TLG 2877 004 :: CYRILLUS :: Vita Cyriaci CYRILLUS Biogr. Vita Cyriaci Citation: Page — (line) | ||
20t | ΒΙΟΣ ΤΟΥ ΑΒΒΑ ΚΥΡΙΑΚΟΥ ΤΗΣ ΛΑΥΡΑΣ ΤΟΥ ΣΟΥΚΑ | |
---|---|---|
21 | Τοῦ ἀναχωρητοῦ καὶ πάντων ἀναχωρητῶν ἀρίστου Κυριακοῦ πολ‐ λάκις ἐν τῶι περὶ Εὐθυμίου τοῦ μεγάλου ῥηθέντι μοι λόγωι μνήμην ἐποιησάμην· ἀναγκαῖον τοίνυν ἡγησάμην τοῦτον δι’ ὀλίγων γνωρι‐ μώτερον τοῖς ἐντυγχάνουσι καταστῆσαι ὀλίγας τινὰς ἀπαρχὰς τῶν | |
25 | αὐτῶι κατορθωθέντων διηγούμενος. εἰ γὰρ ἡ ἀπαρχὴ τῶν λεγομένων λογίων ἁγία, δῆλον ὅτι καὶ τὸ φύραμα τοῦ παντὸς αὐτοῦ βίου συνη‐ | |
γίασται. | 222 | |
223 | Οὗτος τοίνυν ὁ τὴν ψυχὴν ἔχων πεφωτισμένην Κυριακὸς γένος μὲν τῆς Ἑλλάδος ὑπῆρχεν πόλεως Κορίνθου, γονέων δὲ πατρὸς μὲν Ἰωάννου πρεσβυτέρου τῆς κατὰ Κόρινθον ἁγίας τοῦ θεοῦ καθολικῆς ἐκκλησίας, μητρὸς δὲ Εὐδοξίας, ὑφ’ ὧν ἐγεννήθη περὶ τὸ τέλος τῆς | |
5 | Θεοδοσίου τοῦ νέου βασιλείας μηνὶ Ἰαννουαρίωι ἐνάτηι τῆς δευτέρας ἰνδικτιόνος. γέγονεν δὲ ἀνεψιὸς ἐκ μητρὸς Πέτρου τοῦ ἐπισκόπου Κορίνθου, ὑφ’ οὗ γέγονεν ἀναγνώστης ἐκ βρέφους τῆς αὐτῆς ἁγίας ἐκκλησίας. ὅστις ἀββᾶς Κυριακὸς ἀναγινώσκων τὰς θείας γραφάς, ὡς αὐτός μοι διηγήσατο, καὶ διημερεύων ἐν αὐταῖς καὶ διανυκτερεύων | |
10 | ἔτι ὢν νέος ἐθαύμαζεν πῶς πολυτρόπως κατὰ γενεὰν καὶ γενεὰν τοὺς ὀρθῆι προαιρέσει εὐαρεστῆσαι σπουδάσαντας ἐδόξασεν ὁ θεὸς καὶ φωστῆρας ἐν κόσμωι ἀνέδειξεν καὶ πάντα ἐξ ἀρχῆς ὠικονόμησεν πρὸς σωτηρίαν τοῦ ἀνθρωπίνου γένους, τὸν μὲν Ἄβελ διὰ θυσίαν δοξάσας, τὸν δὲ Ἐνὼχ δι’ εὐαρεστήσεως τῆι μεταθέσει τιμήσας, τὸν δὲ Νῶε | |
15 | διὰ δικαιοσύνης σπινθῆρα τοῦ γένους φυλάξας, τὸν Ἀβραὰμ διὰ πίστεως πατέρα ἐθνῶν ἀναδείξας, τὴν εὐσεβῆ τοῦ Μελχισεδὲκ ἱερω‐ σύνην ἀποδεξάμενος, τὸν Ἰωσὴφ καὶ τὸν Ἰὼβ ὑπομονῆς τε καὶ σωφροσύνης εἰκόνα τῶι βίωι ἀναστήσας, τὸν Μωυσέα νομοθέτην καταστήσας, τὸν τοῦ Ναυῆ Ἰησοῦν ἡλίωι καὶ σελήνηι χαλιναγωγὸν | |
20 | καταστήσας, τὸν Δαυὶδ προφήτην καὶ βασιλέα καὶ φρικτοῦ μυστηρίου πρόγονον ἀναδείξας, τῆς Βαβυλωνίας καμίνου τὴν φλόγα εἰς δρόσον μεταποιήσας, Δανιὴλ τοὺς λέοντας ἐν τῶι λάκκωι νηστεύειν διδάξας, τὸ θαλάττιον κῆτος εἰς προφητικὸν θάλαμον μετασκευάσας. πρὸς τούτοις πᾶσιν ἰλιγγία αὐτοῦ ἡ διάνοια ἐννοοῦσα τὰ ὑπὲρ ταῦτα, τὸν | |
25 | τόκον τὸν τοιοῦτον τὸν ἄσπορον, τὴν παρθένον καὶ μητέρα, πῶς [ἂν] θεὸς λόγος ἀτρέπτως γέγονεν ἄνθρωπος καὶ διὰ τοῦ τιμίου αὐτοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως τόν τε ἅιδην ἐσκύλευσεν καὶ τὸν ἀπα‐ τεῶνα ὄφιν κατήργησεν θριαμβεύσας καὶ τοῖς ἰδίοις θανατωθέντα παραπτώμασιν Ἀδὰμ ζωοποιήσας πάλιν εἰς τὸν παράδεισον ἐπανή‐ | |
30 | γαγεν. | 223 |
224 | Ταῦτα καὶ τὰ τοιαῦτα διανοούμενος ὁ Κυριακός, κατενύγη ἡ καρδία αὐτοῦ φόβωι θεοῦ καὶ ἐβουλεύσατο ἐπὶ τὴν ἁγίαν πόλιν ἀναχωρῆσαι καὶ τοῖς βιωτικοῖς ἀποτάξασθαι πράγμασιν. καὶ τοῖς τοιούτοις ἀδολεσχῶν λογισμοῖς ἤκουσεν ἐν μιᾶι κυριακῆι τοῦ εὐαγγελίου λέ‐ | |
5 | γοντος εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι, καὶ παραυτίκα ἐξελθὼν τῆς ἐκκλησίας καὶ μηδενὶ μηδὲν εἰρη‐ κὼς ἦλθεν ἐπὶ Κεγχρεὰς καὶ ἐπιβὰς πλοίωι διαπερῶντι ἐν Παλαι‐ στίνηι παρεγένετο εἰς Ἱεροσόλυμα ὀκτωκαιδέκατον μὲν ἔτος ἄγων | |
10 | τῆς ἡλικίας, ὀγδόωι δὲ ἔτει τῆς ἱεραρχίας ἐν Ἱεροσολύμοις Ἀναστα‐ σίου, ἐνάτωι δὲ τῆς βασιλείας Λέοντος τοῦ μεγάλου βασιλέως ἐν ἀρχῆι τῆς πέμπτης ἰνδικτιόνος. καὶ ἐλθὼν εἰς τὴν ἁγίαν πόλιν ἐδεξι‐ ώθη παρὰ τῶι ἐν ἁγίοις Εὐστοργίωι, ἀνδρὶ ἁγίωι καὶ τοῖς τοῦ παν‐ αγίου πνεύματος χαρίσμασι διαλάμποντι, ἤδη μοναστήριον συστη‐ | |
15 | σαμένωι πλησίον τῆς ἁγίας Σιὼν περιφανέστατον. ἐν ὧι παραχει‐ μάσας ὁ δοῦλος τοῦ θεοῦ Κυριακὸς ἐπεπόθησεν τὴν ἔρημον οἰκῆσαι καὶ ἀκούων παρὰ πάντων σχεδὸν τὰ κατὰ τὸν θεῖον Εὐθύμιον παρε‐ κάλεσεν τὸν μέγαν πατέρα Εὐστόργιον ἀπολυθῆναι μετ’ εὐχῆς καὶ ἀπο‐ λυθεὶς ἦλθεν εἰς τὴν λαύραν τοῦ μεγάλου Εὐθυμίου καὶ προσκαρτε‐ | |
20 | ρήσας ἐκεῖσε Ἀνατολίωι τινὶ πρεσβυτέρωι καὶ Ὀλυμπίωι μοναχῶι ἀδελφοῖς κατὰ σάρκα καὶ Κορινθίοις οὖσι τῶι γένει καὶ γνωστοῖς ἡμέρας ἱκανὰς προσεκύνησε μὲν τὸν μέγαν Εὐθύμιον καὶ τὸ σχῆμα διὰ τῶν ἁγίων αὐτοῦ χειρῶν μετημφιάσατο, μεῖναι δὲ αὐτόθι οὐ συνεχωρήθη διὰ τὸ νέον τῆς αὐτοῦ ἡλικίας, ἀλλ’ ἀποστέλλεται εἰς | |
25 | τὸν Ἰορδάνην πρὸς τὸν ἐν ἁγίοις Γεράσιμον, ἤδη τοῦ μεγάλου Θεοκτί‐ στου τελευτήσαντος. πάνυ γὰρ παρεφυλάττετο ὁ μέγας Εὐθύμιος | |
ἀγένειον ἔχειν ἐν τῆι ἑαυτοῦ λαύραι· ὁ μέντοι ἐν ἁγίοις Γεράσιμος | 224 | |
225 | τοῦτον δεξάμενος καὶ νεώτερον αὐτὸν θεασάμενος ἐκέλευσεν αὐτὸν μένειν εἰς τὸ κοινόβιον ** ξύλα κόπτων καὶ ὑδροφορῶν καὶ μαγειρεύων καὶ πᾶσαν διακονίαν μετὰ προθυμίας ἐκτελῶν, διημερεύων μὲν ἐν κόπωι καὶ μόχθωι, διανυκτερεύων δὲ ἐν ταῖς πρὸς θεὸν δεήσεσιν, ἐν | |
5 | τῶι κανόνι τῆς ψαλμωιδίας προθυμότερος μετὰ ἐργοχείρου ἱστά‐ μενος. ἐν δὲ τῶι κοινοβίωι διακονῶν τὴν τῶν ἀναχωρητῶν πολιτείαν ἐκράτει διὰ δύο ἐσθίων ἄρτον καὶ ὕδωρ, ἐλαίωι ἢ οἴνωι ἢ εὐκράτωι μὴ χρώμενος, ὥστε τὸν μέγαν Γεράσιμον θεωροῦντα τήν τε ἄσκησιν καὶ πολιτείαν τοῦ νεωτέρου θαυμάζειν καὶ ἀγαπᾶν αὐτόν. ὅθεν καὶ | |
10 | ἐν τῶι καιρῶι τῶν ἁγίων νηστειῶν πληροφορούμενος ἐλάμβανεν αὐτὸν εἰς τὴν πανέρημον τοῦ Ῥουβᾶ· οἵτινες αὐτόθι ἡσύχαζον ἕως τῆς τῶν βαίων ἑορτῆς, κατὰ κυριακὴν ἐκ τῶν χειρῶν τοῦ μεγάλου Εὐθυμίου κοινωνοῦντες. ὀλίγου δέ τινος χρόνου διελθόντος καὶ τοῦ μεγάλου Εὐθυμίου ἐν Χριστῶι τελειωθέντος εἶδεν ὁ ἐν ἁγίοις Γερά‐ | |
15 | σιμος τὴν αὐτοῦ ψυχὴν ὑπὸ ἀγγέλων ὁδηγουμένην καὶ εἰς οὐρανὸν ἀναφερομένην καὶ λαβὼν τὸν ἀββᾶν Κυριακὸν ἀνῆλθεν εἰς τὴν μονὴν αὐτοῦ καὶ τὸ σῶμα κηδεύσας ὑπέστρεψεν. τῶι μέντοι ἐνάτωι χρόνωι τῆς ἐν Παλαιστίνηι παρουσίας τοῦ ἀββᾶ Κυριακοῦ ὁ μέγας πατὴρ ἡμῶν Γεράσιμος ἐτελεύτησεν καὶ τῶι τῆς δικαιοσύνης κατεκοσμήθη | |
20 | στεφάνωι μηνὶ Μαρτίωι πέμπτηι τῆς τρισκαιδεκάτης ἰνδικτιόνος. Βασιλείου δὲ καὶ Στεφάνου ἀδελφῶν τῆς ἡγεμονίας κρατησάντων ὁ ἀββᾶς Κυριακὸς ἀνεχώρησεν καὶ ἦλθεν εἰς τὴν λαύραν τοῦ μεγάλου Εὐθυμίου καὶ ὑπὸ Ἡλία τοῦ ἡγουμένου εἰσδεχθεὶς ἔλαβεν κελλίον καὶ ἡσύχασεν ἐν τῶι εἰκοστῶι ἑβδόμωι τῆς ἑαυτοῦ ἡλικίας χρόνωι, | |
25 | μηδὲν κτώμενος τοῦ αἰῶνος τούτου. πολλὰ δὲ κεκοπίακεν ἐν τῆι οἰκοδομῆι τοῦ κοινοβίου· τότε γὰρ ἡ λαύρα εἰς κοινόβιον μετεσκευάσθη. Ἦν δὲ ἐκεῖ τὸ τηνικαῦτα Θωμᾶς τις προσαγορευόμενος μέγας τῶι βίωι. τούτου τὰς ἀρετὰς καὶ τὰ πλεονεκτήματα γνοὺς ὁ ἀββᾶς Κυριακὸς συνήφθη αὐτῶι τῆι τοῦ πνεύματος στοργῆι, προβιβαζό‐ | |
30 | μενος καὶ γυμναζόμενος καὶ τῆι αὐτοῦ ἑπόμενος ἀγωγῆι. ὅστις | 225 |
226 | Θωμᾶς ἀποσταλεὶς ὑπὸ Φίδου τοῦ διακόνου εἰς Ἀλεξάνδρειαν ὠνήσατο ἁπλώματα παρὰ τοῦ ἀρχιεπισκόπου λόγωι τοῦ κτιζομένου κοινοβίου· τὰ γὰρ τῶν πατέρων ἡμῶν Εὐθυμίου καὶ Θεοκτίστου μοναστήρια ἦσαν τότε ἐν ὁμονοίαι κοινὸν τὸν βίον ἔχοντα καὶ μίαν | |
5 | διοίκησιν ὑπὸ ἕνα ὄντα οἰκονόμον κατὰ τὴν τοῦ μεγάλου Εὐθυμίου ἐντολήν. δωδεκαετοῦς * χρόνου παρεληλυθότος μετὰ τὴν ἁγίαν ἐκείνου κοίμησιν τοῦ ἡγουμένου τῆς τοῦ ἀββᾶ Θεοκτίστου μονῆς ἀββᾶ Λογγίνου τελευτήσαντος καὶ Παύλου τὴν ἡγουμενίαν διαδεξα‐ μένου Τερέβων ὁ Σαρακηνὸς ὁ πάλαι βαπτισθεὶς καὶ ἰαθεὶς ὑπὸ τοῦ | |
10 | μεγάλου Εὐθυμίου μέλλων τελευτᾶν ἱκανὰ κατέλιπεν πράγματα τοῖς ἀμφοτέροις μοναστηρίοις. τοῦ δὲ Παύλου αὐθαδιάσαντος καὶ τὸ τοῦ Τερέβωνος λείψανον καὶ τὰ πράγματα ἀποσπάσαντος σύγχυσις ἀνεφύη καὶ τῶν μοναστηρίων διαίρεσις. τῶν τοίνυν περὶ τὸ μοναστή‐ ριον χωρίων τοῦ ὁσίου Εὐθυμίου διαιρεθέντων κτίζει ὁ Παῦλος πύργον | |
15 | εἰς τὰ διαιρεθέντα χωρία καὶ δίδωσι διακόσια νομίσματα ὑπὲρ ἀγορα‐ σίας ξενοδοχείου πρὸς τὸ αὐτὸν μόνον διακατέχειν τὸ ἐν τῆι ἁγίαι πό‐ λει κοινὸν ξενοδοχεῖον. τότε οἱ μὲν τῆς μονῆς τοῦ μεγάλου Εὐθυμίου ἠγόρασαν ξενοδοχεῖον τῶν αὐτῶν διακοσίων νομισμάτων πλησίον τοῦ πύργου τοῦ Δαυὶδ παρὰ τῶν πατέρων τῆς λαύρας τοῦ Σουκᾶ· | |
20 | ὁ δὲ ἀββᾶς Κυριακὸς διὰ τὴν γενομένην τῶν μοναστηρίων διαίρεσιν ἀναχωρεῖ λυπηθεὶς κατὰ διάνοιαν καὶ ἔρχεται εἰς τὴν λαύραν τοῦ Σουκᾶ περὶ τὸ τέλος τῆς ὀγδόης ἰνδικτιόνος. καὶ πληροῖ τέσσαρας ἐν διαφόροις ἔτεσιν διακονίας τήν τε τοῦ ἀρτοκοπείου καὶ τοῦ νοσοκο‐ μείου καὶ τοῦ ξενοδοχείου καὶ τοῦ οἰκονομείου καὶ πάντας τοὺς | |
25 | πατέρας θεραπεύσας καὶ οἰκοδομήσας εἰσήχθη εἰς τὸ ἱερατεῖον. ἦν γὰρ χειροτονηθεὶς διάκονος εἰς τὴν τοῦ μεγάλου Εὐθυμίου μονὴν καὶ μετὰ τέσσαρα ἔτη προεβλήθη κειμηλιάρχης καὶ κανονάρχης τῶι τεσσαρακοστῶι ἔτει τῆς ἑαυτοῦ ἡλικίας χρόνωι, πληρώσας δὲ δεκα‐ | |
τρία ἔτη ἐν αὐτῆι τῆι διακονίαι γέγονεν πρεσβύτερος καὶ διέμεινεν | 226 | |
227 | κειμηλιάρχης καὶ κανονάρχης ἄλλα δεκαοκτὼ ἔτη. διεβεβαιώσατο δέ μοι λέγων· ἐν τῶι τοσούτωι τῶν τριάκοντα ἑνὸς χρόνων κανο‐ νάρχην με ὄντα καὶ κειμηλιάρχην οὐκ εἶδέν με ὁ ἥλιος ἐσθίοντα οὐδὲ ὀργιζόμενον. ἔλεγεν δέ μοι καὶ τοῦτο ὅτι οὐκ ἐπλήρουν κρούων εἰς | |
5 | τὸ ξύλον τοῦ κρούσματος τῆς λαύρας τῆς νυκτερινῆς ψαλμωιδίας μέχρις οὗ ἐστιχολόγουν ὅλον τὸν ἄμωμον. τῶι μέντοι ἑβδομηκοστῶι ἑβδόμωι τῆς αὐτοῦ ἡλικίας χρόνωι παραδίδωσι τὸ κειμηλιαρχεῖον ἐπὶ τῆς τρίτης ἰνδικτιόνος καὶ ἀναχωρεῖ ἐπὶ τὴν τοῦ Νατουφᾶ πανέρημον μαθητήν τινα ἔχων μεθ’ ἑαυτοῦ. καὶ ἐπειδὴ μελάγρια οὐχ εὑρίσκονται | |
10 | ἐν τοῖς τόποις ἐκείνοις, παρεκάλεσεν τὸν θεὸν διὰ τὴν ἀνάγκην τοῦ σώματος παρασχεῖν αὐτοῖς ἐκ τῶν αὐτόθι σκιλλῶν τρέφεσθαι. καὶ πιστεύσας τῶι τὰ πάντα κτίσαντι καὶ μεταβαλεῖν τὸ πικρὸν εἰς γλυκὺ δυναμένωι εἶπεν τῶι ἑαυτοῦ μαθητῆι· ἄπιθι, τέκνον, συνάγαγε σκίλλας καὶ ἔκζεσον· καὶ εὐλογητὸς κύριος, ὅτι ἔχομεν ἐξ αὐτῶν | |
15 | εὐφρανθῆναι. καὶ συνήγαγεν ὁ μαθητὴς καὶ ἐξέζεσεν καὶ παρέθηκεν μετὰ ἅλατος καὶ ἐγλυκάνθησαν αἱ σκίλλαι παραυτίκα καὶ ἔμειναν ἐσθίοντες ἐξ αὐτῶν ἐπὶ χρόνον ἐτῶν τεσσάρων. Τοῦ δὲ τετραετοῦς χρόνου πληρωθέντος ἀνήρ τις πρωτοκωμήτης ἀπὸ Θεκούων τῆς κώμης μαθὼν τὰ περὶ αὐτοῦ παρὰ τῶν ἐν τῆι | |
20 | ἐρήμωι θρέμματα νεμόντων ἦλθεν πρὸς αὐτὸν ἔχων ὄνον ἄρτων θερμῶν πεφορτωμένον καὶ ἀπογομώσας ἀπῆλθεν, καὶ ἤσθιον ἀπὸ τοῦ ἄρτου. ὁ μὲν οὖν μαθητὴς χωρὶς γνώμης τοῦ γέροντος καθ’ ἣν εἶχεν συνήθειαν σκίλλας ἐκζέσας ἐγεύσατο καὶ μὴ ἐνέγκας τὴν πικρίαν ἔκειτο ἄφωνος· ὁ δὲ γέρων μαθὼν τὴν αἰτίαν τῆς συμφορᾶς ἐπευ‐ | |
25 | ξάμενος αὐτῶι καὶ ἐξαναστήσας αὐτὸν μετέδωκεν αὐτῶι τῶν ἀχράντων | |
μυστηρίων καὶ ὑγιῆ ἀποκαταστήσας ἐνουθέτει λέγων· τέκνον, ὁ | 227 | |
228 | θεὸς πάντοτε μὲν θαυματουργεῖ, πολλῶι δὲ μᾶλλον ἐν καιρῶι περιστά‐ σεως καὶ ἀνάγκης, ἐξαιρέτως ὅπου καὶ σωτηρία ψυχῶν· μὴ οὖν δειλιάσηις. καὶ τῶν μὲν ἄρτων ἤδη πληρωθέντων καὶ ἀνάγκης μεγάλης αὐτοῖς γενομένης πάλιν ὁ γέρων εὐλογήσας τῶι μαθητῆι | |
5 | ἐπέταξεν ἐκ τῆς σκίλλης ἑτοιμάσαι εἰς τὴν ὥραν τοῦ γεύσασθαι· ὁ δὲ μαθητὴς ἐφοβεῖτο ἅψασθαι. καὶ λαβὼν ὁ γέρων καὶ εὐλογήσας καὶ τὸν τοῦ σταυροῦ τύπον ποιήσας ἤρξατο πρῶτος ἐσθίειν. καὶ οὕτως ὁ μαθητὴς θαρρήσας ἔφαγεν καὶ ἔμεινεν ἀβλαβής. Τῶι δὲ πέμπτωι χρόνωι τῆς ἐν τῶι Νατουφᾶ αὐτοῦ διαγωγῆς | |
10 | πληρουμένωι ἀνήρ τις Θεκουηνὸς ἀκούσας περὶ αὐτοῦ ἤγαγεν πρὸς αὐτὸν τὸν υἱὸν αὐτοῦ δεινῶς σεληνιαζόμενον καὶ ἐδυσώπει αὐτὸν εὐχὴν ὑπὲρ αὐτοῦ ποιήσασθαι. ὁ δὲ γέρων συμπαθήσας αὐτῶι εὐχὴν ἐποίησεν ὑπὲρ αὐτοῦ καὶ ἀλείψας αὐτὸν ἔλαιον τοῦ ἁγίου Σταυροῦ ἀπεκατέστησεν αὐτὸν ὑγιῆ. ὅστις Θεκουηνὸς τὸν υἱὸν | |
15 | αὐτοῦ ὑγιῆ ἀπολαβὼν τὸ θαῦμα ἀνεκήρυττεν· τούτου δὲ διαφημι‐ σθέντος εἰς πᾶσαν τὴν ἐνορίαν ἐκείνην ἦλθον πρὸς αὐτὸν πολλοὶ καὶ ὤχλουν αὐτῶι. καὶ φεύγων ὁ ἀββᾶς Κυριακὸς τὴν ὄχλησιν ἀνεχώρησεν ἐπὶ τὴν ἐνδοτέραν ἔρημον τοῦ Ῥουβᾶ καὶ ἔμεινεν ἐκεῖσε χρόνον ἐτῶν πέντε ῥίζαις μελαγρίων ἀρκούμενος καὶ καρδίαις καλάμων. καὶ | |
20 | μαθόντες τινὲς κατήρχοντο πρὸς αὐτὸν φέροντες ἀσθενοῦντας καὶ ὑπὸ πνευμάτων ἀκαθάρτων ἐνοχλουμένους· οὕστινας ἐθεράπευσεν τῆι τοῦ Χριστοῦ χρώμενος ἐπικλήσει καὶ τῆι τοῦ τιμίου σταυροῦ σφραγῖδι. τότε τὴν πολλὴν δυσχεραίνων ὄχλησιν ἀνεχώρησεν ἀπὸ τοῦ Ῥουβᾶ καὶ εἰσῆλθεν εἰς τόπον πανέρημον καὶ ἀπόκρυφον, ἔνθα | |
25 | οὐδεὶς τῶν ἀναχωρητῶν ἔμεινεν. ὁ δὲ τόπος ὑπὸ τῶν ἐγχωρίων Σουσακεὶμ ὀνομάζεται, ἔνθα οἱ ἀμφότεροι χείμαρροι καταμίσγονται ὅ τε τῆς Νέας λαύρας καὶ ὁ τῆς Σουκᾶ λαύρας βαθύτατοι ὄντες καὶ φοβερώτατοι. φασὶ δὲ τινὲς τούτους εἶναι τοὺς ποταμοὺς Ἠθὰμ περὶ ὧν ὁ Δαυὶδ ἐν ταῖς πρὸς θεὸν μεγαληγορίαις φησὶν σὺ ἐξήρανας | |
30 | ποταμοὺς Ἠθάμ. ποιήσας τοίνυν εἰς Σουσακεὶμ ἔτη ἑπτὰ ἐν | 228 |
229 | ταῖς ἡμέραις τῆς μεγίστης καὶ φοβερωτάτης θνήσεως οἱ τῆς λαύρας τοῦ Σουκᾶ πατέρες τὸν ἐπικείμενον φόβον δεδιότες κατῆλθον ὁμοθυ‐ μαδὸν μετὰ λιτῆς καὶ πολλῆι τῆι παρακλήσει χρησάμενοι ἀνήγαγον αὐτὸν ἀπὸ Σουσακεὶμ εἰς τὴν λαύραν. ὅστις ἀββᾶς Κυριακὸς εἰς τὴν | |
5 | λαύραν ἐλθὼν ἔμεινεν εἰς τὸ ἀναχωρητικὸν τοῦ ἐν ἁγίοις Χαρίτωνος ἐπὶ πέντε χρόνους καταγωνιζόμενος τῶν Ὠριγενιαστῶν. Τότε δὴ ἐγὼ ἀπὸ τῆς μονῆς τοῦ μεγάλου Εὐθυμίου παραβαλὼν εἰς τὴν Μεγίστην λαύραν τοῦ μακαρίου Σάβα τῶι ἀββᾶι Ἰωάννηι τῶι ἐπισκόπωι καὶ ἡσυχαστῆι ἀπεστάλην ὑπ’ αὐτοῦ πρὸς τοῦτον | |
10 | τὸν ἀββᾶν Κυριακὸν μετὰ γραμμάτων διηγουμένων περὶ τοῦ γεγονότος ἐν τῆι ἁγίαι πόλει δημοσίου πολέμου καὶ δυσωπούντων αὐτὸν νῦν ἀγωνίσασθαι ἐν ταῖς πρὸς θεὸν πρεσβείαις πρὸς τὸ ἐν τάχει κατα‐ βληθῆναι τὸ φρύαγμα τῶν ἐν τῆι Νέαι λαύραι μετὰ Νόννου καὶ Λεοντίου κατὰ Χριστοῦ στρατευομένων διὰ τῶν Ὠριγένους δογμά‐ | |
15 | των. ἐλθὼν τοίνυν ἐγὼ εἰς τὸν Σουκᾶν καὶ μετὰ Ζωσίμου καὶ Ἰωάννου τῶν αὐτοῦ μαθητῶν ἀπελθὼν πρὸς αὐτὸν εἰς τὸ σπήλαιον τοῦ ἐν ἁγίοις Χαρίτωνος καὶ προσκυνήσας αὐτὸν ἐπέδωκα τὴν ἐπιστολήν, εἶπον δὲ αὐτῶι καὶ ἀπὸ στόματος τὰ παρὰ τοῦ θεσπεσίου ἀββᾶ Ἰωάννου τοῦ ἡσυχαστοῦ λεχθέντα. ὁ δὲ ἀββᾶς Κυριακὸς δακρύσας | |
20 | εἶπεν· εἰπὲ τῶι ἀποστείλαντί σε· μὴ ἀθυμήσωμεν, πάτερ· ὀψόμεθα γὰρ ἐν τάχει τὴν μὲν Νόννου καὶ Λεοντίου ἐν θανάτωι κατάλυσιν, τὴν δὲ τῶν λοιπῶν ἐκ τῆς Νέας λαύρας ἐκβολὴν πρὸς τὸ τοὺς γνησίους τοῦ μακαρίου Σάβα μαθητὰς τὴν Νέαν λαύραν οἰκεῖν τῶν νόθων ἐξ αὐτῆς διωχθέντων. ἐγὼ δὲ εἶπον· τί γάρ ἐστι, πάτερ, τὰ παρ’ | |
25 | αὐτῶν πρεσβευόμενα; ἐπείπερ αὐτοὶ διαβεβαιοῦνται ὅτι τὰ περὶ προυπάρξεως καὶ ἀποκαταστάσεως δόγματα μέσα τυγχάνει καὶ ἀκίνδυνα, προφέροντες καὶ ἐκεῖνα τὰ παρὰ τοῦ ἁγίου Γρηγορίου λεγόμενα· φιλοσόφει μοι περὶ κόσμου, περὶ ὕλης, περὶ ψυχῆς, περὶ λογικῶν φύσεων βελτιόνων τε καὶ χειρόνων, περὶ ἀναστάσεως 〈κρίσεως | |
30 | ἀνταποδόσεωσ〉, Χριστοῦ παθημάτων· ἐν τούτοις γὰρ καὶ τὸ ἐπι‐ τυγχάνειν οὐκ ἄχρηστον καὶ τὸ διαμαρτάνειν ἀκίνδυνον. πρὸς ταῦτα | |
ἀπεκρίθη ὁ γέρων καὶ εἶπεν· οὐ μέσα καὶ ἀκίνδυνα τὰ περὶ πρου‐ | 229 | |
230 | πάρξεως δόγματα, ἀλλὰ καὶ ἐπικίνδυνα καὶ ἐπιβλαβῆ καὶ βλάσφημα. ἵνα δέ σε πληροφορήσω, ἐν ὀλίγαις λέξεσι τὴν πολυσχεδῆ αὐτῶν ἀσέβειαν στηλιτεῦσαι πειράσομαι. λέγουσι μὴ εἶναι ἕνα τῆς τριάδος τὸν Χριστόν· λέγουσι τὰ ἐξ ἀναστάσεως σώματα ἡμῶν εἰς παντελῆ | |
5 | ἀπώλειαν ἐλθεῖν καὶ Χριστοῦ πρώτου· λέγουσιν ὅτι ἡ ἁγία τριὰς οὐκ ἐδημιούργησε τὸν κόσμον καὶ ὅτι ἐν τῆι ἀποκαταστάσει δυνήσονται πάντα τὰ λογικὰ μέχρι καὶ δαιμόνων δημιουργεῖν αἰῶνας· λέγουσιν ὅτι αἰθέρια καὶ σφαιροειδῆ ἐγείρονται ἡμῶν τὰ σώματα ἐν τῆι ἀναστά‐ σει, καὶ γὰρ καὶ τὸ τοῦ κυρίου οὕτω φασὶν ἐγηγέρθαι σῶμα· λέγουσιν ὅτι | |
10 | γινόμεθα ἴσοι τοῦ Χριστοῦ ἐν τῆι ἀποκαταστάσει. ποῖος τοίνυν ἅιδης ταῦτα ἐρεύξατο; οὐ παρὰ τοῦ θεοῦ ταῦτα μεμαθήκασι, μὴ γένοιτο, τοῦ λαλήσαντος διὰ προφητῶν καὶ ἀποστόλων, ἀλλὰ παρὰ Πυθα‐ γόρου καὶ Πλάτωνος Ὠριγένους τε καὶ Εὐαγρίου καὶ Διδύμου παρει‐ λήφασι τὰ μυσαρὰ ταῦτα καὶ δυσσεβῆ δόγματα. ἐγὼ δὲ τεθαύμακα | |
15 | πόσους τε εἰκῆι καὶ μάτην πόνους ἀνήντλησαν εἰς τοιαύτας ἐπιβλα‐ βεῖς ματαιοπονίας καὶ πῶς οὕτως τὰς ἰδίας ὥπλισαν γλώσσας κατὰ τῆς εὐσεβείας. οὐκ ἔδει μᾶλλον αὐτοὺς ἐπαινεῖν καὶ δοξάζειν φιλα‐ δελφίαν φιλοξενίαν παρθενίαν πτωχοτροφίαν ψαλμωιδίαν τε καὶ πάννυχον στάσιν καὶ δάκρυα κατανύξεως; οὐκ ἐχρῆν αὐτοὺς μᾶλλον | |
20 | ὑποπιέζειν νηστείαις τὸ σῶμα καὶ δι’ εὐχῆς πρὸς θεὸν ἐκδημεῖν καὶ μελέτην θανάτου τὸν βίον ποιεῖσθαι καὶ μὴ ταῖς τοιαύταις ἐρεσχε‐ λίαις ἀδολεσχεῖν; Καὶ λέγει ὁ γέρων· ἀλλ’ οὐκ ἠβουλήθησαν τῆι ταπεινῆι ὁδῶι τοῦ Χριστοῦ πορευθῆναι, ἀλλ’ ἐματαιώθησαν ἐν τοῖς διαλογι‐ | |
25 | σμοῖς αὐτῶν καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν. πάντων δὲ τῶν ζιζανίων ὁ σπορεὺς καὶ τῶν κακῶν αἴτιος γέγονε Νόννος· ὅστις τῆς τοῦ μακαρίου πατρὸς ἡμῶν Σάβα κοιμήσεως δραξάμενος ποτίζειν ἤρξατο τὸν πλησίον ἀνατροπὴν θολεράν, Λεόντιον τὸν | |
30 | Βυζάντιον ὑπουργὸν ἔχων καὶ ὑπέρμαχον καὶ συναγωνιστήν. καὶ πρῶτον μὲν τοὺς ἐν αὐτῆι τῆι Νέαι λαύραι λογιωτέρους, μᾶλλον δὲ | |
ἀλογωτέρους εἰς τὴν ἑαυτοῦ μιαρὰν συγκατέσπασεν αἵρεσιν· καὶ | 230 | |
231 | οὐκ ἠρκέσθη τούτοις, ἀλλὰ καὶ εἰς τὰ ἄλλα μοναστήρια τῆς ἐρήμου τῆς ἑαυτοῦ μεταδοῦναι λύμης ἐσπούδασεν. ποίαις δὲ μηχαναῖς οὐκ ἐχρήσατο κἀμὲ τὸν ταπεινὸν συγκατασπάσαι; ὁ δὲ θεὸς δι’ ἀπο‐ καλύψεως ἔδειξέ μοι τὸν τῆς αἱρέσεως αὐτοῦ βόρβορον. ποίαις δὲ | |
5 | μεθοδείαις οὐκ ἐχρήσατο τῆι τοῦ Σουκᾶ συνοδίαι τῆς ἑαυτοῦ μετα‐ δοῦναι κακοδοξίας; καὶ οὐκ ἴσχυσεν ἐμοῦ τῆι τοῦ Χριστοῦ χάριτι ἕκαστον νουθετοῦντος καὶ παρακαλοῦντος τῆς ὀρθῆς μὴ ἀποστῆναι πίστεως. καὶ αὐτοῦ σπουδάσαντος ἡγούμενον τῆς ἑαυτοῦ αἱρέσεως ὑπασπιστὴν καταστῆσαι ἐν τῆι ἡμετέραι λαύραι, Πέτρον φημὶ τὸν | |
10 | Ἀλεξανδρέα, καὶ δουλῶσαι τὴν συνοδίαν, [καὶ] οὐκ ἠδυνήθη, ἀλλὰ τοὐναντίον ἡ συνοδία κινηθεῖσα τῆς ἡγεμονίας Πέτρον ἐξέωσε. πάλιν μὲν οὖν οἱ περὶ Νόννον ἀναιδῶς κινούμενοι ἄλλον Πέτρον Ἑλλαδικὸν τῆς Ὠριγένους λύμης ὄντα ὑπασπιστὴν ἡγούμενον ἡμῶν ἐγκατέστη‐ σαν, ἀλλ’ ἡ συνοδία πάλιν ζήλωι πνευματικῶι κινουμένη Πέτρον | |
15 | μὲν τῆς ἡγεμονίας ἐξέωσεν καὶ εἰς τὴν λαύραν τοῦ μακαρίου Σάβα ἀπελθοῦσα ἔλαβεν ἑαυτῆι τὸν νῦν ἡγούμενον ἀββᾶν Κασιανὸν Σκυ‐ θοπολίτην ὄντα τῶι γένει ὀρθόδοξόν τε ὄντα καὶ βίωι καὶ λόγωι κεκοσμημένον. καὶ τότε μόλις ἰσχύσαμεν τοὺς Ὠριγένους ὑπασπιστὰς ἀποκρούσασθαι. | |
20 | Ταῦτα διηγησάμενός μοι ὁ δοῦλος τοῦ θεοῦ Κυριακὸς καὶ γνοὺς ὅτι τῆς μεγάλης μονῆς Εὐθυμίου τοῦ μακαρίου εἰμί, περιχαρὴς γεγονὼς εἶπεν· ἰδοὺ καὶ συνκοινοβιώτης μου εἶ, καὶ λοιπὸν ἀρχὴν ἐποιήσατο διηγεῖσθαί μοι πολλὰ περὶ αὐτῶν τῶν ἐν ἁγίοις Εὐθυ‐ μίου τε καὶ Σάβα, ἅπερ ἔθηκα ἐν τοῖς περὶ αὐτῶν ἤδη ῥηθεῖσι δυσὶ | |
25 | λόγοις. καὶ οὕτως ἐν τοῖς τοιούτοις διηγήμασι τὴν ἐμὴν διαθρέψας ψυχὴν ἀπέλυσεν ἐν εἰρήνηι. Ὡς δὲ ἤρξαντο τινὲς ἐνοχλεῖν αὐτῶι εἰς τὸ τοῦ ἐν ἁγίοις Χαρίτωνος σπήλαιον, τοῦ ἀρχηγοῦ τῶν Ὠριγενιαστῶν ἀποθανόντος Νόννου καὶ τῆς τούτων δυναστείας διαλυθείσης καὶ τοῦ κατὰ τῶν ὀρθοδόξων | |
30 | πολέμου θραυσθέντος καὶ τῶν κακοδόξων εἰς Τὸν κατ’ ἀλλήλων | |
πόλεμον ἀσχοληθέντων ἀμεριμνήσας ὁ γέρων ἀνεχώρησεν πάλιν | 231 | |
232 | ἀπὸ τοῦ σπηλαίου τοῦ ἁγίου Χαρίτωνος ἐπὶ τὸν Σουσακεὶμ τῶι ἐνενηκοστῶι ἐνάτωι τῆς ἑαυτοῦ ἡλικίας χρόνωι καὶ ἡσύχασεν ἐκεῖσε χρόνους ὀκτώ. ἐγὼ τοίνυν ἐπιθυμήσας προσκυνῆσαι αὐτὸν ἦλθον εἰς τὴν λαύραν τοῦ Σουκᾶ καὶ λαβὼν Ἰωάννην τὸν αὐτοῦ μαθητὴν | |
5 | κατῆλθον εἰς Σουσακείμ· ἀπέχει δὲ ὁ τόπος οὗτος ἀπὸ τῆς τοῦ Σουκᾶ λαύρας ὡς ἐνενήκοντα σταδίους. ὡς οὖν ἠγγίσαμεν τῶι τόπωι, συναντᾶι ἡμῖν λέων παμμεγεθέστατός τε καὶ φοβερώτατος καὶ λέγει μοι θροη‐ θέντι ὁ ἀββᾶς Ἰωάννης· μηδὲν φοβηθῆις, καὶ ὡς εἶδεν ἡμᾶς ὁ λέων πρὸς τὸν γέροντα ἀπιόντας, δέδωκεν τόπον. καὶ θεασάμενος ἡμᾶς ὁ γέρων | |
10 | καὶ περιχαρὴς γεγονὼς εἶπεν· ἰδοὺ ὁ συγκοινοβιώτης μου Κύριλλος. καὶ λέγει αὐτῶι ὁ ἀββᾶς Ἰωάννης· πάνυ, πάτερ, ἐφοβήθη ἰδὼν τὸν λέοντα. καὶ λέγει μοι ὁ γέρων· μηδὲν φοβηθῆις, τέκνον· οὗτος γὰρ ὁ λέων προσκαρτερεῖ μοι ἐνταῦθα φυλάττων τὰ μικρὰ λάχανα ἀπὸ τῶν αἰγαγρίων. καὶ πολλὰ εἰπών μοι περί τε τοῦ ἁγίου Εὐθυ‐ | |
15 | μίου καὶ τῶν ἄλλων τῆς ἐρήμου ταύτης πατέρων προετρέψατό με γεύσασθαι. ἡμῶν δὲ γευομένων ἐλθὼν ὁ λέων ἔστη ἔμπροσθεν ἡμῶν καὶ ἀναστὰς ὁ γέρων δέδωκεν αὐτῶι κλάσμα ἄρτου καὶ ἔπεμψεν αὐτὸν φυλάττειν τὰ λάχανα. καὶ ἔλεγέν μοι ὁ γέρων ὅτι οὐ μόνον τὰ λάχανα φυλάττει, ἀλλὰ καὶ ληιστὰς καὶ βαρβάρους ἀμύνεται. ποιή‐ | |
20 | σαντος δέ μου τὴν μίαν ἡμέραν καὶ ἱκανῶς τῆς αὐτοῦ διδασκαλίας ἀπολαύσαντος δέδωκέν μοι εὐλογίαν τῆι ἑξῆς καὶ ποιήσας μοι εὐχὴν ἀπέλυσέν με μετὰ τοῦ μαθητοῦ αὐτοῦ ἐν εἰρήνηι. καὶ οὕτως ἐξελ‐ θόντες εὕρομεν τὸν λέοντα ἐν τῆι ὁδῶι καθήμενον καὶ αἰγάγριον ἐσθίοντα. ὅστις λέων ἰδὼν ἡμᾶς ἱσταμένους καὶ μὴ τολμῶντας ὁδεῦσαι | |
25 | καταλιπὼν τὴν θήραν ἀνεχώρησεν ἕως οὗ παρήλθομεν. ἐπειδὴ δὲ λάκκον οὐκ εἶχεν ὁ τόπος, ἐφιλοκάλησεν ἑαυτῶι τοὺς ἐν ταῖς πέτραις βοθύνους καὶ ἐδέχετο τῶι χειμῶνι τὸ ὕδωρ καὶ ὑπούργει αὐτῶι δαψιλῶς εἴς τε τὴν δίαιταν καὶ εἰς τὸ ποτίζειν τὰ λάχανα ὅλον τὸ θέρος. καὶ τοῦ ὕδατος ποτὲ λείψαντος περὶ τὸν Ἰούλιον μῆνα ἐστενώθη | |
30 | σφόδρα καὶ ἀνατείνας τὸ ὄμμα πρὸς τὸν θεὸν παρεκάλει λέγων· κύριε ὁ θεός, παράσχου μοι ὀλίγον ὕδωρ διὰ τὴν ἀναγκαίαν χρείαν | |
τοῦ ταπεινοῦ μου σώματος τούτου. καὶ ἐπήκουσεν αὐτοῦ ὁ θεὸς | 232 | |
233 | καὶ παραχρῆμα ἀνέβη μικρὸν νέφος ἐπάνω τοῦ Σουσακεὶμ καὶ ἔβρεξεν κύκλωι τοῦ κελλίου αὐτοῦ καὶ ἐπλήρωσεν αὐτοῦ πάντα τὰ μεταξὺ τῶν πετρῶν δοχεῖα. Δίκαιον δὲ ἡγοῦμαι ἐνταῦθα μνημονεῦσαι ψυχωφελοῦς διηγήματος | |
5 | ὅπερ διηγήσατό μοι ὁ ἀββᾶς Ἰωάννης. ὁδοιπορούντων γὰρ ἡμῶν κατὰ τὴν ἔρημον ὑπεδείκνυέν μοι τόπον τινά, ὃν ἔλεγεν μνημεῖον εἶναι τῆς μακαρίας Μαρίας, ἐγὼ δὲ ἐπὶ τούτωι θαυμάσας ἠξίουν αὐτὸν ἐξηγήσασθαι τὰ περὶ αὐτῆς. ὃ δὲ ἀποκριθεὶς εἶπεν ὅτι πρὸ ὀλίγου τινὸς χρόνου ἀπερχομένου [μου] ἅμα τοῦ συνμαθητοῦ μου τοῦ ἀββᾶ | |
10 | Παράμμωνος πρὸς τὸν ἀββᾶν Κυριακὸν ἀτενίσαντες ἀπὸ μακρόθεν θεωροῦμεν τινὰ ὡς ἄνθρωπον ἱστάμενον πλησίον ἀγριομυρίκης καὶ νομίσαντες αὐτὸν ἕνα τινὰ τῶν ἀναχωρητῶν τῶν αὐτόθι εἶναι (ἦσαν γὰρ τότε πολλοὶ ἀναχωρηταὶ ἐν τοῖς μέρεσιν ἐκείνοις), ἐσπεύσαμεν οὖν αὐτὸν προσκυνῆσαι. ὡς δὲ ἠγγίσαμεν τῶι τόπωι, ἐκεῖνος μὲν | |
15 | ἀφανὴς ἐγένετο, ἡμεῖς δὲ φόβωι καὶ δειλίαι συσχεθέντες ἔστημεν εἰς προσευχὴν νομίσαντες αὐτὸν πνεῦμα πονηρὸν εἶναι. μετὰ δὲ τὸ τελέσαι τὸ ἀμὴν περιβλεψάμενοι ἔνθα καὶ ἔνθα εὕρομεν σπήλαιον ὑπόγαιον, ἐν ὧι ὑπενοοῦμεν ὑποδύντα τὸν δοῦλον τοῦ θεοῦ τὸν ἀληθῆ κρυβῆναι ἀφ’ ἡμῶν. καὶ πλησίον τοῦ σπηλαίου γενόμενοι παρεκαλοῦ‐ | |
20 | μεν αὐτόν, ἅμα δὲ καὶ ἐνωρκοῦμεν λέγοντες· μὴ στερήσηις ἡμᾶς, πάτερ, τῶν εὐχῶν σου καὶ τῆς ἀγαθῆς σου συντυχίας. ὃ δὲ μόλις ποτὲ ἀποκριθεὶς εἶπεν· τί θέλετε ἀπ’ ἐμοῦ; γυνή εἰμι. καὶ ἐπηρώτησεν ἡμᾶς λέγουσα· ποῦ πορεύεσθε; ἡμεῖς δὲ εἴπαμεν· πρὸς τὸν ἀναχω‐ ρητὴν τὸν ἀββᾶν Κυριακὸν ἀπερχόμεθα, ἀλλ’ εἰπὲ ἡμῖν τί τὸ ὄνομά σου | |
25 | καὶ πῶς διάγεις καὶ πῶς ἐνταῦθα παραγέγονας. ἣ δὲ εἶπεν· ὑπάγετε καὶ ἐν τῶι ὑμᾶς ὑποστρέψαι λέγω ὑμῖν. ὡς δὲ διεβεβαιούμεθα μηδαμοῦ ἀπιέναι πρὶν τὰ κατ’ αὐτὴν μαθεῖν, ἀπεκρίνατο λέγουσα· τὸ μὲν ὄνομα μου Μαρία λέγομαι, ἐγενόμην δὲ ψάλτρια τῆς ἁγίας Χριστοῦ Ἀναστάσεως καὶ πολλοὺς ὁ διάβολος ἐσκανδάλισεν εἰς ἐμέ, | |
30 | καὶ φοβηθεῖσα μήπως ὑπεύθυνος γενομένη τῶν τοιούτων σκανδάλων προσθήσω ἁμαρτίας ἐφ’ ἁμαρτίαις μου ἐδυσώπουν τὸν θεὸν τοῦ | |
ῥυσθῆναί με τῆς αἰτίας τῶν τοιούτων σκανδάλων. ἐν μιᾶι οὖν κατανυ‐ | 233 | |
234 | γεῖσα τὴν καρδίαν εἰς τὸν φόβον τοῦ θεοῦ κατῆλθον εἰς τὸν ἅγιον Σιλωὰμ καὶ ἤντλησα τὸ σκεῦος τοῦτο ὕδατος, ἔλαβον δὲ καὶ τὸ μαλά‐ κιον τοῦτο τῶν βρεκτῶν καὶ ἐξῆλθον νυκτὸς τῆς ἁγίας πόλεως παραθεμένη ἑαυτὴν τῶι θεῶι. ὃς καὶ ὡδήγησέν με ἐνταῦθα καὶ | |
5 | ἰδοὺ ἔχω ἐνταῦθα δεκαοκτὼ ἔτη καὶ διὰ τῆς χάριτος τοῦ θεοῦ οὔτε τὸ ὕδωρ ἔλειψεν οὔτε τὸ μαλάκιον τῶν βρεκτῶν ἠλαττονήθη ἄχρι τῆς ἡμέρας ταύτης. ἀλλ’ οὐδὲ ἄνθρωπον εἶδον εἰ μὴ ὑμᾶς σήμερον. ἀλλ’ ὑπάγετε, φησίν, καὶ πληρώσατε τὴν διακονίαν ὑμῶν, καὶ ἐν τῶι ὑμᾶς ὑποστρέφειν ἐπισκέψασθέ με. ταῦτα ἀκούσαντες ἐπο‐ | |
10 | ρεύθημεν πρὸς τὸν ἀββᾶν Κυριακόν, ἀνηγγείλαμεν δὲ αὐτῶι καὶ ταῦτα. ὁ δὲ ἀββᾶς ἀκούσας ἐθαύμασεν καὶ εἶπεν· δόξα σοι, ὁ θεός, ὅτι πόσους ἁγίους κρυπτοὺς ἔχεις. ἀλλ’ ἀπέλθετε, τέκνα, καὶ ὡς εἶπεν ὑμῖν, οὕτως ποιήσατε. λαβόντες οὖν παράθεσιν ἐκ τοῦ ἁγίου γέροντος ἤλθομεν κατὰ τοῦ σπηλαίου καὶ κρούσαντες κατὰ τὸ ἔθος | |
15 | τῶν ἀναχωρητῶν καὶ μηδενὸς ἀποκριναμένου ὑπεισελθόντες εὕρομεν αὐτὴν τελειωθεῖσαν. μὴ ἔχοντες οὖν τὸ πῶς ἐνταφιάσαι καὶ θάψαι αὐτήν, ἀνελθόντες ἐν τῆι ἡμετέραι λαύραι τοῦ Σουκᾶ ἠνέγκαμεν πάντα τὰ πρὸς τὴν χρείαν καὶ κηδεύσαντες αὐτὴν ἐθάψαμεν ἐν τῶι σπηλαίωι ἀποφράξαντες τὴν θύραν ἐν λίθοις. ταῦτα ὁ ἀββᾶς Ἰωάννης | |
20 | διηγήσατο, ἅπερ ἀναγκαῖον ἡγησάμην, ὡς εἴρηται, γραφῆι παραδοῦ‐ ναι πρὸς κατάνυξιν μὲν τῶν ἀκουόντων καὶ ἐντυγχανόντων, δόξαν δὲ τῶι Χριστῶι τῶι παρέχοντι εἰς τέλος ὑπομονὴν τοῖς ἀγαπῶσιν αὐτόν· ἐπανακτέον δὲ τὸν λόγον πρὸς τὸν ἀββᾶν Κυριακόν. Πληρώσαντος γὰρ αὐτοῦ τὸν ὀκταετῆ χρόνον εἰς τὸν Σουσακεὶμ | |
25 | καὶ εἰς βαθὺ γῆρας ἐλάσαντος κατελθόντες οἱ τῆς λαύρας τοῦ Σουκᾶ πατέρες ἤγαγον αὐτὸν εἰς τὸ σπήλαιον τοῦ ἐν ἁγίοις Χαρίτωνος μετὰ τὴν τῶν Ὠριγενιαστῶν ἐκ τῆς Νέας λαύρας ἀναχώρησιν. ἐν ὧι σπηλαίωι διάγοντος αὐτοῦ ἐγὼ ὁ ταπεινὸς πυκνῶς παρέβαλλον αὐτῶι καὶ πολλὴν τῆι ψυχῆι μου ὠφέλειαν ἐκαρπούμην· ἦν δὲ πάνυ | |
30 | προβεβηκὼς τὸν ἑκατοστὸν ἕβδομον πληρώσας ἐνιαυτόν. ἦλθεν | |
γὰρ εἰς τὴν ἁγίαν πόλιν ἐτῶν δεκαοκτὼ καὶ ἔμεινεν πρὸς τὸν ἐν | 234 | |
235 | ἁγίοις Γεράσιμον ἔτη ἐννέα καὶ ἐν τῆι τοῦ μεγάλου Εὐθυμίου μονῆι ἔτη δέκα καὶ ἐποίησεν ἐν τῆι λαύραι τοῦ Σουκᾶ ἐν διαφόροις διαπρέψας διακονίαις ἔτη τριάκοντα ἐννέα καὶ ἐν τῆι ἐρήμωι τοῦ Νατουφᾶ σκίλλας ἐσθίων ἔτη πέντε καὶ ἐν τῶι Ῥουβᾶ ἔτη πέντε, ἡσύχασεν | |
5 | δὲ καὶ εἰς Σουσακεὶμ ἔτη ἑπτὰ καὶ εἰς τὸ σπήλαιον τοῦ ἐν ἁγίοις Χαρίτωνος ἔτη πέντε καὶ κατελθὼν πάλιν εἰς Σουσακεὶμ χρόνους ὀκτώ. πρὸ δύο χρόνων τῆς αὐτοῦ τελευτῆς κατελθόντες οἱ πατέρες ἤγαγον αὐτὸν πολλαῖς χρησάμενοι παρακλήσεσιν εἰς τὸ τοῦ μακαρίου Χαρίτωνος σπήλαιον πάνυ, ὡς εἴρηται, προβεβηκότα. καὶ τοσοῦτος | |
10 | γηραλέος ὢν στερρὸς ὑπῆρχεν καὶ πρόθυμος καὶ ἱστάμενος εἰς τὸν κανόνα τῆς ψαλμωιδίας καὶ τοὺς εἰσερχομένους πρὸς αὐτὸν ὑπηρέτει ἰδίαις χερσίν. καὶ οὐδὲ ὅλως ἠτόνει, ἀλλὰ πάντα ἴσχυεν ἐν τῶι ἐν‐ δυναμοῦντι αὐτὸν Χριστῶι. ἦν δὲ ὁ ἀνὴρ πρᾶος καὶ εὐπρόσιτος, προφητικὸς διδασκαλικὸς ὀρθοδοξότατος, τῶι σώματι εὐμεγέθης | |
15 | καὶ γενναῖος καὶ ἀσινῆ πάντα ἔχων τὰ μέλη. καὶ ἦν ἀληθῶς πλήρης χάριτος καὶ πνεύματος ἁγίου. Μετὰ οὖν πολλὰς ἡμέρας ἀσθενείαι σωματικῆι περιπεσὼν προσκα‐ λεσάμενος πάντας τοὺς πατέρας τῆς λαύρας καὶ τούτους ἀσπασά‐ μενος ἐκοιμήθη ἐν εἰρήνηι παραδοὺς τὸ πνεῦμα τῶι κυρίωι, κομι‐ | |
20 | σάμενος παρ’ αὐτοῦ τὸν τῆς δικαιοσύνης στέφανον, ὃν ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν. καὶ νῦν ἐστιν ἐν τῆι ἀναπαύσει πάντων τῶν δικαίων πρεσβεύων ὑπὲρ ἡμῶν, ὅπως καὶ ἡμεῖς ἀκολουθήσαντες τοῖς ἴχνεσιν αὐτοῦ τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν ἐν Χριστῶι Ἰησοῦ | |
τῶι κυρίωι ἡμῶν, ὧι ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. ἀμήν. | 235 |