TLG 2892 113 :: MAXIMUS CONFESSOR :: Opusculum de anima [Sp.]

MAXIMUS CONFESSOR Theol., Protosecretarius, vel Maximus Homologetes
(Constantinopolitanus: A.D. 6–7)

Opusculum de anima [Sp.]

Source: Cantarella, R. (ed.), S. Massimo Confessore. La mistagogia ed altri scritti. Florence: Testi Cristiani, 1931: 220–232.

Dup. 2892 043

Citation: Section — (line)

t

ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΜΑΞΙΜΟΥ ΜΟΝΑΧΟΥ ΠΕΡΙ ΨΥΧΗΣ

prol

Πρῶτον μὲν ἁπάντων ὑποθήσομαι τίνι κριτηρίῳ πέφυκεν ἡ ψυχὴ καταλαμβάνεσθαι, εἶτα δι’ ὧν δείκνυται ὑπάρχουσα· εἶθ’ ἑξῆς, εἰ οὐσία τυγχάνει οὖσα ἢ συμβεβηκός, εἶτα τούτοις ἀκολούθως εἰ ἁπλῆ ἢ σύνθετος, εἶτ’ αὖθις εἰ
5θνητὴ ἢ ἀθάνατος, τελευταῖον δὲ εἰ λογικὴ ἢ ἄλογος. Ταῦτα γὰρ μάλιστα ἐν τῷ περὶ ψυχῆς ζητεῖσθαι εἴωθε λόγῳ, ὡς καιριώτατα καὶ δυνάμενα αὐτῆς τὴν ἰδιότητα χαρακτη‐ ρίζειν. Ἀποδείξεσι δὲ πρὸς τὴν τῶν ἐξητασμένων βεβαίωσιν, ταῖς κοιναῖς χρησόμεθα ἐννοίαις, αἷς τὸ ἀξιόπιστον τὰ ἐν
10χερσὶ πράγματα μαρτυρεῖν πέφυκε. Συντομίας δὲ χάριν καὶ τοῦ χρησίμου, μόνοις τοῖς πρὸς τὸ ἀναγκαῖον τοῦ ζητου‐ μένου [οὐκ] ἔχουσι τὴν ἀπόδειξιν τανῦν χρησόμεθα συλ‐ λογισμοῖς, ὅπως ἂν σαφῆ τε καὶ εὐπερίδραστα νοήματα γενόμενα, ἑτοιμότητά τινα ἡμῖν ἐμποιεῖ πρὸς τὴν τῶν
15ἀνθισταμένων ἀπάντησιν. Ἀρξώμεθα οὖν τοῦ λόγου ἐν‐ τεῦθεν.

1

(t)

Τί τὸ καταληπτικὸν τῆς ψυχῆς κριτήριον.
1 Πάντα τὰ ὄντα ἢ αἰσθήσει γνωρίζεται, ἢ νοήσει κατα‐ λαμβάνεται. Καὶ τὸ μὲν αἰσθήσει ὑποπίπτον ἱκανὴν ἀπό‐ δειξιν ἔχει τὴν αἴσθησιν, ἅμα γὰρ τῇ προσβολῇ καὶ τὴν φαν‐
τασίαν ἡμῖν ἐμποιεῖ τοῦ ὑποκειμένου· τὸ δὲ νοήσει220
5καταλαμβανόμενον οὐκ ἐξ ἑαυτοῦ, ἀλλ’ ἐκ τῶν ἀποτελεσμά‐ των γνωρίζεται. Ἡ τοίνυν ψυχὴ ἄγνωστος οὖσα, οὐκ ἐξ ἑαυτῆς, ἀλλ’ ἐκ τῶν ἀποτελεσμάτων εἰκότως γνωσθή‐ σεται.

2

(t)

Εἰ ἔστι ψυχή.
1 Τὸ σῶμα ἡμῶν κινούμενον, ἢ ἔξωθεν ἢ ἔνδοθεν κινεῖται. Καὶ ὅτι μὲν ἔξωθεν οὐ κινεῖται δῆλον ἐκ τοῦ μήτε ὠθούμενον μήτε ἑλκόμενον κινεῖσθαι, ὡς τὰ ἄψυχα. Καὶ ἔνδοθεν πάλιν κινούμενον οὐ φυσικῶς κινεῖται, ὡς τὸ πῦρ· ἐκεῖνο μὲν
5γὰρ οὐ παύεται τοῦ κινεῖσθαι ἐς ὅσον ἐστὶ πῦρ, ὥσπερ τὸ σῶμα νεκρὸν γενόμενον οὐ κινεῖται σῶμα ὄν. Οὐκοῦν εἰ μήτε ἔξωθεν κινεῖται ὡς τὰ ἄψυχα, μήτε φυσικῶς ὡς τὸ πῦρ, δῆλον ὅτι ὑπὸ ψυχῆς κινεῖται, τῆς καὶ τὸ ζῇν αὐτῷ παρεχούσης. Εἰ τοίνυν τῷ σώματι ἡμῶν ψυχὴ δείκνυται
10τὸ ζῇν παρέχουσα, ἔσται καὶ καθ’ ἑαυτὴν ἡ ψυχὴ ἐκ τῶν ἐναντίων γνωριζομένη.

3

(t)

Εἰ οὐσία ἐστὶν ἡ ψυχή.
1 Ὅτι μὲν οὐσία ἐστί, δείκνυται οὕτως. Πρῶτον μέν, ὅτι ὁ τῆς οὐσίας ὅρος καὶ ἐπ’ αὐτῇ εἰκότως ἂν λεχθείη, ἐπειδὴ οὕτως οὐσία ἐστί, τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ τῶν ἐναντίων παρὰ μέρος εἶναι δεκτικόν. Ὅτι δὲ ἡ ψυχὴ αὐτὴ τῆς ἰδίας φύσεως μὴ
5ἐξισταμένη τὰ ἐναντία ἐπιδέχεται παρὰ μέρος, παντί που δῆ‐ λον. Δικαιοσύνη γὰρ καὶ ἀδικία, ἀνδρεία τε καὶ δειλία, σωφροσύνη τε καὶ ἀκολασία, ἐν αὐτῇ θεωροῦται ἐναντία ὄντα. Εἰ τοίνυν ἰδίωμα οὐσίας τὸ τῶν ἐναντίων εἶναι παρὰ μέρος
δεκτικόν, δείκνυται δὲ καὶ ἡ ψυχὴ τοῦτον ἐπιδεχομένη τὸν222
10ὅρον, οὐσία ἄρα ἡ ψυχ. Ἔπειτα δὲ καὶ τοῦ σώματος οὐσίας ὄντος, καὶ τὴν ψυχὴν ἀνάγκη οὐσίαν εἶναι. Οὐδὲ γὰρ οἷόν τε τὸ μὲν ζωοποιούμενον εἶναι ἐνούσιον, τὸ δὲ ζωοποιοῦν ἀνούσιον εἶναι, εἰ μή τις καὶ τὸ μὴ ὂν τοῦ ὄντος αἴτιον φήσειεν εἶναι, ἢ πάλιν τὸ ἐν ᾧ τὴν ὕπαρξιν ἔχον καὶ ὃ
15ἄνευ τοῦ εἶναι μὴ δυνάμενον αἰτίαν ἐκείνου εἶναι ἐν ᾧ ἐστι, μανείς τις εἴποι.

4

(t)

Εἰ ἀσώματος ἡ ψυχή.
1 Ὅτι μὲν ἐν τῷ σώματί ἐστιν ἡ ψυχή, ἀνωτέρω ἐδείχθη. Δεῖ τοίνυν εἰδέναι πῶς ἐστιν ἐν τῷ σώματι καὶ εἰ μὲν παρά‐ κειται αὐτῷ ὡς ψηφὶς ψηφίδι, σῶμα μὲν ἔσται ἡ ψυχ· ὅλον δὲ τὸ σῶμα οὐκ ἔσται ἔμψυχον, μέρει γάρ τινι περικεί‐
5σεται. Εἰ δὲ μέμικται ἢ κέκραται, πολυμερὴς ἂν λέγοιτο ἡ ψυχὴ καὶ οὐχ ἁπλῆ, τοῦ δὲ τῆς ψυχῆς λόγου ἐκβεβλημένη. Τὸ γὰρ πολυμερές, καὶ διαιρετόν ἐστι· τὸ δὲ διαιρετόν, καὶ δια‐ λυτόν· τὸ δὲ διαλυτόν, σύνθετον· τὸ δὲ σύνθετον, τριχῆ δια‐ στατόν· τὸ δὲ τριχῆ διαστατόν, σῶμα· σῶμα δέ, σώματι
10προστιθέμενον, ὄγκον ποιεῖ. Ἡ δὲ ψυχὴ ἐν τῷ σώματι οὖσα οὐκ ὄγκον ποιεῖ ἀλλὰ μᾶλλον ζωοποιεῖ· οὐκ ἄρα ἔσται σῶμα ἡ ψυχή, ἀλλ’ ἀσώματος. Ἔτι, εἰ σῶμα ἡ ψυχ, ἢ ἔνδοθεν κινεῖται, ἢ ἔξωθεν· οὔτε δὲ ἔξωθεν κινεῖται, οὐ γὰρ ὠθεῖται ἢ ἕλκεται ὡς τὰ
15ἄψυχα, οὔτε δὲ ἔσωθεν κινεῖται, ὡς τὰ ἔμψυχα· ἄτοπον γὰρ ψυχῆς ψυχὴν λέγειν. Οὐκ ἔσται οὖν σῶμα, ἀσώμα‐ τος ἄρα. Καὶ πάλιν, εἰ σῶμά ἐστιν ἡ ψυχ, καὶ τὰς ποιότητας
αἰσθητὰς ἔχει καὶ τρέφεται· ἀλλ’ οὐ τρέφεται, καὶ εἰ τρέφε‐224
20ται, οὐ σωματικῶς τρέφεται ὡς τὸ σῶμα, ἀλλ’ ἀσωμάτως· λόγῳ γὰρ τρέφεται. Οὐ τοίνυν τὰς ποιότητας αἰσθητὰς ἔχει. Οὐ γὰρ ὁρᾶται οὔτε δικαιοσύνη, οὔτε ἀνδρεία, οὔτε τῶν τοιούτων οὐδέν. Τῆς γὰρ ψυχῆς αἱ ποιότητες αὗται· οὐκ ἔστιν οὖν σῶμα· ἀσώματος ἄρα.

5

(t)

Εἰ ἁπλῆ ἡ ψυχή.
1 Δείκνυται τοίνυν ὅτι ἁπλῆ ἡ ψυχ, ἐξ ὧν μάλιστα καὶ ἀσώματος ἀπεδείχθη. Εἰ γὰρ σῶμα οὐκ ἔστι· σῶμα γὰρ ἅπαν σύνθετόν ἐστι· τὸ συγκείμενον, ἐκ μερῶν σύγκειται· οὐκ ἂν οὐδὲ πολυμερὴς ἔσται· ἀσώματος δὲ οὖσα, ἁπλῆ ἐστιν,
5ἐπειδὴ καὶ ἀσύνθετος.

6

(t)

Εἰ ἀθάνατος ἡ ψυχή.
1 Ἀκολουθεῖν οἶμαι δεῖν τῷ ἁπλῷ τὸ ἀθάνατον· καὶ ὅπως, ἄκουσον. Οὐδὲν τῶν ὄντων αὐτὸ ἑαυτοῦ φθαρτικόν ἐστιν, ἐπεὶ οὐκ ἂν οὔτε ἐξ ἀρχῆς συνέστη. Τὰ γὰρ φθειρόμενα, ἐκ τῶν ἐναντίων φθείρεται. Διὸ πᾶν φθειρόμενον, διαλυτόν
5ἐστι· τὸ δὲ διαλυτόν, σύνθετον· τὸ δὲ σύνθετον, πολυμερές· τὸ δὲ ἐκ μερῶν συγκείμενον, δηλονότι ἐκ διαφόρων σύγκει‐ ται μερῶν· τὸ δὲ διάφορον, οὐ ταὐτόν· οὐκοῦν ἡ ψυχὴ ἁπλῆ οὖσα, καὶ μὴ ἐκ διαφόρων συγκειμένη μερῶν, ἀσύνθετος καὶ ἀδιάλυτος οὖσα, διὰ τοῦτο ἄφθαρτος καὶ
10ἀθάνατος ἔσται. Καὶ πάλιν, τὸ ἔκ τινος κινούμενον, οὐκ ἐξ ἑαυτοῦ ἔχον τὸ ζωτικόν, ἀλλ’ ἐκ τοῦ κινοῦντος, τοσοῦτον διαμένοι, ὅσον ὑπὸ ἐνεργούσης αὐτῇ κρατεῖται δυνάμεως. Ἐπειδὰν
δὲ παύσηται τὸ ἐνεργοῦν, διαχεῖται καὶ αὐτό. Τὸ δὲ μὴ ἔκ τι‐226
15νος κινούμενον, ἀλλ’ ἐξ ἑαυτοῦ ἔχον τὴν κίνησιν, ὥσπερ ἡ ψυχὴ αὐτοκίνητός ἐστιν, οὐδέποτε τοῦ εἶναι διαλείπει· ἀκολουθεῖ γὰρ τῷ αὐτοκινήτῳ τὸ ἀεικίνητον εἶναι. Τὸ δὲ ἀεικίνητον ἄπαυστον ἔσται· τὸ δὲ ἄπαυστον, ἀτελεύτητον· τὸ δὲ ἀτελεύτητον, ἄφθαρτον· τὸ δὲ ἄφθαρτον, ἀθάνατον.
20Εἰ τοίνυν ἡ ψυχὴ αὐτοκίνητός ἐστιν, ὡς ἀνωτέρω ἀπε‐ δείχθη, ἔσται ἄφθαρτος, κατὰ τὸν προτεθέντα συλλο‐ γισμόν. Καὶ πάλιν, εἰ πᾶν τὸ φθειρόμενον ὑπὸ τῆς ἰδίας κακίας φθείρεται, τὸ ὑπὸ ἰδίας κακίας μὴ φθειρόμε‐
25νον, ἄφθαρτον ἔσται· τὸ γὰρ κακόν, τῷ καλῷ ἐναντίον· διὸ καὶ φθαρτικὸν ἔσται αὐτοῦ. οὐδὲν γὰρ ἕτερον ἔσται σώματος κακία, ἢ πάθη καὶ νόσος καὶ θάνατος ὥσπερ ἀρετή, κάλλος, ζωή, ὑγιεία, εὐεξία. Εἰ τοίνυν ἡ ψυχὴ ὑπὸ τῆς ἰδίας κακίας οὐ φθείρεται· κακία δὲ ψυχῆς δει‐
30λία, ἀκολασία, φθόνος καὶ τὰ παραπλήσια· ταῦτα δὲ πάντα οὐκ ἀφαιρεῖται αὐτῆς τὸ ζῇν καὶ τὸ κινεῖσθαι, ἀθάνατος ἄρα ἔσται.

7

(t)

Εἰ λογικὴ ἡ ψυχή.
1 Ὅτι δὲ λογικὴ ἡμῶν ἡ ψυχή, ἐκ πολλῶν ἄν τις δείξειε· καὶ πρῶτον μὲν ἐκ τοῦ τὰς τέχνας, χρησίμους οὔσας τῷ βίῳ, ταύτην αὐτὰς εὑρηκέναι. Οὐδὲ γὰρ ἁπλῶς καὶ ὡς ἔτυχεν εἴποι τις ἂν συνεστάναι τὰς τέχνας, ἐπεὶ μηδ’ ἀρχὰς
5καὶ ἀνωφελεῖς τῷ βίῳ ἀποδείξει. Εἰ τοίνυν αἱ τέχναι συν‐ τελοῦσι πρὸς τὸ χρήσιμον τῷ βίῳ· τὸ δὲ χρήσιμον ἐπαι‐ νετόν· τὸ δὲ ἐπαινετόν, λόγῳ κατασκευαστόν· ψυχῆς δὲ
εὕρημα αὗται· λογικὴ ἄρα ἡμῶν ἡ ψυχή. Ἔπειτα ἐκ τοῦ τὰς αἰσθήσεις ἡμῶν 〈οὐχ〉 ἱκανὰς εἶναι228
10πρὸς τὴν τῶν πραγμάτων κατάληψιν, λογικὴ ἡμῶν ἡ ψυχὴ ἀποδείκνυται. Οὐδὲ γὰρ ἀρκούμεθα πρὸς εἴδησιν τῶν ὄντων τῇ τῆς αἰσθήσεως προσβολῇ, ἐπεὶ μηδὲ ἀπατᾶσθαι περὶ αὐτὰ θέλομεν. Αὐτίκα γοῦν τὰ τῷ σχήματι ἴσα καὶ τῇ χροιᾷ ὅμοια, διῃρημένα ταῖς φύσεσιν, ἡ αἴσθησις ἄλογος οὖσα δια‐
15κρῖναι ἀσθενεῖ. Εἰ τοίνυν αἱ αἰσθήσεις ἄλογοι οὖσαι ψευδῆ ἡμῖν φαντασίαν τῶν ὄντων ἐμποιοῦσι, λογιστέον ἡμῖν, εἰ καταληπτὰ τὰ ὄντα ὡς ἀληθῶς, ἢ μὴ καταληπτά· καὶ εἰ μὲν καταληπτά, ἑτέρα ἔσται δύναμις, καὶ κρείττων παρὰ τὰς αἰσθήσεις ἡ τούτων ἀφικομένη. Εἰ δὲ μὴ καταλαμβά‐
20νεται, οὐδὲ ἔσται ἡμῖν τὸ ἑτέρως παρ’ ὅ ἐστι θεωρούμενα. Ὅτι δὲ καταληπτά ἐστι τὰ πράγματα, δῆλον ἐξ οὗ οἰκείως ἑκάστῳ πρὸς τὸ χρήσιμον χρώμεθα, καὶ πάλιν μετασκευάζο‐ μεν εἰς ὃ θέλομεν. Οὐκοῦν εἰ τὰ ὄντα ἡμῖν καταληπτὰ ἐδείχθη, αἱ δὲ αἰσθήσεις ἄλογοι οὖσαι ψευδῶς δοξάζουσι,
25νοῦς ἔσται ὁ πάντα διακρίνων, καὶ ὡς ἔστιν ἀληθῶς τὰ πάντα ἐπιγιγνώσκων. Νοῦς δέ, ψυχῆς τὸ λογικὸν μέρος· λογικὴ ἄρα ἡ ψυχ. Ἔτι, οὐδὲν ὃ μὴ πρότερον ἐν ἑαυτοῖς διεγράψαμεν, εἰς ἔργον ἐκφέρομεν. Τοῦτο δὲ οὐδὲν ἕτερόν ἐστιν ἢ ψυχῆς ἀξίωμα. Νοῦς γὰρ οὐκ ἔξω‐
30θεν αὐτῇ προσγίνεται, ἢ τῶν ὄντων ἡ εἴδησις· ἀλλ’ αὐτὴ ὥσπερ ταῖς ἐξ αὐτῆς ἐπινοίαις τὰ ὄντα κοσμεῖ. Διὰ τοῦτο ἐν αὐτῇ προαναζωγραφεῖ πρότερον τὸ πρᾶγμα εἶθ’ οὕ‐ τως εἰς ἔργον ἐκφέρει. Ἀξίωμα δὲ ψυχῆς οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ μετὰ λόγου πάντα ποιεῖν. Ταύτῃ γὰρ δια‐
35φέρειν καὶ τῶν αἰσθήσεων ἐδείχθη· λογικὴ ἄρα ἡ ψυχ.230

8

(t)

[Τί ψυχή.
1 Οὐσία ἀσώματος, νοερά, ἐν σώματι πολιτευομένη, ζωῆς παραιτία.

9

(t)

Τί δὲ νοῦς.
1 Ψυχῆς τὸ καθαρώτατον καὶ λογικόν, εἰς θεωρίαν τῶν ὄντων καὶ προκατειλημμένων.

10

(t)

Τί φρένες.
1 Ἐνέργειαι ψυχῆς πρός τι τῶν ὄντων ἀκολούθως φερό‐ μεναι.

11

(t)

Τί τρόπος.
1Ἕξις ψυχῆς ἐξ ἔθους πεπορισμένη.

12

(t)

Τί αἴσθησις.
1 Ὄργανον ψυχῆς, δύναμις 〈δι’〉 αἰσθητηρίων τῶν ἔξωθεν ἀντιληπτική.

13

(t)

Τί πνεῦμα.
1Οὐσία ἀσχημάτιστος, πάσης κινήσεως προηγουμένη.

2t

Τέλος τοῦ μακαρίου Μαξίμου μοναχοῦ περὶ ψυχῆς.]232