅσα οὐκ ἀπ’ αὐτοῦ τοῦ συντιθέντος, ἀπὸ δὲ τῶν ὑποκειμένων προσώπων λέγεται, οἷα τὰ ἐν τοῖς κωμικοῖς καὶ τραγικοῖς δράμασι· μικτὰ δὲ τὰ ἐξ ἀμφοτέρων συγκείμενα, οἷα τὰ Ὁμήρου | |
15 | καὶ Ἡροδότου καὶ εἴ τινα ἄλλα τοιαῦτα, πῇ μὲν ἀπ’ αὐτοῦ τοῦ ἀπαγγέλλοντος ἐκφερόμενα, πῇ δὲ ἐξ ἑτέρων προσώπων. ἔτι τῶν διηγημάτων τὰ μέν ἐστι μυθικά, τὰ δὲ ἱστορικά, τὰ δὲ πραγματικά, ἃ καὶ δικανικὰ καλοῦσι, τὰ δὲ πλασματικά. μυθικὰ μὲν οὖν ἐστι τὰ οὐκ ἀναμφισ‐ | |
20 | βητήτου πίστεως ἠξιωμένα, ἀλλ’ ἔχοντα καὶ ψεύδους ὑπόνοιαν, οἷα τὰ περὶ Κυκλώπων καὶ Κενταύρων· ἱστο‐ | |
ρικὰ δὲ 〈τὰ〉 τῶν ὁμολογουμένως γενομένων παλαιῶν | 12 | |
13 | πραγμάτων, οἷα τὰ περὶ Ἐπιδάμνου· πραγματικὰ δὲ ἤτοι δικανικὰ τὰ ἐν τοῖς πολιτικοῖς ἀγῶσι λεγόμενα· πλα‐ σματικὰ δὲ τὰ ἐν ταῖς κωμῳδίαις καὶ ὅλως τὰ ἐν τοῖς ἄλλοις δράμασι. κοινωνεῖ δὲ τὰ μυθικὰ διηγήματα τοῖς | |
5 | μύθοις [ἐν] τῷ ἀμφότερα δεῖσθαι πίστεως, διαφέρει δέ, ὅτι οἱ μὲν μῦθοι ὁμολογουμένως εἰσὶ ψευδεῖς καὶ πε‐ πλασμένοι, τὰ δὲ μυθικὰ διηγήματα καὶ παρ’ ἄλλων ὡς γεγονότα ἱστόρηται καὶ τῶν ἐνδεχομένων ἐστὶ γενέσθαι καὶ μὴ γενέσθαι. ἔτι κοινωνεῖ τὰ πλασματικὰ διηγή‐ | |
10 | ματα τοῖς μύθοις τῷ ἀμφότερα πεπλάσθαι, διαφέρει δὲ καὶ ταῦτα ἀλλήλων, ὅτι τὰ μὲν πλασματικὰ διηγήματα, εἰ καὶ μὴ ἐγένετο, ἀλλ’ ἔχει φύσιν γενέσθαι, οἱ δὲ μῦθοι οὔτε ἐγένοντο οὔτε φύσιν ἔχουσι γενέσθαι. Στοιχεῖα δὲ διηγήσεως ἕξ· πρόσωπον, πρᾶγμα, τόπος, | |
15 | χρόνος, αἰτία, τρόπος. πρόσωπον μὲν οἷον τὸ ποιοῦν, τὸ τοῦ Δημοσθένους, Μειδίου· πρᾶγμα δὲ τὸ ἀποτελούμενον, οἷον ὕβρις· τόπος δὲ ἐν ᾧ ἐγένετο, οἷον τὸ θέατρον· χρόνος δὲ πότε, οἷον ἐν ἑορτῇ· αἰτία δὲ δι’ ἥν, οἷον [ἡ] ἔχθρα· τρόπος δὲ καθ’ ὅν, οἷον λόγοις, χερσίν. εἰσὶ δέ τινες, οἳ | |
10 | τὴν ὕλην ἕβδομον στοιχεῖον προσέθηκαν, διαιροῦντες | 13 |
14 | αὐτὴν ἀπὸ τοῦ τρόπου καὶ τῷ μὲν τρόπῳ ἀπονέμοντες τὸ παρανόμως καὶ βιαίως πρᾶξαι, τῇ δὲ ὕλῃ τὸ ξίφει τυχὸν ἢ λίθῳ ἢ παλτῷ ἢ καὶ ἄλλῳ τινὶ χρήσασθαι τοιούτῳ. Ἀρεταὶ δὲ διηγήσεως κατὰ μέν τινας πέντε· συντομία, | |
5 | σαφήνεια, πιθανότης, ἡδονή, μεγαλοπρέπεια [καὶ ὁ τῶν ὀνομάτων ἑλληνισμός]· κατὰ δὲ ἑτέρους μόνη ἡ πιθανότης· τὰς γὰρ ἄλλας τέσσαρας κοινὰς παντὸς λόγου ἐνόμισαν· ὡς δὲ 〈τοῖσ〉 ἀκριβεστέροις δοκεῖ, τρεῖς εἰσι μόναι, σαφή‐ νεια, συντομία, πιθανότης. χρὴ 〈δὲ〉 εἰδέναι, ὅτι σφόδρα | |
10 | δυσχερές ἐστι τοῖς σαφηνείας ἐπιμελουμένοις καὶ συν‐ τομίας ποιεῖσθαι φροντίδα· πολλάκις γὰρ ἢ διὰ συντομίαν εἰς ἀσάφειαν προάγομεν τὸν λόγον ἢ διὰ τὸ σαφῶς εἰπεῖν μήκους δεόμεθα. χρὴ τοίνυν τὴν συντομίαν σκοπεῖν, εἰ σύμμετρός ἐστι, μήτε παραλιμπάνουσά τι τῶν ἀναγκαίων | |
15 | μήτε πλεονάζουσα· τότε γὰρ ἀρετὴ γενήσεται λόγου· εἰ γὰρ φανείη παραλιμπάνουσά τι τῶν χρησίμων, ἐν κακίαις μᾶλλον ταχθήσεται. πῶς μὲν οὖν ἂν γένοιτο συντομία | |
ἢ πῶς προστεθήσεται τῷ λόγῳ τὸ πιθανόν, μεῖζον ἢ κατ’ | 14 | |
15 | εἰσαγωγὴν τὸ ἔργον τῷ πειρωμένῳ διδάσκειν. δεῖ δὲ τὸν κρίνειν μέλλοντα καλῶς, ὅταν σαφηνείας τε ὁμοῦ καὶ συντομίας φροντίζειν ἀναγκάζηται, εἰ μὲν ἀμφότερα συμβαίνοι, χρήσασθαι αὐτοῖς ἀμφοτέροις, εἰ δὲ μή, τῷ | |
5 | κατεπείγοντι, τὸ δέ ἐστι μᾶλλον τῆς σαφηνείας γίνεσθαι· οὐ γὰρ τοσαῦτα ἐκ 〈τοῦ〉 μήκους, ὅσα ἐκ τῆς ἀσαφείας ὁ λόγος βλαβήσεται. συντελοίη δ’ ἂν πρὸς σαφήνειαν ἐν τοῖς διηγήμασι μετὰ πολλῶν ἑτέρων καὶ ἡ κατ’ εὐθεῖαν πτῶ‐ σιν ἀπαγγελία· εὔγνωστον γὰρ [ἐν] ταῖς συνεχέσιν ἀναπαύ‐ | |
10 | σεσι ποιεῖ τὸν λόγον, ὅπερ οὐκ ἔστι 〈ῥᾳδίωσ〉 εὑρεῖν 〈ἐν〉 ταῖς πλαγίαις πτώσεσι. Γυμνάζει δὲ ἡμᾶς τὸ διήγημα ὁμοίως πρὸς πάντα τὰ τῆς ῥητορικῆς μέρη, τό τε συμβουλευτικὸν καὶ 〈τὸ〉 δικανι‐ κὸν καὶ 〈τὸ〉 πανηγυρικὸν λέγω· ἐν ἅπασι 〈γὰρ〉 αὐτοῦ | |
15 | δεόμεθα. Ἔτι δὲ διαιρουμένου τοῦ πολιτικοῦ λόγου εἰς πέντε μέρη, ἓν μέν ἐστι τὸ διήγημα τῶν πέντε· πολλάκις δὲ αὐτῷ καὶ ἐν τοῖς ἀγῶσι καὶ μάλιστα ἐν ταῖς παραδειγματι‐ | |
καῖς πίστεσι χρώμεθα, ἤδη δὲ καὶ ἐν τοῖς ἐπιλόγοις, | 15 | |
16 | ὅταν ἀναμιμνῄσκωμεν τῶν λεχθέντων. διὸ καὶ διαφόρως αὐτῷ ἐγγυμναζόμεθα, οἷον κατὰ 〈τὸ〉 ὀρθὸν ἀποφαντικόν, κατὰ τὸ ἀποφαντικὸν ἐγκεκλιμένον, κατὰ τὸ ἐλεγκτικόν, κατὰ τὸ συγκριτικόν, κατὰ τὸ ἀσύνδετον. κατὰ τὸ ὀρθὸν | |
5 | μέν, οἷον Φαέθων Ἡλίου παῖς καὶ τὰ ἑξῆς, ὀρθὸν δὲ λέγεται διὰ τὴν ὀνομαστικὴν πτῶσιν. κατὰ 〈δὲ〉 τὸ ἐγκεκλι‐ μένον, ὃ καὶ οὕτως ὀνομάζεται διὰ τὰς πλαγίας πτώσεις, οἷον Φαέθοντα τὸν Ἡλίου λόγος. κατὰ 〈δὲ〉 τὸ ἐλεγκτικόν, ὅταν ὡς ἐλέγχοντες λέγωμεν· τί δαί; οὐ τὸ καὶ τὸ ἐγένετο | |
10 | περὶ τοῦ Φαέθοντος; κατὰ 〈δὲ〉 τὸ συγκριτικόν, [καὶ] ὅταν λέγωμεν, ὅτι ἀντὶ τοῦ σωφρονεῖν ἠράσθη ἀτόπων, ἀντὶ δὲ τοῦ καρτερῆσαι τὸν ἔρωτα ἐπέβη τῶν ἵππων καὶ τὰ ἑξῆς. κατὰ δὲ τὸ ἀσύνδετον, ὅταν διεξίωμεν· ἠράσθη Φαέθων ἐπιβῆναι τῶν ἵππων, ἔπεισε τὸν πατέρα, ἐδέξατο | |
15 | τὰς ἡνίας. οὕτω δὲ οὔσης διαφόρου τῆς ἀπαγγελίας τῇ μὲν κατ’ ὀρθὸν διὰ τὴν σαφήνειαν ἐν τοῖς ἱστορικοῖς ἢ ἐν οἷς δεόμεθα σαφηνείας χρησόμεθα, τῇ δὲ κατὰ τὸ ἐγκεκλιμένον καὶ τὸ ἐλεγκτικὸν ἐν τοῖς ἀγῶσι καὶ τοῖς ἐλέγχοις, τῇ δὲ κατὰ τὸ ἀσύνδετον ἐν τοῖς ἐπιλόγοις, | |
20 | τῇ δὲ κατὰ τὸ συγκριτικόν, ὅπου ὁ καιρὸς δίδωσι· πολλα‐ | 16 |
17 | χοῦ γὰρ καὶ ἐν ἅπασι τοῖς τῆς ῥητορικῆς 〈εἴδεσι καὶ τοῖς τοῦ πολιτικοῦ λόγου〉 μέρεσι τῆς ἐργασίας 〈ταύτησ〉 δεόμεθα. Τῶν δὲ προγυμνασμάτων τὰ μέν ἐστι μέρη, τὰ δὲ ὅλα | |
5 | καὶ μέρη· καὶ μέρη μέν, ἅτινα ἐν ἄλλαις ὑποθέσεσι πάντως συμπαραλαμβάνεται, μέρη δὲ καὶ ὅλα, ἃ ποτὲ μὲν ὡς ἄλλων μέρη ἐργάζεται, ποτὲ δὲ καὶ αὐτὰ ἰδίαν ὑπόθεσιν 〈πλη‐ ροῖ〉. τὸ τοίνυν διήγημα τῶν μερῶν ἐστι μόνων· [καὶ] μέρους 〈γὰρ〉 ἀεὶ χρείαν πληροῖ καὶ οὐδέποτε ἀρκεῖ πρὸς | |
10 | ὅλην ὑπόθεσιν ἐν τοῖς πολιτικοῖς λόγοις, εἰ μή τις οὐκ ὀρθῶς λέγων εἴποι ἐν ταῖς ἐκφράσεσιν, αἵτινες αὐτῶν εἰσι τῶν διηγημάτων ὡς εἰπεῖν μέρη, ὡς ἐν τῷ περὶ ἐκφράσεως ῥηθήσεται. | |
14t | 〈Περὶ χρείας.〉 | |
15 | Μετὰ τὸ διήγημα τακτέον τὴν χρείαν· αὕτη γὰρ ἂν ἀρίστη τάξις γένοιτο· εἰσὶ γάρ τινες, οἳ καὶ πρὸ τοῦ μύθου καὶ πρὸ τοῦ διηγήματος αὐτὴν ἔταξαν καὶ λέγουσι διὰ τοῦτο δεῖν αὐτὴν προτάττειν, ἐπειδὴ καὶ αὐτὴ χρηστοῦ καθήγησιν ἔχει ἢ πονηροῦ φυγήν· ‘δεῖ δέ‘ φασί ‘τοὺς | |
20 | νέους περὶ τούτων πρῶτον διδάσκεσθαι.‘ πρὸς οὓς λεκτέον· τοῦτο μὲν οὐκ ἔξω λόγου, διὰ 〈δὲ〉 τὸ διαιρέσεως δεῖσθαι | |
πλείονος ἢ κατὰ τὸν μῦθον καὶ τὸ διήγημα μετὰ ταῦτα | 17 | |
18 | δεῖ αὐτὴν τάττεσθαι. ἕτεροι δὲ τάξαντες αὐτὴν πρώτην οὐ τὴν νῦν ταύτην αὐτῇ διαίρεσιν ἀποδεδώκασιν, ἀλλὰ τὴν κατὰ πάσας τὰς πτώσεις καὶ πάντας τοὺς ἀριθμοὺς προφορὰν μόνην ἐνόμισαν τοῖς νέοις 〈ἄρτι〉 τῶν ποιητῶν | |
5 | ἀφισταμένοις καὶ ἐπὶ τὴν ῥητορικὴν ἰοῦσιν ἀρκεῖν πρὸς τὴν τοῦ πολιτικοῦ λόγου μελέτην καὶ ἐχρῶντο αὐτῇ οὕτως· οἷον Πιττακὸς ὁ Μιτυληναῖος ἐρωτηθείς, εἰ λανθάνει τις τοὺς θεοὺς φαῦλόν τι ποιῶν, ἔφη· ἀλλ’ οὐδὲ δια‐ νοούμενος. καὶ πρῶτον μὲν κατ’ εὐθεῖαν προέφερον, τὸ | |
10 | δ’ ἐντεῦθεν καὶ κατὰ τὰς ἐφεξῆς. οἷον 〈κατὰ〉 γενικήν· Πιττακοῦ 〈τοῦ〉 Μιτυληναίου ἐρωτηθέντος, εἰ λανθάνει τις τοὺς θεοὺς φαῦλόν τι ποιῶν, λόγος ἀπομνημονεύεται· ἀλλ’ οὐδὲ διανοούμενος. κατὰ δοτικήν· Πιττακῷ τῷ Μι‐ τυληναίῳ ἐρωτηθέντι, εἰ λανθάνει τις τοὺς θεοὺς φαῦλόν | |
15 | τι ποιῶν, ἐπῆλθεν εἰπεῖν· ἀλλ’ οὐ〈δὲ〉 διανοούμενος. κατὰ αἰτιατικήν· Πιττακὸν τὸν Μιτυληναῖον ἐρωτηθέντα, εἰ τοὺς θεοὺς λανθάνει τις φαῦλόν τι ποιῶν, εἰρηκέναι φασίν· ἀλλ’ οὐδὲ διανοούμενος. ἡ δὲ κλητικὴ σαφής ἐστιν αὐτόθι· πρὸς γὰρ αὐτὸν τὸν εἰπόντα 〈τὸν〉 λόγον ποιη‐ | |
20 | σόμεθα· σύ, ὦ Πιττακὲ Μιτυληναῖε, ἐρωτηθείς, εἰ λανθάνει τις τοὺς θεοὺς φαῦλόν τι ποιῶν, εἶπας· ἀλλ’ οὐδὲ δια‐ νοούμενος. καὶ οὕτω κατὰ τὸν δυικὸν ἀριθμὸν καὶ πλη‐ | |
θυντικόν, εἰ ἐνδέχοιτο τυχὸν διὰ μελέτην δευτέρῳ Πιττακῷ | 18 | |
19 | ἢ καὶ πλείοσιν ἀνατιθέναι τὸν λόγον. ἀλλὰ νῦν διὰ ταύ‐ την τὴν αἰτίαν οὐ τακτέον πρώτην τὴν χρείαν· ἕως μὲν γὰρ οὐ διῄρητό τισι κεφαλαίοις, καλῶς εἶχεν ἐγγυμνάζεσθαι τῷ λόγῳ διὰ τὴν ἐξαλλαγὴν τὴν κατὰ τὰς πτώσεις· ἐπειδὴ | |
5 | δὲ ἤδη κεφαλαίοις πῃ διῄρηται, καλῶς ἂν ἔχοι τάττειν αὐτὴν μετὰ τὸ διήγημα. Χρεία δέ ἐστι λόγος ἢ πρᾶξις εὔστοχος καὶ σύντομος, εἴς τι πρόσωπον ὡρισμένον ἔχουσα τὴν ἀναφοράν, πρὸς ἐπανόρθωσίν τινος τῶν ἐν τῷ βίῳ παραλαμβανομένη. | |
10 | λόγος δὲ ἢ πρᾶξις, ἐπειδὴ καὶ ἐν λόγοις εὑρίσκεται καὶ ἐν πράξεσιν. εὔστοχος δέ, ἐπειδὴ ἐν τούτῳ ἐστὶν ἡ ἰσχὺς τῆς χρείας ἐν τῷ εὐστόχως εἰρῆσθαι. σύντομος δέ, ὡς διὰ τὰ ἀπομνημονεύματα. εἴς τι δὲ πρόσωπον ἔχουσα τὴν ἀναφοράν, ὡς διὰ τὴν γνώμην· ἐκείνη γὰρ οὐκ εἰς πρόσ‐ | |
15 | ωπον πάντως ἀναφέρεται. τὸ δὲ πρὸς ἐπανόρθωσίν τινος τῶν ἐν τῷ βίῳ παραλαμβανομένη, ἐπειδὴ ὡς ἐπὶ τὸ πλεῖστον ἀγαθή τις παραίνεσις ἕπεται. ἀλλὰ περὶ μὲν | |
τῆς διαφορᾶς αὐτῶν ἐν τῷ περὶ γνώμης λεχθήσεται. | 19 | |
20 | Εἴρηται δὲ χρεία, οὐχ ὅτι καὶ τἆλλα προγυμνάσματα οὐκ ἐκπληροῖ τινα χρείαν, ἀλλ’ ὅτι ἢ τῷ κοινῷ ὀνόματι κατ’ ἐξοχὴν ὡς ἰδίῳ τετίμηται ὥσπερ Ὅμηρος ὁ ποιητὴς καὶ Δημοσθένης ὁ ῥήτωρ, ἢ ὡς ἐπὶ τὸ πλεῖστον ἐκ πε‐ | |
5 | ριστάσεώς τινος καὶ χρείας τὴν ἀρχὴν αὐτῇ τις ἐχρήσατο. Τῶν δὲ χρειῶν αἱ ἀνωτάτω διαφοραὶ τρεῖς· αἳ μὲν γὰρ αὐτῶν εἰσι λογικαί, αἳ δὲ πρακτικαί, αἳ δὲ μικταί. πρόσ‐ κειται τὸ ἀνωτάτω, ἐπειδὴ καὶ αὗται πολλὰς διαφορὰς πρὸς ἀλλήλας ἔχουσιν, ἃς δεῖ μανθάνειν ἐκ παρασκευῆς | |
10 | τῆς περὶ τὴν τέχνην ἢ ὕλην πλείονος. λογικαὶ μὲν 〈οὖν〉 εἰσιν αἱ διὰ λόγων μόνων, οἷον· Ἰσοκράτης ἔφη τῆς παι‐ δείας τὴν ῥίζαν εἶναι πικράν, τοὺς δὲ καρποὺς γλυκεῖς. πρακτικαὶ δὲ αἱ διὰ ἔργων μόνων, οἷον· Διογένης ἰδὼν μειράκιον ἀκοσμοῦν κατὰ τὴν ἀγορὰν τῇ βακτηρίᾳ τὸν | |
15 | παιδαγωγὸν ἔτυψε. μικταὶ δὲ 〈αἱ〉 ἐξ ἀμφοτέρων, οἷον· Λάκων ἐρωτηθείς, ποῦ τὰ τείχη τῆς Σπάρτης, ἀνατείνας | |
τὸ δόρυ ἔφη· ἐνταῦθα. | 20 | |
21 | Ἔτι τῶν χρειῶν φασι τὰς μὲν χρησίμου τινὸς ἕνεκα παραλαμβάνεσθαι, 〈τὰς δὲ〉 χαριεντισμοῦ μόνου· χρησί‐ μου μὲν ἕνεκα ὡς ἐνταῦθα· Ἰσοκράτης ἔφη τῆς παιδείας τὴν ῥίζαν εἶναι πικράν, τὸν δὲ καρπὸν γλυκύν· συμβάλ‐ | |
5 | λεται γὰρ πρὸς τὸ δεῖν καρτερεῖν τὰ δυσχερῆ διὰ τὴν ἡδονὴν τὴν μετὰ ταῦτα. χαριεντισμοῦ δὲ ἕνεκα μόνου ὡς ἐπ’ ἐκείνης· Ὀλυμπιὰς ἡ μήτηρ Ἀλεξάνδρου ἀκού‐ σασα, ὅτι ὁ παῖς αὐτῆς υἱὸν αὑτὸν Διὸς εἶναι λέγει, οὐ παύσεται, ἔφη, τὸ μειράκιον διαβάλλον με πρὸς τὴν | |
10 | Ἥραν; δοκεῖ γὰρ χαριεντισμὸν ἔχειν. καὶ πάλιν· Δάμων ὁ παιδοτρίβης, φασί, στρεβλοὺς ἔχων τοὺς πόδας καὶ τὰ ὑποδήματα 〈ἐν〉 τῷ βαλανείῳ ἀπολέσας ηὔχετο ταῦτα τοῖς ποσὶ τοῦ κλέψαντος ἁρμόσαι· δοκεῖ γὰρ 〈καὶ〉 αὕτη τὸ χάριεν ἔχειν μόνον. ἐμοὶ δὲ μετὰ τοῦ χαριεντισμοῦ | |
15 | φαίνονται καὶ ἀγαθὴν παραίνεσιν ἔχουσαι· ἣ μὲν γὰρ ἀποτρέπει τὸν παῖδα τοῦ ἑαυτὸν ὀνομάζειν Διὸς υἱόν, ὃ δὲ φεύγειν εἰσηγεῖται τὴν κλοπὴν ὡς πρᾶγμα ἀτοπώ‐ τατον. διὸ οὐ〈δὲ〉 πειστέον τοῖς ἀνασκευάζουσι τὰς χρείας· εἰσὶ γάρ τινες, οἳ καὶ ταύτας καὶ τοὺς μύθους ἀνασκευά‐ | |
20 | ζουσι. πρὸς οὓς λεκτέον, ὅτι δεῖ μήτε τὰ ὁμολογούμενα | 21 |
22 | ἀγαθὰ ἀνασκευάζειν διὰ τὸ μηδένα ἔχειν τὸν πειθόμε‐ νον μήτε τὰ ὁμολογούμενα ψευδῆ διὰ τὸ πρόδηλον εἶναι τὸ ψεῦδος. οὔτε οὖν τοὺς μύθους οὔτε τὰς χρείας ἀνα‐ σκευαστέον· οὔτε γάρ, ὅτι συνεπλάσθησαν οἱ μῦθοι, νοῦν | |
5 | ἔχων τις ἀγνοεῖ οὔτε πεισθήσεταί τις τῷ ἀποτρέποντι τῆς ἀγαθῆς παραινέσεως τῆς κατὰ τὴν χρείαν, καὶ μὴν καὶ ἐν αὐτοῖς τοῖς μύθοις τὸ ἀγαθόν, πρὸς ὃ βλέποντες πλάττομεν τοὺς μύθους, οὐκ ἐᾷ πιθανοὺς εἶναι δοκεῖν τοὺς ἀντιλέγοντας. | |
10 | Τῶν χρειῶν ἔτι αἳ μὲν δηλοῦσιν, ὁποῖά εἰσι τὰ πράγ‐ ματα, αἳ δέ, ὁποῖα δεῖ εἶναι. ὁποῖα μέν ἐστιν, ὡς ἐκεῖνο· Αἴσωπος ὁ μυθοποιὸς ἐρωτηθείς, τί ἐστιν ἰσχυρότατον 〈τῶν〉 ἐν ἀνθρώποις, εἶπεν· 〈ὁ〉 λόγος· τοῦτο γάρ ἐστιν ἰσχυρότατον. ὁποῖα δὲ δεῖ εἶναι, 〈ὡσ〉 ἐκεῖνο· Ἀριστείδης | |
15 | ἐρωτηθείς, τί ἐστι τὸ δίκαιον, εἶπε· τὸ μὴ ἐπιθυμεῖν τῶν ἀλλοτρίων· τοιαῦτα γὰρ δεῖ εἶναι. τοῦτο δὲ ἡμῖν συμ‐ βάλλεται [εἰδέναι] πρὸς τὴν διαίρεσιν· ἐὰν μὲν γὰρ 〈ᾖ〉 ἡ χρεία δηλοῦσα, ὁποῖά ἐστι τὰ πράγματα, μετὰ τὸ προοί‐ μιον καὶ τὴν παράφρασιν ἐπαινεσόμεθα αὐτὴν ὡς ἀλη‐ | |
20 | θῶς ἔχουσαν, ἐὰν δὲ ὁποῖα δεῖ εἶναι, ὡς εἰκότως ἔχουσαν. | |
Ἔτι τῶν χρειῶν αἳ μέν εἰσιν ἁπλαῖ, αἳ δὲ πρός τι· | 22 | |
23 | ἁπλαῖ μέν, οἷον· Ἰσοκράτης ἔφη τῆς παιδείας τὴν ῥίζαν εἶναι πικράν, γλυκεῖς δὲ τοὺς καρπούς. πρός τι 〈δὲ〉 αἱ πρὸς τὴν ἐρώτησιν, οἷον· Πλάτων ἐρωτηθείς, ποῦ οἰ‐ κοῦσιν αἱ Μοῦσαι, ἐν ταῖς τῶν παιδευομένων, ἔφη, ψυ‐ | |
5 | χαῖς. Τῶν δὲ προγυμνασμάτων τῶν μὲν ὄντων μερῶν, τῶν δὲ μερῶν καὶ ὅλων ἡ χρεία τῶν μερῶν ἂν εἴη· αὐτὴ γὰρ ἐφ’ ἑαυτῆς οὐκ ἂν πληροίη μόνη ὑπόθεσιν. Ἔτι τῶν προγυμνασμάτων τῶν μὲν συντελούντων εἰς | |
10 | τὴν τοῦ δικανικοῦ μελέτην, τῶν δὲ εἰς τὴν τοῦ πανη‐ γυρικοῦ, τῶν δὲ εἰς τὴν τοῦ συμβουλευτικοῦ, 〈ἡ χρεία προδήλως ἂν εἴη τοῦ συμβουλευτικοῦ·〉 πάντως γὰρ 〈ἢ〉 ἐπί τι ἀγαθὸν προτρέπει ἢ πονηροῦ τινος εἴργει. συντε‐ λέσειε δ’ 〈ἂν〉 καὶ εἰς τὰ ἄλλα· ἐν οἷς μὲν γὰρ ἐπαινοῦ‐ | |
15 | μεν, τοῦ ἐγκωμιαστικοῦ φροντίδα ποιούμεθα, ἐν οἷς δὲ τὸ εἰκὸς καὶ 〈τὸ〉 ἀπὸ παραδειγμάτων κατασκευάζομεν, τοῦ δικανικοῦ. Ἔτι πέντε μερῶν ὄντων τοῦ πολιτικοῦ λόγου, τουτέστι προοιμίου, διηγήσεως, ἀντιθέσεως, λύσεως καὶ ἐπιλόγου, | |
20 | πρὸς τὴν πάντων μελέτην ἀρκέσει ἡ χρεία· καὶ γὰρ προοι‐ μιαζόμεθα, ἔνθα ἐπαινοῦμεν τὸν εἰρηκότα ἢ πράξαντα, καὶ διηγούμεθα ἐν μέρει, ἔνθα τὴν παράφρασιν τῆς χρείας | |
ποιούμεθα, καὶ ἀγωνιζόμεθα, κἂν μὴ ἀντιθέσεως ἁπτώ‐ | 23 | |
24 | μεθα, ἔνθα κατασκευάζομεν τὸ εἰρῆσθαι καλῶς ἢ πε‐ πρᾶχθαι, καὶ ἐπιλογιζόμεθα, ἐν οἷς παραινοῦμεν ζηλοῦν τὸ λεχθέν. Διῄρηται 〈δὲ〉 κεφαλαίοις τούτοις· ἐπαίνῳ τοῦ εἰρη‐ | |
5 | κότος βραχεῖ καὶ οὐκ εἰς μῆκος ἐκτεινομένῳ οὐδὲ διὰ πάντων τῶν ἐγκωμιαστικῶν κεφαλαίων γινομένῳ, ἵνα μὴ μεῖζον ᾖ τὸ προοίμιον τῆς ὑποθέσεως. πρῶτον οὖν τούτῳ τῷ ἐπαίνῳ τοῦ εἰρηκότος ἢ τοῦ πράξαντος, ἔπειτα μετ’ αὐτὸν τῇ παραφράσει τῆς χρείας, ἐπὶ ταύτῃ | |
10 | τῷ εἰκότι καὶ τῷ ἀληθεῖ, εἶτα τῷ ἀπὸ παραδειγμάτων, καὶ ἐπὶ πᾶσι τῇ ἀφ’ ἑτέρων κρίσει, μεθ’ ἥν, ἂν δέῃ, καὶ ἐπὶ βραχεῖάν τινα παράκλησιν ἐρχόμεθα. ἰστέον δέ, ὅτι τινὲς μετὰ τὸ εἰκὸς τὸ ἀπὸ παραβολῆς τάττουσιν, ὅπερ ἐστὶ μέρος τοῦ εἰκότος, [ὡς] ἐμπῖπτον ἐν αὐτῷ ὡς | |
15 | ἐνθύμημα. τῶν γὰρ ἀποδείξεων 〈πασῶν〉 τῶν μὲν οὐσῶν ἐνθυμηματικῶν, τῶν δὲ παραδειγματικῶν, ἐν μὲν τῷ εἰκότι ταῖς ἐνθυμηματικαῖς χρησόμεθα, ἐν δὲ τῷ ἀπὸ παραδειγμάτων ταῖς παραδειγματικαῖς. καὶ οὕτω 〈μὲν ὡσ〉 ἐν βραχεῖ τῷ προγυμνάσματι, [καὶ] πῶς 〈δὲ〉 δεῖ | |
20 | χρῆσθαι ταῖς ἀποδείξεσιν, ἐν ταῖς τελειοτέραις ὑποθέσεσι μαθησόμεθα. δεῖ 〈δὲ〉 καὶ ταῦτα τὸν διδάσκαλον ἐπ’ | |
αὐτῆς δεικνύναι τῆς διαιρέσεως. | 24 | |
25(1t) | 〈Περὶ γνώμης.〉 | |
2 | Γνώμη ἐστὶν ἀπόφανσις καθολική, συμβουλήν τινα καὶ παραίνεσιν ἔχουσα πρός τι τῶν ἐν τῷ βίῳ χρησίμων. Διαφέρει δὲ τῆς χρείας, κοινωνοῦσα κατὰ τὴν πᾶσαν | |
5 | διαίρεσιν, πρῶτον μὲν ἐκείνῳ, ὅτι ἡ μὲν χρεία καὶ ἐν λόγοις ἐστὶ καὶ ἐν πράξεσιν, ἡ δὲ γνώμη ἐν λόγοις μόνοις· εἶτα ὅτι ἡ μὲν γνώμη ἀπόφανσίς ἐστι καθολικὴ καὶ οὐ πάντως εἴς 〈τι〉 πρόσωπον ἀναφέρεται, ἡ δὲ 〈χρεία〉 τὴν ἀναφορὰν πάντως εἰς πρόσωπον ἔχει· πρὸς τούτοις, | |
10 | ὅτι ἡ μὲν χρεία ἐκ περιστάσεώς τινος σύγκειται, ἡ δὲ γνώμη ἐν πλήθει λόγων· ἐνθυμηματικὴν 〈γὰρ〉 ἀπόδειξιν ἔχουσα τοῦ 〈προ〉κειμένου [καὶ] καθολικὴν ἅμα ποιεῖται παραίνεσιν· ἐφ’ ἅπασιν [ἢ] ὅτι ἡ μὲν γνώμη πάντως ἢ αἵρεσιν ἀγαθοῦ ἢ φυγὴν κακοῦ εἰσηγεῖται, ἡ δὲ χρεία | |
15 | καὶ χαριεντισμοῦ ἕνεκα μόνου παραλαμβάνεται· εὕροι | |
〈δ’〉 ἄν τις οὐκ ὀλίγας διαφορὰς 〈καὶ ἄλλασ〉. ἐπεὶ δὲ | 25 | |
26 | κοινωνεῖ καὶ τὸ ἀπομνημόνευμα τῇ χρείᾳ καὶ τῇ γνώμῃ κατὰ τὴν παραίνεσιν, δεῖ καὶ τούτου πρὸς ταύτας τὰς διαφορὰς εἰπεῖν. διαφέρει οὖν τῆς μὲν 〈γνώμησ〉 σχεδὸν πᾶσιν, οἷς 〈καὶ〉 ἡ χρεία, τῆς δὲ χρείας τῷ μήκει τῶν | |
5 | λόγων· ἃ γὰρ εἰσηγεῖται δι’ ὀλίγων ἡ χρεία, ταῦτα διὰ πλειόνων τὸ ἀπομνημόνευμα. καὶ μάρτυς τούτου Ξενοφῶν ἐν τοῖς οὕτω λεγομένοις Ἀπομνημονεύμασιν. Εἰσὶ δὲ καὶ τῶν γνωμῶν πρὸς ἀλλήλας διαφοραί. τῶν γὰρ γνωμῶν αἳ μὲν ἀληθεῖς, αἳ δὲ πιθαναί εἰσιν· ἀληθεῖς | |
10 | μέν, ὅταν λέγωμεν· «οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα, ᾧ λαοί τ’ ἐπιτετράφαται καὶ τόσσα μέμηλεν·» οὐ γὰρ οἷόν τε τὸν πολλῶν ἡγούμενον καθεύδειν παν‐ νύχιον. πιθαναὶ δὲ ὡς ἐκείνη· «ὅστις δ’ ὁμιλῶν ἥδεται | |
15 | κακοῖς ἀνήρ», τοῖος ὡς ἐκεῖνος· «οὐπώποτ’ ἠρώτησα» γὰρ «γινώσκων, ὅτι τοιοῦτός ἐστιν οἷσπερ ἥδεται ξυνών»· πιθανὴ γὰρ αὕτη, διότι συμβαίνει καὶ χρηστὸν ἄνδρα πεπλανημένον πονηροῖς συγγίνεσθαι. ἔτι τῶν γνωμῶν αἳ μέν εἰσιν ἁπλαῖ, αἳ δὲ διπλαῖ. ἁπλαῖ μὲν ὡς αὕτη· | |
20 | «οὐκ ἔστιν εὑρεῖν βίον ἄλυπον οὐδενί.» | 26 |
27 | διπλαῖ δὲ ὡς ἐκείνη· «ἐσθλῶν μὲν ἄπ’ ἐσθλὰ διδάξεαι· ἢν δὲ κακοῖσι συμ‐ μίξῃς, ἀπολεῖς καὶ τὸν ἐόντα νόον.» πάλιν τῶν γνωμῶν αἳ μὲν ἄνευ αἰτίας προφέρονται, αἳ | |
5 | δὲ καὶ τὴν αἰτίαν προσκειμένην ἔχουσιν· ἄνευ μὲν αἰτίας ὡς ἐκείνη· «εἷς ἐστι δοῦλος, 〈οἰκίασ〉 ὁ δεσπότης.» μετ’ αἰτίας δὲ ὡς ἐκείνη· «ἄλκιμος ἔσς’, ἵνα τίς σε καὶ ὀψιγόνων εὖ εἴπῃ.» | |
10 | πρόσκειται γὰρ ἡ αἰτία τῆς πρὸς τὴν ἀλκὴν τροπῆς. καὶ πάλιν τῶν γνωμῶν αἳ μὲν δηλοῦσιν ὥσπερ αἱ χρεῖαι, ὁποῖά ἐστι τὰ πράγματα, αἳ δέ, ὁποῖα δεῖ εἶναι· ὁποῖα μέν ἐστιν ὡς τὸ «οἱ πλεῖστοι κακοί», ὁποῖα δὲ δεῖ εἶναι ὡς τὸ «μηδὲν ἄγαν». —Προστιθέασι καὶ ἄλλας τινὰς τῶν | |
15 | γνωμῶν διαιρέσεις, οἳ μὲν αὐτὰς εἴδη καλοῦντες, οἳ δὲ διαφορὰς πρὸς ἀλλήλας· οἷον ὅτι τῶν γνωμῶν αἳ μέν εἰσι προστακτικαὶ ὡς ἐκείνη· «ἄλκιμος ἔσσο», αἳ δὲ εὐκτικαὶ ὡς ἡ λέγουσα· «μή μοι γένοιτο λυπρὸς εὐδαίμων βίος», | |
20 | αἳ δὲ ἀπαγορευτικαὶ ὡς ἐκείνη· «μηδ’ ἔθελ’ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι», | |
αἳ δὲ κατ’ ἐπίκρισιν ὡς αὕτη· | 27 | |
28 | «ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ἐς τὸν ὁμοῖον». καὶ ἔτι πρὸς τούτοις, ὅτι τῶν γνωμῶν αἳ μέν εἰσιν ἄδοξοι ὡς ἥδε· «ἔα με κερδαίνοντα κεκλῆσθαι κακόν», | |
5 | αἳ δὲ ἔνδοξοι ὡς· «εἷς οἰωνὸς ἄριστος ἀμύνασθαι περὶ πάτρης». ταύτας γὰρ οἱ περὶ Σιρίκιον τὰς διαφορὰς 〈προσ〉τιθέασι καὶ ἄλλας ἄλλοι πλείστας. Ἀλλ’ ἐκείνας μὲν καὶ αὖθις ἐξεταστέον, νῦν δὲ ἀρκέσει | |
10 | τοσοῦτον περὶ αὐτῶν εἰπεῖν, ὅτι πέντε μερῶν ὄντων τοῦ λόγου, προοιμίων, διηγήσεων, ἀντιθέσεων, λύσεων, ἐπι‐ λόγων, καὶ τριῶν τῆς ῥητορικῆς μερῶν, πανηγυρικοῦ, δικανικοῦ, συμβουλευτικοῦ, τὴν αὐτὴν πρὸς ταῦτα παρ‐ έχει γυμνασίαν ἡ γνώμη, ἥνπερ καὶ ἡ χρεία. ἐκεῖ δὲ | |
15 | προειπόντες τοὺς κατὰ μέρος οὐ δεῖ καὶ ἐνταῦθα τοῖς αὐτοῖς λόγοις. καὶ μὴν καὶ ἡ τῶν κεφαλαίων διαίρεσις ἡ αὐτή. Καὶ τῶν προγυμνασμάτων τῶν μὲν μερῶν ὄντων, τῶν δὲ μερῶν καὶ ὅλων, ἡ γνώμη εἴη ἂν τῶν μερῶν· οὐδὲ | |
20 | γὰρ αὕτη ἄνευ πραγμάτων ἑτέρων αὐτὴ ἐφ’ ἑαυτῆς ὑπόθεσιν πληροῖ, πλὴν εἰ μὴ κατὰ τὴν ἀπόφασιν μόνην τις ἡγοῖτο ἀρκεῖν καὶ πρὸς ὅλην ὑπόθεσιν τὸ εἰπεῖν· | |
«μηδ’ ἔθελ’ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι». | 28 | |
29 | μᾶλλον δὲ ἂν εἰκότως τῶν μερῶν νομίζοιτο, ὥσπερ καὶ ἡ χρεία. Εἴρηται μὲν οὖν πολλάκις καὶ παρὰ πάντων τῶν τέχνας γραψάντων, ὅτι τοῖς αὐτοῖς καὶ ἡ γνώμη διαιρεῖ‐ | |
5 | ται κεφαλαίοις, οἷσπερ καὶ ἡ χρεία· ἐμνημονεύσαμεν δὲ τούτων καὶ ἐν τοῖς περὶ τῆς χρείας λόγοις. | |
7t | 〈Περὶ ἀνασκευῆς καὶ κατασκευῆς.〉 | |
8 | Μετὰ τὴν γνώμην τακτέον τὴν ἀνασκευὴν καὶ κατα‐ σκευήν. αὗται γὰρ ἐγγεγυμνασμένους ἡμᾶς ἤδη διὰ | |
10 | τῆς χρείας καὶ τῆς γνώμης ταῖς παραδειγματικαῖς καὶ ἐνθυμηματικαῖς ἀποδείξεσι λαβοῦσαι διδάσκουσι διὰ πλειόνων, πῶς δεῖ τοὺς πρὸς τὰς ἀντιθέσεις ἀγῶνας δέ‐ χεσθαι, δι’ ὧν καὶ ἐν ταῖς τελείαις ὑποθέσεσι δυνησό‐ μεθα τὰ παρὰ τῶν ἐναντίων φερόμενα λύειν τε καὶ πρὸς | |
15 | τὸ δοκοῦν ἡμῖν κατασκευάζειν εὐχερῶς. Ἀνασκευὴ τοίνυν ἐστὶ λόγος ἀνατρεπτικὸς τοῦ πιθα‐ νῶς προτεθέντος λόγου καὶ κατασκευὴ τοὐναντίον λόγος κατασκευαστικὸς τοῦ πιθανῶς προτεθέντος λόγου. πρόσ‐ κειται δὲ τὸ πιθανῶς ἐν ἀμφοτέροις, ἵνα γνῶμεν, ὡς | |
20 | οὔτε τὰ ὁμολογούμενα ἀληθῆ ἀνασκευάσομεν οὔτε τὰ ὁμολογούμενα ψευδῆ, ἀλλὰ τὰ δεχόμενα τοὺς ἐφ’ ἑκάτερα | |
λόγους πιθανῶς· οὔτε γὰρ τὰ ὁμολογούμενα ἀληθῆ | 29 | |
30 | ἀνατρέποντες ἀληθεῖς φανησόμεθα—οὐδεὶς γὰρ ὁ προσ‐ έξων—οὔτε τὰ ὁμολογούμενα ψευδῆ—οὐδεὶς γὰρ ὁ τοῦ πεισθῆναι δεόμενος—, καὶ αὖ πάλιν ἐπὶ τῆς κατα‐ σκευῆς οὔτε τὰ ὁμολογούμενα ἀληθῆ κατασκευάσομεν— | |
5 | πάντες γάρ εἰσι περὶ αὐτῶν ἤδη προπεπεισμένοι—οὔτε τὰ ὁμολογούμενα ψευδῆ—〈οὐδεὶς γὰρ〉 ἀνέξεται. δεῖ οὖν περὶ τὰ πιθανὰ τὴν τοιαύτην μελέτην στρέφεσθαι. Ἰστέον δέ, ὅτι ἡ τούτων τάξις ἀδιάφορος· οὔτε γὰρ τὴν ἀνασκευὴν πάντως προτάξαντες εἶτα κατασκευάσομεν | |
10 | οὔτε αὖ τὸ ἐναντίον ὡρισμένως ποιήσομεν, ἀλλ’ ἔχομεν ἐπὶ πολλῆς ἀδείας, ὁποτέρᾳ ἂν αὐτῶν ἐθέλοιμεν χρῆσθαι προτέρᾳ. ‘Διαιρεῖται δέ‘ φασί ‘ταῦτα τὰ προγυμνάσματα κεφα‐ λαίοις τούτοις· τῷ ἀπιθάνῳ, τῷ ἀδυνάτῳ, τῷ ἀπρεπεῖ, | |
15 | τῷ ἀσυμφόρῳ, τῷ μαχομένῳ καὶ ἔτι τῶν περιστατικῶν μορίων τοῖς ἐμπίπτουσι, τόπῳ 〈ἢ χρόνῳ ἢ προσώπῳ〉 ἢ ἄλλῳ τοιούτῳ τινί.‘ ἰστέον δέ, ὅτι τῶν κεφαλαίων τούτων καὶ τάξιν ὡρισμένην ἐπειράθησαν ἀποδοῦναί τινες λέγοντες, ὡς δεῖ τὸ ἀπίθανον προτάττειν, εἶτα | |
20 | ἐπάγειν τούτῳ τὸ ἀδύνατον, εἶτα τὸ ἀσύμφορον, εἶτα | 30 |
31 | τὸ μαχόμενον. ἄλλοι δὲ πάλιν καθ’ ἑτέραν διαίρεσιν νενομισμένῃ τάξει καὶ αὐτοὶ περὶ ταῦτα ἐχρήσαντο. ἡμεῖς δὲ λέγομεν, ὅτι οὔτε πάντα ἐν ἁπάσαις ταῖς ἀνα‐ σκευαῖς τε καὶ κατασκευαῖς ἐμπεσεῖται τὰ κεφάλαια οὔτε | |
5 | αὖ ὡρισμένην ἔχει τάξιν, ἀλλὰ ταῦτα μέν ἐστιν, ἐξ ὧν ἀνασκευάζομεν καὶ κατασκευάζομεν, δεῖ δὲ τὸν γυμνα‐ ζόμενον ἀκριβῶς, ὁπόσα ἐμπίπτει καὶ ὁποῖα, σκοπήσαντα αὐτὸν εἶναι τὸν τῆς τάξεως κύριον, μᾶλλον δὲ ἕπεσθαι τῇ τάξει τοῦ προκειμένου λόγου. οἷον ἀνασκευάζειν ἡμῖν | |
10 | πρόκειται τὸ περὶ τῆς Δάφνης, εἴτουν διήγημα. ἐν‐ ταῦθα ὀψόμεθα τὸ πρῶτον μέρος τοῦ διηγήματος, πότε‐ ρον ἀδύνατόν ἐστιν ἢ ἀπίθανον καὶ οὕτω τῇ ἐργασίᾳ τοῦ κεφαλαίου χρησόμεθα. τοῦτο καὶ ἐπὶ τοῦ δευτέρου καὶ τρίτου 〈μέρους τοῦ〉 διηγήματος καὶ ἐφεξῆς ἐπὶ | |
15 | πάντων ὁμοίως· οὕτω γὰρ οὐ συγχυθήσεται ὁ λόγος, ἐπεὶ βιαζομένων ἡμῶν πρὸς τὴν τῶν κεφαλαίων τάξιν κατατέμνειν τὸ διήγημα, ἀλλὰ μὴ πρὸς τὴν τοῦ διη‐ γήματος ἐπάγειν τὰ κεφάλαια, σύγχυσις ἀναγκαίως γε‐ νήσεται τὰ πρῶτα ὡς εἰκὸς τελευταῖα λεγόντων 〈ἡμῶν〉 | |
20 | καὶ τὰ τελευταῖα πρῶτα. δεῖ οὖν, ὅπερ ἔφην, τῇ τοῦ ὑποκειμένου λόγου τάξει καὶ ἡμᾶς ἀκολουθεῖν, ὥσπερ | |
εὑρίσκομεν καὶ τὸν Δημοσθένην ποιήσαντα ἐν ἄλλοις | 31 | |
32 | τε καὶ ἐν τῷ Κατὰ Τιμοκράτους λόγῳ. τὸν γὰρ νόμον τὸν Τιμοκράτους ὡς ἀσύμφορον διαβάλλων καὶ προελ‐ θὼν εἰς τοῦτο, μετὰ τὴν τοῦ νόμου ἐξέτασιν πάλιν ἄνωθεν καὶ ἐξ ἀρχῆς ἀρξάμενος κατὰ μέρος τὰ δοκοῦντα | |
5 | ἀσύμφορα εἶναι τίθησι καὶ ἀγωνίζεται. Ἔτι δὲ πρὸς τούτοις κἀκεῖνο γνωστέον, ὅτι οὐδὲν κωλύσει καὶ ἓν μέρος τοῦ διηγήματος ὑπὸ πλείονα ἀν‐ άγεσθαι κεφάλαια, οἷον εἰ τύχοι ὑπὸ 〈τὸ〉 ἀσύμφορον καὶ ὑπὸ τὸ ἀπίθανον καὶ ὑπὸ ἕτερον. καὶ χρησόμεθα | |
10 | μὲν αὐτῷ ἐν ἅπασι, τῇ 〈δὲ〉 περὶ τὴν ἐργασίαν διαφορᾷ τὴν ἐξαλλαγὴν μηχανησόμεθα. τὸ δὲ ἀγωνιστικώτατον καὶ μάλιστα ἡμῖν συμβαλλόμενον κεφάλαιόν 〈ἐστι〉 τὸ καλούμενον μαχόμενον, ὅπου τοῦτον ὥσπερ ἀντιλέγοντα αὐτὸν ἑαυτῷ καὶ ἐναντίως δείκνυμεν λέγοντα. καὶ τού‐ | |
15 | του μάρτυς ὁ Δημοσθένης, ἐν τῷ αὐτῷ λόγῳ μετὰ τὴν ἄλλων νόμων ἐξέτασιν, οἷς ἐναντίος ἦν ὁ Τιμοκράτους, ὑπ’ αὐτοῦ τοῦ Τιμοκράτους πρότερον εἰσενεχθέντα ἤδη | |
νόμον ἀναγινώσκων καὶ δεικνὺς τὸν νῦν ἐναντίον. | 32 | |
33 | Συλλάβοι δ’ ἂν πολλάκις 〈καὶ〉 ἡ ἐκ τῶν περιστατι‐ κῶν μάχη ἐλεγκτικὸν ποιοῦσα τὸν λόγον, οἷον ἐν ὁποίοις τόποις Δάφνη ἦν ἢ ἐν ὁποίοις χρόνοις ἢ εἴ τι ἄλλο τοι‐ οῦτον ἐμπίπτει. | |
5 | Ἔτι κἀκεῖνο γνωστέον, ὡς οἳ μὲν κατὰ μέρος τιθέντες ἠγωνίσαντο, οἳ δὲ πρὸς ὅλον ἐμαχέσαντο τὸν λόγον. ἐμοὶ δὲ δοκεῖ μᾶλλον ἀμείνων ἡ κατὰ μέρος εἶναι μάχη· ἀγωνιστικώτερος γὰρ 〈οὕτωσ〉 ὁ λόγος γίνεται. οὐδὲν δὲ κωλύει μετὰ τὸ προοίμιον διηγησαμένους τὸν 〈ὅλον〉 λό‐ | |
10 | γον εἶτα οὕτω πάλιν τιθέναι κατὰ μέρος· συμβήσεται γὰρ οὕτως σαφεστέραν τὴν ἐξέτασιν γίνεσθαι. Τοῖς δὲ αὐτοῖς κεφαλαίοις καὶ ἐν τῇ κατασκευῇ διὰ τῶν ἐναντίων ἐπιχειρημάτων χρησόμεθα. Τριῶν δὲ ὄντων, ὡς τοῖς πολλοῖς δοκεῖ, τῶν τῆς ῥη‐ | |
15 | τορικῆς μερῶν 〈περὶ〉 τὸ δικανικὸν μᾶλλον ἡ μελέτη ἐν τοῖς προγυμνάσμασι τούτοις γίνεται· τὸ γὰρ συμφέρον, ὅπερ ἐστὶ τοῦ συμβουλευτικοῦ, οὐ πρωτοτύπως ἐνταῦθα ἐξετάζεται, ἀλλ’ ἐπὶ ταῖς ἄλλαις ἀποδείξεσιν εἰσφέρεται. Καὶ πέντε ὄντων τῶν τοῦ λόγου μερῶν εὕροις ἂν | |
20 | τῶν ἄλλων μελέτην ἐκτὸς τῶν ἐπιλόγων· καὶ γὰρ προ‐ | |
οιμιακῶν ἐννοιῶν γυμνασία γένοιτ’ ἂν καὶ διηγήσεων | 33 | |
34 | καὶ ἀντιθέσεων καὶ λύσεων· πρὸς δὲ τὴν τῶν ἐπιλόγων διδασκαλίαν ὁ κοινὸς ἁρμόσει τόπος, περὶ οὗ μετὰ ταῦτα ἐροῦμεν. Εἰρήκαμεν γὰρ πολλάκις, ὅτι τῶν προγυμνασμάτων | |
5 | τὰ μέν ἐστι μέρη, τὰ δὲ καὶ μέρη καὶ ὅλα. ἡ τοίνυν ἀνασκευὴ καὶ κατασκευὴ τῶν ὡς μερῶν ἐμπιπτόντων ἐστὶ μόνων, καίτοι 〈με〉 οὐ λέληθεν ὡς εἰσί τινες, οἳ νομίζουσι δύνασθαι ταῦτα τὰ προγυμνάσματα καὶ αὐτὰ ἐφ’ ἑαυτῶν πληροῦν ὑπόθεσιν. καὶ τούτου τεκμήριον | |
10 | λέγουσιν εἶναι τὸν Ὑπὲρ τῶν τεσσάρων Ἀριστείδου λό‐ γον, ὃν ἀνασκευὴν ἡγοῦνται. ἀλλ’ οἱ τοιοῦτοι δῆλοί εἰσι τὴν τοῦ ἀντιρρητικοῦ καλουμένου εἴδους ἀγνοοῦντες [καὶ] διαίρεσιν καὶ ἀνασκευὴν 〈τὴν〉 ἀντίρρησιν ὀνο‐ μάζοντες. ὥστε ταῦτα τῶν ὡς μερῶν παραλαμβανομέ‐ | |
15 | νων ἂν εἴη μόνων καὶ τῶν οὐδέποτε ἐφ’ ἑαυτῶν δυνα‐ μένων πληροῦν ὑπόθεσιν, εἰ καὶ δοκεῖ ἐξ ἁπάντων σχε‐ δὸν τῶν τοῦ λόγου μερῶν συνίστασθαι. ἀλόγως δὲ οἱ διὰ πάντων μὲν ἐπεξιόντες, μὴ ἐξετάζοντες δὲ τὰς δια‐ φοράς, μηδ’ ὁρῶντες, τί μὲν ἐνταῦθα πρὸς τὸ ὅλον | |
20 | ἐλλείπει, τί δ’ ἀντιρρήσεως ἴδιον, ἐπὶ τὸ ἀντιρρητικὸν εἶδος τὸν λόγον ἀνάγουσι. | |
Χρὴ δ’ ἐν τούτοις τοῖς γυμνάσμασιν ἤδη ἐναγωνιω‐ | 34 | |
35 | τέροις ἢ [καὶ] κατὰ τὰς χρείας καὶ τὰς γνώμας προοι‐ μίοις χρῆσθαι· ὅσῳ γὰρ ἐπὶ τὰ μείζω προερχόμεθα ἀπὸ τῶν ἐλαττόνων, τοσοῦτον καὶ πλείονος ἐπιμελείας περὶ ἕκαστον τῶν εἰρημένων 〈δεόμεθα〉. | |
5t | 〈Περὶ κοινοῦ τόπου.〉 | |
6 | Τὸν κοινὸν τόπον οἳ μὲν μετὰ τὴν ἔκφρασιν ἔταξαν, ἕτεροι δὲ πρὸ τῆς ἀνασκευῆς τε καὶ κατασκευῆς, ἄλλοι δὲ ἄλλως, οἱ δὲ ἀρίστην αὐτῷ τάξιν ἐπιτιθέντες ἐπὶ τῇ ἀνασκευῇ καὶ κατασκευῇ τοῦτον παραλαμβάνουσι. καὶ | |
10 | δικαίως· εἰ γὰρ τὰ προγυμνάσματα διὰ τοῦτο τὴν ἀρχὴν εὕρηνται, ἵνα τούτοις γυμναζόμενοι πρότερον εἶθ’ οὕ‐ τως τοῖς τελείοις ἐπιχειρῶμεν λόγοις, καὶ εἰ πάντως τῶν γυμνασμάτων ἕκαστον πρὸς ἑνὸς τῶν τοῦ λόγου μερῶν μελέτην ἐπιτηδείως φαίνεται ἔχειν, ἐχρῆν τὴν ἐν τοῖς | |
15 | λόγοις ἀκολουθίαν καὶ τάξιν μιμησαμένους ἐπὶ τῇ ἀνα‐ σκευῇ τε καὶ κατασκευῇ τάττειν τὸν κοινὸν τόπον. εἰ γὰρ πέντε 〈τὰ〉 μέρη τοῦ λόγου, προοίμια, διηγήσεις, ἀντιθέσεις, λύσεις, ἐπίλογοι, ὧν τελευταῖον μέρος τὸ | |
τῶν ἐπιλόγων, εἰκότως μετὰ τὸ τοῖς ἄλλοις ἐγγυμνα‐ | 35 | |
36 | σθῆναι διὰ τῶν προειληφότων καὶ μάλιστα μετὰ τὸ δι‐ δαχθῆναι, πῶς δεῖ τοῖς ἀγῶσι κεχρῆσθαι καὶ πῶς δια‐ μάχεσθαι χρὴ πρὸς τὰς δοκούσας εἶναι ἰσχυρὰς ἀντι‐ θέσεις, ἅπερ ἦν ἐν τῇ ἀνασκευῇ τε καὶ κατασκευῇ, δεῖ | |
5 | τὸ γυμνάζον ἡμᾶς πρὸς τοὺς ἐπιλόγους προγύμνασμα παραλαμβάνειν, ὅπερ ἐστὶν ὁ κοινὸς τόπος. ὅπως μὲν γὰρ προοίμια ἐργαστέον, ἐδίδαξε καὶ ἡ χρεία καὶ ἡ γνώ‐ μη· ὅπως δὲ δεῖ κεχρῆσθαι τοῖς διηγήμασιν, ἐμάθομεν ἐν αὐτῷ τῷ προγυμνάσματι τῷ καλουμένῳ διηγήματι | |
10 | καὶ μέντοι 〈καὶ〉 ἐν τῇ ἀνασκευῇ τε καὶ κατασκευῇ πρὶν κατὰ μέρος ἀγωνίσασθαι τὸν ὅλον λόγον, πρὸς ὃν ἡ μάχη, διηγησάμενοι· πρὸς δὲ ἀντιθέσεις καὶ λύσεις ἐγύ‐ μνασεν ἡ ἀνασκευή τε καὶ κατασκευή. λείπεται τοίνυν ὁ ἐπίλογος, οὗ πληροῖ χρείαν ὁ κοινὸς τόπος. | |
15 | Κοινὸς δὲ τόπος ἐστὶν αὔξησις καὶ καταδρομὴ ὁμο‐ λογουμένου ἀδικήματος· 〈ἄλλοι δ’ οὕτως ὁρίζονται· κοι‐ νὸς τόπος ἐστὶν αὔξησις ὁμολογουμένου ἀδικήματοσ〉 ἢ ἀνδραγαθήματος. Πρῶτον οὖν λεκτέον, διὰ τί κοινὸς λέγεται τόπος. | |
20 | κοινὸς μὲν οὖν, ὅτι οὐ κατὰ ὡρισμένου προσώπου ἐστίν, οἷον κατὰ Τιμάρχου πόρνου ἢ κατὰ Λυκόφρονος μοιχοῦ, ἀλλ’ ἁπλῶς κατὰ πόρνου ἢ μοιχοῦ· τόπος δέ, ὅτι τόπος | |
τὰ ῥητορικὰ ἐπιχειρήματα λέγεται, ἵν’ ᾖ κοινὸν ἐπιχεί‐ | 36 | |
37 | ρημα, ἢ ὅτι ὥσπερ 〈ἀπὸ τόπου ἤτοι〉 ἀπό τινος κοινοῦ χωρίου ἐντεῦθεν ὁρμώμενοι καὶ τοὺς κατὰ τῶν ὡρισ‐ μένων προσώπων ῥᾳδίως ποιούμεθα λόγους. Εἴπομεν δέ, ὅτι ὁριζόμενοί τινες εἰρήκασι τὸν κοινὸν | |
5 | τόπον αὔξησιν ὁμολογουμένου ἀδικήματος ἢ ἀνδραγαθή‐ ματος. οἱ δὲ τοῦτο λέγοντες τοῖς νοῦν ἔχουσι τῶν τεχνογράφων ἁμαρτάνειν ἔδοξαν· ‘οὐ γὰρ δεῖ‘ φασίν ‘ὁμολογουμένων ἀγαθῶν αὔξησιν ποιεῖσθαι ἐν τῷ κοινῷ τόπῳ, ἐπεὶ λήσομεν ἐγκωμίῳ, ὅπερ τοῦ πανηγυρικοῦ | |
10 | μέρους τὸ μέγιστον, ἐν κοινῷ τόπῳ χρώμενοι. τί γάρ ἐστιν ἐγκώμιον ἢ αὔξησις τῶν ὁμολογουμένων ἀγαθῶν; λεκτέον οὖν πρὸς τοὺς λέγοντας δεῖν ὑπέρ τινων ἐν κοινῷ τόπῳ ποιεῖσθαι τοὺς λόγους· πότερον ὑπὲρ αὐτῶν ἐροῦμεν, καθ’ ὧν ἤδη εἰρήκαμεν, ἢ ὑπὲρ ἑτέρων; εἰ μὲν | |
15 | γὰρ ὑπὲρ αὐτῶν, καθ’ ὧν καὶ ἡ κατηγορία γεγένηται, οἷον κατὰ τοῦ φονέως καὶ ὑπὲρ τοῦ φονέως, οὐκέτι τὸ πρᾶγμα ὁμολογεῖται· εἰ δὲ ὑπὲρ ἑτέρων τῶν τὰ ὁμολογού‐ μενα ἀγαθὰ διαπεπραγμένων, τῷ ἐγκωμίῳ μᾶλλον ἁρμό‐ ζων ὁ τοιοῦτος λόγος φανεῖται. ὥστε οὐκ ἂν δειχθείη | |
20 | τὸ δεῖν ἐν κοινῷ τόπῳ λέγειν ὑπέρ τινος, ἀλλὰ πάντως | |
τὴν καταδρομὴν χρὴ γίνεσθαι 〈ἐν αὐτῷ〉 κατὰ ἀνθρώπου | 37 | |
38 | ὁμολογουμένως ἠδικηκότος καὶ ἐξεληλεγμένου, ὥστε καὶ ὡς ἐν δευτερολογίᾳ τοὺς λόγους ποιησόμεθα.‘ Ἄλλοι 〈δ’〉 ὡρίσαντο οὕτως· κοινὸς τόπος ἐστὶν αὔ‐ ξησις καὶ καταδρομὴ ὁμολογουμένου 〈κακοῦ〉 πράγματος. | |
5 | οὗτοι δὲ ὑπὸ τὸν κοινὸν τόπον ἄγουσι πάντα τὰ δια‐ βολῆς ἄξια, ἀγνοοῦντες ὅτι ἐστὶ τινὰ πράγματα, ἃ οὐχ ὑπὸ κοινὸν τόπον ἀλλ’ ὑπὸ ψόγον ἀχθείη γε δικαιότερον. ταῦτα δέ ἐστιν, ἐφ’ οἷς γινομένοις οὐ μία τιμωρία παρὰ τῶν νόμων ὥρισται· οἷον κατὰ οἰνόφλυγος ἢ κατὰ τοῦ ὅλως | |
10 | πράττοντός τι πρᾶγμα φαῦλον καὶ μέμψεως ἄξιον οὐ μέντοι γε παρὰ νόμον τινὰ τὸν καὶ τιμωρίαν ἐπιβάλλοντα τῷ πράττοντι ἀπηγορευμένως οὐκ ἄν τις κοινῷ τόπῳ χρῷτο μᾶλλον ἢ ψόγῳ, ἀλλὰ τυχὸν κατὰ μοιχοῦ καὶ κατὰ ἱεροσύλου καὶ κατὰ ἄλλων, καθ’ ὧν καὶ τὰ ἐπιτίμια παρὰ | |
15 | τῶν νόμων τέτακται. διαφέρει γὰρ ὁ κοινὸς τόπος τοῦ ψόγου τούτῳ μάλιστα, 〈καθ’〉 ὃ ἐν μὲν τῷ κοινῷ τόπῳ δικασταί εἰσιν οἱ ἐπὶ τιμωρίᾳ τοῦ ἡμαρτηκότος παρα‐ καλούμενοι, ἐν δὲ τῷ ψόγῳ ἀκροαταὶ πρὸς μῖσος κινοῦν‐ ται αὐτοῦ, καθ’ οὗ ἡ διαβολὴ γίνεται. ἔτι δὲ 〈καὶ〉 κατ’ | |
20 | ἐκεῖνο διαφέρει, ὅτι ἐν μὲν τῷ κοινῷ τόπῳ ἀόριστόν ἐστι τὸ πρόσωπον, ἐν δὲ τῷ ψόγῳ ὡρισμένον, ὅταν προσώ‐ που διαβολήν, ἀλλὰ μὴ [μόνου] πράγματος ποιώμεθα. | |
Διαιροῦντες δὲ τὸν κοινὸν τόπον εἰρήκασιν οὕτω· | 38 | |
39 | ‘τῶν κοινῶν τόπων, φαμέν, οἳ μέν εἰσιν ἁπλοῖ, οἳ δὲ διπλοῖ· ἁπλοῖ μὲν οἷον κατὰ ἱεροσύλου ἢ κατὰ προδό‐ του· διπλοῖ 〈δ’〉 οἷον κατὰ ἱερέως ἱεροσύλου ἢ κατὰ στρατηγοῦ προδότου‘. ἁμαρτάνουσι δὲ καὶ οὗτοι τῇ τοῦ | |
5 | στρατηγοῦ ἢ ἱερέως προσθήκῃ οἰόμενοι διπλοῦς ἀπο‐ τελεῖν τοὺς κοινοὺς τόπους, οἷον εἰ λέγοι τις κατὰ μοι‐ χοῦ φονέως—ἐνδέχεται γάρ—ἢ κατὰ κλέπτου φονέως ἢ εἴ τι ἄλλο τοιοῦτον, ἐν ᾧ δύο εἰσὶν ἀδικήματα, ὧν καὶ ἑκάτερον ἰδίαν κρίσιν ἐπιδέχεται. κατὰ στρατηγοῦ δὲ | |
10 | προδότου ἢ κατὰ ἱερέως ἱεροσύλου οὐκ ἂν καλοῖτο δι‐ πλοῦς τόπος· ἡ γὰρ τοῦ ἱερέως καὶ ἡ τοῦ στρατηγοῦ προσθήκη χορηγίαν μὲν ἂν παρέχοι τῇ καταδρομῇ πλεί‐ ονα—ἄλλως γὰρ κατὰ ἁπλῶς προδότου καὶ ἄλλως κατὰ στρατηγοῦ προδότου τὸν λόγον εὐπορήσομεν—, διπλοῦς | |
15 | δὲ οὐκ ἂν ἀποτελοίημεν τόπους, ἐπεὶ περιαιρεθέντος τοῦ τῆς προδοσίας ὀνόματος κατὰ στρατηγοῦ ἢ κατὰ ἱερέως μόνου τί ἄν τις καὶ λέγοι; Ἐπειδὴ δὲ εἴρηται, ὅτι ἐπιλόγου πληροῖ χρείαν 〈ὁ κοινὸς τόποσ〉 καὶ ὅτι ὡς ἐν δευτερολογίᾳ τοῦτον | |
20 | ἐργαστέον, ζητητέον, εἰ ἐν τῷ κοινῷ τόπῳ καὶ προοιμια‐ σόμεθα ἢ εὐθὺς ἥξομεν [καὶ] ἐπὶ τὴν ἄλλην διαίρεσιν. φαμὲν 〈οὖν〉, ὅτι δεῖ καὶ προοιμιακαῖς ἐννοίαις κεχρῆ‐ | |
σθαι, εἰ καί τινες εὐθὺς ἦλθον ἐπὶ τὰ πράγματα· εὑρί‐ | 39 | |
40 | σκομεν γὰρ τούς τε ἄλλους ῥήτορας καὶ αὐτὸν τὸν Δημοσθένην πολλάκις μετὰ τὸ τὴν πᾶσαν ἐργάσασθαι ὑπόθεσιν ἐν αὐτῷ τῷ μέλλειν ἅπτεσθαι τῶν ἐπιλόγων οἷον προοιμίοις τισὶ κεχρημένον, δι’ ὧν προσέχειαν | |
5 | ἐργάζεται. καὶ ἔστιν ὅλως καὶ ἡ τῶν προοιμίων καὶ ἡ τῶν ἐπιλόγων χρῆσις παρ’ αὐτῷ 〈ἀ〉διάφορος· ταῖς τε γὰρ προοιμιακαῖς ἐννοίαις καὶ ἐν ἀρχῇ καὶ ἐν μέσοις κέχρηται τοῖς λόγοις καὶ δὴ καὶ πρὸς τῷ τέλει, καὶ [πρὸς] αὐτοῖς ἤδη τοῖς ἐπιλόγοις ἔν τε τοῖς μέσοις καὶ ἐν 〈τῷ〉 | |
10 | τέλει. οὐδὲν ἂν 〈οὖν〉 κωλύοι καὶ 〈ἐν κοινῷ τόπῳ〉 προοιμιάζεσθαι. εἰ δέ, ὅτι [καὶ] δευτερολογία ἐστί, καὶ διὰ τοῦτο παραιτοῦνται τὰ προοίμια, τεχνικῷ μὲν κέχρηνται λόγῳ· πάντα γάρ, ὅσα διὰ προοιμίων δεῖ ἐργάζεσθαι, ὁ πρότερος ἔσχε λόγος· ὅμως 〈δὲ〉 καὶ οὕτως | |
15 | 〈χρή τινας εἶναι προοιμιακὰς ἐννοίας, ὡς ἂν μὴ καὶ οὕτωσ〉 ἀκέφαλος φαίνηται ὁ λόγος· δέδεικται γάρ, ὅτι κεφαλῆς τάξιν ἐπέχει τὰ προοίμια, καὶ φαίνεται καὶ ὁ Δημο‐ σθένης ἐν ταῖς δευτερολογίαις αὐτοῖς χρησάμενος, οἷον ἐν τῷ Κατὰ Ἀνδροτίωνος καὶ ἐν τῷ Κατὰ Τιμοκράτους, | |
20 | καὶ μέντοι καὶ ἐν τῷ Πρὸς Λεπτίνην, εἰ καὶ βραχύ, | 40 |
41 | ὅμως γοῦν οἷον προοίμιον ἔταξε. τούτου δὲ δειχθέντος ζητητέον, εἰ ἑνὶ χρησόμεθα προοιμίῳ ἐν τῷ κοινῷ τόπῳ ἢ καὶ πλείοσιν. φαμὲν οὖν, ὅτι ἔξεστι 〈καὶ ἑνὶ〉 καὶ πλείοσιν· εἰ γὰρ μελέτης ἕνεκεν παραλαμβάνεται, οὐδὲν | |
5 | κωλύει ἑνὶ καὶ πλείοσιν ἐγγυμνάζεσθαι. οὐχ ὥρισται δὲ ἡ τῶν προοιμίων ποσότης, ἀλλ’ ἡ χρεία τὸ πλέον ἢ [τὸ] ἔλαττον ὁριεῖ τῷ ῥήτορι· αὐτίκα γοῦν καὶ μέχρι πέντε προῆλθόν τινες προοιμίων, καὶ οὐδὲν ὁ λόγος ἐβλάβη. ὥστε, 〈ὅπερ〉 εἶπον, καὶ πλείοσι προοιμιακαῖς ἐννοίαις | |
10 | [καὶ] ἐν τῷ κοινῷ τόπῳ χρησόμεθα. εἰ δὲ ἀρετὴ προοιμίου τὸ ἴδιον αὐτὸ τῆς ὑποθέσεως εἶναι καὶ μὴ πάσαις τὸ αὐτὸ ἁρμόζειν ὑποθέσεσιν, 〈ἐν〉 τῷ κοινῷ τόπῳ—οὐχ ὡρισμένου δὴ τοῦ προσώπου, καθ’ οὗ ποιούμεθα τοὺς λόγους—πῶς ἂν ἰδιάζοντα εὑρεθείη προοίμια; λέγομεν | |
15 | τοίνυν, ὅτι δεῖ ἐν τῷ κοινῷ τόπῳ ἀντὶ ὡρισμένου προσ‐ ώπου τῇ τοῦ πράγματος ποιότητι προσαρμόζειν τὰ προ‐ οίμια, οἷον ἵνα ἁρμόζῃ κατὰ παντὸς μέν, εἰ τύχοι, μοι‐ χοῦ, μηκέτι δὲ τὰ αὐτὰ 〈καὶ〉 κατὰ [τοῦ] προδότου, ἢ κατὰ προδότου μέν, μηκέτι δὲ κατὰ ἱεροσύλου καὶ ὅλως | |
20 | ἵνα μόνοις τοῖς ὑποκειμένοις πράγμασιν ἐπιτήδεια φαί‐ νοιτο· καὶ οὕτως ἡ ἰδιότης αὐτοῖς γενήσεται. πᾶν δὲ προοίμιον, ὡς ἐν κεφαλαίῳ εἰπεῖν, ἐκ τεσσάρων λαμβά‐ | |
νεται τούτων· ἢ ἀπὸ τοῦ πράγματος ἢ ἀπὸ τοῦ ἀντι‐ | 41 | |
42 | δίκου ἢ ἀπὸ τῶν δικαστῶν ἢ ἀφ’ ἑαυτοῦ· καὶ τοῦτο ἐν παντὶ λόγῳ παρατηρητέον. Διαιρεῖται δὲ ὁ κοινὸς τόπος παρ’ ἄλλοις ἄλλως· οἳ μὲν γὰρ τὸ πρᾶγμα, ὃ κρίνουσι, πρῶτον τάττουσιν, οἳ | |
5 | δὲ τὰ προβεβιωμένα ἐξετάζουσιν, ἅπερ καὶ πρὸ τοῦ πράγ‐ ματος καλοῦσιν, ἄλλοι δὲ εὐθὺς ἐπὶ τὰ συγκριτικὰ ἔρ‐ χονται. ἐπειδὴ δὲ οἱ καλῶς διαιροῦντες οὐκ ἐδοκίμασαν οὐδεμίαν τούτων τῶν τάξεων· οὔτε γὰρ τὰ πρὸ τοῦ πράγματος ἔφασαν δεῖν πρῶτον τάττειν—ἄτοπον γὰρ | |
10 | πρὸ τοῦ παρόντος βίου τὸν παρελθόντα ἀνασκέπτεσθαι —οὔτε αὐτὸ τὸ πρᾶγμα πρῶτον—οὐ γὰρ νῦν τοῦ δι‐ δάσκειν, ἀλλὰ τοῦ παροξύνειν χρεία, οὐ γὰρ διηγεῖσθαι μέλλομεν αὐτὰ ἐν τῷ προτέρῳ λόγῳ δηλονότι μεμαθη‐ κόσιν—ἀλλ’ οὐδὲ συγκρίσεις ἐπάξομεν μὴ πρότερον τὸ | |
15 | παρὸν αὐξήσαντες· διὰ τοῦτο οὖν ἔταξαν μετὰ τὰ προ‐ οίμια πρώτην 〈τὴν〉 τοῦ ἐναντίου σύστασιν, ἣν καὶ ἔπαι‐ νόν τινες τοῦ ἠδικημένου καλοῦσι πράγματος. ἔστι δὲ τὸ κεφάλαιον τοῦτο τοιοῦτον· οἷον εἰ κατὰ μοιχοῦ λέ‐ γομεν, ἐπαινέσομεν τὴν σωφροσύνην, εἰ κατὰ τυράννου, | |
20 | τὴν δημοκρατίαν καὶ τὰ ἐν αὐτῇ καλά, εἰ κατὰ προδότου, τὴν περὶ τὴν πόλιν εὔνοιαν, καὶ ὅλως οὕτως ἐπὶ πάν‐ των τὰ ἐναντία ζητήσομεν. καὶ μετὰ τὸ ἐργάσασθαι δε‐ όντως ἐπάξομεν τὸ πρᾶγμα, οὐχ ὡς διηγούμενοι, ἀλλ’ | |
ὡς δεινοποιοῦντες καὶ ἓν τῶν χαλεπωτάτων ἀποδει‐ | 42 | |
43 | κνύντες, καὶ εὐθὺς ἐπισυνάψομεν αὐτῷ τὴν καλουμένην περιοχήν, ἐν ᾗ δείξομεν, πόσα τῷ νῦν τούτῳ συναδι‐ κεῖται πράγματι, οἷον ὅτι νόμοι καταλύονται, δικα‐ στήρια, βουλευτήρια, πάντα ἁπλῶς τὰ τῆς πόλεως καλά, | |
5 | καὶ ἁπλῶς εἰπεῖν τῇ εἰς ἄτοπον ἀπαγωγῇ χρησόμεθα, 〈ἐξ〉 ἑνὸς τούτου τὰ ἔσχατα συμβαίνειν λέγοντες. καὶ οὕτω χώραν ἔχει τὰ συγκριτικά, ἐν οἷς πρὸ τῶν ἄλλων φροντιοῦμεν, ὥστε ὁμοιογενέσι κεχρῆσθαι πράγμασιν. ὁμοιογενῆ δὲ λέγεται τὰ ἐν ταῖς αὐταῖς αἰτίαις γινόμενα· | |
10 | οἷον εἰ κατὰ τυμβωρύχου λέγοιμεν, τὴν σύγκρισιν ἐργα‐ σόμεθα πρὸς κλέπτας, πρὸς ἱεροσύλους, πρὸς πάντας τοὺς κέρδους ἕνεκα τὰ τοιαῦτα τολμῶντας. γενήσονται δὲ αἱ συγκρίσεις ἀπὸ τοῦ μείζονος, ἀπὸ τοῦ ἐλάττονος, ἀπὸ τοῦ ἴσου· τῷ μὲν γὰρ μείζονι ἴσον αὐτὸ ἀποδείξο‐ | |
15 | μεν, τοῦ δὲ ἴσου μεῖζον, ἐπὶ μέντοι τοῦ ἀπὸ τοῦ ἐλάτ‐ τονος ἐπιτιμήσει χρησόμεθα, λέγοντες ἄτοπον εἶναι ἐπὶ μὲν δραχμῇ εὐθύνεσθαί τινα, ἐπὶ δὲ ἱεροσυλίᾳ τοῦτον μένειν ἀτιμώρητον. 〈ἰστέον δὲ ὡσ〉 οὔτε κατὰ τοὺς τρεῖς τόπους πάντως ἐμπεσοῦνται αἱ συγκρίσεις οὔτε κατὰ | |
20 | ὡρισμένην τάξιν, ἀλλὰ καὶ ποῖα δεῖ πρῶτα ἢ δεύτερα ἢ τρίτα ἐξετάσαι, ἢ ποῖα 〈ὅλωσ〉 ἐμπεσεῖται ἢ ποῖα ἐκλεί‐ ψει, ὁ διαιρῶν εἴσεται. ἐργασάμενοι δὲ τὰ συγκριτικὰ εὐθὺς καὶ τοῖς καλουμένοις πρὸ τοῦ πράγματος χρησό‐ | |
μεθα. ποιησόμεθα δὲ 〈καὶ〉 ἐν τούτοις φροντίδα τοῦ | 43 | |
44 | ὁμοιογενῆ ταῦτα εἶναι. στοχαζόμενοι γὰρ τῶν προγεγε‐ νημένων καὶ λέγοντες μετὰ πολλὰ ἕτερα καὶ τὰ νῦν ταῦτα τὸν κρινόμενον διαπεπρᾶχθαι ὀφείλομεν τὸ πι‐ θανὸν προσάγειν τοῖς λόγοις ἐκ τοῦ ὅμοια τοῖς νῦν κρι‐ | |
5 | νομένοις ἐπιζητεῖν πράγματα· οἷον τυχὸν ὡς ἐπὶ τυμ‐ βωρυχίᾳ κρινομένου τινὸς λέγομεν, ὅτι ὡς εἰκὸς πολλὰς πρότερον κλοπὰς ἐργασάμενος τὸ τελευταῖον 〈καὶ〉 ἐπὶ ταύτην 〈ἦλθε〉 τὴν ἀφορμὴν τοῦ κέρδους. καὶ ἔστι τοῦτο 〈τὸ〉 κεφάλαιον 〈τὸ〉 πρὸ τοῦ πράγματος ἐοικὸς | |
10 | τοῖς ὀνομαζομένοις παρακατηγορήμασιν ἐν [ταύταις] ταῖς τελείαις ὑποθέσεσιν, ἃ ἐκεῖ παραλαμβάνομεν οὐχ ὡς πρωτοτύπως κρίνοντες, ἀλλὰ ὡς διὰ τούτων τὰ ἐν τῷ νῦν κρινόμενα πιστούμενοι· οἷον ὁ Δημοσθένης, βουλόμε‐ νος δεῖξαι τὸν Μειδίαν ἐκ προαιρέσεως ὑβρικότα κατὰ | |
15 | τὸν καιρὸν τῆς χορηγίας, ἐμνημόνευσε καὶ παλαιῶν αὐ‐ τοῦ ἀδικημάτων καὶ πρὸς ἄλλους ὕβρεων, ἵνα ἐξ ἐκείνων καὶ τοῖς νῦν τινα ἰσχὺν παράσχῃ. οὕτως οὖν ἐν τῷ κοινῷ τόπῳ τὸν κρινόμενον διαβαλόντες ἔκ τε τῶν νῦν καὶ τῶν πάλαι πεπραγμένων ἥξομεν ἐπὶ τὰ τελικὰ καλούμενα κε‐ | |
20 | φάλαια, ἃ διὰ τί μὲν εἴρηται οὕτως, κατὰ καιρὸν μαθη‐ σόμεθα· ἔστι δὲ ταῦτα τὸ συμφέρον, τὸ δίκαιον, τὸ νό‐ μιμον, τὸ δυνατόν, τὸ ἔνδοξον, τὸ ἀναγκαῖον, τὸ ῥᾴδιον, | |
ὧν τοῖς ἐμπίπτουσι χρησόμεθα· οὐ γὰρ πᾶσα ἀνάγκη | 44 | |
45 | διὰ πάντων ἰέναι, πλεονάσει δὲ ὅμως τὸ συμφέρον. καὶ οὕτω μετὰ τὴν τῶν κεφαλαίων ἐργασίαν τὴν μόνην αὐτῷ λοιπὴν ἀφορμὴν πρὸς σωτηρίαν ἀναιρήσομεν. ἔστι δὲ αὕτη ἡ τοῦ ἐλέου ἐκβολὴ ὀνομαζομένη, ᾗπερ εἰώθασιν | |
5 | οἱ κατηγορούμενοι χρῆσθαι μετὰ 〈τὸ〉 μηδεμίαν ἐλπίδα ἔχειν τοῦ φυγεῖν δύνασθαι. καὶ θέντες αὐτὴν καὶ πλα‐ τύναντες, ὡς ἐνδέχεται, λύσομεν [δὲ] πάλιν δι’ αὐτῶν 〈τε〉 τῶν τελικῶν κεφαλαίων, οἷς ἂν δυνώμεθα χρώμενοι, καὶ διὰ τῆς καλουμένης ὑποτυπώσεως. ἔστι δὲ ἡ ὑποτύπωσις | |
10 | κεφάλαιον ὑπ’ ὄψιν ἄγον τὰ γεγενημένα καὶ δι’ ἐκφρά‐ σεως θεατὰς τῶν ἀτόπων ἐργαζόμενον ἡμᾶς. σκοπεῖν δὲ ἐπὶ τούτου δεῖ τοῦ κεφαλαίου, ὅπως μὴ λάθωμεν ἐκφρά‐ ζοντες αἰσχρὰ πράγματα, ὃ συμβαίνει, ὅταν κατὰ μοιχοῦ τινος ἢ παιδοφθόρου ποιώμεθα τοὺς λόγους· ἐπὶ γὰρ | |
15 | τῶν τοιούτων φεύγειν δεῖ τὴν διατύπωσιν· ἐκφράζοντες γὰρ πλέον ἡμᾶς αὐτοὺς ἢ ἐκεῖνον διαβαλοῦμεν. ἀλλ’ εἰ δεῖ χρῆσθαι ἐπὶ τοιούτων πραγμάτων ὑποτυπώσει, πα‐ ραστήσομεν αὐτοῦ διὰ ταύτης 〈τὴν〉 προπέτειαν, θρασύν τινα ἄνθρωπον καὶ καταφρονοῦντα τῶν νόμων ἐκφρά‐ | |
20 | ζοντες καὶ διὰ τοῦτο λέγοντες αὐτὸν μηδὲ αὐτὰς ὀκνῆ‐ σαι τὰς οὕτως ἀτόπους τῶν πράξεων. καὶ ταῦτα μὲν τὰ κεφάλαια, οἷς ὁ κοινὸς τόπος διαιρεῖται. | |
Τῶν δὲ προγυμνασμάτων τῶν μὲν ὄντων μερῶν, τῶν | 45 | |
46 | δὲ μερῶν καὶ ὅλων ὁ κοινὸς τόπος ἐστὶ ποτὲ μὲν τῶν ὡς μερῶν παραλαμβανομένων, ποτὲ δὲ καὶ τῶν ὡς ὅλων. ἔστι γὰρ ὅπου καὶ ὅλην ὑπόθεσιν ἀρκέσει πληρῶσαι, ὡς εὑρίσκομεν ἐν ταῖς δευτερολογίαις, ἐν αἷς ἀκριβῶς | |
5 | τῶν προτέρων κατηγορησάντων καὶ ταῖς ἀποδείξεσι χρη‐ σαμένων οἱ δεύτεροι κοινοῖς τόποις κέχρηνται, κατα‐ δρομὴν τῶν ἡμαρτηκότων ποιούμενοι καὶ παρακαλοῦν‐ τες ἐπὶ τὴν ψῆφον τοὺς δικάζοντας. καὶ τούτου τεκμή‐ ριον ὁ λόγος ὁ Κατὰ Ἀριστογείτονος, ἄντικρυς ὢν ἐπί‐ | |
10 | λογος· οὐδαμοῦ γὰρ ἰσχυραὶ ἀντιθέσεις οὐδὲ ἀγῶνος μεσταὶ ἀποδείξεις, ἀλλὰ καταδρομὴ πανταχοῦ. Ἴδιον δὲ ἐπιλόγων τὸ δεινώσεις παραλαμβάνειν καὶ σχετλιασμοὺς καὶ παθητικὴν ὅλως ἐργάζεσθαι τὴν φρά‐ σιν καὶ αὐτῇ δὲ τῇ ὑποκρίσει κεχρῆσθαι περιπαθεστέρᾳ, | |
15 | ἅπερ δεῖ πάντα ἐν τῷ κοινῷ τόπῳ φυλάττειν· ἔστι γάρ, ὅπερ ἔφην, ἐπίλογος, εἰ καὶ μὴ πάντα ἔχει, ὅσα ὁ ἐπί‐ λογος, ἀλλὰ κατά τινα διαφέρει. 〈τίνα δέ ἐστι τὰ τοῦ ἐπιλόγου ἴδια καὶ κατὰ τί τοῦ κοινοῦ τόπου διαφέρει,〉 ἐν ἑτέρῳ καιρῷ μαθησόμεθα. | |
20 | Ὅτι δὲ τριῶν ὡς ἐν κεφαλαίῳ τῆς ῥητορικῆς ὄντων μερῶν τὴν περὶ τὸ δικανικὸν ὁ κοινὸς τόπος ἐπαγγέλ‐ λεται μελέτην, δῆλον ἅπασι τοῖς 〈μὴ〉 προσδεχομένοις | |
ἐν κοινῷ τόπῳ τοὺς ὑπὲρ ἀριστέων ἢ τυραννοκτόνων ἢ | 46 | |
47 | τῶν ὅλως ἀγαθόν τι πεποιηκότων λόγους· ἐπεὶ κατά γε ἐκείνους γένοιτο ἄν τις 〈ἐν〉 τῷ κοινῷ τόπῳ καὶ περὶ τὸ πανηγυρικὸν γυμνασία. | |
4t | 〈Περὶ ἐγκωμίου καὶ ψόγου.〉 | |
5 | Ἔστι μὲν οὐκέτι ἁπλοῦς ὁ περὶ τοῦ ἐγκωμίου λόγος, ἀλλὰ πολυσχιδής τε καὶ εἰς πολλὰ διαιρούμενος· καὶ γὰρ οἱ ἐπιβατήριοι καὶ οἱ προσφωνητικοὶ καὶ 〈οἱ〉 ἐπιθαλά‐ μιοι καὶ οἱ ἐπιτάφιοι καὶ μέντοι γε καὶ οἱ εἰς θεοὺς ὕμ‐ νοι καὶ πάντες ἁπλῶς οἱ εὐφημίαν ἔχοντες λόγοι ὑπὸ | |
10 | τοῦτο τὸ εἶδος τάττονται. δεῖ δὲ τοσαῦτα περὶ αὐτοῦ εἰπεῖν νῦν, ὅσα πρὸς ἀρχομένους ἁρμόζει. Καὶ πρῶτόν γε ἐκεῖνο ἐζήτηται, διὰ τί τριῶν ὄντων, ὡς 〈ἐν〉 γένει εἰπεῖν, τῶν τῆς ῥητορικῆς μερῶν ἢ εἰδῶν ἢ ὅπως τις ἐθέλοι καλεῖν, τοῦ τε συμβουλευτικοῦ 〈καὶ〉 | |
15 | δικανικοῦ καὶ πανηγυρικοῦ, τὸ τρίτον μέρος, λέγω δὴ τοῦτο τὸ πανηγυρικόν, οὗπέρ ἐστι τὸ ἐγκώμιον, ἐν τοῖς προγυμνάσμασι τέτακται. εἰ γὰρ ἕκαστον τῶν ἄλλων προγυμνασμάτων εὕρηται διὰ τὸ εἰς ἕν τι τῶν τελείων ὑποθέσεων ἡμᾶς γυμνάζειν, ὅτου χάριν τοῦτο τέλειον | |
20 | ὂν ἐν τοῖς μέρεσι παρείληπται; φαμὲν οὖν πρὸς τοῦτο, | |
ὅ τι ἤδη πρότερον εἰρήκαμεν, ὅτι τῶν προγυμνασμάτων | 47 | |
48 | τὰ μέν ἐστι μέρη, τὰ δὲ μέρη καὶ ὅλα· μέρη μέν, ὅσα μόνον πρὸς χρείαν ἑτέρου παραλαμβάνεται· μέρη δὲ καὶ ὅλα, ἃ ποτὲ μὲν καθ’ ἑαυτὰ ὑπόθεσίν τινα ἐξεργάζεται, ποτὲ δὲ εἰς ἑτέρων ὑποθέσεων μέρη συντελεῖ. τὸ τοίνυν | |
5 | ἐγκώμιον τῶν [καὶ] μερῶν ἐστι καὶ ὅλων· ὡς ὅλον μὲν αὐτὸ ἐργαζόμεθα, ὅταν αὐτὸ τοῦτο προθώμεθά τινα εὐ‐ φημῆσαι, ὡς μέρος δέ, ὅταν ἢ [ὡς] συμβουλεύοντες ἐπαινέσωμεν τυχὸν τὸ πρᾶγμα τόδε, ἐφ’ ὃ καὶ προτρέ‐ πομεν, ἢ κατηγοροῦντες συστήσωμέν 〈τε〉 τὴν οἰκείαν | |
10 | ποιότητα καὶ διαβάλωμεν τὴν τοῦ ἐναντίου· ὧν τοῦ μὲν προτέρου παράδειγμα ὁ Πανηγυρικὸς Ἰσοκράτους λόγος, συμβουλευτικὸν μὲν ἔχων τὸ εἶδος, διὰ δὲ ἐγκωμιαστι‐ κῆς ὕλης κατασκευαζόμενος, τοῦ δὲ δευτέρου ὁ Περὶ τοῦ στεφάνου Δημοσθένους, καὶ αὐτὸς δικανικοῦ μὲν εἴδους | |
15 | ὤν, δι’ ἐπαίνου δὲ τοῦ εἰς ἑαυτὸν καὶ διαβολῆς τῆς εἰς τὸν Αἰσχίνην ἅπας ὑπὸ τοῦ ῥήτορος εἰργασμένος· ἐπεὶ οὖν ποτὲ 〈μὲν〉 ὡς μέρος, ποτὲ δὲ ὡς ὅλον παραλαμβά‐ νεται, διὰ τοῦτο καὶ ἐν τοῖς προγυμνάσμασι τέτακται. Ἐγκώμιον δέ ἐστιν εὐφημία ὡρισμένου προσώπου ἢ | |
20 | πράγματος 〈ἐπὶ〉 ὁμολογουμένοις ἀγαθοῖς διεξοδικῶς | 48 |
49 | γινομένη. διεξοδικοὺς δὲ λόγους λέγομεν τοὺς εἰς μῆ‐ κος ἀποτεταμένους καὶ διὰ πάντων τῶν πλεονεκτημάτων ἐργασθέντας, καθ’ οὓς καὶ 〈τὸ〉 ἐγκώμιον διαφέρει [δὲ] τῶν ἐπαίων· ἔπαινος μὲν γάρ ἐστι τὸ δι’ ὀλίγων κατα‐ | |
5 | σκευαζόμενον, οἷον ἡ ἑνὸς ἀγαθοῦ μνήμη, ἐγκώμιον δὲ τὸ διὰ πασῶν τῶν ἀρετῶν καὶ διὰ πάντων τῶν τοῦ ἐπαι‐ νουμένου πλεονεκτημάτων ἐργασθέν. Τέλος δὲ ἐγκωμίου τὸ καλόν, ὥσπερ τοῦ δικανικοῦ τὸ δίκαιον καὶ 〈τοῦ〉 συμβουλευτικοῦ τὸ συμφέρον. | |
10 | Εἴρηται δὲ ἐγκώμιον ἀπὸ τοῦ ἐν κώμῳ τινὶ 〈καὶ παιδιᾷ〉 πάλαι τοὺς ἀνθρώπους τούς τε εἰς θεοὺς ὕμνους καὶ τοὺς εἰς ἀλλήλους ἐπαίνους ἐργάζεσθαι. Διῄρηται δὲ ἕκαστον μὲν τῶν ὑπ’ αὐτὸ εἰδῶν, οἷον λέγω ἐπιθαλάμιος ἢ προσφωνητικὸς ἢ σμινθιακὸς ἢ ἄλλος | |
15 | ὅλως ἐπὶ ἑορταῖς λεγόμενος λόγος ἢ ὕμνος θεῶν— διῄρηται δὲ ἕκαστον τῶν εἰδῶν ἰδίᾳ τινὶ διαιρέσει, ἥτις οὐκ ἔστι τῆς κατ’ εἰσαγωγὴν ἐξετάσεως. δεῖ δέ, ὡς εἰπεῖν ἐν βραχέσιν, ἐφ’ ἑκάστης ἐκείνων τῶν ὑποθέσεων τὸ ἰδιάζον πλεονάζειν κεφάλαιον, οἷον 〈ἐν〉 ἐπιθαλαμίοις | |
20 | τὸ ἐπὶ τῷ γάμῳ, ὃ καὶ θετικὸν καλεῖται, ἐν παναθη‐ ναϊκῷ ἢ καὶ ἄλλῳ τινὶ τῶν τοιούτων τὸ περὶ τῆς ἑορ‐ τῆς, καὶ ὅλως ἐν ἑκάστῳ αὐτῶν, ὅπερ ἔφην, τὸ παρέχον | |
τῇ ὑποθέσει τὴν πρόφασιν. τὸ δὲ νῦν ὑφ’ ἡμῶν αὐτὸ | 49 | |
50 | δὴ τοῦτο ἐγκώμιον ὀνομαζόμενον, ὃ ἐκπονοῦμεν εἰς ἔπαινον τυχὸν ἀνδρὸς βεβιωκότος πρὸς ἀρετήν, ὡς μὲν ἕτεροί 〈τε〉 τῶν ἀρχαίων καὶ ὁ θειότατος Πλάτων ἐν Φαί‐ δρῳ διεῖλεν, εἰς τὰ περὶ ψυχήν, εἰς τὰ περὶ σῶμα, εἰς τὰ | |
5 | ἐκτὸς διαιρεῖται, ὧν τὰ μὲν περὶ ψυχὴν εἰς φρόνησιν, δικαιοσύνην, σωφροσύνην, ἀνδρείαν μεριζόμενά 〈ἐστι〉, τὰ δὲ περὶ σῶμα εἰς κάλλος, ἰσχύν, μέγεθος καὶ τάχος, τὰ δὲ ἐκτὸς διαιρεῖται εἰς γένος, φίλους, πλοῦτον καὶ ὅσα τοιαῦτα· ἡμεῖς δὲ οὐ ταύτῃ τῇ διαιρέσει, ἀλλὰ τῇ | |
10 | κρατούσῃ ἑψόμεθα. διαιρεῖται τοίνυν μετὰ τὰ προοίμια —χρησόμεθα γὰρ καὶ ἐν τούτῳ προοιμίοις οὐχ ὡρισμέ‐ νοις, ἀλλ’ ὅσοις ἡ χρεία παρέχει, κατὰ τὸν αὐτὸν τρόπον, καθ’ ὃν ἤδη πολλάκις εἴρηται—διαιρεῖται δὲ μετὰ τὰ προοίμια πρώτῳ κεφαλαίῳ τῷ καλουμένῳ ἀπὸ τοῦ γένους, | |
15 | ὅπερ λαμβάνεται ἀπὸ ἔθνους, ἀπὸ πόλεως, ἀπὸ προγό‐ νων. ταῦτα δὲ ἢ πάντα ἐμπίπτει, ἢ τοῖς ἐμπίπτουσι χρησόμεθα· οἷον ἐὰν ἡ πόλις ᾖ λαμπρὰ καὶ ἔνδοξος, τότε μᾶλλον ἐν τῷ περὶ αὐτῆς λόγῳ ἢ τοῦ ἔθνους δια‐ τρίψομεν· ἐὰν δὲ μηδὲν ἔχωμεν εἰπεῖν γενναῖον περὶ | |
20 | τῆς πόλεως, τότε ἐπὶ τὸ ἔθνος καταφευξόμεθα· εἰ δ’ ἄρα μηδὲ περὶ ἑτέρου λέγειν τι δυνάμεθα σπουδαῖον, τότε εὐθὺς ἀπὸ τῶν προγόνων ἀρξόμεθα, ὅσα δὲ ἐνδέχεται | |
καὶ περὶ ἐκείνων, λέγω δὴ τῶν ἀπὸ ἔθνους 〈ἢ πόλεωσ〉, | 50 | |
51 | εἰπόντες πρότερον. οἷον βουλόμεθα Σίφνιόν τινα ἐπαι‐ νεῖν· ἐπειδὴ μηδὲν ἔστιν ἄξιον λόγου εἰπεῖν περὶ Σίφνου, ἀρκέσει αὐτῆς πρὸς ἔπαινον τυχὸν 〈εἰπεῖν〉 τὸ πλησίον αὐτὴν κεῖσθαι τῆς Ἀττικῆς καὶ μέσην τῶν Κυκλάδων | |
5 | νήσων. καὶ ἐκ τούτων, φυλάξαντες τῇ τέχνῃ τὴν τάξιν, ἥξομεν ἐπὶ τὰ οἰκειότερα, καὶ αὖ πάλιν τοὺς ἐνδοξοτέρους ἐπαινοῦντες τοὺς ἄλλους ἀποκρύψομεν. ἀεὶ δὲ δεῖ σπεύ‐ δειν καὶ ἐπείγεσθαι ἐπὶ τὰ ἴδια καὶ μόνῳ αὐτῷ ὑπάρχοντα, οἷον λέγω ἐκ τῶν ἀνωτάτω προγόνων εἰκὸς πολλοὺς | |
10 | κατάγεσθαι καὶ πολλὰς οἷον σειρὰς εἶναι καὶ πλείοσιν ἁρμόζειν τὰς αὐτὰς εὐφημίας, ἐπὶ δὲ πατρὸς πλεο‐ νεκτήμασι μόνους τοὺς ἐξ αὐτοῦ γενομένους δεῖ σεμνύ‐ νεσθαι· διὸ ἐπὶ ταῦτα μᾶλλον ἥξομεν. οὐ μὴν ἀμέσως οὐδὲ ὡς ἔτυχε τὴν ἐκείνων μνήμην παραδραμούμεθα, | |
15 | ἵνα μὴ δόξωμεν κακίαν τινὰ συνειδότες ἀποφεύγειν τοὺς περὶ αὐτῶν λόγους, ἀλλ’ εἴτε βουλόμεθα αὐτὰ ἐξετάζειν, μετὰ ἀξιώματος ἐπ’ αὐτὰ χωρήσομεν, λέγοντες, ὅτι ἄτοπόν ἐστιν ἐν τοιᾷδε μνήμῃ μὴ καὶ τὰς ἐκ τῶν προγόνων αὐ‐ τοῦ σκοπεῖν ἀρετάς, εἴτε ὑπερβαίνειν ἐθέλομεν, πειρασό‐ | |
20 | μεθα αἰτίαν εἰπεῖν εὔλογον, ἵνα μὴ δοκοίημεν αὐτὰς ἀποκρύπτειν ἐθελοντί. μετὰ δὲ ταῦτα τὰ ἀπὸ τοῦ γέ‐ νους εἰς τὰ ἀπὸ τῆς γενέσεως ἥξομεν, οἷον 〈εἴ τι κατὰ τὸν καιρὸν τῆς ὠδῖνος ἕξομεν λέγειν συμβεβηκὸς περὶ | |
αὐτόν· οἷον〉 δὴ ἐπὶ τῆς Περικλέους λέγεται μητρὸς τῆς | 51 | |
52 | Ἀγαρίστης, ᾗ δι’ ἐνυπνίου προεῖπεν ὁ θεός, ὅτι λέοντα τέξεται, ἢ ἐπὶ τῆς Κύρου μητρὸς τὸ ἐπὶ τῇ ἀμπέλῳ τε καὶ τῇ ἐπικλύσει τῇ ἐκ τοῦ ὀνείρου θρυλούμενον· πολλὰ δ’ ἡμῖν καὶ ἄλλα τοιαῦτα παραδέδοται, οἷον ἐπὶ Εὐαγό‐ | |
5 | ρου τοῦ Κυπρίων βασιλέως καὶ ἐπὶ ἑτέρων. εἶτα μετὰ 〈τὸ〉 ταῦτα εἰπεῖν παραληψόμεθα τὰ ἐκ τῆς ἀνατροφῆς, ἂν ἔχωμέν τι περὶ αὐτῆς εἰπεῖν ἐξαίρετον καὶ οἷον μὴ ἑτέροις γέγονεν, ὡς ἐπὶ τοῦ Ἀχιλλέως, ὅτι μυελοῖς ἐτράφη ἐλάφων καὶ ὅτι ὑπὸ τοῦ Χείρωνος καὶ τὰ κατὰ μέρος 〈ἐπ’〉 | |
10 | αὐτῷ λεγόμενα. μετὰ ταῦτα, ἅπερ ἐν τῇ νέᾳ ἡλικίᾳ ἐπε‐ τήδευσεν, οἷον εἰ ῥητορικὴν ἤσκησεν ἢ ποιητικὴν ἢ ἄλλο τι τοιοῦτον. εἶτα ἐπὶ τούτοις τὰ ὑπ’ αὐτοῦ πεπραγ‐ μένα. κἀνταῦθα, μᾶλλον δὲ ἐν πᾶσι τοῖς μέρεσιν, ἵνα μὴ ὕπτιος ὁ λόγος γίγνηται, εἰ καὶ ἁρμόζειν πως τοῖς | |
15 | πανηγυρικοῖς ἡ ὑπτιότης δοκεῖ, ὅμως, ἵνα μὴ πάντῃ ἐκ‐ λύηται μόνην μνήμην ποιουμένων ἡμῶν ψιλὴν καὶ ἀνεξέρ‐ γαστον, πειρασόμεθα εἰς ἀρετὰς ἀναφέρειν τὰς πράξεις καὶ ἐπάγειν κατὰ μέρος τὰς συγκρίσεις· οὕτω γὰρ ἥ τε ὑπτιότης διαλύεται καὶ ἐναγώνιος ὁ λόγος κατασκευάζεται. | |
20 | καὶ εἴ πού τι ἐλάττωμα ἔχοι, καὶ τοῦτο πειρασόμεθα | |
περιστέλλειν εὐφημοτέροις λόγοις, τὴν δειλίαν εὐλάβειαν | 52 | |
53 | καὶ προμήθειαν καλοῦντες, τὸ δὲ θράσος ἀνδρείαν καὶ εὐψυχίαν, καὶ ὅλως ἀεὶ πάντα ἐπὶ τὸ κάλλιον ἐργαζό‐ μενοι. ὅπερ δὲ εἶπον, πανταχοῦ δεῖ τὰς συγκρίσεις ἐπά‐ γειν, τὴν ὑπὲρ 〈τὸ〉 μέτρον ὑπτιότητα διαφεύγοντας, | |
5 | καὶ ἐπὶ τὰς τῶν ἀρετῶν ἐξετάσεις ἰέναι, ἵνα ἔμψυχος ὁ λόγος γένηται. —Ζητητέον δέ, εἰ ἀντίθεσιν ἐπιδέχεται τὸ ἐγκώμιον. εἰ γὰρ δεῖ ὁμολογουμένων ἀγαθῶν βάσανον γίνεσθαι, οὐκέτι ὁμολογηθήσεται τὰ ἔχοντα ἀντίθεσιν· εἰ δὲ ἐξ ἰδιαζούσης ὕλης ἐμπέσοι, ὃ ἀποκρύψαι οὐ | |
10 | δυνάμεθα διὰ τὸ τὸν ἀκροατὴν αὐτὸ ζητεῖν, τῇ τε με‐ θόδῳ αὐτὰ καθαιρήσομεν καὶ τὰς λύσεις ἐπάξομεν ἰσχυρο‐ τέρας, ἵνα πανταχόθεν τὸ τῆς ἀντιθέσεως βλάβος λύη‐ ται. παραδείγματα δὲ τούτου παρά τε τῷ Ἀριστείδῃ καὶ τῷ Ἰσοκράτει ἐν τῷ Πανηγυρικῷ καὶ ἐν τῷ Βουσίριδι, | |
15 | ὧν μάλιστα τὴν ἐν τῷ Πανηγυρικῷ ἀντίθεσιν ζηλωτέον, ἐπειδὴ καὶ καλῶς λέλυται· ἡ γὰρ ἐν τῷ Βουσίριδι εἰσ‐ αχθεῖσα ἀσθενέστερον λελύσθαι δοκεῖ. ἐξ ἰδιαζούσης δὲ ὕλης ἐμπεσοῦσαι ἀντιθέσεις κανόνα 〈τῷ〉 εἴδει τούτῳ τῆς ῥητορικῆς καθολικὸν οὐ ποιήσουσιν. | |
20 | Καὶ ὁ ψόγος δὲ τοῖς αὐτοῖς κεφαλαίοις διαιρεῖται ἀπὸ | |
τῶν ἐναντίων ἐπιχειρημάτων καὶ ἐνθυμημάτων συμπλη‐ | 53 | |
54 | ρούντων ἡμῶν τὴν ἅπασαν ἐργασίαν καὶ διαίρεσιν· τῶν γὰρ ἐγκωμίων τὸ μέν ἐστιν ἔπαινος, τὸ δὲ ψόγος. διὰ τοῦτο καὶ ὁ Κατὰ 〈τῶν〉 σοφιστῶν Ἰσοκράτους λόγος, καίτοι ἐκ λοιδοριῶν ἅπας τῶν περὶ τοὺς ἁμαρτάνοντας | |
5 | εἰς τὰς τέχνας κατεσκευασμένος, ἐν τοῖς ἐγκωμίοις τέτα‐ κται. οὐ λέληθε δέ με, ὅτι ἐπέσκηψάν τινες τῇ ἐπιγραφῇ ἐκείνου τοῦ λόγου, ὅτι μὴ ψόγον αὐτὸν τῶν σοφιστῶν ἐπέγραψεν, ἀλλὰ [καὶ] Κατὰ τῶν σοφιστῶν ἔθετο αὐτῷ ὄνομα, ὥστε δοκεῖν εἶναι κοινὸν τόπον. ἰστέον δέ, ὅτι | |
10 | οὐχ αἱ ἐπιγραφαὶ ποιοῦσι τὰ εἴδη, ἀλλ’ ἡ ὑποκειμένη ὕλη. Εἴρηται μὲν οὖν ἤδη καὶ ἐν 〈τῷ〉 κοινῷ τόπῳ ἡ διαφορὰ τοῦ τε ψόγου καὶ αὐτοῦ τοῦ κοινοῦ τόπου, οὐδὲν δὲ κωλύει καὶ νῦν αὐτῆς ἀναμνησθῆναι· διὰ γὰρ αὐτῆς εἰσόμεθα, ποῖα δεῖ τάττειν ὑπὸ ψόγον καὶ ποῖα ὑπὸ τοὺς | |
15 | κοινοὺς τόπους. ὅταν μὲν οὖν ᾖ πρᾶγμα 〈τὸ〉 ἐξεταζόμενον, καθ’ οὗ τιμωρία τις ὑπὸ τῶν νόμων διώρισται, τότε τῇ καταδρομῇ κατὰ τὰ κεφάλαια τοῦ κοινοῦ τόπου χρησό‐ μεθα· ὅταν δὲ πρᾶγμα ᾖ μόνην λοιδορίαν τῷ χρωμένῳ φέρον, τότε ὡς ψόγον ἐργαζόμεθα· ὥστε καὶ ὁ Κατὰ τῶν | |
20 | σοφιστῶν κατὰ τοῦτον τὸν λόγον ὑπὸ τὸ πανηγυρικὸν εἶδος ἂν τάττοιτο. Ἔστι δὲ καὶ ἄλλα πολλὰ εἴδη, ὥσπερ ἤδη καὶ μικρὸν ἔμπροσθεν ἐπεσημηνάμεθα, ἀγόμενα ὑπὸ τὸ πανηγυρικόν, ἰδίας διαιρέσεως δεόμενα, ὥσπερ καὶ ὑπὸ τὸ δικανικὸν | |
25 | καὶ συμβουλευτικόν· μᾶλλον δὲ χρὴ καὶ περὶ αὐτῶν δι’ | 54 |
55 | ὀλίγων εἰπεῖν· οὕτω γὰρ ἂν ταῖς περὶ ἐκείνων τῶν εἰδῶν τέχναις ἐπιμελέστερον ἐντευξόμεθα. τῶν γὰρ τεχνογράφων οἳ μὲν ἀπὸ τῶν ὑποκειμένων προσώπων μόνων ἐχαρακτή‐ ρισαν τοὺς λόγους, καὶ ἐν τρισὶν εἴδεσιν ἔστησαν τῆς | |
5 | ῥητορικῆς, λέγοντες, ὡς 〈οἱ〉 ὑποκείμενοι ἡμῖν ἀκροαταὶ ἢ ἐκκλησιάζουσιν ἢ δικάζουσιν ἢ πανηγυρίζουσι, καὶ δεῖ πάντως ἑνὸς εἶναι τούτων τῶν εἰδῶν τὸν λόγον τὸν λεγόμενον, οἳ δὲ οὐκ ᾠήθησαν δεῖν τρία μόνον ὀνομάζειν εἴδη, ἀλλ’ εἰς πλείονα ἐξέτειναν. καὶ ἐμοὶ δοκεῖν πρὸς | |
10 | τοῦτο ἐκινήθησαν πεισθέντες ὑπὸ Ἀριστοτέλους· ὁ ἀνὴρ γὰρ ἐκεῖνος 〈αἰδέσιμος ὢν〉 τέταρτον παρὰ τὰ τρία τὰ προλεχθέντα τὸ ἱστορικὸν ἐκάλεσε, μικτὸν ἀπὸ 〈τῶν〉 τριῶν εἶναι εἰπών. εἰ δὲ δοίη τις εἶναι τέταρτον, ὥσπερ οὖν καὶ δεῖ δοῦναι, οὐδὲν κωλύει καὶ 〈τοῖσ〉 ἄλλοις ἕπε‐ | |
15 | σθαι τοῖς μέχρι καὶ τριάκοντα εἰδῶν οἶμαι προελθοῦσιν· ἴσως δ’ ἂν εὑρεθείη καὶ πλείονα· σχεδὸν γὰρ ὅσα ἐν ἀνθρώ‐ ποις πράγματα, τοσοῦτοι καὶ λόγοι. ἀλλὰ λήσεταί 〈τις οὕτω〉 σύγχυσιν ἐργαζόμενος· διὸ ὑπ’ ἐκεῖνα τὰ παρὰ τῷ Κουρνούτῳ ὀνομαζόμενα καὶ Πορφυρίῳ ἅπαντα χρὴ | |
20 | πειρᾶσθαι ἀνάγειν τὰ πράγματα, εἰδοποιοῦντας αὐτῶν | |
τὰς ὑποθέσεις. δύναιτο δ’ ἄν τις καὶ ἐκείνων τὴν μὲν | 55 | |
56 | διαίρεσιν διαφορὰν λέγειν, ἀνάγειν δὲ αὐτὰ ὑπὸ τὰ τρία εἴδη, εἰ προσέχοι τοῖς ὑποκειμένοις προσώποις καὶ τῷ ἑκάστου τῶν τῆς ῥητορικῆς εἰδῶν τέλει. οἷόν τι λέγω· τοῦ δικανικοῦ τέλος τὸ δίκαιον, ὅπερ ἐκ ψήφου τῶν | |
5 | δικαστῶν κατὰ τοὺς νόμους κρινόντων δείκνυται· ἆρα οὖν οἱ ἀντιρρητικοί, ἐπεὶ πρός τινας ἔχουσι τοὺς ἀγῶνας, εἶεν ἂν τοῦ δικανικοῦ; ἀλλ’ οὐκ ἂν εἴποι τις· οὐδὲ γὰρ οἱ ἀκροαταὶ ὑπόκεινται ὡς μέλλοντες ζημίαν ἐπάγειν τινά, ἣν νόμοι διώρισαν, ὥστε μᾶλλον ἂν [εἴη] ὑπὸ τὸ | |
10 | πανηγυρικὸν εἶδος τάττοιντο. καὶ ὅλως τοὺς νουθετικούς, τοὺς χαριστηρίους, τοὺς πρὸς ἀπολογίαν αἰτιῶν οὐκ ἐχου‐ σῶν τιμωρίαν ἐκ νόμων ἑπομένην, ἀλλὰ πρὸς διαβολὴν μόνην μεμηχανημένους, πάντας τοὺς περὶ 〈τῶν〉 τοιού‐ των πραγμάτων ἔστι τάττειν 〈ὑπὸ〉 τὰ τρία εἴδη, εἰ βού‐ | |
15 | λοιτό τις βιάζεσθαι καὶ μὴ προσδέχεσθαι τὴν εἰς πλείονα τομήν, τὰς δὲ ὕλας, δι’ ὧν κατασκευάζονται, ἐπιπλέκειν. εἰ γὰρ καὶ ἐπὶ τοῦ Πανηγυρικοῦ Ἰσοκράτους καὶ ἐπὶ τοῦ 〈Περὶ τοῦ〉 στεφάνου Δημοσθένους, ὁμολογουμένως ὄντων τοῦ μὲν τοῦ δικανικοῦ, τοῦ δὲ τοῦ συμβουλευτικοῦ 〈εἴδουσ〉, | |
20 | αἱ ὗλαι ἐκ τοῦ πανηγυρικοῦ παρελήφθησαν, τί κωλύει | |
τὰς αὐτὰς εἶναι μίξεις καὶ ἐπιπλοκὰς καὶ ἐπὶ τῶν ἄλλων | 56 | |
57 | εἰδῶν, ἵνα ἔχῃ ἕτερόν τι τέλος ὁ λόγος, ὅπερ ἐκ τῶν ὑπο‐ κειμένων μὲν ἀκροατῶν εὑρίσκεται, ἐξ ἑτέρας δὲ ὕλης κατασκευάζεται; οὕτω καὶ ὁ Ὑπὲρ τῶν τεσσάρων Ἀρι‐ στείδου τοῦ ἀντιρρητικοῦ ἂν λέγοιτο 〈καὶ πολλοὶ ἂν | |
5 | εὑρεθεῖεν λόγοι καὶ αὐτοῦ τοῦ Ἀριστείδου〉 καὶ τῶν κατ’ αὐτὸν καὶ τῶν χρόνοις ὕστερον σοφιστῶν δυνάμενοι δεικνύναι καλῶς δόξαντας καὶ τοὺς στῆναι μέχρι τριῶν εἰδῶν ἑλομένους. ἀλλὰ περὶ μὲν τούτων τοσαῦτα. Ἐλέγομεν δὲ ἀνωτέρω, ὅτι καὶ περὶ πραγμάτων ἀσχο‐ | |
10 | λεῖται εὐφημίας τὸ ἐγκώμιον· τὰ δὲ πράγματα ἢ ἄψυχά ἐστιν, ὄντα ἐν σώμασιν οἷον ἀσπὶς ἢ δόρυ ἢ λίθος ἢ ἄλλο τι τοιοῦτον, ἢ ἀσώματα οἷον ἡ ῥητορικὴ καὶ ὅλως τὰ ἐν ἐπιτηδεύμασιν· εἰκὸς οὖν τινα ζητῆσαι, πῶς οὖν ταῦτα ἐγκωμιάσομεν καὶ εἰ δυνατὸν τοῖς αὐτοῖς χρῆσθαι κεφα‐ | |
15 | λαίοις, οἷσπερ καὶ ὅταν ἄνδρα τινὰ ἐπαινῶμεν. δεῖ τοίνυν εἰδέναι, ὅτι καὶ ἐπὶ τούτων τοῖς ἐνδεχομένοις τῶν ἐγκω‐ μίων τόποις χρησόμεθα, οἷον τυχὸν ἐπὶ τῶν ἐπιτηδευ‐ μάτων ἀντὶ μὲν γένους παραλαμβάνοντες τοὺς εὑρόντας ἢ πρώτους χρησαμένους αὐτοῖς, ἀντὶ δὲ ἀγωγῆς τὴν ἐν | |
20 | αὐτοῖς ἄσκησιν, ἀντὶ δὲ πράξεων τὰς χρείας, ἃς πληροῖ | |
τῷ τῶν ἀνθρώπων βίῳ, καὶ τὰς ὠφελείας, καὶ ἐφ’ ἑκάστου | 57 | |
58 | τῶν ἄλλων οὕτως. ἐπεὶ καὶ αὐτῶν τῶν εἰς ἔμψυχα γινο‐ μένων ἐπαίνων οἳ μέν εἰσι κοινοί, οἷον ἀνθρώπου 〈ἢ〉 ἵππου, οἳ δὲ ἴδιοι οἷον Σωκράτους ἢ ἄλλου τινός· καὶ ἐπ’ ἐκείνων οὖν τῶν κοινῶν τῶν ἐνδεχομένων δεῖ στοχά‐ | |
5 | ζεσθαι. καὶ ὅλως αὐτὸν τὸν λέγοντα δεῖ, κατὰ 〈τὸν〉 Ἰσοκράτην 〈φάναι〉, μανθάνειν μὲν τὰς διαιρέσεις, κριτὴν δὲ εἶναι τῆς χρήσεως καὶ συμβαίνοντας καὶ καιροῖς καὶ προσώποις καὶ πράγμασι ποιεῖσθαι τοὺς λόγους. Φασὶ δὲ ‘ἐν τοῖς ἐγκωμίοις ἐπιτηδεύειν δεῖ τὴν γλαφυ‐ | |
10 | ράν τε καὶ ἁβροτέραν καὶ θεατρικὴν φράσιν μετά τινος σεμνότητοσ‘. ὥσπερ γὰρ ἐν τοῖς συμβουλευτικοῖς ὄγκου δεόμεθα καὶ ἀξιώματος, καὶ ἐν τοῖς δικανικοῖς σφοδρό‐ τητός 〈τινοσ〉 τῆς ἔμψυχον τὸν ἀγῶνα ποιούσης, οὕτω καὶ ἐν τοῖς πανηγυρικοῖς τῆς ὀφειλούσης ἡδονὴν ἐμποι‐ | |
15 | ῆσαι, ὅπερ ἔφην, μετὰ τοῦ σεμνοῦ τρυφῶσιν ἀνθρώποις καὶ σχολάζουσιν. Ἅπαντα οὖν, ὅσα ἐχρῆν ὑμᾶς μαθεῖν, ὦ φίλτατοι παῖ‐ | |
δες, περὶ ἐγκωμίου, ἀρκούντως 〈εἴρηται〉. | 58 | |
59(1t) | Περὶ συγκρίσεως. | |
2 | Τὴν καλουμένην σύγκρισιν οἳ μὲν οὐδὲ ὅλως ἔταξαν ἐν τοῖς προγυμνάσμασι διὰ τὸ ἔν τε τοῖς κοινοῖς τόποις, ἡνίκα τοῦ νῦν κρινομένου πράγματος πρὸς ἕτερα ἀδική‐ | |
5 | ματα ἐποιούμεθα τὴν ἐξέτασιν, καὶ ἐν αὐτοῖς τοῖς ἐγκω‐ μίοις, ὅπου τῇ πρὸς ἕτερον παραθέσει μεγάλα ἐπιδει‐ κνύναι ἐπειρώμεθα τὰ τοῦ νῦν ἐπαινουμένου, ἱκανὴν αὐτῆς γεγενῆσθαι τὴν μελέτην· ἔνιοι δὲ εἶναι μὲν καὶ αὐτὴν ἐβουλήθησαν τῶν ἄλλων προγυμνασμάτων, ἔτα‐ | |
10 | ξαν δὲ ὅμως πρὸ τοῦ ἐγκωμίου. ὧν οὐδετέρους ἄν τις ἐπαινέσειεν· οὐ γάρ, ἐπειδὴ ὡς μέρος παρελήφθη, διὰ τοῦτο ἔδει ἢ μηκέτι αὐτὴν καὶ ὡς ὅλην ἐξετασθῆναι, ἢ ἐξεταζομένην τετάχθαι μετὰ τὸ ἐγκώμιον· ὅτε μὲν γὰρ ὡς μέρος παρελαμβάνετο, καὶ μάλιστα ἐν τῷ κοινῷ τόπῳ, | |
15 | καθ’ ἕτερον τρόπον ἡ ἐργασία αὐτῆς ἐγίγνετο συγκρι‐ νόντων ἡμῶν ἢ πρὸς ἴσον ἢ πρὸς ἔλαττον ἢ πρὸς τὸ κρεῖττον, ὅπερ ἐν αὐτῇ τῇ συγκρίσει οὐ γενήσεται, ἀλλ’ οὐδὲ ἐν αὐτῷ τῷ καλουμένῳ ἐγκωμίῳ ὅλου πρὸς ὅλον ἡ ἐξέτασις ἔσται, ἀλλὰ μέρους πρὸς μέρος. οἷον ἐξετά‐ | |
20 | ζοντες τὴν εὐγένειαν τοῦδε τοῦ νῦν ἐπαινουμένου βου‐ λόμεθα αὐτὸν δεῖξαι μηδὲν εὐγενείᾳ τυχὸν Ἀχιλλέως λειπόμενον· ἐνταῦθα βραχύ τι ἐκ τῶν περὶ Ἀχιλλέως | |
ἱστορουμένων παραλαμβάνοντες, ὅσον πρὸς τὴν χρείαν | 59 | |
60 | ἡμῖν ἀρκεῖ, τἆλλα τὰ περὶ τοῦ ἥρωος παραλείψομεν, ἐπεὶ συμβαίνει μεῖζον εἶναι τοῦ ἔργου τὸ πάρεργον καὶ τὸν ἅπαντα ἡμῖν περὶ τοῦτο δαπανᾶσθαι λόγον. πρὸ τοῦ ἐγκωμίου δὲ αὐτὴν τάττειν οὐκ ἐχρῆν, ἐπειδὴ διπλοῦν | |
5 | ἐστιν ἐνταῦθα ἐγκώμιον· ἔστι γὰρ σύγκρισις λόγος τὸ βέλτιον ἢ χεῖρον παριστάς, ἤτοι οὕτως· σύγκρισίς ἐστι παράλληλος ἐξέτασις ἀγαθῶν ἢ φαύλων ἢ προσώπων ἢ πραγμάτων, δι’ ἧς πειρώμεθα ἢ ἴσα ἀλλήλοις ἀμφότερα δεικνύναι τὰ προκείμενα, ἢ τὸ ἕτερον προέχον τοῦ ἑτέ‐ | |
10 | ρου. ἐν τοίνυν τῇ συγκρίσει καλουμένῃ, λέγω δὴ ἐν τού‐ τῳ τῷ προγυμνάσματι, τέως τὴν πρὸς τὸ ἔλαττον σύγ‐ κρισιν, ἣν ἐν τῷ κοινῷ τόπῳ κατ’ ἐπιτίμησιν παραλαμ‐ βάνομεν, φευξούμεθα ἤδη. εἰ τοίνυν διπλοῦν ἐστιν ἐγκώ‐ μιον ἡ σύγκρισις, πῶς εἰκὸς ἦν τοῦ ἁπλοῦ τὸ διπλοῦν | |
15 | προτάττειν; οὐκ ἄρα οὖν πρὸ τοῦ ἐγκωμίου ταχθήσεται. Ἔστι δὲ καὶ αὐτὴ τῶν μερῶν καὶ ὅλων· καὶ γὰρ ὡς μέρος παραληφθήσεται, ὥσπερ ἐν τοῖς ἐγκωμίοις καὶ ἐν τοῖς κοινοῖς τόποις, καὶ ὡς ὅλον, ὥσπερ ὅταν τυχὸν προ‐ κέηται καλοῦ βίου γέρας καὶ ἀμφισβητῶσι πρὸς ἀλλήλους | |
20 | δύο τινὲς ἐπ’ αὐτῷ διαπρέψαντες. | 60 |
61 | Χρησόμεθα δὲ διαιρέσει καὶ ἐνταῦθα, ᾗπερ ἐν τῷ ἐγ‐ κωμίῳ, τοσοῦτον μόνον εἰδότες, ὅτι διπλᾶ εὑρίσκεται ἐν αὐτῇ τὰ κεφάλαια, καὶ ὥσπερ ἐκεῖ τὰ ἐνδεχόμενα ζητή‐ σομεν, τοῖς ὑποκειμένοις ἀκολουθοῦντες ἢ προσώποις ἢ | |
5 | πράγμασι· τοσαῦτα δὲ ἢ καλὰ ἢ μὴ ἀλλήλοις συγκρινοῦ‐ μεν, ὅσα δὴ ἐγκωμιάζομεν ἢ ψέγομεν. οὐδὲν οὖν δεῖ ἐνταῦθα πλέον περὶ τούτων λέγειν. ἐκεῖνο δὲ χρὴ μόνον προσθεῖναι, ὅτι, εἴτε ἀγαθῶν εἴτε κακῶν ποιούμεθα ἐξέ‐ τασιν, δεῖ μὴ καθαιρέσει τῶν ἀντεξεταζομένων αὔξειν | |
10 | τὰ ἡμέτερα· οὐ γὰρ οὕτω μεγάλα ταῦτα ἐπιδείξομεν, ἀλλὰ τότε ἔσται τὰ ἡμέτερα μεγάλα, ὅταν μεγάλων μείζονα φανῇ, ὡς τὸ Ὁμηρικὸν «πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγ’ ἀμεί‐ νων»· | |
15 | οἷον ἐθέλομεν Θεμιστοκλέα Παυσανίου δεῖξαι βελτίονα· οὐκ ἐρεῖ πρὸς αὐτὸν Θεμιστοκλῆς, ὅτι οὐδὲν ἀγαθὸν διεπράξατο εἰς τοὺς Ἕλληνας, ἀλλ’ ὅτι ἔπραξας μὲν καὶ σὺ πολλὰ καὶ μεγάλα, τὰ δὲ ἐμὰ πολλῷ τῶν σῶν κρείτ‐ τονα. καὶ ἐπὶ τῶν κακῶν ὁμοίως, ὡς ὑπέδειξεν ἡμῖν ὁ | |
20 | Δημοσθένης εὐθὺς ἐν τῷ προοιμίῳ τοῦ Κατ’ Ἀνδρο‐ | 61 |
62 | τίωνος· Διόδωρος γὰρ οὐκ εἶπεν, ὅτι ‘οὐδὲν Εὐκτήμων παρ’ αὐτοῦ ἠδίκηται‘, ἀλλ’ ὅτι ‘πολλὰ μὲν ἠδίκηται καὶ μεγάλα, πολλῷ δὲ ἐγὼ μείζονα‘, καὶ οὕτω τῇ τῶν γενο‐ μένων εἰς Εὐκτήμονα αὐξήσει τὰ ἑαυτοῦ αὐξήσας ἔλαθε. | |
5 | Φράσιν δὲ ὁμοίως κἀνταῦθα πομπικὴν καὶ θεατρικὴν εἶναι δεῖ, τοῦ σεμνοῦ μὴ ἀφισταμένην. τριῶν γὰρ ὄν‐ των τῶν τῆς ῥητορικῆς μερῶν τοῦ μὲν ἑνός, λέγω δὴ τοῦ ἐγκωμίου, φανείη ἂν ἰσότιμος, γυμνάσει δὲ ἡμᾶς καὶ πρὸς τὰ ἄλλα· καὶ γὰρ συμβουλεύοντες βουλόμεθα τῶν | |
10 | ὑφ’ ἑτέρων λεγομένων τὰ ἡμῶν αὐτῶν δεῖξαι καλλίονα, καὶ κατατρέχοντες τῶν ἀδικημάτων τὸ αὐτὸ τοῦτο ἐργα‐ σόμεθα καὶ τὰ νῦν ταῦτα πάντων ἐπιχειρήσομεν δει‐ κνύναι μείζονα. καὶ ὅλως πολυσχιδὴς τούτου ἡ χρεία, ὥσπερ καὶ τοῦ ἐγκωμίου, καὶ καθ’ ἑαυτὸ ὡς ὅλου παρα‐ | |
15 | λαμβανομένου καὶ μεθ’ ἑτέρου ὡς μέρους. Πέντε δ’ ὄντων τῶν μερῶν τοῦ λόγου γυμναζόμεθα ἐν αὐτῷ καὶ εἰς προοιμίων εὑρέσεις καὶ εἰς διηγήσεων μεταχειρίσεις, ἐν οἷς ὡς διηγούμενοι τὰ πλεονεκτήματα | |
λέγομεν, καὶ εἰς ἀγώνων σφοδρότητας, ἐν οἷς ἢ ὅμοια | 62 | |
63 | ἀποπειρώμεθα δεικνύναι ἢ μείζονα, καὶ εἰς ἐπιλόγων πάθη, ἐν οἷς καταπαύομεν τὰς ὑποθέσεις. Εἰ δὲ ἀνθέων ἡμῖν ἢ φυτῶν ἢ τοιούτων ὅλως γίνοιτο ἡ ἀντεξέτασις, ἐξέσται ἡμῖν καὶ ἀνειμένῃ χρήσασθαι τῇ | |
5 | φράσει, ὥστε μηδὲ ἀναγκάζεσθαι διὰ πάντων τῶν κεφα‐ λαίων ἰέναι μηδὲ ζητεῖν παραιτήσεως τρόπους, τῆς ἀνει‐ μένης φράσεως ἐχούσης ἄδειαν μὴ σφόδρα ἕπεσθαι τῇ τεχν〈ικ〉ῇ τῶν ἐγκωμίων τῶν διὰ τοῦ συντόνου χαρακτῆ‐ ρος τιθεμένων [ἐν] διαιρέσει. | |
10t | Περὶ ἠθοποιίας. | |
11 | Τινὲς μετὰ τὴν σύγκρισιν εὐθὺς τὴν ἔκφρασιν τάξαντες, τὴν δὲ ἠθοποιίαν μετὰ τὴν θέσιν οὕτως ἔγραψαν· ‘κα‐ λῶς μετὰ τὴν θέσιν ἡ ἠθοποιία τέτακται· τρόπον γάρ τινα ὁδός ἐστιν ἀπὸ τῆς θέσεως διὰ ταύτης ἐπὶ τὰς τε‐ | |
15 | λείας ὑποθέσεις. οἷόν ἐστί τις θέσις, εἰ φιλοσοφητέον· αὕτη κατασκευάζεται δι’ ὧν εἴπομεν ἐργασιῶν ἐν τοῖς περὶ αὐτῆς λόγοις· ἐν δὲ τῇ ἠθοποιίᾳ ἐροῦμεν· γεωργὸς φιλοσοφεῖν τὸν υἱὸν προτρέπεται· προστεθεῖσα οὖν ἡ τοῦ πατρὸς ποιότης οὔπω μὲν ἐποίησε τελείαν ὑπόθεσιν, | |
20 | ἐπειδὴ ἔτι λείπει τῇ περιστάσει, τελειοτέραν μέντοι ἔδειξεν ἢ κατὰ τὴν θέσιν‘. καὶ οὕτω μὲν ἐκεῖνοι γεγράφασιν· | |
ἀλλ’ ἡμεῖς τῷ κεκρατηκότι ἔθει ἑπόμενοι καὶ τὴν ἠθο‐ | 63 | |
64 | ποιίαν εὐθὺς μετὰ τὴν σύγκρισιν τιθέντες φαμέν· ἠθο‐ ποιία ἐστὶ λόγος ἁρμόζων τοῖς ὑποκειμένοις, ἦθος ἢ πάθος ἐμφαίνων ἢ καὶ συναμφότερα. ἁρμόζων μὲν τοῖς ὑπο‐ κειμένοις, ἐπειδὴ δεῖ στοχάζεσθαι καὶ τοῦ λέγοντος καὶ | |
5 | πρὸς ὃν λέγει. ἦθος δὲ ἢ πάθος ἢ καὶ συναμφότερα, ἐπειδὴ ἢ πρὸς τὰ καθόλου τις ἀποβλέπει ἢ πρὸς τὸ ἐκ περιστάσεως γενόμενον· ταύτῃ γὰρ ἦθος πάθους διαφέ‐ ρει· οἷον εἰ λέγοιμεν ὅτι ποίους ἂν εἴποι λόγους δειλὸς ἐπὶ μάχην μέλλων ἐξιέναι, τοῦ καθόλου τοῖς δειλοῖς | |
10 | προσόντος ἤθους φροντιοῦμεν· εἰ δὲ λέγοιμεν, ποίους ἂν εἴποι λόγους τυχὸν Ἀγαμέμνων ἑλὼν τὴν Ἴλιον, ἢ Ἀνδρομάχη πεσόντος Ἕκτορος, δώσει τὴν εὐπορίαν τὰ πάθη τὰ νῦν γενόμενα. Τῶν δὲ ἠθοποιιῶν αἳ μέν εἰσιν ἠθικαί, αἳ δὲ [εἰσι] | |
15 | παθητικαί, αἳ δὲ μικταί· ἠθικαὶ μὲν καὶ παθητικαί, ἃς ἤδη ἐδηλώσαμεν, μικταὶ δὲ αἱ ἀπὸ ἀμφοῖν, οἷον ἐὰν εἴπω, ποίους ἂν εἴποι λόγους Ἀχιλλεὺς ἐξιὼν ἐπὶ πόλεμον μετὰ τὴν τελευτὴν τοῦ Πατρόκλου· προσθήσω γὰρ τῷ ἤθει καὶ τὰ ἐκ τοῦ πάθους καὶ μικτὴν ἐργάσομαι. | |
20 | Τὴν δὲ προσωποποιίαν καλουμένην, οὖσαν σχεδὸν τὴν | |
αὐτὴν τῇ ἠθοποιίᾳ, ἕτεροι ἑτέρως διαφέρειν αὐτῆς ἐνό‐ | 64 | |
65 | μισαν· οἳ μὲν γὰρ προσωποποιίαν ἐκάλεσαν τὴν ἔχουσαν ὡρισμένα καὶ τὰ πρόσωπα καὶ τὰ ὑποκείμενα πράγματα, ἠθοποιίαν δὲ τὴν πανταχόθεν ἀναπλαττομένην, ἣν καὶ ῥῆσιν καλοῦσι, τοῦτο αὐτῇ τιθέντες ὄνομα· εἰσὶ δέ, οἳ | |
5 | καὶ κάλλιστον ἔδοξαν, ἠθοποιίαν μὲν τὴν ἐκ τῶν ὡρι‐ σμένων προσώπων, προσωποποιίαν δέ, ἐν ᾗ καὶ πρόσωπα πλάττομεν καὶ περιτίθεμεν αὐτοῖς λόγους· ταύτην δὲ μάλιστα τοῖς ποιηταῖς ἀνατιθέασιν, οἷς ἐστι καὶ τὰ ἄψυ‐ χα μεταπλάττειν εἰς πρόσωπα ἐξουσία καὶ περιποιεῖν | |
10 | αὐτοῖς ῥήματα. Καὶ περὶ τὴν διαίρεσιν δὲ πολλῆς οὔσης τοῖς περὶ αὐτῆς διαλαμβάνουσι τῆς διαφορᾶς τὴν κρατοῦσαν δεῖ ἐκθέσθαι, ὅτι τρισὶ χρόνοις διαιρεῖται, ἐνεστῶτι, παρ‐ εληλυθότι καὶ μέλλοντι· ἃ γάρ τινες ὠνόμασαν κεφάλαια, | |
15 | ταῦτα ἐνθυμήματά εἰσι τῶν περὶ ἕνα τῶν χρόνων τού‐ των εὑρισκομένων. ἀρξόμεθα οὖν ἀπὸ τοῦ ἐνεστῶτος καὶ ἀναδραμούμεθα ἐπὶ τὸν παρεληλυθότα χρόνον, εἶτα ἐκεῖθεν πάλιν ἀναστρέψομεν ἐπὶ τὸν ἐνεστῶτα· οὐ γὰρ ἀμέσως ἥξομεν ἐπὶ τὸν μέλλοντα, ἀλλὰ μνημονεύσομεν | |
20 | διὰ βραχέων τῶν νῦν συνεχόντων καὶ οὕτως ἐξετάσομεν | |
τὰ μέλλοντα. οἷον ἡ ἠθοποιία· ποίους ἂν εἴποι λόγους | 65 | |
66 | Πηλεύς, τὸν θάνατον ἀκούσας τοῦ Ἀχιλλέως· οὐκ εὐθὺς ἀναμνησθήσεται τῆς παλαιᾶς εὐδαιμονίας, ἀλλὰ πρό‐ τερον θρηνήσας τὴν παροῦσαν τύχην ἀντιπαραθήσει τὰ πάλαι αὐτῷ συμβεβηκότα ἀγαθά, τὸν γάμον τῆς θεᾶς, | |
5 | τὴν παρὰ τῶν θεῶν τιμήν, τὰς πολλὰς ἀριστείας, εἶτα δὲ δακρύσει τὰ νῦν, προστιθείς, οἷα ἐξ οἵων αὐτὸν περι‐ έστηκε, καὶ οὕτως οἷον μαντεύσεται, πόσοις εἰκὸς αὐτὸν περιπεσεῖν κακοῖς δι’ ἐρημίαν τοῦ βοηθήσοντος. Χρὴ δὲ τὴν ἀπαγγελίαν κομματικωτέραν εἶναι μᾶλλον | |
10 | καὶ οἷον πρὸς 〈...〉 ἀλλὰ μὴ περιοδικῶς συμπληροῦσθαι· τὸ γὰρ περὶ τὴν φράσιν καταγίνεσθαι πάθους ἀλλότριον, ἴδιον δὲ καὶ χαιρόντων καὶ θρηνούντων τὸ συντόμως καὶ διὰ βραχέων ἕτερα ἐφ’ ἑτέροις ἐπάγειν. οὐ δόξει οὖν πεπονθέναι 〈ὁ〉 ἐν καιρῷ τοιούτῳ κάλλους τοῦ περὶ | |
15 | τὴν φράσιν ἐπιμελόμενος. Ἔστι δὲ καὶ τοῦτο τὸ προγύμνασμα πρὸς τὰ τρία εἴδη | |
τῆς ῥητορικῆς χρήσιμον· καὶ γὰρ καὶ ἐγκωμιάζοντες καὶ | 66 | |
67 | κατηγοροῦντες καὶ συμβουλεύοντες ἠθοποιιῶν πολλάκις δεόμεθα· ἐμοὶ δὲ δοκεῖ καὶ πρὸς τὸν ἐπιστολικὸν ἡμᾶς γυμνάζειν χαρακτῆρα, εἴ γε καὶ ἐν ἐκείνῳ δεῖ τοῦ ἤθους τῶν τε ἐπιστελλόντων καὶ πρὸς οὓς ἐπιστέλλουσι ποι‐ | |
5 | εῖσθαι πρόνοιαν. αὐτὸ δὲ τὸ ἐπιστολικὸν εἴτε ὑφ’ ἓν τούτων τῶν τριῶν ἀνάγεται εἴτε ὑφ’ ἕτερον, οὐ τοῦ νῦν ἐστι καιροῦ σκοπεῖν, ἄλλως τε ἐπειδὴ καὶ περὶ αὐτῶν ἐν τοῖς περὶ ἐγκωμίων ἀρκούντως ὡς πρὸς εἰσαγωγὴν ἐλέχθη. | |
10 | Προοιμίων δὲ ἐνταῦθα συνεστραμμένων, ὅπου γε μηδὲ τῆς ἄλλης φράσεως τοιαύτης χρεία, οὐ δεησόμεθα, ἀλλ’ οὐδὲ διηγήσεων σῳζουσῶν τὴν ἀκολουθίαν—εἰ δὲ μή, λύοιτο ἂν τὸ πάθος—, οὐδὲ ἀγωνιστικὸς ἔσται ὁ λόγος, ἀλλὰ μόνον κινῶν τὸν ἀκροατὴν εἰς ἡδονὴν ἢ | |
15 | εἰς δάκρυα. | |
16t | Περὶ ἐκφράσεως. | |
17 | Τινὲς μετὰ τὴν σύγκρισιν εὐθὺς τὴν ἔκφρασιν τά‐ ξαντες οὕτως ἔγραψαν· ‘ἔστι μὲν ἡ τῶν ἐφεξῆς προ‐ γυμνασμάτων τάξις ἀδιάφορος ἄλλων ἄλλως ταττόντων, | |
20 | οὐδὲν δὲ κωλύει τὴν ἔκφρασιν ἐν μελέτῃ ποιεῖσθαι εὐθὺς | 67 |
68 | μετὰ τὴν σύγκρισιν· ἐπειδὴ γὰρ καὶ ἐπὶ τῆς συγκρίσεως ἔφαμεν εἶναι ἄδειαν τῆς ἀνειμένης φράσεως, καὶ ἐπὶ ταύτης δὲ μᾶλλον ἐκείνῳ τῷ εἴδει τῆς ἀπαγγελίας χρῆ‐ σθαι παραδέδοται, εἰκότως ἀκολουθεῖν δεῖ τῇ συγκρίσει | |
5 | τὴν ἔκφρασιν.‘ ἀλλ’ ἐκεῖνοι μὲν οὕτως· ἡμεῖς δὲ τῷ κεκρατηκότι ἔθει ἑπόμενοι μετὰ τὴν σύγκρισιν μὲν τὴν ἠθοποιίαν ἐτάξαμεν, μετὰ ταύτην δὲ τὴν ἔκφρασιν καί φαμεν· ἔκφρασίς ἐστι λόγος ἀφηγηματικός, ὑπ’ ὄψιν ἄγων ἐναργῶς τὸ δηλούμενον. πρόσκειται δὲ ἐναργῶς, | |
10 | ὅτι κατὰ τοῦτο μάλιστα τῆς διηγήσεως διαφέρει· ἣ μὲν γὰρ ψιλὴν ἔχει ἔκθεσιν πραγμάτων, ἣ δὲ πειρᾶται θεατὰς τοὺς ἀκούοντας ἐργάζεσθαι. ἐκφράζομεν δὲ τόπους, χρόνους, πρόσωπα, πανηγύρεις, πράγματα. τόπους μέν, οἷον λειμῶνας, λιμένας, λίμνας καὶ ὅσα τοι‐ | |
15 | αῦτα· χρόνους δέ, οἷον ἔαρ, θέρος· πρόσωπα δέ, οἷον ἱερέας, Θερσίτας καὶ τὰ τοιαῦτα· πανηγύρεις δέ, ὡς Παναθήναια, Διονύσια καὶ τὰ ἐν αὐτοῖς δρώμενα· καὶ ὅλως πρὸς πολλὰ τῷ προγυμνάσματι τούτῳ χρησόμεθα. διαφέρει δὲ καὶ κατ’ ἐκεῖνο τῆς διηγήσεως, ὅτι ἣ μὲν τὰ | |
20 | καθόλου, ἣ δὲ τὰ κατὰ μέρος ἐξετάζει· οἷον διηγήσεως | 68 |
69 | μέν ἐστι τὸ εἰπεῖν· ἐπολέμησαν Ἀθηναῖοι καὶ Πελο‐ ποννήσιοι· ἐκφράσεως δέ, ὅτι τοιᾷδε καὶ τοιᾷδε ἑκάτεροι παρασκευῇ ἐχρήσαντο καὶ τῷδε τῷ τρόπῳ τῆς ὁπλίσεως. Δεῖ δέ, ἡνίκα ἂν ἐκφράζωμεν καὶ μάλιστα ἀγάλματα | |
5 | τυχὸν ἢ εἰκόνας ἢ εἴ τι ἄλλο τοιοῦτον, πειρᾶσθαι λογισ‐ μοὺς προστιθέναι τοῦ τοιοῦδε ἢ τοιοῦδε παρὰ τοῦ γραφέως ἢ πλάστου σχήματος, οἷον τυχὸν ἢ ὅτι ὀργιζό‐ μενον ἔγραψε διὰ τήνδε τὴν αἰτίαν ἢ ἡδόμενον, ἢ ἄλλο τι πάθος ἐροῦμεν συμβαῖνον τῇ περὶ τοῦ ἐκφραζομένου | |
10 | ἱστορίᾳ· καὶ ἐπὶ τῶν ἄλλων δὲ ὁμοίως πλεῖστα οἱ λογισ‐ μοὶ συντελοῦσιν εἰς ἐνάργειαν. Ἀρξόμεθα δὲ ἀπὸ τῶν πρώτων, καὶ οὕτως ἐπὶ τὰ τελευταῖα ἥξομεν· οἷον εἰ ἄνθρωπον χαλκοῦν ἢ ἐν γραφαῖς ἢ ὁπωσοῦν ἔχομεν ἐν τῇ ἐκφράσει ὑποκείμενον, | |
15 | ἀπὸ κεφαλῆς τὴν ἀρχὴν ποιησάμενοι βαδιοῦμεν ἐπὶ τὰ κατὰ μέρος· οὕτω γὰρ πανταχόθεν ἔμψυχος ὁ λόγος γίνεται. | |
Πέντε δ’ ὄντων τῶν τοῦ λόγου μερῶν, ὡς πολλάκις | 69 | |
70 | εἴρηται, προοιμίου, διηγήσεως, ἀντιθέσεως, λύσεως, ἐπι‐ λόγου, γυμνάσει ἡμᾶς ἡ ἔκφρασις πρὸς τὸ διηγηματικὸν μέρος, πλὴν ὅσον οὐ ψιλὴν ἀφήγησιν ποιουμένη, ἀλλὰ παραλαμβάνουσα τὰ ἐργαζόμενα τὴν ἐνάργειαν καὶ ὑπ’ | |
5 | ὄψιν ἡμῖν ἄγοντα ταῦτα, περὶ ὧν εἰσιν οἱ λόγοι, καὶ μονονοὺ θεατὰς εἶναι παρασκευάζοντα. Τριῶν δὲ ὄντων εἰδῶν, τοῦ τε δικανικοῦ λέγω καὶ πανηγυρικοῦ καὶ συμβουλευτικοῦ, ἐν πᾶσιν ἡ χρεία τοῦ προγυμνάσματος τούτου εὑρεθήσεται· καὶ γὰρ συμβου‐ | |
10 | λεύοντες πολλάκις ἀνάγκην ἔχομεν ἐκφράσαι τοῦτο, περὶ οὗ ποιούμεθα τοὺς λόγους, ἵνα μᾶλλον πείσωμεν, καὶ κατηγοροῦντες ἢ ἀπολογούμενοι δεόμεθα τῆς ἐκ τοῦ ἐκφράζειν αὐξήσεως, καὶ μέντοι καὶ ἐν πανηγυρικαῖς ὑποθέσεσιν ἱκανὸν τὸ τῆς ἐκφράσεως ἡδονὴν ἐμποιῆσαι | |
15 | τοῖς ἐν θεάτροις καθημένοις. Ἔστι δὲ ὡς ἐπὶ τὸ πολὺ τοῦτο τὸ προγύμνασμα τῶν ὡς μερῶν παραλαμβανομένων· οὐδὲν δὲ ἴσως ἂν κωλύοι καὶ ὡς ἀρκοῦσάν ποτε αὐτὴν πρὸς ὅλην ὑπόθεσιν ἐργά‐ σασθαι, ὡς ἐπὶ τὸ πλεῖστον μέντοι τῶν μερῶν ἐστι. | |
20 | Φράσεως δὲ ποικίλης ἐν αὐτῇ δεόμεθα· πρὸς γὰρ τὴν ὑποκειμένην ὑπόθεσιν ἁρμόζειν δεῖ καὶ τὸ τῆς ἀπαγγε‐ | |
λίας εἶδος, ἢ γλυκαίνοντας ἢ ἐκτραγῳδοῦντας τὰς συμ‐ | 70 | |
71 | φορὰς ἢ ὅλως ἄλλο τι παριστάντας πάθος· ἔστι γὰρ ὅτε εὐθυμίαν μόνην ἐμποιῆσαι θέλομεν, ἔστι δὲ ὅτε δεινῶ‐ σαί τε καὶ αὐξῆσαι, ὡς ὁ Δημοσθένης ἐν τῷ Περὶ τῆς παραπρεσβείας τὸ κατὰ τὴν Φωκίδα πάθος ὑπ’ ὄψιν | |
5 | ἄγειν πειρᾶται διὰ τοῦ λόγου. | |
6t | Περὶ θέσεως. | |
7 | Περὶ τῆς διαιρέσεως 〈ἐν〉 τῇ καλουμένῃ θέσει πολλὴ τοῖς τεχνογράφοις γέγονεν ἀμφισβήτησις· ἀλλ’ ἡμεῖς πρό‐ τερον, τί ἐστι θέσις, εἰπόντες τότε τῆς διαιρέσεως ἁψό‐ | |
10 | μεθα. Θέσις τοίνυν ἐστὶ πρᾶγμα λογικὴν ἐπίσκεψιν ἐπιδε‐ χόμενον ἄνευ προσώπων ὡρισμένων καὶ πάσης ἑτέρας περιστάσεως. εἴρηται δὲ λογικὴν ἐπίσκεψιν ἐπιδεχόμε‐ νον, οὐχ ὅτι καὶ τὰ ἄλλα ἄνευ λόγου ἐπισκεπτόμεθα, | |
15 | ἀλλ’ ὅτι τοῦτο περὶ μόνην τὴν ἐξέτασιν εἴληπται τὴν ἀπὸ τοῦ λόγου καὶ οὐδεμίαν ἔχει περίστασιν ἑτέραν, ἐπεὶ προστεθείσης περιστάσεως τελεία ὑπόθεσις γίνεται. ταύ‐ τῃ γάρ τοι καὶ διαφέρει τῆς ὑποθέσεως ἡ θέσις, ὅτι ἣ μὲν ἄνευ περιστάσεως, ἣ δὲ μετὰ περιστάσεως συνίστα‐ | |
20 | ται. οἷον θέσις ἐστίν, εἰ γαμητέον· ἐνταῦθα αὐτὸ καθ’ | 71 |
72 | ἑαυτὸ τὸ πρᾶγμα ζητοῦμεν, οὐ ζητοῦντες, εἰ τόνδε δεῖ γαμεῖν, ἢ ἄλλο τι τοιοῦτον, ἀλλὰ μόνον, εἰ τὸ πρᾶγμα ἀγαθὸν ἢ μὴ τοιοῦτον· εἰ μέντοι γε ἐθελήσομεν τυχὸν ἀναπλάσαι, ὅτι ἔχων τις τρεῖς παῖδας τούτους ἀποβαλὼν | |
5 | βουλεύεται τὴν γυναῖκα οὐκ οὖσαν ἔτι τεκνοποιὸν ἀπο‐ πέμψας ἑτέραν γῆμαι, ὑπόθεσις γίνεται. Τοῦτο δὲ τὸ προγύμνασμά ἐστι μὲν τοῦ συμβουλευ‐ τικοῦ εἴδους, διαιρεῖται δὲ κατὰ τοὺς ἀκριβεῖς τεχνο‐ γράφους τοῖς πανηγυρικοῖς κεφαλαίοις. οὐ λέληθε γάρ | |
10 | με, ὅτι ἕτεροι καὶ ἑτέροις τισὶν ἐχρήσαντο κεφαλαίοις, οἳ μὲν τοῖς τελικοῖς καλουμένοις, τινὲς δὲ καὶ ἄλλοις, καινὰ αὐτοῖς ὀνόματα περιτιθέντες. περὶ ὧν ἰστέον, λέγω δὲ τῶν τοῖς καινοῖς ὀνόμασι χρησαμένων, ὅτι πάντα ἐκεῖνα τὰ ὡς κεφάλαια παρά τινων ὀνομαζόμενα ἐνθυ‐ | |
15 | μήματά ἐστι, συνιστάντα τὸ ἐν τῷ πράγματι χρήσιμον, οἷον ὃ λέγουσι κατὰ φύσιν ἢ κατὰ νόμον ἢ κατὰ ἔθος ἢ κατὰ τὸ ὅσιον τὸ περὶ τοὺς τελευτήσαντας ἢ ὅσιον τὸ περὶ τὴν πατρίδα· τοιαῦτα γάρ τινα κεφάλαια ἐξευρή‐ κασι. θῶμεν οὖν εἶναι τὴν ἐξέτασιν ἡμῖν περὶ τοῦ εἰ | |
20 | γαμητέον· ἐνταῦθα τοίνυν εἰ ἀρξαίμεθα, εἰ κατὰ φύσιν | |
τὸ πρᾶγμα, ζητεῖν, εἰ κατὰ ἔθος, εἰ κατὰ νόμον, εἰ ὅσιον | 72 | |
73 | περὶ πατρίδα, εἰ ὅσιον περὶ προγόνους, τί ἄλλο ζη‐ τοῦμεν, ἢ ὅσα ἂν ἀγαθὰ ἐκ τοῦ γάμου γένοιτο, ἅπερ ἂν εἴη ἐνθυμήματα τῶν ἐγκωμιαστικῶν κεφαλαίων ἑνός; εἰ δὲ ζητοίημεν, τίνες οἱ εὑρόντες καὶ πρῶτοι χρησάμενοι, | |
5 | τί ἕτερον ἢ ἐροῦμεν τὰ ἐνθυμήματα, ἅπερ ἀντὶ τοῦ γέ‐ νους παραληψόμεθα; ὥστε μοι δοκοῦσι καλῶς ποιεῖν οἱ τοῖς ἐγκωμιαστικοῖς αὐτὴν διαιροῦντες κεφαλαίοις, ἵνα ᾖ μὲν τὸ προγύμνασμα εἴδους συμβουλευτικοῦ, ὕλης δὲ πανηγυρικῆς καὶ διαιρέσεως· καὶ γὰρ ἐν αὐταῖς ταῖς τε‐ | |
10 | λείαις κατὰ συμβουλὴν ὑποθέσεσιν ἢ προτρέποντες ἢ ἀποτρέποντες δι’ ἐπαίνων ἢ ψόγων αὐτὸ κατασκευάζειν εἰώθαμεν. ὥστε μοι καὶ ἐνταῦθα ἐπαινετοὶ δοκοῦσιν οἱ οὕτω διαιροῦντες. Παραλαμβανέσθω οὖν καὶ ἐν αὐτῇ προοίμια, ἓν ἢ δύο | |
15 | ἢ καὶ πλείονα, τῆς χρείας τῷ λέγοντι τὸ μέτρον ὁριζού‐ σης, ἢ σύστασιν ἢ διαβολὴν ἔχοντα τοῦ πράγματος ἢ ἄλλο τι κατασκευάζοντα, ὧν ἐν προοιμίοις εἰώθασιν οἱ ῥήτορες ποιεῖν. μετὰ δὲ ταῦτα ἰέναι δεῖ ἐπὶ τὰ ἀπὸ τοῦ γένους· παραληψόμεθα δ’ ἐν αὐτοῖς ἐν τάξει προγόνων | |
20 | τοὺς εὑρόντας καὶ πρώτους χρησαμένους ἢ θεοὺς ἢ ἀν‐ θρώπους. μετὰ δὲ ταῦτα ἀντὶ τῶν ἐπιτηδευμάτων τάξο‐ | |
μεν τὰ περὶ τὴν ἄσκησιν τοῦ πράγματος γινόμενα, ἀντὶ | 73 | |
74 | δὲ πράξεων τὰς ἐξ αὐτοῦ ὠφελείας, καὶ οὕτως πλατυ‐ νοῦμεν τὴν ἐργασίαν. Διαφέρει δὲ ἡ ἐνταῦθα πανηγυρικὴ διαίρεσις τῆς τοῦ ἐγκωμίου διαιρέσεως, ὅτι ἐν ἐκείνῳ μὲν ἀντίθεσις οὐκ | |
5 | ἐμπίπτει, εἰ μὴ ἄρα ἐξ ἰδιαζούσης ὕλης, ἐνταῦθα δὲ πάν‐ τως ἐμπεσεῖται ἀντίθεσις, ἔχουσα μὲν ἐξέτασιν τῶν συμ‐ βαινόντων τε καὶ παρεπομένων τῷ πράγματι κακῶν, λυομένη δὲ παραδειγματικῶς καὶ ἐνθυμηματικῶς· πα‐ ραδειγματικῶς μὲν ἐκ τῶν ἑτέροις πράγμασι παρακολου‐ | |
10 | θούντων κακῶν, οὐκ ὄντων δ’ ἱκανῶν ἀποτρέπειν τοὺς ἐθέλοντας ἐπ’ αὐτὰ ἰέναι καὶ διὰ τοῦτο τοῖς ἀγαθοῖς πλείοσιν 〈οὖσι〉 μᾶλλον ἢ τοῖς κακοῖς προσέχοντας· ἐνθυμηματικῶς δὲ ἐκ τῶν ἀποδείξεων τῶν δεικνυουσῶν καὶ ἐν αὐτῷ τὰ ἑπόμενα καλὰ τοῖς εἰς ἄκρον κατωρθω‐ | |
15 | κόσιν. οἷον τυχόν, εἰ γαμητέον· μετὰ τὸ εἰπεῖν, πόσα ἐκ γάμων γίνονται ἀγαθὰ τικτομένων ἑτέρων ἐφ’ ἑτέροις | |
τῶν εἰς πλῆθος αὐξόντων, εἰ τύχοι, ἰδίᾳ καὶ κοινῇ τὰς | 74 | |
75 | πόλεις καὶ παρασκευαζόντων τοὺς τρόποις διαφόροις τὴν εὔνοιαν ἐπιδειξομένους, καὶ μετὰ τὸ δεῖξαι, ὅτι καὶ τοῖς γένεσιν ἡ διαδοχὴ σῴζεται, καὶ ὅτι πένησι τεχθήσονται οἱ γηροβοσκήσοντες, πλουσίοις οἱ τὰς οὐσίας φυλάξοντες, | |
5 | καὶ μετὰ πολλὰ τοιαῦτα τὰ θετικὰ καλούμενα ἀντιθήσο‐ μεν, τὰς μοιχείας τε καὶ τὰς τῶν παίδων ἀποβολάς, αἵ‐ τινες λυθήσονται ἐκ ναυαγιῶν μὲν τῶν οὐκ εἰρξασῶν τοὺς πλέοντας, αὐχμῶν δὲ καὶ ὄμβρων τῶν οὐ κωλυσάν‐ των γεωργίας, ἐπαγομένων τούτοις καὶ τῶν ἐπὶ παίδων | |
10 | ἀριστείαις στεφάνων, εἰκόνων, σιτήσεων, εὐκλείας ὅλως καὶ πάντων τῶν δεικνύντων εὐδαίμονα τοῖς μὴ ἐναντί‐ ας πειραθεῖσι τύχης τὸν βίον ἅπαντα. Τοῦ δὲ κοινοῦ τόπου διαφέρει—καὶ γὰρ ἐκεῖ αὔ‐ ξησίς ἐστι πράγματος, καὶ κατὰ τοῦτο ἔστι τις αὐτοῖς | |
15 | κοινωνία—διαφέρει οὖν, ὅτι ἐν μὲν ἐκείνοις ὁμολογού‐ μενόν ἐστι τὸ πρᾶγμα, περὶ οὗ οἱ λόγοι, ἐνταῦθα δὲ ἀμφισβητούμενον, διὸ καὶ ἅπερ ἐπῃνέσαμεν, διαβάλλειν οὐ κωλυθησόμεθα· καὶ ἐν ἐκείνῳ μὲν δικαστῶν ψῆφον ἐκινοῦμεν, ἐνταῦθα δὲ ὡς βουλῆς οὔσης μόνης καὶ οὐ‐ | |
20 | δενὸς ἀκολουθοῦντος κακοῦ παρὰ δικαστῶν τὴν ἐξέτασιν | |
ποιησόμεθα· κἀκεῖ μὲν καὶ πρόσωπον [καὶ] τὸ ἁμαρτῆσαν | 75 | |
76 | ὑπόκειται, ἐνταῦθα δὲ ἀπερίστατος ἡ τοῦ πράγματος ὑπάρχει ζήτησις μόνου. Πολλὴ δὲ ἡ τοῦ προγυμνάσματος τούτου χρῆσις καὶ πρὸς πολλὰ ὠφέλιμος, εἴ γε τέως μὲν τῶν δύο εἰδῶν τῆς | |
5 | ῥητορικῆς, τοῦ τε ἐγκωμιαστικοῦ λέγω καὶ τοῦ συμβου‐ λευτικοῦ, τὴν μελέτην ἔχει, πάντων δὲ τῶν τοῦ λόγου μερῶν ἐστι δεκτική, προοιμίων τε λέγω καὶ διηγήσεων— τῶν ἐν τῇ ἐξετάσει [τε] λέγω τῶν ἀγαθῶν τῶν περὶ τὸ προκείμενον πρᾶγμα—καὶ ἀντιθέσεων καὶ λύσεων, οἷς | |
10 | δεῖ τοὺς ἐπιλόγους ἕπεσθαι, καθολικὰς συμβουλὰς ἔχον‐ τας καὶ παρακλήσεις ἐπὶ τὸ προκείμενον, ἵνα καὶ ἐκ τούτου τὸ τῆς συμβουλῆς ἴδιον διασῴζοιτο. Ἔστι δὲ καὶ αὕτη τῶν ὡς μερῶν παραλαμβανομένων μόνων· ὅλην γὰρ οὐκ εἰκὸς γενέσθαι τὴν θέσιν τὴν οὖ‐ | |
15 | σαν ἀπερίστατον καὶ κατ’ αὐτὸ τοῦτο τῶν τελείων ὑπο‐ θέσεων ἐλαττουμένην, πλὴν εἰ μὴ εἴποι τις εἶναι ὅλην διὰ τὸ πάντα τὰ μέρη τοῦ λόγου ὑποδέχεσθαι. Τῶν δὲ θέσεων αἳ μέν εἰσι φυσικαί, οἷον εἰ σφαιρο‐ ειδὴς ὁ οὐρανός, ἢ εἴ τις ἑτέρα τοιαύτη θειοτέραν ἔχουσα | |
20 | ζήτησιν, αἳ δὲ πολιτικαί, οἵα ἡ ἐξετασθεῖσα· ἀλλὰ τῆς μὲν τῶν φυσικῶν διαιρέσεως φροντιοῦσιν οἱ περὶ φιλο‐ σοφίαν διατρίβοντες, ἡ δὲ τῶν πολιτικῶν διαίρεσις | |
δεδήλωται. | 76 | |
77(1t) | Περὶ νόμου εἰσφορᾶς. | |
2 | Νόμος ἐστὶ δόγμα πλήθους ἢ ἀνδρὸς ἐνδόξου πολιτι‐ κόν, καθ’ ὃ ἅπασι προσήκει ζῆν τοῖς ἐν τῇ πόλει. τῶν δὲ νόμων οἳ μέν εἰσι κοινοί, οἳ δὲ ἴδιοι· κοινοὶ μὲν οἱ | |
5 | περὶ τῶν τῆς πόλεως καθόλου, ἴδιοι δὲ οἱ περὶ τῶν πρὸς ἀλλήλους συμβολαίων· καὶ πάλιν τῶν νόμων οἳ μὲν ἀγα‐ θῶν ἀμοιβὰς εἰσηγοῦνται, οἳ δὲ ἀδικημάτων τιμωρίαν ὁρίζουσι. διαφέρει δὲ ψήφισμα νόμου, κατὰ πάντα κοινωνοῦν αὐτῷ, μόνῳ ἑνί, ὅτι τὸ μὲν ψήφισμα πρὸς | |
10 | καιρόν ἐστιν, ὁ δὲ νόμος πρὸς ἅπαντα τὸν χρόνον ἀνα‐ φέρεται. Διαφέρει δὲ ἡ τοῦ νόμου εἰσφορὰ τοῦ κοινοῦ τόπου [οὐ μόνον, οἷς καὶ τῆς πραγματικῆς, ἀλλ’] ὅτι [καὶ] ἐκεῖ μὲν ὁμολογουμένου πράγματός ἐστι καὶ ἐξεληλεγμένου | |
15 | καταδρομή, ἐνταῦθα δὲ ἔτι ἀμφισβητουμένου. Διαιρεῖται δὲ [ὡς καὶ ὁ τεχνικός φησι] τοῖς τελικοῖς κεφαλαίοις· οἱ γὰρ ἄλλοις βουλόμενοι διαιρεῖν αὐτὴν | |
κεφαλαίοις ἔλαθον ἑαυτοὺς τὰς ἐνθυμηματικὰς ἀποδεί‐ | 77 | |
78 | ξεις καινοῖς ὀνόμασι κοσμήσαντες, καὶ ἐπὶ τὴν τῶν κεφαλαίων προαγαγόντες τάξιν [τοῦτο δὲ καὶ ἐν πραγ‐ ματικῇ τινες πεπόνθασι]. διαιρεῖται δὲ τὰ τελικὰ κεφά‐ λαια εἰς ἔγγραφον καὶ ἄγραφον· ἔγγραφον μὲν τὸ ἐκ | |
5 | νόμου, ἄγραφον δὲ τὸ ἐξ ἔθους. τούτων δ’ ἡ τάξις ἐν μὲν πεπλασμένῃ ὑποθέσει ὡς εἰκὸς εὑρεθήσεται, ἐν δὲ ἀληθεῖ πραγμάτων ὑποθέσει τῆς τάξεως κριτὴς ὁ ἀγωνιζό‐ μενος, ὥσπερ πολλάκις καὶ Δημοσθένης ποιεῖ, ταῖς χρεί‐ αις τὴν τάξιν συμμεταβάλλων τῆς διαιρέσεως. | |
10 | Γυμνασία δὲ γίνεται τῶν νόμων ἐν εἰσηγήσει μὲν καὶ ἀντιλογίᾳ, ὅταν πρῶτον εἰσφέρηται, ἐν κατηγορίᾳ δὲ καὶ ἀπολογίᾳ, ὅταν πάλαι κειμένου ἐξέτασις γίνηται· καθό‐ λου γὰρ ἢ τὸν ὄντα διαβάλλομεν ἢ συνιστῶμεν, ἢ τὸν μὴ ὄντα εἰσφέρομεν ἢ εἰσφέρεσθαι κωλύομεν. | |
15 | Τὸ παρὸν προγύμνασμά ἐστι πρωτοτύπως τοῦ δικανι‐ κοῦ· γένοιτο δ’ ἄν τις καὶ τοῦ συμβουλευτικοῦ συγ‐ γένεια πρὸς αὐτό, ἀλλὰ καὶ τοῦ πανηγυρικοῦ βραχεῖά τις, καθὸ ἐπαινοῦντες ἢ ψέγοντες ἢ κυροῦν ἢ ἀκυροῦν ἐθέ‐ | |
λομεν. | 78 | |
79 | Ἔτι δὲ καὶ τοῦ πολιτικοῦ 〈λόγου〉 τῶν μερῶν ἔχει γυμνασίαν προοιμίων καὶ ἀγώνων καὶ ἐπιλόγων μόνων· διηγήσεως δέ, οἷα μὴ μετὰ περιστάσεως οὔσης καὶ περὶ τῶν μελλόντων βουλῆς προκειμένης, οὐ σφόδρα ἐνταῦθα | |
5 | δεόμεθα. Ἔστι δὲ οὔτε τῶν ὡς μερῶν κυρίως οὔτε τῶν ὅλων· οὔτε γὰρ ὅλον ἐστὶ διὰ τὸ ἀπερίστατον οὔτε μέρος διὰ τὸ μεῖζον ἢ κατὰ μέρος ὑπάρχειν· μᾶλλον δ’ ἂν εἴη τῶν μερῶν. | |
10 | Φράσεως δὲ συνεστραμμένης ἤδη χρεία καὶ δυνα‐ τωτέρας, οἷα δὴ οὐ πρὸς θέατρον ὁρῶντος τοῦ λόγου, οὐδὲ πάθος κινοῦντος, ἀλλὰ δεομένου δεινότητος καὶ ἐργασίας [ὅσης καὶ ἐν πραγματικῇ ἐπιμελεῖσθαι εἰώ‐ θαμεν]. | |
15 | Τοσαῦτα περὶ τούτων τὰ νῦν ὡς ἐν εἰσαγωγῇ λεκτέον. | 79 |