TLG 2892 008 :: MAXIMUS CONFESSOR :: Capita de caritate MAXIMUS CONFESSOR Theol., Protosecretarius, vel Maximus Homologetes Capita de caritate
Citation: Book — section — (line) | ||
prol1(t) | ΠΡΟΛΟΓΟΣ ΠΡΟΣ ΕΛΠΙΔΙΟΝ | |
2 | Ἰδοὺ πρὸς τῷ περὶ ἀσκητικοῦ βίου λόγῳ καὶ τὸν περὶ ἀγάπης λόγον πέπομφα τῇ σῇ ὁσιότητι, πάτερ Ἐλπίδιε, ἐν ἰσαρίθμοις κεφαλαίων τῶν τεσσάρων εὐαγγελίων ἑκατοντάδων· οὐδὲν μὲν ἴσως ἄξιον τῆς σῆς προσ‐ | |
---|---|---|
5 | δοκίας, τῆς δέ γε ἡμετέρας δυνάμεως οὐκ ἔλαττον. Πλὴν γινωσκέτω ἡ σὴ ἁγιωσύνη ὅτι οὐδὲ ταῦτα τῆς ἡμῆς εἰσὶ γεώργια διανοίας· ἀλλὰ τοὺς τῶν ἁγίων πατέρων διελθὼν λόγους κἀκεῖθεν τὸν εἰς τὴν ὑπόθεσιν συντείνοντα νοῦν ἀναλεξάμενος καὶ ἐν ὀλίγοις πολλὰ κεφαλαιωδέστερον συναγαγών, ἵνα εὐσύνοπτα γένωνται διὰ τὸ εὐμνημόνευτον, ἀπέστειλα τῇ | |
10 | σῇ ὁσιότητι, παρακαλῶν εὐγνωμόνως ἀναγινώσκειν καὶ μόνην θηρεύειν τὴν ἐν αὐτοῖς ὠφέλειαν· τὸ δὲ ἀκαλλὲς τῶν λέξεων παραβλέπειν καὶ εὔχε‐ σθαι ὑπὲρ τῆς ἐμῆς μετριότητος, πάσης πνευματικῆς ὠφελείας ἐρήμου. Παρακαλῶ δὲ καὶ τοῦτο, μὴ εἰς ὄχλησιν ἡγεῖσθαι τὰ εἰρημένα. Ἐπιταγὴν γὰρ πεπλήρωκα· λέγω δὲ τοῦτο, ἐπειδὴ οἱ λόγοις ἐνοχλοῦντες πολλοί ἐσμεν | |
15 | σήμερον· οἱ δὲ ἔργοις παιδεύοντες ἢ παιδευόμενοι πάνυ εἰσὶν ὀλίγοι. Ἀλλὰ μᾶλλον ἐμπόνως προσέχειν ἑκάστῳ τῶν κεφαλαίων. Οὐ πάντα γὰρ πᾶσιν, ὡς οἶμαι, εἰσὶν εὔληπτα· ἀλλὰ καὶ πολλῆς τὰ πολλὰ τοῖς πολλοῖς δεόμενα τῆς συνεξετάσεως, εἰ καὶ δοκεῖ ἁπλούστερον εἰρῆσθαι. Ἴσως γὰρ ἄν τι φανείη χρήσιμον τῇ ψυχῇ ἐξ αὐτῶν ἀνακαλυπτόμενον. Ἀναφανήσεται | |
20 | δὲ πάντως Θεοῦ χάριτι τῷ ἀπεριέργοις ἐννοίαις καὶ μετὰ φόβου Θεοῦ καὶ ἀγάπης ἀναγινώσκοντι. Τῷ δὲ μὴ ὡφελείας χάριν πνευματικῆς ἐντυγχάνοντι ἢ τούτῳ τῷ πονήματι ἢ καὶ ἄλλῳ οἱῳδήποτε, ἀλλὰ τοῦ λέξεις θηρεύειν πρὸς τὸ κακίζειν τὸν συγγραψάμενον, ἵνα ἑαυτὸν ἐκείνου δῆθεν, ὡς οἰήσει, | |
σοφώτερον παραστήσῃ, οὐδὲν ὠφέλιμον οὐδαμόθεν οὐδέποτε ἀναφανήσεται. | 48 | |
1t1-100 | ΤΟΥ ΑΓΙΟΥ ΜΑΞΙΜΟΥ ΠΡΩΤΗ ΕΚΑΤΟΝΤΑΣ ΤΩΝ ΠΕΡΙ ΑΓΑΠΗΣ ΚΕΦΑΛΑΙΩΝ | |
1.1(t) | Αʹ. | |
1 | Ἀγάπη μέν ἐστι διάθεσις ψυχῆς ἀγαθή, καθ’ ἣν οὐδὲν τῶν ὄντων τῆς τοῦ Θεοῦ γνώσεως προτιμᾷ· ἀδύνατον δὲ εἰς ἕξιν ἐλθεῖν ταύτης τῆς ἀγάπης, τὸν πρός τι τῶν ἐπιγείων ἔχοντα προσπάθειαν. | |
1.2(t) | Βʹ. | |
1 | Ἀγάπην μὲν τίκτει ἀπάθεια· ἀπάθειαν δέ, ἡ εἰς Θεὸν ἐλπίς· τὴν δὲ ἐλπίδα, ὑπομονὴ καὶ μακροθυμία· ταύτας δέ, ἡ περιεκτικὴ ἐγκράτεια· ἐγκράτειαν δέ, ὁ τοῦ Θεοῦ φόβος· τὸν δὲ φόβον, ἡ εἰς τὸν Κύριον πίστις. | |
1.3(t) | Γʹ. | |
1 | Ὁ πιστεύων τῷ Κυρίῳ φοβεῖται τὴν κόλασιν· ὁ δὲ φοβούμενος τὴν κόλασιν ἐγκρατεύεται ἀπὸ τῶν παθῶν· ὁ δὲ ἐγκρατευόμενος ἀπὸ τῶν παθῶν ὑπομένει τὰ θλιβερά· ὁ δὲ ὑπομένων τὰ θλιβερὰ ἕξει τὴν εἰς Θεὸν ἐλπίδα· ἡ δὲ εἰς Θεὸν ἐλπὶς χωρίζει πάσης γηΐνης προσπαθείας· ταύτης | |
5 | δὲ ὁ νοῦς χωρισθεὶς ἕξει τὴν εἰς Θεὸν ἀγάπην. | |
1.4(t) | Δʹ. | |
1 | Ὁ ἀγαπῶν τὸν Θεὸν πάντων τῶν ὑπ’ αὐτοῦ γεγονότων προτιμᾷ τὴν γνῶσιν αὐτοῦ καὶ ἀδιαλείπτως διὰ τοῦ πόθου ταύτῃ προσκαρτερεῖ. | |
1.5(t) | Εʹ. | |
1 | Εἰ πάντα τὰ ὄντα διὰ τοῦ Θεοῦ καὶ διὰ τὸν Θεὸν γέγονε, κρείττων δὲ ὁ Θεὸς τῶν δι’ αὐτοῦ γεγονότων· ὁ καταλιμπάνων τὸ κρεῖττον καὶ τοῖς χείροσιν ἐνασχολούμενος δείκνυσιν ἑαυτὸν προτιμῶντα τοῦ Θεοῦ | |
τὰ δι’ αὐτοῦ γεγονότα. | 50 | |
1.6(t) | ϛʹ. | |
1 | Ὁ τῇ εἰς Θεὸν ἀγάπῃ τὸν νοῦν ἔχων προσηλωμένον πάντων τῶν ὁρωμένων καὶ αὐτοῦ τοῦ σώματος ὡς ἀλλοτρίου καταφρονεῖ. | |
1.7(t) | Ζʹ. | |
1 | Εἰ κρείττων τοῦ σώματος ἡ ψυχὴ καὶ κρείττων τοῦ κόσμου ἀσυγκρί‐ τως ὁ κτίσας αὐτὸν Θεός, ὁ προτιμῶν τῆς ψυχῆς τὸ σῶμα καὶ τοῦ Θεοῦ τὸν ὑπ’ αὐτοῦ κτισθέντα κόσμον οὐδὲν τῶν εἰδολολατρούντων διενήνοχεν. | |
1.8(t) | Ηʹ. | |
1 | Ὁ τὸν νοῦν τῆς εἰς Θεὸν ἀγάπης καὶ προσεδρείας ἀποχωρίσας καί τινι τῶν αἰσθητῶν προσδεδεμένον ἔχων, οὗτός ἐστιν ὁ προτιμῶν τῆς ψυχῆς τὸ σῶμα καὶ τοῦ κτίσαντος Θεοῦ τὰ ὑπ’ αὐτοῦ γεγονότα. | |
1.9(t) | Θʹ. | |
1 | Εἰ ἡ ζωὴ τοῦ νοῦ ὁ φωτισμός ἐστι τῆς γνώσεως, τοῦτον δὲ ἡ εἰς Θεὸν ἀγάπη τίκτει· καλῶς οὐδὲν τῆς θείας ἀγάπης εἴρηται μεῖζον. | |
1.10(t) | Ιʹ. | |
1 | Ὅταν τῷ ἔρωτι τῆς ἀγάπης πρὸς τὸν Θεὸν ὁ νοῦς ἐκδημῇ, τότε οὔτε ἑαυτοῦ οὔτε τινὸς τῶν ὄντων παντάπασιν ἐπαισθάνεται. Ὑπὸ γὰρ τοῦ θείου καὶ ἀπείρου φωτὸς καταλαμπόμενος, ἀναισθητεῖ πρὸς πάντα τὰ ὑπ’ αὐτοῦ γεγονότα, καθάπερ καὶ ὁ αἰσθητὸς ὀφθαλμὸς πρὸς τοὺς ἀστέρας, | |
5 | τοῦ ἡλίου ἀνατέλλοντος. | |
1.11(t) | ΙΑʹ. | |
1 | Πᾶσαι μὲν αἱ ἀρεταὶ συνεργοῦσι τῷ νῷ πρὸς τὸν θεῖον ἔρωτα, πλέον δὲ πάντων ἡ καθαρὰ προσευχή· διὰ ταύτης γὰρ πρὸς τὸν Θεὸν πτερούμενος, | |
ἔξω γίνεται πάντων τῶν ὄντων. | 52 | |
1.12(t) | ΙΒʹ. | |
1 | Ὅταν διὰ τῆς ἀγάπης ὑπὸ τῆς θείας γνώσεως ὁ νοῦς ἁρπαγῇ καὶ ἔξω τῶν ὄντων γενόμενος τῆς θείας ἐπαισθάνηται ἀπειρίας, τότε κατὰ τὸν θεῖον Ἡσαΐαν ὑπὸ ἐκπλήξεως εἰς συναίσθησιν τῆς ἑαυτοῦ ἐρχόμενος ταπεινότητος μετὰ διαθέσεως λέγει τὰ τοῦ προφήτου ῥήματα· Ὢ τάλας | |
5 | ἐγώ, ὅτι κατανένυγμαι· ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ κατοικῶ καὶ τὸν βασιλέα Κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου. | |
1.13(t) | ΙΓʹ. | |
1 | Ὁ ἀγαπῶν τὸν Θεὸν οὐ δύναται μὴ καὶ πάντα ἄνθρωπον ἀγαπῆσαι ὡς ἑαυτόν, εἰ καὶ πρὸς τὰ πάθη δυσχεραίνει τῶν μήπω κεκαθαρμένων. Διὸ καὶ τὴν ἐπιστροφὴν αὐτῶν βλέπων καὶ τὴν διόρθωσιν, ἀμετρέτῳ καὶ ἀνεκ‐ λαλήτῳ χαίρει χαρᾷ. | |
1.14(t) | ΙΔʹ. | |
1 | Ἀκάθαρτός ἐστι ψυχὴ ἐμπαθής, λογισμῶν ἐπιθυμίας καὶ μίσους πεπληρωμένη. | |
1.15(t) | ΙΕʹ. | |
1 | Ὁ ἴχνος μίσους βλέπων ἐν τῇ ἑαυτοῦ καρδίᾳ διὰ οἱονδήποτε πταίσμα πρὸς τὸν οἱονδήποτε ἄνθρωπον, ἀλλότριος τυγχάνει πάμπαν τῆς εἰς Θεὸν ἀγάπης· διότι ἡ εἰς τὸν Θεὸν ἀγάπη τοῦ εἰς ἄνθρωπον μίσους παντελῶς οὐκ ἀνέχεται. | |
1.16(t) | Ιϛʹ. | |
1 | Ὁ ἀγαπῶν με, φησὶν ὁ Κύριος, τὰς ἐντολάς μου τηρήσει· αὕτη δέ ἐστιν ἡ ἐντολὴ ἡ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους. Ὁ οὖν μὴ ἀγαπῶν τὸν πλη‐ σίον τὴν ἐντολὴν οὐ τηρεῖ· ὁ δὲ τὴν ἐντολὴν μὴ τηρῶν οὐδὲ τὸν Κύριον | |
ἀγαπῆσαι δύναται. | 54 | |
1.17(t) | ΙΖʹ. | |
1 | Μακάριος ἄνθρωπος, ὁ πάντα ἄνθρωπον ἐξ ἴσου ἀγαπῆσαι δυνηθείς. | |
1.18(t) | ΙΗʹ. | |
1 | Μακάριος ἄνθρωπος, ὁ μηδενὶ πράγματι φθαρτῷ ἢ προσκαίρῳ προσ‐ κείμενος. | |
1.19(t) | ΙΘʹ. | |
1 | Μακάριος ὁ νοῦς, ὁ πάντα τὰ ὄντα περάσας καὶ τῆς θείας ὡραιότητος ἀδιαλείπτως κατατρυφῶν. | |
1.20(t) | Κʹ. | |
1 | Ὁ πρόνοιαν τῆς σαρκὸς εἰς ἐπιθυμίας ποιούμενος καὶ μνησικακίαν διὰ πρόσκαιρα πρὸς τὸν πλησίον ἔχων, ὁ τοιοῦτος λατρεύει τῇ κτίσει παρὰ τὸν κτίσαντα. | |
1.21(t) | ΚΑʹ. | |
1 | Ὁ ἀνήδονον καὶ ἄνοσον τὸ σῶμα διατηρῶν, σύνδουλον αὐτὸ ἔχει πρὸς τὴν τῶν κρειττόνων ὑπηρεσίαν. | |
1.22(t) | ΚΒʹ. | |
1 | Ὁ φεύγων πάσας τὰς κοσμικὰς ἐπιθυμίας, πάσης κοσμικῆς λύπης ἀνώτερον ἑαυτὸν καθίστησιν. | |
1.23(t) | ΚΓʹ. | |
1 | Ὁ τὸν Θεὸν ἀγαπῶν καὶ τὸν πλησίον πάντως ἀγαπᾷ. Ὁ δὲ τοιοῦτος χρήματα τηρεῖν οὐ δύναται, ἀλλ’ οἰκονομεῖ θεοπρεπῶς, ἑκάστῳ τῶν δεο‐ μένων παρέχων. | |
1.24(t) | ΚΔʹ. | |
1 | Ὁ κατὰ μίμησιν Θεοῦ τὴν ἐλεημοσύνην ποιούμενος, οὐκ οἶδε διαφορὰν πονηροῦ καὶ ἀγαθοῦ ἢ δικαίου καὶ ἀδίκου ἐν τοῖς τοῦ σώματος ἀναγκαίοις· ἀλλὰ πᾶσιν ἐξ ἴσου κατὰ τὴν χρείαν διανέμει, εἰ καὶ προτιμᾷ διὰ τὴν ἀγαθὴν | |
προαίρεσιν τοῦ φαύλου τὸν ἐνάρετον. | 56 | |
1.25(t) | ΚΕʹ. | |
1 | Ὥσπερ ὁ Θεὸς φύσει ὢν ἀγαθὸς καὶ ἀπαθὴς πάντας μὲν ἐξ ἴσου ἀγαπᾷ ὡς ἔργα αὐτοῦ, ἀλλὰ τὸν μὲν ἐνάτερον δοξάζει, ὡς καὶ τῇ γνώμῃ οἰκειού‐ μενον, τὸν δὲ φαῦλον δι’ ἀγαθότητα ἐλεεῖ καὶ ἐν τῷ αἰῶνι τούτῳ παιδεύων ἐπιστρέφει· οὕτω καὶ ὁ τῇ γνώμῃ ἀγαθὸς καὶ ἀπαθὴς πάντας ἀνθρώπους | |
5 | ἐξ ἴσου ἀγαπᾶ, τὸν μὲν ἐνάρετον διά τε τὴν φύσιν καὶ τὴν ἀγαθὴν προαί‐ ρεσιν, τὸν δὲ φαῦλον διά τε τὴν φύσιν καὶ τὴν συμπάθειαν, ἐλεῶν ὡς ἄφρονα καὶ ἐν σκότει διαπορευόμενον. | |
1.26(t) | Κϛʹ. | |
1 | Οὐ μόνον διὰ μεταδόσεως χρημάτων ἡ διάθεσις τῆς ἀγάπης γνωρίζεται, ἀλλὰ πολλῷ μᾶλλον διὰ μεταδόσεως λόγου Θεοῦ καὶ σωματικῆς διακονίας. | |
1.27(t) | ΚΖʹ. | |
1 | Ὁ τοῖς τοῦ κόσμου πράγμασι γνησίως ἀποταξάμενος καὶ τῷ πλησίον διὰ τῆς ἀγάπης ἀνυποκρίτως δουλεύων, παντὸς πάθους ταχέως ἐλευθε‐ ροῦται καὶ τῆς θείας ἀγάπης καὶ γνώσεως μέτοχος καθίσταται. | |
1.28(t) | ΚΗʹ. | |
1 | Ὁ τὴν θείαν ἀγάπην ἐν ἑαυτῷ κτησάμενος οὐ κοπιᾷ κατακολουθῶν ὀπίσω Κυρίου τοῦ Θεοῦ αὐτοῦ, κατὰ τὸν θεῖον Ἱερεμίαν· ἀλλὰ πάντα πόνον ὀνειδισμόν τε καὶ ὕβριν φέρει γενναίως, μηδενὶ τὸ σύνολον κακὸν λογιζόμενος. | |
1.29(t) | ΚΘʹ. | |
1 | Ὅταν ὑβριστῇς παρά τινος ἢ ἔν τινι ἐξουδενωθῇς, τότε πρόσεχε ἀπὸ τῶν λογισμῶν τῆς ὀργῆς, μή σε τῆς ἀγάπης διὰ τῆς λύπης χωρίσαντες | |
ἐν τῇ χώρᾳ τοῦ μίσους καταστήσωσιν. | 58 | |
1.30(t) | Λʹ. | |
1 | Ὅταν ἐφ’ ὕβρει ἢ ἀτιμίᾳ σφόδρα πονήσῃς, γίνωσκε σεαυτὸν μεγάλως ὠφεληθέντα, τῆς κενοδοξίας διὰ τῆς ἀτιμίας οἰκονομικῶς ἀπό σου ἐκβλη‐ θείσης. | |
1.31(t) | ΛΑʹ. | |
1 | Ὥσπερ μνήμη πυρὸς οὐ θερμαίνει τὸ σῶμα, οὕτω πίτις ἄνευ ἀγάπης οὐκ ἐνεργεῖ εἰς ψυχὴν τὸν τῆς γνώσεως φωτισμόν. | |
1.32(t) | ΛΒʹ. | |
1 | Ὥσπερ τὸ φῶς τοῦ ἡλίου τὸν ὑγιῆ ὀφθαλμὸν πρὸς ἑαυτὸν ἐφέλκεται, οὕτω καὶ ἡ γνῶσις τοῦ Θεοῦ τὸν καθαρὸν νοῦν φυσικῶς διὰ τῆς ἀγάπης πρὸς ἑαυτὸν ἐπισπᾶται. | |
1.33(t) | ΛΓʹ. | |
1 | Νοῦς ἐστι καθαρός, ὁ ἀγνοίας χωρισθεὶς καὶ ὑπὸ τοῦ θείου φωτὸς καταλαμπόμενος. | |
1.34(t) | ΛΔʹ. | |
1 | Ψυχή ἐστι καθαρά, ἡ παθῶν ἐλευθερωθεῖσα καὶ ὑπὸ τῆς θείας ἀγάπης ἀδιαλείπτως εὐφραινομένη. | |
1.35(t) | ΛΕʹ. | |
1 | Πάθος ἐστὶ ψεκτὸν κίνησις ψυχῆς παρὰ φύσιν. | |
1.36(t) | Λϛʹ. | |
1 | Ἀπάθειά ἐστιν εἰρηνικὴ κατάστασις ψυχῆς, καθ’ ἣν δυσκίνητος γίνεται | |
πρὸς κακίαν. | 60 | |
1.37(t) | ΛΖʹ. | |
1 | Ὁ τοὺς καρποὺς τῆς ἀγάπης διὰ σπουδῆς κτησάμενος, οὐ μετατίθεται ταύτης, κἂν μυρία πάσχῃ κακά. Καὶ πειθέτω σε Στέφανος, ὁ τοῦ Χριστοῦ μαθητὴς καὶ οἱ κατ’ αὐτὸν καὶ αὐτὸς ὑπὲρ τῶν φονευτῶν εὐχόμενος καὶ συγγνώμην παρὰ τοῦ Πατρὸς ὡς ἀγνοοῦσιν αἰτούμενος. | |
1.38(t) | ΛΗʹ. | |
1 | Εἰ τῆς ἀγάπης ἐστὶ τὸ μακροθυμεῖν καὶ χρηστεύεσθαι, ὁ θυμομαχῶν καὶ πονηρευόμενος ἀλλότριος δηλονότι τῆς ἀγάπης καθίσταται· ὁ δὲ τῆς ἀγάπης ἀλλότριος τοῦ Θεοῦ ἐστιν ἀλλότριος, εἴπερ ὁ Θεὸς ἀγάπη ἐστί. | |
1.39(t) | ΛΘʹ. | |
1 | Μὴ εἴπητε, φησὶν ὁ θεῖος Ἱερεμίας, ὅτι ναὸς Κυρίου ἐστί. Καὶ σὺ μὴ εἴπῃς, ὅτι ἡ ψιλὴ πίστις εἰς τὸν Κύριον ὑμῶν Ἰησοῦν Χριστὸν δύναταί με σῶσαι. Ἀμήχανον γὰρ τοῦτο, ἐὰν μὴ καὶ τὴν ἀγάπην τὴν εἰς αὐτὸν διὰ τῶν ἔργων κτήσῃ. Τὸ γὰρ ψιλῶς πιστεύειν, καὶ τὰ δαιμόνια πιστεύουσι | |
5 | καὶ φρίσσουσι. | |
1.40(t) | Μʹ. | |
1 | Ἔργον ἀγάπης ἐστὶν ἡ εἰς τὸν πλησίον ἐκ διαθέσεως εὐεργεσία καὶ μακροθυμία καὶ ὑπομονὴ καὶ τὸ μετὰ ὀρθοῦ λόγου χρήσασθαι πᾶσι τοῖς πράγμασι. | |
1.41(t) | ΜΑʹ. | |
1 | Ὁ ἀγαπῶν τὸν Θεὸν οὐ λυπεῖ οὐδὲ λυπεῖται πρός τινα διὰ πρόσκαιρα· μίαν δὲ λύπην καὶ λυπεῖ καὶ λυπεῖται σωτήριον, ἣν ὁ μακάριος Παῦλος | |
καὶ ἐλυπήθη καὶ ἐλύπησε τοὺς Κορινθίους. | 62 | |
1.42(t) | ΜΒʹ. | |
1 | Ὁ ἀγαπῶν τὸν Θεὸν ἀγγελικὸν βίον ἐπὶ τῆς γῆς ζῇ, νηστεύων καὶ ἀγρυπνῶν καὶ ψάλλων καὶ προσευχόμενος καὶ περὶ παντὸς ἀνθρώπου ἀεὶ καλὰ λογιζόμενος. | |
1.43(t) | ΜΓʹ. | |
1 | Εἰ οὗτινός τις ἐπιθυμεῖ, τούτου καὶ τυχεῖν ἀγωνίζεται· πάντων δὲ τῶν ἀγαθῶν καὶ ἐπιθυμητῶν ἀγαθώτερον τὸ θεῖον καὶ ἐπιθυμητότερον ἀσυγκρίτως· πόσην ἄρα σπουδὴν ὀφείλομεν ἐνδείξασθαι, ἵνα τούτου τοῦ φύσει ἀγαθοῦ καὶ ἐπιθυμητοῦ τύχωμεν. | |
1.44(t) | ΜΔʹ. | |
1 | Μὴ μολύνῃς τὴν σάρκα σου ἐν αἰσχραῖς πράξεσι καὶ μὴ μιάνῃς τὴν ψυχήν σου ἐν πονηροῖς λογισμοῖς· καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἐπελεύσεται ἐπί σε τὴν ἀγάπην φέρουσα. | |
1.45(t) | ΜΕʹ. | |
1 | Αἴκιζε τὴν σάρκα σου ἀσιτίᾳ καὶ ἀγρυπνίᾳ καὶ σχόλασον ἀόκνως φαλμῳδίᾳ καὶ προσευχῇ· καὶ ὁ ἁγιασμὸς τῆς σωφροσύνης ἐπελεύσεται ἐπί σε τὴν ἀγάπην φέρων. | |
1.46(t) | Μϛʹ. | |
1 | Ὁ τῆς θείας καταξιωθεὶς γνώσεως καὶ τὸν ταύτης φωτισμὸν διὰ τῆς ἀγάπης κτησάμενος, οὐ ῥιπισθήσεταί ποτε ὑπὸ τοῦ τῆς κενοδοξίας πνεύ‐ ματος· ὁ δὲ ταύτης μήπω καταξιωθείς, εὐχερῶς ὑπ’ αὐτῆς περιφέρεται. Ἐὰν οὖν ὁ τοιοῦτος ἐν πᾶσι τοῖς ὑπ’ αὐτοῦ πραττομένοις πρὸς τὸν Θεὸν | |
5 | ἀποβλέψῃ, ὡς δι’ αὐτὸν πάντα ποιῶν, ῥᾳδίως σὺν Θεῷ ἐκφεύξεται αὐτήν. | 64 |
1.47(t) | ΜΖʹ. | |
1 | Ὁ μήπω τυχὼν τῆς θείας γνώσεως τῆς δι’ ἀγάπης ἐνεργουμένης, μέγα φρονεῖ ἐπὶ τοῖς ὑπ’ αὐτοῦ κατὰ Θεὸν πραττομένοις. Ὁ δὲ ταύτης τυχεῖν καταξιωθείς, μετὰ διαθέσεως λέγει τὰ τοῦ πατριάρχου Ἀβραὰμ ῥήματα, ἅπερ ἡνίκα τῆς θείας κατηξιώθη ἐπιφανείας εἶπεν· Ἐγὼ εἰμὶ | |
5 | γῆ καὶ σποδός. | |
1.48(t) | ΜΗʹ. | |
1 | Ὁ φοβούμενος τὸν Κύριον, συνόμιλον ἀεὶ ἔχει τὴν ταπεινοφροσύνην καὶ διὰ τῶν ταύτης ἐνθυμημάτων εἰς τὴν θείαν ἀγάπην καὶ εὐχαριστίαν ἔρχεται. Μνημονεύει γὰρ τῆς κατὰ τὸν κόσμον προτέρας διαγωγῆς καὶ τῶν ποικίλων παραπτωμάτων καὶ τῶν ἐκ νεότητος συμβάντων αὐτῷ | |
5 | πειρασμῶν, καὶ πῶς πάντων ἐκείνων ἐρρύσατο αὐτὸν ὁ Κύριος καὶ μετέ‐ στησεν ἀπὸ τῆς ἐμπαθοῦς ζωῆς εἰς τὸν κατὰ Θεὸν βίον. Καὶ σὺν τῷ φόβῳ προσλαμβάνεται καὶ τὴν ἀγάπην, εὐχαριστῶν ἀεὶ μετὰ ταπεινοφροσύνης πολλῆς τῷ εὐεργέτῃ καὶ κυβερνήτῃ τῆς ζωῆς ἡμῶν. | |
1.49(t) | ΜΘʹ. | |
1 | Μὴ ῥυπώσῃς τὸν νοῦν σου λογισμῶν ἀνεχόμενος ἐπιθυμίας καὶ θυμοῦ, ἵνα μὴ τῆς καθαρᾶς προσευχῆς ἐκπεσῶν τῷ τῆς ἀκηδίας πνεύματι περι‐ πέσῃς. | |
1.50(t) | Νʹ. | |
1 | Τὸ τηνικαῦτα ὁ νοῦς τῆς πρὸς Θεὸν παρρησίας ἐκπίπτει, ὁπηνίκα πονηροῖς ἢ ῥυπαροῖς λογισμοῖς συνόμιλος γένηται. | |
1.51(t) | ΝΑʹ. | |
1 | Ὁ μὲν ἄφρων ὑπὸ τῶν παθῶν ἀγόμενος, ὅτε μὲν ὑπὸ τοῦ θυμοῦ κινού‐ | |
μενος ἐκταράσσεται, φεύγειν ἀλογίστως τοὺς ἀδελφοὺς ἐπείγεται· ὅτε δὲ πάλιν ὑπὸ τῆς ἐπιθυμίας ἐκθερμαίνεται, μεταμελόμενος αὖθις προστρέχων ἀπαντᾶ. Ὁ δὲ φρόνιμος ἐπ’ ἀμφοτέρων τοὐναντίον ποιεῖ· ἐπὶ μὲν γὰρ τοῦ | 66 | |
5 | θυμοῦ, τὰς αἰτίας τῆς ταραχῆς ἐκκόψας, τῆς πρὸς τοὺς ἀδελφοὺς λύπης ἑαυτὸν ἀπαλλάττει· ἐπὶ δὲ τῆς ἐπιθυμίας, τῆς ἀλόγου ὁρμῆς καὶ συντυχίας ἐγκρατεύεται. | |
1.52(t) | ΝΒʹ. | |
1 | Ἐν τῷ καιρῷ τῶν πειρασμῶν μὴ καταλίπῃς τὸ μοναστήριόν σου, ἀλλὰ φέρε γενναίως τὰ κύματα τῶν λογισμῶν καὶ μάλιστα τῶν τῆς λύπης καὶ τῆς ἀκηδίας. Οὕτω γὰρ οἰκονομικῶς διὰ τῶν θλίψεων δοκιμασθείς, ἕξεις βεβαίαν τὴν εἰς Θεὸν ἐλπίδα. Ἐὰν δὲ καταλιμπάνῃς, ἀδόκιμος καὶ ἄνανδρος | |
5 | καὶ ἄστατος εὑρεθήσῃ. | |
1.53(t) | ΝΓʹ. | |
1 | Ἐὰν θέλῃς τῆς κατὰ Θεὸν ἀγάπης μὴ ἐκπεσεῖν, μήτε τὸν ἀδελφὸν ἀφῇς κοιμηθῆναι λυπούμενον κατά σου μήτε σὺ κοιμηθῇς λυπούμενος κατ’ αὐτοῦ· ἀλλ’ ὕπαγε, διαλλάγηθι τῷ ἀδελφῷ σου καὶ ἐλθῶν πρόσφερε Χριστῷ καθαρῷ τῷ συνειδότι δι’ ἐκτενοῦς προσευχῆς τὸ δῶρον τῆς ἀγάπης. | |
1.54(t) | ΝΔʹ. | |
1 | Εἰ ὁ πάντα τὰ χαρίσματα τοῦ Πνεύματος ἔχων, ἀγάπην δὲ μὴ ἔχων, οὐδὲν ὠφελεῖται, κατὰ τὸν θεῖον Ἀπόστολον· πάσην ὀφείλομεν ἐνδείξασθαι σπουδήν, ἵνα ταύτην κτησώμεθα. | |
1.55(t) | ΝΕʹ. | |
1 | Εἰ ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται, ὁ φθονῶν τῷ ἀδελφῷ καὶ λυπούμενος τῇ εὐδοκιμήσει αὐτοῦ καὶ σκώμμασι χραίνων τὴν ὑπό‐ ληψιν αὐτοῦ ἢ ἔν τινι κακοηθείᾳ ἐπιβουλεύων αὐτῷ, πῶς οὐκ ἀλλότριον | |
ἑαυτὸν τῆς ἀγάπης καθίστησι καὶ ἔνοχον τῆς αἰωνίου κρίσεως; | 68 | |
1.56(t) | Νϛʹ. | |
1 | Εἰ πλήρωμα νόμου ἡ ἀγάπη, ὁ μνησικακῶν τῷ ἀδελφῷ καὶ δόλους κατ’ αὐτοῦ σκευάζων καὶ κατευχόμενος αὐτοῦ καὶ ἐπιχαίρων τῷ πτώματι αὐτοῦ, πῶς οὐ παράνομός ἐστι καὶ τῆς αἰωνίου κολάσεως ἄξιος; | |
1.57(t) | ΝΖʹ. | |
1 | Εἰ ὁ καταλαλῶν ἀδελφοῦ καὶ κρίνων ἀδελφόν, καταλαλεῖ νόμου καὶ κρίνει νόμον· ὁ δὲ νόμος τοῦ Χριστοῦ ἐστιν ἡ ἀγάπη· πῶς τῆς ἀγάπης τοῦ Χριστοῦ ὁ κατάλαλος οὐκ ἐκπίπτει καὶ αἴτιος ἑαυτῷ γίνεται κολάσεως αἰωνίου; | |
1.58(t) | ΝΗʹ. | |
1 | Μὴ δῷς τὴν ἀκοήν σου τῇ γλώσσῃ τοῦ καταλάλου μηδὲ τὴν γλῶσσάν σου τῇ ἀκοῇ τοῦ φιλοψόγου, ἡδέως λαλῶν ἢ ἀκούων κατὰ τοῦ πέλας, ἵνα μὴ ἐκπέσῃς τῆς θείας ἀγάπης καὶ ἀλλότριος εὑρεθῇς τῆς αἰωνίου ζωῆς. | |
1.59(t) | ΝΘʹ. | |
1 | Μὴ καταδέχου κατὰ τοῦ πατρός σου λοιδορίαν μηδὲ προθυμοποιήσῃς τὸν ἀτιμάζοντα αὐτόν, ἵνα μὴ ὀργισθῇ Κύριος ἐπὶ τοῖς ἔργοις σου καὶ ἐξολοθρεύσῃ σε ἐκ τῆς γῆς τῶν ζώντων. | |
1.60(t) | Ξʹ. | |
1 | Ἐπιστόμιζε τὸν καταλαλοῦντα ἐν ἀκοαίς σου, ἵνα μὴ διπλῆν ἁμαρτίαν σὺν αὐτῷ ἁμαρτάνῃς καὶ σαυτὸν ὀλεθρίῳ πάθει ἐθίζων κἀκεῖνον κατὰ τοῦ | |
πλησίον φλυαρεῖν οὐκ ἀνακόπτων. | 70 | |
1.61(t) | ΞΑʹ. | |
1 | Ἐγὼ δὲ λέγω ὑμῖν, φησὶν ὁ Κύριος· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς. Διὰ τί ταῦτα προσέταξεν; Ἵνα σε μίσους καὶ λύπης καὶ ὀργῆς καὶ μνησικακίας ἐλευθερώσῃ καὶ τοῦ μεγίστου κτήματος τῆς τελείας ἀγάπης | |
5 | καταξιώσῃ· ἣν ἀμήχανον ἔχειν τὸν μὴ πάντας ἀνθρώπους ἐξ ἴσου ἀγαπῶντα κατὰ μίμησιν Θεοῦ, τοῦ πάντας ἀνθρώπους ἐξ ἴσου ἀγαπῶντος καὶ θέλοντος σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. | |
1.62(t) | ΞΒʹ. | |
1 | Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ’ ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον· καὶ τῷ ἀγγαρεύοντί σε μίλιον ἕν, ὕπαγε μετ’ αὐτοῦ δύο. Διὰ τί; Ἵνα σε ἀόργητον | |
5 | καὶ ἄλυπον διαφυλάξῃ κἀκεῖνον διὰ τῆς σῆς ἀνεξικακίας παιδεύσῃ καὶ ἀμφοτέρους ὡς ἀγαθὸς ὑπὸ τὸν ζυγὸν τῆς ἀγάπης ἀγάγῃ. | |
1.63(t) | ΞΓʹ. | |
1 | Πρὸς ἅπερ πράγματά ποτε πεπόνθαμεν, τούτων καὶ τὰς φανθασίας ἐμπαθεῖς περιφέρομεν. Ὁ οὖν τὰς ἐμπαθεῖς νικῶν φαντασίας, καὶ τῶν πραγμάτων ὧν αἱ φαντασίαι πάντως καταφρονεῖ· ἐπειδὴ τοῦ πρὸς τὰ πράγ‐ ματα πολέμου ὁ πρὸς τὰς μνήμας τοσοῦτόν ἐστι χαλεπώτερος, ὅσον τοῦ | |
5 | κατ’ ἐνέργειαν ἁμαρτάνειν τὸ κατὰ διάνοιάν ἐστιν εὐκοπώτερον. | |
1.64(t) | ΞΔʹ. | |
1 | Τῶν παθῶν τὰ μέν ἐστι σωματικά, τὰ δὲ ψυχικά. Καὶ τὰ μὲν σωμα‐ τικὰ ἐκ τοῦ σώματος ἔχει τὰς ἀφορμάς· τὰ δὲ ψυχικά, ἐκ τῶν ἔξωθεν πραγμάτων. Ἀμφότερα δὲ περικόπτει ἀγάπη καὶ ἐγκράτεια· ἡ μέν, τὰ | |
ψυχικά· ἡ δέ, τὰ σωματικά. | 72 | |
1.65(t) | ΞΕʹ. | |
1 | Τὰ μὲν τῶν παθῶν, θυμικοῦ· τὰ δὲ τοῦ ἐπιθυμητικοῦ μέρους τῆς ψυχῆς τυγχάνει. Ἀμφότερα δὲ διὰ τῶν αἰσθήσεων κινεῖται· τότε δὲ κινεῖται, ὅτε ἀγάπης ἡ ψυχὴ καὶ ἐγκρατείας ἐκτὸς εὑρίσκεται. | |
1.66(t) | Ξϛʹ. | |
1 | Δυσκαταγώνιστα μᾶλλον τὰ τοῦ θυμικοῦ μέρους τῆς ψυχῆς πάθη παρὰ τὰ τοῦ ἐπιθυμητικοῦ τυγχάνει· διὸ καὶ μεῖζον τὸ φάρμακον κατ’ αὐτοῦ ἡ ἐντολὴ τῆς ἀγάπης ὑπὸ τοῦ Κυρίου ἐδόθη. | |
1.67(t) | ΞΖʹ. | |
1 | Πάντα τὰ ἄλλα πάθη ἢ τοῦ θυμικοῦ μέρους τῆς ψυχῆς ἢ τοῦ ἐπιθυμη‐ τικοῦ μόνον ἐφάπτεται ἢ καὶ τοῦ λογιστικοῦ, ὡς ἡ λήθη καὶ ἡ ἄγνοια· ἡ δὲ ἀκηδία, πασῶν τῶν τῆς ψυχῆς δυνάμεων ἐπιδραττομένη, πάντα σχεδὸν ὁμοθυμαδὸν κινεῖ τὰ πάθη· διὸ καὶ πάντων τῶν ἄλλων παθῶν ἐστι βαρύ‐ | |
5 | τατον. Καλῶς οὗν ὁ Κύριος τὸ κατ’ αὐτῆς φάρμακον δεδωκώς· Ἐν τῇ ὑπομονῇ ὑμῶν, λέγει, κτήσασθε τὰς ψυχὰς ὑμῶν. | |
1.68(t) | ΞΗʹ. | |
1 | Μὴ πλήξῃς ποτέ τινα τῶν ἀδελφῶν, παραλόγως μάλιστα, μήποτε μὴ φέρων τὴν θλίψιν ἀναχωρήσῃ καὶ οὐ μὴ ἐκφεύξῃ ποτὲ τὸν ἔλεγχον τοῦ συνειδότος, ἀεί σοι λύπην ἐν τῷ καιρῷ τῆς προσευχῆς προξενοῦντα καὶ τῆς θείας παρρησίας τὸν νοῦν ἀπελαύνοντα. | |
1.69(t) | ΞΘʹ. | |
1 | Μὴ ἀνάσχῃ τῶν σκάνδαλά σοι φερουσῶν ὑπονοιῶν ἢ καὶ ἀνθρώπων κατά τινων· οἱ γὰρ παραδεχόμενοι σκάνδαλα ἐν οἵῳ δήποτε τρόπῳ τῶν κατὰ προαίρεσιν ἢ παρὰ προαίρεσιν συμβαινόντων, οὐκ ἴσασι τὴν ὁδὸν τῆς εἰρήνης, τὴν φέρουσαν διὰ τῆς ἀγάπης εἰς τὴν γνῶσιν τοῦ Θεοῦ τοὺς | |
5 | ταύτης ἐραστάς. | 74 |
1.70(t) | Οʹ. | |
1 | Οὔπω ἔχει τελείαν τὴν ἀγάπην ὁ ἔτι ταῖς γνώμαις τῶν ἀνθρώπων συνδιατιθέμενος, οἷον τὸν μὲν ἀγαπῶν, τὸν δὲ μισῶν διὰ τόδε ἢ τόδε· ἢ καὶ τὸν αὐτόν ποτε μὲν ἀγαπῶν, ποτὲ δὲ μισῶν διὰ τὰς αὐτὰς αἰτίας. | |
1.71(t) | ΟΑʹ. | |
1 | Ἡ τελεία ἀγάπη οὐ συνδιασχίζει τὴν μίαν τῶν ἀνθρώπων φύσιν ταῖς διαφόροις αὐτῶν γνώμαις, ἀλλ’ εἰς αὐτὴν ἀεὶ ἀποβλεπομένη πάντας ἀν‐ θρώπους ἐξ ἴσου ἀγαπᾷ· τοὺς μὲν σπουδαίους ὡς φίλους, τοὺς δὲ φαύλους ὡς ἐχθροὺς ἀγαπᾷ, εὐεργετοῦσα καὶ μακροθυμοῦσα καὶ ὑπομένουσα τὰ | |
5 | παρ’ αὐτῶν ἐπαγόμενα· τὸ κακὸν τὸ σύνολον μὴ λογιζομένη, ἀλλὰ καὶ πάσχουσα ὑπὲρ αὐτῶν, εἰ καιρὸς καλέσειεν, ἵνα καὶ αὐτοὺς ποιήσῃ φίλους, εἰ οἷόν τε· εἰ δὲ μή, τῆς γε ἰδίας διαθέσεως οὐκ ἐκπίπτει, τοῦς τῆς ἀγάπης καρποὺς ἀεὶ ἐξ ἴσου πρὸς πάντας ἀνθρώπους ἐνδεικνυμένη. Διὸ καὶ ὁ Κύ‐ ριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς Χριστός, τὴν αὑτοῦ ἀγάπην εἰς ἡμᾶς ἐνδειξά‐ | |
10 | μενος, ὑπὲρ ὅλης τῆς ἀνθρωπότητος ἔπαθεν καὶ πᾶσιν ἐξ ἴσου τὴν ἐλπίδα τῆς ἀναστάσεως ἐχαρίσατο· εἰ καὶ ἕκαστος ἑαυτὸν εἴτε δόξης εἴτε κολάσεως καθίστησιν ἄξιον. | |
1.72(t) | ΟΒʹ. | |
1 | Ὁ μὴ καταφρονῶν δόξης καὶ ἀτιμίας, πλούτου καὶ πενίας, ἡδονῆς τε καὶ λύπης, τελείαν ἀγάπην οὔπω ἐκτήσατο· ἡ γὰρ τελεία ἀγάπη οὐ μόνον τούτων καταφρονεῖ, ἀλλὰ καὶ αὐτῆς τῆς προσκαίρου ζωῆς καὶ τοῦ θανάτου. | |
1.73(t) | ΟΓʹ. | |
1 | Ἄκουε τῶν καταξιωθέντων τῆς θελείας ἀγάπης ποῖα λέγουσι· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλίψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; Καθὼς γέγραπται, ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. | |
5 | Ἀλλ’ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις | |
οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· καὶ ταῦτα μὲν περὶ τῆς εἰς Θεὸν ἀγάπης καὶ λέγοντες | 76 | |
10 | καὶ πράττοντές εἰσι πάντες οἱ ἅγιοι. | |
1.74(t) | ΟΔʹ. | |
1 | Περὶ δὲ τῆς εἰς τὸν πλησίον ἀγάπης ἄκουε πάλιν οἷα λέγουσιν. Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι καὶ τῆς συνειδήσεώς μου ἐν Πνεύματι ἁγίῳ· ὅτι λύπη μοί ἐστι πολλὴ καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου. Ηὐχόμην γὰρ ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ | |
5 | Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται· καὶ τὰ ἑξῆς. Ὡσαύτως καὶ ὁ Μωυσῆς καὶ οἱ λοιποὶ ἅγιοι. | |
1.75(t) | ΟΕʹ. | |
1 | Ὁ μὴ καταφρονῶν δόξης καὶ ἡδονῆς καὶ τῆς τῶν τούτων αὐξητικῆς καὶ δι’ αὐτὰς συνισταμένης φιλαργυρίας, τὰς τοῦ θυμοῦ προφάσεις κόπτειν οὐ δύναται· ὁ δὲ ταύτας μὴ κόπτων, τῆς τελείας ἀγάπης τυχεῖν οὐ δύναται. | |
1.76(t) | Οϛʹ. | |
1 | Ταπείνωσις καὶ κακοπάθεια πάσης ἁμαρτίας ἐλευθεροῦσι τὸν ἄνθρωπον· ἡ μέν, τὰ τῆς ψυχῆς· ἡ δέ, τὰ τοῦ σώματος περικόπτουσα πάθη. Τοῦτο γὰρ ποιῶν καὶ ὁ μακάριος Δαβὶδ φαίνεται, ἐν οἷς εὔχεται πρὸς τὸν Θεὸν λέγων· Ἰδὲ τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου καὶ ἄφες πάσας τὰς ἁμαρτίας | |
5 | μου. | |
1.77(t) | ΟΖʹ. | |
1 | Διὰ μὲν τῶν ἐντολῶν ὁ Κύριος ἀπαθεῖς τοὺς ἐργαζομένους αὐτὰς ἀποτελεῖ· διὰ δὲ τῶν θείων δογμάτων τὸν φωτισμὸν τῆς γνώσεως αὐτοῖς | |
χαρίζεται. | 78 | |
1.78(t) | ΟΗʹ. | |
1 | Πάντα τὰ δόγματα ἢ περὶ Θεοῦ εἰσιν ἢ περὶ ὁρατῶν καὶ ἀοράτων ἢ περὶ τῆς ἐν αὐτοῖς προνοίας καὶ κρίσεως. | |
1.79(t) | ΟΘʹ. | |
1 | Ἡ μὲν ἐλεημοσύνη τὸ θυμικὸν μέρος τῆς ψυχῆς θεραπεύει· ἡ δὲ νηστεία τὴν ἐπιθυμίαν μαραίνει· ἡ δὲ προσευχὴ τὸν νοῦν καθαίρει καὶ πρὸς τὴν τῶν ὄντων θεωρίαν παρασκευάζει. Πρὸς γὰρ τὰς δυνάμεις τῆς ψυχῆς καὶ τὰς ἐντολὰς ὁ Κύριος ἡμῖν ἐχαρίσατο. | |
1.80(t) | Πʹ. | |
1 | Μάθετε ἀπ’ ἐμοῦ, φησίν, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ τὰ ἑξῆς. Ἡ μὲν πραότης ἀτάραχον τὸν θυμὸν διαφυλάττει· ἡ δὲ τα‐ πείνωσις τύφου καὶ κενοδοξίας τὸν νοῦν ἐλευθεροῖ. | |
1.81(t) | ΠΑʹ. | |
1 | Διττός ἐστιν ὁ τοῦ Θεοῦ φόβος· ὁ μὲν ἐκ τῶν ἀπειλῶν τῆς κολάσεως ἡμῖν ἐντικτόμενος, δι’ ὃν ἡ ἐγκράτεια καὶ ἡ ὑπομονὴ καὶ ἡ εἰς Θεὸν ἐλπὶς καὶ ἡ ἀπάθεια, ἐξ ἧς ἡ ἀγάπη, κατὰ τάξιν ἡμῖν ἐγγίνονται· ὁ δὲ αὐτῇ τῇ ἀγάπῃ συνέζευκται, εὐλάβειαν τῇ ψυχῇ ἀεὶ ἐμποιῶν, ἵνα μὴ διὰ τὴν τῆς ἀγάπης | |
5 | παρρησίαν εἰς καταφρόνησιν Θεοῦ ἔλθῃ. | |
1.82(t) | ΠΒʹ. | |
1 | Τὸν μὲν πρῶτον φόβον ἔξω βάλλει ἡ τελεία ἀγάπη τῆς ψυχῆς τῆς κε‐ κτημένης αὐτήν, μηκέτι τὴν κόλασιν φοβουμένην· τὸν δὲ δεύτερον ἑαυτῇ ἔχει ἀεί, ὡς εἴρηται, συνεζευγμένον. Καὶ τῷ μὲν πρώτῳ φόβῳ ἁρμόζει τό· Τῷ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ, καί· Ἀρχὴ σοφίας, φόβος Κυρίου. | |
5 | Τῷ δὲ δευτέρῳ τό· Ὁ φόβος Κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος, | |
καὶ τό· Οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. | 80 | |
1.83(t) | ΠΓʹ. | |
1 | Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς· πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν καὶ τὴν πλεονεζίαν, καὶ τὰ ἑξῆς. Γῆν μὲν ὠνόμασε τὸ φρόνημα τῆς σαρκός· πορνείαν δὲ εἶπε τὴν κατ’ ἐνέργειαν ἁμαρτίαν· ἀκαθαρσίαν δὲ τὴν συγκατάθεσιν ἐκάλεσε· πάθος δὲ τὸν ἐμπαθῆ λογισμὸν | |
5 | ὠνόμασεν· ἐπιθυμίαν δὲ κακὴν τὴν ψιλὴν τοῦ λογισμοῦ τῆς ἐπιθυμίας παραδοχήν· πλεονεξίαν δὲ τὴν γεννητικήν τε καὶ αὐξητικὴν τοῦ πάθους ὠνόμασεν ὕλην. Ταῦτα οὖν πάντα ὡς μέλη ὄντα τοῦ φρονήματος τῆς σαρκὸς ἐκέλευσεν ὁ Θεῖος Ἀπόστολος νεκρῶσαι. | |
1.84(t) | ΠΔʹ. | |
1 | Πρῶτον μὲν ἡ μνήμη ψιλὸν τὸν λογισμὸν ἐπὶ τὸν νοῦν ἀναφέρει· καὶ τούτου ἐγχρονίζοντος, κινεῖ τὸ πάθος· τούτου δὲ μὴ ἀναιρουμένου, κάμπτει τὸν νοῦν εἰς συγκατάθεσιν· ταύτης δὲ γενομένης, ἔρχεται λοιπὸν εἰς τὴν κατ’ ἐνέργειαν ἁμαρτίαν. Ὁ οὖν πάνσοφος Ἀπόστολος πρὸς τοὺς ἀπὸ | |
5 | ἐθνῶν γράφων, τὸ ἀποτέλεσμα πρῶτον κελεύει ἀναιρεῖν τῆς ἁμαρτίας· εἶτα κατὰ τάξιν ἀναποδίζοντας, εἰς τὴν αἰτίαν καταλήγειν. Ἡ δὲ αἰτία ἐστὶν ἡ γεννητική, ὡς προείρηται, καὶ αὐξητικὴ τοῦ πάθους πλεονεξία. Οἶμαι δὲ ἐνταῦθα τὴν γαστριμαργίαν σημαίνειν ὡς μητέρα καὶ τροφὸν τῆς πορνείας ὑπάρχουσαν. Ἡ γὰρ πλεονεξία οὐ μόνον ἐπὶ χρημάτων, ἀλλὰ | |
10 | καὶ ἐπὶ βρωμάτων κακή· ὥσπερ καὶ ἡ ἐγκράτεια οὐ μόνον ἐπὶ βρωμάτων, ἀλλὰ καὶ ἐπὶ χρημάτων καλή. | |
1.85(t) | ΠΕʹ. | |
1 | Ὥσπερ στρουθίον τὸν πόδα δεδεμένον ἀρχόμενον πέτεσθαι, ἐπὶ τὴν γῆν κατασπᾶται, τῷ σχοινίῳ ἑλκόμενον· οὕτω καὶ ὁ νοῦς μήπω ἀπάθειαν κτησάμενος καὶ ἐπὶ τὴν τῶν οὐρανίων γνῶσιν πετόμενος, ὑπὸ τῶν παθῶν καθελκόμενος ἐπὶ τὴν γῆν κατασπᾶται. | |
1.86(t) | Πϛʹ. | |
1 | Ὅταν ὁ νοῦς τελείως τῶν παθῶν ἐλευθερωθῇ, τότε ἐπὶ τὴν θεωρίαν τῶν ὄντων ἀμεταστρεπτὶ ὁδεύει, ἐπὶ τὴν γνῶσιν τῆς ἁγίας Τριάδος τὴν | |
πορείαν ποιούμενος. | 82 | |
1.87(t) | ΠΖʹ. | |
1 | Καθαρὸς ὑπάρχων ὁ νοῦς, τὰ νοήματα τῶν πραγμάτων ἀναλαμβάνων εἰς τὴν πνευματικὴν θεωρίαν αὐτῶν κινεῖται· ἀκάθαρτος δὲ ἐκ ῥαθυμίας γεγονώς, τὰ μὲν τῶν λοιπῶν πραγμάτων νοήματα ψιλὰ φαντάζεται, τὰ δὲ ἀνθρώπινα δεχόμενος εἰς αἰσχροὺς ἢ πονηροὺς λογισμοὺς μετατρέπεται. | |
1.88(t) | ΠΗʹ. | |
1 | Ὅταν ἀεὶ ἐν τῷ καιρῷ τῆς προσευχῆς μηδὲν τῶν τοῦ κόσμου νοημάτων διενοχλήσῃ τῷ νῷ, τότε γίνωσκε σαυτὸν μὴ ἔξω εἶναι τῶν ὅρων τῆς ἀπα‐ θείας. | |
1.89(t) | ΠΘʹ. | |
1 | Ὅταν ἡ ψυχὴ ἄρχηται τῆς ἰδίας ὑγιείας ἐπαισθάνεσθαι, τότε καὶ τὰς ἐν τοῖς ὕπνοις φαντασίας ψιλὰς καὶ ἀταράχους ἄρχεται βλέπειν. | |
1.90(t) | ʹ. | |
1 | Ὥσπερ τὸν αἰσθητὸν ὀφθαλμὸν ἡ καλλονὴ τῶν ὁρατῶν, οὕτω καὶ τὸν καθαρὸν νοῦν ἡ γνῶσις τῶν ἀοράτων πρὸς ἑαυτὴν ἐπισπᾶται· ἀόρατα δὲ λέγω τὰ ἀσώματα. | |
1.91(t) | ϙΑʹ. | |
1 | Μέγα μὲν τὸ πρὸς τὰ πράγματα μὴ πάσχειν· μεῖζον δὲ πολλῷ τὸ πρὸς τὰς φαντασίας αὐτῶν ἀπαθῆ διαμεῖναι. Διότι ὁ διὰ τῶν λογισμῶν πρὸς ἡμᾶς τῶν δαιμόνων πόλεμος τοῦ διὰ τῶν πραγμάτων πολέμου ἐστὶ χαλε‐ πώτερος. | |
1.92(t) | ϙΒʹ. | |
1 | Ὁ τὰς ἀρετὰς κατορθώσας καὶ τῇ γνώσει πλουτήσας, ὡς φυσικῶς λοιπὸν τὰ πράγματα διορῶν, πάντα κατὰ τὸν ὀρθὸν λόγον καὶ πράττει καὶ διαλέγεται, τὸ σύνολον μὴ παρατρεπόμενος. Ἐκ γὰρ τοῦ εὐλόγως ἢ ἀλόγως | |
τοῖς πράγμασι χρήσασθαι ἢ ἐνάρετοι ἢ φαῦλοι γινόμεθα. | 84 | |
1.93(t) | ϙΓʹ. | |
1 | Σημεῖον ἄκρας ἀπαθείας τὸ ψιλὰ τὰ νοήματα τῶν πραγμάτων ἀεὶ ἀναβαίνειν ἐπὶ τὴν καρδίαν καὶ ἐγρηγορότος τοῦ σώματος καὶ κατὰ τοὺς ὕπνους. | |
1.94(t) | ϙΔʹ. | |
1 | Διὰ μὲν τῆς ἐργασίας τῶν ἐντολῶν τὰ πάθη ὁ νοῦς ἀποδύεται· διὰ δὲ τῆς τῶν ὁρατῶν πνευματικῆς θεωρίας, τὰ ἐμπαθῆ τῶν πραγμάτων νοή‐ ματα· διὰ δὲ τῆς τῶν ἀοράτων γνώσεως, τὴν τῶν ὁρατῶν θεωρίαν· ταύτην δέ, διὰ τῆς γνώσεως τῆς ἁγίας Τριάδος. | |
1.95(t) | ϙΕʹ. | |
1 | Ὥσπερ ὁ ἥλιος ἀνατέλλων καὶ τὸν κόσμον φωτίζων δείκνυσί τε ἑαυτὸν καὶ τὰ ὑπ’ αὐτοῦ φωτιζόμενα πράγματα· οὕτω καὶ ὁ τῆς δικαιοσύνης ἥλιος τῷ καθαρῷ νῷ ἀνατέλλων καὶ ἑαυτὸν δείκνυσι καὶ πάντων τῶν ὑπ’ αὐτοῦ γεγονότων καὶ γενησομένων τοὺς λόγους. | |
1.96(t) | ϙϛʹ. | |
1 | Οὐκ ἐκ τῆς οὐσίας αὐτοῦ τὸν Θεὸν γινώσκομεν, ἀλλ’ ἐκ τῆς μεγαλουρ‐ γίας αὐτοῦ καὶ προνοίας τῶν ὄντων· διὰ τούτων γὰρ ὡς δι’ ἐσόπτρων τὴν ἄπειρον ἀγαθότητα καὶ σοφίαν καὶ δύναμιν κατανοοῦμεν. | |
1.97(t) | ϙΖʹ. | |
1 | Ὁ καθαρὸς νοῦς ἢ ἐν τοῖς ψιλοῖς νοήμασι τῶν ἀνθρωπίνων πραγμάτων εὑρίσκεται ἢ ἐν τῇ τῶν ὁρατῶν φυσικῇ θεωρίᾳ ἢ ἐν τῇ τῶν ἀοράτων ἢ | |
ἐν τῷ φωτὶ τῆς ἁγίας Τριάδος. | 86 | |
1.98(t) | ϙΗʹ. | |
1 | Ἐν μὲν τῇ τῶν ὁρατῶν θεωρίᾳ γενόμενος ὁ νοῦς ἢ τοὺς φυσικοὺς αὐτῶν λόγους ἐρευνᾷ ἢ τοὺς δι’ αὐτῶν σημαινομένους ἢ αὐτὴν τὴν αἰτίαν ζητεῖ. | |
1.99(t) | ϙΘʹ. | |
1 | Ἐν δὲ τῇ τῶν ἀοράτων διατρίβων τούς τε φυσικοὺς αὐτῶν λόγους ζητεῖ καὶ τὴν αἰτίαν τῆς γενέσεως αὐτῶν καὶ τὰ τούτοις ἀκόλουθα καὶ τίς ἡ περὶ αὐτοὺς πρόνοια καὶ κρίσις. | |
1.100(t) | Ρʹ. | |
1 | Ἐν δὲ Θεῷ γενόμενος, τοὺς περὶ τῆς οὐσίας αὐτοῦ πρῶτον λόγους ζητεῖ μὲν ὑπὸ τοῦ πόθου φλεγόμενος, οὐκ ἐκ τῶν κατ’ αὐτὸν δὲ παρα‐ μυθίαν εὑρίσκει· ἀμήχανον γὰρ τοῦτο καὶ ἀνένδεκτον πάσῃ γενετῇ φύσει ἐξ ἴσου. Ἐκ δὲ τῶν περὶ αὐτὸν παραμυθεῖται, λέγω δὴ τῶν περὶ ἀϊδιότητος, | |
5 | ἀπειρίας τε καὶ ἀοριστίας, ἀγαθότητός τε καὶ σοφίας καὶ δυνάμεως δημιουρ‐ γικῆς τε καὶ προνοητικῆς καὶ κριτικῆς τῶν ὄντων. Καὶ τοῦτο πάντῃ κατα‐ ληπτὸν αὐτοῦ μόνον, ἡ ἀπειρία· καὶ αὐτὸ τὸ μηδὲν γινώσκειν, ὑπὲρ νοῦν | |
γινώσκειν, ὥς που οἱ θεολόγοι ἄνδρες εἰρήκασι Γρηγόριός τε καὶ Διονύσιος. | 88 | |
2t1-100 | ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΑΓΑΠΗΣ ΕΚΑΤΟΝΤΑΣ ΔΕΥΤΕΡΑ | |
2.1(t) | Αʹ. | |
1 | Ὁ γνησίως τὸν Θεὸν ἀγαπῶν, οὗτος καὶ ἀπερισπάστως πάντως προσ‐ εύχεται· καὶ ὁ ἀπερισπάστως πάντως προσευχόμενος, οὗτος καὶ γνησίως τὸν Θεὸν ἀγαπᾷ. Οὐκ εὔχεται δὲ ἀπερισπάστως ὅ τινι τῶν ἐπιγείων ἔχων τὸν νοῦν προσηλωμένον· οὐκ ἄρα ἀγαπᾷ τὸν Θεὸν ὅ τινι τῶν ἐπιγείων | |
5 | ἔχον τὸν νοῦν προσδεδεμένον. | |
2.2(t) | Βʹ. | |
1 | Ὁ νοῦς πράγματι χρονίζων αἰσθητῷ πάθος ἔχει πάντως πρὸς αὐτό, οἷον ἐπιθυμίας ἢ λύπης ἢ ὀργῆς ἢ μνησικακίας· καὶ εἰ μὴ τοῦ πράγματος ἐκείνου καταφρονεῖ, τοῦ πάθους ἐκείνου ἐλευθεροῦσθαι οὐ δύναται. | |
2.3(t) | Γʹ. | |
1 | Τὰ μὲν πάθη τοῦ νοῦ κρατοῦντα συνδεσμοῦσιν αὐτὸν τοῖς πράγμασι τοῖς ὑλικοῖς· καὶ τοῦ Θεοῦ χωρίσαντα αὐτοῖς ἐνασχολεῖσθαι ποιοῦσιν. Ἡ δὲ τοῦ Θεοῦ ἀγάπη κρατήσασα λύει αὐτὸν τῶν δεσμῶν, περιφρονεῖν πείθουσα οὐ μόνον τῶν αἰσθητῶν πραγμάτων, ἀλλὰ καὶ αὐτῆς ἡμῶν τῆς | |
5 | προσκαίρου ζωῆς. | |
2.4(t) | Δʹ. | |
1 | Ἔργον τῶν ἐντολῶν, ψιλὰ ποιεῖν τὰ τῶν πραγμάτων νοήματα· ἀναγνώ‐ σεως δὲ καὶ θεωρίας, ἄϋλον καὶ ἀνείδεον τὸν νοῦν ἀπεργάζεσθαι· ἐκ δὲ τούτου συμβαίνει τὸ ἀπερισπάστως προσεύχεσθαι. | |
2.5(t) | Εʹ. | |
1 | Οὐκ ἀρκεῖ ἡ πρακτικὴ μέθοδος πρὸς τὸ τελείως τὸν νοῦν τῶν παθῶν ἐλευθερωθῆναι, ὥστε δυνηθῆναι αὐτὸν ἀπερισπάστως προσεύχεσθαι, εἰ μὴ καὶ διάφοροι αὐτὸν διαδέχονται πνευματικαὶ θεωρίαι. Ἡ μὲν γὰρ ἀκρασίας καὶ μίσους μόνον τὸν νοῦν ἐλευθεροῖ, αἱ δὲ καὶ λήθης καὶ ἀγνοίας | |
5 | αὐτὸν ἀπαλλάττουσι· καὶ οὕτω δυνήσεται ὡς δεῖ προσεύχεσθαι. | 90 |
2.6(t) | ϛʹ. | |
1 | Τῆς καθαρᾶς προσευχῆς δύο εἰσὶν ἀκρόταται καταστάσεις· ἡ μὲν τοῖς πρακτικοῖς, ἡ δὲ τοῖς θεωρητικοῖς ἐπισυμβαίνουσα. Καὶ ἡ μὲν ἐκ φόβου Θεοῦ καὶ ἐλπίδος ἀγαθῆς τῇ ψυχῇ ἐγγίνεται· ἡ δέ, ἀπὸ θείου ἔρωτος καὶ ἀκροτάτης καθάρσεως. Γνωρίσματα δὲ τοῦ μὲν πρώτου μέτρου, τὸ ἐντὸς | |
5 | συναγαγεῖν τὸν νοῦν ἐκ πάντων τῶν τοῦ κόσμου νοημάτων καὶ ὡς αὐτῷ αὐτοῦ παρισταμένου τοῦ Θεοῦ, ὥσπερ καὶ παρέστη, ποιεῖσθαι τὰς προσ‐ ευχὰς ἀπερισπάστως καὶ ἀνενοχλήτως· τοῦ δὲ δευτέρου, τὸ ἐν αὐτῇ τῇ ὁρμῇ τῆς προσευχῆς ἁρπαγῆναι τὸν νοῦν ὑπὸ τοῦ θείου καὶ ἀπείρου φωτὸς καὶ μήτε ἑαυτοῦ μήτε τινὸς ἄλλου τῶν ὄντων τὸ σύνολον ἐπαισθάνεσθαι, | |
10 | εἰ μὴ μόνου τοῦ διὰ τῆς ἀγάπης ἐν αὐτῷ τὴν τοιαύτην ἔλλαμψιν ἐνεργοῦντος. Τότε δὲ καὶ περὶ τοὺς περὶ Θεοῦ λόγους κινούμενος, καθαρὰς καὶ τρανὰς τὰς περὶ αὐτοῦ λαμβάνει ἐμφάσεις. | |
2.7(t) | Ζʹ. | |
1 | Ὅ τις ἀγαπᾷ, τοῦτο καὶ ἀντέχεται πάντως καὶ πάντων τῶν πρὸς τοῦτο ἐμποδιζόντων αὐτῷ καταφρονεῖ, ἵνα μὴ αὐτοῦ στερηθῇ· καὶ ὁ τὸν Θεὸν ἀγαπῶν ἐπιμελεῖται καθαρᾶς προσευχῆς καὶ πᾶν πάθος πρὸς τοῦτο ἐμποδίζον αὐτῷ ἀποβάλλει ἐξ ἑαυτοῦ. | |
2.8(t) | Ηʹ. | |
1 | Ὁ τὴν μητέρα τῶν παθῶν ἀποβαλῶν φιλαυτίαν, καὶ τὰ λοιπὰ εὐχερῶς σὺν Θεῷ ἀποτίθεται, οἷον ὀργήν, λύπην, μνησικακίαν καὶ τὰ ἑξῆς· ὁ δὲ ὑπὸ τοῦ προτέρου κρατούμενος, ὑπὸ τῶν δευτέρων κἂν μὴ θέλῃ τιτρώσκεται. Φιλαυτία δέ ἐστι τὸ πρὸς τὸ σῶμα πάθος. | |
2.9(t) | Θʹ. | |
1 | Διὰ τὰς πέντε ταύτας αἰτίας οἱ ἄνθρωποι ἀγαπῶσιν ἀλλήλους εἴτε | |
ἐπαινετῶς εἴτε ψεκτῶς· οἷον ἢ διὰ τὸν Θεόν, ὡς ὁ ἐνάρετος πάντας καὶ ὡς ὁ τὸν ἐνάρετον κἂν μήπω ἐνάρετος· ἢ διὰ φύσιν, ὡς οἱ γονεῖς τὰ τέκνα καὶ ἔμπαλιν· ἢ διὰ κενοδοξίαν, ὡς ὁ δοξαζόμενος τὸν δοξάζοντα· ἢ διὰ φιλαρ‐ | 92 | |
5 | γυρίαν, ὡς ὁ τὸν πλούσιον διὰ λήψιν· ἢ διὰ φιληδονίαν, ὡς ὁ τὴν γαστέρα θεραπευόμενος καὶ τὰ ὑπογάστρια. Καὶ ἡ μὲν πρώτη, ἐπαινετή· ἡ δὲ δευτέρα, μέση· αἱ δὲ λοιπαί, ἐμπαθεῖς. | |
2.10(t) | Ιʹ. | |
1 | Ἐὰν τινὰς μὲν μισῇς, τινὰς δὲ οὐδὲ ἀγαπᾷς οὐδὲ μισῇς· ἑτέρους δὲ ἀγαπᾷς, ἀλλὰ συμμέτρως, ἄλλους δὲ σφόδρα ἀγαπᾷς· ἐκ ταύτης τῆς ἀνι‐ σότητος γνῶθι ὅτι μακρὰν εἶ τῆς τελείας ἀγάπης, ἥτις ὑποτίθεται πάντα ἄνθρωπον ἐξ ἴσου ἀγαπῆσαι. | |
2.11(t) | ΙΑʹ. | |
1 | Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν. Τουτέστι· πολέμησον τοὺς ἐχθρούς, ἵνα μειώσῃς τὰ πάθη· ἔπειτα δὲ νῆφε, ἵνα μὴ αὐξήσωσι. Καὶ πάλιν· πολέμησον, ἵνα κτήσῃ τὰς ἀρετάς, καὶ μετέπειτα νῆφε, ἵνα αὐτὰς διαφυλάξῃς. Καὶ τοῦτο ἂν εἴη τὸ ἐργάζεσθαι καὶ φυλάσσειν. | |
2.12(t) | ΙΒʹ. | |
1 | Οἱ κατὰ συγχώρησιν Θεοῦ πειράζοντες ἡμᾶς ἢ τὸ ἐπιθυμητικὸν τῆς ψυχῆς ἐκθερμαίνουσιν ἢ τὸ θυμικὸν ἐκταράσσουσιν ἢ τὸ λογιστικὸν ἐπισκο‐ τίζουσιν ἢ τὸ σῶμα ὀδύναις περιβάλλουσιν ἢ τὰ σωματικὰ διαρπάζουσιν. | |
2.13(t) | ΙΓʹ. | |
1 | Ἢ δι’ ἑαυτῶν ἡμᾶς οἱ δαίμονες ἐκπειράζουσιν ἢ τοὺς μὴ φοβουμένους τὸν Κύριον καθ’ ἡμῶν ἐφοπλίζουσι· καὶ δι’ ἑαυτῶν μέν, ὅταν ἐκ τῶν ἀν‐ θρώπων ἰδιάσωμεν, ὥσπερ καὶ τὸν Κύριον ἐν τῇ ἐρήμῳ· διὰ τῶν ἀνθρώπων | |
δέ, ὅταν μετ’ αὐτῶν συνδιατρίψωμεν, ὥσπερ καὶ τὸν Κύριον διὰ τῶν Φα‐ | 94 | |
5 | ρισαίων. Ἀλλ’ ἡμεῖς εἰς τὸν τύπον ἡμῶν ἀποβλεπόμενοι ἀμφοτέρωθεν αὐτοὺς ἀποκρουσώμεθα. | |
2.14(t) | ΙΔʹ. | |
1 | Ὅταν ἄρχηται ὁ νοῦς εἰς τὴν ἀγάπην τοῦ Θεοῦ προκόπτειν, τότε καὶ ὁ δαίμων τῆς βλασφημίας ἄρχεται ἐκπειράζειν αὐτὸν καὶ τοιούτους αὐτῷ λογισμοὺς ὑποβάλλει, οἵους ἀνθρώπων μὲν οὐδείς, μόνος δὲ ὁ τούτων πατὴρ διάβολος ἐφευρίσκει. Τοῦτο δὲ ποιεῖ φθονῶν τῷ θεοφιλεῖ, ἵνα εἰς | |
5 | ἀπόγνωσιν ἐλθὼν ὡς τοιαῦτα διανοηθείς, μηκέτι τολμήσῃ διὰ τῆς συνήθους προσευχῆς πρὸς αὐτὸν ἀναπτῆναι. Οὐδὲν δὲ ἐντεῦθεν ὠφελεῖται ὁ ἀλάστωρ πρὸς τὸν ἴδιον σκοπόν, ἀλλὰ καὶ μᾶλλον βεβαιοτέρους ἡμᾶς ἀπεργάζεται. Πολεμούμενοι γὰρ καὶ ἀντιπολεμοῦντες δοκιμώτεροι καὶ γνησιώτεροι εἰς τὴν ἀγάπην τοῦ Θεοῦ εὑρισκόμεθα· ἡ δὲ ῥομφαία αὐτοῦ εἰσέλθοι εἰς καρδίαν | |
10 | αὐτοῦ καὶ τὰ τόξα αὐτοῦ συντριβείη. | |
2.15(t) | ΙΕʹ. | |
1 | Ὁ νοῦς ἐπιβάλλων τοῖς ὁρατοῖς κατὰ φύσιν νοεῖ τὰ πράγματα διὰ μέσης τῆς αἰσθήσεως καὶ οὔτε ὁ νοῦς κακὸν οὔτε τὸ κατὰ φῦσιν νοεῖν οὔτε δὲ τὰ πράγματα οὔτε ἡ αἴσθησις· Θεοῦ γάρ εἰσι ταῦτα τὰ ἔργα. Τί οὖν ἐστι τὸ κακόν; Δῆλον ὅτι τὸ πάθος τοῦ κατὰ φύσιν νοήματος, | |
5 | ὅπερ δύναται μὴ εἶναι ἐν τῇ τῶν νοημάτων χρήσει, ἐὰν ὁ νοῦς γρηγορῇ. | |
2.16(t) | Ιϛʹ. | |
1 | Πάθος ἐστὶ κίνησις ψυχῆς παρὰ φύσιν ἢ ἐπὶ φιλίαν ἄλογον ἢ ἐπὶ μῖσος ἄκριτον ἤ τινος ἢ διά τι τῶν αἰσθητῶν. Οἷον ἐπὶ μὲν φιλίαν ἄλογον ἢ βρωμάτων ἢ γυναικὸς ἢ χρημάτων ἢ δόξης παρερχομένης ἤ τινος ἄλλου τῶν αἰσθητῶν ἢ διὰ ταῦτα· ἐπὶ μῖσος δὲ ἄκριτον, οἷον ἤ τινος τῶν προει‐ | |
5 | ρημένων, ὡς εἴρηται, ἢ πρός τινα διὰ ταῦτα. | 96 |
2.17(t) | ΙΖʹ. | |
1 | Ἡ πάλιν κακία ἐστὶν ἡ ἐσφαλμένη χρῆσις τῶν νοημάτων, ᾗ ἐπακολουθεῖ ἡ παράχρησις τῶν πραγμάτων. Οἷον ὡς ἐπὶ τῆς γυναικὸς ἡ ὀρθὴ χρῆσις τῆς συνουσίας ὁ σκοπός ἐστι τῆς παιδοποιίας. Ὁ οὖν εἰς τὴν ἡδονὴν ἀπο‐ βλεψάμενος ἐσφάλη περὶ τὴν χρῆσιν, τὸ μὴ καλὸν ὡς καλὸν ἡγησάμενος· | |
5 | ὁ οὖν τοιοῦτος παραχρῆται γυναικὶ συνουσιαζόμενος. Καὶ ἐπὶ τῶν ἄλλων δὲ πραγμάτων καὶ νοημάτων ὁμοίως. | |
2.18(t) | ΙΗʹ. | |
1 | Ὅταν τὸν νοῦν οἱ δαίμονες τῆς σωφροσύνης ἐκβαλόντες τοῖς τῆς πορνείας λογισμοῖς περικυκλώσωσι, τότε μετὰ δακρύων λέγε πρὸς τὸν Δεσπότην· Ἐκβαλόντες με νῦν περιεκύκλωσάν με· τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με· καὶ σώζῃ. | |
2.19(t) | ΙΘʹ. | |
1 | Βαρὺς ὁ τῆς πορνείας δαίμων καὶ σφοδρῶς ἐπιτίθεται τοῖς κατὰ τοῦ πάθους ἀγωνιζομένοις καὶ μάλιστα ἐν τῇ ἀμελείᾳ τῆς διαίτης καὶ ἐν ταῖς συντυχίαις τῶν γυναικῶν. Λεληθότως γὰρ τῇ λειότητι τῆς ἡδονῆς ὑποκλέπ‐ των τὸν νοῦν, μετέπειτα ἐπεμβαίνει διὰ τῆς μνήμης ἡσυχάζοντι· τό τε | |
5 | σῶμα ἐμπυρίζων καὶ ποικίλας μοφρὰς τῷ νῷ παριστῶν, πρὸς τὴν συγκα‐ τάθεσιν τῆς ἁμαρτίας αὐτὸν ἐκκαλεῖται· ἃς ἐὰν θέλῃς μὴ ἐγχρονίζειν ἔν σοι, νηστείαν ἀναλαβοῦ καὶ κόπον καὶ ἀγρυπνίαν καὶ τὴν καλὴν ἡσυχίαν | |
μετὰ ἐκτενοῦς προσευχῆς. | 98 | |
2.20(t) | Κʹ. | |
1 | Οἱ τὴν ψυχὴν ἡμῶν ἀεὶ ζητοῦντες διὰ τῶν ἐμπαθῶν λογισμῶν ζητοῦσιν, ἵνα αὐτὴν εἰς τὴν κατὰ διάνοιαν ἢ τὴν κατ’ ἐνέργειαν ἁμαρτίαν ἐμβάλωσιν. Ὅταν οὖν εὕρωσι τὸν νοῦν μὴ παραδεχόμενον, τότε αἰσχυνθήσονται καὶ ἐντραπήσονται· ὅταν δὲ τῇ πνευματικῇ θεωρίᾳ ἐνασχολούμενον, τότε | |
5 | ἀποστραφήσονται καὶ καταισχυνθήσονται σφόδρα διὰ τάχους. | |
2.21(t) | ΚΑʹ. | |
1 | Διακόνου λόγον ἐπέχει ὁ πρὸς τοὺς ἱεροὺς ἀγῶνας ἀλείφων τὸν νοῦν καὶ τοὺς ἐμπαθεῖς λογισμοὺς ἀπελαύνων ἀπ’ αὐτοῦ· πρεσβυτέρου δέ, ὁ εἰς τὴν γνῶσιν τῶν ὄντων φωτίζων καὶ τὴν ψευδώνυμον γνῶσιν ἐξαφανίζων· ἐπισκόπου δέ, ὁ τῷ ἁγίῳ μύρῳ τελειῶν τῆς γνώσεως τῆς προσκυνητῆς | |
5 | καὶ ἁγίας Τριάδος. | |
2.22(t) | ΚΒʹ. | |
1 | Ἀσθενοῦσι μὲν οἱ δαίμονες, ὅταν διὰ τῶν ἐντολῶν μειῶνται τὰ πάθη τὰ ἐν ἡμῖν· ἀπόλλυνται δέ, ὅταν εἰς τέλος διὰ τῆς ἀπαθείας τῆς ψυχῆς ἐξαφα‐ νίζωνται, μηκέτι εὑρίσκοντες τὰ δι’ ὧν ἐν αὐτῇ εὑρίσκοντο καὶ ἐπολέμουν αὐτήν. Καὶ τοῦτο ἂν εἴη τό· Ἀσθενήσουσι καὶ ἀπολοῦνται ἀπὸ προσώπου | |
5 | σου. | |
2.23(t) | ΚΓʹ. | |
1 | Οἱ μὲν τῶν ἀνθρώπων διὰ φόβον ἀνθρώπινον τῶν παθῶν ἀπέχονται· οἱ δέ, διὰ κενοδοξίαν· ἄλλοι δέ, δι’ ἐγκράτειαν· ἕτεροι δὲ διὰ θείων κριμά‐ | |
των τῶν παθῶν ἐλευθεροῦνται. | 100 | |
2.24(t) | ΚΔʹ. | |
1 | Πάντες οἱ λόγοι τοῦ Κυρίου τὰ τέσσαρα ταῦτα περιέχουσι· τὰς ἐντολάς, τὰ δόγματα, τὰς ἀπειλάς, τὰς ἐπαγγελίας. Καὶ πᾶσαν σκληραγωγίαν διὰ ταῦτα ὑπομένομεν, οἷον νηστείας, ἀγρυπνίας, χαμευνίας, κόπους καὶ μόχ‐ θους ἐν διακονίαις, ὕβρεις, ἀτιμίας, στρεβλώσεις, θανάτους καὶ τὰ ὅμοια· | |
5 | Διὰ γὰρ τοὺς λόγους τῶν χειλέων σου, φησίν, ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. | |
2.25(t) | ΚΕʹ. | |
1 | Μισθὸς τῆς ἐγκρατείας, ἡ ἀπάθεια· τῆς δὲ πίστεως, ἡ γνῶσις· καὶ ἡ μὲν ἀπάθεια τίκτει τὴν διάκρισιν· ἡ δὲ γνῶσις, τὴν εἰς Θεὸν ἀγάπην. | |
2.26(t) | Κϛʹ. | |
1 | Πρακτικὴν μὲν ὁ νοῦς κατορθῶν εἰς φρόνησιν προκόπτει· θεωρητικὴν δέ, εἰς γνῶσιν. Τῆς μὲν γάρ ἐστιν εἰς διάκρισιν ἀρετῆς καὶ κακίας φέρειν τὸν ἀγωνιζόμενον· τῆς δέ, εἰς τοὺς περὶ ἀσωμάτων καὶ σωμάτων λόγους ἄγειν τὸν μέτοχον. Τῆς δὲ θεολογικῆς χάριτος τοτηνικαῦτα καταξιοῦται, | |
5 | ὁπηνίκα τὰ προειρημένα πάντα διὰ τῶν τῆς ἀγάπης πτερῶν διαπεράσας καὶ ἐν Θεῷ γενόμενος, τὸν περὶ αὐτοῦ λόγον διὰ τοῦ πνεύματος, ὡς ἀν‐ θρωπίνῳ νῷ δυνατόν, διασκοπήσει. | |
2.27(t) | ΚΖʹ. | |
1 | Θεολογεῖν μέλλων, μὴ τοὺς κατ’ αὐτὸν ζητήσῃς λόγους· οὐ μὴ γὰρ | |
εὕρῃ ἀνθρώπινος νοῦς, ἀλλ’ οὐδ’ ἄλλου τινὸς τῶν μετὰ Θεόν· ἀλλὰ τοὺς περὶ αὐτόν, ὡς οἷόν τε, διασκόπει, οἷον τοὺς περὶ αἰδιότητος, ἀπειρίας τε καὶ ἀοριστίας, ἀγαθότητός τε καὶ σοφίας καὶ δυνάμεως δημιουργικῆς τε | 102 | |
5 | καὶ προνοητικῆς καὶ κριτικῆς τῶν ὄντων. Οὗτος γὰρ ἐν ἀνθρώποις μέγα θεολόγος, ὁ τούτων τοὺς λόγους κἂν ποσῶς ἐξευρίσκων. | |
2.28(t) | ΚΗʹ. | |
1 | Δυνατὸς ἀνήρ, ὁ τῇ πράξει τὴν γνῶσιν συζεύξας· τῇ μὲν γὰρ τὴν ἐπι‐ θυμίαν μαραίνει καὶ τὸν θυμὸν ἡμεροῖ· τῇ δὲ τὸν νοῦν πτεροῖ καὶ πρὸς Θεὸν ἐκδημεῖ. | |
2.29(t) | ΚΘʹ. | |
1 | Ὅταν λέγῃ ὁ Κύριος· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, τὸ ταὐτὸν τῆς οὐσίας σημαίνει. Ὅταν δὲ πάλιν λέγῃ· Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί, τὸ ἀχώριστον δηλοῖ τῶν ὑποστάσεων. Οἱ οὖν Τριθεΐται χωρίζοντες τοῦ Πατρὸς τὸν Υἱὸν εἰς ἀμφίκρημνον ἐμπίπτουσιν. Ἢ γὰρ συναΐδιον | |
5 | λέγοντες τῷ Πατρὶ τὸν Υἱόν, χωρίζοντες δὲ αὐτὸν ἐξ αὐτοῦ, ἀναγκάζονται λέγειν μὴ ἐξ αὐτοῦ γεγεννῆσθαι καὶ ἐμπεσεῖν εἰς τὸ τρεῖς λέγειν θεοὺς καὶ τρεῖς ἀρχάς· ἢ ἐξ αὐτοῦ γεγεννῆσθαι λέγοντες, χωρίζοντες δέ, ἀναγκάζονται λέγειν μὴ συναΐδιον εἶναι τῷ Πατρὶ καὶ ποιῆσαι ὑπὸ χρόνον τὸν τῶν χρόνων δεσπότην. Χρὴ γὰρ καὶ τὸν ἕνα Θεὸν τηρεῖν καὶ τὰς τρεῖς ὑποστάσεις ὁμο‐ | |
10 | λογεῖν, κατὰ τὸν μέγαν Γρηγόριον, καὶ ἑκάστην μετὰ τῆς ἰδιότητος. Καὶ γὰρ «διαιρεῖται» μέν, ἀλλ’ «ἀδιαιρέτως», κατὰ τὸν αὐτόν, καὶ «συν‐ | |
άπτεται» μέν, «διῃρημένως» δέ. Καὶ διὰ τοῦτο παράδοξος καὶ ἡ διαί‐ ρεσις καὶ ἡ ἕνωσις· ἐπεὶ τί ἔχει τὸ παράδοξον, εἰ ὡς ἄνθρωπος ἀνθρώ‐ πῳ ἥνωταί τε καὶ κεχώρισται, οὕτω καὶ ὁ Υἱὸς τῷ Πατρὶ καὶ οὐδὲν | 104 | |
15 | πλέον; | |
2.30(t) | Λʹ. | |
1 | Ὁ τέλειος ἐν ἀγάπῃ καὶ εἰς ἄκρον ἀπαθείας ἐλθὼν οὐκ ἐπίσταται διαφορὰν ἰδίου καὶ ἀλλοτρίου ἢ ἰδίας καὶ ἀλλοτρίας ἢ πιστοῦ καὶ ἀπίστου ἢ δούλου καὶ ἐλευθέρου ἢ ὅλως ἄρσενος καὶ θηλείας· ἀλλ’ ἀνώτερος τῆς τῶν παθῶν τυραννίδος γενόμενος καὶ εἰς τὴν μίαν φύσιν τῶν ἀνθρώπων ἀπο‐ | |
5 | βλεπόμενος, πάντας ἐξ ἴσου θεωρεῖ καὶ πρὸς πάντας ἴσως διάκειται. Οὐκ ἔστι γὰρ ἐν αὐτῷ Ἕλλην καὶ Ἰουδαῖος οὐδὲ ἄρσεν καὶ θῆλυ οὐδὲ δοῦλος καὶ ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός. | |
2.31(t) | ΛΑʹ. | |
1 | Ἐκ τῶν ὑποκειμένων ἐν τῇ ψυχῇ παθῶν λαμβάνουσιν οἱ δαίμονες τὰς ἀφορμὰς τοῦ κινεῖν ἐν ἡμῖν τοὺς ἐμπαθεῖς λογισμούς· εἶτα διὰ τούτων πολεμοῦντες τὸν νοῦν, ἐκβιάζονται αὐτὸν εἰς συγκατάθεσιν ἐλθεῖν τῆς ἁμαρτίας. Ἡττηθέντος δὲ αὐτοῦ, ἄγουσιν εἰς τὴν κατὰ διάνοιαν ἁμαρτίαν· | |
5 | καὶ ταύτης ἀποτελεσθείσης, φέρουσιν αὐτὸν λοιπὸν αἰχμάλωτον εἰς τὴν πρᾶξιν. Μετὰ δὲ ταύτην λοιπὸν οἱ τὴν ψυχὴν διὰ τῶν λογισμῶν ἐρημώσαντες σὺν αὐτοῖς ὑποχωροῦσι. Μένει δὲ μόνον ἐν τῷ νῷ τὸ εἴδωλον τῆς ἁμαρτίας, περὶ οὗ φησὶν ὁ Κύριος· Ὄταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστὸς ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγιγνώσκων νοείτω. Τόπος ἅγιος καὶ ναὸς Θεοῦ ὁ νοῦς | |
10 | ὑπάρχει τοῦ ἀνθρώπου, ἐν ᾧ οἱ δαίμονες διὰ τῶν ἐμπαθῶν λογισμῶν τὴν ψυχὴν ἐρημώσαντες, τὸ εἴδωλον τῆς ἁμαρτίας ἔστησαν. Ὅτι δὲ καὶ ἰστορι‐ κῶς ἤδη ταῦτα γέγονεν, οὐδεὶς τῶν τὰ ἰωσήππεια ἀνεγνωκότων, ὡς οἶμαι, | |
ἀμφιβάλλει· πλὴν τινές φασι καὶ ἐπὶ τοῦ Ἀντιχρίστου ταῦτα γενήσεσθαι. | 106 | |
2.32(t) | ΛΒʹ. | |
1 | Τρία εἰσὶ τὰ κινοῦντα ἡμᾶς ἐπὶ τὰ καλά· τὰ φυσικὰ σπέρματα, αἱ ἅγιαι δυνάμεις καὶ ἡ ἀγαθὴ προαίρεσις. Καὶ τὰ μὲν φυσικὰ σπέρματα, ὡς ὅταν ὃ θέλομεν ἵνα ποιῶσιν ἡμῖν οἱ ἄνθρωποι καὶ ἡμεῖς ὁμοίως ποιῶμεν αὐτοῖς· ἢ ὡς ὅταν ἴδωμέν τινα ἐν στενώσει ἢ ἐν ἀνάγκῃ καὶ φυσικῶς | |
5 | ἐλεῶμεν. Αἱ δὲ ἅγιαι δυνάμεις, οἷον ὅταν κινούμενοι ἐπὶ καλῷ πράγματι εὕρωμεν συνεργίαν ἀγαθὴν καὶ κατευοδώμεθα. Ἡ δὲ ἀγαθὴ προαίρεσις, ὡς ὅταν διακρίνοντες τὸ καλὸν ἀπὸ τοῦ κακοῦ αἱρώμεθα τὸ ἀγαθόν. | |
2.33(t) | ΛΓʹ. | |
1 | Τρία δὲ πάλιν εἰσὶ τὰ κινοῦντα ἡμᾶς ἐπὶ τὰ κακά· τὰ πάθη, οἱ δαίμο‐ νες καὶ ἡ κακὴ προαίρεσις. Καὶ τὰ μὲν πάθη, ὡς ὅταν ἐπιθυμῶμεν πράγ‐ ματος παρὰ λόγον, οἷον ἢ βρώματος παρὰ τὸν καιρὸν ἢ παρὰ τὴν χρείαν ἢ γυναικὸς παρὰ τὸν σκοπὸν τῆς παιδοποιίας καὶ τῆς μὴ νομίμου· καὶ | |
5 | πάλιν ὅταν ὀργιζώμεθα ἢ λυπώμεθα παρὰ τὸ εἰκός, οἷον κατὰ τοῦ ἀτι‐ μάσαντος ἢ ζημιώσαντος. Οἱ δὲ δαίμονες, οἷον ὅταν ἐν τῇ ἀμελείᾳ ἡμῶν καιροσκοποῦντες ἐπιτιθῶνται ἡμῖν ἄφνω μετὰ πολλῆς σφοδρότητος, κι‐ νοῦντες τὰ προειρημένα πάθη καὶ τὰ ὅμοια. Ἡ δὲ κακὴ προαίρεσις, οἷον ὅταν ἐν γνώσει τοῦ καλοῦ τὸ κακὸν ἀνθαιρώμεθα. | |
2.34(t) | ΛΔʹ. | |
1 | Μισθοὶ τῶν πόνων τῆς ἀρετῆς εἰσιν ἡ ἀπάθεια καὶ ἡ γνῶσις· αὗται γὰρ πρόξενοι γίνονται βασιλείας οὐρανῶν, ὡς καὶ τὰ πάθη καὶ ἡ ἀγνωσία κολάσεως αἰωνίου. Ὁ οὖν τούτους διὰ δόξαν ἀνθρώπων ζητῶν καὶ μὴ δι’ αὐτὸ τὸ καλόν, ἀκούει παρὰ τῆς Γραφῆς· Αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι | |
5 | κακῶς αἰτεῖσθε. | 108 |
2.35(t) | ΛΕʹ. | |
1 | Εἰσὶ πολλά τινα φύσει καλὰ ὑπὸ τῶν ἀνθρώπων γινόμενα, ἀλλ’ οὐ καλὰ πάλιν διά τινα αἰτίαν· οἷον νηστεία καὶ ἀγρυπνία, προσευχὴ καὶ ψαλ‐ μῳδία, ἐλεημοσύνη καὶ ξενοδοχία φύσει καλὰ ἔργα εἰσίν, ἀλλ’ ὅταν διὰ κενοδοξίαν γίνωνται, οὐκέτι καλά. | |
2.36(t) | Λϛʹ. | |
1 | Πάντων τῶν πραττομένων ὑφ’ ἡμῶν τὸν σκοπὸν ζητεῖ ὁ Θεός, εἴτε δι’ αὐτὸν πράττομεν εἴτε δι’ ἄλλην αἰτίαν. | |
2.37(t) | ΛΖʹ. | |
1 | Ὅταν ἀκούσῃς τῆς Γραφῆς λεγούσης· ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· οὐ τὰ παρὰ τὸν ὀρθὸν σκοπὸν πραττόμενα, εἰ καὶ δοκεῖ καλὰ εἶναι, ὁ Θεὸς καλὰ ἀποδίδωσι, ἀλλὰ τὰ κατὰ τὸν ὀρθὸν δηλονότι. Οὐ γὰρ εἰς τὰ γινόμενα, ἀλλ’ εἰς τὸν σκοπὸν τῶν γινομένων ἡ κρίσις τοῦ | |
5 | Θεοῦ ἐφορᾷ. | |
2.38(t) | ΛΗʹ. | |
1 | Ὁ τῆς ὑπερηφανίας δαίμων διπλῆν ἔχει τὴν πονηρίαν· ἢ γὰρ ἑαυτῷ ἀναπείθει τὸν μοναχὸν ἐπιγράφειν τὰ κατορθώματα καὶ οὐχὶ τῷ Θεῷ τῷ καὶ χορηγῷ τῶν καλῶν καὶ βοηθῷ πρὸς κατόρθωσιν, ἢ τούτῳ μὴ πειθό‐ μενον τοὺς ἔτι ἀτελεστέρους τῶν ἀδελφῶν ὑποβάλλει ἐξουθενεῖν. Ἀγνοεῖ | |
5 | δὲ καὶ οὕτως ὁ ἐνεργούμενος ὅτι τὴν τοῦ Θεοῦ βοήθειαν ἀναπείθει αὐτὸν ἀπαρνεῖσθαι. Εἰ γὰρ ἐκείνους ὡς μὴ δυνηθέντας κατορθῶσαι ἐξουθενεῖ, ἑαυτὸν δηλονότι ὡς ἐξ ἰδίας δυνάμεως κατορθώσαντα εἰσάγει· ὅπερ ἐστὶ ἀμήχανον, τοῦ Κυρίου εἰπόντος· Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν· ἐπειδὴ ἡ ἡμετέρα ἀσθένεια κινουμένη ἐπὶ τὰ καλὰ ἄνευ τοῦ χορηγοῦ τῶν | |
10 | καλῶν εἰς τέλος ἄγειν οὐ δύναται. | 110 |
2.39(t) | ΛΘʹ. | |
1 | Ὁ ἐγνωκὼς τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν, οὗτος εἴληφε πεῖραν τῆς θείας δυνάμεως καὶ ὁ τοιοῦτος δι’ αὐτῆς τὰ μὲν κατορθώσας, τὰ δὲ σπεύδων κατορθῶσαι, οὐκ ἐξουθενεῖ ποτε οὐδένα ἀνθρώπων. Οἶδε γὰρ ὅτι ὥσπερ αὐτῷ ἐβοήθησε καὶ πολλῶν παθῶν καὶ χαλεπῶν ἡλευθέ‐ | |
5 | ρωσεν, οὕτω δυνατός ἐστι καὶ πᾶσι βοηθῆσαι ὅτε θέλει καὶ μάλιστα τοῖς δι’ αὐτὸν ἀγωνιζομένοις· εἰ καὶ κρίμασί τισιν ὑφ’ ἓν ἅπαντας τῶν παθῶν οὐκ ἀπαλλάττει, ἀλλ’ ἰδίοις καιροῖς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος ἰατρός, ἕκαστον τῶν σπευδόντων ἰᾶται. | |
2.40(t) | Μʹ. | |
1 | Ἐπὶ τῇ τῶν παθῶν ἀνενεργησίᾳ ἡ ὑπερηφανία ἐπισυμβαίνει, ἢ τῶν αἰτιῶν ἀποκοπτομένων ἢ τῶν δαιμόνων δολουργῶς ὑποχωρούντων. | |
2.41(t) | ΜΑʹ. | |
1 | Πᾶσα σχεδὸν ἁμαρτία διὰ ἡδονὴν γίνεται καὶ ἡ ταύτης ἀναίρεσις διὰ κακοπαθείας καὶ λύπης ἢ ἑκουσίου ἢ ἀκουσίου, διὰ μετανοίας ἢ οἰκονομικῆς ἐπιφορᾶς διὰ τῆς προνοίας ἐπαγομένης. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ | |
5 | κόσμῳ κατακριθῶμεν. | 112 |
2.42(t) | ΜΒʹ. | |
1 | Ὅταν σοι ἔλθῃ ἐξ ἀπροσδοκήτου πειρασμός, μὴ τὸν δι’ οὗ αἰτιῶ, ἀλλὰ τὸ διὰ τί ζήτει καὶ εὑρίσκεις διόρθωσιν· ἐπεὶ εἴτε δι’ ἐκείνου εἴτε δι’ ἄλλου πιεῖν εἶχες πάντως τῶν τοῦ Θεοῦ κριμάτων τὸ ἀψίνθιον. | |
2.43(t) | ΜΓʹ. | |
1 | Ὅσον εἶ κακότροπος, τὸ κακοπαθεῖν μὴ ἀπαναίνου, ἵνα δι’ αὐτοῦ ταπεινωθεὶς τὴν ὑπερηφανίαν ἐμέσῃς. | |
2.44(t) | ΜΔʹ. | |
1 | Οἱ μὲν τῶν πειρασμῶν, ἡδονάς· οἱ δέ, λύπας· οἱ δέ, ὀδύνας σωματικὰς τοῖς ἀνθρώποις προσάγουσι. Κατὰ γὰρ τὴν ἐγκειμένην ἐν τῇ ψυχῇ τῶν παθῶν αἰτίαν καὶ τὸ φάρμακον ὁ ἰατρὸς τῶν ψυχῶν διὰ τῶν αὐτοῦ κριμάτων ἐπιτίθησιν. | |
2.45(t) | ΜΕʹ. | |
1 | Αἱ ἐπιφοραὶ τῶν πειρασμῶν τοῖς μὲν πρὸς ἤδη γεγονότων ἁμαρτημάτων ἀναίρεσιν, τοῖς δὲ πρὸς νῦν ἐνεργουμένων, ἄλλοις πρὸς μελλόντων ἐνερ‐ γεῖσθαι ἀνακοπὴν ἐπάγονται· δίχα τῶν πρὸς δοκιμὴν ἐπισυμβαινόντων, ὡς ἐπὶ τοῦ Ἰώβ. | |
2.46(t) | Μϛʹ. | |
1 | Ὁ μὲν ἐχέφρων τῶν θείων κριμάτων τὴν ἰατρείαν ἀναλογιζόμενος εὐχαρίστως φέρει τὰς διὰ τούτων ἐπισυμβαινούσας αὐτῷ συμφοράς, μηδένα ἄλλον τούτων αἴτιον ἢ τὰς ἑαυτοῦ ἁμαρτίας λογιζόμενος. Ὁ δὲ ἄφρων, τὴν τοῦ Θεοῦ ἀγνοῶν σοφωτάτην πρόνοιαν, ἁμαρτάνων καὶ παιδευόμενος ἢ τὸν | |
5 | Θεὸν ἢ τοὺς ἀνθρώπους τῶν ἑαυτοῦ κακῶν αἰτίους λογίζεται. | 114 |
2.47(t) | ΜΖʹ. | |
1 | Εἰσί τινα ἱστῶντα τὰ πάθη τῆς κινήσεως καὶ μὴ ἐῶντα προβῆναι εἰς αὔξησιν, καί εἰσιν ἕτερα ἐλαττοῦντα καὶ εἰς μείωσιν ἄγοντα· οἷον νηστεία καὶ κόπος καὶ ἀγρυπνία οὐκ ἐῶσιν αὔξειν τὴν ἐπιθυμίαν· ἀναχώρησις δὲ καὶ θεωρία καὶ προσευχὴ καὶ ἔρως εἰς Θεὸν ἐλαττοῦσιν αὐτὴν καὶ εἰς ἀφανισμὸν | |
5 | ἄγουσι. Καὶ ἐπὶ τοῦ θυμοῦ δὲ ὁμοίως· οἷον μακροθυμία καὶ ἀμνησικακία καὶ πραότης ἱστῶσιν αὐτὸν καὶ οὐκ ἐῶσιν αὔξειν· ἀγάπη δὲ καὶ ἐλεημοσύνη καὶ χρηστότης καὶ φιλανθρωπία εἰς μείωσιν ἄγουσιν. | |
2.48(t) | ΜΗʹ. | |
1 | Οὗτινος ὁ νοῦς διαπαντός ἐστι πρὸς τὸν Θεόν, τούτου καὶ ἡ ἐπιθυμία εἰς τὸν θεῖον ὑπερηύξησεν ἔρωτα καὶ ὁ θυμὸς ὁλοστὸς εἰς τὴν θείαν μετε‐ τράπη ἀγάπην. Τῇ γὰρ χρονίᾳ τῆς θείας ἐλλάμψεως μετουσίᾳ ὅλος φω‐ τοειδὴς γεγονὼς καὶ τὸ παθητικὸν αὐτοῦ μέρος πρὸς ἑαυτὸν συσφίγξας, | |
5 | εἰς ἔρωτα θεῖον, ὡς εἴρηται, ἀκατάλεκτον καὶ ἀγάπην ἀκατάπαυστον ἔστρεψεν, ὅλως ἐκ τῶν ἐπιγείων ἐπὶ τὸ θεῖον μεταγαγών. | |
2.49(t) | ΜΘʹ. | |
1 | Οὐ πάντως ὁ μὴ φθονῶν μηδὲ ὀργιζόμενος μηδὲ μνησικακῶν τῷ λυ‐ πήσαντι ἤδη καὶ ἀγάπην ἔχει πρὸς αὐτόν. Δύναται γὰρ καὶ μήπω ἀγαπῶν κακὸν ἀντὶ κακοῦ μὴ ἀποδοῦναι διὰ τὴν ἐντολήν, οὐ πάντως δὲ ὅτι καὶ καλὸν ἀνταποδοῦναι κακοῦ ἀβιάστως· τὸ γὰρ ἐκ διαθέσεως καλῶς ποιεῖν τοῖς | |
5 | μισοῦσι μόνης ἐστὶ τῆς πνευματικῆς τελείας ἀγάπης. | |
2.50(t) | Νʹ. | |
1 | Οὐχ ὁ μὴ ἀγαπῶν τινα ἤδη πάντως καὶ μισεῖ αὐτόν, οὐδὲ πάλιν ὁ μὴ μισῶν ἤδη πάντως καὶ ἀγαπᾷ· ἀλλὰ δύναται ὡς μέσος εἶναι πρὸς αὐτόν, | |
τουτέστι μήτε ἀγαπᾶν μήτε μισεῖν. Τὴν γὰρ ἀγαπητικὴν διάθεσιν μόνοι οἱ ἐν τῷ ἐνάτῳ κεφαλαίῳ ταύτης τῆς ἑκατοντάδος εἰρημένοι πέντε τρόποι | 116 | |
5 | ἐμποιεῖν πεφύκασιν, ὅ τε ἐπαινετὸς καὶ ὁ μέσος καὶ οἱ ψεκτοί. | |
2.51(t) | ΝΑʹ. | |
1 | Ὅταν ἴδῃς τὸν νοῦν σου τοῖς ὑλικοῖς ἡδέως ἐνασχολούμενον καὶ τοῖς τούτων νοήμασιν ἐμφιλοχωροῦντα, γίνωσκε σεαυτὸν ταῦτα μᾶλλον ἢ τὸν Θεὸν ἀγαπῶντα· Ὅπου γάρ ἐστιν ὁ θησαυρός σου, φησὶν ὁ Κύριος, ἐκεῖ καὶ ἡ καρδία σου ἔσται. | |
2.52(t) | ΝΒʹ. | |
1 | Νοῦς Θεῷ συναπτόμενος καὶ αὐτῷ ἐγχρωνίζων διὰ προσευχῆς καὶ ἀγάπης, σοφὸς γίνεται καὶ ἀγαθὸς καὶ δυνατὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων καὶ μακρόθυμος· καὶ ἁπλῶς εἰπεῖν, πάντα σχεδὸν τὰ θεῖα ἰδιώματα ἐν ἑαυτῷ περιφέρει. Τούτου δὲ ἀναχωρῶν καὶ τοῖς ὑλικοῖς προσχωρῶν, ἢ | |
5 | κτηνώδης γίνεται φιλήδονος γεγονὼς ἢ θηριώδης, διὰ ταῦτα τοῖς ἀνθρώποις μαχόμενος. | |
2.53(t) | ΝΓʹ. | |
1 | Κόσμον λέγει ἡ Γραφὴ τὰ ὑλικὰ πράγματα καὶ κοσμικοί εἰσιν οἱ τούτοις τὸν νοῦν ἐνασχολοῦντες, πρὸς οὓς καὶ λέγει ἐντρεπτικώτερον· Μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ· ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ἀλλ’ ἐκ | |
5 | τοῦ κόσμου ἐστί, καὶ τὰ ἑξῆς. | |
2.54(t) | ΝΔʹ. | |
1 | Μοναχός ἐστιν ὁ τῶν ὑλικῶν πραγμάτων τὸν νοῦν ἀποχωρίσας καὶ δι’ ἐγκρατείας καὶ ἀγάπης καὶ ψαλμῳδίας καὶ προσευχῆς προσκαρτερῶν | |
τῷ Θεῷ. | 118 | |
2.55(t) | ΝΕʹ. | |
1 | Κτηνοτρόφος μέν ἐστιν νοητῶς ὁ πρακτικός· κτηνῶν γὰρ λόγον ἐπέ‐ χουσι τὰ ἠθικὰ κατορθώματα, διὸ καὶ ἔλεγεν ὁ Ἰακώβ· Ἄνδρες κτηνο‐ τρόφοι εἰσὶν οἱ παῖδές σου. Ποιμὴν δὲ προβάτων, ὁ γνωστικός· προβάτων γὰρ λόγον ἐπέχουσιν οἱ λογισμοί, ἐπὶ τὰ ὄρη τῶν θεωρημάτων ὑπὸ τοῦ | |
5 | νοῦ ποιμαινόμενοι, διὰ τοῦτο καί· Βδέλυγμα τοῖς Αἰγυπτίοις πᾶς ποιμὴν προβάτων, ἤγουν ταῖς ἐναντίαις δυνάμεσι. | |
2.56(t) | Νϛʹ. | |
1 | Ὁ μὲν φαῦλος νοῦς, κινουμένου τοῦ σώματος διὰ τῶν αἰσθήσεων ἐπὶ τὰς ἰδίας ἐπιθυμίας καὶ ἡδονάς, ἐξακολουθεῖ καὶ συγκατίθεται ταῖς τούτου φαντασίαις καὶ ὁρμαῖς· ὁ δὲ ἐνάρετος ἐγκρατεύεται καὶ κατέχει αὐτὸ ἀπὸ τῶν ἐμπαθῶν φαντασιῶν καὶ ὁρμῶν καὶ μᾶλλον φιλοσοφεῖ βελτίους ποιῆσαι | |
5 | τὰς τοιαύτας αὐτοῦ κινήσεις. | |
2.57(t) | ΝΖʹ. | |
1 | Τῶν ἀρετῶν αἱ μέν εἰσι σωματικαί, αἱ δὲ ψυχικαί. Καὶ σωματικαὶ μέν εἰσιν, οἷον νηστεία, ἀγρυπνία, χαμευνία, διακονία, ἐργόχειρον πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ἢ πρὸς μετάδοσιν καὶ τὰ ἑξῆς. Ψυχικαὶ δέ εἰσιν, οἷον ἀγάπη, μακροθυμία, πραότης, ἐγκράτεια, προσευχὴ καὶ τὰ ἑξῆς. Ἐὰν οὖν ἔκ τινος | |
5 | ἀνάγκης ἢ περιστάσεως σωματικῆς, οἷον ἀρρωστίας ἤ τινος τῶν τοιούτων, συμβῇ ἡμῖν μὴ δυνηθῆναι ἐκτελέσαι τὰς προειρημένας σωματικὰς ἀρετάς, συγγνώμην ἔχομεν παρὰ τοῦ καὶ τὰς αἰτίας εἰδότος. Τὰς δὲ ψυχικὰς μὴ | |
ἐκτελοῦντες, οὐδεμίαν ἕξομεν ἀπολογίαν· οὐ γάρ εἰσιν ὑπὸ ἀνάγκην. | 120 | |
2.58(t) | ΝΗʹ. | |
1 | Ἡ εἰς Θεὸν ἀγάπη πάσης ἡδονῆς παρερχομένης καὶ παντὸς πόνου καὶ λύπης πείθει καταφρονεῖν τὸν μέτοχον αὐτῆς. Καὶ πειθέτωσάν σε οἱ ἅγιοι πάντες, τοσαῦτα πεπονθότες διὰ Χριστὸν μετὰ χαρᾶς. | |
2.59(t) | ΝΘʹ. | |
1 | Πρόσεχε σεαυτῷ ἀπὸ τῆς μητρὸς τῶν κακῶν φιλαυτίας, ἥτις ἐστὶν ἡ τοῦ σώματος ἄλογος φιλία. Ἐκ ταύτης γὰρ εὐλογοφανῶς τίκτονται οἱ πρῶτοι καὶ ἐμπαθεῖς καὶ γενικώτατοι τρεῖς λογισμοί, ὁ τῆς γαστριμαργίας λέγω καὶ φιλαργυρίας καὶ κενοδοξίας, τὰς ἀφορμὰς ἐκ τῆς ἀναγκαίας τοῦ | |
5 | σώματος δῆθεν λαμβάνοντες χρείας· ἐξ ὧν γεννᾶται ἅπας ὁ τῶν κακῶν κατάλογος. Δεῖ οὗν, ὡς εἴρηται, προσέχειν ἀναγκαίως καὶ ταύτῃ πολεμεῖν μετὰ πολλῆς νήψεως· ταύτης γὰρ ἀναιρουμένης, συναναιροῦνται πάντες οἱ ἐξ αὐτῆς. | |
2.60(t) | Εʹ. | |
1 | Τὸ τῆς φιλαυτίας πάθος τῷ μὲν μοναχῷ ἐλεεῖν ὑποτίθεται τὸ σῶμα καὶ συνελθεῖν παρὰ τὸ προσῆκον εἰς τὰ βρώματα, οἰκονομίας δῆθεν χάριν καὶ κυβερνήσεως, ἵνα κατὰ μικρὸν παρασυρόμενος εἰς τὸν βόθρον τῆς φιληδονίας ἐμπέσῃ. Τῷ δὲ κοσμικῷ ἐντεῦθεν ἤδη πρόνοιαν αὐτῷ ποιεῖσθαι | |
5 | εἰς ἐπιθυμίαν ὑποβάλλει. | |
2.61(t) | ΞΑʹ. | |
1 | Τὴν τῆς προσευχῆς ἀκροτάτην κατάστασιν ταύτην εἶναι λέγουσι· τὸ ἔξω σαρκὸς καὶ κόσμου γενέσθαι τὸν νοῦν καὶ ἄϋλον πάντη καὶ ἀνείδεον ἐν τῷ προσεύχεσθαι. Ὁ οὖν ταύτην ἀλώβητον διατηρῶν τὴν κατάστασιν, | |
οὗτος ὄντως ἀδιαλείπτως προσεύχεται. | 122 | |
2.62(t) | ΞΒʹ. | |
1 | Ὥσπερ τὸ σῶμα ἀποθνῆσκον πάντων χωρίζεται τῶν τοῦ κόσμου πραγμά‐ των, οὕτω καὶ ὁ νοῦς ἐν τῷ ἄκρως προσεύχεσθαι ἀποθνήσκων πάντων χω‐ ρίζεται τῶν τοῦ κόσμου νοημάτων. Ἐὰν μὴ γὰρ τὸν τοιοῦτον ἀποθάνῃ θάνατον, μετὰ Θεοῦ εὑρεθῆναι καὶ ζῆσαι οὐ δύναται. | |
2.63(t) | ΞΓʹ. | |
1 | Μηδείς σε ἀπατήσῃ, μοναχέ, ὅτι ἔνι σε σωθῆναι ἡδονῇ καὶ κενοδοξίᾳ δουλεύοντα. | |
2.64(t) | ΞΔʹ. | |
1 | Ὥσπερ τὸ σῶμα διὰ τῶν πραγμάτων ἁμαρτάνει καὶ ἔχει πρὸς παιδαγω‐ γίαν τὰς σωματικὰς ἀρετάς, ἵνα σωφρονῇ· οὕτω καὶ ὁ νοῦς διὰ τῶν ἐμπαθῶν νοημάτων καὶ ἔχει ὡσαύτως πρὸς παιδαγωγίαν τὰς ψυχικὰς ἀρετάς, ἵνα καθαρῶς καὶ ἀπαθῶς ὁρῶν τὰ πράγματα σωφρονῇ. | |
2.65(t) | ΞΕʹ. | |
1 | Ὥσπερ τὰς ἡμέρας διαδέχονται αἱ νύκτες καὶ τὰ θέρη οἱ χειμῶνες· οὕτω κενοδοξίαν καὶ ἡδονὴν λύπαι καὶ ὀδύναι, εἴτε ἐν τῷ παρόντι εἴτε ἐν τῷ μέλλοντι. | |
2.66(t) | Ξϛʹ. | |
1 | Οὐκ ἔστιν ἁμαρτήσαντα ἐκφυγεῖν τὴν μέλλουσαν κρίσιν ἄνευ ἑκουσίων ἐνταῦθα πόνων ἢ ἀκουσίων ἐπιφορῶν. | |
2.67(t) | ΞΖʹ. | |
1 | Διὰ πέντε αἰτίας φασὶ παραχωρεῖσθαι ἡμᾶς ὑπὸ τοῦ Θεοῦ πολεμεῖσθαι | |
ὑπὸ δαιμόνων· καὶ πρώτην μὲν εἶναί φασιν, ἵνα πολεμούμενοι καὶ ἀντιπο‐ λεμοῦντες εἰς διάκρισιν τῆς ἀρετῆς καὶ τῆς κακίας ἔλθωμεν· δευτέραν δέ, ἵνα πολέμῳ καὶ πόνῳ τὴν ἀρετὴν κτώμενοι, βεβαίαν αὐτὴν καὶ ἀμετάπτωτον | 124 | |
5 | ἔξωμεν· τρίτην δέ, ἵνα προκόπτοντες εἰς τὴν ἀρετὴν μὴ ὑψηλοφρονῶμεν, ἀλλὰ μάθωμεν ταπεινοφρονεῖν· τετάρτην δέ, ἵνα πειραθέντες τῆς κακίας, τέλειον μῖσος αὐτὴν μισήσωμεν· πέμπτην δὲ ἐπὶ πάσαις, ἵνα ἀπαθεῖς γενό‐ μενοι μὴ ἐπιλαθώμεθα τῆς οἰκείας ἀσθενείας μήτε τῆς τοῦ βοηθήσαντος δυνάμεως. | |
2.68(t) | ΞΗʹ. | |
1 | Ὥσπερ τοῦ πεινῶντος ὁ νοῦς ἄρτον φαντάζεται καὶ τοῦ διψῶντος ὕδωρ, οὕτω καὶ τοῦ γαστριμάργου ποικιλίας ἐδεσμάτων· καὶ τοῦ φιληδόνου, μορφὰς γυναικῶν· καὶ τοῦ κενοδόξου, τὰς ἐξ ἀνθρώπων τιμάς· καὶ τοῦ φιλαργύρου, τὰ κέρδη· καὶ τοῦ μνησικάκου, τὴν ἄμυναν τοῦ λυπήσαντος· | |
5 | καὶ τοῦ φθονεροῦ, τὴν κάκωσιν τοῦ φθονουμένου, καὶ ἐπὶ τῶν ἄλλων παθῶν ὁμοίως. Ἐκ γὰρ τῶν παθῶν ὀχλούμενος ὁ νοῦς λαμβάνει τὰ ἐμπαθὴ νοήματα, καὶ ἐγρηγορότος τοῦ σώματος καὶ κατὰ τοὺς ὕπνους. | |
2.69(t) | ΞΘʹ. | |
1 | Ὅταν ἡ ἐπιθυμία αὔξῃ, τὰς ποιητικὰς τῶν ἡδονῶν ὕλας ἐν τοῖς ὕπνοις ὁ νοῦς φαντάζεται· ὅταν δὲ ὁ θυμός, τὰ φόβων ποιητικὰ πράγματα βλέπει. Αὔξουσι μέντοι τὰ πάθη οἱ ἀκάθαρτοι δαίμονες, συνεργὸν τὴν ἡμετέραν ἀμέλειαν λαμβάνοντες καὶ ταῦτα ἐρεθίζοντες· ἐλαττοῦσι δὲ οἱ ἅγιοι ἄγ‐ | |
5 | γελοι, πρὸς τὴν τῶν ἀρετῶν ἡμᾶς κινοῦντες ἐργασίαν. | |
2.70(t) | Οʹ. | |
1 | Τὸ μὲν ἐπιθυμητικὸν τῆς ψυχῆς πυκνότερον ἐρεθιζόμενον ἕξιν φιλη‐ δονίας δυσκίνητον τῇ ψυχῇ ἐντίθησιν· ὁ δὲ θυμὸς συνεχῶς ταρασσόμενος δειλὸν καὶ ἄνανδρον τὸν νοῦν ἀπεργάζεται. Ἰῶνται δὲ τὸ μὲν ἄσκησις ἐπι‐ τεταμένη νηστείας καὶ ἀγρυπνίας καὶ προσευχῆς· τὸν δέ, χρηστότης καὶ | |
5 | φιλανθρωπία καὶ ἀγάπη καὶ ἔλεος. | 126 |
2.71(t) | ΟΑʹ. | |
1 | Ἢ διὰ τῶν πραγμάτων οἱ δαίμονες πολεμοῦσιν ἢ διὰ τῶν ἐν πράγμασιν ἐμπαθῶν νοημάτων· καὶ διὰ μὲν τῶν πραγμάτων τοὺς ἐν τοῖς πράγμασιν ὄντας, διὰ δὲ τῶν νοημάτων τοὺς τῶν πραγμάτων κεχωρισμένους. | |
2.72(t) | ΟΒʹ. | |
1 | Ὅσον ἐστὶν εὐκοπώτερον τὸ κατὰ διάνοιαν ἁμαρτάνειν τοῦ κατ’ ἐνέρ‐ γειαν, τοσοῦτόν ἐστι βαρύτερος ὁ διὰ τῶν νοημάτων πόλεμος τοῦ διὰ τῶν πραγμάτων. | |
2.73(t) | ΟΓʹ. | |
1 | Τὰ μὲν πράγματα ἔξωθέν εἰσι τοῦ νοῦ, τὰ δὲ τούτων νοήματα ἔσωθεν συνίστανται. Ἐν αὐτῷ οὖν ἐστι τὸ εὖ τούτοις χρήσασθαι ἢ κακῶς· τῇ γὰρ ἐσφαλμένῃ τῶν νοημάτων χρήσει ἢ παράχρησις τῶν πραγμάτων ἀκολουθεῖ. | |
2.74(t) | ΟΔʹ. | |
1 | Διὰ τῶν τριῶν τούτων λαμβάνει ὁ νοῦς τὰ ἐμπαθῆ νοήματα· διὰ τῆς αἰσθήσεως, διὰ τῆς κράσεως, διὰ τῆς μνήμης. Καὶ διὰ μὲν τῆς αἰσθήσεως, ὅταν προσβάλλοντα αὐτῇ τὰ πράγματα πρὸς ἅπερ τὰ πάθη κεκτήμεθα, κινῇ αὐτὸν πρὸς ἐμπαθεῖς λογισμούς· διὰ δὲ τῆς κράσεως, ὅταν ἐξ ἀκολάστου | |
5 | διαίτης ἢ ἐνεργείας δαιμόνων ἢ νοσήματός τινος ἀλλοιουμένη ἡ τοῦ σώματος κρᾶσις, κινῇ αὐτὸν πάλιν πρὸς ἐμπαθεῖς λογισμοὺς ἢ κατὰ τῆς προνοίας· διὰ δὲ τῆς μνήμης, ὅταν τῶν πραγμάτων πρὸς ἅπερ πεπόνθαμεν τὰ νοήματα | |
ἡ μνήμη ἀναφέρῃ καὶ κινῇ αὐτὸν ὁμοίως πρὸς ἐμπαθεῖς λογισμούς. | 128 | |
2.75(t) | ΟΕʹ. | |
1 | Τῶν εἰς χρῆσιν παρὰ Θεοῦ δοθέντων ἡμῖν πραγμάτων τὰ μὲν ἐν τῇ ψυχῇ, τὰ δὲ ἐν τῷ σώματι, τὰ δὲ περὶ τὸ σῶμα εὑρίσκεται· οἷον ἐν μὲν τῇ ψυχῇ, αἱ δυνάμεις αὐτῆς· ἐν δὲ τῷ σώματι, τὰ αἰσθητήρια καὶ τὰ λοιπὰ μέλη· περὶ δὲ τὸ σῶμα, βρώματα, χρήματα, κτήματα καὶ τὰ ἑξῆς. Τὸ οὖν | |
5 | εὖ τούτοις χρήσασθαι ἢ κακῶς ἢ τοῖς περὶ ταῦτα συμβεβηκόσιν ἢ ἐνα‐ ρέτους ἢ φαύλους ἡμᾶς ἀποφαίνει. | |
2.76(t) | Οϛʹ. | |
1 | Τῶν ἐν τοῖς πράγμασι συμβεβηκότων τὰ μέν εἰσι τῶν ἐν τῇ ψυχῇ, τὰ δὲ τῶν ἐν τῷ σώματι, τὰ δὲ τῶν περὶ τὸ σῶμα πραγμάτων· καὶ τῶν μὲν ἐν τῇ ψυχῇ, οἷον γνῶσις καὶ ἄγνοια, λήθη καὶ μνήμη, ἀγάπη καὶ μῖσος, φόβος καὶ θάρσος, λύπη καὶ χαρὰ καὶ τὰ ἑξῆς· τῶν ἐν τῷ σώματι, οἷον | |
5 | ἡδονὴ καὶ πόνος, αἴσθησις καὶ πήρωσις, ὑγίεια καὶ νόσος, ζωὴ καὶ θάνατος καὶ τὰ τοιαῦτα· τῶν δὲ περὶ τὸ σῶμα, οἷον εὐτεκνία καὶ ἀτεκνία, πλοῦτος καὶ πενία, δόξα καὶ ἀδοξία καὶ τὰ ἑξῆς. Τούτων δὲ τὰ μὲν καλά, τὰ δὲ κακὰ τοῖς ἀνθρώποις νομίζεται, οὐδὲν αὐτῶν κακὸν ὂν τῷ ἰδίῳ λόγῳ· παρὰ δὲ τὴν χρῆσιν εἴτε κακὰ κυρίως εἴτε ἀγαθὰ εὑρίσκεται. | |
2.77(t) | ΟΖʹ. | |
1 | Καλὴ ἡ γνῶσις τῇ φύσει, ὁμοίως δὲ καὶ ἡ ὑγίεια· ἀλλὰ τἀναντία τοὺς πολλοὺς ἤπερ ταῦτα ὤνησεν. Τοῖς γὰρ φαύλοις οὐκ εἰς καλὸν ἡ γνῶσις συμβαίνει, εἰ καὶ τῇ φύσει, ὡς εἴρηται, ἐστὶ καλή· ὁμοίως δὲ οὐδὲ ὑγίεια οὐδὲ πλοῦτος οὐδὲ χαρά· οὐ γὰρ συμφερόντως τούτοις κέχρηνται. Ἄρα | |
5 | οὖν τἀναντία τούτοις συμφέρει· οὐκοῦν οὐδὲ ἐκεῖνα κακὰ τῷ ἰδίῳ λόγῳ | |
τυγχάνει, εἰ καὶ δοκεὶ κακὰ εἶναι. | 130 | |
2.78(t) | ΟΗʹ. | |
1 | Μὴ παραχρῶ τοῖς νοήμασιν, ἵνα μὴ ἐξ ἀνάγκης καὶ τοῖς πράγμασι παραχρήσῃ. Ἐὰν γὰρ μή τις πρῶτον κατὰ διάνοιαν ἁμαρτάνῃ, οὐκ ἂν ἁμάρτοι ποτὲ κατ’ ἐνέργειαν. | |
2.79(t) | ΟΘʹ. | |
1 | Εἰκὼν τοῦ χοϊκοῦ αἱ γενικαὶ κακίαι ὑπάρχουσιν, οἷον ἀφροσύνη, δειλία, ἀκολασία, ἀδικία· εἰκὼν δὲ τοῦ ἐπουρανίου αἱ γενικαὶ ἀρεταί, οἷον φρόνησις, ἀνδρεία, σωφροσύνη, δικαιοσύνη. Ἀλλὰ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. | |
2.80(t) | Πʹ. | |
1 | Εἰ θέλεις εὑρεῖν τὴν ὁδὸν τὴν ἀπάγουσαν εἰς τὴν ζωήν, ἐν τῇ ὁδῷ αὐτὴν ζήτει, κἀκεῖ αὐτὴν εὑρίσκεις, τῇ εἰπούσῃ· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. Πλὴν σφόδρα ἐμπόνως ζήτει, διότι ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν, καὶ μήπως τῶν ὀλίγων ἀπολειφθείς, μετὰ τῶν πολλῶν | |
5 | εὑρεθήσῃ. | |
2.81(t) | ΠΑʹ. | |
1 | Διὰ τὰ πέντε ταῦτα ἡ ψυχὴ ἀπὸ ἁμαρτιῶν ἀνακόπτεται· ἢ διὰ τὸν φόβον τῶν ἀνθρώπων ἢ διὰ τὸν φόβον τῆς κρίσεως ἢ διὰ τὴν μέλλουσαν μισθαποδοσίαν ἢ διὰ τὴν ἀγάπην τοῦ Θεοῦ ἢ τελευταῖον διὰ τὴν συνείδησιν τύπτουσαν. | |
2.82(t) | ΠΒʹ. | |
1 | Τινές φασιν ὅτι οὐκ ἂν ἦν τὸ κακὸν ἐν τοῖς οὖσιν, εἰ μήτι δ’ ἂν ἑτέρα τις ἦν δύναμις, ἡ ἀνθέλκουσα ἡμᾶς ἐπ’ αὐτό· αὕτη δέ ἐστιν οὐδὲ ἕτερον | |
ἢ ἡ τῶν κατὰ φύσιν τοῦ νοῦ ἐνεργειῶν ἀμέλεια. Διόπερ οἱ τούτων τὴν ἐπιμέλειαν ποιούμενοι, τὰ μὲν καλὰ ἀεὶ ποιοῦσι, τὰ δὲ κακὰ οὐδέποτε. | 132 | |
5 | Εἰ οὖν θέλεις καὶ σύ, ἄπωσαι τὴν ἀμέλειαν καὶ συναπελαύνεις τὴν κακίαν, ἥτις ἐστὶν ἡ ἐσφαλμένη χρῆσις τῶν νοημάτων, ᾗ ἐπακολουθεῖ ἡ παράχρησις τῶν πραγμάτων. | |
2.83(t) | ΠΓʹ. | |
1 | Κατὰ φύσιν τοῦ ἐν ἡμῖν λογικοῦ μέρους τό τε ὑποταγῆναι τῷ θείῳ λόγῳ καὶ τὸ ἄρχειν τοῦ ἐν ἡμῖν ἀλόγου μέρους· αὕτη οὖν ἡ τάξις ἐν πᾶσι φυλαχθήτω καὶ οὔτε τὸ κακὸν ἔσται ἐν τοῖς οὔσιν οὔτε τὸ ἐπ’ αὐτὸ ἀνθέλκον εὑρεθήσεται. | |
2.84(t) | ΠΔʹ. | |
1 | Οἱ μὲν τῶν λογισμῶν ἁπλοῖ εἰσιν, οἱ δὲ σύνθετοι. Καὶ ἁπλοῖ μέν εἰσιν οἱ ἀπαθεῖς· σύνθετοι δὲ οἱ ἐμπαθεῖς, ὡς ἐκ πάθους καὶ νοήματος συγκείμενοι. Τούτων οὕτως ἐχόντων, πολλοὺς τῶν ἁπλῶν ἐστιν ἰδεῖν ἑπομένους τοῖς συνθέτοις, ὅταν ἄρξωνται κινεῖσθαι πρὸς τὸ κατὰ διάνοιαν ἁμαρτάνειν. | |
5 | Οἷον ὡς ἐπὶ τοῦ χρυσίου· ἀνέβη ἐπὶ τὴν μνήμην τινὸς λογισμὸς περὶ χρυσίου ἐμπαθὴς καὶ ὥρμησε τῇ διανοίᾳ ἐπὶ τὸ κλέπτειν καὶ ἀπετέλεσε κατὰ νοῦν τὴν ἁμαρτίαν. Συνείποντο δὲ τῇ μνήμῃ τοῦ χρυσίου καὶ ἡ μνήμη τοῦ βαλ‐ λαντίου καὶ τοῦ σκευαρίου καὶ τοῦ κουβουκλείου καὶ τῶν ἑξῆς. Καὶ ἡ μὲν μνήμη τοῦ χρυσίου ἦν σύνθετος· εἶχε γὰρ τὸ πάθος· ἡ δὲ τοῦ βαλλαντίου | |
10 | καὶ τοῦ σκευαρίου καὶ τῶν ἑξῆς, ἁπλῆ· οὐ γὰρ εἶχε πρὸς αὐτὰ πάθος ὁ νοῦς· καὶ ἐπὶ παντὸς δὲ λογισμοῦ ὁμοίως ἔχει, ἐπί τε κενοδοξίας καὶ γυναικὸς καὶ τῶν λοιπῶν. Οὐ γὰρ πάντες οἱ συνεπόμενοι τῷ ἐμπαθεῖ λογισμοὶ καὶ ἐμπαθεῖς εἰσιν, ὡς ἀπέδειξεν ὁ λόγος· ἐκ τούτων οὖν δυνάμεθα γνῶναι | |
ποῖα τὰ ἐμπαθῆ νοήματα καὶ ποῖα τὰ ἁπλᾶ. | 134 | |
2.85(t) | ΠΕʹ. | |
1 | Τινὲς μέν φασιν ὅτι τῶν μορίων τοῦ σώματος καθαπτόμενοι οἱ δαίμονες κατὰ τοὺς ὕπνους κινοῦσι τὸ πάθος τῆς πορνείας· εἶτα τὸ πάθος κινούμενον ἀναφέρει τὴν μορφὴν τῆς γυναικὸς διὰ τῆς μνήμης ἐπὶ τὸν νοῦν. Τινὲς δέ, ὅτι τῷ μὲν νῷ ἐν σχήματι γυναικὸς παραφαίνονται· τῶν δὲ μορίων τοῦ | |
5 | σώματος καθαπτόμενοι, τὴν ὄρεξιν κινοῦσι καὶ οὕτω γίνονται αἱ φαντασίαι. Ἕτεροι δὲ πάλιν, ὅτι τὸ πάθος τὸ ἐπικρατοῦν ἐν τῷ πλησιάζοντι δαίμονι κινεῖ τὸ πάθος καὶ οὕτως ἀνάπτεται πρὸς λογισμοὺς ἡ ψυχή, ἀναφέρουσα τὰς μορφὰς διὰ τῆς μνήμης· καὶ ἐπὶ τῶν ἄλλων δὲ ἐμπαθῶν φαντασιῶν ὁμοίως οἱ μὲν οὕτως, οἱ δὲ οὕτως συμβαίνειν φασί. Πλὴν ἐν οὐδενὶ τῶν | |
10 | εἰρημένων τρόπων ἰσχύουσι πάθος τὸ οἱονδήποτε κινῆσαι οἱ δαίμονες, παρούσης τῇ ψυχῇ ἀγάπης καὶ ἐγκρατείας, οὔτε ἐγρηγορότος τοῦ σώματος οὔτε κατὰ τοὺς ὕπνους. | |
2.86(t) | Πϛʹ. | |
1 | Τὰ μὲν τῶν τοῦ νόμου ἐντολῶν καὶ σωματικῶς καὶ πνευματικῶς ἀνάγκη φυλάττειν, τὰ δὲ πνευματικῶς μόνον. Οἷον τὸ οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις καὶ τὰ ὅμοια, καὶ σωματικῶς καὶ πνευματικῶς χρὴ φυλάττειν· καὶ πνευματικῶς δὲ τρισσῶς. Τὸ δὲ περιτέμνεσθαι καὶ | |
5 | φυλάττειν τὸ σάββατον καὶ σφάξαι τὸν ἀμνὸν καὶ ἔδεσθαι ἄζυμα ἐπὶ πικρίδων καὶ τὰ ὅμοια, πνευματικῶς μόνον. | |
2.87(t) | ΠΖʹ. | |
1 | Τρεῖς εἰσιν ἠθικαὶ καταστάσεις γενικώτεραι ἐν τοῖς μοναχοῖς· καὶ πρώτη μέν, τὸ μηδὲν ἁμαρτάνειν κατ’ ἐνέργειαν· δευτέρα δέ, τὸ μὴ ἐγχρο‐ νίζειν ἐν τῇ ψυχῇ τοὺς ἐμπαθεῖς λογισμούς· τρίτη δέ, τὸ τὰς μορφὰς τῶν γυναικῶν καὶ τῶν λυπησάντων ἀπαθῶς θεωρεῖν κατὰ διάνοιαν. | |
2.88(t) | ΠΗʹ. | |
1 | Ἀκτήμων ἐστὶν ὁ ἀποταξάμενος πᾶσι τοῖς ὑπάρχουσιν αὐτῷ καὶ μηδὲν τὸ σύνολον ἐπὶ γῆς κεκτημένος πλὴν τοῦ σώματος· καὶ τὴν πρὸς αὐτὸ δὲ σχέσιν διαρρήξας, τῷ Θεῷ καὶ τοῖς εὐσεβέσι τὴν ἑαυτοῦ κατεπίστευσεν | |
οἰκονομίαν. | 136 | |
2.89(t) | ΠΘʹ. | |
1 | Τῶν κτωμένων οἱ μὲν ἀπαθῶς κτῶνται, διὸ καὶ στερούμενοι αὐτῶν οὐ λυποῦνται, ὡς οἱ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων αὐτῶν μετὰ χαρᾶς προσ‐ δεξάμενοι. Οἱ δὲ ἐμπαθῶς κτῶνται, διὸ καὶ μέλλοντες στερεῖσθαι περίλυποι γίνονται, ὡς ὁ ἐν τῷ εὐαγγελίῳ πλούσιος ἀπῆλθε λυπούμενος· εἰ δὲ καὶ | |
5 | στεροῦνται, μέχρι θανάτου λυποῦνται. Τοῦ οὖν ἀπαθοῦς καὶ τοῦ ἐμπαθοῦς τὴν διάθεσιν ἡ στέρησις ἐλέγχει. | |
2.90(t) | ϙʹ. | |
1 | Τοὺς μὲν ἄκρως προσευχομένους πολεμοῦσιν οἱ δαίμονες, ἵνα τὰ νοήματα τῶν αἰσθητῶν πραγμάτων ψιλὰ μὴ ἀναλαμβάνωσι· τοὺς δὲ γνωστικούς, ἵνα ἐγχρονίζωσιν ἐν αὐτοῖς οἱ ἐμπαθεῖς λογισμοί· τοὺς δὲ περὶ τὴν πρᾶξιν ἀγωνιζομένους, ἵνα πείσωσιν αὐτοὺς κατ’ ἐνέργειαν ἁμαρτάνειν· παντὶ | |
5 | δὲ τρόπῳ πρὸς πάντας ἀγωνίζονται, ἵνα ἀπὸ τοῦ Θεοῦ οἱ δείλαιοι τοὺς ἀνθρώπους χωρίσωσι. | |
2.91(t) | ϙΑʹ. | |
1 | Οἱ κατὰ τὸν βίον τοῦτον ὑπὸ τῆς θείας προνοίας εἰς εὐσέβειαν ἐγγυμνα‐ ζόμενοι, διὰ τῶν τριῶν τούτων πειρασμῶν δοκιμάζονται· οἷον ἢ διὰ τῆς τῶν ἡδέων δόσεως, ὡς ἐπὶ ὑγιείας καὶ κάλλους καὶ εὐτεκνίας καὶ χρημάτων καὶ δόξης καὶ τῶν ὁμοίων· ἢ διὰ τῆς τῶν λυπηρῶν ἐπιφορᾶς, οἷον στερήσεως | |
5 | τέκνων καὶ χρημάτων καὶ δόξης· ἢ διὰ τῶν ὀδύνην ἐμποιούντων τῷ σώματι, οἷον νοσημάτων καὶ βασάνων καὶ τῶν ἑξῆς. Καὶ πρὸς μὲν τοὺς πρώτους λέγει ὁ Κύριος· Εἴ τις οὐκ ἀποτάσσεται πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ, οὐ δύναταί μου εἶναι μαθητής· πρὸς δὲ τοὺς δευτέρους καὶ τοὺς τρίτους· Ἐν | |
τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν. | 138 | |
2.92(t) | ϙΒʹ. | |
1 | Τὰ τέσσαρα ταῦτά φασιν ἀλλοιῶσαι τὴν κρᾶσιν τοῦ σώματος καὶ διδόναι τῷ νῷ λογισμοὺς εἴτε ἐμπαθεῖς εἴτε ἀπαθεῖς δι’ αὐτῆς· οἷον τοὺς ἀγγέλους, τοὺς δαίμονας, τοὺς ἀέρας, τὴν δίαιταν. Καὶ τοὺς μὲν ἀγγέλους λόγῳ φασὶν ἀλλοιῶσαι· τοὺς δὲ δαίμονας, δι’ ἐπαφῆς· τοὺς δὲ ἀέρας, ταῖς | |
5 | μεταβολαῖς· τὴν δὲ δίαιταν, ταῖς τῶν βρωμάτων καὶ πομάτων ποιότησι καὶ πλεονασμῷ καὶ ἐλαττώσει· πάρεξ τῶν διὰ μνήμης καὶ ἀκοῆς καὶ ὁρά‐ σεως συμβαινουσῶν αὐτῇ ἀλλοιώσεων, πρωτοπαθούσης τῆς ψυχῆς ἐκ τῶν συμπιπτόντων αὐτῇ λυπηρῶν ἢ χαροποιῶν. Καὶ ἐκ τούτων μὲν προσπάσχουσα ἡ ψυχὴ ἀλλοιοῖ τὴν κρᾶσιν τοῦ σώματος· ἐκ δὲ τῶν προειρημένων ἡ κρᾶσις | |
10 | ἀλλοιουμένη παρέχει τῷ νῷ λογισμούς. | |
2.93(t) | ϙΓʹ. | |
1 | Θάνατος μέν ἐστι κυρίως ὁ τοῦ Θεοῦ χωρισμός· κέντρον δὲ τοῦ θανάτου, ἡ ἁμαρτία· ὃ δεξάμενος ὁ Ἀδὰμ ὁμοῦ τοῦ τῆς ζωῆς ξύλου καὶ τοῦ παραδείσου καὶ τοῦ Θεοῦ ἐξόριστος γέγονεν· ᾧ ἐπεκολούθησεν ἐξ ἀνάγκης καὶ ὁ τοῦ σώματος θάνατος. Ζωὴ δὲ κυρίως ἐστὶν ὁ εἰπῶν· Ἐγώ εἰμι ἡ ζωή· οὗτος | |
5 | ἐν τῷ θανάτῳ γενόμενος, τὸν νεκρωθέντα πάλιν εἰς τὴν ζωὴν ἐπανήγαγεν. | |
2.94(t) | ϙΔʹ. | |
1 | Ὁ λόγος συγγραφόμενος ἢ πρὸς τὴν ἑαυτοῦ ὑπόμνησιν συγγράφεται ἢ πρὸς ὠφέλειαν ἑτέρων ἢ καὶ ἄμφω ἢ πρὸς βλάβην τινῶν ἢ πρὸς ἐπίδειξιν ἢ ἐξ ἀνάγκης. | |
2.95(t) | ϙΕʹ. | |
1 | Τόπος χλόης ἐστὶν ἡ πρακτικὴ ἀρετή· ὕδωρ δὲ ἀναπαύσεως, ἡ γνῶσις | |
τῶν γεγονότων. | 140 | |
2.96(t) | ϙϛʹ. | |
1 | Σκιὰ θανάτου ἐστὶν ἡ ἀνθρωπίνη ζωή· εἴ τις οὖν ἐστι μετὰ τοῦ Θεοῦ καὶ ὁ Θεὸς μετ’ αὐτοῦ ἐστιν, οὗτος δύναται εἰπεῖν ἐναργῶς τό· Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ’ ἐμοῦ εἶ. | |
2.97(t) | ϙΖʹ. | |
1 | Νοῦς μὲν καθαρὸς ὀρθὰ βλέπει τὰ πράγματα· λόγος δὲ γεγυμνασμένος ὑπ’ ὄψιν ἄγει τὰ ὁραθέντα· ἀκοὴ δὲ λαμπρὰ ὑποδέχεται αὐτά. Ὁ δὲ τῶν τριῶν ἐστερημένος τὸν εἰρηκότα κακίζει. | |
2.98(t) | ϙΗʹ. | |
1 | Μετὰ τοῦ Θεοῦ ἐστιν ὁ τὴν ἁγίαν γινώσκων Τριάδα καὶ τὴν δημιουρ‐ γίαν αὐτῆς καὶ τὴν πρόνοιαν καὶ τὸ παθητικὸν μέρος τῆς ψυχῆς ἀπαθὲς κεκτημένος. | |
2.99(t) | ϙΘʹ. | |
1 | Τὴν ῥάβδον σημαίνειν φασὶ τὴν κρίσιν τὴν τοῦ Θεοῦ· τὴν δὲ βακτηρίαν, τὴν πρόνοιαν. Τοῦ οὖν τῆς τούτων γνώσεως μετειληφότος ἐστὶ τὸ λέγειν· Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὐταί με παρεκάλεσαν. | |
2.100(t) | Ρʹ. | |
1 | Ὅταν ὁ νοῦς παθῶν γυμνωθῇ καὶ τῇ τῶν ὄντων καταλάμπηται θεωρίᾳ, | |
τότε δύναται καὶ ἐν Θεῷ γενέσθαι καὶ ὡς δεῖ προσεύχεσθαι. | 142 | |
3t1-100 | ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΑΓΑΠΗΣ ΤΡΙΤΗ ΕΚΑΤΟΝΤΑΣ | |
3.1(t) | Αʹ. | |
1 | Ἡ μὲν εὔλογος τῶν νοημάτων καὶ τῶν πραγμάτων χρῆσις σωφροσύνης καὶ ἀγάπης καὶ γνώσεώς ἐστι ποιητική· ἡ δὲ ἄλογος, ἀκολασίας καὶ μίσους καὶ ἀγνωσίας. | |
3.2(t) | Βʹ. | |
1 | Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, καὶ τὰ ἑξῆς. Ἡ τράπεζα ἐνταῦθα σημαίνει τὴν πρακτικὴν ἀρετήν· αὕτη γὰρ ἐξ ἐναντίας τῶν τλιβόντων ἡμᾶς παρὰ Χριστοῦ ἡτοιμάσθη. Τὸ δὲ ἔλαιον τὸ λιπαῖνον τὸν νοῦν, τὴν θεωρίαν τῶν γεγονότων· τὸ δὲ ποτήριον τοῦ Θεοῦ, τὴν γνῶσιν τὴν τοῦ Θεοῦ· τὸ | |
5 | δὲ ἔλεος αὐτοῦ, τὸν Λόγον αὐτοῦ καὶ Θεόν. Οὗτος γὰρ διὰ τῆς ἐνανθρωπήσεως αὐτοῦ καταδιώκει πάσας τὰς ἡμέρας, ἕως οὗ πάντας καταλάβῃ τοὺς σω‐ θησομένους, ὥσπερ τὸν Παῦλον. Ὁ δὲ οἶκος, τὴν βασιλείαν, ἐν ᾗ ἀποκα‐ θίστανται πάντες οἱ ἅγιοι. Ἡ δὲ μακρότης τῶν ἡμερῶν, τὴν αἰώνιον ζωήν. | |
3.3(t) | Γʹ. | |
1 | Κατὰ παράχρησιν αἱ κακίαι τῶν τῆς ψυχῆς δυνάμεων ἡμῖν ἐπισυμ‐ βαίνουσιν, οἷον τῆς τε ἐπιθυμητικῆς καὶ τῆς θυμοειδοῦς καὶ τῆς λογιστικῆς. Καὶ τῆς μὲν λογιστικῆς δυνάμεως παράχρησίς ἐστιν ἀγνωσία καὶ ἀφροσύνη· τῆς δὲ θυμοειδοῦς καὶ ἐπιθυμητικῆς, μῖσος καὶ ἀκολασία. Χρῆσις δὲ τούτων, | |
5 | γνῶσις καὶ φρόνησις, ἀγάπη τε καὶ σωφροσύνη· εἰ δὲ τοῦτο, οὐδὲν τῶν ὑπὸ Θεοῦ κτισθέντων καὶ γεγονότων ἐστὶ κακόν. | |
3.4(t) | Δʹ. | |
1 | Οὐ τὰ βρώματα κακά, ἀλλ’ ἡ γαστριμαργία· οὐδὲ ἡ παιδοποιία, ἀλλ’ ἡ πορνεία· οὐδὲ τὰ χρήματα, ἀλλ’ ἡ φιλαργυρία· οὐδὲ ἡ δόξα, ἀλλ’ ἡ κενοδοξία. Εἰ δὲ τοῦτο, οὐδὲν ἐν τοῖς οὖσι κακόν, εἰ μὴ ἡ παράχρησις, ἥτις ἐπισυμ‐ | |
βαίνει ἐκ τοῦ νοῦ ἀμελείας περὶ τὴν φυσικὴν γεωργίαν. | 144 | |
3.5(t) | Εʹ. | |
1 | Τὸ ἐν δαίμοσι κακὸν ταῦτα εἶναί φησιν ὁ μακάριος Διονύσιος· θυμὸν ἄλογον, ἄνουν ἐπιθυμίαν, φαντασίαν προπετῆ. Ἀλογία δὲ καὶ ἄνοια καὶ προπέτεια ἐπὶ τῶν λογικῶν στερήσεις εἰσὶ λόγου καὶ νοῦ καὶ περισκέψεως. Αἱ δὲ στερήσεις τῶν ἕξεών εἰσι δεύτεραι· ἄρα οὖν ἦν ὅτε ὑπῆρχεν ἐν αὐτοῖς | |
5 | λόγος καὶ νοῦς καὶ περίσκεψις εὐλαβής. Εἰ δὲ τοῦτο, οὐδὲ οἱ δαίμονες φύσει κακοί· ἀλλ’ ἐκ παραχρήσεως τῶν φυσικῶν δυνάμεων κακοὶ γεγόνασι. | |
3.6(t) | ϛʹ. | |
1 | Τὰ μὲν τῶν παθῶν, ἀκολασίας· τὰ δέ, μίσους· τὰ δέ, καὶ ἀκολασίας καὶ μίσους εἰσὶ ποιητικά. | |
3.7(t) | Ζʹ. | |
1 | Πολυφαγία καὶ ἡδυφαγία ἀκολασίας εἰσὶν αἰτίαι· φιλαργυρία δὲ καὶ κενοδοξία, μίσους πρὸς τὸν πλησίον· ἡ δὲ τούτων μήτηρ φιλαυτία τῶν ἀμφοτέρων ἐστὶν αἰτία. | |
3.8(t) | Ηʹ. | |
1 | Φιλαυτία ἐστὶν ἡ πρὸς τὸ σῶμα ἐμπαθὴς καὶ ἄλογος φιλία, ᾗ ἀντί‐ κειται ἀγάπη καὶ ἐγκράτεια· ὁ ἔχων αὐτὴν ἔχει πάντα τὰ πάθη. | |
3.9(t) | Θʹ. | |
1 | Οὐδείς, φησὶν ὁ Ἀπόστολος, τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν· ἀλλ’ ὑπω‐ πιάζει δηλονότι καὶ δουλαγωγεῖ, μηδὲν πλέον αὐτῇ παρέχων πλὴν διατροφῆς καὶ σκεπασμάτων καὶ τούτων μόνων τῶν πρὸς τὸ ζῆν ἀναγκαίων. Οὕτως οὖν ἀπαθῶς τις ἀγαπᾷ αὐτὴν καὶ ὡς ὑπηρέτιν τῶν θείων ἐκτρέφει καὶ | |
5 | θάλπει αὐτὴν τοῖς τὴν ἔνδειαν αὐτῆς ἀποπληροῦσι μόνοις. | 146 |
3.10(t) | Ιʹ. | |
1 | Ὅν τις ἀγαπᾷ, τοῦτον πάντως καὶ σπεύδει θεραπεύειν. Εἰ οὖν τὸν Θεόν τις ἀγαπᾷ, πάντως καὶ τὰ ἀρεστὰ αὐτῷ σπεύδει ποιεῖν· εἰ δὲ τὴν σάρκα, τὰ ταύτην τέρποντα ἐκτελεῖν. | |
3.11(t) | ΙΑʹ. | |
1 | Τῷ μὲν Θεῷ ἀρέσκει ἀγάπη καὶ σωφροσύνη καὶ θεωρία καὶ προσευχή· τῇ δὲ σαρκί, γαστριμαργία καὶ ἀκολασία καὶ τὰ τούτων αὐξητικά. Διὰ τοῦτο οἱ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται· οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. | |
3.12(t) | ΙΒʹ. | |
1 | Ὁ νοῦς ἐὰν μὲν νεύσῃ πρὸς Θεόν, ἔχει δοῦλον τὸ σῶμα καὶ πλέον οὐδὲν αὐτῷ παρέχει τῶν πρὸς τὸ ζῆν ἀναγκαίων· ἐὰν δὲ νεύσῃ πρὸς τὴν σάρκα, δουλοῦται τοῖς πάθεσι, πρόνοιαν αὐτῆς ἀεὶ εἰς ἐπιθυμίας ποιούμενος. | |
3.13(t) | ΙΓʹ. | |
1 | Εἰ θέλεις τῶν λογισμῶν περιγενέσθαι, ἐπιμελοῦ τῶν παθῶν καὶ εὐχε‐ ρῶς αὐτοὺς ἀπὸ τοῦ νοῦ ἐξελαύνεις. Οἷον ἐπὶ μὲν τῆς πορνείας, νήστευε, ἀγρύπνει, κοπίασον, ἰδίασον· ἐπὶ δὲ τῆς ὀργῆς καὶ τῆς λύπης, καταφρόνει δόξης καὶ ἀτιμίας καὶ τῶν ὑλικῶν πραγμάτων· ἐπὶ δὲ τῆς μνησικακίας, | |
5 | προσεύχου ὑπὲρ τοῦ λυπήσαντος καὶ ἀπαλλάττῃ. | |
3.14(t) | ΙΔʹ. | |
1 | Μὴ τῶν ἀνθρώπων τοῖς ἀσθενεστέροις σεαυτὸν παραμέτρει, ἀλλὰ τῇ ἐντολῇ τῆς ἀγάπης μᾶλλον παράτεινον· τοῖς μὲν γὰρ παραμετρῶν, εἰς τὸν βόθρον τῆς οἰήσεως ἐμπίπτεις· τῇ δὲ παρατείνων, εἰς τὸ ὕψος τῆς τα‐ | |
πεινοφροσύνης προκόπτεις. | 148 | |
3.15(t) | ΙΕʹ. | |
1 | Εἰ ὅλως τῆς πρὸς τὸν πλησίον ἀγάπης τὴν ἐντολὴν φυλάττεις, ὑπὲρ τίνος τῆς πρὸς αὐτὸν λύπης τὴν πικρίαν ἐντίκτεις; Ἢ δῆλον ὅτι ταύτης τὰ πρόσκαιρα προτιμῶν καὶ αὐτῶν ἀντεχόμενος, τὸν ἀδελφὸν πολεμεῖς; | |
3.16(t) | Ιϛʹ. | |
1 | Οὐ διὰ τὴν χρείαν τοσοῦτον τὸ χρυσίον ζηλωτὸν τοῖς ἀνθρώποις γέγο‐ νεν, ὅσον τὸ δι’ αὐτοῦ τοὺς πολλοὺς τὰς ἡδονὰς θεραπεύειν. | |
3.17(t) | ΙΖʹ. | |
1 | Τρία εἰσὶ τὰ αἴτια τῆς τῶν χρημάτων ἀγάπης· φιληδονία, κενοδοξία καὶ ἀπιστία· χαλεπωτέρα δὲ τῶν δύο ἡ ἀπιστία καθέστηκεν. | |
3.18(t) | ΙΗʹ. | |
1 | Ὁ μὲν φιλήδονος ἀγαπᾷ ἀργύριον, ἵνα δι’ αὐτοῦ τρυφήσῃ· ὁ δὲ κενό‐ δοξος, ἵνα δι’ αὐτοῦ δοξασθῇ· ὁ δὲ ἄπιστος, ἵνα κρύψῃ καὶ φυλάξῃ, λιμὸν φοβούμενος ἢ γῆρας ἢ νόσον ἢ ξενιτείαν καὶ ἐπ’ αὐτῷ μᾶλλον ἐλπίζει ἢ ἐπὶ τῷ Θεῷ τῷ πάσης κτίσεως δημιουργῷ καὶ προνοητῇ, ἕως τῶν ἐσχάτων | |
5 | καὶ μικροτάτων ζώων. | |
3.19(t) | ΙΘʹ. | |
1 | Τέσσαρές εἰσιν οἱ περιποιούμενοι χρήματα· οἱ προειρημένοι τρεῖς καὶ ὁ οἰκονομικός· μόνος δὲ οὗτος δηλονότι ὀρθῶς περιποιεῖται, ἵνα ἑκάστῳ τὴν χρείαν παρέχων μὴ διαλείπῃ ποτέ. | |
3.20(t) | Κʹ. | |
1 | Πάντες οἱ ἐμπαθεῖς λογισμοὶ ἢ τὸ ἐπιθυμητικὸν τῆς ψυχῆς ἐρεθί‐ | |
ζουσιν ἢ τὸ θυμικὸν ἐκταράσσουσιν ἢ τὸ λογιστικὸν ἐπισκοτίζουσι· καὶ ἐκ τούτου συμβαίνει τὸν νοῦν ὀφθαλμιᾶσαι πρὸς τὴν πνευματικὴν θεωρίαν καὶ τὴν τῆς προσευχῆς ἐκδημίαν. Καὶ τούτου χάριν ὀφείλει ὁ μοναχός, | 150 | |
5 | καὶ μάλιστα ὁ ἡσυχάζων, ἀκριβῶς τοῖς λογισμοῖς προσέχειν καὶ τὰς τούτων αἰτίας καὶ γνῶναι καὶ ἐκκόπτειν. Γινώσκειν δὲ οὕτως· οἷον ἐρεθίζουσι τὸ ἐπιθυμητικὸν τῆς ψυχῆς αἱ ἐμπαθεῖς μνῆμαι τῶν γυναικῶν· τούτων δὲ αἰτίαι, ἡ τῶν βρωμάτων καὶ πομάτων ἀκρασία καὶ ἡ αὐτῶν τῶν γυναικῶν πυκνὴ καὶ ἄλογος συντυχία· περικόπτει δὲ ταύτας πεῖνα καὶ δίψα καὶ | |
10 | ἀγρυπνία καὶ ἀναχώρησις. Τὸν δὲ θυμὸν πάλιν ἐκταράσσουσιν αἱ ἐμπαθεῖς μνῆμαι τῶν λυπησάντων· αἰτίαι δὲ τούτων, φιληδονία καὶ κενοδοξία καὶ φιλοϋλία· διὰ γὰρ ταῦτα ὁ ἐμπαθῆς λυπεῖται ἢ ὡς στερηθεὶς ἢ ὡς μὴ ἐπιτυχών· περικόπτει δὲ ταύτας ἡ τούτων αὐτῶν καταφρόνησις καὶ ἐξου‐ δένωσις διὰ τὴν εἰς Θεὸν ἀγάπην. | |
3.21(t) | ΚΑʹ. | |
1 | Γινώσκει ὁ Θεὸς ἑαυτόν, γινώσκει καὶ τὰ ὑπ’ αὐτοῦ γεγονότα· γινώ‐ σκουσι δὲ καὶ αἱ ἅγιαι δυνάμεις τὸν Θεόν, γινώσκουσι δὲ καὶ τὰ ὑπὸ τοῦ Θεοῦ γεγονότα. Ἀλλ’ οὐχ ὡς ὁ Θεὸς γινώσκει ἑαυτὸν καὶ τὰ ὑπ’ αὐτοῦ γεγονότα, οὔτω καὶ αἱ ἅγιαι δυνάμεις γινώσκουσι τὸν Θεὸν καὶ τὰ ὑπ’ αὐτοῦ | |
5 | γεγονότα. | |
3.22(t) | ΚΒʹ. | |
1 | Ὁ μὲν Θεὸς ἑαυτὸν γινώσκει ἐκ τῆς μακαρίας οὐσίας αὐτοῦ· τὰ δὲ ὑπ’ αὐτοῦ γεγονότα ἐκ τῆς σοφίας αὐτοῦ, δι’ ᾗς καὶ ἐν ᾗ τὰ πάντα ἐποίησεν. Αἱ δὲ ἅγιαι δυνάμεις τὸν μὲν Θεὸν μετοχῇ γινώσκουσι, ὑπὲρ μετοχὴν ὄντα· τὰ δὲ ὑπ’ αὐτοῦ γεγονότα ἀναλήψει τῶν ἐν αὐτοῖς θεωρημάτων. | |
3.23(t) | ΚΓʹ. | |
1 | Ἔξω μὲν τοῦ νοῦ εἰσι τὰ γεγονότα, ἔνδον δὲ τὴν αὐτῶν θεωρίαν ἀναλαμ‐ βάνει. Οὐχ οὕτως δὲ ἐπὶ Θεοῦ τοῦ ἀϊδίου καὶ ἀπείρου καὶ ἀορίστου καὶ τὸ | |
εἶναι καὶ εὖ εἶναι καὶ ἀεὶ εἶναι τοῖς οὖσι χαρισαμένου. | 152 | |
3.24(t) | ΚΔʹ. | |
1 | Θεοῦ μετέχει τοῦ ἁγίου ἡ λογικὴ καὶ νοερὰ οὐσία, αὐτῷ τε τῷ εἶναι καὶ τῇ πρὸς τὸ εὖ εἶναι ἐπιτηδειότητι· ἀγαθότητός τέ φημι καὶ σοφίας· καὶ τῇ πρὸς τὸ ἀεὶ εἶναι χάριτι. Ταύτῃ οὖν τὸν Θεὸν γινώσκει· τὰ δὲ ὑπ’ αὐτοῦ γεγονότα, τῇ ἀναλήψει, ὡς εἴρηται, τῆς ἐν τοῖς γεγονόσι θεωρου‐ | |
5 | μένης τεχνιχῆς σοφίας, ἥτις ἐστὶ ψιλὴ καὶ ἀνυπόστατος ἐν τῷ νῷ συνι‐ σταμένη. | |
3.25(t) | ΚΕʹ. | |
1 | Τέσσαρα τῶν θείων ἰδιωμάτων συνεκτικὰ καὶ φρουρητικὰ καὶ διασω‐ στικὰ τῶν ὄντων δι’ ἄκραν ἀγαθότητα ἐκοινοποίησεν ὁ Θεός, παραγαγὼν εἰς τὸ εἶναι τὴν λογικὴν καὶ νοερὰν οὐσίαν· τὸ ὄν, τὸ ἀεὶ ὄν, τὴν ἀγαθότητα καὶ τὴν σοφίαν. Τούτων τὰ μὲν δύο τῇ οὐσίᾳ παρέσχε· τὰ δὲ δύο τῇ γνωμικῇ ἐπι‐ | |
5 | τηδειότητι· καὶ τῇ μὲν οὐσίᾳ τὸ ὂν καὶ τὸ ἀεὶ ὄν· τῇ δὲ γνωμικῇ ἐπιτηδειότητι τὴν ἀγαθότητα καὶ τὴν σοφίαν, ἵνα ἅπερ ἐστὶν αὐτὸς κατ’ οὐσίαν, γίνηται ἡ κτίσις κατὰ μετουσίαν. Διὰ ταύτην κατ’ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ λέγεται γεγενῆσθαι· καὶ κατ’ εἰκόνα μέν, ὡς ὄν, ὄντος· καὶ ὡς ἀεὶ ὄν, ἀεὶ ὄντος· εἰ καὶ μὴ ἀνάρχως, ἀλλ’ ἀτελευτήτως· κατ’ ὁμοίωσιν δέ, ὡς ἀγαθός, ἀγαθοῦ· | |
10 | καὶ ὡς σοφός, σοφοῦ· τοῦ κατὰ φύσιν, ὁ κατὰ χάριν. Καὶ κατ’ εἰκόνα μὲν πᾶσα φύσις λογική ἐστι τοῦ Θεοῦ· καθ’ ὁμοίωσιν δέ, μόνοι οἱ ἀγαθοὶ καὶ σοφοί. | |
3.26(t) | Κϛʹ. | |
1 | Πᾶσα ἡ λογικὴ καὶ νοερὰ οὐσία διῄρηται εἰς δύο, τουτέστιν εἰς τὴν ἀγγελικὴν καὶ τὴν ἀνθρωπίνην φύσιν. Καὶ πᾶσα ἡ ἀγγελικὴ φύσις διῄρη‐ ται πάλιν εἰς δύο καθολικὰς γνώμας τε καὶ ἀγέλας, ἁγίας τε καὶ ἐναγεῖς, τουτέστιν εἰς ἁγίας δυνάμεις καὶ ἀκαθάρτους δαίμονας. Καὶ πᾶσα ἡ ἀν‐ | |
5 | θρωπίνη διῄρηται εἰς γνώμας μόνον καθολικὰς δύο, εὐσεβεῖς λέγω καὶ | |
ἀσεβεῖς. | 154 | |
3.27(t) | ΚΖʹ. | |
1 | Ὁ μὲν Θεὸς ὡς αὐτοΰπαρξις ὢν καὶ αὐτοαγαθότης καὶ αὐτοσοφία, μᾶλλον δὲ ἀληθέστερον εἰπεῖν καὶ ὑπὲρ ταῦτα πάντα, οὐδὲν ἔχει τὸ σύνολον ἐναντίον. Τὰ δὲ κτίσματα, ὡς πάντα μὲν μεθέξει καὶ χάριτι τὴν ὕπαρξιν ἔχοντα, τὰ δὲ λογικὰ καὶ νοερὰ καὶ τὴν ἀγαθότητος καὶ σοφίας ἐπιτηδειό‐ | |
5 | τητα, ἔχουσιν ἐναντία· τῇ μὲν ὑπάρξει, τὸ μὴ ὑπάρχειν· τῇ δὲ ἀγαθότητος καὶ σοφίας ἐπιτηδειότητι, κακίαν καὶ ἀγνωσίαν. Καὶ τὸ μὲν ὑπάρχειν ἀεὶ ἢ μὴ ὑπάρχειν ταῦτα, ἐν τῇ ἐξουσίᾳ τοῦ πεποιηκότος ἐστί· τὸ δὲ μετέ‐ χειν τῆς ἀγαθότητος αὐτοῦ καὶ τῆς σοφίας ἢ μὴ μετέχειν, ἐν τῇ βουλήσει τῶν λογικῶν ὑπάρχει. | |
3.28(t) | ΚΗʹ. | |
1 | Οἱ μὲν Ἕλληνες ἐξ ἀϊδίου λέγοντες συνυπάρχειν τῷ Θεῷ τὴν τῶν ὄντων οὐσίαν, τὰς δὲ περὶ αὐτὴν ποιότητας μόνον ἐξ αὐτοῦ ἐσχηκέναι, τῇ μὲν οὐσίᾳ οὐδὲν λέγουσιν ἐναντίον, ἐν δὲ ταῖς ποιότησι μόναις τὴν ἐναν‐ τίωσιν εἶναι. Ἡμεῖς δὲ μόνην λέγομεν τὴν θείαν οὐσίαν μὴ ἔχειν τι ἐναντίον, | |
5 | ὡς ἀΐδιόν τε οὖσαν καὶ ἄπειρον καὶ ἀιδιότητος ταῖς ἄλλαις χαριστικήν· τῇ δὲ τῶν ὄντων οὐσίᾳ εἶναι μὲν τὸ μὴ ὂν ἐναντίον καὶ ἐν τῇ ἐξουσίᾳ τοῦ κυρίως ὄντος ὑπάρχειν τὸ ἀεὶ εἶναι αὐτὴν ἢ μὴ εἶναι, ἀμεταμέλητα δὲ εἶναι τὰ χαρίσματα αὐτοῦ. Καὶ διὰ τοῦτο καὶ ἔστιν ἀεὶ καὶ ἔσται τῇ παντο‐ κρατορικῇ δυνάμει διακρατουμένη, εἰ καὶ ἔχει τὸ μὴ ὂν ἐναντίον, ὡς εἴρηται, | |
10 | ὡς ἐκ μὴ ὄντων εἰς τὸ εἶναι ἐκ Θεοῦ παραχθεῖσα καὶ ἐν τῇ βουλήσει αὐτοῦ ἔχουσα τὸ εἶναι αὐτὴν ἢ μὴ εἶναι. | |
3.29(t) | ΚΘʹ. | |
1 | Ὥσπερ τὸ κακὸν στέρησίς ἐστιν ἀγαθοῦ καὶ ἡ ἀγνωσία στέρησις | |
γνώσεως, οὕτω καὶ τὸ μὴ ὂν στέρησίς ἐστι τοῦ ὄντος, οὐ τοῦ κυρίως δὲ ὄντος· οὐκ ἔχει γὰρ ἐναντίον· ἀλλὰ τοῦ κατὰ μέθεξιν τοῦ κυρίως ὄντος. Καὶ αἱ μὲν τῶν προτέρων στερήσεις τῇ γνώμῃ τῶν γεγονότων ἕπονται· | 156 | |
5 | ἡ δὲ τοῦ δευτέρου ἐν τῇ βουλήσει τοῦ πεποιηκότος ὑπάρχεται, τοῦ ἀεὶ δι’ ἀγαθότητα βουλομένου εἶναι τὰ ὄντα καὶ ἀεὶ ὑπ’ αὐτοῦ εὐεργετεῖσθαι. | |
3.30(t) | Λʹ. | |
1 | Πάντα τὰ γεγονότα, τὰ μέν εἰσι λογικὰ καὶ νοερὰ καὶ τῶν ἐναντίων δεκτικά, οἷον ἀρετῆς καὶ κακίας καὶ γνώσεως καὶ ἀγνωσίας· τὰ δὲ σώματα διάφορα ἐκ τῶν ἐναντίων συνεστῶτα, τουτέστι γῆς, ἀέρος, πυρός, ὕδατος. Καὶ τὰ μέν εἰσι ἀσώματα πάντη καὶ ἄϋλα, εἰ καί τινα τούτων συνέζευκται | |
5 | σώμασι· τὰ δὲ ἐξ ὕλης καὶ εἴδους μόνον ἔχει τὴν σύστασιν. | |
3.31(t) | ΛΑʹ. | |
1 | Πάντα τὰ σώματα κατὰ φύσιν ἐστὶν ἀκίνητα· κινεῖται δὲ ὑπὸ ψυχῆς· τὰ μέν, λογικῆς· τὰ δέ, ἀλόγου· τὰ δέ, ἀναισθήτου. | |
3.32(t) | ΛΒʹ. | |
1 | Τῶν ψυχικῶν δυνάμεων ἡ μέν ἐστι θρεπτικὴ καὶ αὐξητική· ἡ δὲ φαν‐ ταστικὴ καὶ ὁρμητική· ἡ δὲ λογιστικὴ καὶ νοητική. Καὶ τῆς μὲν πρώτης μόνης μετέχουσι τὰ φυτά· τῆς δὲ δευτέρας πρὸς ταύτῃ τὰ ἄλογα ζῶα. τῆς δὲ τρίτης πρὸς ταῖς δυσὶν οἱ ἄνθρωποι. Καὶ αἱ μὲν δύο δυνάμεις φθαρ‐ | |
5 | ταί· ἡ δὲ τρίτη ἄφθαρτος καὶ ἀθάνατος ἀποδείκνυται. | |
3.33(t) | ΛΓʹ. | |
1 | Ἀλλήλαις μεταδιδοῦσαι φωτισμοῦ αἱ ἅγιαι δυνάμεις, καὶ τῇ ἀνθρωπίνῃ φύσει ἢ αὐτῶν ἀρετῆς μεταδιδόασιν ἢ τῆς ἐν αὐταῖς γνώσεως· καὶ ἀρετῆς | |
μέν, οἷον τῆς θεομιμήτου ἀγαθότητος, καθ’ ἣν καὶ ἑαυτὰς καὶ ἀλλήλας καὶ τὰς ὑποβεβηκυίας εὐεργετοῦσι θεοειδεῖς ἐργαζόμεναι· γνώσεως δὲ ἢ | 158 | |
5 | περὶ Θεοῦ τι ὑψηλότερον· σὺ γάρ, φησίν, ὕψιστος εἰς τὸν αἰῶνα, κύριε· ἢ περὶ σωμάτων βαθύτερον ἢ περὶ ἀσωμάτων ἀκριβέστερον ἢ περὶ προνοίας τρανότερον ἢ περὶ κρίσεως σαφέστερον. | |
3.34(t) | ΛΔʹ. | |
1 | Νοός ἐστι ἀκαθαρσία πρῶτον μὲν τὸ γνῶσιν ἔχειν ψευδῆ· δεύτερον δὲ τὸ ἀγνοεῖν τι τῶν καθόλου· ὡς πρὸς ἀνθρώπινον νοῦν λέγω, ἀγγέλου γάρ ἐστι τὸ μηδὲν τῶν ἐπὶ μέρους ἀγνοεῖν· τρίτον δὲ τὸ ἐμπαθεῖς ἔχειν λογισμούς· τέταρτον δὲ τὸ συγκατατίθεσθαι τῇ ἁμαρτίᾳ. | |
3.35(t) | ΛΕʹ. | |
1 | Ψυχῆς ἐστιν ἀκαθαρσία τὸ μὴ ἐνεργεῖν κατὰ φύσιν· ἐκ τούτου γὰρ τίκτονται τῷ νῷ οἱ ἐμπαθεῖς λογισμοί. Τότε γὰρ κατὰ φύσιν ἐνεργεῖ, ὅταν αἱ παθητικαὶ αὐτῆς δυνάμεις, ὁ θυμὸς λέγω καὶ ἡ ἐπιθυμία, ἐν τῇ τῶν πραγμάτων καὶ τῶν ἐν αὐτοῖς νοημάτων προσβολῇ ἀπαθεῖς διαμένωσι. | |
3.36(t) | Λϛʹ. | |
1 | Σώματός ἐστιν ἀκαθαρσία ἡ κατ’ ἐνέργειαν ἁμαρτία. | |
3.37(t) | ΛΖʹ. | |
1 | Ἀγαπᾷ ἡσυχίαν ὁ μὴ πάσχων πρὸς τὰ τοῦ κόσμου καὶ ἀγαπᾷ πάντας ἀνθρώπους ὁ μηδὲν ἀγαπῶν ἀνθρώπινον καὶ γνῶσιν ἔχει Θεοῦ καὶ τῶν θείων ὁ μὴ σκανδαλιζόμενος εἴς τινα εἴτε διὰ παραπτώματα εἴτε διὰ | |
λογισμοὺς ἐξ ὑπονοίας. | 160 | |
3.38(t) | ΛΗʹ. | |
1 | Μέγα μὲν τὸ μὴ πάσχειν πρὸς τὰ πράγματα· μεῖζον δὲ τούτου πολλῷ τὸ πρὸς τὰ τούτων νοήματα ἀπαθῆ διαμεῖναι. | |
3.39(t) | ΛΘʹ. | |
1 | Ἀγάπη καὶ ἐγκράτεια ἀπαθῆ τὸν νοῦν διατηροῦσι πρός τε τὰ πράγματα καὶ πρὸς τὰ τούτων νοήματα. | |
3.40(t) | Μʹ. | |
1 | Οὐ πρὸς τὰ πράγματα ὁ νοῦς πολεμεῖ τοῦ θεοφιλοῦς οὐδὲ πρὸς τὰ τούτων νοήματα, ἀλλὰ πρὸς τὰ πάθη τὰ τοῖς νοήμασι συνεζευγμένα· οἷον οὐ πρὸς τὴν γυναῖκα πολεμεῖ οὐδὲ πρὸς τὸν λυπήσαντα οὐδὲ πρὸς τὰς τούτων φαντασίας, ἀλλὰ πρὸς τὰ πάθη τὰ ἐν ταῖς φαντασίαις συνεζευγμένα. | |
3.41(t) | ΜΑʹ. | |
1 | Ἅπας ὁ πόλεμος τοῦ μοναχοῦ πρὸς τοὺς δαίμονας, ἵνα τὰ πάθη τῶν νοημάτων χωρίσῃ· ἄλλως γὰρ ἀπαθῶς τὰ πράγματα βλέπειν οὐ δύναται. | |
3.42(t) | ΜΒʹ. | |
1 | Ἄλλο ἐστὶ πρᾶγμα καὶ ἄλλο νόημα καὶ ἄλλο πάθος· καὶ πρᾶγμα μέν ἐστιν, οἷον ἀνήρ, γυνή, χρυσὸς καὶ τὰ ἑξῆς· νόημα δέ, οἷον μνήμη ψιλή τινος τῶν προειρημένων· πάθος δέ, οἷον φιλία ἄλογος ἢ μῖσος ἄκριτόν τινος τῶν προειρημένων. Πρὸς οὖν τὸ πάθος ἐστὶ τοῦ μοναχοῦ ἡ μάχη. | |
3.43(t) | ΜΓʹ. | |
1 | Νόημά ἐστιν ἐμπαθὲς λογισμὸς σύνθετος ἀπὸ πάθους καὶ νοήματος. Χωρίσωμεν τὸ πάθος ἀπὸ τοῦ νοήματος καὶ ἀπομένει ὁ λογισμὸς ψιλός· | |
χωρίζομεν δὲ δι’ ἀγάπης πνευματικῆς καὶ ἐγκρατείας, ἐὰν θέλωμεν. | 162 | |
3.44(t) | ΜΔʹ. | |
1 | Αἱ μὲν ἀρεταὶ τῶν παθῶν τὸν νοῦν χωρίζουσιν· αἱ δὲ πνευματικαὶ θεωρίαι, τῶν ψιλῶν νοημάτων· ἡ δὲ καθαρὰ προσευχὴ αὐτῷ αὐτὸν παρίστησι τῷ Θεῷ. | |
3.45(t) | ΜΕʹ. | |
1 | Αἱ μὲν ἀρεταί, διὰ τὴν γνῶσιν τῶν γεγονότων· ἡ δὲ γνῶσις, διὰ τὸν γινώσκοντα· ὁ δὲ γινώσκων, διὰ τὸν ἀγνώστως γινωσκόμενον καὶ ὑπὲρ γνῶσιν γινώσκοντα. | |
3.46(t) | Μϛʹ. | |
1 | Οὐχ ὡς προσδεόμενός τινος ὁ ὑπερπλήρης Θεὸς παρήγαγεν εἰς τὸ εἶναι τὰ γεγονότα, ἀλλ’ ἵνα αὐτὰ μὲν αὐτοῦ ἀναλόγως μετέχοντα ἀπολαύσῃ, αὐτὸς δὲ ἐυφρανθῇ ἐπὶ τοῖς ἔργοις αὐτοῦ, ὁρῶν αὐτὰ εὐφραινόμενα καὶ τὸν ἀκόρεστον ἀκορέστως ἀεὶ κορεννύμενα. | |
3.47(t) | ΜΖʹ. | |
1 | Πολλοὺς ἔχει ὁ κόσμος πτωχοὺς τῷ πνεύματι, ἀλλὰ παρὰ τὸ προσῆκον· καὶ πολλοὺς πενθοῦντας, ἀλλὰ διὰ ζημίας χρημάτων ἢ ἀποβολὰς τέκνων· καὶ πολλοὺς πραεῖς, ἀλλὰ πρὸς τὰ ἀκάθαρτα πάθη· καὶ πολλοὺς πεινῶντας καὶ διψῶντας, ἀλλὰ τὸ ἁρπάζειν τὰ ἀλλότρια καὶ κερδαίνειν ἐξ ἀδικίας· | |
5 | καὶ πολλοὺς ἐλεήμονας, ἀλλὰ πρὸς τὸ σῶμα καὶ τὰ τοῦ σώματος· καὶ καθαροὺς τῇ καρδίᾳ, ἀλλὰ διὰ κενοδοξίαν· καὶ εἰρηνοποιούς, ἀλλὰ τὴν ψυχὴν τῇ σαρκὶ ὑποτάσσοντας· καὶ πολλοὺς δεδιωγμένους, ἀλλ’ ὡς ἀτάκτους· καὶ πολλοὺς ὀνειδιζομένους, ἀλλ’ ἐπὶ αἰσχροῖς ἁμαρτήμασιν. Ἀλλ’ ἐκεῖνοι μόνοι μακάριοι οἱ διὰ Χριστὸν καὶ κατὰ Χριστὸν ταῦτα καὶ ποιοῦντες καὶ | |
10 | πάσχοντες. Διὰ τί; Ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν καὶ αὐτοὶ τὸν Θεὸν ὄψονται, καὶ τὰ ἑξῆς. Ὥστε οὐχ ὅτι ποιοῦσι ταῦτα καὶ πάσχουσι, εἰσὶ μακάριοι· καὶ γὰρ οἱ προειρημένοι τὸ αὐτὸ ποιοῦσιν· ἀλλ’ ὅτι διὰ Χριστὸν | |
καὶ κατὰ Χριστὸν ταῦτα καὶ ποιοῦσι καὶ πάσχουσι. | 164 | |
3.48(t) | ΜΗʹ. | |
1 | Ἐν πᾶσι τοῖς ὑφ’ ἡμῶν πραττομένοις ὁ σκοπὸς ζητεῖται παρὰ Θεῷ, ὡς πολλάκις εἴρηται, εἴτε δι’ αὐτὸν εἴτε δι’ ἄλλο τι πράττομεν. Ὅταν οὖν τι θέλωμεν πρᾶξαι ἀγαθόν, μὴ τὴν ἀνθρωπαρέσκειαν, ἀλλὰ τὸν Θεὸν σχῶμεν σκοπόν· ἵνα εἰς αὐτὸν ἀεὶ ἀποβλεπόμενοι, δι’ αὐτὸν πάντα πρά‐ | |
5 | ξωμεν· ἵνα μὴ καὶ τὸν κόπον ὑπομείνωμεν καὶ τὸν μισθὸν ἀπολέσωμεν. | |
3.49(t) | ΜΘʹ. | |
1 | Καὶ τὰ ψιλὰ τῶν ἀνθρωπίνων πραγμάτων νοήματα καὶ τὰ πάντων τῶν γεγονότων θεωρήματα ἀπόβαλε τοῦ νοὸς ἐν τῷ καιρῷ τῆς προσευχῆς, ἵνα μὴ τὰ ἥττονα φανταζόμενος τοῦ πάντων τῶν ὄντων ἀσυγκρίτως κρείτ‐ τονος ἐκπέσῃς. | |
3.50(t) | Νʹ. | |
1 | Ἐὰν τὸν Θεὸν γνησίως ἀγαπήσωμεν, δι’ αὐτῆς τῆς ἀγάπης τὰ πάθη ἀποβάλλομεν. Ἡ δὲ εἰς αὐτὸν ἀγάπη ἐστὶ τὸ προτιμᾶν αὐτὸν τοῦ κόσμου καὶ τὴν ψυχὴν τῆς σαρκός· ἐν τῷ τῶν κοσμικῶν μὲν περιφρονεῖν πραγμάτων, αὐτῷ δὲ σχολάζειν διὰ παντὸς διά τε ἐγκρατείας καὶ ἀγάπης καὶ προσευχῆς | |
5 | καὶ ψαλμῳδίας καὶ τῶν ἑξῆς. | |
3.51(t) | ΝΑʹ. | |
1 | Ἐὰν σχολάζοντες τῷ Θεῷ χρόνῳ πολλῷ τοῦ παθητικοῦ μέρους τῆς ψυχῆς ἐπιμελώμεθα, οὐκ ἔτι πρὸς τὰς τῶν λογισμῶν προσβολὰς ἐξοκέλ‐ λομεν· ἀλλὰ καὶ ἀκριβέστερον τὰς τούτων αἰτίας κατανοοῦντες καὶ ἐκκόπ‐ τοντες διορατικώτεροι γινόμεθα, ὥστε πληρωθῆναι εἰς ἡμᾶς τό· Καὶ | |
5 | ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου καὶ ἐν τοῖς ἐπανισταμένοις | |
ἐπ’ ἐμὲ πονηρευομένοις ἀκούσεται τὸ οὖς μου. | 166 | |
3.52(t) | ΝΒʹ. | |
1 | Ὅταν βλέπῃς τὸν νοῦν σου εὐσεβῶς καὶ δικαίως ἀναστρεφόμενον ἐν τοῖς τοῦ κόσμου νοήμασι, γίνωσκε καὶ τὸ σῶμά σου καθαρὸν καὶ ἀναμάρ‐ τητον διαμένειν· ὅταν δὲ τὸν νοῦν βλέπῃς κατὰ διάνοιαν ἁμαρτίαις σχολά‐ ζοντα καὶ μὴ ἀνακόπτῃς, γίνωσκε καὶ τὸ σῶμά σου μὴ πολυχρονίζειν | |
5 | τούτοις αὐτοῖς περιπεσεῖν. | |
3.53(t) | ΝΓʹ. | |
1 | Ὥσπερ τὸ σῶμα ἔχει κόσμον τὰ πράγματα, οὕτω καὶ ὁ νοῦς ἔχει κόσμον τὰ νοήματα· καὶ ὥσπερ τὸ σῶμα πορνεύει μετὰ τοῦ σώματος τῆς γυναικός, οὕτω καὶ ὁ νοῦς πορνεύει μετὰ τοῦ νοήματος τῆς γυναικὸς διὰ τῆς φαν‐ τασίας τοῦ ἰδίου σώματος· τὴν γὰρ μορφὴν τοῦ ἰδίου σώματος βλέπει | |
5 | μιγνυμένην μετὰ τῆς μορφῆς τῆς γυναικὸς κατὰ διάνοιαν. Ὡσαύτως καὶ τὴν μορφὴν τοῦ λυπήσαντος ἀμύνεται κατὰ διάνοιαν διὰ τῆς μορφῆς τοῦ ἰδίου σώματος. Καὶ ἐπὶ τῶν ἄλλων ἁμαρτημάτων ὁμοίως· ἅπερ γὰρ πράττει τὸ σῶμα κατ’ ἐνέργειαν εἰς τὸν κόσμον τῶν πραγμάτων, ταῦτα πράττει καὶ ὁ νοῦς εἰς τὸν κόσμον τῶν νοημάτων. | |
3.54(t) | ΝΔʹ. | |
1 | Οὐκ ἔστι φρίξαι καὶ ἐκπλαγῆναι καὶ ἐκστῆναι τῇ διανοίᾳ ὅτι ὁ μὲν Θεὸς καὶ Πατὴρ κρίνει οὐδένα, πᾶσαν δὲ τὴν κρίσιν δέδωκε τῷ Υἱῷ. Ὁ δὲ Υἱὸς κράζει· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· μὴ καταδικάζετε, ἵνα μὴ καταδικασθῆτε. Ὁ δὲ Ἀπόστολος ὁμοίως· Μὴ πρὸ καιροῦ τι κρίνετε, | |
5 | ἕως ἂν ἔλθῃ ὁ Κύριος, καί· Ἐν ᾧ κρίματι κρίνεις τὸν ἕτερον, σεαυτὸν κατα‐ κρίνεις. Οἱ δὲ ἄνθρωποι ἀφέντες τὸ κλαίειν τὰς ἑαυτῶν ἁμαρτίας ἦραν τὴν κρίσιν ἀπὸ τοῦ Υἱοῦ καὶ αὐτοὶ ὡς ἀναμάρτητοι κρίνουσι καὶ καταδικάζουσιν ἀλλήλους· καὶ ὁ μὲν οὐρανὸς ἐξέστη ἐπὶ τούτῳ, ἡ δὲ γῆ ἔφριξεν, αὐτοὶ | |
δὲ οὐκ αἰσχύνονται ἀναισθητοῦντες. | 168 | |
3.55(t) | ΝΕʹ. | |
1 | Ὁ τὰς τῶν ἄλλων ἁμαρτίας περιεργαζόμενος ἢ καὶ ἐξ ὑπονοίας τὸν ἀδελφὸν κρίνων, οὔπω ἔβαλεν ἀρχὴν μετανοίας οὐδὲ τοῦ ἐρευνᾶν καὶ γνῶναι τὰς ἑαυτοῦ ἁμαρτίας, ἐν ἀληθείᾳ βαρυτέρας οὔσας μολίβδου πολυταλάντου, οὐδὲ ἔγνω πόθεν γίνεται ἄνθρωπος βαρυκάρδιος ἀγαπῶν ματαιότητα καὶ | |
5 | ζητῶν ψεῦδος. Διὰ τοῦτο ὡς ἄφρων καὶ ἐν σκότει διαπορευόμενος, ἀφεὶς τὰς ἑαυτοῦ ἁμαρτίας τὰς τῶν ἄλλων φαντάζεται ἢ οὔσας ἢ νομιζομένας ἐξ ὑπονοίας. | |
3.56(t) | Νϛʹ. | |
1 | Ἡ φιλαυτία, ὡς πολλάκις εἴρηται, πάντων τῶν ἐμπαθῶν λογισμῶν αἰτία καθίσταται. Ἐκ γὰρ ταύτης γεννῶνται οἱ τρεῖς γενικώτατοι τῆς ἐπιθυμίας λογισμοί· ὁ τῆς γαστριμαργίας καὶ τῆς φιλαργυρίας καὶ τῆς κενοδοξίας. Ἐκ μὲν τῆς γαστριμαργίας γεννᾶται ὁ τῆς πορνείας· ἐκ δὲ | |
5 | τῆς φιλαργυρίας, ὁ τῆς πλεονεξίας· ἐκ δὲ τῆς κενοδοξίας, ὁ τῆς ὑπερη‐ φανίας. Οἱ δὲ λοιποὶ πάντες ἑκάστῳ τῶν τριῶν ἀκολουθοῦσιν· ὅ τε τῆς ὀργῆς καὶ ὁ τῆς λύπης καὶ ὁ τῆς μνησικακίας καὶ ἀκηδίας καὶ φθόνου καὶ καταλαλιᾶς καὶ οἱ λοιποί. Ταῦτα οὖν τὰ πάθη συνδεσμοῦσι τὸν νοῦν τοῖς ὑλικοῖς πράγμασι καὶ κατέχουσιν αὐτὸν εἰς τὴν γῆν, λίθου δίκην βαρυτάτου | |
10 | αὐτῷ ἐπικείμενα, φύσει ὄντα αὐτὸν πυρὸς κουφότερον καὶ ὀξύτερον. | |
3.57(t) | ΝΖʹ. | |
1 | Ἀρχὴ μὲν πάντων τῶν παθῶν, ἡ φιλαυτία· τέλος δέ, ἡ ὑπερηφανία. Φιλαυτία δέ ἐστιν ἡ πρὸς τὸ σῶμα ἄλογος φιλία· ὁ ταύτην ἐκκόψας, συνέ‐ | |
κοψε πάντα τὰ πάθη τὰ ἐξ αὐτῆς. | 170 | |
3.58(t) | ΝΗʹ. | |
1 | Ὥσπερ οἱ γονεῖς τῶν σωμάτων προσπάσχουσι τοῖς ἐξ αὐτῶν γεννω‐ μένοις, οὕτω καὶ ὁ νοῦς φυσικῶς τοῖς ἑαυτοῦ πρόσκειται λόγοις. Καὶ ὥσπερ τοῖς ἐκείνων ἐμπαθεστέροις, κἂν πάντων κατὰ πάντα ὦσιν οἱ παῖδες καταγελαστότατοι, πάντων φαίνονται ἐπιεικέστατοι καὶ εὐμορφότατοι, | |
5 | οὕτω καὶ τῷ ἄφρονι νῷ οἱ αὐτοῦ λόγοι, κἂν πάντων ὦσι μοχθηρότεροι, πάντων φαίνονται φρονιμώτεροι. Τῷ δὲ σοφῷ οὐχ οὕτως οἱ ἑαυτοῦ λόγοι· ἀλλ’ ὅταν δόξῃ πληροφορεῖσθαι ὅτι ἀληθεῖς εἰσι καὶ καλοί, τότε μάλιστα οὐ πιστεύει τῇ ἑαυτοῦ κρίσει, ἀλλὰ ἄλλους σοφοὺς τῶν ἑαυτοῦ λόγων κριτὰς καθίστησι, μὴ εἰς κενὸν τρέχῃ ἢ ἔδραμε· καὶ ἐξ αὐτῶν τὴν βεβαίωσιν | |
10 | λαμβάνει. | |
3.59(t) | ΝΘʹ. | |
1 | Ὅταν τινὰ νικήσῃς τῶν ἀτιμοτέρων παθῶν, οἷον ἢ γαστριμαργίαν ἢ πορνείαν ἢ ὀργὴν ἢ πλεονεξίαν, εὐθὺς ἐφίπταται ἐπί σε ὁ τῆς κενοδοξίας λογισμός· ἐὰν δὲ τοῦτον νικήσῃς, ὁ τῆς ὑπερηφανίας διαδέχεται. | |
3.60(t) | Ξʹ. | |
1 | Πάντα τὰ ἄτιμα πάθη κρατοῦντα τῆς ψυχῆς τὸν τῆς κενοδοξίας ἐξ αὐτῆς ἀπελαύνουσι λογισμόν· καὶ πάντων τῶν προειρημένων ἡττημένων, ἐπ’ αὐτὴν αὐτὸν ἀναλύουσιν. | |
3.61(t) | ΞΑʹ. | |
1 | Ἡ κενοδοξία ποτὲ μὲν ἀναιρουμένη ποτὲ δὲ μένουσα τίκτει τὴν ὑπε‐ ρηφανίαν· καὶ ἀναιρουμένη μέν, οἴησιν ἐμποιεῖ· μένουσα δέ, ἀλαζονείαν. | |
3.62(t) | ΞΒʹ. | |
1 | Κενοδοξίαν μὲν ἀναιρεῖ ἡ κρυπτὴ ἐργασία· ὑπερηφανίαν δέ, τὸ τῷ | |
Θεῷ ἐπιγράφειν τὰ κατορθώματα. | 172 | |
3.63(t) | ΞΓʹ. | |
1 | Ὁ γνώσεως Θεοῦ καταξιωθεὶς καὶ τῆς ἐκ ταύτης ἡδονῆς ἀπολαύσας πλουσίως, οὗτος καταφρονεῖ τῶν ἐκ τοῦ ἐπιθυμητικοῦ τικτομένων πασῶν ἡδονῶν. | |
3.64(t) | ΞΔʹ. | |
1 | Ὁ ἐπιθυμῶν τῶν ἐπιγείων ἢ βρωμάτων ἐπιθυμεῖ ἢ τῶν τὰ ὑπογάστρια θεραπευόντων ἢ δόξης ἀνθρωπίνης ἢ χρημάτων ἤ τινος ἄλλου τῶν τούτοις ἑπομένων· καὶ εἰ μή τι τούτων εὕρῃ κρεῖττον ὁ νοῦς, ἐφ’ ᾧ τὴν ἐπιθυμίαν μετενέγκῃ, οὐκ ἂν τούτων καταφρονεῖν εἰς τέλος πεισθῇ. Κρείττων δὲ | |
5 | τούτων ἀσυγκρίτως ἡ τοῦ Θεοῦ γνῶσις καὶ τῶν θείων ἐστί. | |
3.65(t) | ΞΕʹ. | |
1 | Οἱ τῶν ἡδονῶν καταφρονοῦντες ἢ φόβῳ καταφρονοῦσιν ἢ ἐλπίδι ἢ γνώσει καὶ τῇ εἰς Θεὸν ἀγάπῃ. | |
3.66(t) | Ξϛʹ. | |
1 | Ἡ ἄνευ πάθους τῶν θείων γνῶσις οὐ πείθει τὸν νοῦν εἰς τέλος κατα‐ φρονεῖν τῶν προσύλων, ἀλλ’ ἔοικε λογισμῷ ψιλῷ πράγματος αἰσθητοῦ. Διὸ πολλοὺς ἔστιν εὑρεῖν τῶν ἀνθρώπων γνῶσιν ἔχοντας πολλὴν καὶ ἐν τοῖς τῆς σαρκὸς πάθεσι δίκην χοίρων ἐν βορβόρῳ κυλινδουμένους. Πρὸς | |
5 | ὀλίγον γὰρ ἐξ ἐπιμελείας καθαρθέντες καὶ τῆς γνώσεως ἐπιτυχόντες, ὕστερον ἀμελήσαντες ὡμοιώθησαν τῷ Σαούλ, ὃς βασιλείας καταξιωθεὶς καὶ ἀναξίως πολιτευσάμενος, μετ’ ὀργῆς φοβερᾶς ἐξ αὐτῆς ἀπεβλήθη. | |
3.67(t) | ΞΖʹ. | |
1 | Ὥσπερ ὁ ψιλὸς τῶν ἀνθρωπίνων πραγμάτων λογισμὸς οὐκ ἀναγκάζει | |
τὸν νοῦν καταφρονεῖν τῶν θείων, οὕτως οὐδὲ ἡ ψιλὴ γνῶσις τῶν θείων πείθει εἰς τέλος καταφρονεῖν τῶν ἀνθρωπίνων· διότι ἐν σκιαῖς νῦν ὑπάρχει καὶ εἰκασμοῖς ἡ ἀλήθεια. Καὶ διὰ τοῦτο δεῖται τοῦ μακαρίου πάθους τῆς | 174 | |
5 | ἁγίας ἀγάπης, τῆς συνδεσμούσης τὸν νοῦν τοῖς πνευματικοῖς θεωρήμασι καὶ πειθούσης προτιμᾶν τῶν ὑλικῶν τὰ ἄϋλα καὶ τῶν αἰσθητῶν τὰ νοητὰ καὶ θεῖα. | |
3.68(t) | ΞΗʹ. | |
1 | Οὐ πάντως ὁ τὰ πάθη ἐκκόψας καὶ ψιλοὺς τοὺς λογισμοὺς ἐργασάμενος ἤδη αὐτὰ καὶ ἐπὶ τὰ θεῖα ἔτρεψεν, ἀλλὰ δύναται μήτε πρὸς τὰ ἀνθρώπινα πάσχειν μήτε πρὸς τὰ θεῖα· ὅπερ ἐπισυμβαίνει ἐπὶ τῶν πρακτικῶν μόνον καὶ μήπω γνώσεως καταξιωθέντων, οἳ φόβῳ κολάσεως ἢ ἐλπίδι βασιλείας | |
5 | τῶν παθῶν ἀπέχονται. | |
3.69(t) | ΞΘʹ. | |
1 | Διὰ πίστεως περιπατοῦμεν, οὐ διὰ εἴδους· καὶ ἐν ἐσόπτροις τὴν γνῶσιν ἔχομεν καὶ αἰνίγμασι. Καὶ διὰ τοῦτο πολλῆς δεόμεθα τῆς ἐν αὐτοῖς ἀσχολίας, ἵνα τῇ χρονίᾳ τούτων μελέτῃ καὶ ἀδολεσχίᾳ ἕξιν δυσαπόσπαστον τῶν θεωρημάτων ποιήσωμεν. | |
3.70(t) | Οʹ. | |
1 | Ἐὰν πρὸς ὀλίγον τῶν παθῶν τὰς αἰτίας ἐκκόψαντες τοῖς πνευματικοῖς ἐνασχοληθῶμεν θεωρήμασι, μὴ ἐν αὐτοῖς δὲ ἀεὶ διατρίψωμεν, αὐτὸ τοῦτο ἔχοντες ἔργον εὐχερῶς πάλιν ἐπὶ τὰ τῆς σαρκὸς πάθη περιτρεπόμεθα, μηδὲν ἄλλο ἐκεῖθεν καρπωσάμενοι ἢ ψιλὴν γνῶσιν μετὰ οἰήσεως· ἧς τὸ | |
5 | τέλος ἥ τε αὐτῆς κατὰ μικρὸν τῆς γνώσεως σκότωσις καὶ ἡ παντελὴς τοῦ νοῦ ἐπὶ τὰ ὑλικὰ ἐκτροπή. | |
3.71(t) | ΟΑʹ. | |
1 | Πάθος ἀγάπης ψεκτὸν τοῖς ὑλικοῖς πράγμασι τὸν νοῦν ἐνασχολεῖ· | |
πάθος ἀγάπης ἐπαινετὸν καὶ τοῖς θείοις αὐτὸν συνδεσμεῖ. Εἴωθε γὰρ ὁ νοῦς ἐν οἷς χρονίζει πράγμασιν, ἐν αὐτοῖς καὶ πλατύνεσθαι· ἐν οἷς δὲ πλατύνεται, ἐν αὐτοῖς καὶ τὴν ἐπιθυμίαν καὶ τὴν ἀγάπην τρέψαι, εἶτε ἐν | 176 | |
5 | τοῖς θείοις καὶ οἰκείοις καὶ νοητοῖς εἶτε ἐν τοῖς τῆς σαρκὸς πράγμασί τε καὶ πάθεσι. | |
3.72(t) | ΟΒʹ. | |
1 | Ὁ Θεὸς ἔκτισε τὸν ἀόρατον κόσμον καὶ τὸν ὁρώμενον· καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα δηλονότι αὐτὸς ἐποίησε. Καὶ εἰ ὁ ὁρώμενος κόσμος τοιοῦτός ἐστι καλός, ποῖος ἄρα ἐστὶν ὁ ἀόρατος; Εἰ δὲ κρείττων τούτου ἐκεῖνος, πόσον ὑπὲρ τοὺς δύο ὁ τούτους κτίσας Θεός; Εἰ οὖν κρείττων πάντων τῶν | |
5 | γεγονότων ὁ πάντων δημιουργὸς τῶν καλῶν, τίνι λόγῳ ὁ νοῦς ἀφεὶς τὸ πάντων κρεῖττον τοῖς πάντων χείροσιν ἐνασχολεῖται; λέγω δὲ τοῖς τῆς σαρκὸς πάθεσιν· ἢ δῆλον ὅτι ταύτῃ μὲν ἐκ γενετῆς συναναστραφεὶς καὶ συνεθίσας, τοῦ δὲ πάντων κρείττονος καὶ ὑπὲρ πάντα οὔπω τελείαν εἴληφε πεῖραν; Ἐὰν οὖν χρονίᾳ ἀσκήσει τῆς τῶν ἡδονῶν ἐγκρατείας καὶ τῆς τῶν | |
10 | θείων μελέτης κατὰ μικρὸν αὐτὸν τῆς τοιαύτης σχέσεως ἀπορρήξωμεν, πλατύνεταί τε ἐν τοῖς θείοις κατ’ ὀλίγον προκόπτων καὶ τὸ οἰκεῖον γνωρίζει ἀξίωμα καὶ τέλος ὅλον τὸν πόθον ἐπὶ τὸ θεῖον μεταφέρει. | |
3.73(t) | ΟΓʹ. | |
1 | Ὁ ἀπαθῶς λέγων ἁμάρτημα ἀδελφοῦ κατὰ δύο αἰτίας λέγει, ἢ ἵνα αὐτὸν διορθώσηται ἢ ἵνα ἄλλον ὠφελήσῃ. Εἰ δὲ ἐκτὸς τούτων λέγει εἴτε αὐτῷ εἴτε ἄλλῳ, ὀνειδίζων ἢ διασύρων αὐτὸν λέγει καὶ οὐ μὴ ἐκφύγῃ τὴν θείαν ἐγκατάλειψιν, ἀλλ’ ἢ αὐτῷ ἢ ἄλλῳ πταίσματι πάντως περιπεσεῖται | |
5 | καὶ ὑπὸ ἑτέρων ἐλεγχθεὶς καὶ ὀνειδισθεὶς καταισχυνθήσεται. | |
3.74(t) | ΟΔʹ. | |
1 | Οὐχ εἷς λόγος τῶν τὴν αὐτὴν ἁμαρτίαν κατ’ ἐνέργειαν ἁμαρτανόντων | |
ἐστίν, ἀλλὰ διάφοροι. Οἷον ἄλλο ἐστὶ τὸ ἀπὸ ἕξεως ἁμαρτάνειν καὶ ἄλλο τὸ κατὰ συναρπαγήν· ὃς οὔτε πρὸ τῆς ἁμαρτίας εἶχε τὴν ἐνθύμησιν οὔτε μετὰ τὴν ἁμαρτίαν, ἀλλὰ καὶ σφόδρα ἐπὶ τῷ γεγονότι ὀδυνᾶται· ὁ δὲ ἀπὸ | 178 | |
5 | ἕξεως, ἐκ τοῦ ἐναντίου· καὶ πρῶτον γὰρ κατὰ διάνοιαν οὐκ ἐπαύετο ἁμαρ‐ τάνων καὶ μετὰ τὸ πρᾶξαι τῆς αὐτῆς ἐστι διαθέσεως. | |
3.75(t) | ΟΕʹ. | |
1 | Ὁ διὰ κενοδοξίαν τὰς ἀρετὰς μετερχόμενος δῆλον ὅτι καὶ τὴν γνῶσιν διὰ κενοδοξίαν μετέρχεται. Ὁ δὲ τοιοῦτος οὐδὲ πρὸς οἰκοδομὴν δῆλον ὅτι πράττει τι ἢ διαλέγεται, ἀλλ’ ἐν πᾶσι τὴν παρὰ τῶν βλεπόντων ἢ ἀκουόν‐ των δόξαν θηρώμενος. Ἐλέγχεται δὲ τὸ πάθος, ὅταν τινὲς τῶν προειρη‐ | |
5 | μένων τοῖς ἔργοις ἢ τοῖς λόγοις αὐτοῦ ψόγον ἐπιφέρωσι καὶ ἐπὶ τούτῳ σφόδρα λυπῆται, οὐ διὰ τὸ ἐκείνους μὴ οἰκοδομεῖσθαι· οὐδὲ γὰρ τοῦτο εἶχε σκοπόν· ἀλλὰ διὰ τὸ αὐτὸν ἐξουδενωθῆναι. | |
3.76(t) | Οϛʹ. | |
1 | Τὸ τῆς φιλαργυρίας πάθος ἐντεῦθεν ἐλέγχεται· ἐν τῷ χαίροντα λαμβά‐ νειν καὶ λυπούμενον μεταδιδόναι. Οὐ δύναται δὲ ὁ τοιοῦτος οἰκονομικὸς εἶναι. | |
3.77(t) | ΟΖʹ. | |
1 | Διὰ ταῦτά τις πάσχων ὑπομένει· ἢ διὰ τὴν ἀγάπην τοῦ Θεοῦ ἢ διὰ τὴν ἐλπίδα τῆς μισθαποδοσίας ἢ διὰ τὸν φόβον τῆς κολάσεως ἢ διὰ τὸν φόβον τῶν ἀνθρώπων ἢ διὰ φύσιν ἢ διὰ ἡδονὴν ἣ διὰ κέρδος ἢ διὰ κενο‐ δοξίαν ἢ δι’ ἀνάγκην. | |
3.78(t) | ΟΗʹ. | |
1 | Ἄλλο ἐστὶ λογισμῶν ἀπαλλαγῆναι καὶ ἄλλο παθῶν ἐλευθερωθῆναι. Καὶ πολλάκις τις λογισμῶν ἀπαλλάττει, μὴ παρόντων τῶν πραγμάτων ἐκείνων πρὸς ἅπερ τὰ πάθη κέκτηται· κέκρυπται δὲ τὰ πάθη ἐν τῇ ψυχῇ καὶ ἀναφανέντων τῶν πραγμάτων ἐλέγχεται. Χρὴ οὖν τηρεῖν τὸν νοῦν ἐπὶ | |
5 | τῶν πραγμάτων καὶ γνῶναι πρὸς ποῖον ἔχει τὸ πάθος. | 180 |
3.79(t) | ΟΘʹ. | |
1 | Φίλος ἐκεῖνός ἐστι γνήσιος ὁ τὰς ἐκ περιστάσεως θλίψεις καὶ ἀνάγκας καὶ συμφορὰς ἐν καιρῷ πειρασμοῦ συνυποφέρων τῷ πλησίον ὡς ἰδίας ἀθορύβως καὶ ἀταράχως. | |
3.80(t) | Πʹ. | |
1 | Μὴ ἀτιμάσῃς τὴν συνείδησιν ἄριστά σοι ἀεὶ συμβουλεύουσαν· γνώμην γὰρ θείαν καὶ ἀγγελικήν σοι ὑποτίθεται καὶ τῶν κρυπτῶν τῆς καρδίας μολυσμάτων ἐλευθεροῖ καὶ παρρησίαν πρὸς τὸν Θεὸν ἐν τῇ ἐξόδῳ χαρί‐ ζεται. | |
3.81(t) | ΠΑʹ. | |
1 | Εἰ θέλεις γενέσθαι ἐπιγνώμων καὶ μέτριος καὶ τῷ πάθει τῆς οἰήσεως μὴ δουλεύειν, ἀεὶ ζήτει ἐν τοῖς οὖσι τί ἐστι κρυπτόμενον τὴν σὴν γνῶσιν. Καὶ εὑρίσκων πάμπολλα καὶ διάφορα πράγματα λανθάνοντά σε, θαυμάσεις τε ἐπὶ τῇ σῇ ἀγνωσίᾳ καὶ συστελεῖς τὸ φρόνημα καὶ σεαυτὸν ἐπιγνοὺς | |
5 | συνήσεις πολλὰ καὶ μεγάλα καὶ θαυμαστὰ πράγματα· ἐπεὶ τὸ νομίζειν εἰδέναι οὐκ ἐᾷ προκόπτειν εἰς τὸ εἰδέναι. | |
3.82(t) | ΠΒʹ. | |
1 | Οὗτος ἀκριβῶς θέλει σωθῆναι, ὁ τοῖς ἰατρικοῖς φαρμάκοις μὴ ἀνθι‐ στάμενος· αὗται δέ εἰσιν ὀδύναι καὶ λύπαι διὰ ποικίλων ἐπιφορῶν ἐπαγό‐ μεναι. Ὁ δὲ ἀνθιστάμενος οὐκ οἶδε τί ἐνταῦθα πραγματεύεται οὐδὲ τί ἐν‐ | |
τεῦθεν ὀνησόμενος ἀπελεύσεται. | 182 | |
3.83(t) | ΠΓʹ. | |
1 | Κενοδοξία καὶ φιλαργυρία ἀλλήλων εἰσὶ γεννετικά· οἱ μὲν γὰρ κενοδο‐ ξοῦντες πλουτοῦσιν, οἱ δὲ πλουτοῦντες κενοδοζοῦσιν, ἀλλ’ ὡς κοσμικοί· ἐπεὶ ὁ μοναχὸς ἀκτήμων ὢν μᾶλλον κενοδοξεῖ· ἀργύριον δὲ ἔχων κρύπτει αὐτό, αἰσχυνόμενος ὡς ἀνοίκειον πρᾶγμα τοῦ σχήματος ἔχων. | |
3.84(t) | ΠΔʹ. | |
1 | Τῆς τοῦ μοναχοῦ κενοδοξίας ἴδιον, τὸ ἐπ’ ἀρετῇ κενοδοξεῖν καὶ τοῖς ταύτῃ ἀκολουθοῦσι· τῆς δὲ ὑπερηφανίας αὐτοῦ ἴδιον, τὸ ἐπὶ κατορθώμασιν ἐπαίρεσθαι καὶ ἐξουθενεῖν τοὺς ἄλλους καὶ τὸ ἑαυτῷ ταῦτα καὶ μὴ τῷ Θεῷ ἐπιγράφειν. Τῆς δὲ τοῦ κοσμικοῦ κενοδοξίας καὶ ὑπερηφανίας ἴδιον, | |
5 | τὸ ἐπὶ κάλλει καὶ πλούτῳ καὶ δυναστείᾳ καὶ φρονήσει κενοδοξεῖν καὶ ἐπαίρεσθαι. | |
3.85(t) | ΠΕʹ. | |
1 | Τὰ τῶν κοσμικῶν κατορθώματα πτώματά εἰσὶ τῶν μοναχῶν· καὶ τὰ τῶν μοναχῶν κατορθώματα πτώματά εἰσι τῶν κοσμικῶν. Οἷον τὰ τῶν κοσμικῶν κατορθώματα πλοῦτός ἐστι καὶ δόξα καὶ δυναστεία καὶ τρυφὴ καὶ εὐσαρκία καὶ εὐτεκνία καὶ τὰ τούτων ἀκόλουθα· εἰς ἅπερ ἐλθὼν ὁ μοναχὸς | |
5 | ἀπόλλυται. Τὰ δὲ τοῦ μοναχοῦ κατορθώματα, ἀκτημοσύνη, ἀδοξία, ἀδυ‐ ναμία, ἐγκράτεια, κακοπάθεια καὶ τὰ τούτων ἀκόλουθα· εἰς ἅπερ ἐλθὼν ὁ φιλόκοσμος παρὰ πρόθεσιν, πτῶμα ἡγεῖται μέγα καὶ κινδυνεύει πολλάκις καὶ ἀγχόνῃ χρήσασθαι· τινὲς δὲ καὶ ἐχρήσαντο. | |
3.86(t) | Πϛʹ. | |
1 | Τὰ βρώματα διὰ δύο αἰτίας ἐκτίσθη· τροφῆς ἕνεκα καὶ θεραπείας. Οἱ οὖν πάρεξ τούτων μεταλαμβάνοντες, ὡς παραχρώμενοι τοῖς εἰς χρῆσιν παρὰ Θεοῦ δοθεῖσιν, ὡς τρυφηταὶ κατακρίνονται· καὶ ἐπὶ πάντων δὲ τῶν | |
πραγμάτων ἡ παράχρησίς ἐστιν ἡ ἁμαρτία. | 184 | |
3.87(t) | ΠΖʹ. | |
1 | Ταπεινοφροσύνη ἐστὶ προσευχὴ συνεχὴς μετὰ δακρύων καὶ πόνων· αὕτη γὰρ τὸν Θεὸν ἀεὶ εἰς βοήθειαν ἐπικαλουμένη, εἰς τὴν ἰδίαν δύναμιν καὶ σοφίαν ἀφρόνως θαρρεῖν οὐκ ἐᾷ οὐδὲ ἄλλων κατεπαίρεσθαι, ἅτινά εἰσι χαλεπὰ νοσήματα τοῦ τῆς ὑπερηφανίας πάθους. | |
3.88(t) | ΠΗʹ. | |
1 | Ἄλλο ἐστὶ μάχεσθαι τῷ ψιλῷ λογισμῷ, ἵνα μὴ κινήσῃ τὸ πάθος· καὶ ἄλλο ἐστὶ τῷ ἐμπαθεῖ μάχεσθαι, ἵνα μὴ γένηται συγκατάθεσις. Οἱ ἀμφό‐ τεροι δὲ τρόποι οὐκ ἐῶσι χρονίσαι τοὺς λογισμούς. | |
3.89(t) | ΠΘʹ. | |
1 | Ἡ λύπη τῇ μνησικακίᾳ συνέζευκται· ὅταν οὖν ὁ νοῦς τὸ πρόσωπον τοῦ ἀδελφοῦ μετὰ λύπης ἐνοπτρίζεται, δῆλον ὅτι μνησικακίαν ἔχει πρὸς αὐτόν. Ὁδοὶ δὲ μνησικάκων εἰς θάνατον, διότι πᾶς μνησίκακος, παράνομος. | |
3.90(t) | ϙΑʹ. | |
1 | Ἐὰν μὲν σὺ μνησικακῆς τινι, προσεύχου ὑπὲρ αὐτοῦ καὶ ἱστᾷς τὸ πάθος τῆς κινήσεως, χωρίζων τὴν λύπην διὰ τῆς προσευχῆς ἐκ τῆς μνήμης τοῦ κακοῦ, οὗπέρ σοι ἐποίησεν· ἀγαπητικὸς δὲ γενόμενος καὶ φιλάνθρωπος, παντελῶς ἐκ τῆς ψυχῆς τὸ πάθος ἐξαφανίζεις. Ἐὰν δὲ ἄλλος σοι μνησικακῇ, | |
5 | χαριστικὸς γενοῦ πρὸς αὐτὸν καὶ ταπεινὸς καὶ καλῶς συναυλίζου καὶ ἀπαλ‐ λάττεις αὐτὸν τοῦ πάθους. | |
3.91(t) | ϙΑʹ. | |
1 | Τοῦ φθονοῦντος τὴν λύπην κόπῳ στήσεις· συμφορὰν γὰρ ἡγεῖται τὸ ἐν σοὶ φθονούμενον καὶ οὐ δυνατὸν ἄλλως στῆσαι, εἰ μή τι κρύψῃς αὐτόν. | |
Εἰ δὲ πολλοὺς μὲν ὠφελεῖ, ἐκεῖνον δὲ λυπεῖ, ποίου μέρους περιφρονήσεις; Ἀναγκαῖον οὖν τῆς τῶν πολλῶν γενέσθαι ὠφελείας κἀκείνου δὲ κατὰ | 186 | |
5 | δύναμιν μὴ ἀμελεῖν μηδὲ τῇ τοῦ πάθους πονηρίᾳ συναπαχθῆναι, ὡς οὐχὶ τῷ πάθει, ἀλλὰ τῷ πάσχοντι ἀμυνόμενον· ἀλλὰ τῇ ταπεινοφρο‐ σύνῃ ἡγεῖσθαι αὐτὸν ὑπερέχοντα σεαυτοῦ καὶ ἐν παντὶ καιρῷ καὶ τόπῳ καὶ πράγματι προτιμᾶν αὐτόν. Τὸν δὲ σὸν φθόνον δύνασαι στῆσαι, ἐὰν ἐν οἷς χαίρει ὁ ὑπό σου φθονούμενος συγχαίρῃς καὶ ἐν οἷς λυπεῖται καὶ αὐτὸς | |
10 | συλλυπῇ, πληρῶν τὸ τοῦ Ἀποστόλου, τό· Χαίρειν μετὰ χαιρόντων καὶ κλαίειν μετὰ κλαιόντων. | |
3.92(t) | ϙΒʹ. | |
1 | Ὁ νοῦς ἡμῶν μέσος ἐστὶ δύο τινῶν, ἑκάστου τὰ ἴδια ἐνεργοῦντος· τοῦ μέν, ἀρετήν· τοῦ δέ, κακίαν· τουτέστιν ἀγγέλου καὶ δαίμονος. Ἐξου‐ σίαν δὲ ἔχει ὁ νοῦς καὶ δύναμιν ᾧ θέλει εἴτε ἕπεσθαι εἴτε ἀντισθῆναι. | |
3.93(t) | ϙΓʹ. | |
1 | Αἱ μὲν ἅγιαι δυνάμεις προτρέπονται ἡμᾶς ἐπὶ τὰ καλά· τὰ δὲ φυσικὰ σπέρματα καὶ ἡ ἀγαθὴ προαίρεσις βοηθοῦσιν ἡμῖν. Τὰς δὲ τῶν δαιμόνων προσβολὰς τὰ πάθη καὶ ἡ πονηρὰ προαίρεσις συνιστῶσι. | |
3.94(t) | ϙΔʹ. | |
1 | Τὸν καθαρὸν νοῦν ποτε μὲν αὐτὸς ὁ Θεὸς αὐτῷ ἐπιβαίνων διδάσκει· ποτὲ δέ, αἱ ἅγιαι δυνάμεις τὰ καλὰ ὑποτιθέμεναι· ποτὲ δέ, ἡ φύσις τῶν | |
πραγμάτων θεωρουμένη. | 188 | |
3.95(t) | ϙΕʹ. | |
1 | Χρὴ τὸν καταξιωθέντα γνώσεως νοῦν τά τε νοήματα τηρεῖν ἀπαθῆ τῶν πραγμάτων καὶ τὰ θεωρήματα ἀσφαλῆ καὶ τὴν τῆς προσευχῆς κατά‐ στασιν ἀθόλωτον· οὐ δύναται δὲ ταύτην ἀεὶ τηρεῖν ἐκ τῶν τῆς σαρκὸς ἀναδόσεων, διὰ τῆς τῶν δαιμόνων ἐπιβουλῆς καπνιζόμενος. | |
3.96(t) | ϙϛʹ. | |
1 | Οὐ δι’ ὅσα λυπούμεθα, διὰ ταῦτα καὶ ὀργιζόμεθα· πλεονάζει γὰρ τὰ τὴν λύπην ἐμποιοῦντα παρὰ τὰ τὴν ὀργήν. Οἷον ἐκλάσθη τόδε, ἀπώλετο τόδε, ἀπέθανεν ὁ δεῖνα· διὰ γὰρ τὰ τοιαῦτα λυπούμεθα μόνον· διὰ δὲ τὰ λοιπὰ καὶ λυπούμεθα καὶ ὀργιζόμεθα, ἀφιλοσόφως διακείμενοι. | |
3.97(t) | ϙΖʹ. | |
1 | Δεχόμενος ὁ νοῦς τὰ τῶν πραγμάτων νοήματα, πρὸς ἕκαστον νόημα μετασχηματίζεσθαι πέφυκε· θεωρῶν δὲ ταῦτα πνευματικῶς, πρὸς ἕκαστον θεώρημα ποικίλως μεταμορφοῦσθαι· ἐν δὲ Θεῷ γενόμενος, ἄμορφος πάντη καὶ ἀσχημάτιστος γίνεται· τὸν γὰρ μονοειδὴ θεωρῶν, μονοειδὴς γίνεται | |
5 | καὶ ὅλος φωτοειδής. | |
3.98(t) | ϙΗʹ. | |
1 | Ψυχή ἐστι τελεία, ἧς ἡ παθητικὴ δύναμις νένευκεν ὁλοτελῶς πρὸς Θεόν. | |
3.99(t) | ϙΘʹ. | |
1 | Νοῦς ἐστι τέλειος, ὁ διὰ πίστεως ἀληθοῦς τὸν ὑπεράγνωστον ὑπεραγνώ‐ στως ὑπερεγνωκὼς καὶ τῶν αὐτοῦ δημιουργημάτων τὰ καθόλου θεασάμενος καὶ τῆς ἐν αὐτοῖς προνοίας καὶ κρίσεως τὴν περιληπτικὴν γνῶσιν παρὰ | |
Θεοῦ εἰληφώς· ὡς ἀνθρώποις δέ φημι. | 190 | |
3.100(t) | Ρʹ. | |
1 | Τριχῶς τέμνεται ὁ χρόνος καὶ ἡ μὲν πίστις τοῖς τρισὶ συμπαρατείνεται τμήμασι· ἡ δὲ ἐλπίς, τῷ ἑνί· ἡ δὲ ἀγάπη, τοῖς δυσί. Καὶ ἡ μὲν πίστις καὶ ἐλπὶς μέχρι τινός, ἡ δὲ ἀγάπη εἰς ἀπείρους αἰῶνας τῷ ὑπεραπείρῳ ὑπερη‐ νωμένη καὶ ἀεὶ ὑπεραύξουσα διαμένει· καὶ διὰ τοῦτο μείζων πάντων ἡ | |
5 | ἀγάπη. | 192 |
4t1-100 | ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΑΓΑΠΗΣ ΤΕΤΑΡΤΗ ΚΕΦΑΛΑΙΩΝ ΕΚΑΤΟΝΤΑΣ | |
4.1(t) | Αʹ. | |
1 | Πρῶτον μὲν θαυμάζει ὁ νοῦς τὴν θείαν ἐννοούμενος κατὰ πάντα ἀπειρίαν καὶ τὸ ἀνέκβατον ἐκεῖνο καὶ πολυπόθητον πέλαγος. Δεύτερον δὲ ἐκπλήτ‐ τεται πῶς ἐκ τοῦ μηδενὸς τῆς τῶν ὄντων εἰς τὸ εἶναι παρήγαγεν ὕπαρξιν. Ἀλλ’ ὥσπερ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας, οὕτως οὐδὲ τῆς | |
5 | φρονήσεως αὐτοῦ ἔστιν ἐξεύρεσις. | |
4.2(t) | Βʹ. | |
1 | Πῶς γὰρ οὐ θαυμάζει τὸ ἄπλετον ἐκεῖνο καὶ ὑπὲρ ἔκπληξιν θεωρῶν τῆς ἀγαθότητος πέλαγος; Ἢ πῶς οὐκ ἐξίσταται ἐννοούμενος πῶς καὶ πόθεν ἥ τε λογικὰ καὶ νοερὰ γέγονεν οὐσία καὶ τὰ τέσσαρα στοιχεῖα, ἐξ ὧν τὰ σώματα, μηδημιᾶς ὕλης τῆς τούτων προϋπαρξάσης γενέσεως; Ποία τε | |
5 | ἡ δύναμις ἐκείνη, ἡ εἰς ἐνέργειαν κινηθεῖσα ταῦτα εἰς τὸ εἶναι παρήγαγεν; Ἀλλὰ τοῦτο Ἑλλήνων παῖδες οὐ παραδέχονται, ἀγνοοῦντες τὴν παντο‐ δύναμον ἀγαθότητα καὶ τὴν δραστήριον αὐτῆς καὶ ὑπὲρ νοῦν σοφίαν καὶ γνῶσιν. | |
4.3(t) | Γʹ. | |
1 | Ἐξ ἀϊδίου δημιουργὸς ὑπάρχων ὁ Θεός, ὅτε βούλεται δημιουργεῖ Λόγῳ ὁμοουσίῳ καὶ Πνεύματι δι’ ἄπειρον ἀγαθότητα. Καὶ μὴ εἴπῃς· τίνι λόγῳ νῦν ἐδημιούργησεν, ἀεὶ ἀγαθὸς ὑπάρχων; Ἐπεί, κἀγώ σοι λέγω, ὅτι ἡ τῆς ἀπείρου οὐσίας ἀνεξιχνίαστος σοφία τῇ ἀνθρωπίνῃ οὐχ ὑποπίπτει | |
5 | γνώσει. | |
4.4(t) | Δʹ. | |
1 | Τὴν ἐξ ἀϊδίου ἐν ἑαυτῷ ὁ Δημιουργὸς τῶν ὄντων προϋπάρχουσαν γνῶσιν, ὅτε ἐβουλήθη, οὐσίωσε καὶ προυβάλετο. Ἄτοπον δέ ἐστιν ἐπὶ Θεοῦ τοῦ | |
παντοδυνάμου διστάσαι εἰ δύναταί τι οὐσιῶσαι, ὅτε βούλεται. | 194 | |
4.5(t) | Εʹ. | |
1 | Δι’ ἣν μὲν αἰτίαν ὁ Θεὸς ἐδημιούργησε ζήτει· ἔστι γὰρ γνῶσις. Τὸ δὲ πῶς καὶ διὰ τί προσφάτως μὴ ζήτει· οὐκ ἔστι γὰρ τῷ σῷ ὑποπίπτουσα νῷ, διότι τῶν θείων τὰ μὲν ληπτά, τὰ δὲ ἄληπτα τοῖς ἀνθρώποις. Θεωρία δὲ ἀχαλίνωτος κατὰ κρημνὸν ὤσειεν, ὡς ἔφη τις τῶν ἁγίων. | |
4.6(t) | ϛʹ. | |
1 | Τινές φασι συνυπάρχειν ἐξ ἀϊδίου τῷ Θεῷ τὰ δημιουργήματα, ὅπερ ἀμήχανον. Πῶς γὰρ τῷ πάντη ἀπείρῳ τὰ κατὰ πάντα πεπερασμένα συνυ‐ πάρχειν δύναται ἐξ ἀϊδίου; Ἢ πῶς κυρίως δημιουργήματα, εἰ συναΐδια τῷ Δημιουργῷ; Ἀλλ’ οὗτος ὁ λόγος τῶν Ἑλλήνων ἐστίν, οἵτινες οὐσίας | |
5 | μὲν οὐδαμῶς, ποιοτήτων δὲ μόνον δημιουργὸν τὸν Θεὸν εἰσάγουσιν. Ἡμεῖς δὲ τὸν παντοδύναμον ἐγνωκότες Θεόν, οὐ ποιοτήτων, ἀλλ’ οὐσιῶν πεποιω‐ μένων δημιουργὸν αὐτὸν εἶναί φαμεν. Εἰ δὲ τοῦτο, οὐκ ἐξ ἀϊδίου συνύ‐ παρκτα τῷ Θεῷ τὰ δημιουργήματα. | |
4.7(t) | Ζʹ. | |
1 | Κατά τι μὲν γνωστὸν τὸ θεῖον καὶ τὰ θεῖα, κατά τι δὲ ἄγνωστον· καὶ γνωστὸν μέν, τοῖς περὶ αὐτὸ θεωρήμασιν· ἄγνωστον δέ, τοῖς κατ’ αὐτό. | |
4.8(t) | Ηʹ. | |
1 | Μὴ ἕξεις καὶ ἐπιτηδειότητας ζητήσῃς ἐπὶ τῆς ἁπλῆς καὶ ἀπείρου οὐσίας τῆς ἁγίας Τριάδος, ἵνα μὴ σύνθετον αὐτὴν ποιήσῃς ὥσπερ τὰ κτί‐ | |
σματα· ὅπερ ἄτοπον καὶ ἀθέμιτον ἐπὶ Θεοῦ ἐννοῆσαι. | 196 | |
4.9(t) | Θʹ. | |
1 | Μόνη ἁπλῆ καὶ μονοειδὴς καὶ ἄποιος καὶ εἰρηναία καὶ ἀστασίαστος ἡ ἄπειρος οὐσία καὶ παντοδύναμος καὶ δημιουργικὴ τῶν ὅλων. Πᾶσα δὲ ἡ κτίσις σύνθετος ὑπάρχει ἐξ οὐσίας καὶ συμβεβηκότος καὶ ἐπιδεὴς ἀεὶ τῆς θείας προνοίας, ὡς τροπῆς οὐκ ἐλευθέρα. | |
4.10(t) | Ιʹ. | |
1 | Πᾶσα ἡ νοερὰ οὐσία καὶ ἡ αἰσθητικὴ ἔλαβον δυνάμεις, παρὰ Θεοῦ εἰς τὸ εἶναι παραχθεῖσαι, ἀντιληπτικὰς τῶν ὄντων· ἡ μὲν νοερὰ τὰς νοήσεις, ἡ δὲ αἰσθητικὴ τὰς αἰσθήσεις. | |
4.11(t) | ΙΑʹ. | |
1 | Ὁ μὲν Θεὸς μετέχεται μόνον, ἡ δὲ κτίσις καὶ μετέχει καὶ μεταδίδωσι· καὶ μετέχει μὲν τοῦ εἶναι καὶ τοῦ εὖ εἶναι, μεταδίδωσι δὲ τοῦ εὖ εἶναι μόνον· ἀλλ’ ἑτέρως μὲν ἡ σωματική, ἑτέρως δὲ ἡ ἀσώματος οὐσία. | |
4.12(t) | ΙΒʹ. | |
1 | Ἡ μὲν ἀσώματος οὐσία καὶ λέγουσα καὶ πράττουσα καὶ θεωρουμένη τοῦ εὖ εἶναι μεταδίδωσιν· ἡ δὲ σωματική, θεωρουμένη μόνον. | |
4.13(t) | ΙΓʹ. | |
1 | Τὸ μὲν ἀεὶ εἶναι ἢ μὴ εἶναι τὴν λογικὴν καὶ νοερὰν οὐσίαν ἐν τῇ βου‐ λήσει ἐστὶ τοῦ τὰ πάντα καλὰ δημιουργήσαντος· τὸ δὲ ἀγαθὰ ταῦτα εἶναι κατὰ προαίρεσιν ἢ φαῦλα ἐν τῷ θελήματι τῶν γεγονότων ὑπάρχει. | |
4.14(t) | ΙΔʹ. | |
1 | Οὐ περὶ τὴν οὐσίαν τῶν γεγονότων τὸ κακὸν θεωρεῖται, ἀλλὰ περὶ | |
τὴν ἐσφαλμένην καὶ ἀλόγιστον κίνησιν. | 198 | |
4.15(t) | ΙΕʹ. | |
1 | Εὐλόγως κινεῖται ἡ ψυχή, ὅταν τὸ μὲν ἐπιθυμητικὸν αὐτῆς τῇ ἐγκρατείᾳ πεποίωται· τὸ δὲ θυμικὸν τῆς ἀγάπης ἀντέχηται, τὸ μῖσος ἀποστρεφόμενον· τὸ δὲ λογιστικὸν πρὸς τὸν Θεὸν διάγῃ διὰ προσευχῆς καὶ θεωρίας πνευ‐ ματικῆς. | |
4.16(t) | Ιϛʹ. | |
1 | Οὔπω ἔχει τελείαν τὴν ἀγάπην οὐδὲ τῆς θείας προνοίας κατὰ βάθος τὴν γνῶσιν ὁ ἐν καιρῷ πειρασμοῦ μὴ μακροθυμῶν ἐπὶ τοῖς συμβαίνουσι λυπηροῖς, ἀλλ’ ἀποκόπτων ἑαυτὸν τῆς τῶν πνευματικῶν ἀδελφῶν ἀγάπης. | |
4.17(t) | ΙΖʹ. | |
1 | Σκοπὸς τῆς θείας προνοίας τὸ τοὺς ὑπὸ τῆς κακίας ποικίλως διεσχι‐ σμένους διὰ τῆς ὀρθῆς πίστεως καὶ τῆς πνευματικῆς ἀγάπης ἑνοποιεῖν, εἴπερ διὰ τοῦτο πέπονθεν ὁ Σωτήρ, ἵνα τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπι‐ σμένα συναγάγῃ εἰς ἕν. Ὁ οὖν μὴ στέγων τὰ ὀχληρὰ μηδὲ φέρων τὰ λυπηρὰ | |
5 | μηδὲ ὑπομένων τὰ ἐπίπονα, ἐκτὸς τῆς θείας ἀγάπης καὶ τοῦ σκοποῦ τῆς προνοίας περιπαθεῖ. | |
4.18(t) | ΙΗʹ. | |
1 | Εἰ ἡ ἀγάπη μακροθυμεῖ καὶ χρηστεύεται, ὁ ὀλιγοψυχῶν ἐπὶ τοῖς συμβαίνουσι λυπηροῖς καὶ διὰ τοῦτο πονηρευόμενος ἐπὶ τοῖς λυπήσασι καὶ τῆς πρὸς αὐτοὺς ἀγάπης ἑαυτὸν ἀποκόπτων, πῶς τοῦ σκοποῦ τῆς θείας προνοίας οὐκ ἐκπίπτει; | |
4.19(t) | ΙΘʹ. | |
1 | Πρόσεχε σεαυτῷ, μήποτε ἡ χωρίζουσά σε ἐκ τοῦ ἀδελφοῦ κακία οὐκ ἐν τῷ ἀδελφῷ, ἀλλ’ ἔν σοι εὑρίσκεται· καὶ σπεῦσον αὐτῷ διαλλαγῆναι, | |
ἵνα μὴ τῆς ἐντολῆς τῆς ἀγάπης ἐκπέσῃς. | 200 | |
4.20(t) | Κʹ. | |
1 | Μὴ καταφρονήσῃς τῆς ἐντολῆς τῆς ἀγάπης, ὅτι δι’ αὐτῆς υἱὸς Θεοῦ ἔσῃ· ἣν παραβαίνων, υἱὸς γεέννης εὑρεθήσῃ. | |
4.21(t) | ΚΑʹ. | |
1 | Τὰ χωρίζοντα τῆς τῶν φίλων ἀγάπης εἰσὶ ταῦτα· τὸ φθονεῖν ἢ φθονεῖ‐ σθαι, τὸ ζημιοῦν ἢ ζημιοῦσθαι, τὸ ἀτιμάζειν ἢ ἀτιμάζεσθαι καὶ οἱ ἐξ ὑπο‐ νοίας λογισμοί. Μήποτε οὖν ἔδρασάς τι τούτων ἢ πέπονθας καὶ διὰ τοῦτο τῆς τοῦ φίλου ἀγάπης χωρίζῃ. | |
4.22(t) | ΚΒʹ. | |
1 | Συνέβη σοι πειρασμὸς ἐκ τοῦ ἀδελφοῦ καὶ ἡ λύπη εἰς μῖσός σε ἤγαγε· μὴ νικῶ ὑπὸ τοῦ μίσους, ἀλλὰ νίκα ἐν τῇ ἀγάπῃ τὸ μῖσος. Νικήσεις δὲ τρόπῳ τοιούτῳ· προσευχόμενος ὑπὲρ αὐτοῦ γνησίως πρὸς τὸν Θεόν, τὴν ἀπολογίαν αὐτοῦ δεχόμενος ἢ καὶ αὐτὸς διὰ ταύτης αὐτὸν θεραπεύων καὶ | |
5 | σεαυτὸν αἴτιον τοῦ πειρασμοῦ λογιζόμενος καὶ μακροθυμῶν μέχρις οὗ παρέλθῃ τὸ νέφος. | |
4.23(t) | ΚΓʹ. | |
1 | Μακρόθυμός ἐστιν ὁ τὸ τέλος ἐκδεχόμενος τοῦ πειρασμοῦ καὶ τὸ καύ‐ χημα τῆς καρτερίας ἀναμένων. | |
4.24(t) | ΚΔʹ. | |
1 | Ἀνὴρ μακρόθυμος, πολὺς ἐν φρονήσει, ὅτι πάντα τὰ συμβαίνοντα | |
ἐπὶ τὸ τέλος ἀναφέρει κἀκεῖνο περιμένων ἀνέχεται τῶν λυπηρῶν. Τὸ δὲ τέλος ἐστὶ ζωὴ αἰώνιος, κατὰ τὸν θεῖον Ἀπόστολον· αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας | 202 | |
5 | Ἰησοῦν Χριστόν. | |
4.25(t) | ΚΕʹ. | |
1 | Μὴ εὔκολος ἔσο ἐπὶ ἀποβολῇ πνευματικῆς ἀγάπης, διότι ἄλλη σωτη‐ ρίας ὁδὸς οὐχ ὑπολέλειπται ἐν ἀνθρώποις. | |
4.26(t) | Κϛʹ. | |
1 | Μὴ τὸν χθὲς πνευματικὸν ἀδελφὸν καὶ ἐνάρετον διὰ τὸ ἔν σοι σήμερον ἐξ ἐπηρείας τοῦ πονηροῦ ἐγγινόμενον μῖσος κρῖνε φαῦλον καὶ πονηρόν· ἀλλὰ διὰ τῆς μακροθυμούσης ἀγάπης τὰ χθεσινὰ καλὰ λογιζόμενος τὸ σήμερον μῖσος τῆς ψυχῆς ἀπόβαλλε. | |
4.27(t) | ΚΖʹ. | |
1 | Μὴ ὃν ἐπῄνεις χθὲς ὡς καλὸν καὶ ἐνεκωμίαζες ὡς ἐνάρετον, σήμερον ὡς φαῦλον καὶ πονηρὸν κακολογήσῃς, διὰ τὴν σὴν ἐξ ἀγάπης εἰς μῖσος μεταβολὴν τὸν τοῦ ἀδελφοῦ ψόγον ἀπολογίαν τοῦ ἔν σοι πονηροῦ μίσους ποιούμενος· ἀλλὰ τοῖς αὐτοῖς ἐγκωμίοις ἐπίμεινον, κἆν ἔτι ὑπὸ τῆς λύπης | |
5 | κεκράτησαι, καὶ εἰς τὴν αὐτὴν σωτήριον ἀγάπην εὐχερῶς ἐπανέρχῃ. | |
4.28(t) | ΚΗʹ. | |
1 | Μὴ τὸν συνήθη τοῦ ἀδελφοῦ ἔπαινον διὰ τὴν ἔτι ἔν σοι πρὸς αὐτὸν ὑπάρχουσαν κεκρυμμένην λύπην ἐν τῇ τῶν λοιπῶν ἀδελφῶν συντυχίᾳ νοθεύσῃς, συμπαραμίσγων τοῖς λόγοις λεληθότως τὸν ψόγον· ἀλλὰ καθαρῷ τῷ ἐπαίνῳ ἐν τῇ συντυχίᾳ χρῆσαι καὶ γνησίως ὑπὲρ αὐτοῦ ὡς ὑπὲρ σαυτοῦ | |
5 | προσεύχου καὶ τοῦ ὀλεθρίου μίσους τάχιστα ἀπαλλάττῃ. | 204 |
4.29(t) | ΚΘʹ. | |
1 | Μὴ εἴπῃς· οὐ μισῶ τὸν ἀδελφόν, τὴν μνήμην αὐτοῦ ἀποστρεφόμενος· ἀλλὰ ἄκουσον Μωϋσέως λέγοντος· Μὴ μισήσῃς τὸν ἀδελφόν σου τῇ διανοίᾳ σου· ἐλεγμῷ ἐλέγξεις τὸν ἀδελφόν σου καὶ οὐ λήψῃ δι’ αὐτὸν ἁμαρτίαν. | |
4.30(t) | Λʹ. | |
1 | Κἂν ὁ ἀδελφὸς τυχὸν πειραζόμενος ἐπιμείνῃ κακολογῶν σε, ἀλλὰ σύ γε μὴ ἐξενεχθῇς τῆς ἀγαπητικῆς καταστάσεως, τοῦ αὐτοῦ πονηροῦ δαίμονος ἀνεχόμενος ἐνοχλοῦντος κατὰ διάνοιαν. Οὐκ ἐξενεχθήσῃ δὲ ταύτης, ἐὰν λοιδορούμενος εὐλογήσῃς, ἐὰν δυσφημούμενος εὐφημήσῃς, ἐὰν ἐπιβου‐ | |
5 | λευόμενος εὐνοήσῃς· αὕτη ἐστὶν ἡ ὁδὸς τῆς κατὰ Χριστὸν φιλοσοφίας καὶ ὁ μὴ ταύτην ὁδεύων οὐ συναυλίζεται αὐτῷ. | |
4.31(t) | ΛΑʹ. | |
1 | Μὴ ὡς εὐνοοῦντας λογίζου τοὺς λόγους σοι φέροντας λύπην ἔν σοι καὶ μῖσος πρὸς τὸν ἀδελφὸν ἐργαζομένους, κἂν ἀληθεύειν δοκῶσιν· ἀλλ’ ὡς θανατοῦντας ὄφεις τοὺς τοιούτους ἀποστρέφου, ἵνα κἀκείνους τοῦ κακολο‐ γεῖν ἀνακόψῃς καὶ τὴν σεαυτοῦ ψυχὴν πονηρίας ἀπαλλάξῃς. | |
4.32(t) | ΛΒʹ. | |
1 | Μὴ λόγοις δι’ αἰνιγμάτων τὸν ἀδελφὸν κεντήσῃς, ἵνα μὴ τὰ ὅμοια παρ’ αὐτοῦ ἀντιδεχόμενος τὴν τῆς ἀγάπης διάθεσιν ἐξ ἀμφοτέρων ἀπελάσῃς· ἀλλὰ μετὰ παρρησίας ἀγαπητικῆς ὕπαγε ἔλεγξον αὐτόν, ἵνα τὰς αἰτίας | |
τῆς λύπης λύσας ταραχῆς καὶ λύπης ἀμφοτέρους ἀπαλλάξῃς. | 206 | |
4.33(t) | ΛΓʹ. | |
1 | Ἐρεύνησον τὴν συνείδησιν μετὰ πάσης ἀκριβείας, μήποτε τῇ σῇ αἰτίᾳ ὁ ἀδελφὸς οὐ διηλλάγη· καὶ μὴ παραλογίζου ταύτην τὰ κρυπτά σου γινώ‐ σκουσαν καὶ κατηγοροῦσάν σου ἐν τῷ καιρῷ τῆς ἐξόδου καὶ ἐν καιρῷ δὲ προσευχῆς πρόσκομμά σοι γινομένην. | |
4.34(t) | ΛΔʹ. | |
1 | Μὴ μνημόνευε ἐν τῷ καιρῷ τῆς εἰρήνης τῶν ἐν τῷ καιρῷ τῆς λύπης ὑπὸ τοῦ ἀδελφοῦ λεχθέντων, κἄν τε κατὰ πρόσωπον τὰ λυπηρὰ ἐρρέθῃ κἄν τε πρὸς ἄλλον περί σου καὶ μετὰ ταῦτα ἤκουσας· ἵνα μὴ τῶν λογισμῶν τῆς μνησικακίας ἀνεχόμενος εἰς τὸ ὀλέθριον μῖσος τοῦ ἀδελφοῦ ὑποστρέψῃς. | |
4.35(t) | ΛΕʹ. | |
1 | Οὐ δύναται ψυχὴ λογικὴ πρὸς ἄνθρωπον μῖσος τρέφουσα πρὸς τὸν Θεὸν εἰρηνεῦσαι, τὸν τῶν ἐντολῶν δοτῆρα. Ἐὰν γάρ, φησί, μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφήσει ὑμῖν τὰ παραπτώματα ὑμῶν. Εἰ δὲ ἐκεῖνος εἰρηνεύειν οὐ θέλει, ἀλλὰ σύ | |
5 | γε σεαυτὸν ἀπὸ μίσους φύλαξον, προσευχόμενος ὑπὲρ αὐτοῦ γνησίως καὶ μὴ κακολογῶν αὐτὸν πρός τινα. | |
4.36(t) | Λϛʹ. | |
1 | Ἡ τῶν ἁγίων ἀγγέλων ἄφραστος εἰρήνη ταῖς δυσὶ ταύταις κεκράτηται διαθέσεσι· τῇ τε πρὸς τὸν Θεὸν καὶ τῇ πρὸς ἀλλήλους ἀγάπῃ· ὁμοίως δὲ καὶ πάντων τῶν ἀπ’ αἰῶνος ἁγίων. Παγκάλως οὖν εἴρηται ὑπὸ τοῦ Σω‐ τῆρος ἡμῶν ὅτι ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆ‐ | |
5 | ται κρέμανται. | |
4.37(t) | ΛΖʹ. | |
1 | Μὴ ἔσο αὐτάρεσκος καὶ οὐκ ἔσῃ μισάδελφος· καὶ μὴ ἔσο φίλαυτος | |
καὶ ἔσῃ φιλόθεος. | 208 | |
4.38(t) | ΛΗʹ. | |
1 | Πνευματικοῖς ἀδελφοῖς συζῆσαι προῃρημένος, τοῖς σοῖς θελήμασιν ἀπὸ θυρῶν ἀπόταξαι· οὐ μὴ γὰρ ἑτέρῳ τρόπῳ εἰρηνεῦσαι δυνήσῃ οὔτε πρὸς τὸν Θεὸν οὔτε πρὸς τοὺς συζῶντας. | |
4.39(t) | ΛΘʹ. | |
1 | Ὁ τελείαν ἀγάπην κτήσασθαι δυνηθεὶς καὶ ὅλον τὸν βίον αὐτοῦ πρὸς ταύτην ῥυθμίσας, οὗτος λέγει Κύριον Ἰησοῦν ἐν πνεύματι ἁγίῳ· καὶ ἐκ τοῦ ἐναντίου, τὰ ἐναντία δηλονότι. | |
4.40(t) | Μʹ. | |
1 | Ἡ μὲν εἰς Θεὸν ἀγάπη εἰς τὴν θείαν ὁμιλίαν ἀεὶ φιλεῖ πτερῶσαι τὸν νοῦν· ἡ δὲ εἰς τὸν πλησίον ἀεὶ καλὰ λογίζεσθαι περὶ αὐτοῦ παρασκευάζει. | |
4.41(t) | ΜΑʹ. | |
1 | Τοῦ ἔτι δόξαν ἀγαπῶντος κενὴν ἤ τινι τῶν ὑλικῶν πραγμάτων προσ‐ κειμένου ἐστὶ τὸ πρὸς ἀνθρώπους λυπεῖσθαι διὰ πρόσκαιρα ἢ μνησικακεῖν αὐτοῖς ἢ μῖσος ἔχειν πρὸς αὐτοὺς ἢ λογισμοῖς δουλεύειν αἰσχροῖς· τῆς δὲ φιλοθέου ψυχῆς πάντῃ ταῦτα ἀλλότρια. | |
4.42(t) | ΜΒʹ. | |
1 | Ὅταν μηδὲν εἴπῃς μηδὲ πράξῃς αἰσχρὸν κατὰ διάνοιαν καὶ ὅταν τῷ ζημιώσαντι ἢ κακολογήσαντι μὴ μνησικάκῃς καὶ ὅταν ἐν τῷ καιρῷ τῆς προσευχῆς ἄϋλον καὶ ἀνείδεον ἀεὶ ἔχῃς τὸν νοῦν, τότε γνῶθι ὅτι ἔφθασας | |
εἰς τὸ μέτρον τῆς ἀπαθείας καὶ τῆς τελείας ἀγάπης. | 210 | |
4.43(t) | ΜΓʹ. | |
1 | Οὐ μικρὸς ἀγὼν κενοδοξίας ἀπαλλαγῆναι· ἀπαλλάττεται δέ τις διὰ κρυπτῆς τῶν ἀρετῶν ἐργασίας καὶ συχνοτέρας προσευχῆς. Σημεῖον δὲ τῆς ἀπαλλαγῆς, τὸ μηκέτι μνησικακεῖν τῷ κακολογήσαντι ἢ κακολογοῦντι. | |
4.44(t) | ΜΔʹ. | |
1 | Εἰ θέλεις εἶναι δίκαιος, ἀπόνεμε ἑκάστῳ τῶν ἔν σοι μερῶν τὰ κατ’ ἀ‐ ξίαν· ψυχῇ λέγω καὶ σώματι. Καὶ τῷ μὲν λογιστικῷ τῆς ψυχῆς, ἀναγνώ‐ σματα καὶ θεωρήματα πνευματικὰ καὶ προσευχήν· τῷ δὲ θυμικῷ, ἀγάπην πνευματικὴν τὴν τῷ μίσει ἀντικειμένην· τῷ δὲ ἐπιθυμητικῷ, σωφροσύνην | |
5 | καὶ ἐγκράτειαν· τῷ δὲ σαρκίῳ, διατροφὴν καὶ σκεπάσματα, τὰ μόνα ἀναγ‐ καιότατα. | |
4.45(t) | ΜΕʹ. | |
1 | Κατὰ φύσιν ὁ νοῦς ἐνεργεῖ, ὅταν τὰ πάθη ἔχῃ ὑποτεταγμένα καὶ τοὺς λόγους τῶν ὄντων θεωρῇ καὶ πρὸς τὸν Θεὸν διάγῃ. | |
4.46(t) | Μϛʹ. | |
1 | Ὥσπερ ὑγίεια καὶ νόσος πρὸς τὸ σῶμα θεωρεῖται τοῦ ζώου καὶ φῶς καὶ σκότος πρὸς τὸν ὀφθαλμόν, οὕτως ἀρετὴ καὶ κακία πρὸς τὴν ψυχὴν καὶ γνῶσις καὶ ἀγνωσία πρὸς τὸν νοῦν. | |
4.47(t) | ΜΖʹ. | |
1 | Ἐν τοῖς τρισὶ τούτοις ὁ χριστιανὸς φιλοσοφεῖ· ἐν ταῖς ἐντολαῖς, ἐν τοῖς δόγμασι καὶ ἐν τῇ πίστει. Καὶ αἱ μὲν ἐντολαὶ τῶν παθῶν τὸν νοῦν χωρίζουσι· τὰ δὲ δόγματα εἰς τὴν γνῶσιν τῶν ὄντων αὐτὸν εἰσάγουσιν· | |
ἡ δὲ πίστις, εἰς τὴν θεωρίαν τῆς ἁγίας Τριάδος. | 212 | |
4.48(t) | ΜΗʹ. | |
1 | Οἱ μὲν τῶν ἀγωνιζομένων ἀποκρούονται μόνον τοὺς ἐμπαθεῖς λογι‐ σμούς· οἱ δὲ καὶ αὐτὰ τὰ πάθη περικόπτουσι. Καὶ ἀποκρούεται μέν τις, οἷον ἢ ψαλμῳδίᾳ ἢ προσευχῇ ἢ μετεωρισμῷ ἢ ἄλλῳ τινὶ τοπικῷ περισπασμῷ· ἐκκόπτει δὲ τὰ πάθη τῶν πραγμάτων ἐκείνων περιφρονῶν πρὸς ἅπερ αὐτὰ | |
5 | κέκτηται. | |
4.49(t) | ΜΘʹ. | |
1 | Πρὸς ἅπερ τὰ πάθη κεκτήμεθα πράγματά εἰσι ταῦτα, οἷον γυνή, χρήματα, δόξα καὶ τὰ ἑξῆς. Καὶ τῆς μὲν γυναικὸς τότε δύναταί τις περι‐ φρονεῖν, ὅτε καὶ μετὰ τὴν ἀναχώρησιν τὸ σῶμα ὡς δεῖ δι’ ἐγκρατείας μα‐ ραίνει· τῶν δὲ χρημάτων, ὅτε πείθει τὸν λογισμὸν ἐν παντὶ τῇ αὐταρκείᾳ | |
5 | στοιχῆσαι· τῆς δὲ δόξης, ὅτε τὴν κρυπτὴν ἀγαπήσει τῶν ἀρετῶν ἐργασίαν καὶ Θεῷ μόνῳ φαινομένην· καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. Ὁ δὲ τούτων πε‐ ριφρονῶν οὐδὲ εἰς μῖσός τινος ἔρχεταί ποτε. | |
4.50(t) | Νʹ. | |
1 | Ὁ μὲν τοῖς πράγμασιν ἀποταξάμενος, οἷον τῇ γυναικὶ καὶ τοῖς χρή‐ μασι καὶ τοῖς ἑξῆς, τὸν ἔξω ἄνθρωπον ἐποίησε μοναχόν, οὔπω δὲ καὶ τὸν ἔσω. Ὁ δὲ τοῖς τούτων ἐμπαθέσι νοήμασι, τὸν ἔσω ἄνθρωπον, ὅ ἐστιν ὁ νοῦς. Καὶ τὸν μὲν ἔξω ἄνθρωπον εὐκόλως τις ποιεῖ μοναχόν, μόνον ἐὰν | |
5 | θελήσῃ· οὐκ ὀλίγος δὲ ἀγὼν τὸν ἔσω ἄνθρωπον ποιῆσαι μοναχόν. | |
4.51(t) | ΝΑʹ. | |
1 | Τίς ἄρα ἐστὶν ἐν τῇ γενεᾷ ταύτῃ ὁ παντάπασιν ἀπαλλαγεὶς ἐμπαθῶν νοημάτων καὶ τῆς καθαρᾶς καὶ ἀΰλου καταξιωθεὶς προσευχῆς, ὅπερ ἐστὶ | |
σημεῖον τοῦ ἔνδον μοναχοῦ; | 214 | |
4.52(t) | ΝΒʹ. | |
1 | Πολλὰ πάθη ἐν ταῖς ψυχαῖς ἡμῶν κέκρυπται· τότε δὲ ἐλέγχονται, ὅταν τὰ πράγματα ἀναφαίνωνται. | |
4.53(t) | ΝΓʹ. | |
1 | Δύναταί τις μὴ ὀχλεῖσθαι ὑπὸ τῶν παθῶν ἐν τῇ τῶν πραγμάτων ἀπουσίᾳ, μερικῆς τυχὼν ἀπαθείας· ἐὰν δὲ ἀναφανῶσι τὰ πράγματα, εὐθὺς τὰ πάθη τὸν νοῦν περισπῶσι. | |
4.54(t) | ΝΔʹ. | |
1 | Μὴ νόμιζε τελείαν ἔχειν ἀπάθειαν, τοῦ πράγματος μὴ παρόντος. Ὅταν δὲ ἀναφανῇ καὶ μείνῃς ἀκίνητος πρός τε τὸ πρᾶγμα καὶ τὴν μετὰ ταῦτα μνήμην αὐτοῦ, τότε γνῶθι σεαυτὸν τῶν ὅρων αὐτῆς ἐπιβεβηκέναι. Πλὴν μηδὲ οὕτω καταφρονήσῃς, διότι ἀρετὴ μὲν χρονίζουσα νεκροῖ τὰ πάθη, | |
5 | ἀμελουμένη δὲ πάλιν ἐγείρει αὐτά. | |
4.55(t) | ΝΕʹ. | |
1 | Ὁ ἀγαπῶν τὸν Χριστόν, πάντως καὶ μιμεῖται αὐτὸν κατὰ δύναμιν. Οἷον ὁ Χριστὸς τοὺς ἀνθρώπους εὐεργετῶν οὐκ ἐπαύσατο καὶ ἀχαριστού‐ μενος καὶ βλασφημούμενος ἐμακροθύμει καὶ τυπτόμενος ὑπ’ αὐτῶν καὶ φονευόμενος ὑπέμενε, μηδενὶ τὸ σύνολον τὸ κακὸν λογιζόμενος. Ταῦτα | |
5 | δὲ τὰ τρία εἰσὶ τὰ ἔργα τῆς εἰς τὸν πλησίον ἀγάπης, ὧν χωρὶς ὁ λέγων ἀγαπᾶν τὸν Χριστὸν ἢ τῆς βασιλείας αὐτοῦ τυχεῖν ἑαυτὸν ἀπατᾷ· Οὐ γὰρ ὁ λέγων μοι, φησί, Κύριε Κύριε, οὗτος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου· καὶ πάλιν· Ὁ | |
ἀγαπῶν ἐμὲ τὰς ἐντολάς μου τηρήσει· καὶ τὰ ἑξῆς. | 216 | |
4.56(t) | Νϛʹ. | |
1 | Ἅπας ὁ σκοπὸς τῶν ἐντολῶν τοῦ Σωτῆρος, ἵνα ἀκρασίας καὶ μίσους τὸν νοῦν ἐλευθερώσῃ καὶ εἰς τὴν αὐτοῦ ἀγάπην καὶ τοῦ πλησίον ἀγάγῃ, ἐξ ὧν τίκτεται τὸ φέγγος τῆς κατ’ ἐνέργειαν ἁγίας γνώσεως. | |
4.57(t) | ΝΖʹ. | |
1 | Μερικῆς γνώσεως παρὰ τοῦ Θεοῦ καταξιωθείς, μὴ ἀμέλει ἀγάπης καὶ ἐγκρατείας· αὗται γὰρ τὸ παθητικὸν μέρος τῆς ψυχῆς ἐκκαθαίρουσαι τὴν ἐπὶ τὴν γνῶσιν ὁδὸν ἀεί σοι εὐτρεπίζουσιν. | |
4.58(t) | ΝΗʹ. | |
1 | Ὁδὸς ἐπὶ τὴν γνῶσίν ἐστιν ἀπάθεια καὶ ταπείνωσις, ὧν χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. | |
4.59(t) | ΝΘʹ. | |
1 | Ἐπειδὴ ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ, σύζευξον τῇ γνώσει τὴν ἀγάπην καὶ ἔσῃ ἄτυφος καὶ πνευματικὸς οἰκοδόμος καὶ σεαυτὸν οἰκο‐ δομῶν καὶ πάντας τοὺς ἐγγίζοντάς σοι. | |
4.60(t) | Ξʹ. | |
1 | Ἐντεῦθεν ἡ ἀγάπη οἰκοδομεῖ, ἐπειδὴ οὐδὲ φθονεῖ οὐδὲ πρὸς τοὺς φθονοῦντας πικραίνεται οὐδὲ τὸ φθονούμενον δημοσιεύει ἐπιδεικτικῶς οὐδὲ λογίζεται ἑαυτὸν ἤδη κατειληφέναι καὶ ὧν δὲ οὐκ οἶδεν ὁμολογεῖ ἀνερυ‐ θριάστως τὴν ἄγνοιαν· οὕτως οὖν τὸν νοῦν ἄτυφον ἀπεργάζεται καὶ προ‐ | |
5 | κόπτειν εἰς τὴν γνῶσιν ἀεὶ παρασκευάζει. | 218 |
4.61(t) | ΞΑʹ. | |
1 | Πέφυκέ πως παρέπεσθαι τῇ γνώσει οἴησις καὶ φθόνος, ἐν προοιμίοις μάλιστα· καὶ ἡ μὲν οἴησις, ἔνδοθεν μόνον· ὁ δὲ φθόνος, καὶ ἔνδοθεν καὶ ἔξωθεν· καὶ ἔνδοθεν μέν, πρὸς τοὺς ἔχοντας γνῶσιν· ἔξωθεν δέ, ἀπὸ τῶν ἐχόντων. Ἡ οὖν ἀγάπη τὰ τρία ἀνατρέπει· τὴν μὲν οἴησιν, ἐπειδὴ οὐ φυσιοῦ‐ | |
5 | ται· τὸν δὲ ἔνδοθεν φθόνον, ἐπειδὴ οὐ ζηλοῖ· τὸν δὲ ἔξωθεν, ἐπειδὴ μακρο‐ θυμεῖ καὶ χρηστεύεται. Ἀνάγκη οὖν τὸν ἔχοντα γνῶσιν προσλαβέσθαι καὶ τὴν ἀγάπην, ἵνα ἄτρωτον τὸν νοῦν ἐν παντὶ διαφυλάττῃ. | |
4.62(t) | ΞΒʹ. | |
1 | Ὁ τοῦ χαρίσματος τῆς γνώσεως καταξιωθεὶς καὶ λύπην ἢ μνησικακίαν ἢ μῖσος πρὸς ἄνθρωπον ἔχων, ὅμοιός ἐστι τοῦ ἀκάνθαις καὶ τριβόλοις τοὺς ὀφθαλμοὺς κατακεντοῦντος. Διὸ ἀναγκαίως δέεται ἡ γνῶσις τῆς ἀγάπης. | |
4.63(t) | ΞΓʹ. | |
1 | Μὴ ὅλην τὴν σχολήν σου περὶ τὴν σάρκα ἔχε, ἀλλὰ ὅρισον αὐτῇ τὴν κατὰ δύναμιν ἄσκησιν καὶ ὅλον τὸν νοῦν σου περὶ τὰ ἔνδον τρέψον· Ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος· ἡ δὲ εὐσέβεια πρὸς πάντα ἐστὶν ὠφέλιμος· καὶ τὰ ἑξῆς. | |
4.64(t) | ΞΔʹ. | |
1 | Ὁ ἀδιαλείπτως περὶ τὰ ἔνδον τὰς διατριβὰς ποιούμενος σωφρονεῖ, μακροθυμεῖ, χρηστεύεται, ταπεινοφρονεῖ· οὐ μόνον, ἀλλὰ καὶ θεωρεῖ καὶ θεολογεῖ καὶ προσεύχεται· καὶ τοῦτό ἐστιν ὃ λέγει ὁ Ἀπόστολος· Πνεύματι | |
περιπατεῖτε, καὶ τὰ ἑξῆς. | 220 | |
4.65(t) | ΞΕʹ. | |
1 | Ὁ τὴν πνευματικὴν ὁδὸν ὁδεύειν μὴ ἐπιστάμενος, τῶν ἐμπαθῶν νοη‐ μάτων οὐ ποιεῖται φροντίδα, ἀλλ’ ὅλην τὴν σχολὴν περὶ τὴν σάρκα ἔχει καὶ ἢ γαστριμαργεῖ καὶ ἀκολασταίνει, λυπεῖταί τε καὶ ὀργίζεται καὶ μνη‐ σικακεῖ καὶ ἐντεῦθεν τὸν νοῦν σκοτίζει ἢ ἀμέτρως τῇ ἀσκήσει κέχρηται | |
5 | καὶ θολοῖ τὴν διάνοιαν. | |
4.66(t) | Ξϛʹ. | |
1 | Οὐδὲν τῶν ἐκ Θεοῦ εἰς χρῆσιν ἡμῖν δοθέντων ἀναιρεῖ ἡ Γραφή, ἀλλὰ τὴν ἀμετρίαν κολάζει καὶ τὴν ἀλογιστίαν διορθοῦται. Οἷον οὐ κωλύει ἐσθίειν οὐδὲ παιδοποιεῖν οὐδὲ χρήματα ἔχειν καὶ ὀρθῶς διοικεῖν, ἀλλὰ κωλύει γαστριμαργεῖν, πορνεύειν καὶ τὰ ἑξῆς· ἀλλ’ οὐδὲ τὸ νοεῖν ταῦτα | |
5 | κωλύει· διὰ τοῦτο γὰρ καὶ γεγόνασιν· ἀλλὰ τὸ ἐμπαθῶς νοεῖν. | |
4.67(t) | ΞΖʹ. | |
1 | Τὰ μὲν τῶν ὑφ’ ἡμῶν κατὰ Θεὸν πραττομένων κατ’ ἐντολὴν πράττεται· τὰ δὲ οὐ κατ’ ἐντολήν, ἀλλ’ ὡς ἄν τις εἴποι, καθ’ ἑκούσιον προσφοράν. Οἷον κατ’ ἐντολὴν μέν, τὸ ἀγαπᾶν τὸν Θεὸν καὶ τὸν πλησίον, τὸ ἀγαπᾶν τοὺς ἐχθρούς, τὸ μὴ μοιχεύειν, μὴ φονεύειν καὶ τὰ λοιπά· ἅτινα καὶ παρα‐ | |
5 | βαίνοντες κατακρινόμεθα. Οὐ κατ’ ἐντολὴν δέ, τὸ παρθενεύειν, ἡ ἀγαμία, ἡ ἀκτημοσύνη, ἡ ἀναχώρησις καὶ τὰ ἑξῆς· ταῦτα δώρων λόγον ἐπέχουσι, ἵνα ἐάν τινας τῶν ἐντολῶν κατορθῶσαι ἐξ ἀσθενείας μὴ δυνηθῶμεν, διὰ | |
τῶν δώρων τὸν ἀγαθὸν ἡμῶν ἐξιλεωσώμεθα Δεσπότην. | 222 | |
4.68(t) | ΞΗʹ. | |
1 | Ὁ τὴν ἀγαμίαν τιμῶν ἢ παρθενίαν ἀναγκαίως ὀφείλει ἔχειν τὴν ὀσφῦν περιεζωσμένην καὶ τὸν λύχνον καιόμενον· τὴν μὲν ὀσφῦν δι’ ἐγκρατείας, τὸν δὲ λύχνον διὰ προσευχῆς καὶ θεωρίας καὶ ἀγάπης πνευματικῆς. | |
4.69(t) | ΞΘʹ. | |
1 | Τινὲς τῶν ἀδελφῶν ἐκτὸς ἑαυτοὺς εἶναι νομίζουσι τῶν τοῦ ἁγίου Πνεύ‐ ματος χαρισμάτων· οὐ γὰρ ἴσασι διὰ τὴν ἀμέλειαν τῆς τῶν ἐντολῶν ἐργα‐ σίας ὅτι ὁ τὴν εἰς Χριστὸν πίστιν ἀνόθευτον ἔχων πάντα τὰ θεῖα χαρίσματα συλλήβδην ἔχει ἐν ἑαυτῷ. Ἐπειδὴ γὰρ τῆς εἰς αὐτὸν κατ’ ἐνέργειαν ἀγάπης | |
5 | διὰ τὴν ἀργίαν μακράν ἐσμεν, τῆς δεικνυούσης ἡμῖν τοὺς ἐν ἡμῖν θείους θησαυρούς, εἰκότως ἐκτὸς ἑαυτοὺς τῶν θείων νομίζομεν χαρισμάτων. | |
4.70(t) | Οʹ. | |
1 | Εἰ ὁ Χριστὸς ἐν ταῖς καρδίαις ἡμῶν κατοικεῖ διὰ τῆς πίστεως, κατὰ τὸν θεῖον Ἀπόστολον, πάντες δὲ οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἐν αὐτῷ εἰσιν ἀπόκρυφοι· πάντες ἄρα οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἐν ταῖς καρδίαις ἡμῶν εἰσιν ἀπόκρυφοι· φανεροῦνται δὲ τῇ καρδίᾳ | |
5 | κατὰ τὴν ἀναλογίαν τῆς ἑκάστου διὰ τῶν ἐντολῶν καθάρσεως. | |
4.71(t) | ΟΑʹ. | |
1 | Οὗτός ἐστιν ὁ θησαυρὸς ὁ ἐν τῷ ἀγρῷ κεκρυμμένος τῆς καρδίας σου, ὃν οὔπω εὗρες διὰ τὴν ἀργίαν· εἰ γὰρ εὗρες, ἄρα ἂν πέπρακας πάντα καὶ ἐκτήσω τὸν ἀγρὸν τοῦτον. Νῦν δὲ τὸν ἀγρὸν ἀφεὶς τὰ περὶ τὸν ἀγρὸν περιέπεις, ἐν | |
οἷς οὐδὲν ἄλλο εὑρίσκεται πλὴν ἀκανθῶν καὶ τριβόλων. | 224 | |
4.72(t) | ΟΒʹ. | |
1 | Διὰ τοῦτο λέγει ὁ Σωτήρ· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται· ἐπειδὴ αὐτὸς ἐν τῇ καρδίᾳ κέκρυπται τῶν εἰς αὐτὸν πιστευόντων. Τότε δὲ ὄψονται αὐτὸν καὶ τοὺς ἐν αὐτῷ θησαυρούς, ὅτε δι’ ἀγάπης καὶ ἐγκρατείας ἑαυτοὺς καθαίρουσι καὶ τοσούτῳ πλέον ὅσῳ | |
5 | τὴν κάθαρσιν ἐπιτείνουσι. | |
4.73(t) | ΟΓʹ. | |
1 | Διὰ τοῦτο πάλιν λέγει· Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημο‐ σύνην καὶ ἰδοὺ πάντα ὑμῖν καθαρὰ ἔσται· ὡς μηκέτι τοῖς περὶ τὸ σῶμα σχολαζόντων πράγμασιν, ἀλλὰ τὸν νοῦν καθαίρειν σπευδόντων ἀπὸ μίσους καὶ ἀκρασίας, ὃν καρδίαν ὀνομάζει ὁ Κύριος. Ταῦτα γὰρ τὸν νοῦν ῥυποῦντα | |
5 | οὐκ ἐῶσι βλέπειν τὸν ἐν αὐτῷ κατοικοῦντα Κύριον διὰ τῆς χάριτος τοῦ ἁγίου βαπτίσματος. | |
4.74(t) | ΟΔʹ. | |
1 | Ὁδοὺς ἡ Γραφὴ τὰς ἀρετὰς ὀνομάζει· μείζων δὲ πασῶν τῶν ἀρετῶν ἡ ἀγάπη καθέστηκε. Διὰ τοῦτο ἔλεγεν ὁ Ἀπόστολος· ἔτι καθ’ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι· ὡς καταφρονεῖν πείθουσαν τῶν ὑλικῶν πραγμάτων καὶ μηδὲν τῶν προσκαίρων προτιμᾶν τῶν αἰωνίων. | |
4.75(t) | ΟΕʹ. | |
1 | Ἡ εἰς Θεὸν ἀγάπη ἀνθίσταται τῇ ἐπιθυμίᾳ· πείθει γὰρ τὸν νοῦν ἐγκρα‐ τεύεσθαι ἀπὸ τῶν ἡδονῶν. Ἡ δὲ εἰς τὸν πλησίον ἀνθίσταται τῷ θυμῷ· | |
ποιεῖ γὰρ καταφρονεῖν δόξης καὶ χρημάτων. Καὶ ταῦτά εἰσι τὰ δύο δηνάρια, ἅπερ ὁ Σωτὴρ δέδωκε τῷ πανδοχεῖ, ἵνα σου ἐπιμέλειαν ποιήσηται. Ἀλλὰ | 226 | |
5 | μὴ φανῇς ἀγνώμων τοῖς λῃσταῖς συνδυάζων, μή ποτε πάλιν πληγῇς καὶ οὐκ ἔτι ἡμιθανής, ἀλλὰ νεκρὸς εὑρεθήσῃ. | |
4.76(t) | Οϛʹ. | |
1 | Κάθαιρε τὸν νοῦν σου ἀπὸ ὀργῆς καὶ μνησικακίας καὶ τῶν αἰσχρῶν λογισμῶν καὶ τότε δυνήσῃ γνῶναι τὴν τοῦ Χριστοῦ ἐνοίκησιν. | |
4.77(t) | ΟΖʹ. | |
1 | Τίς σε ἐφώτισεν εἰς τὴν πίστιν τῆς ἁγίας καὶ προσκυνητῆς καὶ ὁμοουσίου Τριάδος; Ἢ τίς σοι ἐγνώρισε τὴν ἔνσαρκον οἰκονομίαν τοῦ ἑνὸς τῆς ἁγίας Τρίαδος; Τίς δέ σε ἐδίδαξε τοὺς περὶ ἀσωμάτων λόγους ἢ τοὺς περὶ γενέ‐ σεως καὶ συντελείας τοῦ ὁρωμένου κόσμου ἢ περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως | |
5 | καὶ τῆς αἰωνίου ζωῆς ἢ περὶ τῆς δόξης τῆς βασιλείας τῶν οὐρανῶν καὶ τῆς φοβερᾶς κρίσεως; Οὐχὶ ἡ χάρις τοῦ Χριστοῦ ἡ ἐνοικοῦσα ἔν σοι, ἥτις ἐστὶν ὁ ἀρραβὼν τοῦ ἁγίου Πνεύματος; Τί μεῖζον ταύτης τῆς χάριτος ἢ τί κρεῖττον ταύτης τῆς σοφίας καὶ τῆς γνώσεως; Ἢ τί τούτων τῶν ἐπαγγελιῶν ὑψηλό‐ τερον; Εἰ δέ ἐσμεν ἀργοὶ καὶ ἀμελεῖς καὶ μὴ καθαίρομεν ἑαυτοὺς τῶν μο‐ | |
10 | λυνόντων ἡμᾶς καὶ τὸν νοῦν ἡμῶν ἐκτυφλούντων παθῶν, ὥστε δυνηθῆναι τρανότερον τοῦ ἡλίου τοὺς περὶ τούτων λόγους ὁρᾶν, ἑαυτοὺς αἰτιασώμεθα καὶ μὴ τὴν τῆς χάριτος ἐνοίκησιν ἀρνησώμεθα. | |
4.78(t) | ΟΗʹ. | |
1 | Ὁ ἐπαγγειλάμενός σοι ὁ Θεὸς τὰ αἰώνια ἀγαθὰ καὶ τὸν ἀρραβῶνα τοῦ Πνεύματος ἐν τῇ καρδίᾳ δεδοκὼς ἐνετείλατό σοι ἐπιμελεῖσθαί σου τοῦ βίου, ἵνα ὁ ἔσω ἄνθρωπος τῶν παθῶν ἐλευθερωθεὶς ἄρξηται ἀπεντεῦθεν | |
τῆς τῶν ἀγαθῶν ἀπολαύσεως. | 228 | |
4.79(t) | ΟΘʹ. | |
1 | Τῶν θείων καὶ ὑψηλῶν καταξιωθεὶς θεωρημάτων, σφόδρα ἐπιμελοῦ ἀγάπης καὶ ἐγκρατείας, ἵνα τὸ παθητικὸν ἀτάραχον διαφυλάττων ἀνέκλειπ‐ τον ἕξεις τὸ τῆς ψυχῆς σου φέγγος. | |
4.80(t) | Πʹ. | |
1 | Τὸ θυμικὸν τῆς ψυχῆς ἀγάπῃ χαλίνωσον καὶ τὸ ἐπιθυμητικὸν αὐτῆς ἐγκρατείᾳ μάρανον καὶ τὸ λογιστικὸν αὐτῆς προσευχῇ πτέρωσον· καὶ τὸ φῶς τοῦ νοῦ οὐκ ἀμαυροῦταί ποτε. | |
4.81(t) | ΠΑʹ. | |
1 | Τὰ τὴν ἀγάπην λύοντά εἰσι ταῦτα· οἷον ἀτιμία, ζημία, συκοφαντία ἢ εἰς πίστιν ἢ εἰς βίον, δαρμοί, πληγαὶ καὶ τὰ ἑξῆς· καὶ ταῦτα ἢ αὐτῷ συμβαίνοντα ἤ τινι τῶν αὐτοῦ ἢ συγγενῶν ἢ φίλων. Ὁ οὖν διά τι τούτων λύων τὴν ἀγάπην οὔπω ἔγνω τίς ὁ σκοπὸς τῶν τοῦ Χριστοῦ ἐντολῶν. | |
4.82(t) | ΠΒʹ. | |
1 | Σπούδασον ὅσον δύνασαι πάντα ἄνθρωπον ἀγαπῆσαι· εἰ δὲ τοῦτο οὔπω δύνασαι, κἂν μηδένα μισήσῃς. Οὐ δύνασαι δὲ οὐδὲ τοῦτο ποιῆσαι, εἰ μὴ τῶν τοῦ κόσμου πραγμάτων καταφρονήσῃς. | |
4.83(t) | ΠΓʹ. | |
1 | Ὁ δεῖνα ἐβλασφήμησε· μὴ μισήσῃς ἐκεῖνον, ἀλλὰ τὴν βλασφημίαν καὶ τὸν βλασφημεῖν παρασκευάσαντα δαίμονα. Εἰ δὲ τὸν βλασφημήσαντα μισεῖς, ἄνθρωπον ἐμίσησας καὶ τὴν ἐντολὴν παρέβης καὶ ὅπερ ἐκεῖνος τῷ λόγῳ ἐποίησε, ποιεῖς σὺ τῷ ἔργῳ. Εἰ δὲ τὴν ἐντολὴν φυλάττεις, τὰ τῆς | |
5 | ἀγάπης ἐπίδειξαι καὶ εἴ τι δύνασαι, βοήθησον, ἵνα τοῦ κακοῦ αὐτὸν ἀ‐ | |
παλλάξῃς. | 230 | |
4.84(t) | ΠΔʹ. | |
1 | Οὐ θέλει σε ὁ Χριστὸς μῖσος ἔχειν πρὸς ἄνθρωπον ἢ λύπην ἢ ὀργὴν ἢ μνησικακίαν τὸ σύνολον καθ’ οἱονδήποτε τρόπον ἢ δι’ οἱονδήποτε πρᾶγμα πρόσκαιρον· καὶ τοῦτο πάντῃ βοῶσι τὰ τέσσαρα εὐαγγέλια. | |
4.85(t) | ΠΕʹ. | |
1 | Πολλοί ἐσμεν οἱ λέγοντες, ὀλίγοι δὲ οἱ ποιοῦντες· ἀλλ’ οὖν τὸν λόγον τοῦ Θεοῦ οὐδεὶς ὤφειλε νοθεύειν διὰ τὴν ἰδίαν ἀμέλειαν, ἀλλ’ ὁμολογεῖν μὲν τὴν ἑαυτοῦ ἀσθένειαν, μὴ ἀποκρύπτειν δὲ τὴν τοῦ Θεοῦ ἀλήθειαν· ἵνα μὴ ὑπόδικοι γενώμεθα μετὰ τῆς τῶν ἐντολῶν παραβάσεως καὶ τῆς τοῦ | |
5 | Θεοῦ παρεξηγήσεως. | |
4.86(t) | Πϛʹ. | |
1 | Ἀγάπη καὶ ἐγκράτεια παθῶν τὴν ψυχὴν ἐλευθεροῦσιν· ἀνάγνωσις καὶ θεωρία ἀγνοίας τὸν νοῦν ἀπαλλάττουσιν· ἡ δὲ τῆς προσευχῆς κατάστασις αὐτῷ παρίστησιν αὐτὸν τῷ Θεῷ. | |
4.87(t) | ΠΖʹ. | |
1 | Ὅταν ἴδωσιν ἡμᾶς οἱ δαίμονες τῶν πραγμάτων τοῦ κόσμου κατα‐ φρονοῦντας, ἵνα μὴ δι’ αὐτὰ τοὺς ἀνθρώπους μισήσωμεν καὶ τῆς ἀγάπης ἐκπέσωμεν, τότε συκοφαντίας καθ’ ἡμῶν ἐγείρουσιν, ἵνα τὴν λύπην μὴ φέροντες τοὺς συκοφαντήσαντας μισήσωμεν. | |
4.88(t) | ΠΗʹ. | |
1 | Οὐκ ἔστι πόνος ψυχῆς βαρύτερος συκοφαντίας, κἄν τε εἰς πίστιν κἄν τε εἰς βίον τις συκοφαντῆται· καὶ οὐδεὶς ταύτην καταφρονεῖν δύναται, εἰ μὴ μόνος ὁ εἰς τὸν Θεὸν ἀποβλεπόμενος ὡς ἡ Σουσάννα, τὸν μόνον δυνάμενον καὶ ἐξ ἀναγκῶν ῥύσασθαι, ὥσπερ κἀκείνην, καὶ τοὺς ἀνθρώπους πληρο‐ | |
5 | φορῆσαι, ὡς καὶ περὶ ἐκείνης, καὶ τὴν ψυχὴν τῇ ἐλπίδι παραμυθήσασθαι. | 232 |
4.89(t) | ΠΘʹ. | |
1 | Ὅσον σὺ ἐκ ψυχῆς εὔχῃ ὑπὲρ τοῦ συκοφαντήσαντος, τοσοῦτον καὶ ὁ Θεὸς πληροφορεῖ τοὺς σκανδαλισθέντας. | |
4.90(t) | ϙʹ. | |
1 | Φύσει ἀγαθός, μόνος ὁ Θεός· καὶ γνώμῃ ἀγαθός, μόνος ὁ θεομίμητος· σκοπὸς γὰρ αὐτῷ ἐστι τῷ φύσει ἀγαθῷ τοὺς πονηροὺς συνάψαι, ἵνα γέ‐ νωνται ἀγαθοί. Διὰ τοῦτο ὑπ’ αὐτῶν λοιδορούμενος εὐλογεῖ, διωκόμενος ἀνέχεται, βλασφημούμενος παρακαλεῖ, φονευόμενος ὑπερεύχεται· πάντα | |
5 | ποιεῖ, ἵνα τοῦ σκοποῦ τῆς ἀγάπης μὴ ἐκπέσῃ, ἥτις ἐστὶν αὐτὸς ὁ Θεὸς ἡμῶν. | |
4.91(t) | ϙΑʹ. | |
1 | Αἱ μὲν ἐντολαὶ τοῦ Κυρίου διδάσκουσιν ἡμᾶς τοῖς μέσοις εὐλόγως χρήσασθαι πράγμασιν· ἡ δὲ εὔλογος τῶν μεσῶν χρῆσις τὴν τῆς ψυχῆς κα‐ θαίρει κατάστασιν· ἡ δὲ καθαρὰ κατάστασις τίκτει τὴν διάκρισιν· ἡ δὲ διάκρισις τίκτει τὴν ἀπάθειαν, ἐξ ἧς τίκτεται ἡ τελεία ἀγάπη. | |
4.92(t) | ϙΒʹ. | |
1 | Οὔπω ἔχει ἀπάθειαν ὁ διὰ σύμβασιν πειρασμοῦ τὸ ἐλάττωμα τοῦ φίλου παραβλέπειν μὴ δυνάμενος ἢ ὂν τυχὸν ἢ εἶναι δοκοῦν. Τὰ γὰρ ἐγκεί‐ μενα τῇ ψυχῇ πάθη ἐκθαρασσόμενα ἐκτυφλοῖ τὴν διάνοιαν καὶ οὐκ ἐᾷ διαβλέψαι εἰς τὰς τῆς ἀληθείας αὐγὰς οὐδὲ διακρῖναι τὸ κρεῖττον ἀπὸ τοῦ | |
5 | χείρονος. Οὐκ ἄρα οὖν οὐδὲ τὴν τελείαν ἀγάπην ὁ τοιοῦτος ἐκτήσατο, | |
τὴν ἔξω βάλλουσαν τὸν φόβον τῆς κρίσεως. | 234 | |
4.93(t) | ϙΓʹ. | |
1 | Φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα, ἐπειδὴ τὰς τοῦ φίλου συμφορὰς ἰδίας λογίζεται καὶ συνυποφέρει αὐτῷ μέχρι θανάτου κακοπαθῶν. | |
4.94(t) | ϙΔʹ. | |
1 | Πολλοὶ μὲν οἱ φίλοι, ἀλλ’ ἐν καιρῷ εὐημερίας· ἐν δὲ καιρῷ πειρασμοῦ, μόλις κἂν ἕνα εὑρήσῃς. | |
4.95(t) | ϙΕʹ. | |
1 | Πάντα μὲν ἄνθρωπον ἐκ ψυχῆς ἀγαπητέον· ἐπὶ τῷ Θεῷ δὲ μόνῳ τὴν ἐλπίδα θετέον καὶ ἐξ ὅλης ἰσχύος αὐτὸν θεραπευτέον. Ἐφ’ ὅσον μὲν γὰρ αὐτὸς ἡμᾶς συντηρεῖ, οἵ τε φίλοι πάντες ἡμᾶς περιέπουσι καὶ οἱ ἐχθροὶ πάντες πρὸς ἡμᾶς ἀδυνατοῦσιν· ἐπὰν δὲ αὐτὸς ἡμᾶς ἐγκαταλίπῃ, οἵ τε | |
5 | φίλοι πάντες ἡμᾶς ἀποστρέφονται καὶ οἱ ἐχθροὶ πάντες καθ’ ἡμῶν ἰσχύουσι. | |
4.96(t) | ϙϛʹ. | |
1 | Τέσσαρές εἰσι γενικοὶ ἐγκαταλείψεως τρόποι· ἡ μὲν οἰκονομική, ὡς ἐπὶ τοῦ Κυρίου, ἵνα διὰ τῆς δοκούσης ἐγκαταλείψεως οἱ ἐγπαταλελειμ‐ μένοι σωθῶσιν· ἡ δὲ πρὸς δοκιμήν, ὡς ἐπὶ τοῦ Ἰὼβ καὶ τοῦ Ἰωσήφ, ἵνα ὁ μὲν ἀνδρείας, ὁ δὲ σωφροσύνης στῆλαι ἀναφανῶσιν· ἡ δὲ πρὸς παίδευσιν | |
5 | πατρικήν, ὡς ἐπὶ τοῦ Ἀποστόλου, ἵνα ταπεινοφρονῶν τὴν ὑπερβολὴν φυλάξῃ τῆς χάριτος· ἡ δὲ κατὰ ἀποστροφήν, ὡς ἐπὶ τῶν Ἰουδαίων, ἵνα κολαζόμενοι πρὸς μετάνοιαν κατακαμφθῶσι. Σωτήριοι δὲ οἱ πάντες τρόποι | |
ὑπάρχουσι καὶ τῆς θείας ἀγαθότητος καὶ σοφίας ἀνάμεστοι. | 236 | |
4.97(t) | ϙΖʹ. | |
1 | Μόνοι οἱ ἀκριβεῖς τῶν ἐντολῶν φύλακες καὶ γνήσιοι τῶν θείων κριμάτων μύσται τοὺς κατὰ συγχώρησιν Θεοῦ πειραζομένους οὐκ ἐγκαταλιμπάνουσι φίλους. Οἱ δὲ τῶν ἐντολῶν καταφρονηταὶ καὶ τῶν θείων κριμάτων ἀμύητοι, ὅταν μὲν ὁ φίλος εὐημερῇ, συναπολαύουσιν αὐτῷ· ἐπὰν δὲ πειραζόμενος | |
5 | κακοπαθῇ, καταλιμπάνουσιν αὐτόν· ἔστι δὲ ὅτε καὶ μετὰ τῶν ἐναντίων ἵστανται. | |
4.98(t) | ϙΗʹ. | |
1 | Οἱ μὲν τοῦ Χριστοῦ φίλοι πάντας ἀγαπῶσι γνησίως, οὐχ ὑπὸ πάντων δὲ ἀγαπῶνται· Οἱ δὲ τοῦ κόσμου φίλοι οὐδὲ πάντας ἀγαπῶσι οὐδὲ ὑπὸ πάντων ἀγαπῶνται. Καὶ οἱ μὲν Χριστοῦ μέχρι τέλους τὴν συνέχειαν τῆς ἀγάπης διατηροῦσιν· οἱ δὲ τοῦ κόσμου, μέχρις οὗ ἀλλήλοις διὰ τὰ τοῦ κόσμου | |
5 | προσκρούσωσι. | |
4.99(t) | ϙΘʹ. | |
1 | Φίλος πιστός, σκέπη κραταιά, ἐπειδὴ καὶ εὐημεροῦντι τῷ φίλῳ σύμ‐ βουλός ἐστι ἀγαθὸς καὶ συνεργὸς σύμψυχος· καὶ κακοπαθοῦντι, ἀντιλήπτωρ γνησιώτατος καὶ ὑπέρμαχος συμπαθέστατος. | |
t | Ρʹ. | |
u | Πολλοὶ μὲν πολλὰ περὶ ἀγάπης εἰρήκασιν, ἐν μόνοις δὲ τοῖς Χριστοῦ | |
v | μαθηταῖς ταύτην ζητήσας εὑρήσεις, ἐπεὶ καὶ μόνοι αὐτὴν εἶχον τὴν ἀλη‐ | |
w | θινὴν ἀγάπην τῆς ἀγάπης διδάσκαλον, περὶ ἧς ἔλεγον· Ἐὰν ἔχω προφητείαν | |
x | καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, ἀγάπην δὲ μὴ ἔχω, | |
y | οὐδὲν ὠφελοῦμαι. Ὁ οὖν κτησάμενος τὴν ἀγάπην, αὐτὸν τὸν Θεὸν ἐκτή‐ | |
z | σατο, ἐπειδὴ ὁ Θεὸς ἀγάπη ἐστίν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. | |
7t | ΤΕΛΟΣ ΤΩΝ ΠΕΡΙ ΑΓΑΠΗΣ ΚΕΦΑΛΑΙΩΝ | |
8t | ΤΗΣ ΤΕΤΑΡΤΗΣ ΕΚΑΤΟΝΤΑΔΟΣ | 238 |