TLG 2892 111 :: MAXIMUS CONFESSOR :: Expositio orationis dominicae MAXIMUS CONFESSOR Theol., Protosecretarius, vel Maximus Homologetes Expositio orationis dominicae Dup. 2892 006. Citation: (Line) | ||
1t | Τοῦ αὐτοῦ εἰς τὴν προσευχὴν τοῦ Πάτερ | |
---|---|---|
2t | ἡμῶν πρός τινα φιλόχριστον ἑρμηνεία σύντομος. | |
3 | Αὐτὸν ἐδεξάμην τὸν θεοφύλακτόν μου δεσπότην, διὰ τῶν αὐτοῦ πανευφήμων γραμμάτων παραγενόμενον, τὸν | |
5 | ἀεὶ μὲν παρόντα καὶ ἀπεῖναι τῷ πνεύματι παντελῶς οὐ δυνάμενον, ὅμως δὲ δι’ ἀρετῆς περιουσίαν θεομιμήτως συγγίνεσθαι τοῖς αὐτοῦ δούλοις καὶ δι’ ἧς ὁ θεὸς δέδωκε τῇ φύσει προφάσεως, οὐκ ἀπαναινόμενον. Διὸ θαυμάσας αὐτοῦ τὸ μέγεθος τῆς συγκαταβάσεως, πόθῳ σύγκρατον | |
10 | τὸν πρὸς αὐτὸν φόβον ἐποιησάμην καὶ μίαν ἐξ ἀμφο‐ τέρων, φόβου τε καὶ πόθου, ἀγάπην ἐνεστησάμην, δι’ αἰδοῦς καὶ εὐνοίας συνισταμένην, ἵνα μήτε μῖσος ὁ φόβος γένηται, τοῦ πόθου γυμνούμενος, μήτε καταφρόνησις ὁ πόθος, τὸν σώφρονα φόβον συνημμένον οὐκ ἔχων, ἀλλὰ | |
15 | νόμος ἡ ἀγάπη τυγχάνουσα δειχθῇ στοργῆς ἐνδιάθετος, ἅπαν τὸ κατὰ φύσιν συγγενὲς οἰκειούμενος, δι’ εὐνοίας | |
μὲν τὸ μῖσος χειρούμενος, δι’ αἰδοῦς δὲ πόρρω ποιούμε‐ νος τὴν καταφρόνησιν· ὃν δὴ μάλιστα πάντων, φημὶ δὲ τὸν φόβον, τῆς θείας ἀγάπης συστατικὸν ἐπιγνοὺς | 27 | |
20 | Δαυῒδ ὁ μακάριος φησίν· Ὁ φόβος κυρίου ἁγνός, διαμέ‐ νων εἰς αἰῶνα αἰῶνος, ἕτερον δηλαδὴ τοῦτον εἰδὼς παρὰ τὸν ἐπ’ ἐγκλήμασι δέει τιμωρίας συνιστάμενον φόβον, εἴπερ ὁ μὲν ἔξω γίνεται, τῇ παρουσίᾳ τῆς ἀγάπης παν‐ τελῶς ἀφανιζόμενος, ὥς που τοῖς ἑαυτοῦ λόγοις ὁ μέ‐ | |
25 | γας εὐαγγελιστὴς Ἰωάννης δείκνυται φάσκων· Ἡ ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὁ δὲ τὸν τῆς ἀληθοῦς στοργῆς φυσικῶς χαρακτηρίζει νόμον, αἰδοῖ συντηρῶν εἰς αἰῶνας τοῖς ἁγίοις πρός τε θεὸν καὶ ἀλλήλους τὸν τῆς ἀγάπης θεσμόν τε καὶ τρόπον παντελῶς ἀδιάφθορον. | |
30 | Πόθῳ γοῦν, ὡς ἔφην, κἀγὼ κεράσας τὸν φόβον πρὸς τὸν ἐμὸν δεσπότην, τοῦτον τῆς ἀγάπης συνεστησάμην τὸν νόμον μέχρι τῆς σήμερον, αἰδοῖ μὲν τοῦ γράφειν εἰρ‐ γόμενος, ἵνα μὴ λάβῃ χώραν ἡ καταφρόνησις, εὐνοίᾳ δὲ πρὸς τὸ γράφειν ὠθούμενος, ἵνα μὴ νομισθῇ μῖσος ἡ τε‐ | |
35 | λεία τοῦ γράφειν παραίτησις. Γράφω δέ, τοῦτο πράττειν κελευόμενος, οὐχ’ ὅσα λογίζομαι—λογισμοὶ γὰρ ἀνθρώ‐ πων δειλοὶ κατὰ τὴν Γραφήν—, ἀλλ’ ὅσα βούλεται θεὸς καὶ χάριτι πρὸς τὴν τοῦ συμφέροντος γένεσιν ἐπιδίδω‐ | |
σιν· Ἡ γὰρ βουλὴ τοῦ κυρίου φησὶν ὁ Δαυῒδ εἰς τὸν | 28 | |
40 | αἰῶνα μένει· λογισμοὶ τῆς καρδίας αὐτοῦ, εἰς γενεὰν καὶ γενεάν, βουλὴν μὲν τυχὸν φήσας τοῦ θεοῦ καὶ Πα‐ τρὸς τὴν ἐπὶ θεώσει τῆς ἡμετέρας φύσεως ἀπόρρητον κέ‐ νωσιν τοῦ μονογενοῦς Υἱοῦ, καθ’ ἣν ἔχει πάντων τῶν αἰώ‐ νων τὸ πέρας περιγραφόμενον, λογισμοὺς δὲ τῆς καρδίας | |
45 | αὐτοῦ τοὺς τῆς προνοίας καὶ τῆς κρίσεως λόγους, καθ’ οὓς τήν τε παροῦσαν ἡμῶν ζωὴν καὶ τὴν μέλλουσαν ὥσπέρ τινας γενεὰς διαφόρους σοφῶς διεξάγει, κα‐ ταλλήλως ἑκάστῃ τὸν πρέποντα τρόπον τῆς ἐνεργείας προσνέμων. | |
(50) | Εἰ δὲ θείας ὑπάρχει βουλῆς ἔργον ἡ τῆς ἡμετέρας φύσεως θέωσις καὶ τῶν θείων λογισμῶν ἐστι σκοπὸς ἡ πρὸς τὸ πέρας διεξαγωγὴ τῶν ζητουμένων τῆς ἡμε‐ τέρας ζωῆς, ἄρα συμφέρει τῆς τοῦ κυρίου προσευχῆς γνῶναί τε καὶ πρᾶξαι καὶ οὕτω δεόντως γράψαι τὴν | |
55 | δύναμιν, ἐπειδὴ μάλιστα ταύτης καὶ ὁ ἐμὸς δεσπότης, πρὸς ἐμὲ τὸν αὐτοῦ δοῦλον γράφων, θεόθεν κινηθεὶς | |
ἐπεμνήσθη τῆς προσευχῆς· ἣν καὶ τῶν ἐμῶν ἀναγκαίως ὑπόθεσιν λόγων ποιούμενος, αἰτοῦμαι τὸν ταύτης διδά‐ σκαλον τῆς προσευχῆς κύριον διανοῖξαί μου τὸν νοῦν | 29 | |
60 | πρὸς κατανόησιν τῶν ἐν αὐτῇ μυστηρίων καὶ δοῦναι σύμμετρον λόγον πρὸς τὴν τῶν νοουμένων σαφήνειαν. Ὅλον γὰρ ἔχει κατὰ περιγραφὴν τὸν ἐν τοῖς εἰρη‐ μένοις σκοπόν, μυστικῶς κεκρυμμένον ἤ, τό γε κυριώ‐ τερον εἰπεῖν, τοῖς ἐρρωμένοις τὸν νοῦν ἐμφανῶς κηρυτ‐ | |
65 | τόμενον· πάντων γὰρ ὧν διὰ σαρκὸς γέγονεν αὐτουργὸς κενωθεὶς ὁ τοῦ θεοῦ Λόγος, αἴτησιν ἔχει τῆς προσευχῆς ὁ λόγος, διδάσκων ἐκείνων μεταποιεῖσθαι τῶν ἀγαθῶν, ὧν μόνος ὁ θεὸς καὶ Πατὴρ δι’ Υἱοῦ, φυσικῶς μεσι‐ τεύοντος ἐν ἁγίῳ Πνεύματι, κατ’ ἀλήθειαν ἐστὶ χορηγός, | |
70 | εἴπερ μεσίτης θεοῦ καὶ ἀνθρώπων κατὰ τὸν θεῖον ἀπό‐ στολον ὁ κύριος ἐστὶν Ἰησοῦς, τοῖς μὲν ἀνθρώποις διὰ σαρκὸς ἐμφανῆ ποιῶν ἀγνοούμενον τὸν Πατέρα, τῷ δὲ Πατρὶ διὰ Πνεύματος ἐν ἑαυτῷ τοὺς ἀνθρώπους καταλ‐ λαγέντας προσάγων· ὑπὲρ ὧν καὶ δι’ οὓς ἀτρέπτως γε‐ | |
75 | νόμενος ἄνθρωπος, πολλῶν, ὅσων οὐδέπω μέτρῳ περι‐ λαβεῖν τό τε πλῆθος καὶ μέγεθος δεδύνηται λόγος, καινῶν μυστηρίων αὐτουργὸς γίνεται καὶ διδάσκαλος· ὧν ἑ‐ πτὰ τὸν ἀριθμόν, γενικώτερα τῶν λοιπῶν, κατ’ ἐξαί‐ | |
ρετον φιλοτιμίαν πέφανται τοῖς ἀνθρώποις δεδωρημέ‐ | 30 | |
80 | νος, ὧν μυστικῶς περιέχει τὴν δύναμιν, ὡς ἔφην, τῆς προσευχῆς ὁ σκοπός, θεολογίαν, υἱοθεσίαν ἐν χάριτι, ἰσο‐ τιμίαν τὴν πρὸς ἀγγέλους, ἀϊδίου ζωῆς μετοχήν, φύ‐ σεως ἀπαθῶς πρὸς ἑαυτὴν νευούσης ἀποκατάστασιν, τοῦ νόμου τῆς ἁμαρτίας κατάλυσιν καὶ τῆς τοῦ κρατή‐ | |
85 | σαντος ἡμῶν δι’ ἀπάτης πονηροῦ τυραννίδος καθαίρεσιν. Καὶ σκοπῶμεν τὴν τῶν λεχθέντων ἀλήθειαν. Θεολογίαν μὲν γὰρ διδάσκει σαρκούμενος ὁ τοῦ θεοῦ Λόγος, ὡς ἐν ἑαυτῷ δεικνὺς τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὸ ἅγιον· ὅλος γὰρ ἦν ὁ Πατὴρ καὶ ὅλον τὸ Πνεῦμα | |
90 | τὸ ἅγιον οὐσιωδῶς ἐν ὅλῳ τελείως τῷ Υἱῷ καὶ σαρ‐ κουμένῳ, οὐ σαρκούμενοι, ἀλλ’ ὁ μὲν εὐδοκῶν, τὸ δὲ συνεργοῦν αὐτουργοῦντι τῷ Υἱῷ τὴν σάρκωσιν, εἴπερ ἔννους ὁ Λόγος διέμεινε καὶ ζῶν καὶ μηδενὶ τὸ παράπαν ἄλλῳ κατ’ οὐσίαν χωρούμενος ἢ μόνῳ τῷ Πατρὶ καὶ | 31 |
95 | τῷ Πνεύματι, καὶ πρὸς τὴν σάρκα διὰ φιλανθρωπίαν τὴν καθ’ ὑπόστασιν ποιησάμενος ἕνωσιν. Υἱοθεσίαν δὲ δίδωσι, τὴν ὑπὲρ φύσιν ἄνωθεν διὰ Πνεύματος ἐν χάριτι δωρούμενος γέννησιν, ἧς σὺν θεῷ φυλακή τε καὶ τήρησις ἐστὶν ἡ τῶν γεννωμένων | |
(100) | προαίρεσις, διαθέσει γνησίᾳ τὴν δοθεῖσαν στέργουσα χάριν καὶ τῇ πράξει τῶν ἐντολῶν ἐπιμελῶς τὸ κατὰ | |
χάριν δοθὲν ὡραΐζουσα κάλλος καὶ τοσοῦτον τῇ κενώσει τῶν παθῶν μεταποιουμένη θεότητος, ὅσον ὁ τοῦ θεοῦ Λόγος, τῆς οἰκείας ἀκραιφνοῦς δόξης οἰκονομικῶς ἑαυτὸν | 32 | |
105 | κατὰ θέλησιν κενώσας, γενόμενος ἀληθῶς κεχρημάτικεν ἄνθρωπος. Ἰσοτίμους δὲ τοῖς ἀγγέλοις τοὺς ἀνθρώπους πεποίηκεν, οὐ καθότι μόνον, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς | |
110 | γῆς, καὶ καταργήσας τὰς πληρούσας τὸν μέσον οὐρανοῦ καὶ γῆς τόπον ἀντικειμένας δυνάμεις, μίαν πρὸς τὴν τῶν θείων δώρων διανομὴν τῶν ἐπιγείων καὶ οὐρανίων δυνάμεων ἀπέδειξεν οὖσαν πανήγυριν, τῆς ἀνθρωπίνης φύσεως ἐν ἀγαλλιάσει κατὰ τὸ ἓν καὶ τὸ αὐτὸ θέλημα | |
115 | ταῖς ἄνω δυνάμεσι τὴν δόξαν τοῦ θεοῦ συνεπηχούσης, ἀλλ’ ὅτι καὶ μετὰ τὴν πλήρωσιν τῆς ὑπὲρ ἡμῶν οἰκο‐ νομίας, μετὰ τοῦ προσληφθέντος ἀναληφθεὶς σώματος, οὐρανὸν καὶ γῆν ἥνωσε δι’ ἑαυτοῦ καὶ τοῖς νοητοῖς συνῆψε τὰ αἰσθητὰ καὶ μίαν ἀνέδειξε τὴν κτιστὴν φύσιν, | |
120 | ταῖς τῶν ἑαυτῆς ἀκρότησι μερῶν κατ’ ἀρετήν τε καὶ τῆς πρώτης αἰτίας ἐπίγνωσιν πρὸς ἑαυτὴν συνδεομένην, δει‐ | |
κνύς, οἶμαι, δι’ ὧν ἐπετέλει μυστικῶς, ὡς ὁ μὲν λόγος ἐστὶ τῶν διεστώτων ἕνωσις, ἡ δὲ ἀλογία, τῶν ἡνωμέ‐ νων διαίρεσις. Καὶ μάθωμεν λόγου μεταποιεῖσθαι διὰ τῆς | 33 | |
125 | πράξεως, ἵνα μὴ μόνον ἀγγέλοις κατ’ ἀρετήν, ἀλλὰ καὶ θεῷ γνωστικῶς κατὰ τὴν τῶν ὄντων ἑνωθῶμεν ἀφαί‐ ρεσιν. Ζωῆς δὲ θείας ποιεῖται μετάδοσιν, ἐδώδιμον ἑαυτὸν ἐργαζόμενος, ὡς οἶδεν αὐτὸς καὶ οἱ παρ’ αὐτοῦ τοιαύτην | |
130 | αἴσθησιν νοερὰν εἰληφότες, ὥστε τῇ γεύσει ταύτης τῆς βρώσεως εἰδέναι κατ’ ἐπίγνωσιν ἀληθῶς ὅτι χρηστὸς ὁ κύριος, ποιότητι θείᾳ πρὸς θέωσιν μετακιρνῶν τοὺς ἐσθί‐ οντας, οἷα δὴ σαφῶς ζωῆς καὶ δυνάμεως ἄρτος καὶ ὢν καὶ καλούμενος. | |
135 | Τὴν φύσιν δὲ πρὸς ἑαυτὴν ἀποκαθίστησιν, οὐ καθότι μόνον, γενόμενος ἄνθρωπος, ἀπαθῆ τὴν γνώμην πρὸς τὴν φύσιν ἐτήρησε καὶ ἀστασίαστον, μηδὲ πρὸς αὐτοὺς τοὺς σταυρώσαντας τῆς κατὰ φύσιν οἰκείας σαλευομένην τὸ σύνολον βάσεως, τοὐναντίον δὲ μᾶλλον αἱρουμένην | |
140 | ἀντὶ ζωῆς τὸν ὑπὲρ αὐτῶν θάνατον, καθὸ καὶ τὸ τοῦ πάθους ἑκούσιον δείκνυται, τῇ τοῦ πάσχοντος φι‐ λανθρώπῳ διαθέσει κυρούμενον, ἀλλ’ ὅτι καὶ τὴν ἔχθραν κατήργησε, προσηλώσας τῷ σταυρῷ τὸ τῆς ἁμαρτίας χειρόγραφον, δι’ ὃ πρὸς ἑαυτὴν ἀσπόνδως εἶχεν ἡ φύσις | 34 |
145 | τὸν πόλεμον, καὶ τοὺς μακρὰν καὶ τοὺς ἐγγὺς καλέσας, τοὺς ὑπὸ νόμον δηλαδὴ καὶ τοὺς ἔξω νόμου, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὸν νόμον δηλονότι τῶν ἐντολῶν σαφηνίσας ἐν δόγμασι, τοὺς δύο ἔκτισεν εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην καὶ ἀποκαταλ‐ | |
(150) | λάσσων ἡμᾶς δι’ ἑαυτοῦ τῷ Πατρὶ καὶ ἀλλήλοις, οὐκ ἔ‐ χοντας ἔτι τὴν γνώμην ἀνθισταμένην τῷ λόγῳ τῆς φύ‐ σεως, ἀλλ’ ὥσπερ τὴν φύσιν, οὕτω καὶ τὴν γνώμην ὄντας ἀναλλοιώτους. Καθαρὰν δὲ τοῦ νόμου τῆς ἁμαρτίας τὴν φύσιν κα‐ | |
155 | θίστησιν, ἡδονὴν προκαθηγεῖσθαι τῆς δι’ ἡμᾶς αὐτοῦ μὴ συγχωρήσας σαρκώσεως· ἄσπορος γὰρ γέγονε παρα‐ δόξως ἡ σύλληψις, καὶ ἄφθορος ὑπὲρ φύσιν ἡ γέννησις, ἐπισφίγγοντος δηλαδὴ τοῦ τεχθέντος θεοῦ τῇ μητρὶ πλέον τῆς φύσεως τὰ δεσμὰ τῆς παρθενίας διὰ γεννήσεως καὶ | |
160 | τὴν φύσιν ἅπασαν τῆς τοῦ κρατήσαντος νόμου δυναστείας | |
ἐν τοῖς βουλομένοις ἐλευθεροῦντος, τῇ κατ’ αἴσθησιν νεκρώσει τῶν ἐπὶ γῆς μελῶν τὸν αὐτοῦ μιμουμένοις αὐθαίρετον θάνατον· βουλομένων γάρ, οὐ τυραννουμένων τὸ τῆς σωτηρίας μυστήριον. | 35 | |
165 | Τῆς δὲ τοῦ κρατήσαντος ἡμῶν δι’ ἀπάτης πονηροῦ τυραννίδος ποιεῖται καθαίρεσιν, τὴν σάρκα τὴν νικηθεῖσαν ἐν τῷ Ἀδὰμ ὅπλον κατ’ αὐτοῦ προβαλλόμενος καὶ νικῶν, ἵνα δείξῃ τὴν πρότερον ἁλοῦσαν πρὸς θάνατον ἑλοῦσαν τὸν ἑλόντα καὶ θανάτῳ φυσικῷ τὴν ἐκείνου ζωὴν δια‐ | |
170 | φθείρουσαν καὶ γινομένην αὐτῷ μὲν δηλητήριον, πρὸς τὸ πάντας, οὓς κατέπιεν ἰσχύσας, ὡς ἔχων τοῦ θανάτου τὸ κράτος, ἐμέσαι, ζωὴν δὲ τῷ γένει τῶν ἀνθρώπων, πᾶσαν, ὥσπερ φύραμα, τὴν φύσιν πρὸς ἀνάστασιν ὠθοῦ‐ σαν ζωῆς· ὑπὲρ ἧς μάλιστα, θεὸς ὤν, ὁ Λόγος ἄνθρωπος | |
175 | γίνεται—τὸ ξένον ὄντως πρᾶγμα καὶ ἄκουσμα—καὶ | |
τὸν τῆς σαρκὸς θέλων καταδέχεται θάνατον. Τούτων ἁπάντων, ὡς ἔφην, αἴτησιν ἔχων ὁ τῆς προ‐ σευχῆς εὑρεθήσεται λόγος. Πατέρα γὰρ καὶ Πατρὸς ὄνομα λέγει καὶ βασιλείαν, | 36 | |
180 | καὶ τούτου τοῦ Πατρὸς αὖθις υἱὸν ἐν χάριτι τὸν προ‐ σευχόμενον ὄντα παρίστησιν· ἑνός τε θελήματος τοὺς ἐν οὐρανῷ καὶ γῇ γενέσθαι ζητεῖ· ἄρτον αἰτεῖσθαι προσ‐ τάττει τὸν ἐπιούσιον· καταλλαγὴν τοῖς ἀνθρώποις νο‐ μοθετεῖ καὶ τῷ συγχωρεῖν καὶ συγχωρεῖσθαι τὴν φύσιν | |
185 | πρὸς ἑαυτὴν συνδεῖ, τῇ διαφορᾷ τῆς γνώμης μὴ τε‐ μνομένην· εἴς τε πειρασμὸν εἰσελθεῖν, ὡς νόμον ἁμαρτίας, ἀπεύχεσθαι διδάσκει καὶ ῥυσθῆναι τοῦ πονηροῦ παραινεῖ. Ἔδει γὰρ τὸν αὐτουργὸν καὶ δοτῆρα τῶν ἀγαθῶν εἶναι καὶ διδάσκαλον, οἷα δὴ μαθηταῖς τοῖς πιστεύουσιν εἰς | |
190 | αὐτὸν καὶ μιμουμένοις αὐτοῦ τὴν διὰ σαρκὸς ἀγωγήν, ὑποθήκας ζωῆς ταύτης παρεχόμενον τῆς προσευχῆς τὰ ῥήματα, δι’ ὧν τοὺς ἐν αὐτῷ κατ’ εἶδος ὑφεστῶτας τῆς σοφίας καὶ τῆς γνώσεως ἀποκρύφους ἐμήνυσε θησαυρούς, πρὸς τὴν αὐτῶν ἀπόλαυσιν δηλονότι τῶν αἰτούντων | |
195 | ἐλαύνων τὴν ἔφεσιν. Διὰ τοῦτο προσευχήν, οἶμαι, ταύτην κέκληκε τὴν δι‐ δασκαλίαν ὁ λόγος, ὡς αἴτησιν ἔχουσαν τῶν ἀνθρώποις κατὰ χάριν ἐκ θεοῦ διδομένων δώρων· οὕτω γὰρ οἱ θεόπνευστοι πατέρες ἡμῶν ὁριστικῶς περὶ τῆς προσευχῆς | 37 |
(200) | διεξῆλθον, φήσαντες εἶναι τὴν προσευχὴν αἴτησιν ὧν θεὸς πρεπόντως ἑαυτῷ δωρεῖσθαι πέφυκεν ἀνθρώποις, ὥσπερ καὶ τὴν εὐχὴν ὑπόσχεσιν ἤγουν ἐπαγγελίαν ὧν γνησίως λατρεύοντες θεῷ προσκομίζουσιν ἄνθρωποι, τὴν Γραφὴν μαρτυροῦσαν τῷ οἰκείῳ λόγῳ πολλαχῶς πα‐ | |
205 | ραστήσαντες, ὡς τὸ Εὔξασθε καὶ ἀπόδοτε κυρίῳ τῷ θεῷ ἡμῶν καὶ Ὅσα ηὐξάμην, ἀποδώσω σοι σωτῆρί | |
μου τῷ κυρίῳ περὶ τῆς εὐχῆς εἰρημένον, καὶ αὖθις περὶ προσευχῆς, ὡς τὸ Καὶ προσηύξατο Ἄννα πρὸς κύριον λέγουσα· «Κύριε, Ἀδωναΐ, Ἐλωῒ Σαβαώθ, ἐὰν | 38 | |
210 | εἰσακούων εἰσακούσῃς τῆς δούλης σου καὶ δῷς μοι καρπὸν κοιλίας» καὶ Προσηύξατο Ἐζεκίας βασιλεὺς Ἰούδα καὶ Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης πρὸς κύριον καὶ τὸ Ὅταν ὑμεῖς προσεύχησθε, λέγετε· «Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς» παρὰ τοῦ κυρίου τοῖς μαθηταῖς εἰρη‐ | |
215 | μένον, ὡς εἶναι δύνασθαι τὴν μὲν εὐχὴν ἐντολῶν τήρησιν, κατὰ γνώμην πράξει τοῦ ηὐγμένου κεκυρωμένην, τὴν δὲ προσευχὴν τῆς πρὸς τὰ ῥηθέντα καλὰ τοῦ τετηρηκότος | |
μεταποιήσεως αἴτησιν, ἢ μᾶλλον, τὴν μὲν εὐχὴν ἀρετῆς ἆθλον, ὃ δὴ μάλιστα προσφιλῶς δέχεται θεὸς προσκο‐ | 39 | |
220 | μιζόμενον, τὴν δὲ προσευχὴν ἀρετῆς ἔπαθλον, ὃ δὴ μά‐ λιστα χαίρων θεὸς ἀντιδίδωσιν. Οὐκοῦν, ἐπειδὴ δέδεικται τῶν ὑπὸ τοῦ Λόγου σαρκω‐ θέντος αὐτουργηθέντων ἀγαθῶν αἴτησιν εἶναι τὴν προ‐ σευχήν, αὐτὸν προστησάμενοι τοῦ λόγου τῆς προσευχῆς | |
225 | τὸν διδάσκαλον, θαρροῦντες ἐπέλθωμεν, ἐπιμελῶς ἑκάστου ῥητοῦ γυμνάζοντες, ὡς οἷόν τε, θεωρίᾳ τὴν ἔννοιαν, ὡς αὐτός τε χορηγεῖν συμφερόντως εἴωθεν ὁ Λόγος καὶ χωρεῖν δίδωσι τῆς τοῦ λέγοντος διανοίας τὴν δύ‐ ναμιν· | |
230 | Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου. Εὐθὺς καθηκόντως θεολογίας ἐν τούτοις ἀπάρξασθαι | |
διδάσκει τοὺς προσευχομένους ὁ κύριος καὶ τὴν πῶς ὕπαρξιν τῆς τῶν ὄντων ποιητικῆς αἰτίας μυσταγωγεῖ, | 40 | |
235 | κατ’ οὐσίαν τῶν ὄντων αἴτιος ὤν· Πατρὸς γὰρ καὶ ὀνόματος Πατρὸς καὶ βασιλείας Πατρὸς δήλωσιν ἔχει τῆς προσευχῆς τὰ ῥητά, ἵν’ ἀπ’ αὐτῆς διδαχθῶμεν τῆς ἀρχῆς τὴν μοναδικὴν σέβειν τριάδα ἐπικαλεῖσθαί τε καὶ προσκυνεῖν· ὄνομα γὰρ τοῦ θεοῦ καὶ Πατρὸς οὐσιωδῶς | |
240 | ὑφεστώς ἐστιν ὁ μονογενὴς Υἱὸς καὶ βασιλεία τοῦ θεοῦ καὶ Πατρὸς οὐσιωδῶς ἐστιν ὑφεστῶσα τὸ Πνεῦμα τὸ ἅγιον—ὃ γὰρ ἐνταῦθα Ματθαῖος φησὶ βασιλείαν, ἀλ‐ λαχοῦ τῶν εὐαγγελιστῶν ἕτερος Πνεῦμα κέκληκεν ἅγιον, φάσκων· Ἐλθέτω σου τὸ Πνεῦμα τὸ ἅγιον καὶ καθα‐ | |
245 | ρισάτω ἡμᾶς—· οὐ γὰρ ἐπίκτητον ὁ Πατὴρ ἔχει τὸ ὄνομα, οὔτε μὴν ὡς ἀξίαν ἐπιθεωρουμένην αὐτῷ νοοῦμεν τὴν βασιλείαν· οὐκ ἦρκται γὰρ τοῦ εἶναι, ἵνα καὶ τοῦ πατὴρ ἢ βασιλεὺς εἶναι ἄρξηται, ἀλλ’ ἀεὶ ὤν, ἀεὶ καὶ πατήρ ἐστι καὶ βασιλεύς, μήτε τοῦ εἶναι, μήτε τοῦ πατὴρ | |
(250) | ἢ βασιλεὺς εἶναι τὸ παράπαν ἠργμένος. Εἰ δὲ ἀεὶ ὤν, ἀεὶ καὶ πατήρ ἐστι καὶ βασιλεύς, ἀεὶ ἄρα καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον οὐσιωδῶς τῷ Πατρὶ συνυ‐ φεστήκασιν, ἐξ αὐτοῦ τὲ ὄντα καὶ ἐν αὐτῷ φυσικῶς ὑπὲρ αἰτίαν καὶ λόγον, ἀλλ’ οὐ μετ’ αὐτὸν γενόμενα | 41 |
255 | δι’ αἰτίαν ὕστερον· ἡ γὰρ σχέσις συνενδείξεως κέκτηται δύναμιν, τὰ ὧν ἐστί τε καὶ λέγεται σχέσις, μετ’ ἄλληλα θεωρεῖσθαι μὴ συγχωροῦσα. Ταύτης οὖν ἀπαρχόμενοι τῆς προσευχῆς, γεραίρειν ἐνα‐ γόμεθα τὴν ὁμοούσιόν τε καὶ ὑπερούσιον τριάδα ὡς | |
260 | ποιητικὴν αἰτίαν τῆς ἡμετέρας γενέσεως· πρὸς δέ, καὶ τὴν εἰς ἡμᾶς ἐξαγγέλλειν διδασκόμεθα χάριν τῆς υἱο‐ θεσίας, τὸν φύσει δημιουργὸν χάριτι πατέρα καλεῖν ἀξιού‐ μενοι, ἵνα τοῦ κατὰ χάριν γεννήτορος αἰδεσθέντες τὴν προσηγορίαν, ἐν τῷ βίῳ τοὺς χαρακτῆρας ἐπισημαίνειν | |
265 | σπουδάζωμεν τοῦ γεννήσαντος, ἁγιάζοντες αὐτοῦ ἐπὶ γῆς τὸ ὄνομα καὶ πατρώζοντες, καὶ τέκνα διὰ τῶν πραγμάτων δεικνύμενοι καὶ τὸν ταύτης αὐτουργὸν τῆς υἱοθεσίας φυσικὸν τοῦ Πατρὸς Υἱόν, δι’ ὧν νοοῦμεν ἢ πράττομεν, μεγαλύνοντες. | |
270 | Ἁγιάζομεν δὲ τοῦ ἐν οὐρανοῖς κατὰ χάριν Πατρὸς τὸ ὄνομα, τὴν πρόσυλον δηλαδὴ νεκροῦντες ἐπιθυμίαν καὶ φθοροποιῶν ἐκκαθαιρόμενοι παθῶν, εἴπερ ἁγιασμός ἐστιν ἡ κατ’ αἴσθησιν τῆς ἐπιθυμίας παντελὴς ἀκινησία καὶ νέκρωσις· ἐν ᾗ γενόμενοι, τὰς ἀπρεπεῖς τοῦ θυμοῦ | 42 |
275 | κατευνάζομεν ὑλακάς, οὐκ ἔχοντες ἔτι διεγείρουσαν αὐτὸν καὶ τῶν οἰκείων ἡδονῶν ὑπεραγωνίζεσθαι πείθουσαν τὴν ἐπιθυμίαν, ἤδη τῇ κατὰ τὸν λόγον ἁγιότητι νεκρωθεῖσαν· κατὰ φύσιν γὰρ τῆς ἐπιθυμίας ὑπάρχων ἔκδικος, ὁ θυμὸς τοῦ μαίνεσθαι παύεσθαι πέφυκεν, ὁπηνίκα ταύτην ἴδῃ | |
280 | νενεκρωμένην. Εἰκότως οὖν τῇ τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας ἀποβολῇ τὸ τῆς βασιλείας τοῦ θεοῦ καὶ Πατρὸς κατὰ τὴν προσευχὴν ἐπιγίνεται κράτος τοῖς μετὰ τὴν τούτων ἀπόθεσιν λέγειν ἀξιουμένοις· Ἐλθέτω ἡ βασιλεία σου, | |
285 | τουτέστι τὸ Πνεῦμα τὸ ἅγιον, ἤδη τῷ τῆς πραότητος | |
λόγῳ τε καὶ τρόπῳ ναοποιηθεῖσι τῷ θεῷ διὰ τοῦ Πνεύματος· Ἐπὶ τίνα γάρ φησι καταπαύσω, ἀλλ’ ἢ ἐπὶ τὸν πρᾶον καὶ ταπεινὸν καὶ τρέμοντά μου τοὺς λόγους;, ὡς ἐντεῦθεν εἶναι δῆλον ὅτι τῶν ταπεινῶν καὶ πραέων | 43 | |
290 | ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ καὶ Πατρός· Μακάριοι γάρ φησιν οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Γῆν ταύτην τὴν κατὰ φύσιν μέσην τοῦ παντὸς ἀπολα‐ βοῦσαν θέσιν ὁ θεὸς οὐκ ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτὸν κληρονομίαν, εἴπερ ἀληθεύει φάσκων· Ὅταν γὰρ | |
295 | ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν, οὔτε γαμίζονται, ἀλλ’ εἰσὶν ὡς ἄγγελοι ἐν τοῖς οὐρανοῖς καὶ Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοι‐ μασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου καὶ ἀλλαχοῦ πάλιν ἑτέρῳ, μετ’ εὐνοίας δουλεύσαντι· Εἴσελθε | |
(300) | εἰς τὴν χαρὰν τοῦ κυρίου σου καὶ μετ’ αὐτὸν ὁ θεῖος ἀπόστολος· Σαλπίσει γὰρ καὶ οἱ νεκροὶ ἐν Χριστῷ πρῶτον ἐγερθήσονται ἄφθαρτοι· ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀέρα εἰς ἀπάντησιν τοῦ κυρίου καὶ οὕτως | |
305 | πάντοτε σὺν κυρίῳ ἐσόμεθα. Τούτων οὕτως ἐπηγγελ‐ | |
μένων τοῖς ἀγαπῶσι τὸν κύριον, τίς, μόνῳ τῷ ῥητῷ τῆς Γραφῆς προσηλώσας τὸν νοῦν, τὸν οὐρανὸν καὶ τὴν ἡτοιμασμένην ἀπὸ καταβολῆς κόσμου βασιλείαν καὶ τὴν τοῦ κυρίου μυστικῶς ἀποκεκρυμμένην χαρὰν καὶ τὴν | 44 | |
310 | διηνεκῆ καὶ παντελῶς ἀδιάστατον σὺν κυρίῳ τῶν ἀξίων μονήν τε καὶ ἵδρυσιν ταυτόν ποτ’ ἂν τῇ γῇ φήσειε, λόγῳ κινούμενος καὶ λόγου θεραπευτὴς εἶναι ποθῶν; Ἀλλὰ νῦν γῆν φάσκειν οἶμαι τὸν λόγον, τὴν παγίαν καὶ παντελῶς ἀμετάθετον ἀπὸ τοῦ καλοῦ τῆς τῶν πραέων | |
315 | ἀτρεψίας ἕξιν καὶ δύναμιν, ὡς ἀεὶ σὺν κυρίῳ ὑπάρ‐ χουσαν, καὶ χαρὰν ἀνέκλειπτον ἔχουσαν, καὶ βασιλείας ἀνέκαθεν ἡτοιμασμένης ἐπειλημμένην, καὶ τῆς ἐν οὐρα‐ νῷ στάσεώς τε καὶ τάξεως ἠξιωμένην, οἷα δὴ γῆν τινα μέσην τοῦ παντὸς θέσιν ἀπολαβοῦσαν, τῆς ἀρετῆς τὸν | |
320 | λόγον· καθ’ ὃν μέσος εὐφημίας καὶ δυσφημίας ὑπάρχων ὁ πρᾶος ἀπαθὴς διαμένει, μήτε ταῖς εὐφημίαις φυσώ‐ μενος, μήτε ταῖς δυσφημίαις στεγνούμενος· ὧν γὰρ ὁ λό‐ γος ὑπάρχει κατὰ φύσιν ἐλεύθερος, ἀποστήσας τὴν ἔφεσιν, τούτων διοχλούντων ταῖς προσβολαῖς οὐκ αἰ‐ | 45 |
325 | σθάνεται, καταπαύσας ἑαυτὸν τῆς περὶ ταῦτα ζάλης καὶ πρὸς τὴν θείαν καὶ ἄπρατον ἐλευθερίαν ὅλην τῆς ψυχῆς μεθορμήσας τὴν δύναμιν· ἧς τοῖς ἑαυτοῦ μαθηταῖς ὁ κύριος μεταδοῦναι ποθῶν, Ἄρατε φησὶ τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς | |
330 | τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν, ἀνάπαυσιν λέγων τὸ τῆς θείας βασιλείας κράτος, ὡς πάσης ἀπηλλαγμένην δουλείας τοῖς ἀξίοις ἐμποιοῦν δε‐ σποτείαν. Εἰ δὲ τοῖς ταπεινοῖς καὶ πράοις τὸ ἀκαθαίρετον τῆς | |
335 | ἀκηράτου βασιλείας δίδοται κράτος, τίς οὕτως ἀνέραστος καὶ πάντη τῶν θείων ἀνόρεκτος ἀγαθῶν, ὡς μὴ κατ’ ἄκρον ἐφίεσθαι ταπεινώσεως καὶ πραότητος, ἵνα γένηται τῆς | |
θείας χαρακτὴρ βασιλείας, ὡς ἐφικτόν ἐστιν ἀνθρώπῳ, φέρων ἐν ἑαυτῷ τοῦ φύσει κατ’ οὐσίαν ὡς ἀληθῶς | 46 | |
340 | μεγάλου βασιλέως Χριστοῦ κατὰ τὴν χάριν ἀπαράλλακτον τὴν ἐν Πνεύματι μόρφωσιν; «Ἐν ᾗ» φησὶν ὁ θεῖος ἀπόστολος, «οὐκ ἔστιν ἄρρεν καὶ θῆλυ», τουτέστι θυμὸς καὶ ἐπιθυμία, ὁ μὲν τυραννικῶς ἐκφέρων τὸν λογισμὸν καὶ τοῦ νόμου τῆς φύσεως ἔξω ποιούμενος τὴν διάνοιαν, | |
345 | ἡ δὲ τῆς μιᾶς καὶ μόνης ἐφετῆς τε καὶ ἀπαθοῦς αἰτίας καὶ φύσεως ποιουμένη τὰ μετ’ αὐτὴν ἐρασμιώτερα, καὶ διὰ τοῦτο τὴν σάρκα προτιμοτέραν τιθεμένη τοῦ Πνεύ‐ ματος, καὶ τῆς τῶν νοουμένων δόξης τε καὶ λαμπρότητος ἐπιτερπεστέραν ἐργαζομένη τὴν τῶν φαινομένων ἀπό‐ | |
(350) | λαυσιν, τῷ κατ’ αἴσθησιν λείῳ τῆς ἡδονῆς ἀπείργουσα τὸν νοῦν τῆς θείας καὶ συγγενοῦς τῶν νοητῶν ἀντι‐ λήψεως, ἀλλ’ ἢ λόγος μονώτατος, καὐτῆς εἰς ἄκρον τῆς ἀπαθοῦς μέν, φυσικῆς δὲ ὅμως τοῦ σώματος δι’ ἀρετῆς περιουσίαν γυμνούμενος στοργῆς καὶ διαθέσεως, νικῶντος | |
355 | τελείως τὴν φύσιν τοῦ Πνεύματος καὶ τῆς ἠθικῆς πεί‐ θοντος σχολάσαι φιλοσοφίας, ἡνίκα συγγίνεσθαι δέοι | |
τῷ ὑπερουσίῳ λόγῳ δι’ ἁπλῆς καὶ ἀμεροῦς θεωρίας τὸν νοῦν, κἂν συντελεῖν αὐτῷ πέφυκεν εἰς ῥαδίαν τῶν χρονικῶς ῥεόντων τομὴν καὶ διάβασιν· ὧν διαβαθέντων, | 47 | |
360 | οὐκ εὔλογον ἐπιβαρεῖσθαι, καθάπερ μηλωτῇ, τῷ κατ’ ἦθος τρόπῳ τὸν ἀποφανθέντα τοῖς αἰσθητοῖς ἀκατάσχετον· καὶ δηλοῖ τοῦτο σαφῶς Ἠλίας ὁ μέγας, δι’ ὧν ἔπραττε, τυ‐ πικῶς τοῦτο παραδεικνὺς τὸ μυστήριον, τὴν μὲν μηλω‐ τήν, φημὶ δὲ τῆς σαρκὸς τὴν νέκρωσιν, ἐν ᾗ τὸ μεγα‐ | |
365 | λοπρεπὲς πέπηγε τῆς ἠθικῆς κοσμιότητος, κατὰ τὴν ἁρπα‐ γὴν Ἐλισσαίῳ διδοὺς εἰς συμμαχίαν τοῦ Πνεύματος κατὰ πάσης ἀντικειμένης δυνάμεως καὶ πληγὴν τῆς ἀστάτου καὶ ῥεούσης φύσεως, ἧς τύπος ὑπῆρχεν ὁ Ἰορδάνης, πρὸς τὸ μὴ σχεθῆναι τὸν μαθητὴν τῆς πρὸς τὴν ἁγίαν | |
370 | γῆν διαβάσεως, τῷ θολερῷ τε καὶ ὀλισθηρῷ περικλυ‐ σθέντα τῆς τῶν ὑλικῶν προσπαθείας, αὐτὸς δὲ χωρῶν πρὸς τὸν θεὸν ἄνετος, οὐδενὶ τῶν ὄντων παντελῶς κατὰ τὴν σχέσιν κρατούμενος, ἁπλοῦς τε τὴν ἔφεσιν καὶ τὴν γνώμην ἀσύνθετος, πρὸς τὸν ἁπλοῦν τὴν φύσιν | |
375 | διὰ τῶν ἀλληλούχων γενικῶν ἀρετῶν τῶν γνωστικῶς ἀλλήλαις συνῃρημένων, ὡς ἵππων πυρίνων, τὴν ἐνδημίαν ποιούμενος. Ἔγνω γὰρ ὅτι δεῖ τῶν Χριστοῦ μαθητῶν ἀπογενέσθαι τὰς ἀνίσους διαθέσεις, ὧν ἡ διαφορότης ἐλέγχει τὴν ἀλλοτρίωσιν, εἴπερ διάχυσιν μὲν τοῦ περὶ | 48 |
380 | καρδίαν πνεύματος τὸ κατ’ ἐπιθυμίαν πάθος, αἵματος δὲ ζέσιν κινούμενον σαφῶς τὸ θυμικὸν ἀπεργάζεται· καὶ φθάσας οἷα δὴ ζῶν ἐν Χριστῷ καὶ κινούμενος καὶ ὤν, ἑαυτοῦ τὴν τῶν ἀνίσων ἀλλόκοτον ἀπέθετο γένεσιν, μὴ φέρων ἐν ἑαυτῷ, καθάπερ ἄρρεν καὶ θῆλυ, τὰς ἐναντίας, | 49 |
385 | ὡς ἔφην, τούτων τῶν παθῶν διαθέσεις, ἵνα μὴ δουλωθῇ τούτοις ὁ λόγος, ταῖς αὐτῶν ἀστάτοις μεταβολαῖς συναλλοιούμενος· ᾧ φυσικῶς τὸ τῆς θείας εἰκόνος ἐγ‐ κέκραται σέλας, πεῖθον τὴν ψυχὴν μεταπλασθῆναι κατὰ τὴν γνώμην πρὸς τὴν θείαν ὁμοίωσιν καὶ γενέσθαι τῆς | |
390 | συνυφισταμένης οὐσιωδῶς τῷ θεῷ καὶ Πατρὶ τῶν ὅλων μεγάλης βασιλείας, ὡς Πνεύματος ἁγίου παμφαὲς οἰκη‐ τήριον, ὅλην δεχόμενον, εἰ θέμις εἰπεῖν, τῆς θείας φύσεως κατὰ τὸ δυνατὸν τὴν ἐξουσίαν τῆς γνώσεως, καθ’ ἣν ἡ μὲν τῶν χειρόνων ἀπογίνεσθαι, τῶν δὲ κρειττόνων | |
395 | ὑφίστασθαι πέφυκε γένεσις, ἶσα θεῷ τῆς ψυχῆς κατὰ τὴν χάριν τῆς κλήσεως ἄσυλον φυλαττούσης ἐν ἑαυτῇ τῶν δωρηθέντων καλῶν τὴν ὑπόστασιν· καθ’ ἣν ἀεὶ θέλων Χριστὸς γεννᾶται μυστικῶς, διὰ τῶν σωζομένων σαρ‐ κούμενος καὶ μητέρα παρθένον ἀπεργαζόμενος τὴν γεννῶ‐ | |
(400) | σαν ψυχήν, οὐκ ἔχουσαν, ἵνα συνελὼν εἴπω, κατὰ τὴν σχέσιν, ὥσπερ ἄρρεν καὶ θῆλυ, τὰ γνωρίσματα τῆς ὑπὸ | |
φθορὰν καὶ γένεσιν φύσεως. Ξενιζέσθω δὲ μηδείς, τὴν φθορὰν τῆς γενέσεως ἀκούων προταττομένην· ἀπαθῶς γὰρ σὺν ὀρθῷ λόγῳ τὴν τῶν | 50 | |
405 | γινομένων καὶ ἀπογινομένων φύσιν διασκοπήσας, εὑρήσει σαφῶς ἐκ φθορᾶς καὶ εἰς φθορὰν τὴν γένεσιν ἀρχομένην καὶ λήγουσαν, ἧς τὰ σημαντικὰ πάθη, καθάπερ ἔφην, οὐκ ἔχει Χριστὸς ἤγουν ὁ τοῦ Χριστοῦ τε καὶ κατὰ Χριστὸν βίος τε καὶ λόγος, εἴπερ ὁ λέγων ἐστὶν ἀληθής· | |
410 | «Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐκ ἔστιν ἄρρεν καὶ θῆλυ», τὰ σημεῖα δηλαδὴ καὶ τὰ πάθη δηλῶν τῆς ὑπὸ φθορὰν καὶ γένεσιν φύσεως, ἀλλ’ ἢ μόνον θεοειδὴς λόγος, γνώσει θείᾳ πεποιωμένος, καὶ γνώμης μοναδικὴ κίνησις, μόνην αἱρουμένη τὴν ἀρετήν· οὔτε Ἕλλην καὶ Ἰουδαῖος, δι’ ὧν | |
415 | τῆς περὶ θεοῦ δόξης ὁ διάφορος σημαίνεται λόγος ἤ, τό γε μᾶλλον ἀληθέστερον εἰπεῖν, ἀντικείμενος, ὁ μὲν ἀφρόνως εἰσηγούμενος πολυαρχίαν καὶ τὴν μίαν ἀρχὴν ἀντικειμέναις ἐνεργείαις τε καὶ δυνάμεσι καταμερίζων καὶ πλαττόμενος σέβας πολύθεον, τῷ τε πλήθει τῶν προσ‐ | |
420 | κυνουμένων στασιαζόμενον καὶ τῷ διαφόρῳ τῆς προσ‐ κυνήσεως τρόπῳ γελώμενον, ὁ δὲ μίαν μέν, στενὴν δὲ καὶ ἀτελῆ καὶ σχεδὸν ἀνυπόστατον, ὡς Λόγου καὶ Ζωῆς ἔρημον, πρὸς ἶσον κακὸν τῷ προτέρῳ λόγῳ διὰ τῶν ἐναντίων ἐκπίπτων, τὴν ἀθεΐαν, ἑνὶ περιγράφων προσώπῳ | 51 |
425 | τὴν μίαν ἀρχὴν καὶ ταύτην δίχα Λόγου καὶ Πνεύματος ὑφισταμένην ἢ Λόγῳ καὶ Πνεύματι πεποιωμένην, μὴ συνορῶν ὅτι τίς θεός, τούτων ἠμοιρημένος, ἢ πῶς θεός, μεθέξει παραπλησίως τοῖς ὑπὸ γένεσιν λογικοῖς, ὡς συμβεβηκότων, τούτων μεμοιραμένος· ὧν ἐν Χριστῷ τὸ | |
430 | παράπαν, ὡς ἔφην, οὐδείς, ἀλλὰ μόνος ἀληθοῦς εὐσεβείας λόγος καὶ πάγιος μυστικῆς θεολογίας θεσμός, τήν τε τοῦ προτέρου λόγου διαστολὴν τῆς θεότητος ἀποπεμ‐ πόμενος καὶ τὴν τοῦ δευτέρου μὴ παραδεχόμενος συ‐ στολήν, ἵνα μὴ τῷ φυσικῷ πλήθει στασιαστικόν — | |
435 | Ἑλληνικὸν γάρ—ἢ τῷ καθ’ ὑπόστασιν ἑνικῷ παθητόν | |
—Ἰουδαϊκὸν γάρ—, ὡς Λόγου καὶ Πνεύματος ἐστερη‐ μένον ἢ Λόγῳ καὶ Πνεύματι πεποιωμένον, ἀλλ’ οὐκ ὂν Νοῦς καὶ Λόγος καὶ Πνεῦμα, τὸ θεῖον πρεσβεύηται, καὶ διδάσκων ἡμᾶς, τοὺς κλήσει χάριτος κατὰ πίστιν εἰσ‐ | 52 | |
440 | πεποιημένους εἰς ἐπίγνωσιν ἀληθείας, μίαν εἰδέναι θεότη‐ τος φύσιν καὶ δύναμιν, ἤγουν ἕνα θεόν, ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι θεωρούμενον, οἷα δὴ μόνον ἀναίτιον Νοῦν οὐσιωδῶς ὑφεστῶτα, μόνου κατ’ οὐσίαν ὑφεστῶτος ἀνάρχου Λόγου γεννήτορα καὶ μόνης ἀϊδίου | |
445 | Ζωῆς οὐσιωδῶς ὑφεστώσης, ὡς Πνεύματος ἁγίου πηγήν· ἐν μονάδι τριάδα καὶ ἐν τριάδι μονάδα· οὐκ ἄλλην ἐν ἄλλῃ—οὐ γὰρ ὡς ἐν οὐσίᾳ τῇ μονάδι συμβεβηκός ἐστιν ἡ τριὰς ἢ τὸ ἔμπαλιν ἐν τριάδι μονάς, ἄποιος γάρ—· οὐδ’ ὡς ἄλλην καὶ ἄλλην—οὐ γὰρ ἑτερότητι | |
(450) | φύσεως τῆς τριάδος ἡ μονὰς διενήνοχεν, ἁπλῆ τε καὶ μία φύσις τυγχάνουσα—· οὐδ’ ὡς ἄλλην παρ’ ἄλλην— οὐ γὰρ ὑφέσει δυνάμεως διακέκριται τῆς μονάδος ἡ τριὰς ἢ τῆς τριάδος ἡ μονάς, ἢ ὡς κοινόν τι καὶ γενικόν, ἐπινοίᾳ μόνῃ θεωρητόν, τῶν ὑπ’ αὐτὸ μερικῶν, | |
455 | παρήλλακται τῆς τριάδος ἡ μονάς, οὐσία κυρίως αὐ‐ θύπαρκτος οὖσα καὶ δύναμις ὄντως αὐτοσθενής—· οὐδ’ ὡς δι’ ἄλλης ἄλλην—οὐ γὰρ μεσιτεύεται σχέσει τὸ ταυτὸν πάντη καὶ ἄσχετον, ὡς πρὸς αἴτιον αἰτιατόν—· οὐδ’ ὡς ἐξ ἄλλης ἄλλην—οὐ γὰρ κατὰ παραγωγὴν ἢ προαγωγὴν | 53 |
460 | ἐκ μονάδος τριάς, ἀγένητος ὑπάρχουσα καὶ αὐτέκφαν‐ τος—· ἀλλὰ τὴν αὐτὴν ὡς ἀληθῶς μονάδα καὶ τριάδα καὶ λεγομένην καὶ νοουμένην, τὸ μὲν τῷ κατ’ οὐσίαν λόγῳ, τὸ δὲ τῷ καθ’ ὕπαρξιν τρόπῳ· ὅλην μονάδα τὴν αὐτήν, μὴ μεμερισμένην ταῖς ὑποστάσεσι, καὶ ὅλην τριάδα τὴν | |
465 | αὐτήν, τῇ μονάδι μὴ συγκεχυμένην, ἵνα μὴ τῷ μερι‐ σμῷ τὸ πολύθεον ἢ τῇ συγχύσει τὸ ἄθεον εἰσκομίζη‐ ται· ἅπερ φεύγων ὁ κατὰ Χριστὸν λαμπρύνεται λόγος, λέγω δὲ Χριστοῦ λόγον, τὸ καινὸν κήρυγμα τῆς ἀληθείας, ἐν ᾧ οὐκ ἔστιν ἄρρεν καὶ θῆλυ, φημὶ δὲ τὰ σημεῖα καὶ | |
470 | τὰ πάθη τῆς ὑπὸ φθορὰν καὶ γένεσιν φύσεως· οὐχ’ Ἕλ‐ λην καὶ Ἰουδαῖος, οἱ περὶ θεότητος ἀντικείμενοι λόγοι· οὐ περιτομὴ καὶ ἀκροβυστία, αἱ τούτοις δηλαδὴ κατάλλη‐ λοι λατρεῖαι, ἡ μὲν διὰ τὰ σύμβολα τοῦ νόμου τὴν φαι‐ | |
νομένην κτίσιν κακίζουσα καὶ τὸν κτίστην ὡς κακῶν | 54 | |
475 | ποιητὴν διαβάλλουσα, ἡ δὲ διὰ τὰ πάθη ταύτην θεο‐ ποιοῦσα καὶ τῷ κτίστῃ ἐπανιστῶσα τὸ ποίημα, καὶ πρὸς ἶσον κακὸν ἄμφω, τὴν θείαν ὕβριν, ἀλλήλαις συλλήγου‐ σαι· οὐ βάρβαρος καὶ Σκύθης, τουτέστιν ἡ πρὸς ἑαυτὴν στασιαστικὴ τῆς μιᾶς φύσεως κατὰ γνώμην διάστασις, | |
480 | καθ’ ἣν ὁ τῆς ἀλληλοκτονίας παρὰ φύσιν τοῖς ἀνθρώ‐ ποις εἰσεφθάρη νόμος· οὔτε δοῦλος καὶ ἐλεύθερος, ἡ τῆς αὐτῆς δηλονότι παρὰ γνώμην διαίρεσις φύσεως, ἄτιμον ποιουμένη τὸν κατὰ φύσιν ὁμότιμον, νόμον ἐπίκουρον ἔχουσα τὴν τυραννοῦσαν τὸ τῆς εἰκόνος ἀξίωμα τῶν | |
485 | δεσποζόντων διάθεσιν· ἀλλὰ πάντα καὶ ἐν πᾶσι Χριστός, διὰ τῶν ὑπὲρ φύσιν καὶ νόμον τὴν τῆς ἀνάρχου βασι‐ λείας δημιουργῶν ἐν Πνεύματι μόρφωσιν, ἥν, ὡς ἀποδέ‐ δεικται, πέφυκε χαρακτηρίζειν καρδίας ταπείνωσις καὶ πραότης, ὧν ἡ σύνοδος τέλειον τὸν κατὰ Χριστὸν κτιζό‐ | |
490 | μενον ἀποδείκνυσιν ἄνθρωπον· πᾶς γὰρ ταπεινόφρων πάν‐ τως καὶ πρᾶος, καὶ πᾶς πρᾶος πάντως καὶ ταπεινόφρων, ταπεινόφρων μέν, ὡς γνοὺς ἑαυτὸν ἔχοντα τὸ εἶναι | |
δεδανεισμένον, πρᾶος δέ, ὡς διαγνοὺς τῶν δοθεισῶν αὐτῷ κατὰ φύσιν δυνάμεων τὴν χρῆσιν, καὶ τῷ μὲν | 55 | |
495 | λόγῳ πρὸς ἀρετῆς γένεσιν τούτων διδοὺς τὴν ὑπηρε‐ σίαν, τῆς αἰσθήσεως δὲ τελείως τὴν τούτων συστέλλων ἐνέργειαν, καὶ διὰ τοῦτο κατὰ μὲν τὸν νοῦν πρὸς τὸν θεὸν ἀεικίνητος ὤν, κατὰ δὲ τὴν αἴσθησιν οὐδὲ πάντων ὁμοῦ τῶν πρὸς σῶμα λυπηρῶν πεῖραν λαμβά‐ | |
(500) | νων, παντελῶς κινούμενος ἢ λύπης ἴχνος ἐντυπῶν τῇ ψυ‐ χῇ πρὸς παραλλαγὴν τῆς ἐν αὐτῇ χαρτῆς διαθέσεως· οὐ γὰρ ἡγεῖται στέρησιν ἡδονῆς ὑπάρχειν τὸ κατ’ αἴ‐ σθησιν ἀλγεινόν· ἡδονὴν γὰρ μίαν ἐπίσταται τὴν τῆς ψυ‐ χῆς πρὸς τὸν λόγον συμβίωσιν, ἧς ἡ στέρησις κόλασίς | |
505 | ἐστιν ἀτελεύτητος, πάντας φυσικῶς περιγράφουσα τοὺς αἰῶνας, καὶ διὰ τοῦτο τό τε σῶμα καὶ πάντα τὰ τοῦ σώ‐ ματος ἀφείς, πρὸς τὴν θείαν φέρεται συντόνως συμβίω‐ σιν, μίαν ζημίαν ἡγούμενος, κἂν πάντων δεσπόζῃ τῶν ἐπὶ γῆς, τὴν τῆς προσδοκωμένης κατὰ χάριν θεώσεως ἀπο‐ | |
510 | τυχίαν. Ἁγνίσωμεν οὖν ἑαυτοὺς παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἵνα τὸ θεῖον ἁγιάσωμεν ὄνομα, ἀκκιζομένην τοῖς πάθεσιν ἀπρεπῶς τὴν ἐπιθυμίαν κατασβέσαντες, καὶ λόγῳ ταῖς ἡδοναῖς ἀτάκτως ἐπιμαινόμενον τὸν θυμὸν | 56 |
515 | καταδήσωμεν, ἵνα διὰ τῆς πραότητος παραγινομένην ὑπο‐ δεξώμεθα τὴν τοῦ θεοῦ καὶ Πατρὸς βασιλείαν καὶ τὸν ἐφεξῆς λόγον τῆς προσευχῆς τοῖς προτέροις ἁρμόσωμεν, λέγοντες· Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, | |
520 | καὶ ἐπὶ τῆς γῆς. Ὁ κατὰ μόνην τὴν λογικὴν δύναμιν, ἐπιθυμίας τε καὶ θυμοῦ κεχωρισμένην, μυστικῶς προσάγων τῷ θεῷ τὴν λατρείαν, οὗτος ἐπὶ γῆς, ὡς ἐν οὐρανῷ τῶν ἀγγέλων αἱ τάξεις, τὸ θεῖον πεπλήρωκε θέλημα, διὰ πάντων τοῖς | |
525 | ἀγγέλοις ὁμολάτρης γενόμενος καὶ ὁμοδίαιτος, καθά που | |
φησὶν ὁ μέγας ἀπόστολος· Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, παρ’ οἷς οὐκ ἔστιν ἐπιθυμία, δι’ ἡδονῆς τοὺς νοεροὺς παραλύουσα τόνους, οὔτε θυμός, λυσσῶν καὶ τὸ συγγενὲς ἀσέμνως καθυλακτῶν, ἀλλὰ λόγος μονώ‐ | 57 | |
530 | τατος, πρὸς τὸν πρῶτον Λόγον φυσικῶς ἄγων τοὺς λο‐ γικούς, ᾧ μόνῳ χαίρει θεὸς καὶ παρ’ ἡμῶν αἰτεῖ, τῶν αὐτοῦ δούλων, καὶ τοῦτο δηλοῖ πρὸς τὸν μέγαν φάσκων Δαυΐδ· Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς; Ὑπάρχει δὲ τῷ θεῷ ἐν οὐρανοῖς | |
535 | προσαγόμενον παρὰ τῶν ἁγίων ἀγγέλων πλὴν τῆς λο‐ γικῆς λατρείας οὐδέν· ἣν καὶ παρ’ ἡμῶν ἐπιζητῶν, προ‐ σευχομένους λέγειν ἐδίδαξε· Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Οὐκοῦν κινείσθω καὶ ἡμῶν πρὸς τὴν τοῦ θεοῦ ζήτησιν | |
540 | ὁ λόγος, πρός τε τὸν αὐτοῦ πόθον ἡ κατ’ ἐπιθυμίαν δύναμις, καὶ πρὸς τὴν αὐτοῦ φυλακὴν ἀγωνιζέσθω τὸ θυμικόν, μᾶλλον δὲ τὸ κυριώτερον εἰπεῖν, ὁ μὲν νοῦς τετάσθω πᾶς πρὸς θεόν, οἱονεὶ τόνῳ τινὶ τῷ θυμικῷ τρόπῳ νευρούμενος καὶ πόθῳ τῇ κατ’ ἄκρον ἐφέσει τῆς | |
545 | ἐπιθυμίας πυρούμενος· οὕτω γὰρ τοὺς κατ’ οὐρανὸν ἀγ‐ γέλους μιμούμενοι, τῷ θεῷ διὰ πάντων λατρεύοντες εὑρε‐ | |
θησόμεθα, τὴν αὐτὴν τοῖς ἀγγέλοις ἐπὶ τῆς γῆς πολιτείαν ἐπιδεικνύμενοι, πρὸς οὐδὲν τῶν μετὰ θεὸν ἴσως ἐκείνοις ἔχοντες τὸν νοῦν τὸ παράπαν κινούμενον· δεξόμεθα γάρ, | 58 | |
(550) | κατ’ εὐχὰς οὕτω πολιτευόμενοι, καθάπερ ἄρτον ἐπιούσιόν τε καὶ ζωτικὸν εἰς ἀποτροφὴν τῶν ἡμετέρων ψυχῶν καὶ συντήρησιν τῆς τῶν χαρισθέντων ἡμῖν ἀγαθῶν εὐε‐ ξίας, τὸν εἰπόντα Λόγον· Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς καὶ ζωὴν διδοὺς τῷ κόσμῳ, ἀναλόγως | |
555 | ἡμῖν, τοῖς τρεφομένοις δι’ ἀρετῆς καὶ σοφίας, πάντα γι‐ νόμενον καὶ δι’ ἑκάστου τῶν σωζομένων ποικίλως, ὡς οἶδεν αὐτός, σωματούμενον, ἔτι κατὰ τὸν αἰῶνα τοῦτον ὑπάρχοντες, κατὰ τὴν τοῦ ῥητοῦ τῆς προσευχῆς δύναμιν τοῦ λέγοντος· | |
560 | Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Τοῦτον γὰρ οἶμαι δηλοῦσθαι τὸν αἰῶνα διὰ τοῦ σή‐ μερον, ὡς εἴ τις ἐπὶ τὸ σαφέστερον ἐκλαβὼν εἴποι | |
τὸν τόπον τῆς προσευχῆς· τὸν ἄρτον ἡμῶν, ὃν | 59 | |
565 | κατ’ ἀρχὰς ἐπ’ ἀθανασίᾳ τῆς φύσεως ἡτοίμασας, δὸς ἡμῖν σήμερον, κατὰ τὴν παροῦσαν ζωὴν οὖσι τῆς θνητότητος, ἵνα νικήσῃ τὸν θάνατον τῆς ἁμαρτίας ἡ τροφὴ τοῦ ἄρτου τῆς ζωῆς καὶ τῆς ἐπιγνώσεως, ἧς μέτοχον γενέσθαι τὸν πρῶτον ἄνθρωπον ἡ παράβασις τῆς θείας ἐντολῆς οὐ | |
570 | συνεχώρησεν, ὡς εἴ γε ταύτης ἐνεφορήθη τῆς θείας τροφῆς, οὐκ ἂν τῷ θανάτῳ τῆς ἁμαρτίας ἡλίσκετο. Πρὸς ταύτην δέ με τοῦ παρόντος ῥητοῦ τὴν ἔννοιαν ἤγαγεν ὁ σωτήρ, προστάσσων διαρρήδην τοῖς μαθηταῖς τροφῆς αἰσθητῆς παντελῶς μὴ ποιεῖσθαι λόγον, εἰπών· Μὴ με‐ | |
575 | ριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε ἢ τί πίητε, μήτε τῷ σώματι ὑμῶν τί περιβάλησθε—ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητοῦσιν—, ἀλλὰ ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Πῶς οὖν διδάσκει | |
580 | προσεύχεσθαι περὶ ὧν μὴ ζητεῖν προλαβὼν ἐνετείλατο; Δῆλον γὰρ ὅτι διὰ προσευχῆς αἰτεῖν οὐ προσέταττεν ἅπερ δι’ ἐντολῆς ζητεῖν οὐ παρῄνεσε· διὰ προσευχῆς γὰρ μόνον ἐστὶν αἰτητὸν τὸ κατ’ ἐντολὴν ζητητόν· ὅπερ οὖν ζητεῖν δι’ ἐντολῆς οὐκ ἐπετράπημεν, διὰ προσευχῆς αἰτεῖν | |
585 | τυχὸν θεμιτὸν οὐ καθέστηκεν. Εἰ δὲ μόνην ζητεῖν τὴν | |
βασιλείαν τοῦ θεοῦ καὶ τὴν δικαιοσύνην ὁ σωτὴρ ἐνε‐ τείλατο, ταύτην εἰκότως καὶ διὰ προσευχῆς αἰτεῖν τοὺς τῶν θείων ἐφιεμένους δώρων ἐνήγαγεν, ἵνα, τῶν φύσει ζητητῶν διὰ προσευχῆς τὴν χάριν ἐπικυρώσας, τὴν τῶν | 60 | |
590 | αἰτούντων γνώμην τῷ τοῦ παρεχομένου τὴν χάριν συνάψῃ θελήματι, δι’ ἑνώσεως σχετικῆς ταυτοποιουμένην. Εἰ δὲ καὶ τὸν ἐφήμερον ἄρτον, ᾧ συγκρατεῖσθαι πέφυκεν ἡμῶν ἡ παροῦσα ζωή, διὰ προσευχῆς αἰτεῖν κελευόμεθα, μὴ παρέλθωμεν τοὺς ὅρους τῆς προσευχῆς, | |
595 | πολλὰς ἐτῶν περιόδους πλεονεκτικῶς περισκοποῦντες, καὶ λάθωμεν ὄντες θνητοὶ καί, σκιᾶς δίκην, τὴν ζωὴν πα‐ ροδεύουσαν ἔχοντες, ἀλλὰ τὸν πρὸς ἡμέραν ἀπεριμε‐ ρίμνως διὰ τῆς προσευχῆς αἰτήσωμεν ἄρτον καὶ δείξωμεν ὅτι φιλοσόφως κατὰ Χριστὸν μελέτην θανάτου τὸν βίον | |
(600) | ποιούμεθα, τῇ γνώμῃ φθάνοντες τὴν φύσιν καί, πρὶν ἐπιστῆναι τὸν θάνατον, τῆς τῶν σωματικῶν μερίμνης τὴν | |
ψυχὴν ἀποτέμνοντες, ἵνα μὴ προσηλωθῇ τοῖς φθειρομένοις, ἀμείψασα πρὸς τὴν ὕλην τὴν χρῆσιν τῆς κατὰ φύσιν ἐφέσεως, καὶ μάθῃ πλεονεξίαν τῆς τῶν θείων ἀγαθῶν | 61 | |
605 | περιουσίας στερητικήν. Φύγωμεν οὖν, ὅση δύναμις, τὴν φιλίαν τῆς ὕλης, καὶ τὴν αὐτῆς σχέσιν καθάπερ κονιορτὸν τῶν νοερῶν ὀμμάτων ἀπονιψώμεθα· καὶ μόνοις ἀρκεσθῶ‐ μεν τοῖς συνιστῶσιν, ἀλλὰ μὴ τοῖς ἡδύνουσιν ἡμῶν τὴν παροῦσαν ζωήν, καὶ ὑπὲρ αὐτῶν τὸν θεόν, ὡς ἐδι‐ | |
610 | δάχθημεν, ἀξιώσωμεν, ἵνα δυνηθῶμεν ἀδούλωτον φυλάξαι τὴν ψυχήν, μηδενὶ τῶν ὁρωμένων διὰ τὸ σῶμα παντελῶς κρατουμένην· καὶ τοῦ ζῆν ἕνεκεν δειχθῶμεν ἐσθίοντες, ἀλλὰ μὴ τοῦ ἐσθίειν χάριν ζῶντες ἐλεγχθῶμεν—τὸ μὲν γὰρ λογικῆς, τὸ δὲ τῆς ἀλόγου σαφῶς ἴδιον κα‐ | |
615 | θέστηκε φύσεως—· καὶ φύλακες ὦμεν τῆς προσευχῆς ἀκριβεῖς, δι’ αὐτῶν δεικνύμενοι τῶν πραγμάτων ὅτι μιᾶς καὶ μόνης ἀπρὶξ ἀντεχόμεθα τῆς ἐν Πνεύματι ζωῆς καὶ πρὸς τὴν αὐτῆς κτῆσιν τῆς παρούσης τὴν χρῆσιν ποιού‐ μεθα, δι’ ἣν τοσοῦτον τὴν ταύτης στέργομεν χρῆσιν, ὅσον | |
620 | ἄρτῳ ταύτην μόνῳ στηρίζειν μὴ παραιτεῖσθαι καὶ τὴν αὐτῆς φυσικὴν εὐεξίαν φυλάττειν, ὅσον τὸ ἐφ’ ἡμῖν, ἀδιά‐ φθορον, οὐχ’ ἵνα ζῶμεν, ἀλλ’ ἵνα θεῷ ζῶμεν, ψυχῆς ἄγγε‐ λον τὸ σῶμα καθιστῶντες, λελογισμένον ταῖς ἀρεταῖς, καὶ ταύτην θεοῦ κήρυκα ποιοῦντες, τῇ περὶ τὸ καλὸν | 62 |
625 | παγιότητι πεποιωμένην, καὶ τοῦτον μιᾷ φυσικῶς ἡμέρᾳ περικλείοντες τὸν ἄρτον, ὑπὲρ αὐτοῦ μὴ τολμῶντες εἰς δευτέραν ἡμέραν διὰ τὸν δοτῆρα τῆς προσευχῆς ἐπεκ‐ τεῖναι τὴν δέησιν· οὕτω γὰρ ἄν, πραγματικῶς κατὰ τὴν δύναμιν τῆς προσευχῆς ἑαυτοὺς διαθέντες, δυνηθείημεν | |
630 | καὶ τοῖς λειπομένοις καθαρῶς προσβῆναι ῥητοῖς, φά‐ σκοντες· Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Ὁ κατὰ τὴν πρώτην τῆς τοῦ προλαβόντος ῥητοῦ | |
635 | θεωρίας ἐπιβολήν, κατὰ τὸν αἰῶνα τοῦτον, οὗ σύμβολον εἶναι τὸ σήμερον ἔφαμεν, τὸν ἄφθαρτον ἄρτον τῆς σοφίας, οὗ κατ’ ἀρχὰς διετείχισεν ἡμᾶς ἡ παράβασις, διὰ προσευχῆς ἐπιζητῶν—ἅτε δὴ μίαν ἡδονὴν ἐπιστάμενος τὴν τῶν θείων ἐπιτυχίαν, ἧς δοτὴρ μὲν κατὰ φύσιν | |
640 | ἐστὶν ὁ θεός, φύλαξ δὲ κατὰ θέλησιν ἡ τοῦ λαβόντος προαίρεσις, καὶ μίαν ὀδύνην εἰδὼς τὴν τούτων ἀποτυχίαν, ἧς ὑποβολεὺς μέν ἐστιν ὁ διάβολος, αὐτουργὸς δὲ πᾶς ὁ τῶν θείων δι’ ἀτονίαν γνώμης ἀποκναιόμενος, μὴ φυ‐ λάττων τὸ τίμιον γνώμης διαθέσει στεργόμενον—, πρὸς | 63 |
645 | οὐδὲν ἔχων τῶν ὁρωμένων ῥέπουσαν τὸ σύνολον τὴν προαίρεσιν καὶ διὰ τοῦτο τοῖς σωματικῶς αὐτῷ συμ‐ βαίνουσι λυπηροῖς οὐχ’ ὑπαγόμενος, οὗτος ὡς ἀληθῶς ἀπαθῶς ἀφίησι τοῖς εἰς αὐτὸν ἁμαρτάνουσιν, ὅτι μηδὲ τὸ κατ’ ἔφεσιν αὐτῷ σπουδαζόμενον δύναταί τις τὸ πα‐ | |
(650) | ράπαν χειροῦσθαι καλόν, ἀνάλωτον κατὰ φύσιν ὑπάρχειν πεπιστευμένον· καὶ τῷ θεῷ καθίστησιν ἑαυτὸν ἀρετῆς ἐξεμπλάριον, εἰ τοῦτο θέμις εἰπεῖν, πρὸς μίμησιν ἑαυτοῦ τὸν ἀμίμητον ἐλθεῖν ἐγκελευόμενος, λέγων· Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς | |
655 | ὀφειλέταις ἡμῶν, καὶ οἷος αὐτὸς γέγονε τοῖς πέλας, οἷ γενέσθαι παρακαλῶν τὸν θεόν· εἰ γὰρ ὡς αὐτὸς ἀφῆκε τὰ ὀφειλήματα τοῖς εἰς αὐτὸν ἡμαρτηκόσι, βούλεται καὶ αὐτῷ ἀφεθῆναι παρὰ θεοῦ, δηλονότι ὥσπερ ὁ θεὸς | |
ἀπαθῶς ἀφίησιν οἷς ἀφίησιν, οὕτως καὶ αὐτὸς ἀπαθὴς | 64 | |
660 | ἐπὶ τοῖς συμβαίνουσι διαμένων, ἀφίησι τοῖς πλημμελήσασι, μὴ συγχωρῶν μνήμῃ τινὶ τῶν φθασάντων λυπηρῶν τυ‐ ποῦσθαι τὸν νοῦν, ἵνα μὴ τέμνων τῇ γνώμῃ τὴν φύσιν ἐλέγχηται, πρός τινα τῶν ἀνθρώπων διεστηκώς, ἄνθρω‐ πος ὤν· οὕτω γὰρ ἂν ἑνωθείσης τῆς γνώμης τῷ λόγῳ | |
665 | τῆς φύσεως, ἡ τοῦ θεοῦ πρὸς τὴν φύσιν καταλλαγὴ γίνεσθαι πέφυκεν, ὅτι μήτε δυνατὸν ἑτέρως κατὰ τὴν γνώμην πρὸς ἑαυτὴν στασιάζουσαν τὴν φύσιν τὴν θείαν καὶ ἀνεκλάλητον ὑποδέξασθαι συγκατάβασιν· καὶ τυχὸν διὰ τοῦτο πρότερον ἡμᾶς βούλεται τὰς πρὸς ἀλλήλους | |
670 | ποιεῖσθαι καταλλαγὰς ὁ θεός, οὐχ’ ἵνα παρ’ ἡμῶν μάθῃ καταλλάττεσθαι τοῖς ἁμαρτάνουσι καὶ τῶν πολλῶν συγ‐ χωρεῖν καὶ φοβερῶν ἐγκλημάτων τὴν ἔκτισιν, ἀλλ’ ἵνα ἡμᾶς καθάρῃ παθῶν καὶ δείξῃ συμβαίνουσαν τῇ σχέσει τῆς χάριτος τὴν τῶν συγχωρουμένων διάθεσιν. Σαφῶς | |
675 | δὲ καθέστηκε δῆλον ὅτι, τῆς γνώμης ἑνωθείσης τῷ λόγῳ τῆς φύσεως, ἀστασίαστος ἔσται πρὸς τὸν θεὸν ἡ τῶν τοῦτο κατωρθωκότων προαίρεσις, εἴπερ οὐδὲν πέφυκεν | |
ἐνθεωρεῖσθαι παράλογον τῷ λόγῳ τῆς φύσεως, ὃς καὶ νόμος ἐστὶ φυσικός τε καὶ θεῖος, ὅταν καθ’ ἑαυτὸν ἐνερ‐ | 65 | |
680 | γουμένην λάβῃ τῆς γνώμης τὴν κίνησιν· εἰ δὲ παράλογον οὐδέν ἐστιν ἐν τῷ λόγῳ τῆς φύσεως, εἰκότως ἡ γνώμη, κατὰ τὸν λόγον κινουμένη τῆς φύσεως, συμβαίνουσαν ἕξει διὰ πάντων τῷ θεῷ τὴν ἐνέργειαν, ἥτις ἐστὶ διάθεσις ἔμπρακτος, τῇ χάριτι τοῦ φύσει καλοῦ πρὸς | |
685 | ἀρετῆς γένεσιν πεποιωμένη. Οὕτω μὲν οὖν ὁ τὸν γνωστικὸν ἄρτον αἰτῶν δια‐ κείσεται προσευχόμενος· μεθ’ ὃν κἀκεῖνος ὁ μόνον τὸν ἐφήμερον ἄρτον ἐπιζητῶν διὰ τὴν βίαν τῆς φύσεως κατὰ τὸν αὐτὸν διατεθήσεται τρόπον, ἀφιεὶς τοῖς ὀφειλέταις | |
690 | τὰ ὀφειλήματα, οἷα δὴ γνοὺς ὅτι κατὰ φύσιν ὑπάρχει θνητός, καὶ λοιπὸν καθ’ ἑκάστην ἡμέραν διὰ τὴν ἀδηλίαν τὸ φύσει πεφυκὸς ἐκδεχόμενος, προλαμβάνει τὴν φύσιν κατὰ τὴν γνώμην, αὐθαίρετος νεκρὸς πρὸς τὸν κόσμον γινόμενος κατὰ τὸ φάσκον λόγιον· Ὅτι ἕνεκεν σοῦ | |
695 | θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς, καὶ διὰ τοῦτο σπενδόμενος ἅπασιν, ἵνα μηδὲν ἑαυτῷ συνεπικομίζηται γνώρισμα τῆς μοχθηρίας τοῦ νῦν αἰῶνος, πρὸς τὴν ἀγήρω ζωὴν μεθιστάμενος, καὶ λάβῃ παρὰ τοῦ κριτοῦ καὶ σωτῆρος τῶν ὅλων, ὧν ἐνταῦθα | |
(700) | προκέχρηκε, τὴν ἴσην ἀντίδοσιν· ἀναγκαία γὰρ ἀμφοτέροις | |
πρὸς τὴν σφῶν αὐτῶν λυσιτέλειαν καθέστηκεν ἡ καθαρὰ πρὸς τοὺς λελυπηκότας διάθεσις, πάντων μὲν ἕνεκεν, οὐχ’ ἥκιστα δὲ διὰ τὴν τῶν λειπομένων ῥητῶν δύναμιν, τοῦτον ἔχουσαν τὸν τρόπον· | 66 | |
705 | Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Δηλοῖ γὰρ ἐν τούτοις ὁ λόγος ὡς ὁ μὴ συγχωρήσας τελείως τοῖς πταίουσι καὶ καθαρὰν λύπης παραστήσας τῷ θεῷ τὴν καρδίαν, λελαμπρυσμένην τῷ φωτὶ τῆς πρὸς | |
710 | τὸν πέλας καταλλαγῆς, τῆς τῶν ηὐγμένων καλῶν ἀπο‐ τεύξεται χάριτος καὶ τῷ πειρασμῷ καὶ τῷ πονηρῷ κατὰ δικαίαν ἐκδοθήσεται κρίσιν, ἵνα μάθῃ καθαίρεσθαι πλημ‐ μελῶν, τὰς κατὰ ἄλλων ἑαυτοῦ μομφὰς ἀφαιρούμενος. Πει‐ ρασμὸν δὲ λέγει νῦν τὸν τῆς ἁμαρτίας νόμον, ὃν οὐκ ἔ‐ | |
715 | χων ὁ πρῶτος ἄνθρωπος ἦλθεν εἰς γένεσιν, Πονηρὸν | |
δὲ τὸν τοῦτον ἐμφύραντα τῇ φύσει τῶν ἀνθρώπων διά‐ βολον καὶ πείσαντα δι’ ἀπάτης τὸν ἄνθρωπον ἀπὸ τοῦ συγκεχωρημένου πρὸς τὸ κεκωλυμένον τῆς ψυχῆς με‐ τενέγκαι τὴν ἔφεσιν καὶ πρὸς τὴν τῆς θείας ἐντολῆς | 67 | |
720 | τραπῆναι παράβασιν, ἧς ἔργον γέγονεν ἡ τῆς δοθείσης κατὰ χάριν ἀφθαρσίας ἀπόθεσις. Ἢ πάλιν πειρασμὸν μέν φησι τὴν τῆς ψυχῆς ἑκούσιον πρὸς τὰ πάθη τῆς σαρκὸς συνδιάθεσιν, πονηρὸν δὲ τὸν κατ’ ἐνέργειαν συμπληρωτικὸν τῆς ἐμπαθοῦς διαθέσεως τρόπον, ὧν οὐ‐ | |
725 | δενὸς ὁ δίκαιος ἐξαιρεῖται κριτὴς τὸν μὴ τοῖς ὀφειλέταις ἀφιέντα τὰ ὀφειλήματα, κἂν τοῦτο ψιλῶς διὰ τῆς προ‐ σευχῆς ἐξαιτῆται, ἀλλὰ καὶ τῷ νόμῳ τῆς ἁμαρτίας συγ‐ χωρεῖ μολύνεσθαι τὸν τοιοῦτον, καὶ ὑπὸ τοῦ πονηροῦ κυριεύεσθαι τὸν σκληρὸν καὶ ἀπότομον τὴν γνώμην | |
730 | ἐγκαταλιμπάνει, οἷα δὴ τὰ πάθη τῆς ἀτιμίας, ὧν σπορεύς ἐστιν ὁ διάβολος, προτετιμηκότα τῆς φύσεως, ἧς ἐστι δημιουργὸς ὁ θεός· καὶ μὴν καὶ πρὸς τὰ πάθη τῆς σαρκὸς ἑκουσίως συνδιατιθέμενον οὐ κωλύει, καὶ τοῦ κατ’ ἐνέργειαν συμπληρωτικοῦ τρόπου τῆς κατ’ αὐτὰ δια‐ | |
735 | θέσεως οὐ λυτροῦται, ὅτι παθῶν ἀνυποστάτων ἥττονα | |
τὴν φύσιν ἡγησάμενος, τῇ περὶ ταῦτα σπουδῇ τὸν ταύτης λόγον ἠγνόησε, καθ’ ὃν ἔδει κινηθέντα γνῶναι τίς μὲν φύσεως νόμος, τίς δὲ παθῶν ἡ κατὰ αἵρεσιν γνωμικῶς ἀλλ’ οὐ φυσικῶς ἐπισυμβαίνουσα καθέστηκε τυραννίς, καὶ | 68 | |
740 | τὸν μὲν περιποιήσασθαι, ταῖς φυσικαῖς συντηρούμενον ἐνεργείαις, τὴν δὲ τῆς γνώμης ἀπελάσαι μακρὰν καὶ τῷ λόγῳ διατηρῆσαι τὴν φύσιν, ἐφ’ ἑαυτῆς ἑστῶσαν κα‐ θαρὰν καὶ ἄμωμον, χωρὶς μίσους καὶ διαστάσεως, καὶ τῇ φύσει πάλιν καταστῆσαι τὴν γνώμην συνέμπορον, μηδὲν | |
745 | παντελῶς ἐπιφερομένην, ὧν ὁ τῆς φύσεως οὐκ ἐπι‐ δίδωσι λόγος, καὶ διὰ τοῦτο μῖσος ἅπαν καὶ πᾶσαν τοῦ κατὰ φύσιν συγγενοῦς ἀποστῆσαι διάστασιν, ἵνα, ταύτην λέγων τὴν προσευχήν, εἰσακούηται, καὶ διπλῆν ἀνθ’ ἁ‐ πλῆς παρὰ τοῦ θεοῦ δέχηται χάριν, τήν τε τῶν φθασάν‐ | |
(750) | των πλημμελημάτων συγχώρησιν καὶ τὴν ἐπὶ τοῖς μέλλου‐ σι σκέπην καὶ λύτρωσιν, εἴς τε πειρασμὸν εἰσελθεῖν μὴ συγχωρούμενος καὶ τῷ πονηρῷ δουλωθῆναι μὴ ἀφιέ‐ μενος, ὑπὲρ ἑνὸς τοῦ τοῖς πέλας ἑτοίμως ἀφιέναι τὰ ὀφειλήματα. | |
755 | Τοιγαροῦν καὶ ἡμεῖς, ἵνα, μικρὸν ἀναποδίζων, ἐπιτόμως ἐπέλθω τῶν εἰρημένων τὴν δύναμιν, εἴπερ τοῦ πονηροῦ ῥυσθῆναι καὶ εἰς πειρασμὸν εἰσελθεῖν οὐ βουλόμεθα, πι‐ στεύσωμεν τῷ θεῷ καὶ ἀφῶμεν τὰ ὀφειλήματα τοῖς ὀφει‐ | |
λέταις ἡμῶν—Ἐὰν γάρ φησι μὴ ἀφῆτε τοῖς ἀνθρώποις | 69 | |
760 | τὰ ἁμαρτήματα αὐτῶν, οὔτε ὁ Πατὴρ ὑμῶν ὁ οὐρά‐ νιος ἀφήσει ὑμῖν—, ἵνα μὴ μόνον ἄφεσιν λάβωμεν ὧν πεπλημμελήκαμεν, ἀλλὰ καὶ τὸν νόμον νικήσωμεν τῆς ἁμαρτίας, εἰς τὴν αὐτοῦ πεῖραν εἰσελθεῖν οὐκ ἐγκατα‐ λειπόμενοι, καὶ τὸν τούτου γεννήτορα πονηρὸν πατήσω‐ | |
765 | μεν ὄφιν, ἀφ’ οὗ ῥυσθῆναι παρακαλοῦμεν, στρατηγοῦντος ἡμῖν τοῦ τὸν κόσμον νικήσαντος Χριστοῦ καὶ τοῖς νό‐ μοις τῶν ἐντολῶν καθοπλίζοντος καὶ νομίμως τῇ τῶν παθῶν ἀποθέσει πρὸς ἑαυτὴν δι’ ἀγάπης τὴν φύσιν συν‐ δέοντος καὶ πρὸς ἑαυτόν, ἄρτον ὄντα ζωῆς σοφίας τε | |
770 | καὶ γνώσεως καὶ δικαιοσύνης, κινοῦντος ἡμῶν ἀκορέστως τὴν ὄρεξιν καὶ τῇ πληρώσει τοῦ πατρικοῦ θελήματος τοῖς ἀγγέλοις ὁμολάτρας ἡμᾶς καθιστῶντος, τῇ κατὰ τὸν βίον ἀγωγῇ τὴν ἐπουράνιον εὐμιμήτως ἐμφαίνοντας εὐαρέστησιν, κἀκεῖθεν πάλιν ἐπὶ τὴν ἀκροτάτην τῶν | |
775 | θείων ἀνάβασιν, πρὸς τὸν Πατέρα τῶν φώτων, ἐνάγοντος, καὶ θείας ἀπεργαζομένου φύσεως κοινωνοὺς τῇ κατὰ χάριν μεθέξει τοῦ Πνεύματος, καθ’ ἣν τέκνα θεοῦ χρη‐ ματίσομεν, αὐτὸν τὸν ταύτης αὐτουργὸν τῆς χάριτος καὶ κατὰ φύσιν τοῦ Πατρὸς Υἱὸν ὅλον ὅλοι δίχα περι‐ | |
780 | γραφῆς ἀχράντως περικομίζοντες, ἐξ οὗ καὶ δι’ οὗ καὶ ἐν ᾧ τὸ εἶναί τε καὶ κινεῖσθαι καὶ ζῆν ἔχομέν τε | |
καὶ ἕξομεν. Πρὸς τοῦτο δὲ τῆς θεώσεως τὸ μυστήριον βλέπων ἡμῖν ἔστω τῆς προσευχῆς ὁ σκοπός, ἵνα γνῶμεν ἀνθ’ οἵ‐ | 70 | |
785 | ων οἵους ἡμᾶς ἡ διὰ σαρκὸς κένωσις τοῦ μονογενοῦς ἀπειργάσατο, καὶ πόθεν ποῦ τοὺς τὸ κατώτατον τοῦ παντὸς εἰληφότας χωρίον, εἰς ὅπερ ἡμᾶς τὸ τῆς ἁμαρτίας βάρος κατέωσε, δυνάμει φιλανθρώπου χειρὸς ἀνεβίβασε· καὶ πλέον ἀγαπήσωμεν τὸν ταύτην οὕτω σοφῶς ἡμῖν | |
790 | τὴν σωτηρίαν ἑτοιμασάμενον καὶ δι’ ὧν πράττομεν, δείξω‐ μεν τὴν προσευχὴν πληρουμένην καὶ τὸν ἀληθῶς κατὰ χάριν Πατέρα θεὸν φανῶμεν κηρύττοντες, ἀλλὰ μὴ διὰ τῶν παθῶν τῆς ἀτιμίας τὸν ἀεὶ τυραννικῶς δεσπόζειν ἐπιχειροῦντα τῆς φύσεως Πονηρὸν ἔχοντες τοῦ βίου | |
795 | Πατέρα σαφῶς ἀποδειχθῶμεν καὶ λάθωμεν ζωῆς ἀντι‐ καταλλάττοντες θάνατον, ἐπειδήπερ τῶν προσόντων ἑκά‐ τερος τοῖς προσχωροῦσι ποιεῖσθαι μετάδοσιν πέφυκεν, | |
ὁ μὲν ἀΐδιον ζωὴν τοῖς ἀγαπῶσιν αὐτὸν χορηγῶν, ὁ δὲ θάνατον τῇ τῶν ἑκουσίων ὑποβολῇ πειρασμῶν τοῖς | 71 | |
(800) | ἐγγίζουσιν ἐμποιῶν. Διττὸς γὰρ κατὰ τὴν Γραφὴν τῶν πειρασμῶν ὁ τρόπος, ὁ μὲν ἡδονικός, ὁ δὲ ὀδυνηρός, καὶ ὁ μὲν προαιρετικός, ὁ δὲ ἀπροαίρετος, καὶ ὁ μὲν τῆς ἁμαρτίας γεννήτωρ, εἰς ὃν εἰσελθεῖν κατὰ τὴν τοῦ κυρίου διδαχὴν ἀπεύχεσθαι προσετάγημεν, φάσκοντος· | |
805 | Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν καὶ Γρη‐ γορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν, ὁ δὲ τῆς ἁμαρτίας τιμωρός, ἀκουσίοις πόνων ἐπιφοραῖς τὴν φιλαμαρτήμονα κολάζων διάθεσιν· ὃν εἴ τις ὑπομείνῃ, καὶ μάλιστα κακίας ἥλοις οὐκ ἐμπεπαρμένος, ἀκούσεται | |
810 | τοῦ μεγάλου διαρρήδην βοῶντος Ἰακώβου· Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις, ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως ὑπομονὴν κατεργά‐ ζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἔργον τέλειον ἐχέτω. Ἀμφοτέρους δὲ τοὺς πειρασμούς, τὸν ἑκούσιόν | |
815 | τε καὶ τὸν ἀκούσιον, περιέπει κακούργως ὁ Πονηρός, τὸν μὲν σπείρων καὶ διερεθίζων τὴν ψυχὴν ἡδοναῖς σώματος ἀποστῆσαι τῆς θείας ἀγάπης τὴν ἔφεσιν μη‐ χανώμενος, τὸν δὲ σοφιστικῶς ἐξαιτεῖται δι’ ὀδύνης φθεῖ‐ ραι τὴν φύσιν βουλόμενος, ἵνα βιάσηται τὴν ψυχήν, | 72 |
820 | ἀτονίᾳ πόνων καταβληθεῖσαν, πρὸς τὴν τοῦ κτίσαντος διαβολὴν κινῆσαι τοὺς λογισμούς. Ἀλλ’ ἐπεγνωκότες ἡμεῖς τοῦ Πονηροῦ τὰ νοήματα, τὸν μὲν ἑκούσιον ἀπευξώμεθα πειρασμόν, ἵνα μὴ τῆς θείας ἀγάπης τὴν ἔφεσιν ἀποστήσωμεν, τὸν δὲ ἀκούσιον, ἐπερ‐ | |
825 | χόμενον συγχωρήσει θεοῦ, γενναίως ὑπομείνωμεν, ἵνα φανῶμεν προτετιμηκότες τῆς φύσεως τὸν κτίστην τῆς φύσεως. Γένοιτο δὲ πάντας ἡμᾶς, τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ, τῶν τε νῦν ἡδέων τοῦ πονηροῦ λυτρωθῆναι καὶ τῶν μελλόντων ἀλγεινῶν | |
830 | ἐλευθερωθῆναι τῇ μεθέξει τῆς κατ’ εἶδος τῶν μελλόντων ἀγαθῶν ὑποστάσεως, ἐποφθείσης ἡμῖν ἐν αὐτῷ Χρι‐ στῷ τῷ κυρίῳ ἡμῶν τῷ μόνῳ σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύ‐ | |
ματι δοξαζομένῳ παρὰ πάσης τῆς κτίσεως ἀμήν. | 73 |