TLG 2892 110 :: MAXIMUS CONFESSOR :: Expositio in Psalmum LIX

MAXIMUS CONFESSOR Theol., Protosecretarius, vel Maximus Homologetes
(Constantinopolitanus: A.D. 6–7)

Expositio in Psalmum LIX

Source: van Deun, P. (ed.), Maximi confessoris opuscula exegetica duo [Corpus Christianorum. Series Graeca 23] Turnhout: Brepols, 1991: 3–22.

Dup. 2892 005.

Citation: (Line)

1tΤοῦ αὐτοῦ ἑρμηνεία εἰς τὸν νθʹ ψαλμόν.
2 Εἰς τὸ τέλος, τοῖς ἀλλοιωθησομένοις, εἰς στη‐ λογραφίαν τῷ Δαυΐδ, εἰς διδαχήν, ὁπότε ἐνε‐ πύρισε τὴν Μεσοποταμίαν καὶ Συρίαν Σωβὰ
5καὶ ἐπέστρεψεν Ἰωὰβ καὶ ἐπάταξε τὴν φάραγγα τῶν ἁλῶν, δώδεκα χιλιάδας. Εἰς τὸ τέλος, τοῖς ἀλλοιωθησομένοις ὁ παρὼν ἐπιγέγραπται ψαλμός, διά τε τὴν ἐπὶ τέλει τῶν χρόνων διὰ τῆς ἐπιδημίας τοῦ Χριστοῦ γενομένην τοῖς ἀνθρώποις
10ἐξ ἀπιστίας εἰς πίστιν καὶ ἀπὸ κακίας εἰς ἀρετὴν καὶ ἀγνοίας εἰς γνῶσιν θεοῦ γνωμικήν τε καὶ προαιρετικὴν μεταβολὴν καὶ ἀλλοίωσιν, διά τε τὴν εἰς ὕστερον ἐπὶ τέλει τῶν αἰώνων γενησομένην δι’ αὐτοῦ τοῦ σωτῆρος ἡμῶν θεοῦ καθολικὴν τοῦ παντὸς γένους τῶν ἀνθρώπων
15ἐν χάριτι φυσικὴν ἐκ θανάτου καὶ φθορᾶς εἰς ζωὴν ἀθάνατον καὶ ἀφθαρσίαν διὰ τῆς προσδοκωμένης ἀνα‐
στάσεως ἀλλοίωσίν τε καὶ ἀνανέωσιν· εἰς στηλογρα‐ φίαν δὲ τῷ Δαυΐδ, τουτέστιν αὐτῷ τῷ Χριστῷ, διά τε τὴν γεγενημένην ἤδη κατὰ τὴν θείαν αὐτοῦ σάρκωσιν,3
20στήλης δίκην, ἐν αὐτῷ μὲν ὡς ἀρχηγῷ καὶ σωτῆρι, καὶ μετ’ αὐτὸν ἐν τοῖς κατ’ αὐτὸν εὐσεβῶς βιοῦσι τῆς κα‐ κίας ἀναίρεσιν, διά τε τὸν ἔτι δι’ αὐτοῦ γενησόμενον παν‐ τελῆ τοῦ τε θανάτου καὶ τῆς φθορᾶς ἀφανισμόν. Εἰς διδαχὴν δέ, ὁπόταν ἐνεπύρισε τὴν Μεσο‐
25ποταμίαν καὶ τὴν Συρίαν Σωβ. Εἰς διδαχὴν ἡμῖν τοῖς ἀλλοιουμένοις καὶ ἀλλοιωθησομένοις, δηλονότι τὴν ἐπαινετὴν καὶ θείαν ἀλλοίωσιν, ὁ ψαλμὸς ἐπιγέ‐ γραπται παρὰ τοῦ Δαυῒδ τοῦ νοητοῦ, λέγω δὲ Χριστοῦ τοῦ θεοῦ. Μόνος γὰρ αὐτὸς ἀληθινὸς βασιλεὺς ὑπάρχων
30τοῦ Ἰσραὴλ καὶ ὁρῶντος θεόν, ὡς πάσης ἀναιρέτης κακίας καὶ ἀγνωσίας καὶ νικητὴς παντὸς χρόνου καὶ φύσεως, δι’ ὧν ἐν ἡμῖν ἡ κακία συνίστασθαι πέφυκεν, ἐνεπύρισε τὴν Μεσοποταμίαν, διὰ σαρκὸς ἡμῖν ὁμιλήσας, τουτέστι τὴν ἐπικλυζομένην τοῖς παρὰ φύσιν4
35πάθεσι τῆς σαρκὸς ἕξιν τῆς κακίας, καὶ τὴν Συρίαν Σωβ, τουτέστι τὴν δεδουλωμένην τῷ χρόνῳ ἤγουν ἠπατημένην τῷ αἰῶνι τούτῳ διάθεσιν· ἑπτὰ γὰρ ἡ Σωβὰ ἑρμηνεύεται, σαφῶς δὲ τοῦτο δηλοῖ τὴν χρονικὴν ἰδιότητα· ἑβδοματικὸς γὰρ ὁ χρόνος. Φύσιν γὰρ καὶ χρόνον εἴωθεν
40ὁ διάβολος συνεπικινεῖν ἑαυτῷ κατὰ τῆς ἀρετῆς καὶ τῆς γνώσεως, τοὺς ἀφανεῖς συμπλέκων πολέμους, ὡς τὰς δύο Συρίας κατὰ τοῦ Δαυῒδ ὁ Ἀδρααζάρ—Ἀδρααζὰρ γὰρ εἰς τὴν Ἑλλάδα φωνὴν μεταφραζόμενος λύων ἰσχὺν ἢ κατασκάπτων δύναμιν ἑρμηνεύεται—, ὅστις ἐστὶν ὁ διά‐
45βολος ὁ δι’ ἀπάτης τὴν πνευματικὴν ἰσχὺν τῆς ἡμετέρας φύσεως κατ’ ἀρχὰς τῇ παραβάσει τῆς θείας ἐντολῆς δια‐ λύσας, καὶ τῷ χρόνῳ καὶ τῇ φύσει δουλώσας τὸν ἄνθρωπον· ἄνευ γὰρ τῶν ὑπὸ φύσιν καὶ χρόνον μάχεσθαι τοῖς ἀνθρώποις παντελῶς οὐ δύναται.5

(50)

Καὶ ἐπέστρεψεν Ἰωὰβ καὶ ἐπάταξε τὴν φά‐ ραγγα τῶν ἁλῶν, δώδεκα χιλιάδας· πᾶς γὰρ ὁ τῷ νοητῷ βασιλεῖ Δαυῒδ στρατηγῶν, τουτέστι τῷ κυρίῳ ἡμῶν Ἰησοῦ, κατὰ τῶν ἐναντίων δυνάμεων, πατάσσει δώδεκα χιλιάδας ἐν τῇ φάραγγι τῶν ἁλῶν. Φά‐
55ραγξ δέ ἐστιν ἁλῶν ἡ σάρξ, ὡς χωρίον παθῶν ἀτιμίας διὰ τῆς παρακοῆς γενομένη, ἐν ᾗ, καθάπερ φάραγγι, διὰ λόγου καὶ θεωρίας πᾶς εὐσεβὴς καὶ φιλόθεος πα‐ τάσσει φύσιν καὶ χρόνον, ἤγουν τὴν ἐπ’ αὐτοῖς τῆς ψυχῆς παράλογον πρόληψιν, μηδαμῶς ἐμμένων διὰ τὸ
60ὕψος τῆς ἀρετῆς καὶ τῆς γνώσεως τοῖς ὑπὸ φύσιν καὶ χρόνον νόμοις. Ὁ γὰρ δώδεκα ἀριθμὸς τὴν φύσιν δηλοῖ
καὶ τὸν χρόνον, εἴπερ πενταδικὴ μὲν ἡ φύσις διὰ τὰς αἰσθήσεις, ἑβδοματικὸς δὲ ὁ χρόνος, ὡς πᾶσι καθέστηκεν εὔδηλον, πέντε δὲ τοῖς ἑπτὰ συνθείς, τὸν δώδεκα6
65πληρώσαις ἂν σαφῶς ἀριθμόν. Τυχὸν δὲ καὶ τὴν κακῶς δι’ ἀπάτης παρὰ φύσιν συμπλακεῖσαν τῇ τετράδι τῶν αἰσθητῶν τριάδα τῶν δυνάμεων τῆς ψυχῆς κατὰ τὴν σχέσιν, δι’ ἧς πᾶσα γίνεσθαι πέφυκεν ἁμαρτία, ὁ τῶν ἀνῃρημένων ἀριθμὸς ὑποσημαίνει, ὃν καταφονεύει καλῶς
70ὁ τῷ νοητῷ Δαυῒδ ἐν τοῖς ὑπὲρ ἀληθείας ἀγῶσιν ὑπουργῶν καὶ γνωστικῶς τὰς ἀοράτους μάχας συνάπτων καὶ κατὰ τῶν πονηρῶν δυνάμεων πνευματικῶς παρα‐ ταττόμενος· πᾶσα γὰρ ψυχῆς δύναμις, παρὰ φύσιν κι‐
νουμένη, τοῖς αἰσθητοῖς συμπλέκεσθαι πέφυκεν. Ἐπειδὰν7
75οὖν ὅ τε λόγος καὶ ὁ θυμὸς καὶ ἡ ἐπιθυμία, τρεῖς τὸν ἀριθμὸν οὖσαι γενικαὶ τῆς ψυχῆς δυνάμεις, τοῖς αἰσθητοῖς ἡττηθῶσι, τέσσαρσιν οὖσι, τὸν δώδεκα ἀριθμὸν ἀποτελεῖ· τέσσαρα γὰρ ἐπὶ τρία καὶ τρία ἐπὶ τέσσαρα συντιθέμενα, τοῦτον πληροῖ τὸν ἀριθμόν, ὃν ἀναιρεῖ ὁ
80τῷ κυρίῳ πιστῶς προσχωρῶν καὶ καλῶς ἀριστεύων κατὰ παντὸς ἀφανοῦς καὶ πολεμίου πνεύματος. Ἐπιγέγραπται γοῦν ὁ παρὼν ψαλμὸς Τοῖς μὲν ἀλ‐ λοιωθησομένοις ἡμῖν, εἰς διδαχὴν τῶν εἰς ἡμᾶς παρὰ τοῦ νοητοῦ Δαυῒδ γενομένων ἀγαθῶν, εἰς στη‐
85λογραφίαν δὲ τῷ Δαυΐδ, τουτέστιν εἰς ἀνάρρησιν τῶν ὑπὲρ ἡμῶν αὐτοῦ θείων καὶ σωτηρίων κατορθω‐ μάτων· ἀνάρρησιν γὰρ κατορθωμάτων ἡ στηλογραφία δηλοῖ κατὰ τοὺς ἐπιστήμονας τῶν τοιούτων ὀνομάτων ἐξηγητάς.
90 Ὁ θεός, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς, ὠργίσθης καὶ ᾠκτείρησας ἡμᾶς.
Ἀπώσατο ἡμᾶς ὁ θεός, ὅταν, μὴ φυλάξαντες κατ’ ἀρχὰς τὴν ἐντολήν, ἀνάξιοι ἐφάνημεν τῆς κατὰ πρόσωπον αὐτοῦ ὁμιλίας· καθεῖλεν ἡμᾶς, ὅταν τοῦ8
95ὕψους τῆς ἐν τῷ παραδείσῳ δόξης διὰ τὴν ἡμῶν κακίαν ἀπεξένωσεν· ὠργίσθη, ὅταν ἐπὶ τιμωρίᾳ καὶ κολάσει τῆς κακίας τῷ τοῦ θανάτου ἐπιτιμίῳ ἡμᾶς καθυπέβαλεν· ᾠκτείρησεν ἡμᾶς, ὅταν διὰ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ θεοῦ Λόγου σαρκωθέντος καὶ τὴν ὑπὲρ πάντων

(100)

ἡμῶν ὀφειλὴν καταδεξαμένου ἐλυτρώσατο ἡμᾶς τοῦ θα‐ νάτου καὶ εἰς τὴν ἑαυτοῦ δόξαν πάλιν ἐπανήγαγεν. Συνέσεισας τὴν γῆν καὶ συνετάραξας αὐτήν· ἴασαι τὰ συντρίμματα αὐτῆς, ὅτι ἐσαλεύθη. Συνέσεισεν ἡμῶν τὴν γῆν καὶ συνετάραξε, του‐
105τέστι τὴν καρδίαν, δοὺς ἡμῖν τὴν μάχαιραν τοῦ Πνεύμα‐ τος τὴν τὸ χεῖρον τοῦ κρείττονος γνωστικῶς διακρίνου‐ σαν καὶ τὸν νόμον τοῦ Πνεύματος κατὰ τοῦ νόμου τῆς σαρκὸς ἐπεγείρουσαν καὶ τὸν κατὰ τῶν παθῶν ἐπαινετὸν πόλεμον ἐν ἡμῖν δημιουργοῦσαν καὶ τὴν ἐν ἡμῖν τῶν
110παθῶν συνέχειαν συνσείουσαν καὶ συνταράσσουσαν ἐπὶ ταῖς κατὰ πρόληψιν ἀτόποις μνήμαις τὴν συνείδησιν· ἰᾶται δὲ τὰ συντρίμματα τῆς ἡμῶν καρδίας, ἅπερ
σαλευθεῖσά τε καὶ ὀλισθήσασα διὰ τῆς παρακοῆς κατ’ ἀρ‐ χὰς ἐκ τῆς ἐν τῷ παραδείσῳ παραβάσεως ὑπέμεινε,9
115διὰ τῆς ἐν χάριτι πνευματικῆς ἀναγεννήσεως. Ἔδειξας τῷ λαῷ σου σκληρά· ἐπότισας ἡμᾶς οἶνον κατανύξεως· ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου, ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου.
120 Δεικνύει σκληρὰ τοῖς φοβουμένοις αὐτὸν διὰ τῶν ἐντολῶν ὁ θεός, κατὰ τὴν πρακτικὴν φιλοσοφίαν τοὺς τρόπους τῆς τοῦ σώματος νεκρώσεως ὑποτιθέμενος ἢ τοὐναντίον διὰ τῆς ποικίλης προνοίας καὶ κρίσεως φιλανθρώπως πρὸς τὸ συμφέρον παιδεύων ἡμᾶς, τοὺς
125μὴ κατὰ θέλησιν ἀνεχομένους τὸν θεῖον ζυγὸν ὑπελθεῖν τοῦ νόμου τῶν ἐντολῶν· ποτίζει δὲ οἶνον κατανύ‐ ξεως, ἤγουν τὴν ἑπομένην τῇ διὰ τῆς πρακτικῆς καθάρσει κατὰ τὴν πνευματικὴν θεωρίαν χαριζόμενος γνῶσιν· πᾶσα γὰρ γνῶσις πνευματικὴ κατανύσσει τὴν καρδίαν, εἰς
130συναίσθησιν ἄγουσα τοῦ μεγέθους τῶν ἐφ’ ἡμῖν θείων εὐεργεσιῶν· δίδωσι δὲ τοῖς φοβουμένοις αὐτὸν ση‐ μείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου, τὴν
νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέρειν διδάσκων τοὺς φοβουμένους αὐτόν, καθ’ ἣν ἡ παντελὴς τῆς ἁμαρτίας10
135ἀπραξία συνέστηκε· σημείωσις γὰρ ἀληθὴς ἡ διὰ σταυροῦ νεκροῦσα τὸ φρόνημα τῆς σαρκὸς καθέστηκε δύναμις, πρὸς τὸ φυγεῖν ἀπὸ προσώπου τόξου, τουτέστιν ἀπὸ τῆς ἐμφαινομένης τοῖς οὖσιν ἀπατηλῆς ἐπιφανείας· πρόσωπον γὰρ τόξου, φημὶ δὲ ἑκάστου δαιμονιώδους
140πάθους, ἡ τὴν αἴσθησιν ἐρεθίζουσα τῶν σωμάτων ἐστὶν ἐπιφάνεια, καθάπερ ἀκὶς βέλους τὴν αἴσθησιν τιτρώ‐ σκουσα καὶ πρὸς τὰ πάθη τὴν ψυχὴν ἀπρεπῶς διε‐ ρεθίζουσα. Διόπερ ἀπὸ προσώπου τόξου φησὶν ὁ λό‐ γος φεύξεσθαι τοὺς φοβουμένους τὸν κύριον, ἀλλ’
145οὐκ ἀπὸ τόξου· τὸ γὰρ τόξον τῆς ἁμαρτίας ἄνευ προσώ‐ που τυχὸν οὐδέ τι δράσειε κατὰ τῶν φοβουμένων τὸν κύριον, ἐφ’ ᾧ ῥυσθῆναι τοὺς ἀγαπητοὺς τοῦ θεοῦ· ἀγαπητοὶ δὲ θεοῦ εἰσὶν οἱ κατὰ θεωρίαν συνεκτικοὶ τῆς θείας γνώσεως λογισμοί, οὓς ῥύονται οἱ κατὰ τὴν πρα‐

(150)

κτικὴν συνιστάμενοι τρόποι τῶν ἀρετῶν ἀπὸ πάσης πλάνης καὶ πασῶν τῶν διοχλουσῶν τῇ ψυχῇ κατὰ πρόληψιν
τῆς ἁμαρτίας μνημῶν. Σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου. Ὁ θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ· «Ἀγαλ‐11
155λιάσομαι καὶ διαμεριῶ Σίκημα καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω.» Σώζει ὁ θεὸς τῇ δεξιᾷ αὐτοῦ, διδοὺς τὸν μονογενῆ αὐτοῦ Υἱόν—δεξιὰ γὰρ τοῦ Πατρὸς ὁ Ὑιός—λύτρον ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας· ἐπακούει δέ, διδοὺς
160τῷ δικαίῳ πρὸς τῇ ἀφέσει τῶν ἁμαρτημάτων καὶ πνευ‐ ματικὰ χαρίσματα—ἀκούει μὲν γὰρ τοῦ ἱκετεύοντος αὐτὸν ὁ θεός, πρῶτον διὰ τῆς μετανοίας ἄφεσιν διδοὺς ἁμαρτημάτων, ἐπακούει δέ, πρὸς τῇ ἀφέσει τῶν ἁμαρτη‐ μάτων καὶ τὰ διὰ χάριτος πνευματικῆς διδοὺς ἐνεργήμα‐
165τα—· λαλεῖ δὲ ἐν τῷ ἁγίῳ αὐτο, τουτέστιν ἐν τῷ σαρκωθέντι αὐτοῦ Λόγῳ, τὸν θεῖον αὐτοῦ σκοπόν, τὸν ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενε‐ ῶν κατὰ τὴν ἔνσαρκον αὐτοῦ τοῦ Χριστοῦ οἰκονομίαν, διὰ τῆς καθ’ ἡμᾶς ἀνθρωποπρεποῦς αὐτοῦ ἀναστροφῆς οἱο‐
170νεὶ διαρρήδην βοῶν καὶ τῷ βίῳ διδοὺς εἰς ὑποτύπω‐
σιν αἰωνίου ζωῆς εἰκόνα, πάσης γεγωνοτέραν φωνῆς, τὴν τῶν ἀγαθῶν ἔργων ἐπίδειξιν· λαλεῖ δὲ καὶ ἐν ἑκάστῳ ἁγίῳ φυλάττοντι αὐτοῦ τὰς ἐντολάς, οἷον ζῶντας δεικνὺς διὰ τῶν ἔργων τοὺς λόγους καὶ πάσης φωνῆς γεγω‐12
175νοτέρους· ἀγαλλιᾶται δὲ ὁ δίκαιος, ἡνίκα, τελειωθεὶς τῇ χάριτι τοῦ μονογενοῦς, ἱκανὸς γένηται διαμερίσαι τὴν Σίκημα, τουτέστιν ἄλλοις ἀναλόγως ἐκ πείρας ἐπιστήμονος ὑποθέσθαι τοὺς κατὰ τὴν πρακτικὴν ἀνδρι‐ κοὺς τῶν ἀρετῶν τρόπους· ὠμίασις γὰρ ἡ Σίκημα ἑρμη‐
180νεύεται, ὅπέρ ἐστιν ἡ πάντων μὲν ἐφεκτικὴ τῶν παθῶν, πασῶν δὲ ἐνεργητικὴ τῶν ἀρετῶν ἕξις—πράξεως γὰρ σύμβολον τὸν ὦμον εἶναι φασίν—· καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρε, τοὺς προσφόρους ἑκάστῳ τῶν ὄντων κατὰ τὴν φυσικὴν θεωρίαν λόγους ἀπονέμων·
185ἡ γὰρ κοιλὰς τῶν σκηνῶν ὁ παρών ἐστι κόσμος, ἐν ᾧ πάντων κατὰ τὴν ἑκάστου διάφορον γνώμην τὲ καὶ διάθεσιν ἀπαγὴς ὑπάρχει καὶ πρόσκαιρος, σκηνῶν δίκην, ἡ παροῦσα ζωή. Ἢ πάλιν σκηναὶ τυγχάνουσι τῆς παρούσης κοιλάδος οἱ τῶν ἀρετῶν τρόποι, οὓς διαιρεῖ
190γνωστικῶς τοῖς διδασκομένοις, πρὸς τὴν ἑκάστου ἕξιν κατάλληλον διδοὺς ἀγωγὴν καὶ προσφυλακὴν τῶν τιμίων,
ὁ διανέμειν εἰδὼς ἑκάστῳ διὰ τῆς καλῆς διδασκαλίας τὴν ἁρμόζουσαν πρὸς σωτηρίαν ὁδόν. Ἢ σκηναὶ κοιλάδος ὑπάρχουσιν αἱ διὰ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν θεοῦ13
195παγεῖσαι κατὰ πᾶσαν τὴν οἰκουμένην τῶν πιστευσάντων ἐθνῶν ἐκκλησίαι, ὃ καὶ μᾶλλον, ὡς οἶμαι, τῶν ἄλλων ἐστὶν ἐπιφανέστερον. Ἢ πάλιν κοιλάδα σκηνῶν δια‐ μετρεῖ ὁ τὸν κόσμον τῶν σωμάτων καθάπερ κοιλάδα σκηνῶν γνώσει περιλαμβάνων· σκῆνος γὰρ πολλαχοῦ τῆς

(200)

Γραφῆς τὸ σῶμα προσηγορεύθη. Ἐμός ἐστι Γαλαὰδ καὶ ἐμός ἐστι Μανασσῆς καὶ Ἐφραὶμ κραταίωσις τῆς κεφαλῆς μου. Γαλαὰδ κατὰ μίαν τῶν ἐπὶ τῷ ὀνόματι τούτῳ ἑρμη‐ νειῶν ἐστὶν ἀποκάλυψις, Μανασσῆς δὲ ἑρμηνεύεται
205λήθη· ἀποκάλυψις δὲ καὶ λήθη εἰκότως προσγίνονται τῷ δικαίῳ, λαμβάνοντι μὲν διὰ θεωρίας τῶν ἀπορρήτων τὴν μύησιν, τῶν δὲ κατ’ ἀρετὴν πόνων τὴν λήθην διὰ
τὴν διαδεχομένην τοὺς πόνους τῶν ἀρετῶν εὐφροσύνην τῆς πνευματικῆς θεωρίας. Ἐφραὶμ δὲ ἑρμηνεύεται πλα‐14
210τυσμός, ὅπέρ ἐστιν ἡ κατὰ πίστιν ἐπὶ τοῖς μέλλουσιν ἀγαθοῖς ἄπτωτος ἐλπίς, ἥτις ἐστὶν ἀντίληψις τῆς κε‐ φαλῆς τοῦ δικαίου, τουτέστι τῆς πίστεως· παντὸς γὰρ δικαίου κεφαλὴ ἡ πίστις ἐστὶ καὶ παντὸς ἔργου ἀγαθοῦ, κραταίωσις δὲ ταύτης καθέστηκεν ἀσφαλὴς ἡ τῶν
215μελλόντων ἀγαθῶν ἀδιάπτωτος ἐλπίς· καθ’ ἣν ὡς παρόντα τὰ μέλλοντα θεωροῦντες, ἐμπλατυνόμεθα ταῖς θλίψεσιν, ἀκατάπτωτοι ἐν τοῖς πειρασμοῖς διαμένοντες. Ἰούδας βασιλεύς μου, Μωὰβ λέβης τῆς ἐλ‐ πίδος μου.
220 Ἰούδας ἐξομολόγησις ἑρμηνεύεται· ἄρχει γὰρ ἡ δι’ εὐχῶν ἐξομολόγησις ἐν τοῖς ἁγίοις παντὸς ἀγαθοῦ. Δύναται δὲ νοηθῆναι καὶ εἰς τὸν κύριον ὁ Ἰούδας, ὅς ἐστιν ἀληθινὸς βασιλεὺς τοῦ πνευματικοῦ Ἰσραὴλ καὶ ὁρῶντος θεόν, ὁ ὑπὲρ ἡμῶν, ἡνίκα γέγονεν ἄνθρω‐
225πος, ἐξομολογούμενος πρὸς τὸν Πατέρα καὶ λέγων· ἐξομολογοῦμαί σοι, Πάτερ ἅγιε. Μωὰβ δὲ ἔντερον πατρὸς ἑρμηνεύεται, νοεῖται δὲ τὸ ἡμέτερον σῶμα, δι’ οὗ κατὰ τὴν πρακτικὴν φιλοσοφίαν, λουτροῦ δίκην —ὅπερ δηλοῖ σαφῶς ὁ λέβης—, ἡ κάθαρσις πέφυκε γίνεσθαι15
230τῶν ἁμαρτημάτων· κάθαρσις γάρ ἐστιν ὁ λέβης τῆς ἐλπίδος, τουτέστιν ἡ διὰ βίου κατὰ τὴν κάθαρσιν πρὸς κληρονομίαν τῶν κατ’ ἐλπίδας ἀποκειμένων ἡμῖν ἀγαθῶν ἑτοιμότης. Δύναται δὲ πάλιν νοηθῆναι ὁ Μωὰβ καὶ εἰς τὴν σάρκωσιν τοῦ κυρίου· υἱὸς γὰρ ἀνθρώπου δι’ ἡμᾶς
235γέγονέ τε καὶ ἐχρημάτισεν ὁ ἀληθινὸς λέβης τῆς ἐλπίδος ἡμῶν, τουτέστιν ὁ ῥυπτικὸς καὶ καθαρτικὸς τῶν ἐκ τῆς ἁμαρτίας ἡμετέρων κηλίδων τὲ καὶ μολυσμῶν. Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν.
240 Ἰδουμαία αἱματώδης πηλὸς ἑρμηνεύεται. Δύναται δὲ ληφθῆναι καὶ εἰς τὴν σάρκα τοῦ κυρίου, δι’ ἧς ἐπέβη, ὡς δι’ ὑποδήματος, τοῖς ἀνθρωπίνοις, ἄλλως χωρῆσαι
τὸν ποιητὴν μὴ δυναμένης τῆς κτίσεως, ἄπειρόν τε καὶ ἀχώρητον κατὰ φύσιν τυγχάνοντα. Δύναται δὲ πάλιν νοη‐16
245θῆναι καὶ εἰς τὴν ἑκάστου ἡμῶν σάρκα, ἐφ’ ἧς ἐκτεί‐ νομεν τὸ ὑπόδημα, τουτέστι τὴν φρουροῦσαν τὴν ψυ‐ χὴν ἀπὸ τῶν πονηρῶν τοῦ διαβόλου τριβόλων τὲ καὶ ἀ‐ κανθῶν ἄσκησίν τε καὶ ἐγκράτειαν—τοῦτο γὰρ χρὴ νοεῖ‐ σθαι τὸ ὑπόδημα—· ἄνευ γὰρ ἀσκήσεως καὶ ἀκριβοῦς ἐγ‐

(250)

κρατείας τὰ τῆς σαρκὸς πάθη καταπαλαῖσαι τὸν ἀσκητὴν τῆς εὐσεβείας ἀμήχανον. Δύναται δὲ πάλιν ὑπόδημα νοηθῆ‐ ναι ψυχῆς καὶ ἡ διὰ λόγου καὶ θεωρίας νεκρωθεῖσα αἴσθη‐ σις, δι’ ἧς ἐπιβαίνουσα ἡ ψυχὴ τοῖς αἰσθητοῖς, τὸν αἰῶνα τοῦτον ἀβλαβῶς διαπορεύεται, τοὺς αὐτοῦ λόγους διὰ μέ‐
255σης τῆς αἰσθήσεως ὡς ὑποδήματος φαντασιουμένης, τὰς τῶν ὁρατῶν κατ’ εἶδος καὶ σχῆμα διαφορὰς ἀναλεγομένη πρὸς τὴν τοῦ ἑνὸς μόνου τε καὶ ἀρχικοῦ λόγου σύνε‐ σιν καὶ ἐπίγνωσιν. Ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν· ἡνίκα γὰρ διὰ σαρ‐
260κὸς τοῖς καθ’ ἡμᾶς ἐπεχωρίασε τόποις ὁ κύριος, ὑπετάγη τῷ κράτει τῆς ἰσχύος αὐτοῦ οὐ μόνον καταργηθέντα τὰ πνεύματα τῆς πονηρίας, ἀλλὰ καὶ πάντα τὰ ἔθνη, δε‐
ξάμενα διὰ τῆς κλήσεως τὸ σωτήριον τοῦ εὐαγγελίου κήρυγμα, ὑπέκυψεν· ὑποτάσσονται δὲ καὶ παντὶ δικαίῳ17
265οἱ ἀλλόφυλοι, ἡνίκα ἐπιβαλών, ὥσπερ ὑπόδημα, τῇ γῇ τῆς σαρκὸς αὐτοῦ τὴν νεκροῦσαν τὸν νόμον τῆς ἁμαρτίας ἐγκράτειαν, δαμάσει οὐ μόνον τὰ ἐμφωλεύοντα αὐτῇ ἀκάθαρτα πάθη, ἀλλὰ καὶ τοὺς ἐνεργοῦντας ταῦτα πονηροὺς καταργήσει δαίμονας.
270 Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; Πόλις ἐστὶ περιοχῆς ἡ ἐκ πολλῶν συνηθροισμένη θείων καὶ μυστικῶν θεωρημάτων σοφία, περιεχομένη ἤγουν περιπεφραγμένη, καθὼς ἕτερος ἔφη τῶν ἐκδοτῶν, τοῖς τῶν ἀρετῶν ὀχυρώμασιν. Ἢ πάλιν πόλις ἐστὶ
275περιοχῆς ἡ κατάστασις, καθ’ ἣν ἀνάλωτος καὶ ἀπροσ‐ πέλαστος γίνεται τοῖς πολεμίοις διὰ τὴν φρουροῦσαν αὐτὸν τῶν ἁγίων δυνάμεων περιβολὴν ὅ γε ἀληθῶς θεοσεβὴς καὶ φιλόθεος. Ἢ πάλιν πόλις ἐστὶ περιοχῆς
ἡ λόγῳ καὶ βίῳ τετειχισμένη ψυχὴ καὶ πάσαις ταῖς18
280τῶν ἀρετῶν πλήθουσα χάρισιν. Ἢ πάλιν πόλις ἐστὶ περιοχῆς ἡ τῆς ἀληθοῦς καὶ ἀπταίστου γνώσεως ἕξις ἡ ἐκ πάντων ἠθικῶν τε καὶ φυσικῶν καὶ θεολογικῶν θεωρημάτων περιεχομένη, εἰς ἣν ἀπάγεται πᾶς εὐσεβής, ὑπ’ ἄλλου μὲν οὐδενός, ὑπὸ μόνου δὲ τοῦ θεοῦ τοῦ
285πάντας πρὸς ἑαυτὸν ἕλκοντος δι’ ἄφατον ἀγαθότητος μέ‐ γεθος. Ἢ τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας; Ἰδουμαία, καθὼς ἔδειξε προλαβὼν ὁ λόγος, ἐστὶν ἡ πάντων τῶν ὑπὸ αἴσθησιν κτισμάτων σύστασις, περὶ
290ἣν ἡ ἐν πνεύματι φυσικὴ θεωρία συνίστασθαι πέφυκεν, καθ’ ἣν ἐκ καλλονῆς καὶ μεγέθους κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς τῷ εὐσεβῶς ἀναλεγομένῳ τὴν τῶν ὄντων γνῶσιν θεωρεῖται, ἢ τυχὸν ἡ κατ’ ἀρετὴν πρακτικὴ διὰ σαρκὸς φιλοσοφία, καθ’ ἣν τοῦ ἁγίου Πνεύματος γίνεται
295ναὸς τὸ ἡμέτερον σῶμα, τοῖς τῶν ἐντολῶν συνοικο‐ δομούμενον κάλλεσιν, εἰς ἣν ὁ αὐτὸς πάλιν ὁδηγεῖ κύριος, χαριζόμενος τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τῶν ὁρω‐
μένων τὴν ἐπιστήμην, καὶ διδάσκων τῶν μελῶν τῆς γηΐνης ταύτης καὶ ἐπικήρου σαρκὸς τὴν νέκρωσιν.19

(300)

Ἢ ἵνα συνελὼν εἴπω, πόλις ἐστὶ περιοχῆς ἡ τῶν νοητῶν γνωστικὴ θεωρία, Ἰδουμαία δὲ ἡ τῶν αἰσθητῶν ἐπιστήμη, εἰς ἃς ἀπάγει τε καὶ ὁδηγεῖ ἡ μόνη τοῦ θεοῦ καὶ Πατρὸς σοφία, ὁ μονογενὴς Υἱός. Διὸ ἐπάγων ὁ προφήτης φησίν·
305 Οὐχὶ σύ, ὁ θεός, ὁ ἀπωσάμενος ἡμᾶς; τουτέστιν ὅτι σ, ὁ θεός, ὁ κατ’ ἀρχὰς διὰ τὴν ἁμαρτίαν ἀπωσάμενος ἡμᾶς, αὐτὸς διὰ σπλάγχνα ἐλέους σου οἰκτειρήσας, ἀπάγεις εἰς πόλιν περιοχῆς καὶ ὁδηγεῖς ἕως τῆς Ἰδουμαίας κατὰ τὴν προαποδε‐
310δομένην ἐξήγησιν. Καὶ οὐκ ἐξελεύσῃ, ὁ θεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν. Οὐ γὰρ ἐξελεύσεται ὁ θεὸς ἐν τῷ ἐφ’ ἑαυτῷ θαρροῦντι καὶ ἐπὶ τῷ τόξῳ ἐλπίζοντι καὶ τὴν ῥομφαίαν
315ἐπιγραφομένῳ ἑαυτοῦ σωτήριον, ἀλλ’ ἐν τοῖς ἐν αὐτῷ
τῷ θεῷ κερατιοῦσι τοὺς ἐχθροὺς καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἐξουδενοῦσι τοὺς ἐπανισταμένους αὐτοῖς εἰκότως ὁ θεὸς ἐξελεύσεται πρὸς τὸν κατὰ τῶν ἀοράτων ἐχθρῶν πόλεμον.20
320 Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως· καὶ ματαία σωτηρία ἀνθρώπου. Εὐκτικῶς δέεται τοῦ θεοῦ καὶ σωτῆρος ἐκ προσώπου τῆς κοινῆς φύσεως ὁ προφήτης δοθῆναι ἡμῖν βοή‐ θειαν ἐκ τῆς θλίψεως, δηλαδὴ τῆς κατασκεδασθείσης
325τῆς φύσεως διὰ τὴν ἁμαρτίαν καὶ μέχρι τῶν τοῦ ἅδου πυλῶν αὐτὴν καταπιεσάσης. Θλίψις γάρ, κατ’ ἐμὲ φάναι, ἡ τοῦ θανάτου καὶ τῆς φθορᾶς ἐστι τυραννὶς καὶ ἐπι‐ κράτεια, βοήθεια δὲ ἡ διὰ τῆς χάριτος βεβαία τῆς ἀναστάσεως ἐλπίς, πρὸς ἣν ἀφορῶντες οἱ εὐσεβεῖς τὴν
330τοῦ θανάτου κατήφειαν ἀλύπως διαφέρουσιν. Ἢ πάλιν θλίψις ἐστὶν ὁ ὑπὲρ ἀρετῆς πόνος, βοήθεια δὲ ἡ τοῦτον διαδεχομένη κατὰ θεοῦ χάριν ἀπάθεια, πρὸς ἣν πᾶσα συγκρινομένη ἀνθρώπων σωτηρία ματαιότης ἐστὶ καὶ παντελὴς ἀνυπαρξία· τοῦτο γὰρ δίκαιον νοεῖσθαι τὴν
335ματαιότητα. Ἐν τῷ θεῷ ποιήσωμεν δύναμιν καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.
Ἐν τῷ θεῷ ποιοῦσι δύναμιν οἱ μὴ ἐπιγράφοντες ἑαυτοῖς τῶν ἀρετῶν τὰ κατορθώματα μηδὲ τῇ ἑαυτῶν21
340σοφίᾳ τὴν τῶν θείων μυστηρίων κατάληψιν, ἐν οἷς αὐτὸς ὁ θεὸς μονώτατος καὶ ὅλως χωρῶν, πᾶσαν ἀρετὴν ἐργά‐ ζεται καὶ χαρίζεται γνῶσιν, ἐξουδενῶν πάντας τοὺς ἀν‐ τικειμένους τῇ τε ἀρετῇ καὶ τῇ γνώσει πονηροὺς δαίμονας καὶ διὰ κακίας καὶ ἀγνωσίας ἐκθλίβειν ἐπιχειροῦν‐
345τας τοὺς φοβουμένους αὐτόν· αὐτὸς γὰρ πάντων ὑπάρχει σωτήρ, ὅτι καὶ πάντων δημιουργός· αὐτῷ ἡ δόξα καὶ
τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν.22