|
TLG 2892 114 :: MAXIMUS CONFESSOR :: Hymni [Sp.] MAXIMUS CONFESSOR Theol., Protosecretarius, vel Maximus Homologetes Hymni [Sp.] Dup. 2892 104 Citation: Hymn — (line) | ||
1(1t) | I. | |
| 2t | Ὕμνος εὐχαριστήριος καὶ ἱκετήριος πρὸς Θεόν. | |
|---|---|---|
| 1 | Λειμών με τλήμον’ ἔσχε πάλαι φυτῶν ἀρίστων, ἦμος Θεοῦ μεγίστου ὑπ’ ἀφράστῳ προνοίῃ | |
| 5 | ἔρωτί τ’ ἰσομοίρῳ φῶς τοῦτ’ ἐγὼ κατεῖδον, πλασθεὶς χοὸς γεηροῦ καὶ πνεῦμα προσλαβών τε, γαίης μέσον πόλου τε | |
| 10 | ζῶον κατεστὼς οἴμοι, λάμπον Θεοῦ μεγάλου τῆς εἰκόνος μεθέξει. Ὄφις δ’ ὁ παγκάκιστος φθόνῳ σφοδρῷ ὑφέρπων, | |
| 15 | ὀλεθρίῃσι βουλαῖς ἀπαισίοις τε φήμαις δεινῶς ψιθυρίσας μοι, ἐξηπάτησεν οἴμοι καὶ τῆς ἐκεῖθεν ἔξω | |
| 20 | ὦσεν καλῆς τρυφῆς με, ἐξ ὀρχάτων τε Πατρός, ὧν θῆκε, φεῦ, γεωργόν, πάμπαν με ὀστρακίζων. Οἰκτρὸν δ’ ἔην θέατρον | |
| 25 | νόων σεπτῇ χορείῃ. Ἐπεὶ δὲ τραῦμα τοὐμὸν | |
| ἰατρὸν οὐχ ὑπέστη, πλάστης ὁ παντεχνήμων σπλάγχνοις ἰδών με θερμοῖς | 236 | |
| 30 | ξένως κατῆλθε πρός με, ἀνθρωπόμορφον ἁγνῶς λαβὼν ἀπειρολέκτρου γέννησιν ἐκ Μαρίης. Οὕτω δέ γ’ ἐκσαώζει | |
| 35 | ἀφαρπάσας πονηρᾶς δρακοντίης χερός με, ἀφαρπάσας μόρου τε, εἵμαρτο ὅς ῥ’ ἔμοιγε προστάγματος Θεοῖο | |
| 40 | ἄβουλ’ ἀπεκπεσόντι, δι’ οὗ ἑὸν παρέσχε πικρῷ δέμας μόρῳ γε. Συνέθλασε δὲ τούτου κάρηνον ὑδάτεσσιν | |
| 45 | ῥείθρων Ἰορδανείων. Ἁμαρτάδων ἐμῶν τε ἀσχημοσύνην ἔνθα ἐμβαπτίσας σκοτώδη· ἀναιδὲς ὃς δ’ ἐσαῦθις | |
1(50) | οὐραῖον ἐνσαλεύων, ἐμὸν νόον ταράττει, κινήμασι κραδαίνων ἐς βόθρον ἐκφέρουσι πειρῶν θ’ ὑποσκελίζειν | |
| 55 | τρίβους ἐμῆς πορείης. Οἰστρηλατεῖ δ’ ἀνάγνως ἵππων βίην ἀτάκτων παλιμβόλως φέρουσαν. Ὀργᾷν κινῶν ἐς αἴσχη | |
| 60 | ἀτάσθαλα φρένας μου πάθη τε θυμόλεθρα. Πίπτειν ἐρείπιόν τε ἱππηλάτην βιάζων, ὃς ἡνίας διοικεῖ. | |
| 65 | Πυρσὸν μέγαν δ’ ἀνάπτει | |
| ἐκ πυρφόρων βελέμνων, ἅ μοι φλέγει κακόφρων, ἐντόσθιον σαλεύων πῦρ μοι, ὃ ἐμπέφυρται. | 238 | |
| 70 | Σὺ δ’ ἀλλ’ ἐμοὶ πορίζοις σὴν χεῖρα, λαοσῶστα, πρόρριζον ἐκτέμνουσαν δόλους πικροῦ Βελίαλ· στήσας πάλαι σὺ ῥεῖθρον | |
| 75 | ἀναστραφὲν τάχιστα παλισσύτῳ πορείῃ, ἔργον ξένον τελέσσας. Ἐξήρανας θαλάσσης πολύρροον σὺ χεῦμα, | |
| 80 | πεζὸν διεκβιβάζων λαὸν σὸν Ἰσραῆλον, εἶπας δέ, καὶ τὰ πάντα Λόγῳ τεῷ παρήχθη· ἅρμα φλογὸς δ’ ἐπέσχες | |
| 85 | ταχυδρόμου γίγαντος, φαεσφόρου μεγίστου. Ἤμειψας ἑπταμέτρου παίδων τριῶν καμίνου φλόγ’ ἐς δρόσον βαθεῖαν. | |
| 90 | Ἄσωτον ἠλέησας· πόρνης ἔλυσας ἅμμα κακενδέτων ἐρώτων, θερμὸν δακρυρροούσης. Στῆσας καὶ αἱμορρούσης | |
| 95 | σοῦ κρασπέδου προσάψει ἀείρροον φορυκτόν, ἤγειρας ἐκ νεκρῶν τε καὶ παῖδα Ἰαείρου πάλιν πνέοντα θῆκας. | |
1(100) | Λεπροὺς δὲ ἐκκάθηρας, τυφλοῖς τ’ ἔδωκας ὄψιν, καὶ πνεῦμα ἐξέωσας κούρης Σιδωνιαίας· κλίνην ἐπῇρεν ἄλλος, | |
| 105 | λύσιν μελῶν ἀθροίσας, καὶ συγκύφουσαν ὀρθοῖς, καὶ δαίμονας διώκεις. Καὶ πενθερᾶς δὲ Πέτρου ἁφῇ χερὸς σὺ παύσας | 240 |
| 110 | θερμανσίην φλογώδη. Πλείω δ’ ἔρυξας ἄλλα, ἀριθμὸν ὅσσα φεύγει. Τί θαῦμα, εἴ κ’ ἐμοῖο ψύξεις φλογὸς πυρεῖα, | |
| 115 | ἀεννάου κρατῆρος δρόσον τεὴν σταλάξας ἐμοῖς ἐπ’ ἀνθράκεσσιν; Ἥν μοι φέροις, Σαωτήρ, πᾶσαν σύ γ’ ἐς βιοτήν, | |
| 120 | ὅπως τεὴν ὑμνήσω ἄκραντον χρηστότητα Πατρός τε καὶ Πνοῆς σῆς. | |
2(1t) | II. | |
| 2t | Ὕμνος ἱκετήριος εἰς Χριστόν, ἐν εἴδει ἐξομολογήσεως. | |
| 1 | Ὤμοι ἐγὼ κακῶν μου, ἄνα ἄναρχε Σῶτερ, ἀβουλίας φρενῶν τε καὶ δουλικῆς ἀνάγκης, | |
| 5 | κακοσχόλου τε μόχθου, μάταιος ὅν γ’ ὑπέστην, ἐκ παιδόθεν καθείρξας δειναῖς πέδαις ἐμαυτὸν κακοτρόπου βιωτῆς, | |
| 10 | πλάνων τε ἠδ’ ἐρώτων. Ὤιμην ἄριστος εἶναι οἴκων καλῶν δομήτωρ, ὑψερεφῶν τε πύργων. Θεμέθλου, ὃ δ’ ἔβαλλον, | |
| 15 | οὐ πέτρα ἦν στατερά, στηριγμὸν ἐντιθεῖσα, ἀλλ’ ἄμμος, ἣν ῥάϊστα | |
| δονοῦσι μέν γ’ ἀῆται, πηγαῖα δ’ αὖ ῥέεθρα | 242 | |
| 20 | ῥοιζηδὸν ἑλκύουσι, βροχὴ ἰδ’ ἐμπεσοῦσα ἔξυγρον ἐμφανίζει. Πίπτουσι δ’ ἔνθεν οἶκοι, ἐρείπια στέγη τε | |
| 25 | οἰκτρῶς δόμων ὁρᾶται. Τίνες δ’ ἄρ’ ἦσαν οὗτοι, ἔκτιζον οὓς κακόφρων ψυχῆς ἐμῆς ὀλέθρῳ; Λιθῶδες ἦν κραδίης | |
| 30 | βούλημ’ ἁμαρτάδεσσιν ἀεὶ ἐφησυχάζον. Λευκάζον ἥγ’ ὀθνεῖον ἔξω φέρουσα χρῶμα, ὕπουλον ἀγνοοῦσι | |
| 35 | μορφάζετο φρόνημα ἐντόσθιον καλύπτον ἀσχήμονα πρόσοψιν, ὑπόκρισίν κεν εἴποις παντὶ ἀποτρόπαιον. | |
| 40 | Οἰκοτρίβας δὲ εἶχον, δόξης ὅσοις μέμηλε ψευδονύμου φύσσης τε, καὶ ἣ πάλαι τύφουσα πόλοιο ῥίψεν αἶψα | |
| 45 | ἑωσφόρον σκοτώδη κρίσει Θεοῦ δικαίᾳ. Παῖδες δὲ τοῖς ἔησαν νήριθμοι ἠδὲ κοῦραι, πειθήνιον διδοῦσαι | |
2(50) | οὖας κακῶν ἐφετμαῖς. Τῆμος βροχὴ δ’ ἰοῦσα πνεύσαντες ἠδ’ ἀῆται ῥέεθρά τ’ ἐμπεσόντα ἔσεισαν ἐκ θεμέθλων | |
| 55 | ἀπαίσιον τύρευμα, καὶ πτῶμα ἦν ξένον μοι, | |
| ψυχῇ δ’ ἐμῇ ὄλισθος, ἄγειρεν ἣ τοσαύτην βλάβην ἔνοικον αὐτῇ, | 244 | |
| 60 | θυμόν τ’ ἄνωθεν αἰνόν, βροτησίαν τε ἔχθραν. Πέτραν δὲ νῦν διέγνων θέμεθλον ἐμβαλέσθαι σώζοιτο ὡς ἂν οἶκος, | |
| 65 | λίθους ἔχων ἐκείνους οἳ τίμιοι ἔασι, χρυσῷ ἠδ’ ἀργυρῷ τε κεκοσμένοι ἀχράντως, πλουτισμὸς εὐσεβοῦσιν, | |
| 70 | ὄλβος τε ὁ κράτιστος. Τί γὰρ σαοφροσύνης κρεῖττον σεμνῆς κατέστη; Ἧς ἐκτὸς οὐ θεᾶσθαι Θεόν γ’ ἔνι βροτοῖσι. | |
| 75 | Ταπεινότητος αὖθις ὑψιπετοῦ τί ἔπλε, τοῖς εἰδόσιν γ’ ἄμεινον, ἀληθὲς ὕψος ἥτις κεκτημένοις πορίζει; | |
| 80 | Συνειδότος δὲ ἁγνοῦ ὑπ’ ὄψεσιν Θεοῖο ἐς καρδίην ὁρῶντος, τί βέλτιόν ποτ’ ἔσται, καὶ ἀγγέλοις ὅμοιον | |
| 85 | βροτὸν παριστάνοντος; Πτερώσεως δὲ θείης πάσχει νόος βρότειος ἄνωθεν ἦν ἁγνεύων, τηλαυγέσι πνοῇσιν, | |
| 90 | ὥστε κράτος θεωρεῖν μέγιστον, ἠδὲ ῥίζαν αὐτόσσυτον, κ’ ἄημα, ζωηφόρον γε πνεῦσιν, μυστηρίων τε κλεινῶν | |
| 95 | βάθεσσιν ἐμβατεύειν, | |
| ὅσσον θ’ ὑπὸ προνοίης κόσμῳ καλὸν κάτεισιν, ὅσσον τε ἐν χρόνοισιν ἔσται ἀεὶ ἐοῦσι. | 246 | |
2(100) | Μακάρτερον τίς εἴποι; Τοιαῦτ’ ἐγώ, Σαωτήρ, δομήματα κράτιστα, ἰσχὺν σέθεν διδόντος, πέτρας ἐπὶ σταθηρᾶς | |
| 105 | τοῦ ἀκρογωνιαίου λίθου, ὃς αὐτὸς ἔπλες, ἐπείγομαι ἐγεῖραι. Αὐτὸς δέ μοι χορηγοῖς τὴν σὴν χάριν συνεργόν, | |
| 110 | τούτοις τέλος παρασχεῖν ὅπερ κράτιστον εἴη, σωτήριόν τ’ ἔμοιγε. Οὔτε βροχὴ βιαία πηγαῖα οὔτε ῥέεθρα | |
| 115 | ῥαγδαῖοι οὔτ’ ἀῆται σεῖσαι ἐμὸν τότ’ οἶκον ἕξουσι οὐδὲ τυτθόν, δομημένον θεμέθλῳ σοί, Σῶτερ, ἀκραδάντῳ. | |
| 120 | Σύ μοι διδοῖς δὲ χεῖρα, συνεργάτης δὲ γίγνου ἔμοιγε καὶ περαίνοις τὸ ξύμπαν, ὄφρ’ ὑμνῶ σε δοτῆρα τῶν ἀρίστων | |
| 125 | τούτων τε συντελεστήν, βροτοὺς ἅπερ σαώζει. Σοῦ γὰρ δίχα, κραταιέ, οὔτ’ ἔργον οὔτε βουλή, νόημα οὔτ’ ἔρευγμα, | |
| 130 | οὐδέν τε τῶν ἁπάντων, κρείττονός γ’ ὅσσα μοίρης, τέλους τεύξηται πάμπαν. Σὺ σάρκα μοι παρέσχες φύσησας ἠδὲ πνεῦμα. | |
| 135 | Σὺ καὶ πεσόντ’ ἔγειρας, ἀνήγαγες πόλονδε, σὺν σαρκὶ σῇ ἀείρας· σὺ τεθνεῶτ’ ἀνιστᾷς χαρίσμασι τεοῖσιν | 248 |
| 140 | εὐσπλαγχνίῃ τ’ ἀπείρῳ, ᾗ προφθάνεις με, Σῶτερ, καὶ σαρκὸς ἀξιοῖς σῆς κοινωνίας ἀφράστου. Σὺ καὶ τέλος σαώσεις, | |
| 145 | ἂν μὴ ἄκαρπον εὕρῃς ὅλως ἐμὴν πορείην, ἂν μὴ φέρω μολύβδου ὄγκον βαρὺ βρίθοντα ὠθοῦντά τ’ εἰς γεένναν | |
2(150) | ἄσβεστον ἠδὲ πῦρ με, ἂν μὴ ἄναγνον ὕλην, χόρτον πυρός τ’ ἄναμμα. Καὶ προῖκα ταῖς ἐκεῖσε ἐνθήσεαι μοναῖσιν | |
| 155 | αἰωνίως βιοῦντα, δόξης τεῆς ὑμνῳδόν, ἀκηράτοις νόοισι πᾶσίν θ’ ὁμοῦ δικαίοις. | |
3(1t) | III. | |
| 2t | Ὕμνος ἱκετήριος εἰς τὴν ἁγίαν Τριάδα. | |
| 1 | Μέμνησό μου, ἀνάρχου ἄρρητε βλαστὲ ῥίζης, ξένον τ’ ἄημα ἀμφοῖν ἴσον γόνῳ καὶ ἀρχῇ, | |
| 5 | μορφὴ τρισήλιός μοι· ὅταν κρίνῃς μ’ ἐλιτρὸν σῶσον πυρός με λάτριν τὸν σόν, ζάλης τε πάσης | |
| ἄνελκε, Σῶτερ, αἰνῆς· | 250 | |
| 10 | δεσμόν τε λῦσον αἶψα ἐσμοῦ λυγρῶν κακῶν μου. Γράψον δὲ σῇ με βίβλῳ ῥόον φυγόντα τόνδε ἄτρωτον ἠδὲ σᾶον. | |
| 15 | Ψάλλειν τε καὶ γεραίρειν ἐν ἀπλέτοις χρόνοισι | |
| νεῦσον τεὸν κράτος με. | 252 | |