TLG 2877 007 :: CYRILLUS :: Vita Abramii

CYRILLUS Biogr.
(Scythopolitanus: A.D. 6)

Vita Abramii

Source: Schwartz, E. (ed.), Kyrillos von Skythopolis [Texte und Untersuchungen 49.2] Leipzig: Hinrichs, 1939: 243–247.

Citation: Page — (line)

20tΒίος τοῦ ἁγίου πατρὸς ἡμῶν Ἀβρααμίου
21tτοῦ γεγονότος ἐπισκόπου Κρατείας
22 Ὁ πανεύφημος γέρων Ἀβραάμιος γονέων μὲν γέγονεν Παύλου καὶ Θέκλης προσαγορευομένων πατρίδα καὶ οἴκησιν ἐχόντων Ἔμισαν τὴν κατὰ Συρίαν περιφανῆ μητρόπολιν, ὑφ’ ὧν ἐγεννήθη ἐν ἀρχῆι
25τῆς Ζήνωνος βασιλείας, ἀπετάξατο δὲ ἐκ νεαρᾶς ἡλικίας ἐν μοναστη‐243

244

ρίωι περὶ τὴν αὐτὴν μητρόπολιν. καὶ τὴν μοναχικὴν πολιτείαν καλῶς ἐκπαιδευθεὶς περὶ τὸν ὀκτωκαιδέκατον τῆς ἑαυτοῦ ἡλικίας χρόνον Σαρακηνῶν ἐπελθόντων τῶι αὐτῶι μοναστηρίωι ἀνέβη μετὰ τοῦ ἀββᾶ αὐτοῦ εἰς Κωνσταντινούπολιν καὶ ὀλίγου τινὸς χρόνου διελ‐
5θόντος συνέβη τὸν ἀββᾶν αὐτοῦ ἡγούμενον γενέσθαι ἑνὸς τῶν περὶ Κωνσταντινούπολιν μοναστηρίων ἔχοντα τοῦτον τὸν φωστῆρα γνήσιον συναγωνιστὴν καὶ ὑπήκοον μαθητὴν καὶ πιστότατον ἀποκρισιάριον. τοῦ δὲ χρόνου προκόψαντος διέπρεπεν [ἐν] διαφόροις ἀρεταῖς ὁ Ἀβραάμιος ἔν τε ταῖς ἔσω τοῦ μοναστηρίου διακονίαις καὶ ἐν ταῖς
10ἔξω ἀποκρίσεσιν καὶ γέγονεν τοῖς πᾶσιν προσφιλὴς διά τε τὴν εἰς πάντα ἐπιτηδειότητα καὶ τὸ γλυκὺ τῆς ἐντεύξεως καὶ τὸ καθαρὸν καὶ σεμνὸν τοῦ τρόπου καὶ τὸ τῆς καταστάσεως αὐτοῦ ἱεροπρεπές. Αὐτοῦ τοίνυν ἐν τούτοις καὶ τοῖς τοιούτοις κατορθώμασι διαλάμ‐ ποντος ἀνήρ τις ἐπίδοξος καὶ ἐν ἀρχαῖς πολιτικαῖς πολλάκις εὐδοκιμήσας,
15κόμης θησαυρῶν χρηματίζων, ὁρμώμενος μὲν ἐκ τῆς πόλεως Κρατείας τῆς Ὁνωριάδος, Ἰωάννης δὲ καλούμενος, τὸν ἴδιον ἀδελφὸν Πλάτωνα καλούμενον ἐπίσκοπον τῆς αὐτῆς πόλεως γενέσθαι παρασκευάσας ἐβουλεύσατο κτίσαι μοναστήριον εἰς τὸν τάφον τῶν ἑαυτοῦ γονέων καὶ τὴν καθαρὰν πολιτείαν καὶ τὸν ἀνεπίλημπτον βίον Ἀβρααμίου
20καταμαθὼν παρεκάλεσεν τὸν αὐτοῦ ἡγούμενον ἀπολῦσαι αὐτὸν ἐπὶ τὸ φροντίδα ποιεῖσθαι τοῦ κτιζομένου μοναστηρίου. ὅστις Ἀβραάμιος ἀπολυθεὶς μετ’ εὐχῆς τοῦ ἀββᾶ αὐτοῦ ἀπέρχεται εἰς Κρατείαν καὶ οἰκοδομεῖ τὸ μοναστήριον καὶ γίνεται πρεσβύτερος καὶ ἡγούμενος τοῦ αὐτοῦ μοναστηρίου ὑπὸ τοῦ εἰρημένου Πλάτωνος τοῦ ἐπισκόπου
25Κρατείας τῶι εἰκοστῶι ἑβδόμωι τῆς ἑαυτοῦ ἡλικίας χρόνωι. καὶ ποιήσας δεκαετῆ χρόνον ἐν τῆι ἡγουμενίαι μοναστήριον μὲν περι‐ φανέστατον ἐκεῖσε συνεστήσατο, συνήγαγεν δὲ ἀδελφοὺς οὐκ ὀλίγους, οὓς ὁδηγῶν κατὰ τὸ θέλημα τοῦ θεοῦ τὴν τῶν μοναχῶν ἐπαίδευεν πολιτείαν.
30 Τῆς οὖν περὶ αὐτοῦ φήμης πανταχοῦ διαδραμούσης πολλοὶ ἤρχοντο πρὸς αὐτὸν λαικοί τε καὶ μοναχοί, οὐ μὴν ἀλλὰ καὶ ἐπίσκοποι ἐπύκναζον αὐτῶι ἀρεσκόμενοι τῆι αὐτοῦ συντυχίαι· αὐτὸς δὲ φιλήσυχος ὢν ἐκ παιδὸς ἐλυπεῖτο διὰ τὴν γινομένην αὐτῶι ὄχλησιν. καὶ γενόμενος
ἐν πολλῆι ἀθυμίαι ἐξῆλθεν λάθρα τὴν πόλιν καὶ φυγὰς ὤιχετο ἐπὶ244

245

τὴν ἁγίαν πόλιν μηδὲν τοῦ αἰῶνος τούτου ἐπιφερόμενος καὶ μετὰ πολλῆς ἐνδείας καὶ στενοχωρίας ἦλθεν εἰς Ἱεροσόλυμα ἐν ἀρχῆι τῆς πέμπτης ἰνδικτιόνος τὸν τριακοστὸν ἕβδομον τῆς ἡλικίας πλη‐ ρώσας ἐνιαυτόν. συνέβη δὲ αὐτὸν προσκυνοῦντα τὴν ἁγίαν Ἀνάστασιν
5ἐντυχεῖν τῶι ἐν ἁγίοις Ἰωάννηι τῶι ἀπὸ σχολαρίων μαθητῆι γεγονότι τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Σάβα καὶ ἐν αὐταῖς ταῖς ἡμέραις παρα‐ λαβόντι παρ’ αὐτοῦ τὸν πάλαι οἰκοδομηθέντα πύργον ὑπὸ τῆς μακα‐ ρίας Εὐδοκίας, ὡς ἤδη μοι εἴρηται ἐν τοῖς περὶ Εὐθυμίου καὶ Σάβα δυσὶ λόγοις. ὁ τοίνυν μακαρίτης Ἰωάννης θεωρῶν τοῦ Ἀβρααμίου
10τήν τε τοῦ ἤθους κατάστασιν καὶ τοῦ βλέμματος τὸ εὔτακτον καὶ τὸ τοῦ λόγου καίριον ἐπέγνω αὐτὸν δοῦλον εἶναι θεοῦ καὶ λαβὼν αὐτὸν εἰς τὸ τῆς Μεγίστης λαύρας ξενοδοχεῖον (οὔπω γὰρ ἦν ἑαυτῶι περιποιησάμενος ξενοδοχεῖον) προσάγει αὐτὸν τῶι μακαρίτηι Σάβαι καὶ ἐπιτραπεὶς κατήγαγεν αὐτὸν εἰς τὸν εἰρημένον πύργον. ὅστις
15Ἀβραάμιος εὑρὼν ἐκεῖσε δύο γέροντας θεοφόρους καὶ συνέσει θείαι κεκοσμημένους, οὕσπερ κατέστησεν αὐτόθι ὁ μακάριος Σάβας σὺν τῶι Σχολαρίωι, Ἰωάννην καὶ Γρηγόριον καλουμένους, Ποντικοὺς ὄντας τῶι γένει, συνήφθη αὐτοῖς τῶι πνεύματι πᾶσαν αὐτοῖς ὑπακοὴν ἐνδεικνύ‐ μενος· εὗρεν γὰρ αὐτοὺς ἱκανοὺς ὄντας ὁδηγῆσαι ψυχὰς πρὸς σωτηρίαν.
20Κατὰ τὸν αὐτὸν χρόνον ἤγαγεν τὸ πνεῦμα τὸ ἅγιον εἰς Ἱεροσόλυμα ἄνδρα τινὰ ἐπίδοξον ἐκ μὲν τῆς Κλαυδιουπολιτῶν πόλεως τῆς Ὁνω‐ ριάδος ὁρμώμενον, Ὀλύμπιον δὲ προσαγορευόμενον. ὅστις ἀναζητῶν τὸν Ἀβραάμιον (ἦν γὰρ πλειστάκις ἐμφορηθεὶς τῆς πνευματικῆς αὐτοῦ ἐντεύξεως εἰς Κρατείαν πλησίον οὖσαν τῆς Κλαυδιου‐
25πολιτῶν) καὶ μαθὼν ποῦ οἰκεῖ, ἦλθεν πρὸς αὐτὸν εἰς τὸν πύργον πρὸς τὸ πεῖσαι καὶ παρακαλέσαι αὐτὸν ὑποστρέψαι εἰς Κρατείαν. ὁ γὰρ ἐπίσκοπος Πλάτων πολλὰ παρακαλέσας ἀπέστειλεν τοῦτον εἰς ἀναζήτησιν καὶ ἐπιστροφὴν τοῦ Ἀβρααμίου. καὶ ὁ μὲν Ἀβραάμιος μετὰ χαρᾶς μεγάλης τὸν Ὀλύμπιον δεξάμενος ἐνουθέτει διὰ τοῦ
30λόγου τοῦ θεοῦ καὶ παρεκάλει ἀποστῆναι τῶν τοῦ βίου πραγμάτων καὶ τῶι φόβωι τοῦ θεοῦ προσκολληθῆναι· ὁ δὲ Ὀλύμπιος τὴν Ἀβρααμίου νουθεσίαν δεξάμενος καὶ τὴν Ἰωάννου καὶ Γρηγορίου
τῶν γερόντων καὶ Ἰωάννου τοῦ Σχολαρίου ἀρετὴν καὶ πολιτείαν245

246

καταμαθὼν καὶ τῆι ἑαυτοῦ ψυχῆι ἐνσφραγισάμενος ἔκλινεν τοῦ ἀποτάξασθαι τῶι προσκαίρωι βίωι μάλιστα φωτισθεὶς ὑπὸ τῆς ἀπαστραπτούσης χάριτος τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Σάβα τὸ τηνι‐ καῦτα εἰς κοινόβιον τὸν πύργον μετασκευάζοντος καὶ πρόνοιαν πολλὴν
5αὐτῶν ποιουμένου. ὁ μὲν οὖν Ὀλύμπιος ἐκδέδωκεν ἑαυτὸν ὁλοψύχως τῶι θεῶι καὶ ἐν ὀλίγωι χρόνωι εἰς τοσοῦτον ὕψος ἀρετῆς ἀνέδραμεν ὥστε καὶ διάκονον αὐτὸν καὶ πρεσβύτερον μετὰ βίας χειροτονηθῆναι καὶ τὰ δεύτερα τῆς τοῦ μοναστηρίου κυβερνήσεως ἔχειν· ὁ δὲ τίμιος Ἀβραάμιος τέσσαρας χρόνους ἐν τῆι τοῦ Σχολαρίου
10μονῆι πληρώσας ἠναγκάσθη ἐπὶ Κρατείαν ὑποστρέψαι τρόπωι τοιούτωι. ὁ μνημονευθεὶς ἐπίσκοπος Κρατείας Πλάτων πολλάκις αὐτὸν μετα‐ πεμψάμενος καὶ μηδὲν ἀνύσας τοῖς ἐκκλησιαστικοῖς ἐχρήσατο κανόσιν, πρῶτον ἀργεῖν κελεύσας, ἔπειτα ἐπιμείναντι [τῆι ἀργίαι] ἀφορισμὸν αὐτῶι ἀπέστειλεν. τότε ὁ μακάριος Ἰωάννης ὁ Σχολάριος ἀπα‐
15γαγὼν αὐτὸν εἰς τὴν Μεγίστην λαύραν τῶι μεγάλωι πατρὶ ἡμῶν Σάβαι τὰ κατ’ αὐτὸν ἀνατίθησιν, ὁ δὲ μέγας πατὴρ ἡμῶν λαβὼν αὐτοὺς εἰς τὴν ἁγίαν πόλιν εἰσήγαγεν πρὸς τὸν ἀρχιεπίσκοπον Ἡλίαν καὶ παρεκάλει αὐτόν, εἰ δυνατόν ἐστιν, λῦσαι τὸν ἀφορισμόν. ὁ δὲ μέγας ἱεράρχης ἀκανόνιστον εἶναι ἔλεγεν τὸ ἄλλον ἄλλου λῦσαι
20ἀφορισμὸν καὶ μάλιστα ζῶντος καὶ 〈οὐ〉 προσκαλουμένου τοῦ χειρο‐ τονήσαντός τε καὶ ἀφορίσαντος. καὶ ταῦτα οἱ μακάριοι πατέρες ἀκούσαντες Σάβας τε καὶ Ἰωάννης ἐπέτρεψαν αὐτῶι ἀπελθεῖν πρὸς τὸν ἴδιον ἐπίσκοπον καὶ ἀπολυθῆναι παρ’ αὐτοῦ. ὁ δὲ ἀββᾶς Ἀβραά‐ μιος εἴξας ταῖς τῶν πατέρων παραινέσεσιν ἀπῆλθεν εἰς Κρατείαν
25πληρουμένου τοῦ τεσσαρακοστοῦ πρώτου τῆς ἑαυτοῦ ἡλικίας χρόνου. ἐλθὼν μέντοι εἰς Κρατείαν καὶ δεχθεὶς εὐμενῶς ὑπὸ τοῦ ἰδίου ἐπισκό‐
που εἰς τὴν ἰδίαν ἀπεκατέστη ἡγουμενίαν λυθέντων τῶν ἀφορισμῶν.246

247

μετὰ δὲ τὴν τούτων λύσιν ὀλίγας ἡμέρας ἐπιζήσας ὁ ἐπίσκοπος Πλάτων ἐτελεύτησεν. τότε ἅπας ὁ τῆς Κρατείας λαὸς κοινῆι ψήφωι καὶ δεήσει χρησάμενος πρὸς τὸν τῆς αὐτῆς χώρας μητροπολίτην Ἀβραά‐ μιον αἰτοῦνται ἐπίσκοπον, ὁ δὲ μητροπολίτης ὡς ἐπὶ ἄλλο τι τοῦτον
5μεταπεμψάμενος ἐπίσκοπον Κρατείας ἐχειροτόνησεν. Ἐνταῦθα ἐγὼ τῆς συντομίας φροντίδα ποιούμενος παρασιωπῶ τὰς ὑπ’ αὐτοῦ ἐν τῆι ἐπισκοπῆι κατὰ μέρος γεγενημένας θεαρέστους πράξεις τάς τε ὀρφανοτροφίας καὶ ξενοδοχίας καὶ νοσοκομίας καὶ τὰς τῶν δαιμόνων ἀπελασίας καὶ τὰς τῶν δεομένων ἐπικουρίας τάς
10τ〈ε〉 τῶν ἐκκλησιῶν οἰκοδο〈μίασ〉 καὶ τὰς διαφόρους θαυμ〈ατουρ〉‐ γίας, καὶ ἐπὶ τὸ τέλος το〈ῦ〉 περὶ τῆς ἐπισκοπῆς ἀνα〈τρέ〉χω λόγου. ἐπὶ δεκ〈απέν〉τε τοίνυν χρόνου〈σ〉 ἐν τῆι ἐπισκοπῆι διαπρέ〈ψας καὶ〉 τὴν αὐτοῦ πόλιν τῶι βίωι καὶ τῶι λόγωι φωταγωγήσας, συνέβη τὴν αὐτοῦ ἐκκλησίαν ἔχειν πράγματα μετά τινων, ὥστε καὶ μὴ θέλοντα
15αὐτὸν ἀναγκάζεσθαι πρετωρίοις τε σχολάζειν καὶ ἐν τῆι βασιλευούσηι πόλει ἀνελθεῖν. καὶ μεμνημένος τῆς μοναχικῆς ἡσυχίας ἧς εἴχετο, ὅτε εἰς τὴν τοῦ Σχολαρίου μονὴν ἠσκεῖτο, ἐλυπεῖτο σφόδρα καὶ ἐδυσφόρει θεωρῶν ἑαυτὸν ἐν περισπασμῶι καὶ συγχύσει ὄντα τῶν βιωτικῶν μεριμνῶν κα〈ὶ〉 παρεκάλει τὸν θεὸν ἐκτε〈νῶσ〉 λέγων·
20κύριε ὁ θεός, εἰ ἔστι 〈σοι ε〉ὐάρεστον ἀναχωρῆσαί με 〈εἰσ〉 τὴν ἔρη‐ μον, κατευόδω〈σον γ〉ενέσθαι σου τὸ θέλημα. 〈αὐτοῦ〉 τοίνυν κατὰ
τὴν Κωνσταντινούπολιν247