TLG 2903 001 :: MINUCIANUS Junior :: Περὶ ἐπιχειρημάτων

MINUCIANUS Junior Rhet.
(Atheniensis: A.D. 3)

Περὶ ἐπιχειρημάτων

Source: Hammer, C. (post L. Spengel) (ed.), Rhetores Graeci, vol. 1.2. Leipzig: Teubner, 1894: 340–351.

Citation: Page — (line)

340

(1t)

ΜΙΝΟΥΚΙΑΝΟΥ ΠΕΡΙ ΕΠΙΧΕΙΡΗΜΑΤΩΝ.
2 Ὁ ῥήτωρ πίστεσι χρήσεται ταῖς μὲν ἐντέχνοις, ταῖς δὲ ἀτέχνοις. ἄτεχνοι μὲν οὖν εἰσιν αἱ μηδὲν τῆς τοῦ ῥήτορος μεθόδου δεόμεναι, πλὴν ὅσον εἰς τὸ ἐν καιρῷ
5αὐταῖς τῷ προσήκοντι χρήσασθαι, οἷον μαρτυρίαι, ὅρκοι, προκλήσεις, βάσανοι, νόμοι, συνθῆκαι. ἔντεχνοι δὲ ὅσαι καὶ εὑρέσεως καὶ οἰκονομίας δέονται μετὰ τέχνης. τῶν δὲ ἐντέχνων πίστεων αἱ μέν εἰσιν ἠθικαί, αἱ δὲ παθητικαί, αἱ δὲ λογικαί, αἱ αὐταὶ καὶ πραγματικαί.
10ἠθικαὶ μὲν ὅσαι ἀπὸ τῆς δόξης τοῦ προσώπου τὴν πίστιν λαμβάνουσιν, οἷον ἀπὸ Περικλέους, ἀπὸ Ἀρι‐ στείδου· λέγομεν δὲ τὴν ἠθικὴν ἐπιχείρησιν ἔντεχνον εἶναι [δοκοῦσαν], ὅτι δεῖ, ἄν τε μὴ τοιοῦτον ᾖ πρόσ‐ ωπον, ἄν τε τοιοῦτον, τῷ λόγῳ αὐτὸ συστῆσαι, ὡς
15ἐπὶ τοῦ Περικλέους ὁ Θουκυδίδης· ‘καίτοι ἐμοὶ τοιούτῳ ἀνδρὶ ὀργίζεσθε, ὃς οὐδενὸς ἥττων γνῶναι τὰ δέοντα καὶ ἑρμηνεῦσαι ταῦτα, φιλόπολίς τε καὶ χρημάτων
κρείσσων‘· τούτοις γὰρ ἅπασι πιστοῦται τὸ μηδὲν ἠδι‐340

341

κηκέναι τὴν πόλιν. παθητικαὶ δὲ ὅσαι τὸν ἀκροατὴν εἰς ὃ βούλεται ὁ λέγων ὑπάγουσι καὶ ἄνευ τῆς τῶν πραγμάτων ἀποδείξεως, οἷον εἰς ὀργὴν ἢ εἰς ἔλεον ἢ εἰς φθόνον ἢ εἰς εὔνοιαν ἄγουσι. πραγματικαὶ δὲ ὅσαι
5ἀπὸ τοῦ πράγματος, περὶ οὗ ὁ λόγος ἐστί, τὰς ἀπο‐ δείξεις ἔχουσιν· αἱ δὲ ἀποδείξεις ἀκολούθως ἐκ τῶν καλουμένων ἐπιχειρημάτων γίνονται. ἐπιχειρήματα δέ ἐστι τὰ πρὸς πίστιν τοῦ ὑποκειμένου ζητήματος λαμ‐ βανόμενα.
10 Τῶν δὲ ἐπιχειρημάτων τὰ μέν ἐστι παραδειγμα‐ τικά, τὰ δὲ ἐνθυμηματικά. παραδειγματικὰ μὲν ὅσα ἐξ ἱστορίας καὶ ὁμοιώσεως τῶν ἤδη πεπραγμένων λαμ‐ βάνομεν, οἷον ‘οὐ πιστεύουσιν Ὀλύνθιοι Φιλίππῳ· οὐ γὰρ περὶ μέρους χώρας οὐδὲ περὶ δόξης, ἀλλ’ ἀνα‐
15στάσεως καὶ ἀνδραποδισμοῦ τῆς πατρίδος ὁ κίνδυνός ἐστιν αὐτοῖσ‘· καὶ εἰς τοῦτο παράδειγμα· ‘καὶ ἴσασιν ἅ τ’ Ἀμφιπολιτῶν ἐποίησε τοὺς παραδόντας αὐτῷ τὴν πόλιν, καὶ Πυδναίων τοὺς ὑποδεξαμένουσ‘· οὐ γὰρ ἰδίοις ἐνθυμήμασιν ὁ ῥήτωρ τοῦτο, ἀλλὰ τοῖς πρὸς
20ἄλλους πεπραγμένοις ἐπιστώσατο. δεῖ δὲ τὰ παρα‐ δείγματα γνώριμα εἶναι τοῖς ἀκούουσι καὶ προσεχῆ τῷ πράγματι· εἰ δὲ καὶ πόρρωθεν λαμβάνοιτο, δεῖ αὐτὰ προσάγειν τῷ λόγῳ καὶ μηδὲν ἐξ ἀδόξων λαμβάνεσθαι, ἀλλ’ ἢ τὰ πρόσωπα ἢ τὰ πράγματα ἢ καὶ ἀμφότερα
25ἔνδοξα εἶναι. ἀμφότερα μὲν οὖν ἔνδοξα ἐν ἐκείνῳ τῷ παραδείγματι, οἷον ‘ὑμεῖς ἐσώσατε Λακεδαιμονίους
καὶ οὐκ ἐμνησικακήσατε, ἀλλ’ ἐβοηθήσατε‘· ἔνδοξον341

342

καὶ τὸ τῶν βοηθησάντων πρόσωπον, τὸ τῶν Ἀθη‐ ναίων. ἔνδοξον δὲ τὸ πρᾶγμα μόνον τὸ ‘Λάμπιν Αἰγινήτας κοσμήσαντα τὸ ἐμπόριον αὐτοῖς μὴ πεποι‐ ῆσθαι πολίτην, μηδὲ Μεγαρέας Ἕρμωνα τὸν κυβερνή‐
5την‘· τὰ μὲν γὰρ πρόσωπα μικρά, τὸ δὲ ἐν τούτοις φρόνημα οὐ μικρόν. πάλιν τὸ πρόσωπον ἔνδοξον, ὡς ἐπὶ Ἀλκιβιάδου, ὅν φησιν ὁ Δημοσθένης κατὰ τὴν παλαιὰν ἐκείνην εὐδαιμονίαν γενόμενον καταγνωσθῆ‐ ναι, ὅτι ἦν ὑβριστής· ἐνταῦθα γὰρ τὸ πρᾶγμα ἄδοξον,
10συνίστησι δὲ ὁ Δημοσθένης τὴν ἐπὶ τοὺς ὑβρίζοντας ὀργὴν ἐκ τῆς δόξης τοῦ προσώπου. τοῦ παραδειγμα‐ τικοῦ εἴδους εἰσὶ καὶ αἱ καλούμεναι παραβολαὶ καὶ αἱ εἰκόνες. διαφέρουσι δὲ αἱ μὲν παραβολαὶ τῶν παρα‐ δειγμάτων, ὅτι τὰ μὲν παραδείγματα ἐξ ἱστορίας λαμ‐
15βάνεται, αἱ παραβολαὶ δὲ ἄνευ ἱστορίας καὶ ἀορίστως ἐκ τῶν γινομένων· ‘ὥσπερ γὰρ οἰκίας οἶμαι καὶ πλοίου τὰ κάτωθεν ἰσχυρότερα εἶναι‘. ἡ δὲ εἰκὼν ἔστι μὲν ἡ αὐτὴ τῇ παραβολῇ, ἐναργέστερον δὲ ποιεῖ τὸν λόγον, ὥστε μὴ μόνον ἀκούειν, ἀλλὰ καὶ ὁρᾶν δοκεῖν, οἷον
20‘πορεύεται διὰ τῆς ἀγορᾶς Ἀριστογείτων ὥσπερ ὄφις ἢ σκορπίος ἠρκὼς τὸ κέντρον, ᾄττων τῇδε κἀκεῖσε‘· τὸ μὲν γὰρ ὥσπερ ὄφις παραβολή, τὸ δὲ ἠρκὼς τὸ κέντρον καὶ ᾄττων δεῦρο κἀκεῖσε ἐπίκοινον, ὥστε τὴν
παραβολὴν καὶ τοῦ Ἀριστογείτονος ἐναργῆ παρέσχε342

343

τὴν ὄψιν τοῦ ὁρωμένου. καὶ πάλιν· ‘ἴσα βαίνων Πυθοκλεῖ τὰς γνάθους φυσῶν‘. παραδειγματικὰ δὲ καὶ ὅσα εἰς μύθους ἀνήκει. Τὰ δὲ ἐνθυμήματα ὠνόμασται ἢ ὅτι ὁ ῥήτωρ αὐτὸς
5αὐτὰ εὕρηκε καὶ ἐνθυμεῖται, ἢ ὅτι προσενθυμεῖσθαι τοῖς δικασταῖς, εἴ τι ἐλλείποι, καταλείπει. ἔχουσι δὲ ἐλλείμματα οἱ ῥητορικοὶ συλλογισμοί, καὶ ταύτῃ δια‐ φέρουσι τῶν ἐν φιλοσόφοις συλλογισμῶν, ὅτι οἱ μὲν τὰ συμπεράσματα ἐπάγουσιν, οἱ δὲ τὸ συμπεραινόμενον
10ἐκ τῶν προτάσεων καὶ κατασκευῶν τῷ δικαστῇ προσ‐ ενθυμηθῆναι καταλείπουσιν, οἷον ‘ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην ταῦτα πράττων καὶ κατασκευαζόμενος, οὗτος ἐμοὶ πολεμεῖ, κἂν μήπω βάλλῃ μηδὲ τοξεύῃ‘· ἡ ἐπ‐ αγωγὴ λείπει εἰς τὸ τέλειον συλλογισμὸν εἶναι· ‘ἀλλὰ
15Φίλιππος ταῦτα πράττει, ἐξ ὧν ἁλωσόμεθα ἡμεῖς· Φίλιππος ἄρα ἡμῖν πολεμεῖ‘. δοκεῖ δέ τισι καὶ ἡ συνεστραμμένη ἐκ τῶν πρώτων κατασκευῶν ἐπαγωγὴ ἐνθύμημα εἶναι, αἱ μὲν πρῶται κατασκευαί· ‘ἃ μὲν ἐπέδωκα, ταῦτά ἐστιν, ὧν οὐδὲν σὺ γέγραψαι· ἃ δ’
20ἀντὶ τούτων ἡ βουλὴ γενέσθαι μοί φησιν, ταῦτ’ ἔσθ’ ἃ διώκεισ‘· ἐπὶ τούτοις ὡς ἀποδεδειγμένοις τὴν ἐπ‐ αγωγὴν συνέστρεψε· ‘τὸ λαβεῖν οὖν τὰ διδόμενα ὁμο‐ λογῶν ἔννομον εἶναι‘. Ταῦτα μὲν οὖν ἀπορίας ἔχει πλείονας, τόποι δὲ
25τῶν ἐνθυμηματικῶν ἐπιχειρημάτων ἀπὸ τῆς αἰτίας,
ἀπὸ τοῦ τίνος ἕνεκα, ἀπὸ τῆς ἰδιότητος, ἀπὸ πηλικό‐343

344

τητος, ἀπὸ τῆς ποσότητος, ἀπὸ προσώπου, καιροῦ, τόπου, τρόπου, διαφορᾶς, ὅρου, ἀπὸ τοῦ ἴσου, ἀπὸ τοῦ ἐλάττονος, ἀπὸ τοῦ μείζονος, ἀπὸ τοῦ ἀντικειμένου, ἀπὸ τοῦ ἐναντίου, ἀπὸ τοῦ μαχομένου, ἀπὸ ἐκβάσεως,
5ἀπὸ τοῦ ἐμπεριεχομένου, ὕλης, ἀφορμῶν, ἀπὸ τῶν παρεπομένων, ἀπὸ τοῦ ἅμα, ἀπὸ τοῦ γένους, ἀπὸ τοῦ εἴδους, ἀπὸ τοῦ καθόλου, ἀπὸ κρίσεως καὶ ὀνόματος, ἀπὸ συγκρίσεως καὶ ἀναπλασμοῦ, ἀπὸ τοῦ πρός τι, ἀπὸ τοῦ μέρους ἐπὶ τὸ ὅλον, ἀπὸ τοῦ ὅλου ἐπὶ τὸ
10μέρος, ἀπὸ τῶν πρὸ τοῦ πράγματος, ἀπὸ τῶν μετὰ τὸ πρᾶγμα. Ἀπὸ μὲν τῆς αἰτίας· ‘σύνοιδεν ἑαυτῷ Φίλιππος πολλὰ ἠδικηκότι, καὶ διὰ τοῦτο μισοῦντας ὑμᾶς ἑαυτὸν καί, εἰ καιροῦ λάβοισθε, τιμωρησομένους· διὰ ταῦτα ἐγρή‐
15γορεν, ἐφέστηκεν‘. ἀπὸ τοῦ τίνος ἕνεκα· ‘ἐγράφη τὸ ψήφισμα ὑπὸ Ἀριστοκράτους, ἵνα οἱ μὲν δύο τῶν βασιλέων ἐκπέσωσιν, εἷς δὲ κύριος τῆς Θρᾴκης ὁ Κερ‐ σοβλέπτης γένηται‘. οὗτοι οἱ δύο τόποι, ὁ ἀπὸ τῆς αἰτίας καὶ ὁ ἀπὸ τοῦ τίνος ἕνεκα, ὁ μὲν ἐκ τῶν παρελη‐
20λυθότων, ὁ δὲ ἐκ τῶν μελλόντων τὴν πίστιν ἔχουσιν. ἀπὸ τοῦ ἰδίου· ‘Ἀλέξανδρος μόνος βασιλέων τὴν οἰκου‐ μένην εἷλε‘· παρὰ δὲ τῷ Δημοσθένει· ‘τὸ μὲν γὰρ πόλεις πολλὰς ᾑρηκέναι καὶ χώραν καὶ τόπους καὶ ἄλλοις πολλοῖς ὑπῆρξεν· ἴδιον δὲ καὶ μόνῳ Φιλίππῳ
25συμβεβηκὸς τὸ ἐπειδὴ προδοτῶν ἐδεήθη, πλείονας344

345

εὑρεῖν ἢ ἐβούλετο‘. ἀπὸ πηλικότητος· ‘οὕτως ἐκόσμη‐ σαν οἱ πρόγονοι τὴν πόλιν ὡς μηδενὶ τῶν ἐπιγιγνο‐ μένων μηδεμίαν ὑπερβολὴν λελεῖφθαι‘. καὶ ἐν τῷ κατὰ Τιμοκράτους· ‘μέγα; μεγάλῃ, μικρόν; μικρᾷ‘·
5εἴρηται δὲ ὁ λόγος περὶ τῆς ἐπὶ τοῖς ἀδικήμασιν ὀργῆς. ἀπὸ ποσότητος· ‘παρὰ μὲν τοίνυν τὰς τριάκοντα μυριά‐ δας μυρίους δίδωσιν μεδίμνους, παρὰ δὲ τὰς δέκα ὡσπερανεὶ τρισχιλίουσ‘. ἀπὸ προσώπου· ‘οὐ γὰρ εἰς Δημοσθένην μόνον ὄντα με ἠσέλγαινεν, ἀλλὰ καὶ εἰς
10χορηγὸν ὑμέτερον‘· καὶ ὁ Αἰσχίνης· ‘πεπόρνευται Τι‐ μάρχῳ, καὶ τούτου τεκμήριον τὸ Μισγόλᾳ καὶ ‘Ἡγη‐ σάνδρῳ συνεῖναι‘· ἀπὸ γὰρ τῶν προσώπων ὡς ἐπιτη‐ δείων εἰς τὴν πρᾶξιν τὴν πορνείαν συνέστησεν. ἀπὸ καιροῦ· ‘καὶ ταῦτα ἔγραψε Τιμοκράτης Κρονίων
15ὄντων καὶ ἱερομηνίας καὶ διὰ ταῦτα τῆς βουλῆς ἀφει‐ μένησ‘. ἀπὸ τόπου· ‘πάσης γὰρ οὔσης τῆς ἀκροπόλεως ἱερᾶς παρὰ τὴν χαλκῆν μεγάλην Ἀθηνᾶν ἐν δεξιᾷ τὴν στήλην ἀνέστησαν‘· καὶ πάλιν Δημοσθένης φησὶ τε‐ τυπτῆσθαι ἐπὶ τῆς ὀρχήστρας μέσης. ἀπὸ τρόπου·
20‘ὅταν ὡς ὑβρίζων, ὅταν κονδύλοις, ὅταν ἐπὶ κόρρησ‘. ἀπὸ διαφορᾶς· ‘τίνι διαφέρει δοῦλον ἢ ἐλεύθερον εἶναι; ὅτι τῷ μὲν δούλῳ τὸ σῶμα πάντων τῶν ἀδικημάτων ὑπεύθυνόν ἐστι, τοῖς δὲ ἐλευθέροις εἰς χρήματα ἡ
ζημία‘. ἀπὸ ὅρου· ‘αἰτία μὲν γάρ ἐστι φίλων ἀνδρῶν345

346

ἁμαρτανόντων, κατηγορία δὲ ἐχθρῶν ἀδικούντων‘· καὶ ὁ Δημοσθένης· ‘ἦ οὐχ ἱερόσυλοι οὗτοι, τὰ μὲν ἱερά, τὰς δεκάτας τῆς θεοῦ καὶ πεντηκοστὰς τῶν ἄλλων θεῶν, σεσυληκότες καὶ ἀντὶ τοῦ ἀποδοῦναι αὐτὰς ἔχον‐
5τες, τὰ δὲ θεῖα, ἃ ἐγίγνετο ὑμέτερα, κεκλοφότες; δια‐ φέρει δὲ τοσοῦτον αὐτῶν ἡ ἱεροσυλία τῶν ἄλλων, ὅσον οὐδὲν ἀνήνεγκαν εἰς τὴν ἀκρόπολιν δέον αὐτούσ‘. ἀπὸ τοῦ ἴσου· ‘εἰ μηδ’ ἃ πάθοιτ’ ἄν, εἰ δύναιτο ἐκεῖ‐ νος, ταῦτα ποιῆσαι καιρὸν ἔχοντες οὐ τολμήσετε;‘ ἀπὸ
10ἐλάττονος· ‘ἀλλ’ εἰ μὲν μίαν ἢ δύο ναῦς ἀπώλεσεν, ἐκρίνετ’ ἂν περὶ προδοσίας· ἐπεὶ δὲ ἑξήκοντα μὲν ἔλαβε τριήρεισ‘, καὶ τὰ ἑξῆς· ἐν τῷ κατὰ Μειδίου· ‘εἶτα τὸν μὲν χορευτὴν οὐδ’ ὁ προσκαλέσας ἀζήμιος ἔσται κατὰ τὸν νόμον, τὸν δὲ χορηγὸν οὐδ’ ὁ συγκόψας ὑφέξει
15δίκην;‘ καὶ γὰρ τὸν χορευτὴν ὡς ἐλάττονα τοῦ χορηγοῦ ἀντέθηκε καὶ τὸ προσκαλέσαι ὡς ἔλαττον τοῦ συγ‐ κόψαι. ἀπὸ τοῦ μείζονος· ‘λέγονται χρήματα οἱ τριά‐ κοντα δανείσασθαι‘, καὶ τὰ ἑξῆς· εἶτα ἡ ἐπαγωγή, ὅτι ‘ἐκεῖνοι μὲν τοῖς ἠδικηκόσιν εἰσενεγκεῖν τὰ χρήματα
20ᾑροῦντο ὑπὲρ τοῦ μηδὲν λῦσαι τῶν ὡμολογημένων, ὑμῖν δ’ ἐξὸν ἄνευ δαπάνης τὰ δίκαια ποιῆσαι τοῖς εὐεργέταις, ψεύδεσθαι μᾶλλον αἱρήσεσθε;‘ ὁ ἀπὸ τοῦ ἀντικειμένου τόπος καὶ ὁ ἀπὸ τοῦ ἐναντίου ἔδοξέ τισιν εἶναι ὁ αὐτός· ἔστι δὲ οὐχ ὁ αὐτός· ἐν μὲν γὰρ τῷ
25ἀντικειμένῳ ἐστὶ πρᾶγμα γεγονός, οἷον ἠρίστευκεν,346

347

οὐκ ἠρίστευκε· λέλοιπε τὴν τάξιν, οὐ λέλοιπεν· ἐν δὲ τῷ ἐναντίῳ δύο, ἢ λελοιπέναι τὴν τάξιν ἢ ἠριστευ‐ κέναι· ἔσται δὲ ἐξ αὐτῶν τῶν παραδειγμάτων φανερώ‐ τερον· ‘εἶτα τοῦτο μὲν οὐχὶ λέγει τὸ ψήφισμα, εἰ δὲ
5βουλεύων ἐγὼ τοὺς πρέσβεις ᾤμην δεῖν προσάγειν, τοῦτό μου διαβάλλεισ‘· εἶτα τὸ ἀντικείμενον· ‘ἀλλὰ τί ἐχρῆν με ποιεῖν; μὴ προσάγειν γράφειν τοὺς ἐπὶ τοῦθ’ ἥκοντας;‘ τῷ γὰρ προσαγαγεῖν ἀντίκειται τὸ μὴ προσαγαγεῖν. τὸ δὲ ἐναντίον, ὃ καὶ μικρὸν ἔμπροσθεν
10εἶπον· ‘ἀλλ’ εἰ μὲν δύο ναῦς ἢ τρεῖς ἀπώλεσεν ἡγού‐ μενος ἡμῶν, περὶ προδοσίας ἂν ἐκρίνετο· εἰ δὲ ἑξή‐ κοντα μὲν ἔλαβε τριήρεις καὶ πόλεισ‘, καὶ τὰ ἑξῆς· τοῦτο τὸ ἐπιχείρημα καὶ ἀπὸ τοῦ ἐλάττονός ἐστι καὶ ἀπὸ τοῦ ἐναντίου· τῷ γὰρ ἀπολωλεκέναι τριήρεις τὸ
15μὴ ἀπολέσαι ἀντίκειται, τὸ δὲ προσκτήσασθαι ἐναντίον ἐστίν. ἀπὸ τοῦ μαχομένου· ‘θαυμάζω δὲ ὁρῶν Φι‐ λίππῳ μὲν ὑμᾶς ὀργιζομένους, ὃς εἰρήνην ἐκ πολέμου ποιούμενοσ‘, καὶ τὰ ἑξῆς. ὁ ἀπὸ τῆς ἐκβάσεως τόπος ἢ ἀπὸ τῶν πεπραγμένων ἢ ἀπὸ τῶν μελλόντων λαμ‐
20βάνεται, ὡς ἐν τῷ κατὰ Ἀνδροτίωνος ὁ Δημοσθένης ἀντέθηκεν, ὅσα ἐκ τοῦ πεποιῆσθαι ναῦς ἐξέβη ἀγαθὰ καὶ ὅσα ἐκ τοῦ μὴ πεποιῆσθαι δεινά. τὰ δὲ ὡς μετὰ ταῦτα ἐκβησόμενα πῶς εἰσήγαγεν ἐν τῷ πρὸς Λεπτίνην; ‘εἰ γὰρ ὑπαρχουσῶν‘ φησί ‘τούτων φαίνονταί τινες
25ἀνάξιοι, τί χρὴ προσδοκᾶν τότε, ὅταν παντελῶς μηδὲν
πλέον εἶναι μέλλῃ τοῖς χρηστοῖσ‘. ἀπὸ τοῦ ἐμπερι‐347

348

εχομένου· περιέχεται τῇ κλοπῇ τὸ ἐπιορκεῖν, τῷ ἀγ‐ γεῖλαι τὰ ψευδῆ τὸ Φωκέας ἀπολωλέναι, τῷ κατατρῖψαι τοὺς χρόνους τὸ Θρᾴκην προδεδόσθαι. ἀπὸ ὕλης· ‘εἰ λέγοι τις [ἂν] τὴν Μακεδονίαν ξύλα ἄφθονα ἔχειν εἰς
5ναυπηγίαν ὡς μηδὲ δεῖσθαι τῆς ἐν Πειραιεῖ ναυπη‐ γίασ‘· ὅπερ ἐν τῷ περὶ τῶν πρὸς Ἀλέξανδρον συνθη‐ κῶν εἴρηται. ἀπὸ ἀφορμῶν· ‘ὁ δὲ ὡς οὐδὲν δεόμενος τῆς θαλάττης τριήρεις κατασκευάζεται καὶ νεωσοίκους οἰκοδομεῖται‘· ἐκ γὰρ τούτων τὸ ἐπιβουλεύειν τῇ θα‐
10λάττῃ τὸν Φίλιππον συνέστηκεν. ἀπὸ τοῦ ἅμα· ‘καὶ ἅμα Ἀρίστρατος ἐν Νάξῳ καὶ Ἀριστόλαος ἐν Θάσῳ, οἱ καθάπαξ ἐχθροὶ τῆς πόλεως, τοὺς Ἀθηναίων κρί‐ νουσι φίλους καὶ Ἀθήνησιν Αἰσχίνης Δημοσθένους κατηγορεῖ‘· τεκμήριον γάρ ἐστι τοῦ καὶ τοῦτον ἐχθρὸν
15εἶναι τὸ ἐν τῷ αὐτῷ καιρῷ τὰ αὐτὰ τοῖς ὡμολογημένοις ἐχθροῖς πράττειν. ἀπὸ τοῦ γένους· γένος δέ ἐστι τὸ πλείονα εἴδη περιέχον, οἷον ἐὰν εἴπῃς ζῷον, καὶ ἄν‐ θρωπον ἐρεῖς καὶ ἵππον καὶ κύνα καὶ βοῦν καὶ ὅσα ἄλλα εἰς τοῦτο τὸ ὄνομα τὴν ἀναφορὰν ἔχει· ἂν μὲν
20οὖν εἴπῃς Χαβρίαν πολλὰς νίκας νενικηκέναι, γενικῶς εἴρηκας· ἐὰν δὲ καὶ ὀνομαστὶ μνημονεύῃς τῶν ἐν Αἰγύπτῳ, τῶν πρὸς Πελοπόννησον, τῶν πρὸς Γοργώ‐
παν, τὰ εἴδη ταῦτα ἔσται· καὶ ἐν τῷ πρὸς Λεπτίνην·348

349

‘πᾶσαν ἀναιρεῖ τὴν πολιτείαν κατὰ τοῦτον τὸν λόγον‘· καὶ τοῦτο γενικῶς, εἶτα ἐπήγαγεν καὶ τὰ εἴδη· ‘καὶ γὰρ ψηφίσματα πολλάκις καὶ συμμάχους ἥττους ἀντὶ κρειττόνων ἐπείσθητε ἑλέσθαι‘· ἐκ γὰρ τῶν εἰδικῶν
5τούτων κατεσκεύακε πᾶσαν ἀναιρεῖσθαι τὴν πολιτείαν. ἀπὸ τοῦ καθόλου· ‘τοῦτο δέ ἐστιν οὐ μόνον τὸ μὴ προκατεγνωκέναι μηδὲν μηδὲ τὸ τὴν εὔνοιαν ἴσην ἔχειν, ἀλλὰ καὶ τὸ τῇ τάξει καὶ τῇ ἀπολογίᾳ, ὡς βε‐ βούληται καὶ προῄρηται τῶν ἀγωνιζομένων ἕκαστος,
10οὕτως ἐᾶσαι χρήσασθαι‘· ὧν γὰρ αὐτὸς ὁ ῥήτωρ ἐδεῖτο, ταῦτα εἰς τὸ καθόλου καὶ τὸ κοινὸν ἀνήγαγεν. ἀπὸ κρίσεως· ‘πολλοὶ τῶν ‘Ἑλλήνων εἰσὶν ἐψηφισμένοι τοῖς ὑμετέροις νόμοις χρῆσθαι‘· κέκριται γὰρ τὸ ἀρίστους εἶναι τοὺς Ἀθηναίων νόμους. δεῖ δὲ τὰς κρίσεις λαμ‐
15βάνειν ἢ ἀπὸ ἐνδόξων προσώπων ἢ ἀπὸ πλήθους κεκρικότος [ἢ]. ἀπὸ ὀνόματος· ‘ποῦ καὶ σφόδρα τοῦτο δηλοῖ; τῷ μὴ τῶν πεφευγότων εἰπεῖν, ἀλλ’ ἐξ‐ εληλυθότων, καὶ ὧν τὰ χρήματα ἐπίτιμα‘· τοῖς γὰρ ὀνόμασιν ἐπιστώσατο μὴ περὶ τῶν ἑκουσίων, ἀλλ’ ἀκου‐
20σίων γεγράφθαι τὸν νόμον. ἀπὸ συγκρίσεως· ‘ἐπὶ τοῦ Θεμιστοκλέους τειχισμοῦ καὶ τοῦ Κόνωνοσ‘. ἀπὸ ἀνα‐ πλασμοῦ· ‘εἰ γὰρ ἡμᾶς δεήσειεν αὐτοὺς τριάκοντα ἡμέ‐
ρας μόνον ἔξω τῆς πόλεως στρατοπεδεύσασθαι‘, καὶ349

350

τὰ ἑξῆς. ἀπὸ τοῦ πρός τι· ‘εἰ αὐτὴ μεμοίχευται, καὶ ὁ προσελθὼν αὐτῇ μοιχός ἐστιν‘, ὡς ἐπὶ τοῦ μετα‐ πεμψαμένου τὴν ἑαυτοῦ γυναῖκα· καὶ παρὰ Δημοσθέ‐ νει· ‘εἰ Φιλοκράτης πέφηνε πυροπωλῶν ἢ ξυληγῶν,
5τὸ χρυσίον ἐπὶ τῶν τραπεζῶν καταλλαττόμενος, καὶ τούτων κοινωνῶν τῶν πραγμάτων Αἰσχίνης, εὔδηλον, ὅτι καὶ οὗτος δεδωροδόκηκεν‘. ἀπὸ τοῦ μέρους ἐπὶ ὅλον, οἷον εἰ ζητουμένων χρημάτων μέρος τι ἀπὸ τού‐ των φαίνοιτό τις ὑφῃρημένος· τεκμήριον γὰρ τοῦτο
10ἔσται τοῦ καὶ πᾶν ὑφῃρῆσθαι, ὡς ὁ Θουκυδίδης· ‘δοκεῖ δέ μοι δηλοῦν ἀνδρὸς ἀρετὴν πρώτη τε μηνύουσα καὶ τελευταία βεβαιοῦσα ἡ νῦν τῶνδε καταστροφή‘· τὸν γὰρ ἐν τοῖς πολέμοις θάνατον μέρος ὄντα ἀρετῆς εἰς ὅλην τὴν ἀρετὴν ἀνήνεγκεν. ἀπὸ δὲ τοῦ ὅλου ἐπὶ τὸ
15μέρος, εἰ ἀδήλου ὄντος, εἰ ἠδίκηκέ τις ἐφ’ ᾧ κρίνεται, ἔχοι τὸν ὅλον αὐτοῦ βίον ἐλέγχειν· ὡς ὁ Δημοσθένης ἐν τῇ περὶ τοῦ συμποσίου διαβολῇ· ἐπειδὴ γὰρ ἀμάρ‐ τυρα ἦν τὰ πρὸς τὴν Ὀλυνθίαν γυναῖκα, ἐκ τοῦ ἄλλου βίου ταῦτα ἐπιστώσατο· ‘οὐκ ἴσασιν οὗτοί σε τὸ μὲν
20ἐξ ἀρχῆς ἐν θιάσοις καὶ μεθύουσιν ἀνθρώποις καλιν‐ δούμενον;‘ καὶ ὅσα ἄλλα εἴρηται. ἀπὸ τῶν πρὸ τοῦ πράγματος· ‘νυνὶ γάρ, ὃ πάντες ἐθρύλουν, ὡς Ὀλυν‐ θίους ἐκπολεμῶσαι δεῖ Φιλίππῳ, γέγονεν αὐτόματον‘· τὸ γὰρ ὅτι συμφέρει πέμψαι τὴν βοήθειαν τοῖς πρὸ
25τοῦ πράγματος εἰρημένοις πεπίστωται· καὶ πάλιν τῆς350

351

Αἰσχίνου δωροδοκίας τεκμήριον ποιεῖται τοὺς λόγους, οὓς πρότερον διεξῆλθεν, ὅτε ἀδωροδόκητος ἦν· ‘ἔστι γὰρ οὗτος ὁ πρῶτος ἁπάντων, ὡς τότε δημηγορῶν ἔφη‘. ἀπὸ δὲ τῶν ὕστερον τοῦ πράγματος ὁ Δημο‐
5σθένης· ‘ἐκ μὲν ὧν οἱ παρὰ Φιλίππου πρέσβεις ἔλεγον ἐδήλουν τὰ ἐκ τῆς Ἀττικῆς εἰς τὴν Βοιωτίαν κομισθη‐ σόμενα, ἐκ δὲ ὧν ἡμᾶς ἔφασαν τὰ ἐκ τῆς Βοιωτίας διαρπασθησόμενα‘· δηλοῦται γὰρ ἐκ τῶν ἐπιγενησο‐ μένων, ὅτι οἱ παρὰ Φιλίππου πρέσβεις ἀπεδείκνυσαν
10συμφορώτερον εἶναι Θηβαίοις Φιλίππῳ βοηθεῖν ἢ Ἀθηναίοις.
12tΤέλος Μινουκιανοῦ.351