TLG 2892 097 :: MAXIMUS CONFESSOR :: Scholia in Ecclesiasten (in catenis: catena trium patrum) MAXIMUS CONFESSOR Theol., Protosecretarius, vel Maximus Homologetes Scholia in Ecclesiasten (in catenis: catena trium patrum) Citation: Section — (line) | ||
prol(1t) | Ἑρμηνεία κατὰ παράφρασιν τοῦ Ἐκκλησιαστοῦ, | |
2t | συλλεγεῖσα ἀπό τε τῶν εἰς τοῦτον ἑρμηνειῶν | |
---|---|---|
3t | τοῦ ἁγίου Γρηγορίου τοῦ Νύσης | |
4t | καὶ τῆς παραφράσεως τῆς λεγομένης τοῦ Θεολόγου | |
5t | καὶ ἀπὸ διαφόρων ἐννοιῶν τοῦ ἁγίου Μαξίμου. | |
1 | Προγυμνάσας ἤδη Σαλομῶν πρὸς πόθον πνευματικὸν διὰ τῶν παροιμιακῶν νοημάτων τὸν ἡμέτερον νοῦν καὶ τῇ ἠθικῇ φιλοσοφίᾳ πρὸς τοῦτον παιδαγωγήσας ἡμᾶς εἰσαγω‐ γικῶς, ἐπὶ ὑψηλοτέραν λοιπὸν διδασκαλίαν ἀνάγει, ἐκπαι‐ | |
5 | δεύων ἡμᾶς διὰ τοῦ Ἐκκλησιαστοῦ καὶ φυσικῶς, ὡς τὴν τῶν ὄντων γνῶσιν ἐκ θεοῦ δεξάμενος ἀψευδῆ. Ἐξ αὐτῆς γὰρ τῆς τῶν πραγμάτων φύσεως καταγγέλλει τὸ μάταιον τῆς περὶ ταῦτα σχέσεως ἡμῶν, ὥστε ταύτης καταργηθείσης ἀνεπικωλύτως προκόπτειν τὴν πρὸς τὸ κυρίως καλὸν ἔφε‐ | |
10 | σιν ἡμῶν, καί φησιν ὡς ἐν ἐπιγραφῇ· | 3 |
1 | 1. Ῥήματα Ἐκκλησιαστοῦ υἱοῦ Δαυΐδ, βασιλέως Ἰσραὴλ ἐν Ἱερουσαλήμ. Ἤγουν, τάδε λέγει Σολομῶν, ὁ τοῦ βασιλεύσαντος τῶν Ἰσραηλιτῶν ἐν τῇ πόλει Ἱερουσαλὴμ προφήτου Δαυῒδ παῖς, | |
5 | ἁπάσῃ τῇ τοῦ θεοῦ ἐκκλησίᾳ, πάντως τῇ τῶν πιστῶν χορείᾳ. 2. Ματαιότης ματαιοτήτων, εἶπεν ὁ Ἐκκλησιαστής, μα‐ ταιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Ἤτοι, κενὴν καὶ ἀνόνητον ἅπασαν τὴν περὶ τὰ φαινόμενα | |
10 | τῶν ἀνθρώπων σχέσιν τε καὶ σπουδὴν εἴρηκεν ὁ πάντα ἐπισυνάγων πρὸς ἐξέτασιν λόγος· μάταιον γάρ ἐστι τὸ μηδαμοῦ λυσιτελοῦν. Διόπερ ἡ τῶν φαινομένων καὶ φθειρο‐ μένων σχέσις, ὡς τούτοις τὸν νοῦν περιγράφουσα καὶ μὴ συγχωροῦσα δι’ αὐτῶν πρὸς κατανόησιν τοῦ τῶν ὅλων | |
15 | αἰτίου χειραγωγεῖσθαι, κἀντεῦθεν μήτ’ αὐτὴ λυσιτελοῦσα, ἀλυσιτελῆ δὲ καὶ ταῦτα ποιοῦσα, ματαιότης ματαιοτήτων ἐστί, τὰ πρόσκαιρα πάντα συγκλείουσα ματαιότητι. Ἐπειδὴ 3. Τίς περισσεία τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον; | |
20 | Τουτέστι, τί ἔχει τις εἰπεῖν ὄφελος προσηρτημένον τοῖς ἐκτελεσθῆναι σπουδαζομένοις παρ’ ἀνθρώπων, ἀνωτέρω μὲν τῶν ἄστρων οὐδ’ ὁτιοῦν βουλομένων τῷ γενναίῳ τῆς ψυχῆς | |
ὄμματι κατιδεῖν, μόνα δὲ φρονούντων καὶ ἐνεργούντων τὰ γήϊνα, ἐν οἷς κατατρίβεται ὁ τῶν ἀνθρώπων βίος ἡμέραν | 4 | |
25 | ἐξ ἡμέρας, ὡρῶν τε καὶ ἐνιαυτῶν περιόδους καὶ ἡλίου δρόμους περιωρισμένους; Καὶ γὰρ 4‐7. Γενεὰ πορεύεται καὶ γενεὰ ἔρχεται, καὶ ἡ γῆ εἰς τὸν αἰῶνα ἕστηκεν. Ἀνατέλλει ὁ ἥλιος καὶ δύνει ὁ ἥλιος καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει· ἀνατέλλων αὐτὸς ἐκεῖ πορεύεται | |
30 | πρὸς νότον καὶ κυκλοῖ πρὸς βορρᾶν. Κυκλοῖ κυκλοῦν, πορεύεται τὸ πνεῦμα καὶ ἐπὶ κύκλους αὐτοῦ ἐπιστρέφει τὸ πνεῦμα. Πάντες οἱ χείμαρροι πορεύονται εἰς τὴν θάλασσαν καὶ ἡ θάλασσα οὐκ ἔσται ἐμπιπλαμένη· εἰς τὸν τόπον οὗ οἱ χείμαρροι πορεύονται, ἐκεῖ αὐτοὶ ἐπιστρέφουσι τοῦ πο‐ | |
35 | ρευθῆναι. Εἴτουν, πᾶσα ἡ τοῦ βίου πορεία κύκλος τίς ἐστι, διη‐ νεκῶς ἐν τοῖς αὐτοῖς ἑλισσόμενος· ἐκ γῆς γὰρ ἡ γένεσις ἡμῶν καὶ εἰς γῆν ἡ ἀνάλυσις. Ἡ δὲ γῆ ἐπὶ τοῦ οἰκείου μένει ὅρου ἅπαντα τὸν παρόντα αἰῶνα, μήτε τῇ γενέσει | |
40 | τῶν ἐξ αὐτῆς ἐκλείπουσα, μήτε τῇ εἰς αὐτὴν ἀναλύσει πλεονάζουσα. Καὶ ὁ ἥλιος δέ, ἀνατέλλων καὶ δύνων, πάλιν εἰς τὸν αὐτὸν περιτρέχει ὅρον· ἀεὶ γὰρ ἀπὸ τῶν βορείων μερῶν ἀνατέλλων, πρὸς τὰ νότια πορευόμενος δύνει, καὶ τὴν ὑπόγειον πορείαν ποιούμενος πρὸς βορρᾶν ἀπὸ τῶν | |
45 | τούτου πάλιν ἀνίσχει μερῶν, τὸν κύκλον τοῦ ἰδίου δρόμου πληρῶν. Ἀλλὰ καὶ ἡ τῶν ἀνέμων φύσις, ποτὲ μὲν ἀπὸ νότου πρὸς βορρᾶν πνέουσα, ποτὲ δ’ ἀπὸ βορρᾶ πρὸς νότον, καὶ ἄλλοτε ἀπὸ ἄρκτου πρὸς μεσημβρίαν καὶ πάλιν ἀπὸ μεσημβρίας πρὸς ἄρκτον, ἔν τε τῷ ἀπιέναι καὶ ὑπο‐ | 5 |
1(50) | στρέφειν κυκλικὴν τὴν πορείαν ποιεῖται. Ὡσαύτως δὲ καὶ ἡ τῶν ὑδάτων φύσις, ποτὲ μὲν εἰς θάλασσαν ποταμηδὸν εἰσρέουσα, ποτὲ δ’ ἀπὸ θαλάσσης διὰ νεφελῶν ἀνιμωμένη, καὶ τὸ πρόσωπον τῆς γῆς ἄρδουσα καὶ πάλιν ἐκ ταύτης ποταμηδὸν εἰς θάλασσαν ἀναστρέφουσα, τὸν ἴδιον τῆς | |
55 | πορείας κύκλον πληροῖ, τῆς θαλάσσης μενούσης ἐπὶ τῆς κατὰ φύσιν ταὐτότητος καὶ μήτε πλημμυρούσης ταῖς εἰσρο‐ αῖς, μήτ’ ἐκκενουμένης ταῖς ἐκροαῖς. Τῶνδ’ εἰρημένων 8. Πάντες οἱ λόγοι ἔγκοποι· οὐ δυνήσεται ἀνὴρ τοῦ λαλεῖν, καὶ οὐκ ἐμπλησθήσεται ὀφθαλμὸς τοῦ ὁρᾶν, καὶ οὐ | |
60 | πληρωθήσεται οὗς ἀπὸ ἀκροάσεως. Δηλαδή, ὁ διὰ τελειότητα φρενῶν τῆς κατὰ τὴν ἄστατον φορὰν τῶν ὄντων ὑπεριδὼν ματαιότητος, καὶ τῆς τούτων φύσεως πάντας τοὺς καθόλου ἐρευνώμενος λόγους, πολλὰ καμών, μόλις νῷ μόνῳ ἐν ἄλλῃ ἐξ ἄλλου φαντασίᾳ ἕν τι | |
65 | συλλέξει τῆς ἀληθείας ἴνδαλμα, πρὶν κρατηθῆναι φεῦγον καὶ πρὶν νοηθῆναι διαδιδρᾶσκον. Ὡς γὰρ ἔχει φύσεως ἡ ἀλήθεια, οὔτ’ αὐτὸς λόγῳ ἱστορῆσαι δυνήσεται καὶ διδάξαι | |
τοὺς ἀγνοοῦντας, οὔτ’ ὀφθαλμὸς τοῦ τῇ φυσικῇ θεωρίᾳ ἐνασχολουμένου τῆς ἰδίας ἐνεργείας τὸ μέτρον ὑπερβῆναι | 6 | |
70 | ἰσχύσει καὶ διαβῆναι τὸ κατὰ τὴν ἐπιφάνειαν τῶν ὁρατῶν προφαινόμενον χρῶμα καὶ τῆς θέας αὐτῆς ἐμπλησθῆναι ἐν αὐτοψίᾳ, οὔτ’ ἀκοὴ τοῦ διὰ πράξεως ἠθικῶς παιδαγωγου‐ μένου τῆς περὶ ταύτης ἀκροάσεως πληρωθήσεται, ὡς δι‐ δασκαλικοῦ λόγου ἀκριβῶς ἐν ἑαυτῷ τὴν ἀλήθειαν διαλαμ‐ | |
75 | βάνοντος κατὰ τὸ παρὸν μὴ εὑρισκομένου. Λοιπὸν 9‐11. Τί τὸ γεγονός; Αὐτὸ τὸ γενησόμενον. Καὶ τί τὸ πεποιημένον; Αὐτὸ τὸ ποιηθησόμενον. Καὶ οὐκ ἔστι πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον, ὃ λαλήσει καὶ ἐρεῖ· «ἴδε τοῦτο καινόν ἐστιν·» ἤδη γέγονεν ἐν τοῖς αἰῶσι τοῖς γενομένοις | |
80 | ἀπὸ ἔμπροσθεν ἡμῶν. Οὐκ ἔστι μνήμη τοῖς πρώτοις, καί γε τοῖς ἐσχάτοις γενησομένοις οὐκ ἔσται αὐτοῖς μνήμη μετὰ τῶν γενησομένων εἰς τὴν ἐσχάτην. Ἥγουν, ἐπειδὴ τὰ παρόντα πάντα ματαιότης εἰσί, μα‐ ταιότης δέ ἐστι τὸ ἐπὶ παντὶ λυσιτελοῦντι ἀνύπαρκτον, τὸ | |
85 | δ’ ἀνύπαρκτον οὐκ ἄν τις ἐν τοῖς γεγονόσι λογίσαιτο, τί τὸ γενόμενον παρὰ θεοῦ καὶ διαμένον ἐστίν; Ὅπερ πάντως ἔσται τὸ ἐσόμενον. Οὐ γὰρ ὅπερ εἰσὶ νῦν τὰ διὰ τὸν ἄνθρωπον γενόμενα, ἀλλοιωτὰ καὶ φθαρτά —τοῦτο δὴ καὶ γεγόνασιν, ὅτι τὴν φθορὰν τῆς φύσεως ἡ κατὰ τὴν τῆς | |
90 | θείας ἐντολῆς παράβασιν τροπὴ τῆς προαιρέσεως ἐπεισήγα‐ γεν—ἀλλ’ ὅπερ ποτὲ ἔσονται, ἀναλλοίωτά τε καὶ ἄφθαρτα. | |
Τί δὲ πάλιν ἐστὶν ὁ πεποιημένος χειρὶ θεοῦ ἄνθρωπος; Οὐχ ὃ νῦν ὑπάρχει διὰ τὴν ἁμαρτίαν, τρεπτὸς καὶ φθαρτός, ἀλλ’ ὃ ποτὲ ποιηθήσεται, ἄτρεπτός τε καὶ ἄφθαρτος. Καὶ | 7 | |
95 | οὐκ ἔστι κυρίως πᾶν πρόσκαιρον καὶ χρονικόν, εἰ καὶ εἶναι νομίζεται. Ὃ δ’ εἴπῃ τις καὶ διδάξει, ὅτι «ἴδε τοῦτο νέον ὂν ἀληθῶς ἐστι», τὸ τοιοῦτον νέον οὐκ ἔστιν, ἀλλ’ ἤδη παρὰ θεοῦ γέγονεν ἐν τοῖς πρὸ ἡμῶν αἰῶσιν. Οἱ γὰρ ἀναλ‐ λοίωτοι ὅροι καὶ λόγοι τῶν φύσεων, καθ’ οὓς παρὰ τοῦ | |
1(100) | δημιουργοῦ τὰ πάντα γεγόνασι, παρὰ τούτῳ προϋφεστήκασι πρὸ τῆς τῶν ὄντων παραγωγῆς· εἰ δὲ τούτων τῶν λόγων ἐν λήθῃ γεγόναμεν, ἐξ οὗ πρὸς κακίαν ἡ φύσις ἡμῶν ἔρρεψε, θαυμάσῃς μηδὲν ὅτι καὶ τὰ νῦν δοκοῦντα εἶναι, ὅτε πρὸς τὸ ὄντως ὂν ἀγαθὸν ἀναχθῶμεν, λήθῃ συγκα‐ | |
105 | λυφθήσεται. Ἐμποιήσει γὰρ ἡ ἐσχάτη κατάστασις τῇ τῶν ἀνθρώπων φύσει τῆς μνήμης τῶν ταύτῃ ἐπιγενομένων μετὰ τὴν ἐξ ἀρχῆς εὐκληρίαν κακῶν ἀφανισμὸν παντελῆ. Καὶ οὐκ αὐτοσχεδιάζω ταῦτα νῦν ἐκκλησιάζων, ἀλλὰ 12‐13. Ἐγὼ Ἐκκλησιαστὴς ἐγενόμην βασιλεὺς ἐπὶ Ἰσραὴλ | |
110 | ἐν Ἱερουσαλήμ, καὶ ἔδωκα τὴν καρδίαν μου τοῦ ἐκζητῆσαι καὶ τοῦ κατασκέψασθαι ἐν τῇ σοφίᾳ περὶ πάντων τῶν | |
γινομένων ὑπὸ τὸν οὐρανόν, ὅτι περισπασμὸν πονηρὸν ἔδωκεν ὁ θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων τοῦ περισπᾶσθαι ἐν αὐτῷ. | 8 | |
115 | Δηλονότι, ἐγὼ ὁ κατὰ τήνδε τὴν διδασκαλίαν ἐπισυνάγων πρὸς ἐπίγνωσιν τῆς μιᾶς τῶν ὅλων ἀρχῆς καὶ αἰτίας τοὺς διεσκορπισμένους τῇ τῶν προσκαίρων σχέσει καὶ τῇ περὶ ταῦτα ἀπάτῃ, βασιλείαν Ἑβραίων ἐν Ἱεροσολύμοις πεπι‐ στευμένος, ἐζήτησα μεμελημένως καὶ κατενόησα οὐχ ἁπλῶς | |
120 | ἐν σοφίᾳ, ἀλλ’ ἐν τῇ ἀληθινῇ, τὴν ποικίλην περὶ γῆν φύσιν ἅπασαν. Καὶ ἔγνων ὅτι διὰ τὴν παρακοὴν πονεῖν οἱ ἄν‐ θρωποι ἐπὶ γῆς παρὰ θεοῦ κατεκρίθησαν, ὥστε ἄλλοτε ἀλλοίᾳ καμάτου προφάσει ὀδυνηρῶς ζῆν, κἀντεῦθεν ἐπι‐ μεμνῆσθαι τῆς ἐν τῷ παραδείσῳ ἀπονωτάτης καὶ μακαρίας | |
125 | ζωῆς. Καὶ γὰρ 14. Εἶδον σύμπαντα τὰ ποιήματα τὰ πεποιημένα ὑπὸ τὸν ἥλιον, καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύμα‐ τος. Εἴτουν, ἐθεασάμην πάντα τὰ παρ’ ἀνθρώπων πραττόμενα | |
130 | περὶ γῆν, καί εἰσι ταῦτα πάντα ἀλυσιτελῆ καὶ ἀνόνητα καὶ ψυχῆς ἀλογωτάτη προαίρεσις· ὅτι 15. Διεστραμμένον οὐ δυνήσεται τοῦ ἐπικοσμηθῆναι, καὶ ὑστέρημα οὐ δυνήσεται τοῦ ἀριθμηθῆναι. Τουτέστι, τὰ μὲν καθ’ ὑπερβολὴν τῆς ἀρετῆς διὰ κενοδο‐ | |
135 | ξίαν πραττόμενα, διεστραμμένης ἀπὸ τοῦ εὐθέος εἰς τὸν ἐναντίον ὑπάρχοντα προαιρέσεως, κἂν ὑποκρίνωνται τὴν ἀρετήν, τὸν κόσμον ταύτης περιβαλέσθαι οὐ δύνανται· κακία γὰρ καὶ ἀκοσμία ψυχῆς τὸ μὴ διὰ θεόν, ἀλλὰ διὰ | |
δόξαν ματαίαν πραττόμενον. Τὰ δὲ κατ’ ἔλλειψιν πάλιν τῆς | 9 | |
140 | ἀρετῆς δι’ ἡδονὴν σαρκὸς ἐνεργούμενα, ἐστερημένης τοῦ καλοῦ ὑπάρχοντα προαιρέσεως, συναριθμηθῆναι τοῖς οὖσιν οὐ δυνηθήσονται· τὸ γὰρ κακὸν ἀνυπόστατον. Ἀλλὰ καὶ 16‐18. Ἐλάλησα ἐγὼ ἐν τῇ καρδίᾳ μου τῷ λέγειν· ἐγὼ ἰ‐ δοὺ ἐμεγαλύνθην καὶ προσέθηκα σοφίαν ἐπὶ πᾶσιν οἳ | |
145 | ἐγένοντο ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ, καὶ καρδία μου εἶδε πολλὰ σοφίαν, καὶ γνῶσιν· καὶ ἔδωκα τὴν καρδίαν μου τοῦ γνῶναι σοφίαν καὶ γνῶσιν· παραβολὰς καὶ ἐπιστήμην ἔγνων ἐγώ, ὅτι καί γε τοῦτό ἐστι προαίρεσις πνεύματος· ὅτι ἐν πλήθει σοφίας πλῆθος γνώσεως, καὶ ὁ προστιθεὶς | |
1(150) | γνῶσιν προστίθησιν ἄλγημα. Ἤτοι, ἐν τῷ λογίζεσθαί με ὅτι ἰδοὺ ἐγὼ ἐμεγαλύνθην τῷ κατὰ τὴν βασίλειον ἀρχὴν τῆς δυναστείας ὄγκῳ, καὶ ηὔξησα τοῦτον τῇ προσθήκῃ τῆς σοφίας παρὰ πάντας τοὺς πρὸ ἐμοῦ ἐν Ἱερουσαλὴμ βασιλεύσαντας, καὶ ἡ ψυχή μου | |
155 | ἐθεάσατο νοερῶς πλοῦτον σοφίας καὶ γνώσεως, καὶ ἔδωκα τὴν ψυχήν μου ἐμπόνῳ μελέτῃ ὑπὲρ τοῦ γνῶναι σοφίαν καὶ γνῶσιν, καὶ διὰ τῆς συμβολικῆς παραθέσεως τῶν γινωσκο‐ μένων ἔγνων ἐξ ἀναλογίας τῶν ὑπὲρ ἡμᾶς πραγμάτων τὴν | |
ἐπιστήμην, εἶπον αὐτὸς ἐν τῇ ψυχῇ μου ὅτι καὶ ὁ πλοῦτος | 10 | |
160 | τῆς σοφίας καὶ τῆς γνώσεως προαίρεσίς ἐστι ψυχῆς ἀγαθὴ πάντως, ὥσπερ κακὴ τἀναντία, ὅτι ἐν πολλῇ σοφίας δυ‐ νάμει πολλὴ ἐνεργεῖται τοῦ λυσιτελοῦντος γνῶσις. Νοὸς γὰρ ἡ μὲν σοφία δύναμις, ἡ δὲ γνῶσις ἐνέργεια· τοῦ δὲ καλοῦ ἕξις μὲν ἡ γνῶσις, ἡ δ’ ἀρετὴ αὖθις ἐνέργεια. Διόπερ | |
165 | ὁ αὐξάνων ἐν ἑαυτῷ τὴν γνῶσιν, συνεπιτείνει ταύτῃ καὶ τὸν πόνον τῆς ἀρετῆς. Δι’ ὃν πόνον | |
2 | 1. Εἶπον ἐγὼ ἐν καρδίᾳ μου· «δεῦρο δὴ πειράσω σε ἐν εὐφροσύνῃ, καὶ ἴδε ἐν ἀγαθῷ.» Καὶ ἰδοὺ καί γε τοῦτο ματαιότης. Δηλαδή, καθειλκύσθην πρὸς τὰ νομιζόμενα τῇ αἰσθήσει | |
5 | τερπνά· διελογισάμην γὰρ ἐκδοῦναι μὲν ἐμαυτὸν τρυφῇ, πεῖραν δὲ λαβεῖν ἡδονῶν ποικίλων. Νῦν δὲ συνῆκα ὡς τὰ τοιαῦτα πάντα ἀνόνητα. Οὕτω δὲ συνεὶς 2. Τῷ γέλωτι εἶπα περιφοράν, καὶ τῇ εὐφροσύνῃ· «τί τοῦτο ποιεῖς;» | |
10 | Ἤγουν, ὡσανεὶ εἶπον τῷ γέλωτι· «τί μαίνῃ καὶ περιφέρῃ καὶ οὐκ ἐντὸς τοῦ καθεστῶτος μένεις, ἀλλ’ ἀπρεπὴς διάχυ‐ σίς μου ὑπάρχεις τοῦ σώματος, καὶ πνεύματος κλόνος, καὶ διαστολὴ παρειῶν, καὶ γύμνωσις ὀδόντων τε καὶ οὔλων, καὶ ὑπερῴας αὐχένος τε λυγισμός, καὶ φωνῆς παράλογος | 11 |
15 | θρύψις συνεπικοπτομένης τῇ κολάσει τοῦ πνεύματος, καὶ βρασμὸς ὅλου τοῦ σώματος;» Καὶ οὕτω μὲν ἀτιμάσας ἐπέσχον τὸν γέλωτα, τὴν δ’ ἡδονὴν πρὸς τὸ σωφρονεῖν ἐκόλασα. Ὑποπτεύων γὰρ αὐτῆς τὸν προσεγγισμόν, οἱονεὶ κλέπτου τινὸς λαθραίως εἴσω παραδυομένου τῶν τῆς ψυχῆς | |
20 | ταμιείων, εὐθὺς ἀπεμαχόμην τε πρὸς αὐτὴν καὶ ἀντέβαινον, «τί ταῦτα ποιεῖς;» λέγων, «τί ἐκθηλύνεις τὸ ἀνδρῶδες τῆς φύσεως; τί καταμαλάσσεις τῆς διανοίας τὸ σύντονον; τί ἐκνευρίζεις τῆς ψυχῆς τὸν τόνον; τί μοι τὸ καθαρὸν τῆς τῶν νοημάτων αἰθρίας τῇ παρ’ ἑαυτῆς ὁμίχλῃ ζόφον ποι‐ | |
25 | εῖς;» Ταῦτ’ εἶπον 3. Καὶ κατεσκεψάμην εἰ ἡ καρδία μου ἑλκύσει ὡς οἶνον τὴν σάρκα μου· καὶ ἡ καρδία μου ὡδήγησέ με ἐν σοφίᾳ καὶ τοῦ κρατῆσαι ἐν εὐφροσύνῃ, ἕως οὗ ἴδω ποῖον τὸ ἀγαθὸν τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὃ ποιήσουσιν ὑπὸ τὸν | |
30 | ἥλιον ἐν ἀριθμῷ ἡμερῶν ζωῆς αὐτῶν. Τουτέστι, καὶ ἐσκόπησα ἐν ἑαυτῷ εἰ δυνηθῇ ἡ ψυχή μου | |
ἐπικρατεστέρα τῆς σαρκὸς γενέσθαι καὶ καθυποτάξαι ταύτην τῷ πνεύματι, τοῦ χείρονος καταποθέντος δίκην οἴνου ὑπὸ τοῦ κρείττονος. Κἀντεῦθεν ἡ ψυχή μου ὡδήγη‐ | 12 | |
35 | σέ με τῷ μὲν νόμῳ τοῦ νοός μου ἐν σοφίᾳ, τῷ δὲ κατ’ αἴσθησιν νόμῳ, ὥστε καὶ τοῖς τῶν προσκαίρων ἡδέσιν ἐμμεῖναι, μέχρις ἂν γνῶ ποῖον ἐν ἀνθρώποις τὸ ὄντως καλόν, ὃ καταπράξονται παρὰ τουτονὶ τὸν βίον, πάσῃ ἡλικίᾳ καὶ παντὶ τῷ τῆς ζωῆς χρόνῳ ἀγαθὸν ἐπίσης | |
40 | ὑπάρχον, οὗ κόρος οὐκ ἐλπίζεται, ἀλλὰ συνακμάζει τῇ ἀπολαύσει ὁ πόθος, ὅπερ οὔτε τῷ ἀστάτῳ τῶν ἡλικιῶν καὶ τῶν χρόνων, οὔτε μὴν εὐημερίᾳ καὶ λύπῃ, ἢ ἐργασίᾳ καὶ ἀνέσει, ἀρχῇ τε καὶ δουλείᾳ πέφυκεν ὅλως συναλλοιοῦσθαι. Ὑπάρχων δ’ ἀμφιρεπὴς ὡς εἴρηται, τῶν ἐν αἰσθήσει | |
45 | τερπνῶν ἐν πείρᾳ γενέσθαι ἠθέλησα. Καὶ 4‐93. Ἐμεγάλυνα ποίημά μου, ᾠκοδόμησά μοι οἴκους, ἐφύτευσά μοι ἀμπελῶνας, ἐποίησά μοι κήπους καὶ παρα‐ δείσους, καὶ ἐφύτευσα ἐν αὐτοῖς ξύλον πᾶν καρποῦ· ἐποίησά μοι κολυμβήθρας ὑδάτων τοῦ ποτίσαι ἀπ’ αὐτῶν | |
2(50) | δρυμὸν βλαστῶντα ξύλα· ἐκτησάμην δούλους καὶ παιδίσκας, καὶ οἰκογενεῖς ἐγένοντό μοι· καί γε κτῆσις βουκολίου καὶ ποιμνίου πολλὴ ἐγένετό μοι ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ· συνήγαγόν μοι καί γε ἀργύριον καὶ χρυσίον καὶ περιουσιασμοὺς βασιλέων καὶ | |
55 | τῶν χωρῶν· ἐποίησά μοι ᾄδοντας καὶ ᾀδούσας καὶ ἐντρυφήματα υἱῶν τῶν ἀνθρώπων οἰνοχόους καὶ οἰνοχόας· καὶ ἐμεγαλύνθην καὶ προσέθηκα παρὰ πάντας τοὺς γενο‐ | |
μένους ἀπὸ ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ. Εἴτουν, διεξελήλυθα σύμπαντα ὅσα ἀξιάγαστα νομίζεται, | 13 | |
60 | οἴκων τε ὑπερυψήλων ἀνορθώσεις καὶ φυτείας ἀμπέλων, ἔτι δὲ παραδείσων κατασκευὰς καὶ παντοίων δένδρων καρποφόρων κτήσεις καὶ ἐπιμελείας, ὅπου δὲ καὶ δεξαμεναὶ μεγάλαι πρὸς ὑποδοχὰς ὑδάτων κατεσκευάσθησαν, εἰς δα‐ ψιλῆ ἀρδείαν τῶν φυτῶν ἀπονενεμημέναι. Περιεβαλόμην δὲ | |
65 | καὶ οἰκετῶν πλῆθος, θεράποντας καὶ θεραπαίνας, ἄλλους μὲν ἔξωθεν κτησάμενος, ἄλλους δὲ καὶ παρ’ ἐμαυτῷ γενο‐ μένους καρπωσάμενος. Ζῴων δὲ τετραπόδων ἀγέλαι, πολ‐ λαὶ μὲν βουκολίων, πολλαὶ δὲ ποιμνίων ὑπὸ τὴν ἐμὴν ἦλθον ἐξουσίαν παρ’ ὁντινοῦν τῶν πάλαι. Θησαυροὶ δὲ | |
70 | χρυσοῦ τε καὶ ἀργύρου προσέρρεον, περιουσίαι διαφόρων βασιλέων καὶ χωρῶν, χοροί τε συνεκροτοῦντο παμπληθεῖς, ἀρρένων τε ὁμοῦ καὶ θηλειῶν εἰς τὴν ἐμὴν τέρψιν παναρ‐ μόνιον ἐκφωνούντων ᾠδήν· συμπόσιά γε μὴν καὶ οἰνοχόους —εἰς τοῦτο ἀπέταξα τῆς τρυφῆς μέρος—ἐξ ἑκατέρου | |
75 | γένους ἀνθρώπων ἐξειλεγμένους οὐδ’ ἂν καταλέγειν ἔχοιμι ὅσον ὑπερέβαλον τούτοις τοὺς πρὸ ἐμοῦ βασιλεύσαντας Ἱερουσαλήμ. Τί δ’ ἑξῆς μοι συνέβαινε; 94‐10. Καί γε σοφία μου ἐστάθη μοι. Καὶ πᾶν ὃ ᾔτησαν οἱ ὀφθαλμοί μου, οὐκ ἀφεῖλον ἀπ’ αὐτῶν, οὐκ ἀπεκώλυσα τὴν | |
80 | καρδίαν μου ἀπὸ πάσης εὐφροσύνης μου, ὅτι καρδία μου εὐφράνθη ἐν παντὶ μόχθῳ μου, καὶ τοῦτο ἐγένετο μερίς μου ἀπὸ παντὸς μόχθου μου. Δηλονότι, συνέβαινεν ἐντεῦθεν τὰ μὲν τῆς σοφίας μὴ πρόσω χωρεῖν μοι, πληθύνειν δὲ τὰ τῆς οὐκ ἀγαθῆς ἐ‐ | |
85 | πιθυμίας. Παντὶ γὰρ ὀφθαλμῶν τε δελεάσματι καὶ καρδίας ἀκράτοις ὁρμαῖς ἐφιεὶς πανταχόθεν προσπιπτούσαις, ἡδο‐ νῶν ἐλπίσιν ἐμαυτὸν ἐκδέδωκα καὶ πάσαις τρυφαῖς δει‐ λαίαις τὴν ἐμαυτοῦ ἐγκατέδησα προαίρεσιν, διὰ τὸ εὐ‐ φραίνεσθαι τὴν ψυχήν μου ἀλογίστως ἐν πᾶσι τοῖς εἰκαίοις | |
90 | μου σπουδάσμασι. Καὶ τοῦτο μόνον προσεγίνετό μοι τὸ κέρδος ἐν τοῖς ἀνονήτοις πόνοις μου. Ἐν δὲ τῷ οὕτως ἐν σκότει διαπορεύεσθαί ποτε 11. Καὶ ἐπέβλεψα ἐγὼ ἐν πᾶσι ποιήμασί μου οἷς ἐποίησαν αἱ χεῖρές μου, καὶ ἐν μόχθῳ ᾧ ἐμόχθησα τοῦ ποιεῖν, καὶ | 14 |
95 | ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος, καὶ οὐκ ἔστι περισσεία ὑπὸ τὸν ἥλιον. Ἤτοι, ἀνανήψας ἐγὼ καὶ ἀναβλέψας κατεῖδον πάντα τὰ τῶν χειρῶν μου ἔργα καὶ τὴν ἐπὶ τούτοις σπουδήν, καὶ πάντα ὁμοῦ εὗρον ἀνωφελῆ, καὶ ἐν μηδενὶ ἑτέρῳ τὴν | |
2(100) | ὕπαρξιν ἔχοντα ἢ ἐν ἀλογίστῳ προαιρέσει ψυχῆς. Οὐδὲ γάρ ἐστι περισσόν τι τοῖς περὶ τὰ βλεπόμενα ἐνταλαι‐ πωροῦσιν, ὅτι τε τὰ κατ’ αἴσθησιν πάντα ἐν μόνῳ τῷ ἐνερ‐ γεῖσθαι τὴν ἀπόλαυσιν ἔχουσι, παυσαμένης δὲ τῆς ἐνερ‐ γείας, συνεξαλείφεται ταύτῃ καὶ ἡ ἀπόλαυσις, καὶ οὐκ ἐ‐ | |
105 | ναπομένει τοῖς ἡδομένοις ἴχνος εὐφροσύνης ἢ λείψανον, καὶ ὅτι πλοῦτος αἰσθητὸς ὁμοῦ καὶ πενία τὸν θάνατον λῆξιν εὑρίσκουσι. Διὸ ἠβουλήθην ἀρετῆς τε καὶ κακίας ἐξετάσαι τὸ διάφορον 12. Καὶ ἐπέβλεψα ἐγὼ τοῦ ἰδεῖν σοφίαν καὶ περιφορὰν καὶ | |
110 | ἀφροσύνην· ὅτι τίς ἄνθρωπος ὃς ἐπελεύσεται ὀπίσω τῆς | |
βουλῆς, σύμπαντα ὅσα ἐποίησεν αὐτή; Δηλαδή, καὶ ἀπεσκόπησα ὥστε ἐν πείρᾳ γενέσθαι τῶν τε ἔργων τῆς σοφίας καὶ τῶν τῆς παρανοίας τε καὶ τῶν τῆς ἀνοίας. Οὐ μόνον δὲ τὰ ἔργα τῆς σοφίας εἱλόμην, ἀλλὰ καὶ | 15 | |
115 | τὰ τῆς πονηρίας καὶ τὰ τῆς ἀφροσύνης, διότι μόνος εἷς ἀναμάρτητος, ὃς τὴν τοῦ θεοῦ καὶ πατρὸς βουλὴν πᾶσαν πληρώσει, τὰ ἔργα ταύτης ἀπαραλείπτως πάντα διεξελθὼν ἐν τῷ ἄνθρωπος γενέσθαι διὰ τὴν σωτηρίαν ἡμῶν. Οὕτω δ’ ἀπεσκόπησα | |
120 | 13‐142. Καὶ εἶδον ἐγὼ ὅτι ἔστι περισσεία τῇ σοφίᾳ ὑπὲρ τὴν ἀφροσύνην, ὡς περισσεία τοῦ φωτὸς ὑπὲρ τὸ σκότος· τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ, καὶ ὁ ἄφρων ἐν σκότει πορεύεται. Ἤγουν, καὶ ἐξ αὐτῆς ἐθεασάμην τῆς πείρας ὅτι τοσοῦτόν | |
125 | ἐστι σοφίας καὶ ἀνοίας τὸ μέσον, ὅσον ἡμέρας τε καὶ νυκτός. Ὁ γὰρ σοφὸς τὸ διορατικὸν ἐν τῷ ἡγεμόνι τῆς ἑαυτοῦ ψυχῆς νοῒ κέκτηται, τὰ ἄνω βλέπων· ὁ δ’ ἄφρων ἐν σκοτομήνῃ ἀγνοίας πορεύεται, ὑπὸ τῆς περὶ τὰ πράγματα σχέσεως τὸ βλέπειν ἀφῃρημένος. Κέκτηται γὰρ ὁ ἐν σο‐ | |
130 | φίᾳ τῶν προσκαίρων ὑπεριδών, πλέον τοῦ ἄφρονος, τὸν φωτισμὸν τῆς ἐπὶ τῇ κατὰ χάριν μεθέξει τῶν ὑπὲρ φύσιν ἐλπίδος. Πρὸς δὲ τοῖς εἰρημένοις | |
143‐154. Καὶ ἔγνων ἐγὼ ὅτι συνάντημα ἓν συναντήσεται τοῖς πᾶσιν αὐτοῖς. Καὶ εἶπα ἐγὼ ἐν καρδίᾳ μου· «ὡς | 16 | |
135 | συνάντημα τοῦ ἄφρονος καί γε ἐμοὶ συναντήσεται, καὶ ἵνα τί ἐσοφισάμην ἐγώ;» Τουτέστιν, ἀπ’ αὐτῶν ἔγνων τῶν πραγμάτων ὅτι τὰ αὐτὰ καὶ τῷ σοφῷ καὶ τῷ ἄφρονι ἀπαντῶσι κατὰ τὸν βίον συμπτώματα, οἷον λῃστῶν καὶ θηρίων ἐπιδρομαί, ἐμπρη‐ | |
140 | σμοὶ καὶ ναυάγια, πενία, νόσος καὶ θάνατος. Καὶ ἐλογι‐ σάμην κατ’ ἐμαυτὸν ὅτι «τὰ ἀκούσια συμπτώματα τοῦ ἄφρο‐ νος καὶ ἐμοὶ συναντήσεται, καὶ τίνος ἕνεκεν σοφίαν αὐτὸς ἤσκησα;» 155‐16. Τότε περισσὸν ἐλάλησα ἐν καρδίᾳ μου, διότι ὁ | |
145 | ἄφρων ἐκ περισσεύματος λαλεῖ, ὅτι καί γε τοῦτο ματαιότης. Ὅτι οὐκ ἔστιν ἡ μνήμη τοῦ σοφοῦ μετὰ τοῦ ἄφρονος εἰς τὸν αἰῶνα, καθότι ἤδη ταῖς ἡμέραις ταῖς ἐρχομέναις τὰ πάντα ἐπελήσθη. Καὶ πῶς ἀποθανεῖται ὁ σοφὸς μετὰ τοῦ ἄφρονος; | |
2(150) | Εἴτουν, ὁπότε διενοήθην ὅτι τὸ τοῦ ἄφρονος συνάντημα καὶ ἐμοὶ τῷ μετασχόντι σοφίας συναντήσεται, ἔξω τοῦ εἰκότος διελογισάμην ἐν ἐμαυτῷ, ὅτιπερ ὁ ἀφροσύνῃ συνὼν | |
ἄχρηστα διαλογίζεται καὶ τῆς ἀληθείας ἐκτός, τὸ δ’ οὕτω διαλογίζεσθαι πάντῃ ὑπάρχει ἀσυντελές. Οὐ γὰρ ὁμοία | 17 | |
155 | ἐστὶν ἡ μνήμη τοῦ σοφοῦ καὶ τοῦ ἄφρονος εἰς ἅπαντα τὸν αἰῶνα, ὁποῖον ἂν εἴπῃς, εἴτε τὸν παρόντα εἴτε τὸν μέλλον‐ τα, διότι τὰ μὲν ὁμοίως ἀμφοτέροις συναντῶντα κατὰ τόνδε τὸν βίον συμπτώματα, εἴτε φαιδρὰ εἶεν εἴτε σκυθρωπά, τῷ χρόνῳ παρέρχονται καὶ λήθης βυθοῖς παραδίδονται. Αὐτοὶ | |
160 | δ’ οἷς ταῦτα συμβέβηκεν οὐκ ἀπὸ τούτων μνημονεύονται, ἀλλ’ ἕκαστος ἀπὸ τῶν οἰκείων ἔργων, εἴτ’ ἀγαθῶν εἴτε μὴν ἐναντίων. Ὅθεν ὁ μὲν σοφὸς παρὰ μὲν ἀνθρώπων ἐν εὐφημίαις τὴν μνήμην ἔχει, παρὰ δὲ θεοῦ ἀμαράντους τοὺς στεφάνους κομίζεται καὶ τὰ ἔπαθλα ἐφ’ οἷς καλῶς διεπράξα‐ | |
165 | το· ὁ δ’ ἄφρων ἀνθρώποις μὲν δύσφημον τὴν ἑαυτοῦ ἐγκα‐ ταλιμπάνει μνήμην, τιμωρὸν δὲ τὸ θεῖον εὑρίσκει ἐφ’ οἷς κακῶς ἐπλημμέλησε. Λοιπόν, πῶς τὸ αὐτὸ τέλος δέξεται τὸν σοφὸν καὶ τὸν ἄφρονα; Θάνατος γὰρ ἁμαρτωλῶν πονηρός, μνήμη δὲ δικαίων μετ’ ἐγκωμίων. Οὕτω γοῦν κατὰ | |
170 | λόγον ἐξετάσας καὶ κρίνας τὰ πράγματα, κατέγνων πάντων | |
τῶν προσκαίρων 17. Καὶ ἐμίσησα ἐγὼ σύμπασαν τὴν ζωήν, ὅτι πονηρὸν ἐπ’ ἐμὲ τὸ ποίημα τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον, ὅτι πάντα ματαιότης καὶ προαίρεσις πνεύματος. | 18 | |
175 | Δηλονότι, ἐβδελυξάμην πᾶσαν τὴν παροῦσαν ζωὴν τῶν τε εὐπραγούντων καὶ τῶν δυσπραγούντων, διότι οὐδενὸς ἑτέρου ἢ πόνου κατ’ ἐμὴν κρίσιν πεπλήρωνται πάντα τὰ περὶ γῆν ἔργα μου. Οἶδα γὰρ αὐτῶν τὸ σαθρόν τε καὶ τὸ παροδικόν, καὶ ὅτι ταῦτα πάντα ἀνόνητα καὶ ψυχῆς ἀλόγι‐ | |
180 | στος κίνησις. 18‐19. Καὶ ἐμίσησα ἐγὼ σύμπαντα μόχθον μου ὃν ἐγὼ μοχθῶ ὑπὸ τὸν ἥλιον, ὅτι ἀφίημι αὐτὸν τῷ ἀνθρώπῳ τῷ γενησομένῳ μετ’ ἐμέ, καὶ τίς οἶδεν εἰ σοφὸς ἔσται ἢ ἄ‐ φρων, καὶ εἰ ἐξουσιάσεται ἐν παντὶ μόχθῳ μου ᾧ ἐγὼ | |
185 | ἐμόχθησα καὶ ἐσοφισάμην ὑπὸ τὸν ἥλιον; Καί γε τοῦτο ματαιότης. Ἤτοι, καὶ ἀπεστράφην αὐτὸς πάντα μου κάματον ὃν ἐπόνησα τοῖς γηΐνοις προστετηκώς, διότι οὐκ ἐμοὶ παρα‐ μένει, ἀλλ’ ἐγκαταλιμπάνω αὐτὸν ἑτέρῳ τῷ τὰ ἐμὰ διαδεξο‐ | |
190 | μένῳ, ἄδηλον δὲ εἴτε σοφὸς οὗτος ἔσται εἴτε ἀνόητος, καὶ εἰ πασῶν αὐτὸς δεσπόσει τῶν ψυχρῶν ἐπικαρπιῶν τῶν ἐμῶν καμάτων, ὧν ἐπόνησά τε καὶ ἐπενοησάμην περὶ τὰ χρονικά τε καὶ ῥέοντα. Ἀλλὰ καὶ αὐτὸ τὸ φροντίζειν τοῦ | |
«τίς τὰ ἐμὰ διαδέξεται;» ἀνόνητον. | 19 | |
195 | 20‐21. Καὶ ἐπέστρεψα ἐγὼ τοῦ ἀποτάξασθαι τῇ καρδίᾳ μου ἐν παντὶ μόχθῳ μου ᾧ ἐμόχθησα ὑπὸ τὸν ἥλιον, ὅτι ἔστιν ἄνθρωπος, ὅτι ὁ μόχθος αὐτοῦ ἐν σοφίᾳ καὶ ἐν γνώσει καὶ ἐν ἀνδρείᾳ· καὶ ἄνθρωπος ὃς οὐκ ἐμόχθησεν ἐν αὐτῷ, δώσει αὐτῷ μερίδα αὐτοῦ. Καί γε τοῦτο μα‐ | |
2(200) | ταιότης καὶ πονηρία μεγάλη. Δηλαδή, καὶ μετηνέχθην ἀπὸ τῆς προτέρας πλάνης, ὥστε ἀποβαλέσθαι καὶ ἐκ ψυχῆς ἀπορρίψαι πᾶσαν μου σπουδὴν ἣν ἐσπούδασα περὶ τὰ γήϊνα, διότι τῷ ὄντι ὑπάρχει ἄνθρωπος, οὗ ἡ σπουδὴ προηγουμένως μὲν τῆς ἐν σοφίᾳ | |
205 | τελειότητος ἀξιωθῆναι, εἰ δ’ εἰς τοῦτο φθάσαι μὴ δυνηθῇ, ἐπιτυχεῖν τοῦ διὰ γνώσεως φωτισμοῦ, εἰ δὲ καὶ εἰς τοῦτο ἀτονήσει, κἂν μὴ ἀποτυχεῖν τῆς ἐν ἀνδρείᾳ ὑπομονῆς τῶν τε ἑκουσίων καὶ ἀκουσίων πόνων καὶ τῆς διὰ τούτων καθάρσεως· ᾧτινι ὁ μὴ ἐν τούτοις ἀλλ’ ἐν τοῖς ματαίοις | |
210 | ἐσπουδακώς, παρέξει τὸ ἐποφειλόμενον αὐτῷ ἐκ γῆς εἰς χρείαν ἀναγκαίαν τοῦ σώματος, αἰδούμενος τὴν αὐτοῦ ἀρετήν. Κἀντεῦθεν τῆς περὶ τὰ σωματικὰ σπουδῆς ἐλέγχε‐ ται τὸ ἀνωφελές, καὶ ὅτι οὐδὲν ἕτερον τῷ περὶ ταῦτα σπουδάζοντι ἢ μεγάλη προσγίνεται κάκωσις, εἰς ἣν Σύμ‐ | |
215 | μαχος τὴν πονηρίαν ἐξείληφεν. Εἰ γὰρ ὁ ἐν μόνοις τοῖς ὄντως ἀγαθοῖς πονῶν καὶ πάντων ὑπερορῶν τῶν σωμα‐ τικῶν οὐκ ἐνδεὴς τῶν σώματι ἀναγκαίων ἐστίν, οὐκ εἰκῇ μεγάλα πονῶν δείκνυται ὁ μὴ ἐν τοῖς ἀγαθοῖς ἀλλ’ ἐν τοῖς γηΐνοις διόλου μοχθῶν; | |
220 | 22‐23. Ὅτι γίνεται τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ καὶ ἐν προαιρέσει καρδίας αὐτοῦ ᾧ αὐτὸς μοχθεῖ ὑπὸ τὸν ἥλιον, ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἀλγημάτων καὶ θυμοῦ περισπασμὸς αὐτοῦ, καί γε ἐν νυκτὶ οὐ κοιμᾶται ἡ καρδία | |
αὐτοῦ. Καί γε τοῦτο ματαιότης ἐστίν. | 20 | |
225 | Ἤγουν, διότι προσγίνεται τῷ τοιούτῳ ἐν πάσῃ τῇ περὶ τὰ γήϊνα σπουδῇ αὐτοῦ καὶ τῇ ἀλογίστῳ κινήσει τῆς αὐτοῦ ψυχῆς τὸ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ ὀδυνῶν πληροῦσθαι καὶ θυμοῦ τῶν εἰκαίων πραγμάτων ὑπεραγωνι‐ ζομένου ἐξηρτῆσθαι τὴν περὶ ταῦτα φροντίδα αὐτοῦ· καὶ | |
230 | γὰρ οὐδ’ ἐν νυκτὶ ἠρεμεῖ ἡ ψυχὴ αὐτοῦ, σχολὴν τῶν τοι‐ ούτων φροντίδων εὑρίσκουσα, ἀλλ’ ἐπ’ ἀνονήτοις γρηγοροῦ‐ σα ταλαιπωρεῖ. 241‐3. Καὶ οὐκ ἔστιν ἀγαθὸν τῷ ἀνθρώπῳ, εἰ μὴ ὃ φάγεται καὶ πίεται, καὶ ὃ δείξει τῇ ψυχῇ αὐτοῦ, ἀγαθὸν ἐν μόχθῳ | |
235 | αὐτοῦ. Τουτέστι, καὶ τῷ εἰρημένῳ ἀνθρώπῳ, ὡς μὴ τὰ θεῖα ἀλλὰ τὰ σαρκικὰ φρονοῦντι, οὐ δοκεῖ τι ἕτερον καλόν, εἰ μὴ ἡ ἐν βρώσει καὶ πόσει ἀπόλαυσις, καὶ ὃ κατὰ ἄλογον δόξαν ὑποδείξει τῇ ψυχῇ αὐτοῦ, καλὸν ἐν σπουδῇ αὐτοῦ. | |
240 | 244‐25. Καί γε τοῦτο εἶδον ἐγώ, ὅτι ἀπὸ χειρὸς τοῦ θεοῦ ἐστιν· ὅτι τίς φάγεται καὶ τίς πίεται πάρεξ αὐτοῦ; Εἴτουν, καίπερ ἔγνων ἐγὼ ὅτι καὶ ἡ τροφὴ καὶ ἡ πόσις οὐ τοῦ ἀνθρωπίνου μόχθου ἐστίν, ἀλλὰ τῆς τὸ πᾶν συ‐ νεχούσης θείας προνοίας· οὐδεὶς γὰρ τροφῆς καὶ πόσεως | |
245 | εὐπορήσει ἄνευ προνοίας θεοῦ. 26. Ὅτι τῷ ἀνθρώπῳ τῷ ἀγαθῷ πρὸ προσώπου αὐτοῦ ἔδωκε σοφίαν καὶ γνῶσιν καὶ εὐφροσύνην, καὶ τῷ ἁμαρ‐ τάνοντι ἔδωκε περισπασμὸν τοῦ προσθεῖναι καὶ συναγα‐ γεῖν, τοῦ δοῦναι τῷ ἀγαθῷ πρὸ προσώπου τοῦ θεοῦ· ὅτι | |
2(250) | καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος. Πάντως, διότι τῷ μὲν καθ’ ὁμοίωσιν θεοῦ ἀγαθῷ ἀν‐ θρώπῳ αὐτὸς ἔδωκε σοφίαν μὲν ἵνα καὶ ἑτέρους ταῖς αὐτοῦ διδασκαλίαις φωτίζῃ, γνῶσιν δὲ ἵν’ αὐτὸς φωτίζηται, καὶ εὐφροσύνην ἵνα μὴ καταπίπτῃ ταῖς τῶν ἀκουσίων | 21 |
255 | πόνων ἐπιφοραῖς, ἀλλὰ πάντοτε χαίρῃ διὰ τὴν ἐλπίδα τῆς μελλούσης μισθαποδοσίας· τῷ δ’ ἁμαρτωλῷ συνεχώρησε πε‐ ρισπᾶσθαι τοῖς βιωτικοῖς καὶ πλέον τῆς χρείας κτᾶσθαι, ὥστε κἂν ἐκ τῶν περισσευμάτων παρέχειν τῷ κατὰ μί‐ μησιν θεοῦ ἀγαθῷ τὰ τῷ σώματι ἀναγκαῖα· καίπερ εἰ καὶ | |
260 | οἰκονομίᾳ θείᾳ εἰς σωματικὴν χρείαν γίνεται τοῦ ἐναρέτου ἡ εἰς πλεονεξίαν σπουδὴ τοῦ ματαιόφρονος, ἀλλ’ ὁ τοιοῦτος ἀνονήτως πονεῖ, πρὸς μηδὲν ἕτερον ἀφορῶν ἢ τὸ πλεονε‐ κτεῖν ἐς ἀεί. Διακενῆς δ’ ὡς εἴρηται πονεῖ, ὅτι | |
3 | 1. Τοῖς πᾶσιν ὁ χρόνος, καὶ καιρὸς τῷ παντὶ πράγματι ὑπὸ τὸν ἥλιον. Ἤτοι, οὐδὲν τῶν φαινομένων καὶ ἀνθρωπίνων πρα‐ γμάτων διαιωνίζον ἐστίν, ἀλλὰ πάντα τῇ κατὰ χρόνον | |
5 | κινήσει καὶ τῇ ὑπαλλαγῇ τοῦ καιροῦ διάλληλον ὑφίστανται τὴν φθοράν. Καὶ γὰρ 2‐8. Καιρὸς τοῦ τεκεῖν καὶ καιρὸς τοῦ ἀποθανεῖν, καιρὸς τοῦ φυτεῦσαι καὶ καιρὸς τοῦ ἐκτῖλαι τὸ πεφυτευμένον, καιρὸς τοῦ ἀποκτεῖναι καὶ καιρὸς τοῦ ἰάσασθαι, καιρὸς τοῦ | |
10 | καθελεῖν καὶ καιρὸς τοῦ οἰκοδομῆσαι, καιρὸς τοῦ κλαῦσαι καὶ καιρὸς τοῦ γελάσαι, καιρὸς τοῦ κόψασθαι καὶ καιρὸς τοῦ ὀρχήσασθαι, καιρὸς τοῦ βαλεῖν λίθους καὶ καιρὸς τοῦ συναγαγεῖν λίθους, καιρὸς τοῦ περιλαβεῖν καὶ καιρὸς τοῦ | |
μακρυνθῆναι ἀπὸ περιλήψεως, καιρὸς τοῦ ζητῆσαι καὶ και‐ | 22 | |
15 | ρὸς τοῦ ἀπολέσαι, καιρὸς τοῦ φυλάξαι καὶ καιρὸς τοῦ ἐκβαλεῖν, καιρὸς τοῦ ῥῆξαι καὶ καιρὸς τοῦ ῥάψαι, καιρὸς τοῦ σιγᾶν καὶ καιρὸς τοῦ λαλεῖν, καιρὸς τοῦ φιλῆσαι καὶ καιρὸς τοῦ μισῆσαι, καιρὸς πολέμου καὶ καιρὸς εἰρήνης. Δηλονότι, ἅπας ἡμῶν ὁ βίος ἐναντιοτήτων πεπλήρωται· | |
20 | τοκετῶν, εἶτα θανάτων· δένδρων φυτεύσεως, εἶτα ἐκκοπῆς· ἀναιρέσεων καὶ ἰάσεων· οἴκων τε καταλύσεως καὶ ἀνορ‐ θώσεως· κλαυθμῶν καὶ γελώτων· κοπετῶν καὶ ὀρχημάτων· βολῆς λίθων καὶ συναγωγῆς· καὶ ποτὲ μέν τις συνήφθη γυναικί, ποτὲ δὲ διεζεύχθη αὐτῆς· καὶ νῦν μὲν ἐζήτησέ τις | |
25 | ὁτιοῦν, νῦν δὲ ἀπώλεσε· καὶ νῦν μὲν ἐφύλαξε, νῦν δὲ προήκατο· καὶ ἄλλοτε μὲν διέρρηξεν, ἄλλοτε δὲ περι‐ εποιήσατο· ἡσύχασεν, εἶτα ἐλάλησεν· ἠγάπησεν, εἶτα ἐμί‐ σησε· καὶ ποτὲ μὲν ἐμαχέσατο, ἄλλοτε δὲ εἰρήνευσε, ταχέως τῶν πραγμάτων ἐκ τῶν κατ’ αἴσθησιν ἀγαθῶν εἰς τὰ | |
30 | ὁμοίως ἐναντία περιτρεπομένων. Λοιπὸν 9. Τίς περισσεία τοῦ ποιοῦντος ἐν οἷς αὐτὸς μοχθεῖ; Ἤγουν, οὐδεμίαν ἔχει ὠφέλειαν ἐν οἷς σπουδάζει ὁ περὶ τὰ ἐν γενέσει καὶ φθορᾷ τὴν ἐνέργειαν ἐνδεικνύμενος· οὐ‐ δὲ γὰρ δύναται τὴν ἐναντίαν τούτων στῆσαι φοράν. Διόπερ | |
35 | ἐξ ἀνονήτων παυσώμεθα μόχθων, ὅτι αὐτὸς 10. Εἶδον σύμπαντα τὸν περισπασμὸν ὃν ἔδωκεν ὁ θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων τοῦ περισπᾶσθαι ἐν αὐτῷ. | |
Τουτέστι, κατενόησα πᾶσαν τὴν ἐμμέριμνον ζωὴν ἣν ἄνθρωποι παρὰ θεοῦ κατεκρίθησαν διὰ τὴν τῆς θείας | 23 | |
40 | ἐντολῆς παράβασιν, ὥστε διάγειν ὀδυνηρῶς καὶ ἐπιμε‐ μνῆσθαι τῆς πρὸ τοῦ παραβῆναι ἀπονωτάτης ζωῆς. Καὶ ἔγνων ὅτι 11. Τὰ σύμπαντα ἃ ἐποίησεν ὁ θεός, καλὰ ἐν καιρῷ αὐτοῦ· καί γε σύμπαντα τὸν αἰῶνα ἔδωκεν ἐν καρδίᾳ | |
45 | αὐτῶν, ὅπως μὴ εὕρῃ ὁ ἄνθρωπος τὸ ποίημα ὃ ἐποίησεν ὁ θεὸς ἀπ’ ἀρχῆς καὶ μέχρι τέλους. Εἴτουν, ἅπαντα ὅσα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγα‐ γεν ὁ θεός, καλὰ ἐν τῷ θείῳ τῆς δημιουργίας καιρῷ· μετὰ ταῦτα δ’ ὑπετάγησαν τῇ φθορᾷ δι’ ἡμᾶς προτιμητέα ἡγη‐ | |
3(50) | σαμένους αὐτὰ τοῦ θεοῦ, ἵνα τὴν ἐποφειλομένην αὐτῷ ἔφεσιν ἡμῶν ἀποτινάξωνται ἀφ’ ἑαυτῶν καὶ μὴ τῇ περὶ αὐτὰ πλάνῃ διασπῶσιν ἡμᾶς ἀπὸ τοῦ θεοῦ. Καὶ γὰρ ἅπαντα τὸν παρόντα αἰῶνα τῇ προαιρετικῇ τῶν ἀνθρώπων κινήσει ἕπεσθαι, καὶ συναλλοιοῦσθαι τῇ ἀλλοιωτῇ τῆς ψυχῆς δια‐ | |
55 | θέσει πάντα τὰ χρονικὰ συνεχώρησεν, ὡς ἂν μὴ ἐπι‐ τύχωσιν οἱ ἄνθρωποι παρὰ πᾶσαν ταυτηνὶ τὴν ζωὴν τῆς ποθουμένης αὐτοῖς τῶν τοῦ θεοῦ κτισμάτων ἀφθαρσίας, καὶ ταῦτα θεοποιήσωνται. Ποίημα γὰρ θεοῦ ἡ τούτων ἀφθαρ‐ σία, ὥσπερ ἡ φθορὰ τῆς κατὰ προαίρεσιν ἡμῶν ἀλογίστου | |
60 | κινήσεως. Ὅθεν 12‐13. Ἔγνων ὅτι οὐκ ἔστιν ἀγαθὸν ἐν αὐτοῖς, εἰ μὴ τοῦ εὐφρανθῆναι καὶ τοῦ ποιεῖν ἀγαθὸν ἐν ζωῇ αὐτοῦ· καί γε πᾶς ἄνθρωπος ὃς φάγεται καὶ πίεται καὶ ἴδῃ ἀγαθὸν ἐν παντὶ μόχθῳ αὐτοῦ, τοῦτο δόμα θεοῦ ἐστι. | |
65 | Δηλαδή, συνῆκα ὅτι οὐδὲν ἄλλο ὑπάρχει καλὸν ἐν ἀν‐ θρώποις, εἰ μὴ ἡ διὰ πάσης τῆς προσκαίρου ζωῆς ἑκάστου τούτων εὐθυμία καὶ εὐποιΐα, ὡς τῆς τῶν φαινομένων φθορᾶς εὐχαρίστου χρῃζούσης ὑπομονῆς διὰ τὴν συνημ‐ μένην αὐτῇ ὀδύνην, καὶ εὐποιΐας διὰ τὴν τῶν δεομένων | 24 |
70 | χρείαν· ὑπομονὴ δὲ καὶ εὐποιΐα εἰσὶ τό τε ἐν ταῖς τῶν πειρασμῶν ἐπαγωγαῖς ἄτρεπτον καὶ τὸ ἐν ταῖς χρείαις τῶν δεομένων εὐεργετικόν. Καὶ γὰρ ᾧτινι ἂν ἐξ ἁπάντων ἀνθρώπων ὑπάρξῃ τὸ τροφῆς καὶ πόσεως εὐπορῆσαι κἀν‐ τεῦθεν θεάσασθαι καλὸν πάσης σπουδῆς αὐτοῦ ἀποτέλεσμα | |
75 | πρὸς σύστασιν ζωῆς, τὸ τοιοῦτον δῶρον, θεοῦ ἐστιν, ὅτι οὐ δύναταί τις χωρὶς αὐτοῦ ποιεῖν οὐδέν. 14. Καὶ ἔγνων ὅτι πάντα ὅσα ἐποίησεν ὁ θεός, αὐτὰ εἰς τὸν αἰῶνα ἔσται· ἐπ’ αὐτοῖς οὐκ ἔστι προσθεῖναι καὶ ἀπ’ αὐτῶν οὐκ ἔστιν ἀφελεῖν· καὶ ὁ θεὸς ἐποίησεν αὐτὰ ἵνα | |
80 | φοβηθῶσιν ἀπὸ προσώπου αὐτοῦ. | |
Ἤτοι, κατέλαβον ὅτι ἅπαντα τὰ τοῦ θεοῦ ποιήματα, καὶ οὐ τὰ τῶν ἀνθρώπων, ἐν παντὶ ἔσονται τῷ παρόντι αἰῶνι ὡς ἔχουσι φύσεως, τὰ μὲν ταῖς ἐξ ἀλλήλων διαδοχαῖς τὴν διαμονὴν ἔχοντα, τὰ δὲ τὰ αὐτὰ μένοντα· ἐφ’ οἷς οὐ δυνά‐ | 25 | |
85 | μεθά τι, κἂν πολλὰ πονῶμεν, προσθεῖναι τελείοις οὖσιν, οὔτ’ ἀπ’ αὐτῶν ἀφελεῖν μὴ κεκτημένων τι περιττόν. Ταῦτα δ’ οὕτως ἐποίησεν ὁ θεός, ὥστε κατανοήσαντας ἡμᾶς τὸ ἀήττητον τῆς δυνάμεως αὐτοῦ, δι’ ἧς τὰ πάντα γεγόνασί τε καὶ διαμένουσιν, ἥτις ὁ μονογενὴς υἱὸς καὶ λόγος τούτου | |
90 | ἐστίν, ὃς καὶ χαρακτὴρ ὑπάρχει αὐτοῦ, φόβον ἐκ τούτου λαβεῖν καὶ μήτι ὑπὲρ τὸν λόγον ἢ παρὰ τὸν λόγον σπεύδειν ποιεῖν, ἵνα μὴ πρὸς τῷ μηδὲν κερδᾶναι καὶ τὴν τοῦ καλοῦ πεισώμεθα ἔκπτωσιν. Καὶ γὰρ 15. Τὸ γενόμενον ἤδη ἐστί, καὶ ὅσα τοῦ γενέσθαι ἤδη | |
95 | γέγονε, καὶ ὁ θεὸς ζητήσει τὸν διωκόμενον. Πάντως, ἡ τῶν ὄντων διαμονή, πρὸς ἣν θεὸς τὰ πάντα πεποίηκεν, εἰ καὶ ἔδοξε παυθῆναι διὰ τὴν ἐπισυμβᾶσαν ἐκ τῆς παραβάσεως τοῖς φαινομένοις φθοράν, ἀπάρτι ὑπάρχει, | |
τῆς τῶν ὅλων φύσεως σῳζομένης ταῖς ἐξ ἀλλήλων δια‐ | 26 | |
3(100) | δοχαῖς τῶν τοῦ ὁμοίου γεννητικῶν. Καὶ ὅσα ἐχρῆν γε‐ νέσθαι πρὸς διόρθωσιν ἡμῶν τῶν τὴν θείαν ἐντολὴν παρα‐ βάντων καὶ μακρυνθέντων θεοῦ, ἀπάρτι γεγόνασι, τοῦ τε φυσικοῦ νόμου καὶ τοῦ γραπτοῦ πρὸς ἐπιστροφὴν δο‐ θέντων ἡμῖν. Λοιπὸν καὶ ὁ θεὸς λόγος τὸν ὑπὸ τοῦ | |
105 | ψυχοφθόρου θηρὸς διωκόμενον πρὸς ἀπώλειαν ἄνθρωπον διὰ τῆς ἐνσάρκου αὐτοῦ οἰκονομίας ζητήσει καὶ σώσει. 16‐17. Καὶ ἔτι εἶδον ὑπὸ τὸν ἥλιον τόπον τῆς κρίσεως, ἐκεῖ ὁ ἀσεβής, καὶ τόπον τοῦ δικαίου, ἐκεῖ ὁ εὐσεβής. Καὶ εἶπον ἐγὼ ἐν καρδίᾳ μου· «σὺν τὸν δίκαιον καὶ σὺν τὸν | |
110 | ἀσεβῆ κρινεῖ ὁ θεός, ὅτι καιρὸς τῷ παντὶ πράγματι καὶ ἐπὶ παντὶ ποιήματι.» Δηλονότι, κατενόησα δὲ καὶ ταῦτα, μήπω τῆς τῇδε μετα‐ στὰς βιοτῆς, τόν τε τῆς κολάσεως τόπον, ἔνθα οἱ μήτε δόγμασι μήτ’ ἔργοις εὐσεβέσι τὸν θεὸν τιμήσαντες ἀπε‐ | |
115 | λεύσονται ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, καὶ τὸν τῆς ἀπολαύσεως, ἔνθα οἱ δόγμασί τε καὶ ἔργοις εὐσεβέσι τὸν | |
θεὸν τιμήσαντες ἀπελεύσονται. Καὶ διελογισάμην αὐτὸς κατ’ ἐμαυτὸν ὅτι «ἐπί τε τῷ δικαίῳ καὶ τῷ ἁμαρτωλῷ κρινεῖ ὁ θεός, ἀποδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, ὅτι | 27 | |
120 | καιρός, ὥσπερ τῶν λοιπῶν, οὕτω δὴ καὶ τῆς τῶν βεβιω‐ μένων ἑκάστῳ ὑπάρχει ἐξετάσεως, ὃς ὁ τῆς δευτέρας παρουσίας ἐστί· καὶ ἐν τῷ τοιούτῳ καιρῷ ἐπὶ πάσῃ πράξει βάσανος προβήσεται κρίσεως, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστιν, εἴτ’ ἀγαθὸν εἴτε μὴν ἐναντίον, ἐκεῖνο τὸ πῦρ δοκι‐ | |
125 | μάσει.» 18. Καὶ εἶπα ἐγὼ ἐν καρδίᾳ μου περὶ λαλιᾶς υἱῶν τοῦ ἀνθρώπου, ὅτι διακρινεῖ αὐτοὺς ὁ θεός, καὶ τοῦ δεῖξαι αὐτοῖς ὅτι αὐτοὶ κτήνη εἰσίν. Ἤγουν, καὶ διελογισάμην κατ’ ἐμαυτὸν περὶ ὧν ἄνθρωποι | |
130 | σαρκικοὶ διαλογίζονταί τε καὶ φθέγγονται· οὐδὲ γὰρ ταῦτα τὴν θείαν δίκην ἐκφεύξονται· καὶ ὥστε τοῖς τοιούτοις ἀνθρώποις παραστῆσαι τὴν αὐτῶν ἀλογίαν, φθέγξομαι ἅπερ οὗτοι δοξάζουσι. 19‐22. Καί γε αὐτοῖς ὡς συνάντημα υἱῶν τοῦ ἀνθρώπου | |
135 | καὶ συνάντημα τοῦ κτήνους, συνάντημα ἓν αὐτοῖς· ὡς θάνατος τούτου, οὕτω καὶ θάνατος τούτου, καὶ πνεῦμα ἓν τοῖς πᾶσι· καὶ τί ἐπερίσσευσεν ὁ ἄνθρωπος παρὰ τὸ κτῆνος; Οὐδέν, ὅτι τὰ πάντα ματαιότης. Τὰ πάντα πορεύ‐ εται εἰς τόπον ἕνα· τὰ πάντα ἐγένετο ἐκ τοῦ χοὸς καὶ τὰ | |
140 | πάντα ἐπιστρέψει εἰς τὸν χοῦν. Καὶ τίς οἶδε τὸ πνεῦμα | |
υἱῶν τοῦ ἀνθρώπου εἰ ἀναβαίνει αὐτὸ εἰς ἄνω, καὶ τὸ πνεῦμα τοῦ κτήνους εἰ καταβαίνει αὐτὸ κάτω εἰς τὴν γῆν; Καὶ εἶδον ὅτι οὐκ ἔστιν ἀγαθόν, εἰ μὴ ᾧ εὐφρανθήσεται ὁ ἄνθρωπος ἐν ποιήμασιν αὐτοῦ, ὅτι αὐτὸ μερὶς αὐτοῦ, ὅτι | 28 | |
145 | τίς ἄξει αὐτὸν τοῦ ἰδεῖν ἐν ᾧ ἂν γένηται μετ’ αὐτόν; Τουτέστι, καὶ γὰρ τοῖς ἀνθρώποις τούτοις ὅμοιον τέλος εἶναι δοκεῖ ζῴων λογικῶν καὶ ἀλόγων, καὶ τὸν θάνατον χωρεῖν καὶ ἐπ’ ἀνθρώπους ὥσπερ καὶ ἐπὶ τὰ λοιπὰ τῶν ζῴων, καὶ πνεῦμα πᾶσιν ὅμοιον εἶναι, καὶ μηδὲν πλέον ἐν | |
3(150) | ἀνθρώποις ὑπάρχειν, ἀλλὰ πάντα ἑνὶ λόγῳ ἀνόνητα εἶναι διὰ τὸ χωρεῖν εἰς τὸ μηδέν, ἀπὸ τῆς αὐτῆς γῆς λαβόντα τὴν σύστασιν καὶ εἰς τὴν αὐτὴν γῆν ἕξοντα τὴν ἀνάλυσιν· ἄδηλον γὰρ εἶναι περί τε τῶν ἀνθρωπίνων ψυχῶν εἰ ἀναπτήσονται ἄνω, καὶ περὶ τῶν λοιπῶν, ἃς τὰ ἄλογα | |
155 | κέκτηνται, εἰ κάτω διαρρυήσονται. Κἀντεῦθεν ἔδοξαν εἰ‐ δέναι μὴ εἶναί τι καλὸν ἕτερον ἐκτὸς τῆς κατ’ αἴσθησιν ἡδονῆς, ἧς ἀπολαύσει τις ἐν τοῖς παροῦσιν ἔργοις αὐτοῦ, καὶ τοῦτο μόνον ἔχειν κέρδος ἀπὸ τῆς προσκαίρου ζωῆς, διότι οὐδεὶς αὐτῷ δυνήσεται δεῖξαι ὅπου μετὰ τὸ τὴν | |
160 | ἑαυτοῦ καταλιπεῖν βιοτὴν ἀπελεύσεται. Ἐν γοῦν τῷ ταῦτα διαλογίζεσθαί τε καὶ φθέγγεσθαι, κτήνη ἑαυτοὺς ποιεῖν σπουδάζουσι. | |
4 | 1. Καὶ ἐπέστρεψα ἐγὼ καὶ εἶδον συμπάσας τὰς συκο‐ φαντίας τὰς γινομένας ὑπὸ τὸν ἥλιον· καὶ ἰδοὺ δάκρυον | |
τῶν συκοφαντουμένων, καὶ οὐκ ἔστιν ὁ παρακαλῶν αὐ‐ τούς, καὶ ἀπὸ χειρὸς συκοφαντούντων αὐτοὺς ἰσχύς. | 29 | |
5 | Εἴτουν, καὶ αὐτὸς εἰς ἑτέραν ἐτράπην ἐξέτασιν, κατα‐ νοήσας ἅπαντα τὰ ἐν ἀνθρώποις τῶν συκοφαντιῶν εἴδη, ἐξ ὧν τινες μὲν ἀδικούμενοι δακρύουσι καὶ θρηνοῦσι, μὴ ἔχοντες τὸν ὅλως αὐτοὺς παραμυθησόμενον, αὐτῶν δὲ τῶν συκοφαντῶν ἡ χεὶρ ἐν τῷ δεξιοῦσθαι τοὺς ἄρχοντας δώ‐ | |
10 | ροις, μεγάλα πρὸς ἄμυναν τῶν συκοφαντουμένων δύναται. Ταῦτα ἐθεασάμην 2‐3. Καὶ ἐπῄνεσα ἐγὼ σύμπαντας τοὺς τεθνηκότας τοὺς ἤδη ἀποθανόντας ὑπὲρ τοὺς ζῶντας, ὅσοι αὐτοὶ ζῶσιν ἕως τοῦ νῦν· καὶ ἀγαθὸς ὑπὲρ τοὺς δύο τούτους ὅστις οὔπω | |
15 | ἐγένετο, ὃς οὐκ οἶδε τὸ ποίημα τὸ πονηρὸν τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον. Δηλαδή, καὶ ἐμακάρισα αὐτὸς ἅπαντας τοὺς τεθνεῶτας· τοὺς μὲν τὸν φυσικὸν ἀποθανόντας θάνατον συκοφαντου‐ μένους δικαίους, ὅτι τῶν πολλῶν ἔληξαν ὀδυνῶν, καὶ τοὺς | |
20 | συκοφαντοῦντας ἁμαρτωλούς, ὅτι τοῦ ἁμαρτάνειν ἐπαύσαν‐ το· τοὺς δ’ ἀπάρτι θανόντας τὸν προαιρετικὸν θάνατον καὶ μετ’ εὐφροσύνης καὶ εὐχαριστίας φέροντας τὰ ἐκ συκοφαν‐ τίας κακά, ὅτι κομιοῦνται πλουσίας τὰς ἀμοιβὰς καὶ λαμ‐ προὺς τοὺς στεφάνους παρὰ τοῦ δικαίου κριτοῦ. Τούτους | |
25 | δ’ ἅπαντας ἐμακάρισα μᾶλλον τῶν μέχρις ἄρτι ζώντων | |
ἑαυτοῖς καὶ οὐχὶ τῷ θεῷ. Κρείττων δὲ τῶν μερῶν ἑκα‐ τέρων, τῶν τ’ ἀποθανόντων τὸν φυσικὸν θάνατον συκο‐ φαντῶν κἀντεῦθεν τοῦ ἁμαρτάνειν παυσαμένων, καὶ τῶν ἔτι σαρκὶ καὶ κόσμῳ ζώντων καὶ οὐ θεῷ, ὁ μὴ ὑπάρξας τὸ | 30 | |
30 | σύνολον, ὅτι μὴ ἐν πείρᾳ οὗτος γέγονε τῶν περὶ γῆν ἔργων τῆς πονηρίας. Τοῦτο δὲ καὶ Χριστὸς περὶ τοῦ Ἰούδα φησίν, ὅτι καλὸν ἦν τῷ ἀνθρώπῳ ἐκείνῳ εἰ μὴ ἐγενήθη ὅλως. 4. Καὶ εἶδον ἐγὼ σύμπαντα τὸν μόχθον καὶ σύμπασαν | |
35 | ἀνδρείαν τοῦ ποιήματος, ὅτι αὐτὸ ζῆλος ἀνδρὶ ἀπὸ τοῦ ἑτέρου αὐτοῦ· καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος. Ἤτοι, καὶ κατεσκεψάμην αὐτὸς ἅπασαν τὴν σπουδὴν καὶ τὴν περὶ τὰ ἀνθρώπινα ἔργα θαρραλεότητα, τό τε κατατολ‐ | |
40 | μᾶν κινδύνων θαλάσσης καὶ πολέμων, καὶ ὑπερορᾶν ψύ‐ χους καὶ καύσωνος· καὶ ταῦτα πάντα εὗρον φθόνου μεστά· ἕκαστος γὰρ τὸν πλησίον ἢ κτήμασιν ἢ χρήμασιν ὑπερβα‐ λέσθαι βουλόμενος, τὰ ἑαυτοῦ αὐξῆσαι φιλονεικεῖ· τὸ δὲ πονεῖν περὶ τὰ τοιαῦτα καὶ περισπᾶσθαι, ἀνωφελὲς καὶ | |
45 | ψυχῆς ἀλόγιστος ὁρμή. Ὅθεν 5‐6. Ὁ ἄφρων περιέλαβε τὰς χεῖρας αὐτοῦ καὶ ἔφαγε τὰς σάρκας αὐτοῦ. Ἀγαθὸν πλήρωμα δρακὸς ἀναπαύσεως ὑπὲρ πληρώματα δύο δρακῶν μόχθου καὶ προαιρέσεως πνεύμα‐ τος. | 31 |
4(50) | Πάντως, ὁ μὴ δυνάμενος ἐπινοίαις ἰδίαις τὸν ἑαυτοῦ πλοῦτον αὐξῆσαι, ἐν τῷ ἀπρακτεῖν ἐντεῦθεν τὰς εἰς τὸ ἐνεργεῖν ἐπιτηδείους χεῖρας αὐτοῦ καὶ μὴ πρὸς ἐργασίαν ἐκτείνεσθαι, ἀλλήλαις ἐδέσμευσε καὶ φθόνῳ τοῦ πλησίον ἐν εὐπορίᾳ ὑπάρχοντος τὰς ἑαυτοῦ σάρκας ἐξέτηξε. Καλὸν | |
55 | τοίνυν ἐστὶ θατέραν ἐμπλῆσαι τῶν χειρῶν μετὰ ἀνέσεως, εἰς τὸ ἐπαρκεῖν μόνον τὰ πρὸς χρείαν τῷ σώματι, καὶ ἀπὸ τῆς τῶν ἀναγκαίων ἐνδείας ἀναπαύειν αὐτό, ἤπερ ἀμφο‐ τέρας πλεονεκτικῶς σὺν καμάτῳ σώματος ἀνενδότῳ καὶ ὁρμῇ ψυχῆς ἀλογίστῳ. | |
60 | 7‐8. Καὶ ἐπέστρεψα ἐγὼ καὶ εἶδον ματαιότητα ὑπὸ τὸν ἥλιον. Ἔστιν εἷς καὶ οὐκ ἔστι δεύτερος, καί γε υἱὸς καὶ ἀδελφὸς οὐκ ἔστιν αὐτῷ, καὶ οὐκ ἔστι πειρασμὸς τῷ παντὶ μόχθῳ αὐτοῦ, καί γε ὀφθαλμὸς αὐτοῦ οὐκ ἐμπίπλαται πλούτου. «Καὶ τίνι ἐγὼ μοχθῶ καὶ στερίσκω τὴν ψυχήν | |
65 | μου ἀπὸ ἀγαθωσύνης;» Καί γε τοῦτο ματαιότης καὶ περι‐ σπασμὸς πονηρός ἐστιν. | |
Ἤγουν, καὶ ἕτερόν τι αὐτὸς κατενόησα ἀνόνητον περὶ γῆν. Ὑπάρχει τις μεμονωμένος πάντοθεν, μήτε υἱὸν ἔχων μήτ’ ἀδελφόν, καὶ περιστατική τις ἀνωμαλία οὐκ ἐπισυμ‐ | 32 | |
70 | βαίνει πάσῃ τῇ σπουδῇ αὐτοῦ, χρήματα δ’ ὅσα καὶ οἷα ὁρᾷ, ἀκορέστως τούτων ἐπιθυμεῖ· καὶ ἵνα τὰ αὐτοῦ οἰκειωσάμε‐ νος εἴπω τὸ λεχθῆναι προσῆκον αὐτῷ· «τίνος χάριν αὐτὸς ποικίλαις ἐπιθυμίαις τοῦ χρηματίσασθαί ποθεν διασπῶμαι, καὶ τὸ ἀγαθόν τι δρᾶσαι προτροπάδην φεύγων τὰ μέγιστα | |
75 | τὴν ἐμαυτοῦ ψυχὴν ζημιῶ;» Καὶ γὰρ τὸ οὕτω πονεῖν ἀνωφελὲς καὶ ὀδυνηρὰ μέριμνα. Τοίνυν 9‐12. Ἀγαθοὶ οἱ δύο ὑπὲρ τὸν ἕνα, οἷς ἐστιν αὐτοῖς μισθὸς ἀγαθὸς ἐν μόχθῳ αὐτῶν· ὅτι ἐὰν πέσωσιν, ὁ εἷς ἐγερεῖ τὸν μέτοχον αὐτοῦ· καὶ οὐαὶ τῷ ἑνί, ὅταν πέσῃ καὶ | |
80 | μὴ ᾖ δεύτερος τοῦ ἐγεῖραι αὐτόν. Καί γε ἐὰν κοιμηθῶσιν οἱ δύο, καὶ θέρμη αὐτοῖς· καὶ ὁ εἷς πῶς θερμανθῇ; Καὶ ἐὰν ἐπικραταιωθῇ ὁ εἷς, οἱ δύο στήσονται κατέναντι αὐτοῦ. Καὶ τὸ σπαρτίον τὸ ἔντριτον οὐ ταχέως ἀπορραγήσεται. Δηλονότι, κρείττονές εἰσιν οἱ δύο, οἷς ὑπάρχει παρὰ θεοῦ | |
85 | ἀμοιβὴ ἐν τῇ περὶ τὸ καλὸν σπουδῇ αὐτῶν, ὑπὲρ τὸν σπουδάζοντα ἕνα, κἂν καὶ οὗτος περὶ αὐτὸ σπουδάζῃ τὸ ἀγαθόν, εἴτ’ ἀνθρώπους λάβοι τις ἕνα καὶ δύο, εἴθ’ ἕνα εἴποι τὸν θεωροῦντα μὲν νοῦν τὸ ἀληθῶς ἀγαθόν, τούτου δὲ πράκτορα τὸν λόγον μὴ κεκτημένον, ὡς τῇ ῥᾳστώνῃ τῆς | |
90 | σαρκὸς ἐνδιδόντα. Διότι εἰ ἀκούσιόν τι θατέρῳ προσπέσῃ, οὐ μικρὰν ἐπικουρίαν ἔχει τὸν αὐτῷ συνόντα ἐπὶ τοῖς ἀβουλήτοις παραμυθούμενον θάτερος· ἀλλὰ καὶ ἐάν τις τῶν δύο, εἴτ’ ἐν τῷ κατὰ θεωρίαν δρόμῳ προσκόψῃ μέγα τι οἰηθεὶς περὶ ἑαυτοῦ, εἴτ’ ἐν τῷ κατὰ πρᾶξιν παρὰ τὸ δέον | 33 |
95 | τι ἐργασάμενος, ὁ ἕτερος πάλιν βοηθῶν τῷ ἑτέρῳ, ἀνα‐ στήσει τοῦτον πρὸς τὸ καλόν, ὁ μὲν θεωρητικὸς τὸν πρακτικόν, ἀπαγγέλλων αὐτῷ τὸ δυνατὸν τοῦ θεοῦ καὶ λόγοις συνετίζων αὐτόν, ἵνα μὴ ἀπογνῷ ἐν τοῖς πτώμασιν, ὁ δὲ πρακτικὸς πάλιν τὸν θεωρητικόν, ἔργοις ἐλέγχων τὸ | |
4(100) | ἀσθενὲς αὐτοῦ καὶ πείθων μετριοφρονεῖν καὶ μὴ ἐπὶ ψιλῇ γνώσει ἐπαίρεσθαι. Καὶ λοιπόν, φεῦ τῷ ἑνὶ μὴ κεκτημένῳ ἕτερον, ὥστ’ ἀβουλήτοις μὲν αὐτὸν περιπίπτοντα παραμυ‐ θεῖσθαι, περὶ δὲ τὸν κατὰ θεὸν δρόμον ἑκουσίως ὀλισθαί‐ νοντα ἀνιστᾶν. Ἀλλὰ καὶ ἐὰν τὸν τοῦ θανάτου ὕπνον οἱ | |
105 | περὶ τὸ καλὸν ὁμονοοῦντες ὑπνώσωσι, τῇ ἐλπίδι τῶν ἐν τῇ ἀναστάσει ἀγαθῶν διαθερμαίνονται· ὁ δὲ εἷς, εἴθ’ ὁ μὴ μετὰ ἑτέρου ὁμόνοιαν ἔχων, εἴτε ὁ μόνον ἢ θεωρητικὸς ἢ πρακτικός, ποίαν ἕξει θέρμην ἐλπίδος, ὅπου γε ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά, καὶ τὰ ἔργα δίχα τῆς πίστεως; | |
110 | Ἐντεῦθεν δὲ καὶ ἐὰν τῷ πτώματι θατέρου τῶν εἰρημένων ὑπερισχύσῃ ὁ μόνος τῶν ἡμετέρων ψυχῶν ἐχθρὸς καὶ πολέμιος, συμμαχίαν τοῦ πεπτωκότος ὡς λέλεκται παρὰ τοῦ ἑτέρου λαβόντος, γενναίως ἀμφότεροι κατὰ τοῦ ἐχθροῦ ἀντιστήσονται. Καὶ ὥσπερ ἡ τρίπλοκος σπάρτος ῥᾳδίως οὐ | |
115 | τέμνεται, οὕτω καὶ ἡ τοῦ ἀγαθοῦ ἐξηρτημένη, καὶ τῆς ὑλικῆς δυάδος ὑπεξανισταμένη κατὰ διάθεσιν, καὶ προκει‐ μένη κανὼν ἀρετῆς τοῖς ὁρῶσιν ἀδελφικὴ δυὰς οὐκ εὐ‐ | |
κόλως τὴν ἐν τῷ καλῷ ἀπολέσει συνέχειαν. Οὐ μόνον δ’ ἀγαθοὶ οἱ δύο ὑπὲρ τὸν ἕνα ὡς εἴρηται, ἀλλὰ καὶ | 34 | |
120 | 13‐14. Ἀγαθὸς παῖς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύ‐ τερον καὶ ἄφρονα, ὃς οὐκ ἔγνω τοῦ προσέχειν ἔτι, ὅτι ἐξ οἴκου τῶν δεσμῶν ἐξελεύσεται τοῦ βασιλεῦσαι, ὅτι καί γε ἐν βασιλείᾳ αὐτοῦ ἐγενήθη πένης. Εἴτουν, κρεῖττόν ἐστι μετὰ σοφίας νεότητι καὶ πενίᾳ | |
125 | συζῆν, κἂν ἀμφοτέρας οἱ πολλοὶ ἀτιμάζωσιν, ἢ μετὰ ἀφρο‐ σύνης γήρει καὶ βασιλείᾳ, ἅπερ τοῖς πλείστοις εἰσὶν αἰδέσι‐ μα. Ὁ γὰρ ἄφρων ἢ οὐκ ἐνθυμεῖται ὡς δυνατόν ἐστί τινα μὲν τῶν ἐκ τοῦ δεσμωτηρίου εἰς τὸ βασιλεῦσαι καταστῆναι —καθὰ δὴ καὶ Ἰωσήφ, νέος ὤν, ἀπὸ τῆς εἱρκτῆς διὰ | |
130 | σοφίαν εἰς βασιλείαν ἀνήχθη—αὐτὸν δὲ πάλιν ἐκπεσεῖν ταύτης καὶ ἐνδεῆ γενέσθαι, ὡς ἱκανοὶ τοῦτο πεπόνθασιν· ἢ ἀγνοεῖ ὅτι καὶ αὐτός ποτε τῆς τοῦ σώματος φυλακῆς καὶ τῶν δεσμῶν ἀπολυθήσεται, ὥστε τὴν μὴ ὑπείκουσαν, εἴτε φθορᾷ φύσεως εἴτε τροπῇ προαιρέσεως, βασιλείαν τοῦ | |
135 | θεοῦ κτήσασθαι, κἂν ταύτην αὐτὸς παρῃτήσατο· ἠγνόησε δὲ τὸ λεχθὲν διὰ τὸ ἐν αὐτῇ τῇ προσκαίρῳ βασιλείᾳ ὑπὸ τῆς κενῆς δόξης ἐνδεὴς γενέσθαι φρενῶν. Καὶ γὰρ 15‐16. Εἶδον σύμπαντας τοὺς ζῶντας τοὺς περιπατοῦντας | |
ὑπὸ τὸν ἥλιον μετὰ τοῦ νεανίσκου τοῦ δευτέρου, ὃς ἀ‐ | 35 | |
140 | ναστήσεται ἀντ’ αὐτοῦ· οὐκ ἔστι πειρασμὸς τῷ παντὶ λαῷ, τοῖς πᾶσιν ὅσοι ἐγένοντο ἔμπροσθεν αὐτῶν· καί γε οἱ ἔσχατοι οὐκ εὐφρανθήσονται ἐν αὐτῷ· ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος. Τουτέστι, κατέλαβον ὅτι συμβαίνει ἅπαντας τοὺς τὴν | |
145 | πρόσκαιρον ζωὴν παροδεύοντας καὶ ὑπὸ τὸν νέον μέν, ἔμφρονα δὲ τασσομένους, ἀλύπους εἶναι, τοὺς ὅσοι προγε‐ νέστεροι καὶ ἐν πείρᾳ γεγονότες τῆς ἀμφοτέρων βασιλείας. Οἱ γὰρ μεταγενέστεροι, ὡς μὴ ἐν πείρᾳ τοῦ ἄφρονος γενόμενοι, οὐδὲ τὸν σοφὸν ἐπαινοῦσι, διότι οὐδὲν χρήσιμον | |
4(150) | ἐννοοῦσιν, ἀλογίστῳ γνώμῃ ψυχῆς ἀγόμενοι. Αὐτὸς δὲ 17. Φύλαξον τὸν πόδα σου, ἐν ᾧ ἂν πορεύῃ εἰς οἶκον τοῦ θεοῦ, καὶ ἐγγὺς τοῦ ἀκούειν γίνου· ὑπὲρ δόμα τῶν ἀφρό‐ νων θυσία σου, ὅτι οὐκ εἰσὶν εἰδότες τοῦ ποιῆσαι καλόν. Ἤτοι, τήρησον ἐν πολλῇ προσοχῇ τὸ διανοητικόν σου, ἐν | |
155 | ᾧ πέφυκας ἀνύειν τὴν ἄγουσαν ὁδὸν ἀπὸ αἰσθήσεως πρὸς νοῦν, ὅς ἐστιν οἰκητήριον θεοῦ ἐν πνεύματι· καὶ τῶν πονηρῶν διανοημάτων ἀπαλλαγείς, ἔγγιζε θεῷ ὑπακούων ἀεὶ τῶν ἁγίων αὐτοῦ ἐντολῶν. Ἐπέκεινα δὲ τοῦ πρὸς θεὸν | |
σωματικοῦ δώρου τῶν ἀφρόνων ἔστω ἡ σὴ θυσία, πνεῦμα | 36 | |
160 | συντετριμμένον ὑπάρχουσα, διότι ἀγνοοῦσιν οἱ ἄφρονες ὅ‐ πως τὸ εὐάρεστον θεῷ διαπράξονται. | |
5 | 1‐2. Μὴ σπεῦδε ἐπὶ στόματί σου, καὶ καρδία σου μὴ ταχυνέτω τοῦ ἐξενέγκαι λόγον πρὸ προσώπου τοῦ θεοῦ, ὅτι ὁ θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ σὺ ἐπὶ τῆς γῆς κάτω· ἐπὶ τούτῳ ἔστωσαν οἱ λόγοι σου ὀλίγοι· ὅτι παραγίνεται | |
5 | ἐνύπνιον ἐν πλήθει πειρασμοῦ καὶ φωνὴ ἄφρονος ἐν πλήθει λόγων. Δηλαδή, μὴ ταχὺς ἔσο πρὸς λόγους, καὶ ἡ ψυχή σου μὴ ἀπερισκέπτως προφερέτω ῥῆμα ἐνώπιον τοῦ θεοῦ, διότι ὑπάρχει ἐν μὲν τῷ ὕψει τῆς ἰδίας περιωπῆς ὁ θεός, ἐν δὲ | |
10 | τῷ βάθει τῆς σεαυτοῦ ταπεινώσεως σύ· καὶ ὁ ἐν ὑψηλοῖς κατοικῶν, τὰ ταπεινὰ ἐφορᾷ, καὶ οὐδὲν τῶν σῶν λέληθεν αὐτόν. Διὰ γοῦν τοῦτο περιεσκεμμένοι καὶ βραχεῖς οἱ λόγοι | |
σου ἔστωσαν· ἐκ γὰρ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν. Ὥσπερ δὲ φροντίσι ποικίλαις ψυχῆς παρέπεται ὀνειράτων | 37 | |
15 | παντοδαπὴ φαντασία, οὕτω καὶ τῇ ἀφροσύνῃ συνέζευκται φλυαρία. 3‐4. Καθὼς ἂν εὔξῃ εὐχὴν τῷ κυρίῳ, μὴ χρονίσῃς τοῦ ἀποδοῦναι αὐτήν, ὅτι οὐκ ἔστι θέλημα ἐν ἄφροσι· σὺ οὖν ὅσα ἂν εὔξῃ ἀπόδος. Ἀγαθὸν τὸ μὴ εὔξασθαί σε ἢ τὸ | |
20 | εὔξασθαι καὶ μὴ ἀποδοῦναι. Ἤγουν, ἅμα τῷ ὑποσχέσθαι θεῷ τὸν ἔνθεον βίον, μὴ βραδύνῃς πληρῶσαι διὰ τῶν ἔργων τῆς δικαιοσύνης τὴν ἐπαγγελίαν, διότι ἄφροσιν οὐ παραμένει βουλή. Σὺ δ’ ἂν συνετὸς εἶ, ὅσα ὑπόσχῃ θεῷ πλήρωσον. Καλὸν γὰρ τὸ μὴ | |
25 | ὑποσχέσθαι σε ἢ τὸ ὑποσχόμενον μὴ πληρῶσαι· εὐχὴ γάρ ἐστιν ὑπόσχεσις ὧν θεῷ προσκομίζουσιν ἄνθρωποι, γνη‐ σίως τούτῳ λατρεύοντες. 5‐6. Μὴ δῷς τὸ στόμα σου τοῦ ἐξαμαρτήσειν τὴν σάρκα σου, καὶ μὴ εἴπῃς πρὸ προσώπου τοῦ θεοῦ ὅτι ἄγνοιά | |
30 | ἐστιν, ἵνα μὴ ὀργισθῇ ὁ θεὸς ἐπὶ φωνῇ σου καὶ διαφθείρῃ τὰ ποιήματα τῶν χειρῶν σου, ὅτι ἐν πλήθει ἐνυπνίων καὶ ματαιοτήτων καὶ λόγων πολλῶν· ὅτι σὺν τὸν θεὸν φοβοῦ. | |
Τουτέστι, μὴ ὑπουργὸν τῷ σώματί σου πρὸς ἁμαρτίαν παράσχῃς τὸ στόμα σου, ὥστε παραπέμπειν πολλὰ καὶ | 38 | |
35 | ποικίλα βρώματα τῇ γαστρί σου κἀντεῦθεν πάντων τῶν σαρκικῶν παθῶν ὑπανάπτειν τὴν κάμινον· μήτ’ αὖ διαλογίσῃ ὅτι λανθάνεις θεόν, ἵνα μὴ ἐπὶ τούτῳ οὗτος ὁ καὶ τοῦ ἐνθυμήματος ὡς φωνῆς ἀκούων ὀργισθῇ, ἐφ’ ᾧ τοῖς κακοῖς ἀφόβως ἐμμένεις, καὶ ἀφανίσῃ τὰ ἔργα σου τῇ ἐκκοπῇ τῆς | |
40 | ζωῆς σου, σχολὴν τούτων καταψηφισάμενος· διότι πε‐ πλήρωνται ταῦτα νυκτερινῶν φαντασιῶν καὶ ἀνονήτων σπουδασμάτων καὶ πολλῶν φλυαριῶν, ἅπερ ὡσαύτως ἐξα‐ φανίζει ὁ θάνατος· διόπερ σὺν πᾶσιν οἷς σοι παρῃνέσαμεν, τὸν θεῖον ἔχε φόβον, ὃς ποιεῖται πάντων ἀποχὴν τῶν | |
45 | κακῶν. 7‐8. Ἐὰν συκοφαντίαν πένητος καὶ ἁρπαγὴν κρίματος καὶ δικαιοσύνης ἴδῃς ἐν χώρᾳ, μὴ θαυμάσῃς ἐπὶ τῷ πράγματι, ὅτι ὑψηλὸς ἐπάνω ὑψηλοῦ φυλάξεται, καὶ ὑψηλοὶ ἐπ’ αὐτῆς, καὶ περισσεία γῆς. Ἐπὶ παντί ἐστι βασιλεὺς τοῦ ἀγροῦ | |
5(50) | εἰργασμένου· καὶ ἴσθι πιστὸς ἐν παντί, ἔστι βραχὺ ἀπὸ τοῦ | |
ἡρπασμένου. Εἴτουν, ἐὰν πένητα θεάσῃ συκοφαντούμενον καὶ δικαίαν κρίσιν δώροις ἢ δυναστείᾳ πλεονεκτουμένην ἐν τόπῳ τινί, μὴ ἐκστῇς ἐπὶ τούτῳ, νομίσας ἀπρονόητον εἶναι τόδε τὸ | 39 | |
55 | πᾶν, διότι ὁ πάντων ἀληθῶς ὑπερέχων ὕψιστος θεός, ὑπερκείμενος καὶ τοῦ κατὰ τὴν πρόσκαιρον δυναστείαν ἐπηρμένου, τὴν δικαίαν ψῆφον ἀποταμιεύσεται ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως. Καὶ οὐράνιοι ἄγγελοι, λειτουργοὶ τοῦ θείου θελήματος, εἰσὶν ἐφ’ ἅπασι, τοῖς μὲν ἀδικοῦσιν, ἀφανῶς τὰ | |
60 | πεπραγμένα τούτοις ἐλέγχοντες καὶ ἐκφοβοῦντες αὐτοὺς ταῖς ἀπειλαῖς τῶν κολάσεων, τοῖς δὲ ἀδικουμένοις, ταῖς τῶν μελλόντων ἐλπίσι τούτους παραμυθούμενοι, καὶ ἐπὶ τῷ πλεονεκτηθέντι περὶ γῆν, μεταρριπτοῦντες αὐτὸ ἀπὸ ἑτέρου πρὸς ἕτερον. Καὶ γὰρ οὐδὲν τῶν ἐπὶ γῆς πραττομένων τὴν | |
65 | θείαν ἐξουσίαν ἐκπέφευγεν, ὅτι γίνονται πάντα τὰ καθ’ ἡμᾶς τοῦ θεοῦ εἴτ’ εὐδοκοῦντος εἴτ’ οἰκονομοῦντος εἴτε συγχω‐ ροῦντος. Καὶ διὰ τοῦτο ἐπὶ πᾶσι τοῖς ἔργοις σου ἔσο θεῷ εὐάρεστος· ὑπάρχει δὲ μικρὰ εὐαρέστησις καὶ ἀπὸ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ὥς φησιν ἐν εὐαγγελίοις ὁ κύριος· | |
70 | ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ὅπερ συμβαίνει ὅταν καλῶς διασκορπίσωμεν ἃ κακῶς συνηγάγο‐ μεν. Ὁ δὲ 9‐10. Ἀγαπῶν ἀργύριον οὐκ ἐμπλησθήσεται ἀργυρίου, καί τις ἠγάπησεν ἐν πλήθει αὐτοῦ γένημα· καί γε τοῦτο μα‐ | 40 |
75 | ταιότης. Ἐν πλήθει ἀγαθωσύνης ἐπληθύνθησαν οἱ ἐσθίοντες αὐτήν· καὶ τίς ἀνδρεία τῷ παρ’ αὐτῆς; Ὅτι ἀρχὴ τοῦ ὁρᾶν ἐν ὀφθαλμοῖς αὐτοῦ. Δηλονότι, ἐπιθυμητὴς χρημάτων κόρον τούτων οὐχ ἕξει, καὶ ἄλλος δέ τις τὸ πλῆθος τῶν γεωργίων ἠγάπησε καὶ οὐ | |
80 | τὴν χρείαν, ὡς μὴ τοῖς χρῄζουσιν ἐπαρκῶν, ἀλλ’ εἰς τὰς ἀποθήκας συνάγων αὐτά, καὶ δυσχεραίνων εἰ μὴ μείζους εἶεν αὗται πρὸς τὴν τούτων ὑποδοχήν, εἰ καὶ τὸ ὑπὲρ τὴν χρείαν ἀνωφελές. Οὐδὲ γὰρ ἐν τῇ δαψιλείᾳ τῆς ὕλης, ἀλλὰ τῆς ἀγαθότητος ἐπλεόνασαν οἱ ταύτης ἀπολαύοντες, ὡς | |
85 | ἐκείνης μὲν ἀποστερούσης, ταύτης δ’ ἅπαντας εὐεργετούσης. Καὶ τίς ὑπάρχει δύναμις ὀπτικὴ τῷ παρ’ αὐτῆς ἐνισχυο‐ μένῳ; Διότι τὴν τοὺς νοεροὺς τῆς ψυχῆς αὐτοῦ ὀφθαλμοὺς ἐπιθολοῦσαν καὶ οὐκ ἐῶσαν καθαρῶς ἀτενίζειν πρὸς τὴν ἀλήθειαν καὶ τοῦ ὄντως ἐρᾶν ἀγαθοῦ σχέσιν τῶν ὑλικῶν, | |
90 | τὸ πρὸς τοὺς δεομένους εὐεργετικὸν πόρρω διῶκον, αἴτιόν ἐστι τοῦ βλέπειν τὸν τοιοῦτον ἐν τοῖς εἰρημένοις αὐτοῦ ὀφθαλμοῖς τὰ πράγματα, ὡς ἔχουσι φύσεως. Κἀντεῦθεν ὁρᾷ καὶ τοὺς ὑποβεβλημένους δουλείᾳ κάλλιον τῶν φιλοπλού‐ των διάγοντας. Καὶ γὰρ | |
95 | 11. Γλυκὺς ὁ ὕπνος τοῦ δούλου, εἰ ὀλίγον καὶ εἰ πολὺ φάγεται· καὶ τῷ ἐμπλησθέντι τοῦ πλουτῆσαι οὐκ ἔστιν ὁ | |
ἀφίων αὐτὸν τοῦ ὑπνῶσαι. Ἤτοι, ὁ μὲν δοῦλος ἐν ἀνέσει ὑπνώσει, εἴτ’ ἐνδεῶς ἕξει τροφῆς εἴτ’ ἐμπλησθῇ ταύτης, διὰ τὸ μὴ πολλαῖς μερίμναις | 41 | |
5(100) | περιστοιχίζεσθαι· τὸν δὲ βεβαρημένον πολλῇ χρημάτων πε‐ ριουσίᾳ πάντα τοῦ ὕπνου ἀποστεροῦσι, φροντίσι διηνεκέ‐ σιν ἐκδαπανώμενον, ποτὲ μὲν ὅπως πλείονα κτήσεται, πο‐ τὲ δ’ ὅπως ἀσφαλῶς τὰ κτηθέντα φυλάξει. Καὶ ἄλλη 12‐16. Ἔστιν ἀρρωστία ἣν εἶδον ὑπὸ τὸν ἥλιον, πλοῦτον | |
105 | φυλασσόμενον τῷ παρ’ αὐτοῦ εἰς κακίαν αὐτοῦ, καὶ ἀπο‐ λεῖται ὁ πλοῦτος ἐκεῖνος ἐν περισπασμῷ πονηρῷ. Καὶ ἐγέννησεν υἱόν, καὶ οὐκ ἔστιν ἐν χειρὶ αὐτοῦ οὐδέν. Καθὼς ἐξῆλθεν ἀπὸ γαστρὸς μητρὸς αὐτοῦ γυμνός, ἐπιστρέψει τοῦ πορευθῆναι ὡς ἥκει, καὶ οὐδὲν λήψεται ἐν μόχθῳ αὐτοῦ, | |
110 | ἵνα πορευθῇ ἐν χειρὶ αὐτοῦ. Καί γε τοῦτο πονηρὰ ἀρ‐ ρωστία· ὥσπερ γὰρ παρεγένετο, οὕτως καὶ ἀπελεύσεται. Καὶ τίς περισσεία αὐτοῦ, ἢ μοχθεῖ εἰς ἄνεμον; Καί γε πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἐν σκότει καὶ ἐν πένθει καὶ θυμῷ πολλῷ καὶ ἀρρωστίᾳ καὶ χόλῳ. | |
115 | Πάντως, ὑπάρχει νόσος ψυχικὴ ἣν κατείληφα περὶ γῆν, χρήματα ὑπό τινος θησαυριζόμενα καὶ τῷ ἐξ αὐτοῦ συντη‐ ρούμενα εἰς ἀφορμὴν ἀπωλείας αὐτοῦ, καὶ διαφθαρήσονται τὰ τοιαῦτα ἐν μερίμνῃ ὀδυνηρᾷ τοῦ περιφυλάττειν ἀγω‐ νιῶντος αὐτὰ ἐκ τῶν ἐπιβουλευόντων αὐτοῖς. Ἔτεκε | |
120 | δ’ οὗτος υἱόν, καὶ οὐ κέκτηταί τι ἐν χερσὶν αὐτοῦ. Ὅμοιον δὲ τῇ γενέσει καὶ τὸ τέλος αὐτοῦ· γυμνὸς γὰρ ἐκ μητρὸς κοιλίας ἐξῆλθε καὶ γυμνὸς εἰς γῆν ἀπελεύσεται, μηδὲν τοῦ τοιούτου θησαυροῦ ἐν σπουδῇ αὐτοῦ ἐπιφερόμενος ὥστε συναπελθεῖν ταῖς τούτου χερσί. Καὶ τὸ τοιοῦτον λίαν νόσος | 42 |
125 | ὀδυνηρά· καθάπερ γὰρ οὗτος ἦλθεν εἰς κόσμον διὰ γε‐ νέσεως, μήτι πρᾶγμα ὅλως ἐπιφερόμενος, οὕτω δὴ καὶ ὑπεξέλθῃ τὸν βίον διὰ θανάτου. Καὶ τί τὸ κέρδος αὐτοῦ; Οὐδέν, ἢ εἰς κενὸν αὐτοῦ ἡ σπουδή. Καὶ γὰρ πᾶσα ἡ παροῦσα τούτου ζωὴ ἐν σκότει τέ ἐστιν ἀγνοίας τοῦ ὄντως | |
130 | καλοῦ καὶ ἐν ἀνονήτῳ διὰ τὰ φθειρόμενα θλίψει, καὶ ἐν πολλῷ ταράχῳ ψυχῆς ἐκ τῆς πρὸς τὸν πέλας ὀργῆς καὶ νόσῳ ἀκορέστου ἐπιθυμίας τῶν ὑλικῶν, καὶ ἐν ἀμύνῃ τῶν λυπησάντων τῇ δι’ ἑαυτοῦ γινομένῃ, ἵνα τι πλέον χαρίζηται τῷ θυμῷ· χόλος γάρ ἐστιν ἡ τοῦ λυπηθέντος δι’ ἑαυτοῦ | |
135 | κατὰ τοῦ λυπήσαντος ἄμυνα. Τί οὖν τὸ ἐν τοῖς φαινομένοις καλόν; 17‐19. Ἰδοὺ ὃ εἶδον ἐγὼ ἀγαθόν, ὅ ἐστι καλόν, τοῦ φαγεῖν καὶ τοῦ πιεῖν καὶ τοῦ ἰδεῖν ἀγαθωσύνην ἐν παντὶ μόχθῳ αὐτοῦ, ᾧ ἂν μοχθήσῃ ὑπὸ τὸν ἥλιον ἀριθμὸν ἡμερῶν ζωῆς | |
140 | αὐτοῦ, ὧν ἔδωκεν αὐτῷ ὁ θεός· ὅτι αὐτὸ μερὶς αὐτοῦ. Καί γε πᾶς ἄνθρωπος ᾧ ἔδωκεν αὐτῷ ὁ θεὸς πλοῦτον καὶ ὑπάρχοντα καὶ ἐξουσίασεν αὐτὸν τοῦ φαγεῖν ἀπ’ αὐτοῦ καὶ λαβεῖν τὸ μέρος αὐτοῦ καὶ τοῦ εὐφρανθῆναι ἐν μόχθῳ αὐτοῦ, τοῦτο δόμα θεοῦ ἐστιν. Ὅτι οὐ πολλὰς μνησθήσεται | |
145 | τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, ὅτι ὁ θεὸς περισπᾷ αὐτὸν ἐν | |
εὐφροσύνῃ καρδίας αὐτοῦ. Ἤγουν, τοῦτό ἐστιν ὅπερ ἐθεασάμην αὐτὸς ἀγαθὸν ἐν πάσῃ σπουδῇ, ἣν ἄν τις περὶ γῆν σπουδάσῃ δι’ ὅλων τῶν τῆς ζωῆς αὐτοῦ ἡμερῶν, ἃς ὁ θεὸς παρέσχεν αὐτῷ, ὅπερ | 43 | |
5(150) | ὑπάρχει κατὰ τὴν χρῆσιν καλόν, ὥστε βρώσει καὶ πόσει τὴν ἀναγκαίαν πληρῶσαι τοῦ σώματος χρείαν καὶ ἐν πείρᾳ τοῦ ἀγαθοῦ γενέσθαι δι’ εὐποιΐας, διότι τοῦτο μόνον κερ‐ δαίνει πᾶς ἀπὸ τῶν προσκαίρων. Εἰ δέ τι τούτων καθ’ αὑτό τις νομίσει καλόν, τοῦ ὄντως ἐκπίπτει καλοῦ. Καὶ γὰρ | |
155 | παντὶ ἀνθρώπῳ ᾧ παρέσχεν ὁ θεὸς πολλὴν περιουσίαν, κἀντεῦθεν οὐκ εἴασεν αὐτὸν βλέπειν εἰς ἑτέρων χεῖρας, ἀλλ’ ἔδωκε τούτῳ ἐξουσίαν ὥστ’ ἀπὸ τῶν οἰκείων ἀναλα‐ βέσθαι ἴδιον κέρδος, τὴν ἀναγκαίαν τοῦ σώματος χρείαν, τὸ δὲ λοιπὸν ἐπαρκέσαι τοῖς δεομένοις καὶ οὕτω χαρῆναι ἐν | |
160 | τοῖς ἑαυτοῦ σπουδάσμασι, τὸ τοιοῦτον, δῶρον θεοῦ ἐστιν. Οὐδὲ γὰρ εὐπορεῖ τις τῶν χρειωδῶν θείας προνοίας χωρίς, οὔθ’ ὥστε πλεονεκτικῶς ζῆν τὰ χρήματα λαμβάνει παρὰ θεοῦ. Διότι ὀλιγοχρόνιος ἡ τοῦ ἀνθρώπου ζωὴ καὶ τοῦ ἐφημέρου μόνου χρῄζουσα ἄρτου, ὅτιπερ τὴν τῆς σαρκὸς | |
165 | ἡδονὴν οὐκ ἀκόλαστον εἴασεν ὁ θεός, ἵνα μὴ ταύτῃ δου‐ λεύων ὁ ἄνθρωπος τὸ ὄντως ἀγαθὸν ἀγνοήσῃ· ἀλλ’ ἐν οἷς οὗτος αὐτῇ ἐπευφραίνεται, ἐπάγει αὐτῷ τὴν τοῦ θανάτου ἐπώδυνον μέριμναν. Καὶ ἄλλη δέ τις | |
6 | 1‐2. Ἔστι πονηρία ἣν εἶδον ὑπὸ τὸν ἥλιον, καὶ πολλή ἐστιν ἐπὶ τὸν ἄνθρωπον· ἀνὴρ ᾧ δώσει αὐτῷ ὁ θεὸς πλοῦτον καὶ ὑπάρχοντα καὶ δόξαν, καὶ οὐκ ἔστιν ὑστερῶν τῇ ψυχῇ αὐτοῦ ἀπὸ παντὸς οὗ ἐπιθυμήσει, καὶ οὐκ ἐξου‐ | |
5 | σιάσει αὐτῷ ὁ θεὸς τοῦ φαγεῖν ἀπ’ αὐτοῦ, ὅτι ἀνὴρ ξένος φάγεται ἀπ’ αὐτοῦ. Καί γε τοῦτο ματαιότης καὶ ἀρρωστία πονηρά ἐστι. Δηλαδή, ὑπάρχει κακοπραγία ἣν τεθέαμαι περὶ γῆν, λίαν ἀνθρώποις ἐπιπολάζουσα· ἄνθρωπος ᾧ δωρήσεται ὁ θεὸς | 44 |
10 | πολλὴν περιουσίαν καὶ δόξαν, καὶ πάντα πληρώσει αὐτοῦ τὰ καταθύμια, μηδενὸς τούτων στερήσας αὐτόν, θησαυρίζει τὰ προσόντα αὐτῷ, μήτ’ αὐτὸς τούτοις χρώμενος, μήτε μὴν ἑτέροις ἐπαρκῶν, καὶ οὐ συγχωρήσει ὁ θεὸς τῷ τοιούτῳ τὴν τῆς τοῦ πλούτου χρήσεως ἐξουσίαν, διότι ἑτέρῳ ἐμπι‐ | |
15 | στεύσει τοῦτον τῷ ἐκ τούτου τραφησομένῳ καὶ ἑτέροις δι’ αὐτοῦ ἐπαρκέσοντι. Καὶ γὰρ πάντῃ ἀνόνητος ἡ τοιαύτη τοῦ πλούτου ἀποθησαύρισις καὶ νόσος ψυχῆς ὀδυνηρά, ὅτι καὶ ἡ σὰρξ στερεῖται τῆς χρήσεως τοῦ τοιούτου πλούτου καὶ ἡ ψυχὴ οὐκ ἀποκερδαίνει τοῦτον δι’ εὐποιΐας. Ἐπει‐ | |
20 | δήπερ 3‐62. Ἐὰν γεννήσῃ ἀνὴρ ἑκατόν, καὶ ἔτη πολλὰ ζήσεται, καὶ πλῆθος ὅ τι ἔσονται ἡμέραι ἐτῶν αὐτοῦ, καὶ ἡ ψυχὴ αὐτοῦ οὐκ ἐμπλησθήσεται ἀπὸ ἀγαθωσύνης καί γε ταφὴ οὐκ ἐγένετο αὐτῷ, εἶπα· ἀγαθὸν ὑπὲρ αὐτὸν τὸ ἔκτρωμα, | |
25 | ὅτι ἐν ματαιότητι ἦλθε καὶ ἐν σκότει πορεύεται, καὶ ἐν σκότει ὄνομα αὐτοῦ καλυφθήσεται, καί γε ἥλιον οὐκ εἶδε καὶ οὐκ ἔγνω ἀνάπαυσιν. Τοῦτο ὑπὲρ τοῦτον, καὶ εἰ ἔ‐ ζησε χιλίων ἐτῶν καθόδους καὶ ἀγαθωσύνην οὐκ εἶδε. | |
Τουτέστιν, ἐάν τις πολλῶν γένηται παίδων πατήρ, καὶ | 45 | |
30 | παρεκταθῇ ἡ ζωὴ αὐτοῦ ἐπὶ χρόνον μακρόν, καὶ ἐς το‐ σοῦτον θανάτου πεῖραν οὐ λάβῃ, καὶ τὴν ψυχὴν αὐτοῦ ἐν ἀγαθοεργίαις χρηστότητος οὐκ ἐμπλήσῃ, καὶ ἴσως ταφῆς ὡς κακοῦργος κατὰ τὸ τέλος οὐκ ἀξιωθῇ, προέκρινα τούτου τὸ γαστρὸς μητρῴας ἐκπεσὸν ἄωρον ἔμβρυον, διότι τοῦτο | |
35 | εἰκῇ παρεγένετο εἰς τὸ εἶναι, ὡς μήπω εἴτ’ ἀγαθοῦ τινος εἴτε κακοῦ γευσάμενον, καὶ λαθραίως εἰς φθορὰν ἄπεισι μὴ ἐλθὸν ὅλως εἰς φῶς, ὅθεν καὶ ἐν ἀμνηστίᾳ ἔσεται, ὡς μὴ ὑπό τινος γινωσκόμενον. Καὶ γὰρ φῶς οὐκ ἐθεάσατο, ὡς ἐκπεπτωκὸς τῆς μητρῴας νηδύος νεκρόν, καὶ ἐν πείρᾳ οὐ | |
40 | γέγονε τῆς οἱασοῦν ἡδυτάτης ἀπὸ κόπου ἀνέσεως, ὡς μὴ ὅλως τι φθάσαν ἐργάσασθαι. Τὸ τοιοῦτον γὰρ ἔμβρυον ὑπὲρ τὸν εἰρημένον ἐστὶν ἄνθρωπον, κἂν πολλοὺς μὲν οὗτος ἔζησε χρόνους, χρηστότητος δὲ οὐκ ἔλαβε πεῖραν, ὅτιπερ οὗτος μὲν ὑπὲρ τοῦ μὴ ἐργάσασθαί τι χρηστὸν | |
45 | λόγους δώσει καὶ τιμωρίαν ὑφέξει οὐ τὴν τυχοῦσαν, ἐκεῖνο δὲ οὐδαμῶς. Τίς δὲ κρείττονα ἡγήσεται τὸν βιώσαντα μὲν εἰς μακρόν, μήτι δὲ διαπραξάμενον ἀγαθόν; 63‐9. Μὴ οὐκ εἰς τόπον ἕνα τὰ πάντα πορεύεται; Πᾶς μόχθος τοῦ ἀνθρώπου εἰς τὸ στόμα αὐτοῦ, καί γε ἡ ψυχὴ | |
6(50) | αὐτοῦ οὐ πληρωθήσεται. Ὅτι τίς περισσεία τῷ σοφῷ ὑπὲρ τὸν ἄφρονα; Διότι ὁ πένης οἶδε πορευθῆναι κατέναντι τῆς ζωῆς· ἀγαθὸν ὅραμα ὀφθαλμῶν ὑπὲρ τὸν πορευόμενον | |
ψυχῇ. Καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος. Εἴτουν, ἆρα οὐχ ὁμοίως ὅ τε ζήσας πολλῶν ἐτῶν περιό‐ | 46 | |
55 | δους καὶ μήτι διαπραξάμενος ἀγαθὸν καὶ τὰ ἐκτρώματα εἰς γῆν ἀναλύουσι, μήθ’ ὁ τοιοῦτος ὅλως γευσάμενος ἀρετῆς, μήτ’ ἐκεῖνα, εἰ καὶ τὰ μὲν ἀπροαιρέτως τοῦτο πεπόνθασιν, ὁ δὲ προαιρετικῶς; Πᾶσα γὰρ τοῦ τοιούτου ἀνθρώπου ἡ σπουδὴ πρὸς τρυφήν, εἰ καὶ μὴ ἐμπίπλαται τῆς ἀλόγου | |
60 | ἐπιθυμίας τῶν ἡδονῶν ἡ τούτου ψυχή. Ὁ δὲ σοφὸς οὐχ ὡς ὁ ἄφρων ἐν τοῖς ἐπικήροις καὶ ἀνονήτοις πονεῖ, ἀλλ’ ἐν τοῖς ἑστῶσι καὶ μένουσιν, ἐν οἷς τὸ κέρδος πολύ· ὅτιπερ ὁ ὑπερορῶν πλούτου καὶ πενίαν καταδεχόμενος ἐπίσταται οἷα σοφὸς τὰς κατ’ ἔλλειψιν καὶ ὑπερβολὴν ἐκτροπὰς τῆς ἀρετῆς | |
65 | ἐκφυγεῖν καὶ διὰ τῆς κατὰ ταύτην μεσότητος εὐθὺ ὁδεῦσαι τῆς ὄντως ζωῆς, ἐπειδὴ κρείττων ἐστὶν ἡ πνευματικὴ θεωρία τῶν νοερῶν αὐτοῦ ὀφθαλμῶν, ὡς παρορῶσα μὲν τὰ πρόσκαιρα, βλέπουσα δὲ πρὸς τὰ αἰώνια, ὑπὲρ τὴν διαγωγὴν τοῦ διεξιόντος ἀλόγως τὴν παροῦσαν ζωήν. Καὶ | |
70 | γὰρ ἀνωφελὴς ἡ τοιαύτη πορεία καὶ ψυχῆς ἀλόγιστος ὁρμή, ἐπείπερ 10‐12. Εἴ τι ἐγένετο, ἤδη κέκληται ὄνομα αὐτοῦ, καὶ ἐγνώσθη ὅ ἐστιν ἄνθρωπος, καὶ οὐ δυνήσεται κριθῆναι μετὰ τοῦ ἰσχυροῦ ὑπὲρ αὐτόν, ὅτι εἰσὶ λόγοι πολλοὶ | |
75 | πληθύνοντες ματαιότητα. Τί περισσὸν τῷ ἀνθρώπῳ; Ὅτι τίς οἶδε τί ἀγαθὸν τῷ ἀνθρώπῳ ἐν τῇ ζωῇ αὐτοῦ ἀριθμὸν ἡμερῶν ζωῆς ματαιότητος αὐτοῦ; Καὶ ἐποίησεν αὐτὰ ἐν σκιᾷ· ὅτι τίς ἀναγγελεῖ τῷ ἀνθρώπῳ τί ἔσται ὀπίσω αὐτοῦ ὑπὸ τὸν ἥλιον; | 47 |
80 | Δηλονότι, εἴ τι πέπρακται ἀπάρτι γνωσθέν, καλεῖται ἢ καλὸν ἢ ἐναντίον, καὶ ἐγνωρίσθη ὅπερ ὑπάρχει ὁ ἄν‐ θρωπος, ψυχῇ μὲν ἄφθαρτος, σαρκὶ δὲ φθαρτός, καὶ οὐκ ἰ‐ σχύσει δικαιολογηθῆναι μετὰ τοῦ ἀδεκάστου κριτοῦ καὶ ἀσυγκρίτως πάντων ἰσχυροτέρου, ὅτι προφασίζεται προ‐ | |
85 | φάσεις ἐν ἁμαρτίαις, αἵπερ αὐξάνουσι τὸν ἀνόνητον μόχθον αὐτοῦ. Τίς λοιπόν ἐστιν ἡ ὠφέλεια τῷ ἀνθρώπῳ ἐν τῷ τοιούτῳ μόχθῳ; Ὅτιπερ οὐδεὶς γινώσκει ποῖον ὑπάρχει ἀγαθὸν τῷ ἀνθρώπῳ ἐν τῇ τούτου ζωῇ καὶ τῷ ταύτης μέτρῳ τῶν ἡμερῶν, ἃς ἐν τοῖς ματαίοις ἀνάλωσεν. Οὐδὲ | |
90 | γὰρ περὶ πράγματα πεπόνηκεν ἐνύπαρκτά τε καὶ διαμένον‐ τα, ἀλλὰ σκιώδη καὶ παρατρέχοντα, διότι παρὰ τίνος μάθοι τί ἔσεται μετὰ τὸ ἐκστῆναι αὐτὸν τῆς παρούσης ζωῆς ἐν τοῖς ἀνωφελέσιν αὐτοῦ περὶ γῆν σπουδάσμασι; Τοίνυν | |
7 | VII, 1‐2. Ἀγαθὸν ὄνομα ὑπὲρ ἔλεον ἀγαθόν· καὶ ἡμέρα τοῦ θανάτου ὑπὲρ ἡμέραν γενέσεως αὐτοῦ. Ἀγαθὸν πο‐ ρευθῆναι εἰς οἶκον πένθους ἢ πορευθῆναι εἰς οἶκον πότου, καθότι τοῦτο τέλος παντὸς ἀνθρώπου. Καὶ ὁ ζῶν δώσει | |
5 | ἀγαθὸν εἰς καρδίαν ἑαυτοῦ. Ἤτοι, κρεῖττόν ἐστι καταλιπεῖν τινα δι’ ἐναρέτου πολιτείας ὄνομα καλόν, πρὸς μίμησιν τοὺς ἀκούοντας ἐφελκόμενον, ὑπὲρ οἶκτον εὐσπλαγχνίας, ὃν τοῖς κακῶς βιώσασιν οἱ συμπαθεῖς κατὰ τὸν θάνατον ἀπονέμουσιν. Ἀλλὰ καὶ ἡ τοῦ | |
10 | θανάτου ἡμέρα κρείττων ἐστὶ τῆς ἡμέρας τῆς τοῦ ἀνθρώ‐ που γενέσεως, ὅτι ἡ μὲν καθ’ ἡδονὴν γένεσις ἁμαρτία καὶ ἁμαρτίας ἀρχή, ἡ δὲ κατ’ ὀδύνην φθορὰ καὶ ὁ θάνατος τέλος καὶ ἀναίρεσις ἁμαρτίας. Καὶ κρεῖττον τὸ παραγενέσθαι εἰς οἰκίαν πενθούντων ἢ μεθυόντων, διότι παντὸς ἀνθρώπου | 48 |
15 | ὥσπερ εὐφρόσυνος ἡ τῆς γεννήσεως ἡμέρα, οὕτω θλιβερὰ ἡ τοῦ θανάτου, ὃς κοινὸν πάντων τέλος ἐστί. Καὶ ὁ ζῶν, τὸν τελευτῶντα ὁρῶν, φρονήσει καλῶς, καταγνούς τε τῶν προσκαίρων καὶ ποθήσας τὰ μένοντα. Πρὸς τούτοις δὲ | |
20 | 3‐81. Ἀγαθὸν θυμὸς ὑπὲρ γέλωτα, ὅτι ἐν κακίᾳ προ‐ σώπου ἀγαθυνθήσεται καρδία. Καρδία σοφῶν ἐν οἴκῳ πέν‐ θους, καρδία δὲ ἀφρόνων ἐν οἴκῳ εὐφροσύνης. Ἀγαθὸν τὸ ἀκοῦσαι ἐπιτίμησιν σοφοῦ ὑπὲρ ἄνδρα ἀκούοντα ᾆσμα ἀφρόνων, ὅτι ὡς φωνὴ τῶν ἀκανθῶν ὑπὸ τὸν λέβητα, | |
25 | οὕτως γέλως τῶν ἀφρόνων. Καί γε τοῦτο ματαιότης, ὅτι ἡ συκοφαντία περιφέρει σοφὸν καὶ ἀπολλύει τὴν καρδίαν εὐτονίας αὐτοῦ. Ἀγαθὴ ἐσχάτη λόγων ὑπὲρ ἀρχὴν αὐτῶν. Πάντως, καλλίων ἐστὶν ἔμφρων κατὰ τῆς ἁμαρτίας ὀργὴ ὑπὲρ ἄσεμνον καὶ ἀκρατῆ γέλωτα, διότι ἐν αὐστηρᾷ δια‐ | |
30 | θέσει προσώπου διορθοῦται ψυχή, ἀποβαλομένη μὲν κα‐ κίαν, κτησαμένη δὲ ἀρετήν. Καὶ αἱ τῶν σοφῶν ψυχαί, ἐν σαρκὶ διὰ τὸ ταύτης φθαρτὸν ὡς ἐν οἰκίᾳ πένθους οἰ‐ κοῦσαι, σκυθρωπάζουσί τε ἀεὶ καὶ ἀπὸ πάσης κακίας συ‐ | |
στέλλονται· αἱ δὲ τῶν ἀφρόνων, ὡς ἐν οἰκίᾳ εὐφροσύνης | 49 | |
35 | ποιούμεναι τὴν οἴκησιν ἐν σαρκί, ταῖς ταύτης ἡδοναῖς διαχέονται. Εὐκταιότερον οὖν ἐπίπληξιν ἑνὸς σοφοῦ δέξα‐ σθαί τινα ἢ ὅλου χοροῦ ἀνθρώπων ἀσυνέτων ᾀδόντων γίνεσθαι ἀκροατήν, διότι τῶν τοιούτων ἀνθρώπων ὁ γέλως ἀκανθῶν πολλῶν λάβρῳ πυρὶ καιομένων ἤχῳ μετὰ καπνοῦ | |
40 | ἐκφερομένῳ προσέοικε, τά τε ὦτα καταβομβῶν τῇ ἐξηχήσει τοῦ καγχασμοῦ καὶ τὴν ὄψιν ἀηδίας πληρῶν τῷ ἀπρεπεῖ τοῦ σώματος λυγισμῷ. Ἀλλὰ καὶ τοῦτο οὐκ ἔστι καλόν, ὅτι καὶ σοφὸν ἡ κατηγορία τῆς ἔνδον γαλήνης μετακινεῖ καὶ διακόπτει πολλάκις τὴν τούτου ψυχὴν ἀπὸ τῆς ἀγαθῆς τῶν | |
45 | ἀβουλήτων ὑπομονῆς, φέρουσαν δυσχερῶς τῆς συκοφαντίας τὸ βάρος. Λόγοι δὲ παυόμενοι μᾶλλον ἢ ἀρχόμενοι ἐπαινε‐ τέοι, διότι κινούμενοι μὲν συγκαταβαίνουσι τῇ αἰσθήσει, ῥήμασί τε καὶ γράμμασι παχυνόμενοι, καταπαύοντες δὲ ὑψοῦνται πρὸς νοῦν, τῇ ἐν πνεύματι θεωρίᾳ λεπτυνόμενοι. | |
7(50) | Ἔτι δὲ 82‐12. Ἀγαθὸν μακρόθυμος ὑπὲρ ὑψηλὸν πνεύμα τι. Μὴ σπεύσῃς ἐν πνεύματί σου τοῦ θυμοῦσθαι, ὅτι θυμὸς ἐν κόλπῳ ἀφρόνων ἀναπαύεται. Μὴ εἴπῃς· «τί ἐγένετο ὅτι ἡμέραι αἱ πρότεραι ἦσαν ἀγαθαὶ ὑπὲρ ταύτας;» ὅτι οὐκ ἐν | |
55 | σοφίᾳ ἐπηρώτησας περὶ τούτου. Ἀγαθὴ σοφία μετὰ κληρο‐ δοσίας καὶ περισσεία τοῖς θεωροῦσι τὸν ἥλιον, ὅτι ἐν σκι‐ ᾷ αὐτῆς ἡ σοφία ὡς σκιὰ τοῦ ἀργυρίου, καὶ περισσεία | |
γνώσεως τῆς σοφίας ζωοποιήσει τὸν παρ’ αὐτῆς. Ἤγουν, καλὸν μακρόθυμος, ὅτι πολὺς ἐν φρονήσει, μήτι | 50 | |
60 | κατὰ μικροψυχίαν ποιῶν ἢ προφέρων ῥῆμα παράλογον· οὐ καλὸν δ’ ὑψηλόφρων, ὅτι κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ὡς μὴ τὰ τούτου φρονοῦσιν ἀντιπράττων αὐτοῖς. Μὴ οὖν ἐξ ἑτοίμου κινείσθω σου ἡ ψυχὴ πρὸς ὀργήν, εἰ καὶ ὑποκρίνῃ αὐτήν, ὥστ’ ἐν σκυθρωπότητι προσώπου ἀνα‐ | |
65 | στέλλειν τὴν πρὸς ἁμαρτίαν ὁρμὴν τῶν πολλῶν, διότι τῶν ἀσυνέτων ἔνδον, ἀλλ’ οὐ τῶν σοφῶν ἐγκατοικεῖ ὁ θυμός. Μηδ’ ἐρεῖς· «τί τὸ αἴτιον γέγονεν ὅτι ὑπῆρχον αἱ παρῳχη‐ κυῖαι ἡμέραι κρείττους τῶν παρουσῶν;» διὰ τὴν τότε ἴσως ἄνεσιν καὶ τρυφήν, διότι οὐ συνετή σου ἡ ἐρώτησις αὕτη. | |
70 | Ὁ γὰρ μετὰ γνώσεως τὰς ἀρετὰς μετερχόμενος ἡμερῶν οὐκ οἶδε διαφοράν, ἀκριβῶς εἰδὼς ὅτι πάντα πρὸς τὸ συμφέρον ἡμῖν οἰκονομεῖται παρὰ θεοῦ, καὶ διὰ τοῦτο ἐν μὲν εὐπραγίαις ἐγκρατείᾳ, ἐν δὲ δυσπραγίαις ὑπομονῇ εὐ‐ χαρίστῳ συζῶν. Καλὴ δὲ σοφία μετὰ δικαιοσύνης τῆς | |
75 | ἀπονεμούσης ἑκάστῃ τε ψυχῆς δυνάμει καὶ σώματος αἰ‐ σθήσει τὸ πρόσφορον, καὶ τοῦτο κέρδος τοῖς παραχθεῖσιν εἰς φῶς, διότι ἡ σοφία ἐν τῇ λαμπρότητι τῶν ἔργων τῆς δικαιοσύνης καθαρὰ καὶ ἀκίβδηλος δείκνυται, ὡς στιλ‐ | |
πνότης ἀργυρίου, καὶ ἡ δαψιλὴς τῆς σοφίας γνῶσις τὴν | 51 | |
80 | αἰώνιον παρέξει ζωὴν τῷ κεκτημένῳ αὐτήν. Μεθ’ ἦς σοφίας 13‐14. Ἴδε τὰ ποιήματα τοῦ θεοῦ, ὅτι τίς δυνήσεται τοῦ κοσμῆσαι; Ὃν ἂν ὁ θεὸς διαστρέψῃ αὐτὸν ἐν ἡμέρᾳ ἀγαθωσύνης αὐτοῦ. Ζῆθι ἐν ἀγαθῷ καὶ ἴδε ἐν ἡμέρᾳ κακίας· ἴδε καί γε τοῦτο, σύμφωνον τούτῳ ἐποίησεν ὁ θεὸς | |
85 | περὶ λαλιᾶς, ἵνα μὴ εὕρῃ ἄνθρωπος ὀπίσω αὐτοῦ μηδέν. Δηλαδή, κατανόησον· τίς ἐστιν ὃς ἰσχύσει κόσμον τινὰ περιθεῖναι τοῖς ποιήμασι τοῦ θεοῦ, ἅπερ κατεκρίθησαν τὴν τῆς φθορᾶς ἀκοσμίαν διὰ τὴν ἐξ ἀρχῆς τοῦ πρωτοπλάστου παράβασιν; Πάντως ὃν ἂν ὁ θεὸς ἐπιστρέψῃ, βουλόμενον | |
90 | καὶ αὐτόν, ἀπὸ τῆς πρὸς κακίαν ὁδοῦ ἐν τῷ τῆς ἀγαθοερ‐ γίας τούτου καιρῷ, ὅς ἐστιν ἡ παροῦσα ζωή. Ζῆσον τοίνυν ἐν τῇ τὰ πάντα κοσμούσῃ ἀρετῇ καὶ γεῦσαι κατὰ πεῖραν αὐτῆς ἐν τῇ παρούσῃ βιοτῇ, ἥτις ἡμέρα κακίας διὰ τὴν τῆς θείας ἐντολῆς παράβασιν γέγονε. Καὶ δὴ γνῶθι ὡς τὴν | |
95 | παροῦσαν ζωὴν ὁμοίως πρὸς ἀρετὴν καὶ κακίαν ὑποκει‐ μένην κατὰ τὴν χρῆσιν τῇ προαιρέσει ἡμῶν πεποίηκεν ὁ θεός, ὥστ’ ἀριδήλως ἀναγγέλλεσθαι τὴν ἑκάστου διάθεσιν ὁποία ἐστίν, εἴτ’ ἀγαθὴ εἴτε μὴν ἐναντία, ὅπως ἂν μὴ ἕξει αἰτίαμά τι προσάψαι τῇ δικαιοκρισίᾳ τοῦ θεοῦ ὁ κατακρι‐ | |
7(100) | νόμενος ἄνθρωπος μετὰ τὸ ἐκστῆναι τῆς παρούσης ζωῆς καὶ παραστῆναι ἐπὶ τοῦ φοβεροῦ βήματος. Τοιγαροῦν 15‐20. Σύμπαντα εἶδον ἐν ἡμέραις ματαιότητός μου· ἔστι δίκαιος ἀπολλύμενος ἐν δικαίῳ αὐτοῦ, καὶ ἔστιν ἀσεβὴς μένων ἐν κακίᾳ αὐτοῦ. Μὴ γίνου δίκαιος πολὺ καὶ μὴ | |
105 | σοφίζου περισσά, μήποτε ἐκπλαγῇς· μὴ ἀσεβήσῃς πολὺ καὶ | |
μὴ γίνου σκληρός, ἵνα μὴ ἀποθάνῃς ἐν οὐ καιρῷ σου. Ἀγαθὸν τὸ ἀντέχεσθαί σε ἐν τούτῳ, καί γε ἀπὸ τούτου μὴ μιάνῃς τὴν χεῖρά σου, ὅτι ὁ φοβούμενος τὸν θεὸν ἐξε‐ λεύσεται τὰ πάντα. Ἡ σοφία βοηθήσει τῷ σοφῷ ὑπὲρ δέκα | 52 | |
110 | ἐξουσιάζοντας τοὺς ὄντας ἐν τῇ πόλει, ὅτι ἄνθρωπος οὐκ ἔ‐ στι δίκαιος ἐν τῇ γῇ, ὃς ποιήσει ἀγαθὸν καὶ οὐχ ἁμαρ‐ τήσει. Εἴτουν, ἅπαντα κατενόησα ἐν ταῖς τῆς παρούσης ζωῆς μου ἡμέραις, ἐν αἷς ἀνονήτως περὶ τὰ ἀλυσιτελῆ πεπόνηκα. | |
115 | Καὶ εὗρον δίκαιον ἀπολλύμενον, τὸν καθ’ ὑπερβολὴν τῆς ἀρετῆς τὸ δίκαιον δοκοῦντα ἐργάζεσθαι, ὃς τὴν ἰδίαν δι‐ καιοσύνην στῆσαι ζητῶν καὶ τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑ‐ ποτασσόμενος, τήν τε σάρκα δαπανᾷ ταῖς ἀνονήτοις κακο‐ παθείαις καὶ τὴν ψυχὴν δι’ ὑπερηφανίας ἀπόλλυσιν. Εὗρον | |
120 | δὲ πάλιν ἕτερον ἔργοις δικαιοσύνης τὸν θεὸν μὴ τιμῶντα, ἀλλ’ ἐμμένοντα τῇ κατ’ ἔλλειψιν τῆς ἀρετῆς κακίᾳ καὶ μακρο‐ βιοῦντα συγχωρήσει θεοῦ, ἵν’ ἐν τῇ ζωῇ αὐτοῦ τὰ ἀγαθὰ αὐτοῦ ἀπολάβῃ. Χείρων οὖν ἐκεῖνος καὶ τούτου. Διὸ μὴ ἔσο δίκαιος τοῦ δικαίου ἐπέκεινα, μηδ’ ἔξω τῆς σοφίας | |
125 | κατασοφίζου ἑαυτοῦ, ὅπως μὴ τοῦ καθεστηκότος ἐκστῇς καὶ θεοῦ ἀποστῇς. Μήτ’ οὖν ὑπὲρ τὴν χρείαν δουλεύσῃς τῇ σαρκὶ εἰς ἐπιθυμίας, κἀντεῦθεν ὡς θεὸν τὴν κτίσιν παρα‐ γνωρίσας, λατρεύσῃς ταύτῃ παρὰ τὸν κτίσαντα· μήτ’ ἀ‐ καμπὴς ἔσο πάντῃ καὶ ἀνοικονόμητος, ὡς μὴ τοῦ σώματος | |
130 | ὅλως ἐπιστρεφόμενος καὶ πρὸς σύστασιν αὐτοῦ προνοούμε‐ νος, ὅπως μὴ ταχὺ θάνατος γένῃ σεαυτὸν ἀνελὼν ἐκ τοῦ | |
μὴ τῆς δούλης προνοεῖσθαι σαρκός. Καλὸν γὰρ τὸ ἐπιμε‐ λεῖσθαι ταύτης πρὸς σύστασιν, ὥστε συνεργὸν ἔχειν αὐτὴν πρὸς ἐργασίαν τῆς ἀρετῆς, πλὴν μὴ ἐντεῦθεν αἰσχραῖς | 53 | |
135 | ἐπιθυμίαις ἀκολασίας μολύνῃς τῆς ψυχῆς σου τὸ πρακτικόν, διότι ὁ τὸν φόβον ἔχων τοῦ θεοῦ πᾶσαν κακίαν ἐκφεύξε‐ ται, ὑπάρχουσαν κατ’ ἔλλειψιν ἀρετῆς καὶ ὑπερβολήν. Ἡ γὰρ σοφία, ἦς ἀρχὴ ὁ τοῦ κυρίου φόβος, τῷ κτησαμένῳ τοῦτον ὀρέξει βοήθειαν εἰς τὸ ῥυσθῆναι πάσης ἁμαρτίας | |
140 | πλέον τῶν πέντε τῆς ψυχῆς δυνάμεων καὶ τῶν πέντε αἰσθήσεων, ἐν αἷς ἐξουσίαν ἔχει ὁ ἄνθρωπος ἐνεργεῖν ὡς βουλητὸν αὐτῷ κατὰ τὸ νοεῖν καὶ αἰσθάνεσθαι ἐν πάσῃ τῇ κτίσει, ἐφ’ ᾗ περιπολεῖν ἐτάχθη παρὰ θεοῦ, διότι ἄνθρωπος ψιλὸς οὐκ ἔστιν ἐπὶ γῆς τοσοῦτον δικαιοπραγῶν, ὥστε | |
145 | πᾶσαν ἐργάσασθαι ἀρετὴν καὶ μηδοπωσοῦν ἀποτυχεῖν τοῦ ἀγαθοῦ, εἰ μὴ θεὸς αὐτῷ βοηθήσει διὰ τοῦ χαρίσματος τοῦ φόβου καὶ ἀπὸ τοῦ ῥύπου καθάρῃ τῆς ἁμαρτίας. 21‐22. Καί γε εἰς πάντας λόγους οὓς λαλήσουσιν ἀσεβεῖς, μὴ θῇς καρδίαν σου, ὅπως μὴ ἀκούσῃ τοῦ δούλου σου | |
7(150) | καταρωμένου σε· ὅτι πλειστάκις πονηρεύεταί σε καὶ κα‐ θόδους πολλὰς κακώσει καρδίαν σου, ὅτι καί γε ὡς σὺ κατηράσω ἑτέρους. Τουτέστι, καὶ δὴ μὴ δώσεις τὴν ψυχήν σου εἰς τὸ προσέχειν πᾶσι τοῖς λαλουμένοις παρ’ ἀνθρώπων ὀλιγο‐ | |
155 | ψύχων, οἳ ἰσχυρῶς ὑπάρχοντες ἄφρονες ἀσεβεῖς εἰσιν, ὡς μηδὲ θεὸν εἶναι ἐκ μικροψυχίας διαλογιζόμενοι. Λόγοις δὲ τούτων μόνοις πρόσεχε πάντως, οἷς βλαβήσῃ εἰ μὴ παρα‐ | |
φυλάξῃ, ὥστε τὰς παρ’ αὐτῶν κατὰ σοῦ μελέτας ἐκφυγεῖν σὺν θεῷ, ἵνα μὴ φιλοπραγμονῶν καὶ τοὺς εἰκῇ χεομένους | 54 | |
160 | λόγους ἀκούσῃς καὶ τοῦ δούλου σου ἐν τῷ ὁπωσοῦν παρὰ σοῦ κακωθῆναι καταρωμένου σοι, κἀντεῦθεν ὀδυνηθῇς ὑπ’ αὐτοῦ πολλὰ τὴν ψυχήν, καὶ πολλαχῶς αὕτη κατενεχθῇ εἰς θυμόν, διανοουμένη τρόπους ἀμύνης κατὰ τοῦ δούλου πολλούς. Οὐ χρὴ δέ σε τοῦτο ποιεῖν, διότι ἐὰν καλῶς | |
165 | ἐξετάσῃς τὰ κατὰ σέ, καὶ σεαυτὸν εὑρήσεις καταρασάμενον ἴσως ποτὲ τοῖς λυπήσασιν. Ὅθεν δέον σε ἐπὶ τοῖς ἀν‐ θρωπίνοις συγγνωμονεῖν ὀλισθήμασιν, ἵνα καὶ αὐτὸς ἐφ’ οἷς ὠλίσθησας συγγνώμης τύχῃς παρὰ θεοῦ. Ἔγωγε τοίνυν 23‐26. Πάντα ταῦτα ἐπείρασα ἐν τῇ σοφίᾳ. Εἶπα· «σο‐ | |
170 | φισθήσομαι», καὶ αὐτὴ ἐμακρύνθη ἀπ’ ἐμοῦ μακρὰν ὑπὲρ ὃ ἦν, καὶ βαθὺ βάθος· τίς εὑρήσει αὐτήν; Ἐκύκλωσα ἐγώ, καὶ ἡ καρδία μου τοῦ γνῶναι καὶ τοῦ κατασκέψασθαι καὶ ζητῆσαι σοφίαν καὶ ψῆφον, καὶ τοῦ γνῶναι ἀσεβοῦς ἀφρο‐ σύνην καὶ ὀχληρίαν καὶ περιφοράν. Καὶ εὑρίσκω ἐγὼ | |
175 | αὐτὴν πικροτέραν ὑπὲρ θάνατον σὺν τὴν γυναῖκα, ἥτις ἐστὶ θήρευμα, καὶ σαγήνη καρδία αὐτῆς, δεσμὸς εἰς χεῖρας αὐτῆς. Ἀγαθὸς πρὸ προσώπου τοῦ θεοῦ ἐξαιρεθήσεται ἀπ’ αὐτῆς, καὶ ἁμαρτάνων συλληφθήσεται ἐν αὐτῇ. Ἤτοι, ἅπαντα ταῦτα μετὰ τῆς παρὰ θεοῦ δοθείσης μοι | |
180 | σοφίας ἐξήτασα. Διενοησάμην γὰρ τὸ ἀνεξιχνίαστον τῆς σοφίας καταλαβεῖν πέλαγος, καὶ πορρωτέρω κατὰ πολὺ τῆς ἐμῆς καταλήψεως τὸ μῆκος ἐθεασάμην αὐτῆς, ὡς μήτ’ ἀρχὴν μήτε τέλος ἐχούσης διὰ τὸ ἄπειρον, καὶ τῶν κριμάτων αὐτῆς τὸ βάθος πάλιν εὗρον ἀνεξερεύνητον· οὐδεὶς λοιπόν | 55 |
185 | ἐστιν ὁ ταύτην καταληψόμενος. Διεξῆλθόν τε καὶ τὸ ἐν τῇ ποικίλῃ τῶν ὄντων θεωρίᾳ πλάτος αὐτῆς, ὥστε κυκλικῶς κατὰ νοῦν γνῶναι ἀρχὴν καὶ τέλος πάντων αὐτήν, καὶ μεταβατικῶς ὡς ἐκ συμβόλων πρὸς ἀλήθειαν κατὰ λόγον ἐξετάσαι ἐκ τῆς τῶν ὅλων φύσεως τὴν περὶ πάντα πρό‐ | |
190 | νοιαν αὐτῆς, ᾗ τὰ πάντα συνέχεται, καὶ κατ’ αἴσθησιν διῶξαι τὴν ἐκ τῆς πείρας ἐπιστημονικὴν τῶν πραγμάτων διάκρισιν, ἔτι καταλαβεῖν καὶ τοῦ μὴ δι’ ἀγαθῶν ἔργων τιμῶντος θεὸν τήν τε ἄνοιαν καὶ περὶ τὰ μάταια ὄχλησιν καὶ ἀπὸ τοῦ ἀγαθοῦ πρὸς τὸ ἐναντίον περιτροπήν. Καὶ | |
195 | κατανοῶ ταύτην ἐγὼ θανάτου ἀηδεστέραν, ὡς ψυχὴν ὀλο‐ θρεύουσαν ὁμοίως τῇ θηρευούσῃ γυναικὶ τοὺς μὴ σώφρονας, ἧς ἡ ψυχὴ πολλαῖς τούτους σατανικαῖς ἐπινοίαις ἀγρεύει· δεσμεύουσι γὰρ εἰς ἐπιθυμίαν τοὺς ἀσυνέτους τὰ πρὸς ἀπατηλὸν κάλλος ἐπιτηδεύματα τῶν ταύτης χειρῶν. Ὁ γοῦν | |
7(200) | ἐνώπιον θεοῦ διὰ τὸ μηδὲ κατὰ διάνοιαν ὅλως ἀκολα‐ σταίνειν σωφρονῶν τῶν ταύτης βρόχων ῥυσθήσεται, ὁ δὲ διαμαρτάνων τῆς σωφροσύνης συσχεθήσεται τῷ ἐπὶ τῇ τοιαύτῃ γυναικὶ αἰσχρῷ ἔρωτι. 27‐VIII, 1. Ἴδε τοῦτο εὗρον, εἶπεν ὁ Ἐκκλησιαστής, μιᾷ | 56 |
205 | τῇ μιᾷ τοῦ εὑρεῖν λογισμὸν ὃν ἐπεζήτησεν ἡ ψυχή μου καὶ οὐχ εὗρον. Καὶ ἄνθρωπον ἕνα ἀπὸ χιλίων εὗρον, καὶ γυναῖκα ἐν πᾶσι τούτοις οὐχ εὗρον. Πλὴν ἴδε τοῦτο εὗρον· ὃ ἐποίησεν ὁ θεὸς σὺν τὸν ἄνθρωπον εὐθῆ, αὐτοὶ δὲ ἐζήτησαν λογισμοὺς πολλούς. Τίς οἶδε σοφούς; Καὶ τίς οἶδε | |
210 | λύσιν ῥήματος; Σοφία ἀνθρώπου φωτιεῖ πρόσωπον αὐτοῦ, καὶ ἀναιδὴς προσώπῳ αὐτοῦ μισηθήσεται. Δηλονότι, ὅρα τοῦτό ἐστιν ὅπερ κατέλαβον, ἔφη ὁ πάντα ἐπισυνάγων πρὸς ἐξέτασιν λόγος· τὰς γυναῖκας κατὰ μίαν ἐρευνῶν, πάνυ σπάνιον ἔγνων τὸ καλὸν ἐν αὐταῖς· βραχὺ | |
215 | μὲν γὰρ τοῦτο καὶ ἐν ἀνδράσι, πολλῷ δ’ ἐν γυναιξὶ βραχύ‐ τερον, ὥστ’ ἐν μὲν χιλίοις ἀνδράσιν ἔστιν εὑρεῖν μόλις ἕνα καλόν, ἐν δὲ τοσαύταις γυναιξὶν οὐκ ἔστι. Πλὴν γνῶθι τί ἐν ἀνδρί τε καὶ γυναικὶ κατέλαβον εἰργασμένον παρὰ θεοῦ· ἅμα τῷ ἀπαρεγκλίτως φρονοῦντι ἀνδρὶ συνεργάτιν τοῦ | |
220 | ἀγαθοῦ καὶ τὴν γυναῖκα παρήγαγεν ὁ θεός. Οὗτοι δ’ ἁπλῶς τῷ θείῳ μὴ πιστεύσαντες λόγῳ εἰς πολλοὺς καὶ ποικίλους ἐχώρησαν λογισμούς, καὶ ἀπὸ τοῦ εὐθέος ἐξέκλιναν, ταῖς ὑποθήκαις τοῦ πονηροῦ τὴν θείαν ἐντολὴν παραβάντες, καὶ ἐντεῦθεν καθ’ ἑαυτῶν ἐσοφίσαντο. Ποῖος λοιπόν ἐστιν ὁ | |
225 | διακρίνων ἐπιδημίαν τῶν ὄντως σοφῶν ἁγίων ἀγγέλων, ὃς τὸν σκότος ὄντα καὶ φῶς ὑποκρινόμενον οὐκ ἀγνοήσει ἐπιβουλεύοντα; Καὶ ποῖος ἐπίσταται ἑρμηνείαν ἀσαφοῦς | |
ῥήματος, ἵνα μὴ ἀπὸ δεξιᾶς κλαπῇ ταῖς σκοτειναῖς ὑποβο‐ λαῖς τοῦ ἐχθροῦ; Τὸ χάρισμα τῆς σοφίας πάντως ὑπ’ ὄψιν | 57 | |
230 | ἄγει ἅπαντα τῷ ἀνθρώπῳ, καὶ ὑπὸ τούτου ὁ ἀνερυ‐ θριάστως ἀπαναισχυντῶν κατὰ τοῦ θεοῦ ἐχθρὸς τῶν ἡμε‐ τέρων ψυχῶν βδελυχθήσεται. Αὐτὸς δὲ | |
8 | 2‐7. Στόμα βασιλέως φύλαξον καὶ περὶ λόγου ὅρκου θεοῦ μὴ σπουδάσῃς· ἀπὸ προσώπου αὐτοῦ πορεύσῃ· μὴ στῇς ἐν λόγῳ πονηρῷ, ὅτι πᾶν ὃ ἂν θελήσῃ, ποιήσει. Καθὼς βασιλεὺς ἐξουσιάζων λαλεῖ, καὶ τίς ἐρεῖ αὐτῷ· «Τί ἐποίη‐ | |
5 | σας;» Ὁ φυλάσσων ἐντολὴν οὐ γνώσεται ῥῆμα πονηρόν, καὶ καιρὸν κρίσεως γινώσκει καρδία σοφοῦ· ὅτι παντὶ πράγματι ἔστι καιρὸς καὶ κρίσις, ὅτι γνῶσις τοῦ ἀνθρώπου πολλὴ ἐπ’ αὐτόν· ὅτι οὐκ ἔστι γινώσκων τί τὸ ἐσόμενον, ὅτι καθὼς ἔσται τίς ἀναγγελεῖ αὐτῷ; | |
10 | Ἤγουν, πάνυ μετ’ ἐπιμελείας πρόσεχε τοῖς λόγοις τοῦ παμβασιλέως θεοῦ καὶ μὴ ταχὺς ἔσο εἰς τὸ ὑποσχέσθαι θεῷ· εἰ γὰρ ὑπόσχῃ καὶ μὴ ποιήσεις, ὡς ὀμνύων καὶ ἀ‐ θετῶν, μακρυνθήσῃ ἀπ’ αὐτοῦ, ἀνάξιος τοῦ ἐγγίζειν τούτῳ γενόμενος. Ἀλλὰ μηδ’ ἀντιπίπτων ἐπὶ τοῖς ἀβουλήτοις τῷ | |
15 | θείῳ προστάγματι, ἔσῃ βλάσφημόν τι ῥῆμα φθεγγόμενος, διότι οὐ δυνήσῃ ἐντεῦθεν τὴν ἐκ θεοῦ ἀποστρέψαι παι‐ δείαν. Οἷα γὰρ δεσπότης πάντων ἔχων τὴν ἐξουσίαν, προστάττει τὸ βουλητὸν αὐτῷ πρὸς τὸ συμφέρον ἑκάστῳ, καὶ ποῖος ἀντιφθέγξεται αὐτῷ καὶ ἀνακρινεῖ τὸ παρ’ αὐτοῦ | |
20 | πεπραγμένον; Ὁ γὰρ τὴν θείαν τηρῶν ἐντολήν, σκληρὸν καὶ ὀδυνηρὸν οὐκ οἶδε βούλημα θεῖον, ἀλλὰ καὶ τοὺς ἑκουσίους τῆς ἀρετῆς πόνους προθύμως καταβάλλεται καὶ | |
τὰς ἀκουσίους ἐπιφορὰς εὐχαρίστως ὑπομένει, τῇ ἐλπίδι τῶν μελλόντων γαννύμενος ἀγαθῶν. Καὶ οὐκ ἀγνοεῖ τοῦ | 58 | |
25 | σοφοῦ ἡ ψυχὴ τὸν ἀποτεταμιευμένον καιρὸν τῆς κρίσεως, διότι ἐπὶ πᾶσι τοῖς πεπραγμένοις ἀπόκειται καιρὸς κρί‐ σεως, καθ’ ὃν ὁ δίκαιος κριτὴς ἑκάστῳ τὸ κατ’ ἀξίαν ἀπονε‐ μεῖ. Ὑπάρχει δ’ ὁ τῆς κρίσεως καιρός, διότι δαψιλὴς ἐπὶ τῷ τοιούτῳ καιρῷ ἡ τοῦ ἀνθρώπου γνῶσις. Οὐκέτι γὰρ ὡς ἐν | |
30 | ἐσόπτρῳ καὶ ἐν αἰνίγματι, ἀλλὰ πρόσωπον πρὸς πρόσωπον τὴν τῶν πραγμάτων ἀρχετυπίαν ὁρᾷ, νῦν δὲ σκιωδῶς οἶδε ταύτην διὰ τὴν τοῦ μέλλοντος ἄγνοιαν. Οὐκ ἔστι γάρ τις ὁ ἀναγγέλλων αὐτῷ τὸ τῆς μελλούσης καταστάσεως ἀκριβές. Καὶ | |
35 | 8. Οὐκ ἔστιν ἄνθρωπος ἐξουσιάζων ἐν πνεύματι τοῦ κωλῦσαι σὺν τὸ πνεῦμα· καὶ οὐκ ἔστιν ἐξουσιάζων ἐν ἡμέρᾳ θανάτου, καὶ οὐκ ἔστιν ἀποστολὴ ἐν ἡμέρᾳ πολέμου, καὶ οὐ διασώσει ἀσέβεια τὸν παρ’ αὐτῆς. Τουτέστιν, οὐχ οὕτως ἰσχυρός τις ὑπάρχει, ὥστε δύνα‐ | |
40 | σθαι κωλῦσαι τὴν τοῦ ἀφαιρουμένου τὴν ψυχὴν ἀγγέλου κα‐ τὰ θείαν πρόσταξιν ἐπιδημίαν, ὁμοῦ τῇ τῆς ἑαυτοῦ ψυχῆς ἀ‐ πὸ τοῦ σώματος ἐκδημίᾳ. Καὶ γὰρ οὐδέ τις τῶν ἀνθρώπων ἀποκρούσασθαί πως τὸν καιρὸν τῆς τελευτῆς δύναται· οὐδ’ ἔστι πρεσβεία ἐν καιρῷ τῆς ἐπὶ διαστάσει ψυχῆς καὶ | |
45 | σώματος μάχης, παραιτουμένη τὴν τελευτήν· οὔτε μὴν ἡ ἐπὶ τοῖς μὴ τιμῶσι τὸν θεὸν ἔργοις πρόφασις μετανοίας ῥύ‐ σεται θανάτου τὸν παρὰ τῶν τοιούτων ἔργων κατεχόμενον. | |
Μετανοίας γὰρ καιρὸς τῷ ἀσεβοῦντι διὰ τῶν τῆς κακίας ἔργων, οὐχ ὁ τοῦ θανάτου καιρός ἐστιν ἀλλ’ ὁ τῆς ζωῆς. | 59 | |
8(50) | Ὅτιπερ 9‐13. Σύμπαν τοῦτο εἶδον ἐγὼ καὶ ἔδωκα τὴν καρδίαν μου εἰς πᾶν ποίημα ὃ πεποίηται ὑπὸ τὸν ἥλιον, τὰ ὅσα ἐξου‐ σιάσατο ὁ ἄνθρωπος ἐν ἀνθρώπῳ τοῦ κακῶσαι αὐτόν. Καὶ τότε εἶδον ἀσεβεῖς εἰς τάφους εἰσαχθέντας, καὶ ἐκ τοῦ | |
55 | ἁγίου ἐπορεύθησαν καὶ ἐπῃνέθησαν ἐν τῇ πόλει, ὅτι οὕτως ἐποίησαν· καί γε τοῦτο ματαιότης· ὅτι οὐκ ἔστι γινομένη ἀντίρρησις ἀπὸ τῶν ποιούντων τὸ πονηρὸν ταχύ, διὰ τοῦτο ἐπληροφορήθη καρδία υἱῶν τοῦ ἀνθρώπου ἐν αὐτοῖς τοῦ ποιῆσαι τὸ πονηρόν. Ὃς ἥμαρτεν, ἐποίησε τὸ πονηρὸν ἀπὸ | |
60 | τότε καὶ ἀπὸ μακρότητος αὐτῶν. Ὅτι καί γε γινώσκω ἐγὼ ὅτι ἔσται ἀγαθὸν τοῖς φοβουμένοις τὸν θεόν, ὅπως φοβῶν‐ ται ἀπὸ προσώπου αὐτοῦ. Καὶ ἀγαθὸν οὐκ ἔσται τῷ ἀ‐ σεβεῖ, καὶ οὐ μακρυνεῖ ἡμέραν ἐν σκιᾷ ὃς οὐκ ἔστι φο‐ βούμενος ἀπὸ προσώπου τοῦ θεοῦ. | |
65 | Εἴτουν, τὰ εἰρημένα πάντα κατεσκεψάμην αὐτὸς καὶ ἔδω‐ κα τὴν ψυχήν μου εἰς τὸ κατανοῆσαι ἅπαντα ὅσα περὶ γῆν ἐπιτηδεύει ἄνθρωπος πρὸς τὸ δυνηθῆναι βλάβην τῷ πέλας ἐπαγαγεῖν. Ἐν οἷς δ’ οὕτως ἐποίουν οἱ ἐν τοῖς τοιούτοις ἐπιτηδεύμασι τὸν θεὸν μὴ τιμῶντες, τεθέαμαι αὐτοὺς τῷ | |
70 | θανάτῳ κρυβέντας εἰς γῆν, καὶ ἐκ μὲν τοῦ ἁγίου θεοῦ διὰ τῶν τῆς κακίας ἔργων ἐμακρύνθησαν, παρὰ δὲ τῶν τὰ ἀνθρώπινα φρονούντων ἐν τῷδε τῷ κόσμῳ ἐθαυμαστώ‐ θησαν, ὅτι ἰσχυροὶ εἰς τὸ βλάψαι τοὺς πλησίον γεγόνασι, καίπερ μηδαμοῦ τῆς τοιαύτης ἰσχύος συμβαλλομένης αὐτοῖς· | |
75 | ὅτι δ’ ἐφ’ ἱκανὸν ἀνέχεται θεὸς καὶ συγχωρεῖ τοῖς τοιούτοις τὰ ἴδια πληροῦν καταθύμια καὶ οὐ ταχέως ἀνταποδίδωσι, διὰ τοῦτο καλὸν ἔδοξεν ἡ πονηρὰ πρᾶξις τοῖς μὴ χρημα‐ | |
τίζουσιν υἱοῖς θεοῦ διὰ τὸ μὴ φρονεῖν τὰ τοῦ πνεύματος. Ὅστις δ’ ἀπέτυχε τοῦ ὄντως καλοῦ ἐν τῷ δόξαι καλὸν τὸ | 60 | |
80 | κακόν, ἀπ’ αὐτῆς ἤδη τῆς ἐπὶ τούτῳ συγκαταθέσεως ἐπλή‐ ρωσε τὴν ἁμαρτίαν, καὶ μακρὰν τυγχάνων τῶν ἔργων αὐτῆς. Διότι αὐτὸς ἀκριβῶς ἐπίσταμαι ὅτι ὑπάρξει καλὸν τοῖς κεκτημένοις τὸν τοῦ θεοῦ φόβον, ἵνα φοβῶνται τὴν ἐνώπιον αὐτοῦ ἐπὶ τοῖς κακῶς βεβιωμένοις αἰσχύνην καὶ | |
85 | μηδ’ ὁπωσοῦν τῇ ἁμαρτίᾳ συγκατατίθωνται. Οὐ καλὸν δ’ ἔ‐ σται τῷ ἁμαρτωλῷ τὸ μὴ κεκτῆσθαι τὸν τοιοῦτον φόβον· οὐδὲ γὰρ καταφρονῶν οὗτος τῆς ἐπὶ ἐξετάσει τῶν ἑκάστῳ πεπραγμένων παρουσίας τοῦ θεοῦ, ἐπεκτεῖναι δυνήσεται τὸν καιρὸν τῆς παρατρεχούσης δίκην σκιᾶς ζωῆς αὐτοῦ καὶ | |
90 | τὸ ἀδέκαστον ἐκεῖνο κριτήριον ἐκφυγεῖν. Ἀλλὰ καὶ ἑτέρα 14‐16. Ἔστι ματαιότης ἣ πεποίηται ἐπὶ τῆς γῆς· ὅτι εἰσὶ δίκαιοι ὅτι φθάνει πρὸς αὐτοὺς ὡς ποίημα τῶν ἀσεβῶν, καί εἰσιν ἀσεβεῖς ὅτι φθάνει πρὸς αὐτοὺς ὡς ποίημα τῶν δικαίων· εἶπον ὅτι καί γε τοῦτο ματαιότης. Καὶ ἐπῄνεσα | |
95 | ἐγὼ σὺν τὴν εὐφροσύνην, ὅτι οὐκ ἔστιν ἀγαθὸν τῷ ἀν‐ θρώπῳ ὑπὸ τὸν ἥλιον ὅτι εἰ μὴ τοῦ φαγεῖν καὶ τοῦ πιεῖν καὶ τοῦ εὐφρανθῆναι, καὶ αὐτὸ συμπροσέσται αὐτῷ ἐν μόχθῳ αὐτοῦ ἡμέρας ζωῆς αὐτοῦ, ἃς ἔδωκεν αὐτῷ ὁ θεὸς ὑπὸ τὸν ἥλιον. Ἐν οἷς ἔδωκα τὴν καρδίαν μου τοῦ γνῶναι | |
8(100) | τὴν σοφίαν καὶ τοῦ ἰδεῖν τὸν περισπασμὸν τὸν πεποιη‐ μένον ἐπὶ τῆς γῆς, ὅτι καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ ὕπνον ἐν ὀφθαλμοῖς αὐτοῦ οὐκ ἔστι βλέπων. Δηλαδή, ὑπάρχει ψευδὴς δόξα πλαττομένη παρὰ τοῖς φρονοῦσι τὰ γήϊνα· διότι ὑπάρχουσι δίκαιοι καὶ καταλαμ‐ | 61 |
105 | βάνει τούτους τὰ χαλεπὰ καὶ ἀνιαρά, ὥσπερ εἰ τὰ τοῖς πονηροῖς εἰργάζοντο παραπλήσια καὶ τῆς κακίας ἕνεκεν ἐκολάζοντο, καὶ αὖθις ὑπάρχουσιν ἄδικοι καὶ καταλαμβάνει τούτους τὰ θυμήρη τε καὶ ἡδέα, ὥσπερ εἰ τὰ τοῖς δικαίοις παρόμοια διεπράττοντο καὶ ὑπὲρ ἀγαθοεργίας ἀμοιβὰς ἀπε‐ | |
110 | λάμβανον. Ἐξ οὗ τοῖς μὴ φρονοῦσι πνευματικῶς τὸ ἀδί‐ κους μὲν τοὺς δικαίους, δικαίους δὲ τοὺς ἀδίκους νομίζειν προσγίνεται· καὶ ταύτην τὴν δόξαν, μεγίστην ἀπάτην ἐθέμην ἔγωγε. Ἐντεῦθεν γὰρ ἀπατηθεὶς καὶ αὐτὸς σύμπασαν τὴν εὐφροσύνην ἐπῄνεσα, διότι οὐχ ὑπάρχει καλὸν τῷ ἀνθρώ‐ | |
115 | πῳ ἕτερον αἰσθήσει καταλαμβανόμενον, ἐκτὸς τῆς ἐπί τε βρώσει καὶ πόσει καὶ λοιποῖς ἡδέσιν ἀπολαύσεως, καὶ μόνον τοῦτο κέρδος συνυπάρξει τῇ ἐπὶ τοῖς ματαίοις σπου‐ δῇ αὐτοῦ, καθ’ ὅσον ἂν βιώσῃ χρόνον δεδομένον αὐτῷ παρὰ θεοῦ. Ἐν οἷς δ’ οὕτω συνυπηγόμην ἀπάτῃ, δέδωκα τὴν | |
120 | ψυχήν μου ὥστε τὴν σοφίαν ἐκ τῶν ταύτης οἰκονομιῶν καὶ κριμάτων καταλαβεῖν, κατασκέψασθαι δὲ καὶ τὸν πολὺν περὶ γῆν ἀνθρώπινον κάματον, διότι οὔτ’ ἐν ἡμέρᾳ οὔτ’ ἐν νυκτὶ ὁ σπουδάζων περὶ τὰ γήϊνα τῆς τοῦ ὕπνου ἀπολαύει ἀνέσεως. Ἔνθεν τοι | |
125 | 17‐IX, 1. Καὶ εἶδον σύμπαντα τὰ ποιήματα τοῦ θεοῦ, ὅτι οὐ δυνήσεται ἄνθρωπος τοῦ εὑρεῖν σὺν τὸ ποίημα τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον· ὅσα ἐὰν μοχθήσῃ ἄνθρωπος τοῦ ζητῆσαι, καὶ οὐχ εὑρήσει· καί γε ὅσα ἂν εἴπῃ σοφὸς | |
τοῦ γνῶναι, οὐ δυνήσεται τοῦ εὑρεῖν· ὅτι σύμπαν τοῦτο | 62 | |
130 | ἔδωκα εἰς καρδίαν μου, καὶ καρδία μου σύμπαν εἶδε τοῦτο, ὅτι οἱ δίκαιοι καὶ οἱ σοφοὶ καὶ αἱ ἐργασίαι αὐτῶν ἐν χειρὶ τοῦ θεοῦ· καί γε ἀγάπην καὶ μῖσος οὐκ ἔστιν εἰδὼς ἄν‐ θρωπος· τὰ πάντα πρὸ προσώπου αὐτοῦ ματαιότης. Ἤτοι, καὶ κατεσκεψάμην ἐντεῦθεν ἅπαντα τὰ μετὰ σοφίας | |
135 | κρίματα τοῦ θεοῦ καὶ τὰς ἐπὶ πᾶσιν οἰκονομίας ὑπὲρ τὴν ἀνθρωπίνην εἶναι κατάληψιν· οὐδὲ γὰρ δύναται ἄνθρωπος σὺν τῷ φαινομένῳ παντὶ καὶ τοὺς ὑπὲρ τὸ φαινόμενον λόγους καταλαβεῖν, καθ’ οὓς πάντα τὰ καθ’ ἡμᾶς διεξάγει θεός. Κἂν γάρ τις πολλάκις σπουδάσῃ ἐξερευνῶν, ἀδυ‐ | |
140 | νατήσει τούτους καταλαβεῖν· καὶ γὰρ οὐχ ὅσα ἂν καταλα‐ βεῖν σοφὸς βουληθῇ, τοσαῦτα καὶ δυνηθῇ· ὅτι ἅπασαν τὴν ἔρευναν τῶν θείων κριμάτων τῇ ψυχῇ μου ἐπέτρεψα, καὶ μόνον τοῦτο αὕτη πάντῃ κατείληφε, τὸ τοὺς δικαίους καὶ τοὺς σοφοὺς καὶ τὰ τούτων ἔργα κεκρύφθαι παρὰ τῇ | |
145 | παντουργῷ θείᾳ δυνάμει, τῷ εἰδότι πάντως καὶ τὰ ἀφανῆ τῶν καρδιῶν κινήματα μονογενεῖ τοῦ θεοῦ λόγῳ, καὶ ἑκά‐ στῳ κατὰ μὲν τὸ παρὸν τὰ πρὸς τὸ συμφέρον οἰκονο‐ μοῦντι, κατὰ δὲ τὸ μέλλον τὰ κατ’ ἀξίαν ἀποδιδόντι. Καὶ γάρ, τίνα μὲν θεὸς προσίεται, τίνα δὲ ἀποστρέφεται, οὐχ ὑ‐ | |
8(150) | πάρχει ἀκριβῶς ἐπιστάμενος ἄνθρωπος, ὅτι ἐνώπιον τού‐ του τὸ ἐπὶ πᾶσιν ἀκριβὲς κεκάλυπται ἀδηλίᾳ, ἣν ἀντὶ τῆς ματαιότητος ἐκδέδωκε Σύμμαχος. Ἐπειδὴ | |
9 | 2‐41. Ἐν τοῖς πᾶσι συνάντημα ἓν τῷ δικαίῳ καὶ τῷ ἀσεβεῖ, τῷ ἀγαθῷ καὶ τῷ κακῷ, τῷ καθαρῷ καὶ τῷ ἀκαθάρτῳ, τῷ θυσιάζοντι καὶ τῷ μὴ θυσιάζοντι· ὡς ὁ ἀγαθός, ὣς ὁ ἁμαρτάνων· ὡς ὁ ὀμνύων, ὣς ὁ τὸν ὅρκον | |
5 | φοβούμενος. Τοῦτο πονηρὸν ἐν παντὶ πεποιημένῳ ὑπὸ τὸν ἥλιον, ὅτι συνάντημα ἓν τοῖς πᾶσι. Καί γε καρδία υἱῶν τοῦ ἀνθρώπου ἐπληρώθη πονηροῦ, καὶ περιφέρεια ἐν καρδίᾳ αὐτῶν ἐν ζωῇ αὐτῶν, καὶ ὀπίσω αὐτῶν πρὸς τοὺς νε‐ κρούς. Ὅτι τίς ὃς κοινωνεῖ πρὸς πάντας τοὺς ζῶντας; | 63 |
10 | Τουτέστι, σύγχυσις πάντων ἐπικρατεῖ, ὅτι τὰ ἀκούσια συμπτώματα ὁμοίως ἀπαντῶσι τῷ τε προκρίνοντι τῶν προσκαίρων τὰ αἰώνια καὶ τῷ τὰ ἐναντία αἱρουμένῳ, τῷ ἀρετὴν καὶ τῷ κακίαν ἐργαζομένῳ, τῷ ἀπηλλαγμένῳ τῶν ἐμπαθῶν λογισμῶν καὶ τῷ τούτοις μεμολυσμένῳ, καὶ τῷ | |
15 | ἔργοις μετανοίας ἐξιλεουμένῳ θεὸν καὶ τῷ ἐπὶ τοῖς ἰδίοις πλημμελήμασιν ἀμετανοήτῳ μέχρι παντός. Ὅ τε γὰρ δίκαι‐ ος καὶ ὁ ἄδικος, καὶ ὁ ἐπίορκος καὶ ὁ τὸν ὅρκον τέλεον ἐκ‐ τρεπόμενος, ὡσαύτως τοῖς ἀβουλήτοις περιπίπτουσιν· ἐξ οὗ οἱ ἀνόητοι πάντων τῶν περὶ γῆν ἔργων καταγινώσκου‐ | |
20 | σιν, εἴτ’ ἀγαθὰ ταῦτα εἶεν εἴτε μὴν ἐναντία. Κἀντεῦθεν ἡ ψυχὴ τῶν μὴ τὰ τῆς πνευματικῆς, ἀλλὰ τὰ τῆς σαρκικῆς φρονούντων γενέσεως, ἐπλήσθη κακίας· ἔν τε γὰρ τῇ παρούσῃ τούτων ζωῇ, μηδὲν διαφέρειν οἰομένη τοῦ ἀδίκου τὸν δίκαιον, τῇ ἀλογίστῳ ἐπιθυμίᾳ τῶν προσκαίρων περι‐ | |
25 | τρέπεται, καὶ μετὰ θάνατον πάσης ἀγαθῆς ἐλπίδος ἐστέ‐ ρηται, ὡς ἐν ζωῇ ἐπὶ τοῖς τεθνεῶσιν ἀνάστασίν τε καὶ κρίσιν μὴ προσδοκήσασα. Διότι οὐχ ὑπάρχει τις τῶν μόνης τῆς κάτω γεννήσεως ἀντιποιουμένων, ὅστις θανὼν συμμε‐ τέχει εἴτε τοῖς κατὰ σάρκα ζῶσι τῶν ταύτης ἡδέων, εἴτε | |
30 | τοῖς κατὰ πνεῦμα τῆς ἐν ἐλπίσι τῶν θείων ἐπαγγελιῶν εὐφροσύνης. Τοῖς γὰρ οὕτω φρονοῦσιν 42‐6. Ἔστιν ἐλπὶς ὅτι ὁ κύων ὁ ζῶν, αὐτὸς ἀγαθὸς ὑπὲρ | |
τὸν λέοντα τὸν τεθνηκότα. Οἱ ζῶντες γνώσονται ὅτι ἀποθα‐ νοῦνται, καὶ οἱ νεκροὶ οὔκ εἰσι γινώσκοντες οὐδέν· καὶ | 64 | |
35 | οὐκ ἔστιν αὐτοῖς ἔτι μισθός, ὅτι ἐπελήσθη ἡ μνήμη αὐτῶν· καί γε ἀγάπη αὐτῶν καί γε μῖσος αὐτῶν καί γε ζῆλος αὐ‐ τῶν ἤδη ἀπώλετο, καί γε μερὶς οὐκ ἔστιν αὐτοῖς ἔτι εἰς αἰῶ‐ να ἐν παντὶ τῷ πεποιημένῳ ὑπὸ τὸν ἥλιον. Ἤγουν, ὑπάρχει ἐξ ἀπάτης προσδοκία τοῖς μὴ φρονοῦσι | |
40 | τὰ τοῦ πνεύματος, ὅτι ὁ πρὸς πᾶσαν κακίαν λυττῶν ἐν ζωῇ αὐτοῦ προτιμητέος ἐστὶ τοῦ τετελευτηκότος, κἂν τὸ ἀρχικόν τε καὶ βασιλικὸν οὗτος τοῖς ἀλόγοις πάθεσιν οὐ προδέδωκε. Καὶ ὡς οἱ ἔτι περιόντες τῷ βίῳ οὐδ’ ὅτι τεθνήξονται ἀγνοήσουσιν, οἱ δ’ ὑπεκστάντες τῶν τῇδε πάσης | |
45 | ἐστέρηνται γνώσεως· καὶ ὑπὲρ τῆς μὴ ὑποπιπτούσης τοῖς πάθεσιν ἐν ζωῇ αὐτῶν ἀνδρείας, οὐδεμία τούτοις ἀμοιβὴ πρόκειται, διότι λήθης βυθοῖς κεκάλυπται τὸ τούτων μνη‐ μόσυνον· καὶ ἡ περὶ τὸ ἀγαθὸν διάθεσις αὐτῶν καὶ ἡ περὶ τὸ κακὸν ἀποστροφὴ καὶ ὁ ὑπὲρ τῆς ἀληθείας ζῆλος τῷ | |
9(50) | θανάτῳ ἠφάνισται, καὶ οὐδὲ μετουσία τις ἔτι τούτοις κατὰ πάντα τὸν παρόντα αἰῶνα τῶν περὶ γῆν ἡδέων ἐστί, κἀντεῦθεν οἱ οὕτως ἠπατημένοι, ἑαυτοὺς πρὸς πᾶσαν ἀπό‐ λαυσιν τῶν προσκαίρων ἐκκαλοῦνται φάσκοντες· 7‐10. Δεῦρο φάγε ἐν εὐφροσύνῃ τὸν ἄρτον σου καὶ πίε ἐν | |
55 | καρδίᾳ ἀγαθῇ οἶνόν σου, ὅτι εὐδόκησεν ὁ θεὸς τὰ ποιήματά σου. Ἐν παντὶ καιρῷ ἔστωσαν τὰ ἱμάτιά σου λευκά, καὶ ἔλαιον ἐπὶ κεφαλῆς σου μὴ ὑστερησάτω. Καὶ ἴδε ζωὴν μετὰ | |
γυναικὸς ἧς ἠγάπησας, πάσας τὰς ἡμέρας ζωῆς ματαιότητός σου τὰς δοθείσας σοι ὑπὸ τὸν ἥλιον, ὅτι αὐτὸ μερίς σου ἐν | 65 | |
60 | τῇ ζωῇ σου καὶ ἐν τῷ μόχθῳ σου ᾧ σὺ μοχθεῖς ὑπὸ τὸν ἥλιον. Πάντα ὅσα ἂν εὕρῃ ἡ χείρ σου τοῦ ποιῆσαι, ὡς ἡ δύναμίς σου ποίησον, ὅτι οὐκ ἔστι ποίημα καὶ λογισμὸς καὶ γνῶσις καὶ σοφία ἐν ᾅδῃ, ὅπου σὺ πορεύῃ ἐκεῖ. Δηλονότι, ἐλθὲ τῶν παρὰ σοὶ κατατρύφησον, βρώσεώς τε | |
65 | καὶ πόσεως δαψιλῶς ἐπαπολαύων ἐν ἡδονῇ καὶ διαχύσει ψυχῆς, ὅτι ἠθέλησεν ὁ θεὸς διὰ πάσης σου τῆς σπουδῆς κτήσασθαί σε ταῦτα πρὸς ἀπόλαυσιν ἀνεπικώλυτον. Ἀεί σου οἱ χιτῶνες καθαροὶ ἔστωσαν καὶ λαμπροί, καὶ μύρου εὐώδους χρῖσις μὴ ἐλλιπὴς ἔστω τῇ κεφαλῇ σου. Καὶ | |
70 | γνῶθι ζωὴν ἀπολαυστικὴν μετὰ γυναικὸς ταύτης κἀκείνης ἧς ἂν ἠράσθης, παρὰ πᾶσαν τὴν δεδομένην σοι παρὰ θεοῦ χρονικὴν ζωήν, ἣν εἰ μὴ τῶν ἡδέων ἐπαπολαύεις, εἰκῇ διεξέρχῃ, ὅτι ἀπόλαυσις ἡδονῆς τὸ κέρδος σου ἐν τῇ παρούσῃ βιοτῇ καὶ τῇ σπουδῇ ἣν ἂν σπουδάζῃς περὶ τὰ | |
75 | γήϊνά τε καὶ πρόσκαιρα. Πράττε δὲ κατὰ πᾶσαν ἄδειαν πάντα ὅσα ἂν τῶν βουλητῶν σοι δεδύνησαι πρᾶξαι, διότι μετὰ θάνατόν σου οὔτε τι πράξεις τῶν νῦν σοι κατα‐ θυμίων, οὔθ’ ὅλως διαλογίσῃ, οὔτε μὴν γνῶσιν καὶ ἐπιστή‐ μην τινὸς πράγματος ἕξεις πρὸς ἀφάνειαν ἀπιών. Ταῦτα τὰ | |
80 | τῶν ἠπατημένων διανοήματα, ἃ κατιδὼν 11‐12. Ἐπέστρεψα καὶ εἶδον ὑπὸ τὸν ἥλιον ὅτι οὐ τοῖς κούφοις ὁ δρόμος, καὶ οὐ τοῖς δυνατοῖς ὁ πόλεμος, καί γε οὐ τοῖς σοφοῖς ὁ ἄρτος, καί γε οὐ τοῖς συνετοῖς ὁ πλοῦτος, καί γε οὐ τοῖς γινώσκουσι χάρις, ὅτι καιρὸς καὶ συνάντημα | |
85 | συναντήσεται τοῖς πᾶσιν αὐτοῖς. Καί γε οὐκ ἔγνω ἄν‐ θρωπος τὸν καιρὸν αὐτοῦ· ὡς οἱ ἰχθύες οἱ θηρευόμενοι ἐν ἀμφιβλήστρῳ κακῷ καὶ ὡς ὄρνεα τὰ θηρευόμενα ἐν παγίδι, ὡς αὐτὰ παγιδεύονται οἱ υἱοὶ τοῦ ἀνθρώπου εἰς καιρὸν πονηρόν, ὅταν ἐπιπέσῃ αὐτοῖς ἄφνω. | 66 |
90 | Εἴτουν, μετηνέχθην ἀπὸ τοῦ κατανοεῖν τοὺς διαλογισμοὺς τῶν μήτι φρονούντων καλόν, καὶ ἐθεώρησα ἐν τῇδε τῇ βι‐ οτῇ ὡς οὐ τοῖς ἐλαφροῖς καὶ πρὸς δρόμον ἐπιτηδείοις ἐξ ἀ‐ νάγκης καὶ τὸ νικᾶν ἐν δρόμῳ προσγίνεται, οὐδὲ τοῖς ἰσχυροῖς πρὸς πόλεμον τὸ καταβάλλειν τὸν ἀντικείμενον, | |
95 | προσέτι οὐδὲ τοῖς ἐπιστήμοσιν ἡ περὶ τὴν ἀναγκαίαν τοῦ σώματος χρείαν αὐτάρκεια, οὔτε τοῖς εὔφροσιν ἡ τῶν χρημάτων δαψίλεια, οὔτε τοῖς γνωστικοῖς τῆς διδασκαλίας ἡ χάρις, διότι πᾶσι τούτοις, οἰκονομίᾳ θείᾳ καὶ κρίσει ἐστὶν ὅτε ἀπαντήσει καιρὸς ἐναντίος καὶ ἀβούλητον σύμπτωμα, | |
9(100) | καὶ τοῦ σπουδαζομένου τέλους ἑκάστῳ τούτων ἀποτυχίαν ἐργάσεται. Ἀγνοήσει δὲ ἄνθρωπος καὶ τὸν καιρὸν τῶν ἀπροσδοκήτως ἐπισυμβησομένων αὐτῷ, παραπλησίως ἰχθύ‐ σιν ἀγρευομένοις ἐν δικτύῳ πρὸς στέρησιν τούτους ἐφελ‐ κομένῳ ζωῆς καὶ πετεινοῖς ἁλωτοῖς γινομένοις παγίδι. | |
105 | Ὥσπερ γὰρ τὰ τοιαῦτα ἀπροόπτως πεφύκασιν ἐμπίπτειν εἰς θήρατρα, οὕτω δὴ καὶ οἱ ἐκ τοῦ χοϊκοῦ Ἀδὰμ καταγόμενοι ἀβουλήτοις περιπίπτουσιν, ὅταν ἐναντίος καιρὸς αἰφνιδίως | |
καταλάβῃ αὐτούς. Πρὸς δὲ τοῖς εἰρημένοις 13‐15. Καί γε τοῦτο εἶδον σοφίαν ὑπὸ τὸν ἥλιον, καὶ | 67 | |
110 | μεγάλη ἐστὶ πρός με· πόλις μικρὰ καὶ ἄνδρες ἐν αὐτῇ ὀλίγοι, καὶ ἔλθῃ ἐπ’ αὐτὴν βασιλεὺς μέγας καὶ κυκλώσει αὐτὴν καὶ οἰκοδομήσει χάρακας μεγάλους ἐπ’ αὐτήν· καὶ εὕρῃ ἐν αὐτῇ ἄνδρα πένητα σοφόν, καὶ διασώσει αὐτὸς τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐτοῦ· καὶ ἄνθρωπος οὐκ ἐμνήσθη σὺν | |
115 | τοῦ ἀνδρὸς τοῦ πένητος ἐκείνου. Τουτέστι, καὶ δὴ τοιαύτην ἔγνων σοφίαν ἐν τῷδε τῷ κόσμῳ, ἣ καὶ μεγίστη κατ’ ἐμὴν κρίσιν ἐστίν· οἷον, ὑπάρχει τις πόλις βραχυτάτη καὶ ὀλιγάνθρωπος, καθ’ ἧς ἐλεύσεται μὲν βασιλεὺς πολὺς τὰ ὅπλα καὶ τὰ στρατεύματα, καὶ | |
120 | ταύτην περικυκλώσει καὶ τάφρους βαθείας ὀρύξει περὶ αὐτήν, ὥστε μή τινα τῶν ἐν τῇ πόλει δυνηθῆναι διαφυγεῖν· ἀποκρουσθήσεται δὲ ἐντυχὼν ἐν τῇ τοιαύτῃ πόλει ἀνδρὶ εὐτελεῖ μὲν κατά τε γένος καὶ περιουσίαν, σοφωτάτῳ δέ, ὃς περιφυλάξει τὴν τοιαύτην πόλιν ταῖς συνετωτάταις αὐ‐ | |
125 | τοῦ ἐπινοίαις καὶ συμβουλαῖς, οὗ πάντες πρὸ τῆς ἀνάγκης ὡς πένητος κατεφρόνουν καὶ οὐδὲ μνήμης ἠξίουν αὐτόν. Ταῦτα τεθέαμαι 16 ‐ X, 3. Καὶ εἶπα ἐγώ· ἀγαθὴ σοφία ὑπὲρ δύναμιν, καὶ σοφία τοῦ πένητος ἐξουδενωμένη, καὶ λόγοι αὐτοῦ οὐκ εἰ‐ | |
130 | σὶν ἀκουόμενοι. Λόγοι σοφῶν ἐν ἀναπαύσει ἀκούονται ὑ‐ πὲρ κραυγὴν ἐξουσιαζόντων ἐν ἀφροσύνῃ. Ἀγαθὴ σοφία ὑπὲρ σκεύη πολέμου· καὶ ἁμαρτάνων εἷς ἀπολέσει ἀγαθω‐ σύνην πολλήν, μυῖαι θανατοῦσαι σαπριοῦσι σκευασίαν ἐλαί‐ ου ἡδύσματος. Τίμιον ὀλίγον σοφίας ὑπὲρ δόξαν ἀφροσύνης | |
135 | μεγάλης. Καρδία σοφοῦ εἰς δεξιὸν αὐτοῦ καὶ καρδία ἄφρο‐ νος εἰς ἀριστερὸν αὐτοῦ· καί γε ἐν ὁδῷ ὅταν ἄφρων | |
πορεύηται, καὶ καρδία αὐτοῦ ὑστερήσει, καὶ ἃ λογιεῖται πάντα ἀφροσύνη ἐστίν. Ἤτοι, καὶ προέκρινα αὐτὸς τῆς παμπληθοῦς ἰσχύος τῶν | 68 | |
140 | βασιλικῶν στρατευμάτων τὴν ἀποκρουσαμένην αὐτὰ καὶ τὴν πόλιν διασωσαμένην σοφίαν, κἂν ἐν τῷ τῆς ἀδείας καιρῷ καταπεφρόνητο διὰ τὴν πενίαν τοῦ κεκτημένου αὐ‐ τήν, μή τινος παραδεχομένου τοὺς λόγους αὐτοῦ. Ἀνάγκης γὰρ κατεπειγούσης, ῥήματα σοφῶν, ἠρέμα καὶ μετ’ ἀνέσεως | |
145 | προφερόμενα, μᾶλλον ἀκούονται, τὰ λυσιτελῆ ἐκπεραίνοντα, ἢ αἱ μεγαλοφωνίαι τῶν δυναστευόντων ἀφρόνως, μηδέν τι χρήσιμον ἀπαγγέλλουσαι. Ἀλλὰ καὶ τῶν πολεμικῶν ὅπλων κρείττων σοφία κατ’ εὐμέθοδον φυλακήν τε τοῦ κεκτημένου αὐτὴν καὶ ἄμυναν τῶν τούτου ἐχθρῶν· καὶ εἷς ἐν τῷ μὴ | |
9(150) | ταύτην κεκτῆσθαι ἀποτυγχάνων τοῦ δέοντος, πολλοὺς ἀγα‐ θοὺς ἑαυτῷ συναπόλλυσι, καθάπερ καὶ μυῖαι μύρῳ ἐναπο‐ πνιγεῖσαι, πλείστης ἀηδίας πληροῦσιν αὐτό. Τιμιωτέρα λοιπὸν ἀπόμοιρά τις βραχεῖα σοφίας, δόξης ἀφρόνων πολλῆς. Καὶ γὰρ ἡ ψυχὴ τοῦ μὲν σοφοῦ πρὸς ἅπαν καλὸν αὐτὸν ὁδηγεῖ, | |
155 | τοῦ δ’ ἄφρονος πρὸς ἅπαν κακόν, ἐπειδὴ τόνδε τὸν βίον διεξερχομένου τοῦ ἄφρονος, ἡ ψυχὴ αὐτοῦ παντὸς ἐνδεὴς ἔσται καλοῦ, ὅτι πάντα ὅσα ἂν οὗτος διαλογίσηται, ἀφρο‐ σύνης πεπλήρωνται. Σὺ δὲ | |
10 | 4. Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σέ, τόπον | |
σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας. Δηλαδή, ἐὰν τοῦ ἄρχοντος τοῦ κόσμου τούτου πνεῦμα τιμωρὸν καὶ πόνων ἀκουσίων ἐπαγωγόν, συγχωρήσει θείᾳ, | 69 | |
5 | πρὸς λύτρον ἁμαρτημάτων καὶ ψυχῆς ἴασιν, κατὰ σοῦ ἐξουσίαν λάβῃ, θεοῦ μὴ ἐκστῇς, ἐξ οὗ καὶ δι’ οὗ καὶ εἰς ὃν τὰ πάντα, ἀφρόνως μὴ εἶναι θεὸν διαλογιζόμενος, διότι ἡ τῶν ἀκουσίων πόνων ὑπομονὴ τῶν τε προημαρτημένων σοι θεραπεία καὶ τῶν ἐνεργουμένων ἢ καὶ ἴσως ἐνεργηθη‐ | |
10 | σομένων νέκρωσις καὶ προφυλακή σοι γενήσεται. Μεγάλα δέ εἰσι τὰ εἰς ἐνέργειαν προβαίνοντα ἁμαρτήματα, ὡς δυσέκνιπτα καὶ καθάρσεως ἐπιπονωτέρας δεόμενα. Ἀλλὰ καὶ ἑτέρα 5‐7. Ἔστι πονηρία ἣν εἶδον ὑπὸ τὸν ἥλιον, ὡς ἀκούσιον | |
15 | ἐξῆλθεν ἀπὸ προσώπου τοῦ ἐξουσιάζοντος· ἐδόθη ὁ ἄφρων ὕψεσι μεγάλοις, καὶ πλούσιοι ἐν ταπεινῷ καθίσονται· εἶδον δούλους ἐφ’ ἵππους καὶ ἄρχοντας πορευομένους ὡς δούλους ἐπὶ τῆς γῆς. Ἤγουν, ὑπάρχει κάκωσις ἣν κατενόησα περὶ γῆν, ἐκ τοῦ | |
20 | λαμβάνοντος συγχωρήσει θείᾳ καθ’ ἡμῶν τὴν ἐξουσίαν ἐπα‐ γομένη πολλοῖς, κἂν μὴ βούλοιντο. Τίς δ’ αὕτη ἐστίν; Ἤρθη ἄφρων εἰς ὕψος δόξης πολλῆς, ὑφ’ οὗ ταῖς ὑποθήκαις τοῦ πονηροῦ κοσμοκράτορος, οἱ εὐθηνούμενοι πλούτῳ πτωχεύ‐ σουσιν, ἀβουλήτοις περιπεσόντες· οἷς ἀκολούθως κατε‐ | |
25 | σκεψάμην δούλους μὲν ἐπιβάτας ἵππων, δεσπότας δὲ ὁμοί‐ ως δούλοις πεζοποροῦντας, ὡς ἀναξίως τοὺς μὲν ἀνάγον‐ τος, τοὺς δὲ κατάγοντος τοῦ ἀφρόνως ἡγεμονεύοντος. Ἀλλὰ 8‐11. Ὁ ὀρύσσων βόθρον, ἐν αὐτῷ ἐμπεσεῖται· καὶ καθαι‐ ροῦντα φραγμόν, δήξεται αὐτὸν ὄφις· ἐξαίρων λίθους δια‐ | 70 |
30 | πονηθήσεται ἐν αὐτοῖς· σχίζων ξύλα κινδυνεύσει ἐν αὐτοῖς, ἐὰν ἐκπέσῃ τὸ σιδήριον· καὶ αὐτὸς πρόσωπον ἐτάραξε, καὶ δύναμις δυναμώσει, καὶ περισσεία τοῦ ἀνδρείου σοφία. Ἐὰν δάκῃ ὄφις ἐν οὐ ψιθυρισμῷ, καὶ οὐκ ἔστι περισσεία τῷ ἐπᾴδοντι. | |
35 | Τουτέστιν, ὁ τῶν ὁμοφυῶν τὴν βλάβην ἐπιτεχνώμενος ἑαυτὸν πρῶτον βλάψει, εἰς τὸν τῆς κακίας ἐμπεσὼν βό‐ θρον· καὶ τὸν τὰς τούτου ἐπιβουλὰς μὴ φέροντα, ἀλλὰ τὸν φυλακτικὸν τῆς ψυχῆς θεῖον νόμον τῆς ἀγάπης καταλύοντα, ὁ τῶν ψυχῶν ἐπίβουλος νοητὸς ὄφις ἐνδακών, ἐναφήσει | |
40 | αὐτῷ τὸν ἰὸν τοῦ εἰς τὸν ἐπιβουλεύοντα μίσους· καὶ ὁ ἐκσπῶν τῆς ἑαυτοῦ ψυχῆς τὰς κατὰ τῆς τοῦ δράκοντος κεφαλῆς βαλλομένας θείας ἐντολὰς καὶ συνιστώσας τὸν φραγμὸν τῆς ἀγάπης, ἐλεγχόμενος κατὰ τὸ συνειδὸς ὑπ’ αὐ‐ τῶν, ὀδυνηθήσεται τὴν ψυχήν· καὶ ὁ τοὺς ἀναφυομένους ἐν | |
45 | τῇ ἑαυτοῦ ψυχῇ λογισμοὺς ἀγαθούς τε καὶ πονηροὺς δια‐ κρίνων, κινδυνεύσει τὸ χεῖρον τοῦ κρείττονος ἐκλεξάμενος, | |
εἰ μὴ τὴν διαιροῦσαν τὸ χεῖρον ἀπὸ τοῦ κρείττονος μάχαι‐ ραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα θεοῦ, ἀσφαλῶς παρ’ ἑαυτῷ κατέχει. Τὴν γὰρ θείαν ἐντολὴν τῆς ἑαυτοῦ ψυχῆς ἀπο‐ | 71 | |
10(50) | βαλών, τὴν διάθεσιν ταύτης ἀπὸ τοῦ ἀγαθοῦ πρὸς τὸ ἐ‐ ναντίον μετέστρεψεν, ἀποβαλούσης τὴν εἰκόνα τοῦ ἐπου‐ ρανίου καὶ περιβαλομένης τοῦ χοϊκοῦ. Καὶ γὰρ τοῦ θείου ῥήματος ἡ δύναμις ἐνισχύσει τὴν ψυχὴν κατὰ τῶν παθῶν, καὶ τοῦ ἐντεῦθεν ἰσχυροῦ καὶ πρὸς τὸ κακὸν ἀνενδότου | |
55 | πολλὴ ἔσται ἡ διακρίνουσα τὸ ἐναντίον ἀπὸ τοῦ ἀγαθοῦ σοφία, ὡς καὶ ἑτέρους ὠφελεῖν δύνασθαι. Ἐὰν δέ τινα ὁ νοητὸς ὄφις λαθραίως ἀπὸ δεξιᾶς τραυματίσῃ, οὐχ ὑπάρχει τῷ διδασκάλῳ χάρις ὠφελείας, μεταδιδομένη τῷ οὕτω τετραυματισμένῳ διὰ τὸ τούτου δυσπαράδεκτον ὁμοῦ καὶ | |
60 | δυσίατον. Καίτοι γε 12‐141. Λόγοι στόματος σοφοῦ χάρις, καὶ χείλη ἄφρονος καταποντιοῦσιν αὐτόν· ἀρχὴ λόγων στόματος αὐτοῦ ἀφρο‐ σύνη, καὶ ἐσχάτη αὐτοῦ περιφέρεια πονηρά· καὶ ὁ ἄφρων πληθύνει λόγους. | |
65 | Εἴτουν, οἱ διὰ στόματος τοῦ σοφοῦ ἐκφερόμενοι λόγοι γνῶσιν χαρίζονται τοῖς ἀκούουσι, καὶ ἄφρονος ῥήματα, ἃ | |
μόνῃ τῇ τοῦ ἀέρος πλήξει ἐκ τοῦ λάρυγγος διὰ χειλέων ἐκφέρονται καὶ οὐχὶ καὶ τὸν νοῦν γεννήτορα κέκτηνται, βυθῷ ἀπωλείας αὐτὸν παραδώσουσιν. Αἰτία γὰρ τῶν τοιού‐ | 72 | |
70 | των ῥημάτων ἡ τοῦ θεοῦ ἀμνηστία, ἥτις ἀληθῶς ἀφρο‐ σύνη ἐστί, καὶ τέλος ἡ ἀπὸ τοῦ ἀγαθοῦ εἰς κακίαν περι‐ τροπή. Καὶ ὁ μὴ συνιῶν καὶ ἐκζητῶν τὸν θεόν, ὡς τοῦ ἑνὸς ἐξιστάμενος καὶ τοῖς μεριστοῖς μεριζόμενος, πλεῖστα ἀνωφελῶς φλυαρεῖ. Καὶ | |
75 | 142‐15. Οὐκ ἔγνω ἄνθρωπος τί τὸ γενόμενον καὶ τί τὸ ἐσόμενον μετ’ αὐτόν, ὅτι ὀπίσω αὐτοῦ τίς ἀπαγγελεῖ αὐτῷ; Μόχθος τῶν ἀφρόνων κακώσει αὐτούς, ὃς οὐκ ἔγνω τοῦ πορευθῆναι εἰς πόλιν. Δηλονότι, οὐ κατέλαβέ τις, μὴ πιστεύων τοῖς λόγοις τῆς | |
80 | χάριτος, τὸ πρὸ τῆς τοῦ ἀνθρώπου γενέσεως γεγονὸς ἢ τὸ μετὰ τὴν φθορὰν αὐτοῦ γενησόμενον· τίς γὰρ τῆς θείας χάριτος ἄνευ δηλώσει αὐτῷ τὸ προγεγονὸς καὶ μετὰ τὴν αὐτοῦ γένεσιν ὄπισθεν τούτου καταλειφθὲν καὶ τὸ μετὰ τὸ φθαρῆναι αὐτὸν πάλιν ὄπισθεν αὐτοῦ γενέσθαι καταλειφθέν; | |
85 | Τῶν γὰρ πρὸ τῆς ἡμετέρας γενέσεως καὶ τῶν μετὰ τὴν φθορὰν ἡ γνῶσις, δῶρον οὖσα τῆς ἄνωθεν χάριτος, ὑπὲρ τὴν ἀνθρωπίνην ὑπάρχει κατάληψιν. Ἡ οὖν σπουδὴ τῶν μὴ πιστευόντων τοῖς λόγοις τῆς χάριτος, κἀντεῦθεν μὴ φρο‐ νούντων τὰ αἰώνια, ὀδύνην ἐπάξει αὐτοῖς ἔν τε τῷ ἐπὶ τοῖς | |
90 | προσκαίροις καμάτῳ καὶ τῇ ἐπὶ τοῖς πλημμεληθεῖσιν αἰω‐ | |
νίῳ κολάσει, οἳ οὐκ οἴδασιν ἐν τῇ ἑαυτῶν σπουδῇ τὴν ὁδὸν τῶν ἐντολῶν τοῦ κυρίου, τὴν εἰς τὴν ἄνω μητρόπολιν ἄγουσαν. Ἀλλὰ 16‐19. Οὐαί σοι πόλις, ἧς ὁ βασιλεύς σου νεώτερος καὶ οἱ | 73 | |
95 | ἄρχοντές σου ἐν πρωΐᾳ ἐσθίουσι. Μακαρία σὺ γῆ, ἧς ὁ βασιλεύς σου υἱὸς ἐλευθέρου καὶ οἱ ἄρχοντές σου πρὸς καιρὸν φάγονται ἐν δυνάμει καὶ οὐκ αἰσχυνθήσονται. Ἐν ὀκνηρίαις ταπεινωθήσεται ἡ δόκωσις, καὶ ἐν ἀργίᾳ χειρῶν στάξει ἡ οἰκία. Εἰς γέλωτα ποιοῦσιν ἄρτον, καὶ οἶνος | |
10(100) | εὐφραίνει ζῶντας, καὶ τοῦ ἀργυρίου ἐπακούσεται σὺν τὰ πάντα. Ἤτοι, φεῦ σοι πολύανδρον οἰκητήριον, οὗ ὁ βασιλεύων ἀτελής ἐστι ταῖς φρεσίν, ὡς μὴ φρονῶν τὰ ἑστῶτα καὶ μένοντα, καὶ οἱ ἄρχοντες πρὸ παντὸς ἔργου ποιοῦνται τὸ | |
105 | χαρίζεσθαι τῇ γαστρί, ὃ πάσης ἐστὶν ἡδυπαθείας παραίτιον, ὅτι οἱ μὲν οἰκήτορές σου τούτοις συνεξομοιωθήσονται, ὡς εἴωθε γίνεσθαι, αὐτοὶ δ’ οἱ ἐξουσιάζοντες βαρεῖς ἐπιστάται καὶ φθορεῖς ἀντὶ σωτήρων τοῖς ὑπὸ χεῖρα φανήσονται. Ἀξιοζήλωτος δὲ σὺ χώρα, ἧς ὁ δεσπότης, παθῶν δουλείας | |
110 | ἀπαλλαγείς, ἠξίωται τῆς ἐν χάριτι ἐλευθέρας γενέσεως, καὶ οἱ ἄρχοντες διὰ τὴν ἀναγκαίαν χρείαν τοῦ σώματος τροφῆς εὐκαίρως μεταλαμβάνουσιν ἐν ἰσχύϊ λογισμοῦ ἔμφρονος, | |
τὴν σάρκα ὑποτάσσοντος καὶ τὰς ἀλόγους ταύτης ὀρέξεις ἀναχαιτίζοντος, ἐπείπερ οὔτ’ αὐτοὶ αἰσχύνῃ ἀκαίρου τε καὶ | 74 | |
115 | ἀμέτρου ἡδυπαθείας ὑποπεσοῦνται, καὶ οἱ τούτων ὑπήκοοι, μιμούμενοί τε αὐτοὺς καὶ πολλῆς παρ’ αὐτῶν ἐπιμελείας ἀξιούμενοι, καλῶς ἅμα ψυχῇ τε καὶ σώματι ἕξουσι. Καὶ γὰρ ἐν ταῖς ῥαθυμίαις τῶν τινος προεστώτων οἰκίας ὁ ταύτης συντηρητικὸς ὄροφος συμπτωθήσεται, καὶ ἐν τῷ μὴ | |
120 | πρὸς τὴν ταύτης ἐπιμέλειαν ἐκτείνειν χεῖρας αὐτούς, ὑετῶν αὕτη σταλαγμοὺς φθαρτικοὺς ἑαυτῆς ὑποδέξεται. Ὧν προ‐ εστώτων τὸ παρὰ πᾶσαν ζωὴν σπουδαζόμενον, τρυφὴ καὶ διάχυσις· οἳ καὶ καταπειθεῖς εἰς ἅπαν ἔσονται ἄδικον τοῖς διὰ δώρων δεξιουμένοις αὐτούς, καὶ διὰ τοῦτο φθορεῖς ἀντὶ | |
125 | σωτήρων ὡς εἴρηται τοῖς ὑπηκόοις δειχθήσονται. 20. Καί γε ἐν συνειδήσει σου βασιλέα μὴ καταράσῃ, καὶ ἐν ταμείοις κοιτώνων σου μὴ καταράσῃ πλούσιον· ὅτι πετεινὸν τοῦ οὐρανοῦ ἀποίσει τὴν φωνήν σου, καὶ ὁ ἔχων πτέρυγας ἀπαγγελεῖ λόγον σου. | |
130 | Τουτέστι, κἂν τοιοῦτοι δὲ ὦσιν οἱ δυναστεύοντες, ἀλλὰ σὺ μηδ’ ἐν τῷ κρυπτῷ κάκωσιν ἐπενεχθῆναι βασιλεῖ ἤ τινι τῶν ὄντων ἐν εὐπορίᾳ καὶ διὰ δώρων παρὰ τοῖς ἄρχουσι βλάψαι σε δυναμένων, αἰτήσῃς παρὰ θεοῦ. Ἡ γὰρ φήμη, ταχὺ διατρέχουσα, οἷάπερ τις ὄρνις ἐναέριος καὶ ὑπόπτε‐ | |
135 | ρος, εἰς τὰ τούτων ὦτα τὴν σὴν ὑπαγάγῃ φωνήν, καὶ ἐπὶ πλεῖον τὴν τούτων ὀργὴν ὑπανάψας, κατὰ σοῦ στιλβώσεις τὴν μάχαιραν. Πρὸς δέ, | |
11 | 1‐2. Ἀπόστειλον τὸν ἄρτον σου ἐπὶ πρόσωπον τοῦ | |
ὕδατος, ὅτι ἐν πλήθει τῶν ἡμερῶν εὑρήσεις αὐτόν· δὸς μερίδα τοῖς ἑπτὰ καί γε τοῖς ὀκτώ, ὅτι οὐ γινώσκεις τί ἔσται πονηρὸν ἐπὶ τῆς γῆς. | 75 | |
5 | Ἤγουν, παράπεμψον καὶ αὐτὸν εἰ δέοι τὸν εἰς ἀναγκαίαν τοῦ σώματός σου χρείαν ἄρτον ἐπὶ πάντα ἄνθρωπον, συμπαθείας καὶ δακρύων ἄξιον, διὰ τὴν συνέχουσαν αὐτὸν ἔνδειαν, διότι οὐκ ἀπολέσεις τὸν πρὸς τοὺς ὁμοφυεῖς ἔλεον, ἀλλ’ ἐν τῷ πληρώματι τῶν ἡμερῶν τῆς ζωῆς σου | |
10 | πλουσίαν ἀπολάβῃς παρὰ θεοῦ τὴν ἀνταμοιβήν. Κἀντεῦθεν ἐν τῷ ἐπαρκέσαι τοῖς πένησι τὰ πρὸς ζωῆς συντήρησιν χρειώδη, ἀπόνειμαι τῇ παρούσῃ ἑβδοματικῇ ζωῇ μέρος τι, οὗ πολλαπλασίως ἀπολαύσεις παρὰ θεοῦ ἐλέους ἐν τῷ μέλλοντι ὀγδοαδικῷ καὶ ἀτελευτήτῳ αἰῶνι, ἕως ἔχεις και‐ | |
15 | ρόν, ἐπεὶ οὐκ οἶδας ὁποῖόν σοι τὸ τέλος τῆς περὶ γῆν ἀναστροφῆς συναντήσεται. Καὶ γὰρ 3. Ἐὰν πληρωθῶσι τὰ νέφη ὑετοῦ, ἐπὶ τὴν γῆν ἐκχεοῦσι· καὶ ἐὰν πέσῃ ξύλον ἐν τῷ νότῳ καὶ ἐὰν ἐν τῷ βορρᾷ | |
τόπῳ, οὗ πεσεῖται τὸ ξύλον, ἐκεῖ ἔσται. | 76 | |
20 | Δηλαδή, ὅταν πλήρη γένωνται τὰ νέφη ὑετοῦ, τὴν δι‐ ψῶσαν ἀρδεύουσι γῆν· καὶ δένδρον ἐὰν ἐπὶ νοτίου ἢ βο‐ ρείου τόπου πέσῃ, ἐν ᾧ τόπῳ πέπτωκεν, ἐν τούτῳ καὶ εὑ‐ ρεθήσεται. Διδάσκει γοῦν σε θεὸς διὰ τῆς τούτων φύσε‐ ως, ἵν’ ὅταν ἀνενδεῶς ἔχῃς τῶν χρειωδῶν, μεταδίδῳς τοῖς | |
25 | χρῄζουσι, καὶ ὅτι ἐν ᾧ σε καταλάβῃ τὸ τέλος, εἴτ’ ἐν τῷ ὑπὸ τοῦ παναγίου πνεύματος θαλπομένῳ καὶ ἐκ τῶν κατ’ ἔλλειψιν καὶ ὑπερβολὴν κακιῶν πεφυλαγμένῳ ὄρει τῆς ἀρετῆς, εἴτ’ ἐν τῷ ὑπὸ τοῦ τῆς πονηρίας πνεύματος τοῖς τῆς κακίας πάθεσι χειμαζομένῳ κρημνώδει τε καὶ βαραθρώδει | |
30 | καὶ μὴ ἐπισκοπουμένῳ ὑπὸ τοῦ κυρίου τόπῳ τῆς ἀπωλείας, ἐν τούτῳ δὴ καὶ κρινόμενος εὑρεθήσῃ, κἀντεῦθεν ἢ εἰς τὴν ἐκκλησίαν τῶν ἐν οὐρανοῖς ἀπογεγραμμένων, ἐν ᾗ θεὸς κατοικεῖ, συναρμολογηθήσῃ τῇ ἀρχιτεκτονίᾳ τοῦ πνεύματος, ἢ εἰς πῦρ γεέννης παραπεμφθήσῃ, ὡς μηδενὸς ἑτέρου, | |
35 | ἀλλ’ ἢ τοῦ τοιοῦδε πυρὸς ἄξιος εὑρεθείς. Πρὸς δέ, σκόπει ὅτι 4‐5. Τηρῶν ἄνεμον οὐ σπερεῖ, καὶ βλέπων ἐν ταῖς νε‐ φέλαις οὐ θερίσει, ἐν οἷς οὐκ ἔστι γινώσκων τίς ἡ ὁδὸς τοῦ πνεύματος. Ὡς ὀστᾶ ἐν γαστρὶ τῆς κυοφορούσης, | |
40 | οὕτως οὐ γνώσῃ τὰ ποιήματα τοῦ θεοῦ, ὅσα ποιήσει τὰ σύμπαντα. Εἴτουν, ὁ βλέπων πρὸς τὰς δι’ ἀνέμων τε καὶ ὄμβρων ἐπιτυχίας τῶν καρπῶν καὶ ἀποτυχίας, οὔτε καταβαλεῖται σπόρον, οὔτε συγκομίσεται στάχυας, διὰ τὸ τοῖς πρὸς | |
45 | ταῦτα ὁρῶσι μὴ γνωστὸν εἶναι ὅθεν ἥξει ἡ τοῦ ἀνέμου πνοή, εἴτ’ ἐκ βορρᾶ τὸν τῆς ἡμέρας ἀποκρουομένη φλογμὸν καὶ τῇ συνδρομῇ τοῦ ἐκ νεφελῶν ὑετοῦ πίονά τε καὶ εὔκαρπον ἀποτελοῦσα τὸν ἄσταχυν, εἴτ’ ἐκ νότου τὴν θέρ‐ μην τῶν ἡλιακῶν ἀκτίνων ἐπαύξουσα καὶ διὰ τῆς τοῦ | 77 |
11(50) | ὑετοῦ ἀνοχῆς τὸν καρπὸν τῆς ἀρούρης συγκαίουσα καὶ μαραίνουσα. Δίκην γὰρ ὀστῶν κυοφορουμένου ἐμβρύου, ἄγνωστά εἰσιν ὡς ἀφανῆ ἅπερ ἀρρήτοις οἰκονομίαις διὰ πάντων τῶν κτισμάτων θεὸς περανεῖ. Μάνθανε τοίνυν ἐντεῦθεν μήτε καταφρονεῖν τῆς ἐργασίας τῶν ἀρετῶν τῷ | |
55 | θάρρει τῆς ἄνωθεν χάριτος, μήτ’ ἀπογινώσκειν τῆς κατ’ ἀ‐ ρετὴν εὐκαρπίας τῷ φόβῳ τῆς ἐκ δαιμόνων ἐπηρείας, ἀλλὰ καταβάλλειν μὲν τὴν κατὰ δύναμιν ἐπιμέλειαν, ἐλπίζειν δὲ εἰς θεόν, ὡς τῇ παρ’ αὐτοῦ ἀποκρουσθήσονται βοηθείᾳ οἱ ἀφανῶς ἐπηρεάζοντες δαίμονες· καὶ μὴ ἔσο ἀπρακτῶν διὰ | |
60 | τὴν ἀδηλίαν τῆς τοῦ κατὰ σκοπὸν εἰς πέρας ἐκβάσεως. Ἔνθεν τοι 6‐84. Ἐν πρωΐᾳ σπεῖρον τὸ σπέρμα σου καὶ ἐν ἑσπέρᾳ μὴ ἀφιέτω ἡ χείρ σου, ὅτι οὐ γινώσκεις ποῖον στοιχήσει, ἣ τοῦτο ἢ τοῦτο, καὶ ἐὰν τὰ δύο ἐπὶ τὸ αὐτὸ ἀγαθόν. Καὶ | |
65 | γλυκὺ τὸ φῶς καὶ ἀγαθὸν τοῖς ὀφθαλμοῖς τοῦ βλέπειν σὺν τὸν ἥλιον· ὅτι καὶ ἐὰν ἔτη πολλὰ ζήσεται ὁ ἄνθρωπος, ἐν πᾶσιν αὐτοῖς εὐφρανθήσεται καὶ μνησθήσεται τὰς ἡμέρας τοῦ σκότους, ὅτι πολλαὶ ἔσονται. Τουτέστι, ταχὺ τῆς τοῦ σπόρου καταβολῆς ἄπαρξαι καὶ | |
70 | μέχρις ἑσπέρας τοῦ σπείρειν μὴ παύσῃ, ἐκ νεότητος εἰς τὴν τοῦ ἀγαθοῦ ἐργασίαν τὴν προαίρεσίν σου διδοὺς καὶ ἕως τέλους τούτου ἐπιμελούμενος, μήπως ἢ τὸ ἐπὶ τέλει καλὸν μόνον, ἢ τὸ ἐν ἀρχῇ, διὰ τὴν πρὸ τούτου ἢ τὴν μετὰ ταῦτα ἀμέλειαν καὶ τὴν τῶν παθῶν μὴ ἀρκοῦσαν ἐκρίζω‐ | |
75 | σιν, ἀτελεσφόρητον εὑρεθῇ· καλὸν γὰρ ἐὰν ἡ ἀρχὴ τῷ τέλει καὶ τὸ τέλος τῇ ἀρχῇ εἰς τὴν τοῦ ἀγαθοῦ ἐργασίαν συν‐ | |
δράμωσι. Καὶ τὸ φῶς τῆς γνώσεως τῶν ἐντολῶν τοῦ κυρίου τοῖς ἐν πείρᾳ τούτων γενομένοις ἡδύτατον· ὥσπερ δὲ καλὸν τοῖς αἰσθητοῖς ὀφθαλμοῖς ἐὰν ὅλον ὁρῶσι τὸν | 78 | |
80 | ἥλιον, μὴ ὑπό τινος νέφους ἐκ μέρους κρυπτόμενον, οὕτω δὴ καὶ τοῖς νοεροῖς ἐὰν πᾶσαν τὴν ἐνέργειαν τοῦ τῆς δικαιοσύνης ἡλίου κατανοῶσι, φημὶ δὴ τὴν χρηστότητα καὶ τὴν δικαιοσύνην, καὶ διὰ μὲν τὴν χρηστότητα πόθον καὶ ἐλπίδα τῶν ἐπηγγελμένων ἀγαθῶν τῷ κατ’ αὐτοὺς ὁρῶντι | |
85 | χαρίζωνται, διὰ δὲ τὴν δικαιοσύνην φόβον καὶ ἀποστροφὴν τῶν ἠπειλημένων κολάσεων. Οἷς ὁ συνδιαιτώμενος, πόθῳ τέ φημι καὶ φόβῳ, παρὰ πᾶσαν αὐτοῦ τὴν ζωήν, κἂν πολὺν ζήσηται χρόνον, χαρήσεται, ἀδιαλείπτως ζητῶν τὸ θέλημα τοῦ θεοῦ καὶ ἐπὶ πᾶσιν εὐχαριστῶν τοῖς συμπίπτουσιν, ὡς | |
90 | διὰ πάντων εὐεργετούμενος. Μιμνήσκεται γὰρ ἀεὶ τῆς κολά‐ σεως, διότι ἐστὶν αἰωνίζουσα, καὶ παρηγορεῖται ἐπὶ ταῖς προσκαίροις ἐνταυθοῖ θλίψεσιν, ὡς διὰ τούτων ἐκείνης λυτρούμενος. Ἐπεὶ δὲ 85‐10. Πᾶν τὸ ἐρχόμενον ματαιότης. Εὐφραίνου νεανίσκε | |
95 | ἐν νεότητί σου, καὶ ἀγαθυνέτω σε ἡ καρδία σου ἐν ἡμέραις νεότητός σου, καὶ περιπάτει ἐν ὁδοῖς καρδίας σου ἄμωμος καὶ ἐν ὁράσει ὀφθαλμῶν σου, καὶ γνῶθι ὅτι ἐπὶ πᾶσι | |
τούτοις ἄξει σε ὁ θεὸς ἐν κρίσει. Καὶ ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου καὶ παράγαγε πονηρίαν ἀπὸ σαρκός σου, | 79 | |
11(100) | ὅτι ἡ νεότης καὶ ἡ ἄνοια ματαιότης. Ἤτοι, πᾶν τὸ ἐς αὔριον ἀναβαλλόμενον ἀνωφελές, ὡς ἀνύπαρκτον. Λοιπὸν ἀπόλαυε τῆς πνευματικῆς εὐφροσύνης, ὁ τὴν ἡλικίαν νεάζων ἐκ νεότητός σου, μὴ ἀναμένων τὴν τοῦ γήρως ἀσθένειαν· καὶ ῥυθμιζέτω σε ἐν παντὶ ἀγαθῷ ἡ | |
105 | ψυχή σου, ἕως περιφέρεις τὴν ἰσχὺν τῆς νεότητος· καὶ ὅδευε ἐν τοῖς διανοητικοῖς κινήμασι τῆς ψυχῆς σου καθα‐ ρὸς παντὸς ῥύπου παθῶν· καὶ ἀπαθῶς ὅρα πάντα πρὸς δόξαν θεοῦ· καὶ μὴ ἀγνοήσῃς ὅτι ἐφ’ ἅπασιν οἷς τε διαλο‐ γίζῃ καὶ πράττεις, λόγους ὑφέξεις τῷ ἀδεκάστῳ βήματι τοῦ | |
110 | θεοῦ παραστάς. Κἀντεῦθεν ἀπὸ μὲν τῆς ψυχῆς σου θυμὸν ἀποβαλοῦ ἄλογον, ἀπὸ δὲ τῆς σαρκός σου ἡδονὴν πᾶσαν φθοροποιὸν ὡς ὀδύνης αἰτίαν ἐκδίωξον, διότι τὸ ἐπὶ ταύτην τῆς νεότητος δι’ ἀφροσύνην εὐόλισθον παντάπασιν ἀλυσιτελές. | |
12 | 1‐2. Καὶ μνήσθητι τοῦ κτίσαντός σε ἐν ἡμέραις νεότη‐ τός σου, ἕως οὗ μὴ ἔλθωσιν αἱ ἡμέραι τῆς κακίας καὶ φθάσωσιν ἔτη ἐν οἷς ἐρεῖς· «οὐκ ἔστι μοι ἐν αὐτοῖς | |
θέλημα», ἕως οὗ μὴ σκοτισθῇ ὁ ἥλιος καὶ τὸ φῶς καὶ ἡ | 80 | |
5 | σελήνη καὶ οἱ ἀστέρες, καὶ ἐπιστρέψωσι τὰ νέφη ὀπίσω τοῦ ὑετοῦ. Δηλονότι, καὶ ἀποβαλόμενος τὰ πάθη δι’ ὧν ἠγνόησας τὸν ποιητὴν καὶ δεσπότην σου, τούτου μνημόνευσον ἐκ νεό‐ τητός σου πρὸ τοῦ τὸ τῆς ζωῆς σου τέλος καὶ τὰς ἀνιαρὰς | |
10 | ἐπὶ συντελείᾳ ἡμέρας καταλαβεῖν, καὶ ἐλεύσεσθαι καιροὺς καθ’ οὓς ὅπερ ἂν ἐθέλῃς ποιεῖν οὐ δεδύνησαι· καὶ πρὸ τοῦ ἀποβαλέσθαι τόν τε ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς λοιποὺς ἀστέρας τὸ ἴδιον φῶς, καὶ στραφῆναι τὰς νεφέλας εἰς ἀνομβρίαν. Συσταλήσεται γὰρ εἰς τὸ παντελὲς ἡ πρὸς | |
15 | ἐνέγειαν κίνησις ὅλης τῆς κτιστῆς φύσεως. 3‐54. Ἐν ἡμέρᾳ ᾗ ἂν σαλευθῶσι φύλακες τῆς οἰκίας, καὶ διαστραφῶσιν ἄνδρες τῆς δυνάμεως, καὶ ἤργησαν αἱ ἀλή‐ θουσαι, ὅτι ὠλιγώθησαν, καὶ σκοτάσουσιν αἱ βλέπουσαι ἐν ταῖς ὀπαῖς, καὶ κλείσουσι θύρας ἐν ἀγορᾷ, ἐν ἀσθενείᾳ | |
20 | φωνῆς τῆς ἀληθούσης, καὶ ἀναστήσεται εἰς φωνὴν τοῦ στρουθίου, καὶ ταπεινωθήσονται πᾶσαι αἱ θυγατέρες τοῦ ᾄσματος· καί γε ἀπὸ ὕψους ὄψονται, καὶ θαμβοὶ ἐν τῇ ὁδῷ· καὶ ἀνθήσει τὸ ἀμύγδαλον, καὶ παχυνθῇ ἡ ἀκρίς, καὶ | |
διασκεδασθῇ ἡ κάππαρις. | 81 | |
25 | Ἤγουν, ἐν τῇ ἡμέρᾳ τῆς συντελείας ἐν ᾗ αἱ τῶν οὐρα‐ νῶν δυνάμεις, οἱ ἅγιοι ἄγγελοι, φρίξουσι τὴν τοσαύτην ὁρῶντες μεταβολήν, καὶ θαυμάσουσι, καὶ οἱ πρὸς φυσικὴν ἐνέργειαν εὔτονοι ἄνθρωποι τῆς πρὸς ταύτην ἰσχύος μετε‐ νεχθήσονται εἰς τὸ πάσχειν τὰ κατ’ ἀξίαν ὧν ἐν ζωῇ | |
30 | διεπράξαντο, καὶ ἡ ψυχὴ καὶ ἡ σάρξ, αἱ περὶ τὸν κύκλον τοῦ παρόντος βίου ἅμα ἀναστρεφόμεναι, ἀπρακτήσουσι, διότι ἠλαττώθησαν πρὸς τὰ τῇδε, τὴν φυσικὴν ἀποβα‐ λοῦσαι ἐνέργειαν ἵν’ ἐν μετοχῇ τῶν ὑπὲρ φύσιν κατὰ πάθος γένωνται, καὶ αἱ παρακύπτουσαι διὰ τῶν αἰσθητηρίων, ὡς | |
35 | διά τινων ὀπῶν, αἰσθήσεις τῆς τῶν αἰσθητῶν πείρας παύ‐ σωνται, καὶ τὰ αἰσθητήρια δι’ ὧν ὡς διά τινων θυρῶν παραπέμπουσι τῷ νῷ τὴν φαντασίαν τῶν ὁρατῶν, κλείσωσι πρὸς τὴν τοῦ βίου πανήγυριν, ἀτονησάσης καὶ αὐτῆς τῆς φωνητικῆς ἐνεργείας, τῆς περιφερομένης ἐν τῷ κύκλῳ τῶν | |
40 | παρόντων ἀνθρωπίνης φύσεως, ἣ καὶ κελεύσει θεοῦ ἐν φωνῇ ἀρχαγγέλου ἀναστήσεται, ἀποδυσαμένη τὴν φθορὰν καὶ ἐνδυσαμένη τὴν ἀφθαρσίαν, καὶ ἅπασαι αἱ κεχηνυῖαι περὶ τὰ ἐνταῦθα ἡδέα καὶ ποικίλοις μελῳδήμασι καταυ‐ λούμεναι ψυχαὶ συσταλήσονται, περιαιρεθεῖσαι πᾶσαν σαρ‐ | |
45 | κὸς ἡδυπάθειαν. Καὶ δὴ ἀπὸ τοῦ κατ’ οὐρανὸν ὕψους ὄψον‐ ται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ | |
δυνάμεως καὶ δόξης πολλῆς, καὶ ἐπὶ τῇ ἐνδόξῳ ἐλεύσει τούτου καταπλαγήσονται. Καὶ ἐν τῷ οὕτως ἀνατεῖλαι τὸν ἥλιον τῆς δικαιοσύνης θερμότερον, ἔαρ ψυχῶν διαλάμψει | 82 | |
12(50) | χαρμόσυνον, τοῦ μὲν χειμῶνος τῶν ἀκουσίων πειρασμῶν ἀπαλλάττον, τὸν δὲ καύσωνα τῶν ἑκουσίων παθῶν ἐπιστῆ‐ ναι μὴ συγχωροῦν· καὶ ὁ κατὰ τὸν χειμῶνα τῶν πει‐ ρασμῶν ἀποτεθεὶς ταῖς τῶν δικαίων ψυχαῖς καρπὸς τοῦ πνεύματος, οἷάπερ ἐαρινοῦ καρποῦ ἄνθος, ἀναδειχθήσεται· | |
55 | καὶ ἡ πρὸς θεὸν ἀγαπητικὴ σχέσις αὐτῶν ἐνδυναμωθήσεται, μηκέτι ὑποκειμένων τροπῇ· καὶ ἡ δίκην καππάρεως πλήρης πικρίας κακία διαλυθήσεται, ἀνακαλυφθεῖσα τῷ ἀναπολο‐ γήτῳ ἐλέγχῳ τῆς δικαιοτάτης κρίσεως τοῦ θεοῦ. 55‐7. Ὅτι ἐπορεύθη ὁ ἄνθρωπος εἰς οἶκον αἰῶνος αὐτοῦ, | |
60 | καὶ ἐκύκλωσαν ἐν ἀγορᾷ οἱ κοπτόμενοι, ἕως οὗ μὴ ἀνα‐ τραπῇ τὸ σχοινίον τοῦ ἀργυρίου, καὶ συντριβῇ τὸ ἀνθέμιον τοῦ χρυσίου, καὶ συντριβῇ ἡ ὑδρία ἐπὶ τὴν πηγήν, καὶ συντροχάσῃ ὁ τροχὸς ἐπὶ τὸν λάκκον, καὶ ἐπιστρέψῃ ὁ χοῦς εἰς τὴν γῆν ὡς ἦν, καὶ τὸ πνεῦμα ἐπιστρέψῃ πρὸς τὸν | |
65 | θεόν, ὃς ἔδωκεν αὐτό. Τουτέστι, διότι μετὰ τὸ τέλος τῆς ἐν τῷ παρόντι κόσμῳ παροικίας ἀπῆλθεν ὁ ἄνθρωπος εἰς τὸ αἰώνιον αὐτοῦ οἰ‐ κητήριον, τὴν οὐράνιον μονήν, καὶ ἐπεὶ θεὸς ἀθάνατον τὸ | |
ἀνθρώπινον πεποίηκε γένος, διὰ δὲ τὸ παραβῆναι τὴν | 83 | |
70 | ἐντολὴν τὸν πρωτόπλαστον, φθορὰν καὶ θάνατον κατε‐ κρίθημεν, θανάτου πάλιν ἐλευθερωθέντες καὶ κατὰ τὴν ἀ‐ νάστασιν εἰς ἀθανασίαν ἐπιστρέψαντες, ἐκύκλωσαν ἀπ’ αὐ‐ τῆς ἀρξάμενοι καὶ εἰς αὐτὴν καταντήσαντες οἱ κατὰ τὴν τοῦ παρόντος βίου πανήγυριν ταλαιπωροῦντες ἄνθρωποι, πρὸ | |
75 | τοῦ διακοπῆναι τὸν δεσμὸν τῆς περὶ τὸ ἀργύριον σχέσεως καὶ διαφθαρῆναι τὸν θησαυρὸν τοῦ χρυσίου καὶ συμ‐ φθαρῆναι μὲν τῷ τοῦ βίου τροχῷ τὸ συμπεριφερόμενον τούτῳ ἡμέτερον σῶμα, ὅπερ ἐκ τῆς φθορᾶς τῶν καθόλου στοιχείων λαμβάνον τὴν γένεσιν, εἰς ταῦτα πάλιν διὰ | |
80 | φθορᾶς ἀναλύεται, οἷάπερ τι ἀγγεῖον ὕδωρ ἐκ πηγῆς ἀνά‐ γον, καὶ μετὰ τὴν συντριβὴν αὐτὸ μὲν τῇ γῇ ἀποδιδόμενον ἐξ ἧς τὴν ὕπαρξιν εἴληφε, τὸ δὲ ὑδρευθὲν ὕδωρ αὖθις ἀποδιδοῦν τῇ πηγῇ ἐξ ἧς ἀφῃρέθη, συνθραυσθῆναι δὲ τῷ εἰρημένῳ σώματι καὶ αὐτὸν συμπεσόντα τὸν τοῦ βίου | |
85 | τροχὸν καὶ τὴν ἰδίαν παύσαντα κίνησιν ἐν τῷ τῆς φθορᾶς κατωτάτῳ χωρίῳ, ὥσπερ ὁ συμπίπτων οἷς ἐπιφέρεται ὑδροφόροις ἀγγείοις τροχός, καὶ συντριβόμενος ἐν αὐτῷ τῷ λάκκῳ τοῦ φρέατος ἵσταται τῆς κινήσεως, κἀντεῦθεν αὐτὸ μὲν τὸ σῶμα, τὸ ἐκ γῆς τὴν γένεσιν ἐσχηκός, αὖθις ἀ‐ | |
90 | ποδοθῆναι τῇ γῇ, ὡς ὑπῆρχε πρὸ τοῦ ἐκεῖθεν ληφθῆναι, τὸ δὲ θεῖον ἐμφύσημα, τὴν λογικὴν ἡμῶν ψυχήν, πρὸς τὸν | |
ταύτην δωρησάμενον ἀναχθῆναι δεσπότην. «Πρὸς δὲ τῷ τέλει τοῦ λόγου τὴν τούτου ἀρχὴν ἐπαναλαμβάνων, αὖθίς φημι· | 84 | |
95 | 8‐9. Ματαιότης ματαιοτήτων», εἶπεν ὁ Ἐκκλησιαστής, «τὰ πάντα ματαιότης.» Καὶ περισσὸν ὅτι ἐγένετο Ἐκκλησιαστὴς σοφός, καὶ ὅτι ἐδίδασκε γνῶσιν σὺν τὸν ἄνθρωπον. Καὶ οὖς ἐξιχνιάσεται κόσμιον παραβολῶν. Εἴτουν, τὴν περὶ τὰ πρόσκαιρα σπουδὴν ἀλυσιτελῆ καὶ | |
12(100) | περὶ τὰ ἀλυσιτελῆ καταγινομένην, κἀντεῦθεν τὰ πάντα ἀ‐ νόνητα, ὁ τὰς τῶν ὅλων φύσεις πρὸς ἐξέτασιν συνάγων ἀπεφήνατο λόγος, καὶ μηδὲν ἕτερον εἶναι τὸ ἐκ τούτων προσγινόμενον κέρδος, εἰ μὴ ὅτι πάντα κατανοήσας ὁ πνευματικῶς τὰς τῶν ὅλων θεωρῶν φύσεις καὶ τὴν ἐκ | |
105 | πάντων γνῶσιν τῆς ἀληθείας συνάγων ὑπῆρξε συνετός, καὶ ὅτι ἠξιώθη διδάσκειν γνῶσιν ἀληθῆ σύμπαντα ἄνθρωπον. Καὶ οὐ διαλάθῃ τὰς αὐτοῦ ἀκοὰς ὁ κοσμῶν αὐτὰς ταῖς ἐνηχήσεσι τῆς ἀληθείας τῶν αἰνιγμάτων τε καὶ συμβόλων λόγος, μὴ ἐναπομένοντος τοῖς τύποις τοῦ νοὸς αὐτοῦ, ἀλλὰ | |
110 | τῇ πνευματικῇ ἐρεύνῃ πρὸς τὴν ἐν ὅλοις ἀλήθειαν δια‐ βαίνοντος. Καὶ γὰρ 10‐11. Πολλὰ ἐζήτησεν ὁ Ἐκκλησιαστὴς τοῦ εὑρεῖν λόγους θελήματος, καὶ γεγραμμένων εὐθύτητος λόγους ἀληθείας. Λόγοι σοφῶν ὡς τὰ βούκεντρα καὶ ὡς ἧλοι πεπυρωμένοι, | |
115 | οἳ παρὰ τῶν συνθεμάτων ἐδόθησαν ἐκ ποιμένος ἑνός, καὶ περισσὸν ἐξ αὐτῶν. Δηλαδή, πλεῖστα ἠρεύνησεν ὁ συναγωγὸς τῆς ἐξ ἁπάντων ἀληθείας λόγος, ὥστε καταλαβεῖν τούς τε τῆς ὅλης κτίσεως λόγους, οἳ τὸ πανάγαθον τοῦ θεοῦ διαγράφουσι θέλημα, καὶ | |
120 | τοὺς τῆς γραφῆς, οἳ τὴν εὐθύτητα τῆς ἀληθείας διδάσκουσι. | |
Καὶ τῶν οὕτω παρὰ τῆς ἄνωθεν χάριτος σοφισθέντων οἱ λόγοι, οἷα μὲν βούκεντρα τὸ ἀνάγον μηρυκισμὸν τῆς τού‐ των διδασκαλίας καὶ πνευματικῶς τρεφόμενον ζεῦγος τῆς ψυχῆς καὶ τοῦ σώματος πλήττοντες, διεγείρουσι πρὸς ἐργα‐ | 85 | |
125 | σίαν τῶν ἀρετῶν, ὡς ἧλοι δὲ πεπυρακτωμένοι, εἰς βάθος εἰσδύνοντες, πλάνην ἅπασαν ἀγνοίας κατακαίουσιν. Οἱ λό‐ γοι διὰ μέσων τῶν ἐν τῇ κτίσει καὶ τῇ γραφῇ συμβόλων τοῖς συνιέναι θελήσασιν ἐδωρήθησαν, ὡς ἀφ’ ἑνὸς τῶν ὅλων προνοητοῦ, τοῦ διὰ πάντων τὴν τῶν ἀνθρώπων | |
130 | φύσιν ἄγοντος πρὸς σωτηρίαν θεοῦ. Ἔνθεν τοι κέρδος ἐκ τούτων τῶν λόγων πολύ, οἷς μόνοις ἀρκούμενος 12. Υἱέ, φυλάσσου ποιῆσαι βιβλία πολλά, ὅτι οὐκ ἔστι περασμός, καὶ μελέτη πολλὴ κόπωσις σαρκός. Ἤτοι, ὁ ἐν τῷ ταῖς ἐμαῖς παραινέσεσι πείθεσθαι υἱοθε‐ | |
135 | τούμενός μοι, βίβλους ἔχων θεογράφους, τὴν φύσιν τῶν ὅλων καὶ γραφὴν τὴν θεόπνευστον, ἀπέχου τοῦ παρὰ ταύτας ἕτερα βιβλία κατασκευάζειν πολυσχιδῆ, διότι οὐκ ἔ‐ στι τοῖς τοιούτοις τέλος ἓν ἡ ἀλήθεια· ὅθεν ἡ πολλὴ ἐν τούτοις τριβὴ ταλαιπωρία μόνη σαρκὸς καὶ οὐδεμία ψυχῆς | |
140 | ὠφέλεια. 13‐14. Τέλος λόγου τὸ πᾶν ἄκουε· τὸν θεὸν φοβοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε, ὅτι τοῦτο πᾶς ἄνθρωπος· ὅτι σύμπαν τὸ ποίημα ἄξει ὁ θεὸς ἐν κρίσει ἐν παντὶ παρεω‐ | |
ραμένῳ, ἐὰν ἀγαθὸν καὶ ἐὰν πονηρόν. | 86 | |
145 | Τουτέστι, τελευταῖον δὲ παντὸς τοῦ εἰρημένου λόγου, μάνθανε συνοπτικῶς τὸν ἅπαντα τούτου σκοπόν· φόβον ἔχε θεοῦ, ἵνα πάσης κακίας ἀπέχῃ, καὶ τήρει τὰς αὐτοῦ ἐντο‐ λάς, ἵν’ ἐργάζῃ τὸ ἀγαθόν, διότι εἰς τοῦτο γέγονε καὶ ὑπάρ‐ χει φύσει ὁ κτισθεὶς κατ’ εἰκόνα θεοῦ καὶ ὁμοίωσιν ἄνθρω‐ | |
12(150) | πος, τὸ φοβεῖσθαί τε τὸν θεὸν διὰ τὴν φθορὰν τῆς σαρκός, εἴτ’ ἀπειλουμένην, πιστευομένης τῆς ἀπειλῆς καὶ τηρουμένης τῆς ἐντολῆς, εἴτ’ ἐνεργουμένην, ἀπιστηθείσης τῆς ἀπειλῆς καὶ παραβαθείσης τῆς ἐντολῆς—ἐντεῦθεν γὰρ τῇ κατ’ ὀδύ‐ νην παιδείᾳ καὶ ἄκων ὑπομιμνήσκεται ὅτι ὑπὸ δεσποτείαν | |
155 | ἐστί—καὶ ἐργάζεσθαι τὸ ἀγαθὸν διὰ τὸ τὴν αὐτοῦ ψυχὴν φύσει ἔχειν κατεσπαρμένας ἐν ἑαυτῇ τὰς τοῦ καλοῦ ἐνερ‐ γητικὰς δυνάμεις, τὸ μὲν λογιστικὸν ὥστε τὸ ὄντως ἀγαθὸν ζητεῖν, τὸ δ’ ἐπιθυμητικὸν ὥστε τοῦτο ποθεῖν, καὶ τὸ θυμι‐ κὸν ὥστ’ αὐτοῦ ὑπεραγωνίζεσθαι. Μὴ μόνον δὲ διὰ τὴν | |
160 | εἰρημένην αἰτίαν ἔχε φόβον θεοῦ καὶ τήρει τὰς αὐτοῦ ἐντολάς, ἀλλὰ καὶ διότι θεὸς ἅπαν τὸ τοῦ ἀνθρώπου ἔργον, εἴτ’ ἀγαθόν ἐστιν εἴτ’ αὖ πονηρόν, ὑπὸ τὴν αὐτοῦ δικαιο‐ τάτην ἀγάγῃ ἐξέτασιν, λόγους αὐτὸν ἀπαιτῶν ἐν πάσῃ | |
παραβαθείσῃ ἐντολῇ. | 87 |