TLG 2877 006 :: CYRILLUS :: Vita Theognii CYRILLUS Biogr. Vita Theognii Citation: Page — (line) | ||
8t | ΚΥΡΙΛΛΟΥ ΤΟΥ ΟΣΙΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΤΗΣ | |
---|---|---|
9t | ΛΑΥΡΑΣ ΤΟΥ ΑΓΙΟΥ ΣΑΒΑ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ | |
10t | ΟΣΙΟΝ ΠΡΑ ΗΜΩΝ ΘΕΟΓΝΙΟΝ ΤΟΝ ΕΠΙΣΚΟΠΟΝ | |
11 | Θεόγνιος ὁ πανεύφημος, τὸ μέγα τῆς ὅλης Παλαιστίνης ἀγλάισμα, ὁ φανότατος τῆς ἐρήμου λαμπτὴρ καὶ φαιδρότατος τῆς ἀρχιερωσύνης φωστὴρ πατρίδος μὲν ὑπῆρχε τῆς Καππαδοκῶν χώρας, πόλεως Ἀραραθείας, ἔνθα ἐκ νεαρᾶς ἡλικίας τὴν μοναχικὴν πολιτείαν ἐξε‐ | |
15 | παιδεύθη. ἐλθὼν δὲ ἐν Ἱεροσολύμοις τῶι πέμπτωι ἔτει τῆς Μαρ‐ κιανοῦ βασιλείας καὶ εὑρὼν τοὺς Ἀποσχιστὰς τῶν κατὰ τὴν ἁγίαν πόλιν κρατοῦντας μοναστηρίων καὶ μὴ βουληθεὶς τῆι ἐκείνων ὑπαχθῆ‐ ναι ἀλόγωι ἐνστάσει καὶ φιλοταράχωι γνώμηι ἐκολλήθη γυναικί τινι ἐναρέτωι Φλαΐαι μὲν καλουμένηι ὑπὸ πνεύματος δὲ ἁγίου φρουρου‐ | |
20 | μένηι κτιζούσηι τὸ τηνικαῦτα περὶ τὸ ὄρος τῶν Ἐλαιῶν μοναστήριον καὶ ἐκκλησίαν τοῦ ἁγίου μάρτυρος Ἰουλιανοῦ. ἥτις αὐτὸν δεξαμένη | |
καὶ ἐπὶ ἱκανὸν δοκιμάσασα χρόνον καὶ δόκιμον καὶ ἐνάρετον εὑροῦσα | 241 | |
242 | διοικητὴν τοῦ αὐτοῦ κατέστησε μοναστηρίου. αὐτῆς δὲ ἀπὸ Παλαι‐ στίνης ἐπὶ τὴν ἐνεγκαμένην διὰ χρείαν τῆς οἰκοδομηθείσης ἐκκλησίας ἐκδημησάσης καὶ ἐν τῆι πατρίδι τελευτησάσης ὁ πανεύφημος οὗτος Θεόγνιος ἐπὶ τὴν τῆς αὐτῆς ἐκκλησίας ἡγεμονίαν ἑλκόμενος ὑπὸ | |
5 | πάντων τῶν τῆς συνοδίας καὶ τὸν τῆς ἀρχῆς κίνδυνον ὑφορώμενος ἔφυγεν εἰς τὴν ἔρημον. καὶ ἔρχεται πρὸς τὸν τρισμακάριον ἀββᾶν Θεοδόσιον καὶ μείνας παρ’ αὐτῶι ἱκανὸν χρόνον καὶ τῆι τοῦ βίου λαμπρότητι πᾶσαν τὴν συνοδίαν φωταγωγήσας καὶ τοῖς μοναχικοῖς πλεονεκτήμασιν ἄριστος φανείς, ὥστε πάντας τοὺς ὁρῶντας τὰ καλὰ | |
10 | αὐτοῦ ἔργα δοξάζειν τὸν πατέρα τὸν ἐν τοῖς οὐρανοῖς, ἐπηινεῖτο μὲν ὑπὸ πάντων καὶ ἐθαυμάζετο ἐπί τε ἀμέμπτωι πολιτείαι καὶ βίου ἁγιότητι, αὐτὸς δὲ τὴν ἐκ τῶν ἐπαίνων καὶ τῆς ἀνθρωπίνης δόξης πεφυκυῖαν ἐγγίνεσθαι τῆι ψυχῆι βλάβην ὑφορώμενος, ἅμα δὲ καὶ βλέπων τὴν μονὴν τῆι τοῦ θεοῦ συνεργίαι κατὰ μέρος πληθυνο‐ | |
15 | μένην καὶ πλουτιζομένην καὶ τὴν ἐκ τοῦ περισπασμοῦ ἐγγινομένην σύγχυσιν δεδιὼς ἀνεχώρησεν εἰς τοὺς περὶ τὴν αὐτὴν μονὴν τόπους καὶ εὑρὼν σπήλαιον κατώικησεν εἰς αὐτό. καὶ ὀλίγον χρόνον ἐκεῖσε ἡσυχάσας καὶ ναὸς τοῦ παναγίου πνεύματος γεγονὼς τὴν ἐξ ὕψους δύναμιν ἐνδυσάμενος χρόνια πάθη παραδόξως ἰᾶτο καὶ θαυματουρ‐ | |
20 | γίας πλείστας ἐπετέλει. ὅθεν περίφημος γεγονὼς κτίζει ἑαυτῶι κατὰ πρόσβασιν κοινόβιον περιφανέστατον. χρόνου δέ τινος διελθόν‐ τος ἀκούσας τὰ περὶ αὐτοῦ ὁ ἀρχιεπίσκοπος Ἡλίας χειροτονεῖ αὐτὸν ἐπίσκοπον τοῦ Βητυλίου, πολύδριον δὲ τοῦτο παραθαλάσσιον ἐπὶ ἐνενήκοντα μιλίοις διέχον τῆς ἁγίας πόλεως. τοῦ δὲ θείου Θεογνίου | |
25 | τὴν ἐπισκοπὴν ἀκουσίως δεξαμένου καὶ ἐν τῶι εἰρημένωι πολυδρίωι χρόνον τινὰ διατελέσαντος ἡ προσπαρακειμένη θάλασσα τοὺς οἰκείους ὅρους ὑπερβᾶσα ἀγριωτάτοις κύμασι τῶι πολυδρίωι προσέρρησσεν ἀπειλοῦσα αὐτὸ ἐκριζῶσαι βιαίως καὶ ἀπολέσαι, οὕτω μᾶλλον τοῦ θεοῦ οἰκονομήσαντος πρός τε σωφρονισμὸν τῶν ἐνοικούντων καὶ | |
30 | φανέρωσιν τῆς Θεογνίου θείας χάριτος. φόβωι τοίνυν συσχεθέντες οἱ οἰκήτορες τὴν θάλασσαν κορυφουμένην θεωροῦντες προσφεύγουσι τῶι δικαίωι δεόμενοι δι’ εὐχῆς τὴν τοιαύτην ὁρμὴν χαλινῶσαι. ὁ δὲ μέγας τῆς εὐσεβείας ἀγωνιστὴς Θεόγνιος ταῖς πολλαῖς εἴξας δεήσεσιν ἦλθεν εἰς τὸν αἰγιαλὸν καὶ εἰσελθὼν εἰς τὸ ὕδωρ ἔπη‐ | |
35 | ξεν σταυρὸν εἰς τοὺς ἀρχαίους τῆς θαλάσσης ὅρους, τὸ γραφικὸν | 242 |
243 | ἐκεῖνο πρὸς τὴν θάλασσαν λέγων· τάδε λέγει κύριος· μέχρι τοῦ σταυροῦ τούτου ἐλεύσηι καὶ οὐχ ὑπερβήσηι, ἀλλ’ ἐν σεαυ‐ τῆι συντριβήσονταί σου τὰ κύματα. καὶ οὕτως τὸν σταυρὸν πήξας ὑπέστρεψεν· ἡ δὲ θάλασσα εἰς τοὺς ἰδίους εὐθέως ὅρους ὑπο‐ | |
5 | στρέψασα μέχρι τῆς σήμερον, ὅσον ἂν ἐκμανῆι, ἁπτομένη τοῦ παγέν‐ τος ὑπὸ τοῦ δικαίου σταυροῦ χαλινοῦται καὶ ὑποστρέφει. ἀλλὰ τί χρεία μοι πλειόνων περὶ τοῦ ἀοιδίμου Θεογνίου λόγων; ὅπου γε προλα‐ βὼν ὁ ἀββᾶς Παῦλος ὁ τῆς μὲν Ἑλούσης πόλεως ἡσυχαστής, ἐν μονα‐ χικοῖς δὲ κατορθώμασι καὶ ὀρθοδόξοις δόγμασι λάμπων καὶ βίωι | |
10 | καὶ λόγωι φωτίζων ἡμῶν τὰ κατὰ θεὸν διαβήματα τὸν αὐτοῦ τοῦ μακαρίου Θεογνίου βίον ἀκριβῶς καὶ κατὰ πλάτος συνεγράψατο. τοιγαροῦν ὁ μέγας Θεόγνιος τὴν μοναχικὴν τάξιν τε καὶ πολιτείαν τῶι οἰκείωι βίωι φαιδρύνας καὶ τὴν ἱερατικὴν καθέδραν τοῖς πνευμα‐ τικοῖς ἀνδραγαθήμασι καὶ τοῖς θείοις χαρίσμασι διακοσμήσας καὶ ἐν | |
15 | ἀμφοτέροις τοῖς τάγμασιν εὐδοκιμήσας λαμπρῶς καὶ μεγάλως περὶ τὸ τέλος τῆς ἑαυτοῦ ζωῆς ἀνελθὼν ἐν τῆι ἑαυτοῦ μονῆι τῆι εἰς τὴν ἔρημον, ἴσως τοῦ θεοῦ τὸν τῆς κοιμήσεως καιρὸν αὐτῶι ἀποκαλύψαν‐ τος, καὶ μικρόν τι ἀρρωστήσας εἰς τὸν ἄλυπον καὶ ἀκύμαντον μετέστη | |
βίον, ἔνθα εὐφραινομένων πάντων ἡ κατοικία. | 243 |