TLG 2881 005 :: ROMANUS MELODUS :: Ἀκάθιστος ὕμνος [Dub.] ROMANUS MELODUS Hymnographus, Diaconus (Beryti), vel Romanus ὁ μελωδός Ἀκάθιστος ὕμνος [Dub.] Citation: Section — (line) | ||
t | ΑΒΓΔΕΖΗΘΙΚΛΜΝΞΟΠΡΣΤΥΦΧΨΩ | |
proem 1 | Τὸ προσταχθὲν μυστικῶς λαβὼν ἐν γνώσει ἐν τῇ σκηνῆ τοῦ ͜Ἰω͜σὴφ σπουδῇ ἐπέστη ὁ ἀσώματος λέγων τῇ ἀπειρογάμῳ· “Ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανοὺς | |
5 | χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί· ὃν καὶ βλέπων ἐν μήτρᾳ σου λαβόντα δούλου μορφὴν ἐξίσταμαι κραυγάζων σοι· |:‘Χαῖρε, νύμφη ἀνύμφευτε.‘”:| | |
---|---|---|
proem 2 | [Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια | |
ἀναγράφω σοι ἡ πόλις σου, θεοτόκε· ἀλλ’ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον | 29 | |
5 | ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι· |:“Χαῖρε, νύμφη ἀνύμφευτε”.:|] | |
proem 3 | [Οὐ παυόμεθα κατὰ χρέος ἀνυμνοῦντες σε, θεοτόκε, καὶ λέγοντες· |:“Χαῖρε, ἡ κεχαριτωμένη”.:|] | |
1 | Ἄγγελος πρωτοστάτης οὐρανόθεν ἐπέμφθη εἰπεῖν τῇ θεοτόκῳ τὸ “χαῖρε”· καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ σωματούμενόν σε θεωρῶν, κύριε, | |
5 | ἐξίστατο καὶ ἵστατο κραυγάζων πρὸς αὐτὴν τοιαῦτα· “Χαῖρε, δι’ ἧς ἡ χαρὰ ἐκλάμψει· χαῖρε, δι’ ἧς ἡ ἀρὰ ἐκλείψει· χαῖρε, τοῦ πεσόντος Ἀδὰμ ἡ ἀνάκλησις· χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις· | |
10 | χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς· χαῖρε, βάθος δυσθεώρητον καὶ ἀγγέλων ὀφθαλμοῖς· χαῖρε, ὅτι ὑπάρχεις βασιλέως καθέδρα· χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα· χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν ἥλιον· | |
15 | χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως· χαῖρε, δι’ ἧς νεουργεῖται ἡ κτίσις· χαῖρε, δι’ ἧς προσκυνεῖται ὁ πλάστης· |:χαῖρε, νύμφη ἀνύμφευτε”.:| | |
2 | Βλέπουσα ἡ ἁγία ἑαυτὴν ἐν ἁγνείᾳ φησὶ τῷ Γαβριὴλ θαρσαλέως· “Τὸ παράδοξόν σου τῆς φωνῆς δυσπαράδεκτόν μου τῇ ψυχῆ φαίνεται· | |
5 | ἀσπόρου γὰρ συλλήψεως τὴν κύησιν προλέγεις κράζων· | |
|:“Ἀλληλούϊα”.”:| | 30 | |
3 | Γνῶσιν ἄγνωστον γνῶναι ἡ παρθένος ζητοῦσα ἐβόησε πρὸς τὸν λειτουργοῦντα· “Ἐκ λαγόνων ἁγνῶν ὑϊὸν πῶς ἐστὶ τεχθῆναι δυνατόν; λέξον μοι.” | |
5 | πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ πρὶν κραυγάζων οὕτω· “Χαῖρε, βουλῆς ἀπορρήτου μύστις, χαῖρε, σιγῇ δεομένων πίστις· χαῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον, χαῖρε, τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον· | |
10 | χαῖρε, κλῖμαξ ἐπουράνιε, δι’ ἧς κατέβη [ὁ] θεός· χαῖρε, γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς οὐρανόν· χαῖρε, τὸ τῶν ἀγγέλων πολυθρύλητον θαῦμα· χαῖρε, τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα· χαῖρε, τὸ φῶς ἀρρήτως γεννήσασα· | |
15 | χαῖρε, τὸ “πῶς” μηδένα διδάξασα· χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν· χαῖρε, πιστῶν καταυγάζουσα φρένας· |:χαῖρε, νύμφη ἀνύμφευτε.”:| | |
4 | Δύναμις τοῦ ὑψίστου ἐπεσκίασε τότε πρὸς σύλληψιν τῇ ἀπειρογάμῳ· καὶ τὴν εὔκαρπον ταύτης νηδὺν ὡς ἀγρὸν ἀπέδειξεν ἡδὺν ἅπασι | |
5 | τοῖς θέλουσι θερίζειν σωτηρίαν ἐν τῷ ψάλλειν οὕτως· |:“Ἀλληλούϊα.”:| | |
5 | Ἔχουσα θεοδόχον ἡ παρθένος τὴν μήτραν ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ· τὸ δὲ βρέφος ἐκείνης εὐθὺς ἐπιγνοῦν τὸν ταύτης ἀσπασμὸν ἔχαιρε | |
5 | καὶ ἅλμασιν ὡς ᾄσμασιν ἐβόα πρὸς τὴν θεοτόκον· “Χαῖρε, βλαστοῦ ἀμαράντου κλῆμα· | |
χαῖρε, καρποῦ ἀθανάτου κτῆμα· χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον· χαῖρε, φυτουργὸν τῆς ζωῆς ἡμῶν φύουσα· | 31 | |
10 | χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν· χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν· χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις· χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις· χαῖρε, δεκτὸν πρεσβείας θυμίαμα· | |
15 | χαῖρε, παντὸς τοῦ κόσμου ἐξίλασμα· χαῖρε, θεοῦ πρὸς θνητοὺς εὐδοκία· χαῖρε, θνητῶν πρὸς θεὸν παρρησία· |:χαῖρε, νύμφη ἀνύμφευτε.”:| | |
6 | Ζάλην ἔνδοθεν ἔχων λογισμῶν ἀμφιβόλων ὁ σώφρων Ἰωσὴφ ἐταράχθη πρὸς τὴν ἄγαμόν σε θεωρῶν καὶ κλεψίγαμον ὑπονοῶν, ἄμεμπτε· | |
5 | μαθὼν δὲ σοῦ τὴν σύλληψιν ἐκ πνεύματος ἁγίου ἔφη· |:“Ἀλληλούϊα.”:| | |
7 | Ἤκουσαν οἱ ποιμένες τῶν ἀγγέλων ὑμνούντων τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν· καὶ δραμόντες ὡς πρὸς ποιμένα θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον | |
5 | ἐν τῇ γαστρὶ Μαρίας βοσκηθέντα, ἣν ὑμνοῦντες εἶπον· “Χαῖρε, ἀμνοῦ καὶ ποιμένος μήτηρ· χαῖρε, αὐλὴ λογικῶν προβάτων· χαῖρε, ἀοράτων θηρῶν ἀμυντήριον· χαῖρε, παραδείσου θυρῶν ἀνοικτήριον· | |
10 | χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλονται τῇ γῇ· χαῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύουσι πιστοῖς· χαῖρε, τῶν ἀποστόλων τὸ ἀσίγητον στόμα· χαῖρε, τῶν ἀθλοφόρων τὸ ἀνίκητον θάρσος· χαῖρε, στερρὸν τῆς πίστεως ἔρεισμα· | |
15 | χαῖρε, λαμπρὸν τῆς χάριτος γνώρισμα· χαῖρε, δι’ ἧς ἐγυμνώθη ὁ ᾍδης· χαῖρε, δι’ ἧς ἐνεδύθημεν δόξαν· |:χαῖρε, νύμφη ἀνύμφευτε.”:| | 32 |
8 | Θεοδρόμον ἀστέρα θεωρήσαντες μάγοι τῇ τούτου ἠκολούθησαν αἴγλῃ· καὶ ὡς λύχνον κρατοῦντες αὐτόν, δι’ αὐτοῦ ἠρεύνων κραταιὸν ἄνακτα· | |
5 | καὶ φθάσαντες τὸν ἄφθαστον ἐχάρησαν αὐτῷ βοῶντες· |:“Ἀλληλούϊα.”:| | |
9 | Ἴδον παῖδες Χαλδαίων ἐν χερσὶ τῆς παρθένου τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους· καὶ δεσπότην νοοῦντες αὐτόν, εἰ καὶ δούλου ἔλαβε μορφήν, ἔσπευσαν | |
5 | τοῖς δώροις θεραπεῦσαι καὶ βοῆσαι τῇ εὐλογημένῃ· “Χαῖρε, ἀστέρος ἀδύτου μήτηρ· χαῖρε, αὐγὴ μυστικῆς ἡμέρας· χαῖρε, τῆς ἀπάτης τὴν κάμινον παύσασα· χαῖρε, τῆς τριάδος τοὺς μύστας φυλάττουσα· | |
10 | χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς· χαῖρε, κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν· χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας· χαῖρε, ἡ τοῦ βορβόρου ῥυομένη τῶν ἔργων· χαῖρε, πυρὸς προσκύνησιν σβέσασα· | |
15 | χαῖρε, φλογὸς παθῶν ἀπαλλάττουσα· χαῖρε, Περσῶν ὁδηγὲ σωφροσύνης· χαῖρε, πασῶν γενεῶν εὐφροσύνη· |:χαῖρε, νύμφη ἀνύμφευτε.”:| | |
10 | Κήρυκες θεοφόροι γεγονότες οἱ μάγοι | |
ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα, ἐκτελέσαντες σοῦ τὸν χρησμὸν καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν, | 33 | |
5 | ἀφέντες τὸν Ἡρώδην ὡς ληρώδη μὴ εἰδότα ψάλλειν· |:“Ἀλληλούϊα.”:| | |
11 | Λάμψας ἐν τῇ Αἰγύπτῳ φωτισμὸν ἀληθείας ἐδίωξας τοῦ ψεύδους τὸ σκότος· τὰ γὰρ εἴδωλα ταύτης, σωτήρ, μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκαν· | |
5 | οἱ τούτων δὲ ῥυσθέντες ἀνεβόων πρὸς τὴν θεοτόκον· “Χαῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων· χαῖρε, κατάπτωσις τῶν δαιμόνων· χαῖρε, τῆς ἀπάτης τὴν πλάνην πατήσασα· χαῖρε, τῶν εἰδώλων τὸν δόλον ἐλέγξασα· | |
10 | χαῖρε, θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν· χαῖρε, πέτρα ἡ ποτίσασα τοὺς διψῶντας τὴν ζωήν· χαῖρε, πύρινε στύλε ὁδηγῶν τοὺς ἐν σκότει· χαῖρε, σκέπη τοῦ κόσμου πλατυτέρα νεφέλης· χαῖρε, τροφὴ τοῦ μάννα διάδοχε· | |
15 | χαῖρε, τρυφῆς ἁγίας διάκονε· χαῖρε, ἡ γῆ ἡ τῆς ἐπαγγελίας· χαῖρε, ἐξ ἧς ῥέει μέλι καὶ γάλα· |:χαῖρε, νύμφη ἀνύμφευτε.”:| | |
12 | Μέλλοντος Συμεῶνος τοῦ παρόντος αἰῶνος μεθίστασθαι τοῦ ἀπατεῶνος, ἐπεδόθης ὡς βρέφος αὐτῷ, ἀλλ’ ἐγνώσθης τούτῳ καὶ θεὸς τέλειος· | |
5 | διόπερ ἐξεπλάγη σου τὴν ἄρρητον σοφίαν κράζων· | |
|:“Ἀλληλούϊα.”:| | 34 | |
13 | Νέαν ἔδειξε κτίσιν ἐμφανίσας ὁ κτίστης ἡμῖν τοῖς ὑπ’ αὐτοῦ γενομένοις, ἐξ ἀσπόρου βλαστήσας γαστρὸς καὶ φυλάξας ταύτην, ὥσπερ ἦν, ἄφθορον, | |
5 | ἱνὰ τὸ θαῦμα βλέποντες ὑμνήσωμεν αὐτὴν βοῶντες· “Χαῖρε, τὸ ἄνθος τῆς ἀφθαρσίας· χαῖρε, τὸ στέμμα τῆς ἐγκρατείας· χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα· χαῖρε, τῶν ἀγγέλων τὸν βίον ἐμφαίνουσα· | |
10 | χαῖρε, δένδρον ἀγλαόκαρπον ἐξ οὗ τρέφονται πιστοί· χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ’ οὗ σκέπονται πολλοί· χαῖρε, κυοφοροῦσα λυτρωτὴν αἰχμαλώτοις· χαῖρε, ἀπογεννῶσα ὁδηγὸν πλανωμένοις· χαῖρε, κριτοῦ δικαίου δυσώπησις· | |
15 | χαῖρε, πολλῶν πταισμάτων συγχώρησις· χαῖρε, στολὴ τῶν γυμνῶν παρρησίας· χαῖρε, στοργὴ πάντα πόθον νικῶσα· |:χαῖρε, νύμφη ἀνύμφευτε.”:| | |
14 | Ξένον τόκον ἰδόντες ξενωθῶμεν τοῦ κόσμου, τὸν νοῦν εἰς οὐρανοὺς μεταθέντες· διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος, | |
5 | βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος τοὺς αὐτῷ βοῶντας· |:“Ἀλληλούϊα.”:| | |
15 | Ὅλος ἦν ἐν τοῖς κάτω καὶ τῶν ἄνω οὐδ’ ὅλως ἀπῆν ὁ ἀπερίγραπτος Λόγος· συγκατάβασις γὰρ θεϊκή, οὐ μετάβασις δὲ τοπικὴ γέγονε | |
5 | καὶ τόκος ἐκ παρθένου θεολήπτου ἀκουούσης ταῦτα· | |
“Χαῖρε, θεοῦ ἀχωρήτου χώρα· χαῖρε, σεπτοῦ μυστηρίου θύρα· χαῖρε, τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα· χαῖρε, τῶν πιστῶν ἀναμφίβολον καύχημα· | 35 | |
10 | χαῖρε, ὄχημα πανάγιον τοῦ ἐπὶ τῶν Χερουβίμ· χαῖρε, οἴκημα πανάριστον τοῦ ἐπὶ τῶν Σεραφίμ· χαῖρε, ἡ τἀναντία εἰς ταὐτὸ ἀγαγοῦσα· χαῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνῦσα· χαῖρε, δι’ ἧς ἐλύθη παράβασις· | |
15 | χαῖρε, δι’ ἧς ἠνοίχθη παράδεισος· χαῖρε, ἡ κλεὶς τῆς Χριστοῦ βασιλείας· χαῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων· |:χαῖρε, νύμφη ἀνύμφευτε.”:| | |
16 | Πᾶσα φύσις ἀγγέλων κατεπλάγη τὸ μέγα τῆς σῆς ἐνανθρωπήσεως ἔργον· τὸν ἀπρόσιτον γὰρ ὡς θεὸν ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον, | |
5 | ἡμῖν μὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ πάντων· |:“Ἀλληλούϊα.”:| | |
17 | Ῥήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους ὁρῶμεν ἐπὶ σοί, θεοτόκε· ἀποροῦσι γὰρ λέγειν τὸ πῶς καὶ παρθένος μένεις καὶ τεκεῖν ἴσχυσας· | |
5 | ἡμεῖς δὲ τὸ μυστήριον θαυμάζοντες πιστῶς βοῶμεν· “Χαῖρε, σοφίας θεοῦ δοχεῖον· χαῖρε, προνοίας αὐτοῦ ταμεῖον· χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα· χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα· | |
10 | χαῖρε, ὅτι ἐμωράνθησαν οἱ δεινοὶ συζητηταί· χαῖρε, ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί· | |
χαῖρε, τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα· χαῖρε, τῶν ἁλιέων τὰς σαγήνας πληροῦσα· χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα· | 36 | |
15 | χαῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα· χαῖρε, ὁλκὰς τῶν θελόντων σωθῆναι· χαῖρε, λιμὴν τῶν τοῦ βίου πλωτήρων· |:χαῖρε, νύμφη ἀνύμφευτε.”:| | |
18 | Σῶσαι θέλων τὸν κόσμον ὁ τῶν ὅλων κοσμήτωρ πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε· καὶ ποιμὴν ὑπάρχων ὡς θεὸς δι’ ἡμᾶς ἐφάνη καθ’ ἡμᾶς ὅμοιος· | |
5 | ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας ὡς θεὸς ἀκούει· |:“Ἀλληλούϊα.”:| | |
19 | Τεῖχος εἶ τῶν παρθένων, θεοτόκε παρθένε, καὶ πάντων τῶν εἰς σὲ προσφευγόντων· ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς κατεσκεύασέ σε ποιητής, ἄχραντε, | |
5 | οἰκήσας ἐν τῇ μήτρᾳ σου καὶ δείξας προσφωνεῖν σοι πάντας· “Χαῖρε, ἡ στήλη τῆς παρθενίας· χαῖρε, ἡ πύλη τῆς σωτηρίας· χαῖρε, ἀρχηγὲ νοητῆς ἀναπλάσεως· χαῖρε, χορηγὲ θεϊκῆς ἀγαθότητος· | |
10 | χαῖρε, σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς· χαῖρε, σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν· χαῖρε, ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα· χαῖρε, ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα· χαῖρε, παστὰς ἀσπόρου νυμφεύσεως· | |
15 | χαῖρε, πιστοὺς κυρίῳ ἁρμόζουσα· | |
χαῖρε, καλὴ κουροτρόφε παρθένων· χαῖρε, ψυχῶν νυμφοστόλε ἁγίων· |:χαῖρε, νύμφη ἀνύμφευτε.”:| | 37 | |
20 | Ὕμνος ἅπας ἡττᾶται συνεκτείνεσθαι σπεύδων τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου· ἰσαρίθμους ψαλμοὺς καὶ ᾠδὰς ἂν προσφέρωμέν σοι, βασιλεῦ ἅγιε, | |
5 | οὐδὲν τελοῦμεν ἄξιον, ὧν δέδωκας τοῖς σοὶ βοῶσιν· |:“Ἀλληλούϊα.”:| | |
21 | Φωτοδόχον λαμπάδα τοῖς ἐν σκότει φανεῖσαν ὁρῶμεν τὴν ἁγίαν παρθένον· τὸ γὰρ ἄϋλον ἅπτουσα φῶς ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας, | |
5 | αὐγῇ τὸν νοῦν φωτίζουσα, κραυγῇ δὲ τιμωμένη ταῦτα· “Χαῖρε, ἀκτὶς νοητοῦ ἡλίου· χαῖρε, λαμπτὴρ τοῦ ἀδύτου φέγγους· χαῖρε, ἀστραπὴ τὰς ψυχὰς καταλάμπουσα· χαῖρε, ὡς βροντὴ τοὺς ἐχθροὺς καταπλήττουσα· | |
10 | χαῖρε, ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν· χαῖρε, ὅτι τὸν πολύρρητον ἀναβλύζεις ποταμόν· χαῖρε, τῆς κολυμβήθρας ζωγραφοῦσα τὸν τύπον· χαῖρε, τῆς ἁμαρτίας ἀναιροῦσα τὸν ῥύπον· χαῖρε, λουτὴρ ἐκπλύνων συνείδησιν· | |
15 | χαῖρε, κρατὴρ κιρνῶν ἀγαλλίασιν· χαῖρε, ὀσμὴ τῆς Χριστοῦ εὐωδίας· χαῖρε, ζωὴ μυστικῆς εὐωχίας· |:χαῖρε, νύμφη ἀνύμφευτε.”:| | |
22 | Χάριν δοῦναι θελήσας ὀφλημάτων ἀρχαίων ὁ πάντων χρεωλύτης ἀνθρώπων, ἐπεδήμησε δι’ ἑαυτοῦ | |
πρὸς τοὺς ἀποδήμους τῆς αὑτοῦ χάριτος· | 38 | |
5 | καὶ σχίσας τὸ χειρόγραφον ἀκούει παρὰ πάντων οὕτως· |:“Ἀλληλούϊα.”:| | |
23 | Ψάλλοντές σου τὸν τόκον εὐφημοῦμεν σε πάντες ὡς ἔμψυχον ναόν, θεοτόκε· ἐν τῇ σῇ γὰρ οἰκήσας γαστρὶ ὁ κατέχων πάντα τῇ χειρὶ κύριος | |
5 | ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοι πάντας· “Χαῖρε, σκηνὴ τοῦ θεοῦ καὶ Λόγου· χαῖρε, ἁγία ἁγίων μείζων· χαῖρε, κιβωτὲ χρυσωθεῖσα τῷ πνεύματι· χαῖρε, θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε· | |
10 | χαῖρε, τίμιον διάδημα βασιλέων εὐσεβῶν· χαῖρε, καύχημα σεβάσμιον ἱερέων εὐλαβῶν· χαῖρε, τῆς ἐκκλησίας ὁ ἀσάλευτος πύργος· χαῖρε, τῆς βασιλείας τὸ ἀπόρθητον τεῖχος· χαῖρε, δι’ ἧς ἐγείρονται τρόπαια· | |
15 | χαῖρε, δι’ ἧς ἐχθροὶ καταπίπτουσι· χαῖρε, φωτὸς τοῦ ἐμοῦ θεραπεία· χαῖρε ψυχῆς τῆς ἐμῆς προστασία· |:χαῖρε, νύμφη ἀνύμφευτε.”:| | |
24 | Ὦ πανύμνητε μήτηρ, ἡ τεκοῦσα τὸν πάντων ἁγίων ἁγιώτατον Λόγον, δεξαμένη τὴν νῦν προσφοράν, ἀπὸ πάσης ῥῦσαι συμφορᾶς ἅπαντας | |
5 | καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως τοὺς σοὶ βοῶντας· | |
|:“Ἀλληλούϊα.”:| | 39 |