TLG 2877 003 :: CYRILLUS :: Vita Joannis Hesychastae CYRILLUS Biogr. Vita Joannis Hesychastae Citation: Page — (line) | ||
201(1t) | ΒΙΟΣ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ | |
2t | ΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΑΙ ΗΣΥΧΑΣΤΟΥ ΤΗΣ ΛΑΥ‐ | |
---|---|---|
3t | ΡΑΣ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΑΒΑ | |
4 | Πρῶτον προτίθημι τῶι λόγωι τὸν ἀββᾶν Ἰωάννην τὸν τῆς λαύρας | |
5 | τοῦ μακαρίου Σάβα ἡσυχαστὴν ὡς καὶ τῶι χρόνωι καὶ τῆι τοῦ βίου λαμπρότητι τῶν ἄλλων ἁπάντων προτερεύοντα. οὗτος τοίνυν ὁ πεφωτισμένος πατὴρ ἡμῶν Ἰωάννης ὁρμᾶται μὲν ἐκ τῆς κατὰ Ἀρμε‐ νίαν Νικοπόλεως γονέων γεγονὼς Ἐγκρατίου καὶ Εὐφημίας ὀνο‐ μαζομένων, πλούτωι δὲ καὶ περιφανείαι γένους κομώντων καὶ ἐν | |
10 | πολλαῖς ἀρχαῖς πολιτικαῖς διαπρεψάντων ἔν τε στρατηγίαις καὶ δη‐ μαγωγίαις καὶ δυναστείαις ἐν βασιλικαῖς αὐλαῖς, περὶ ὧν πλεῖστα προβάλλονται διηγήματά τε καὶ κατορθώματα οἵ τε Βυζαντίων καὶ Ἀρμενίων παῖδες. ἅπερ ἵνα μὴ ἐκ προοιμίων κόρον τῶι διηγήματι ἐμποιήσω, ἑκὼν ὑπερβήσομαι, ἐκεῖνα μόνα περὶ αὐτοῦ διηγούμενος | |
15 | τὰ πᾶσιν σχεδὸν πρόδηλα τοῖς αὐτὸν ἐπισταμένοις. Τοιγαροῦν ἐγεννήθη, ὡς αὐτός μοι διηγήσατο, κατὰ τὴν ὀγδόην τοῦ Ἰαννουαρίου μηνὸς τῆς ἑβδόμης ἰνδικτιόνος τῶι τετάρτωι ἔτει τῆς Μαρκιανοῦ τοῦ θεοφιλοῦς βασιλείας· καὶ Χριστιανῶν ὄντων τῶν γεγεννηκότων Χριστιανικῶς ἀνήγετο σὺν τοῖς ἑαυτοῦ ἀδελφοῖς, | |
20 | χρόνου δὲ τινὸς διελθόντος καὶ τῶν γονέων ἐν Χριστῶι τελειωθέντων καὶ τῆς γονικῆς οὐσίας διανεμηθείσης ὁ θεοφόρος οὗτος ἀνὴρ τῶι θεῶι ἑαυτὸν ἀφιέρωσεν καὶ οἰκοδομήσας ἐν αὐτῆι τῆι Νικοπόλει | |
ἐκκλησίαν τῆι πανυμνήτωι θεοτόκωι καὶ ἀειπαρθένωι Μαρίαι ἀπε‐ | 201 | |
202 | τάξατο τοῖς τοῦ βίου πράγμασιν τῶι ὀκτωκαιδεκάτωι τῆς ἑαυτοῦ ἡλικίας χρόνωι καὶ προσλαβόμενος δέκα ἀδελφοὺς θέλοντας σωθῆναι κοινόβιον αὐτόθι συνεστήσατο. ἐν παντὶ δὲ τῶι τῆς ἑαυτοῦ νεότητος χρόνωι πολλὴν ἐτίθετο σπουδὴν γαστρός τε κρατεῖν καὶ τύφου περι‐ | |
5 | φρονεῖν, γινώσκων ὅτι ὁ μὲν τῆς γαστρὸς κόρος οὔτε ἀγρυπνεῖν οἶδεν οὔτε σωφρονεῖν καὶ ὁ τῦφος ἠρεμεῖν οὐκ ἀνέχεται, ἡ δὲ ἄσκησις ἄνευ γρηγορήσεως καὶ ἁγνείας καὶ ταπεινοφροσύνης κατορθωθῆναι οὐ δύναται. οὕτως αὐτὸς μὲν ἐν νεαζούσηι ἡλικίαι ἠγωνίζετο καὶ τὸν νοῦν ἀμετεώριστον φυλάττειν καὶ τὸν λόγον ἀκατάγνωστον ἠρτυ‐ | |
10 | μένον τῶι θείωι ἅλατι, τοὺς δὲ ὑπ’ αὐτὸν λόγωι καὶ ἔργωι πρὸς τὴν πολιτείαν τῆς ἀσκήσεως μετερύθμιζεν, μήτε καταφορτίζων αὐτοὺς τῶι τοῦ κανόνος ζυγῶι νεοπαγεῖς ὄντας μήτε μὴν ἀπόνους αὐτοὺς μένειν συγχωρῶν καὶ ἀγυμνάστους, ἀλλὰ κατὰ βραχὺ ἄγων αὐτοὺς καὶ θείοις ἀρδεύων νάμασιν καρποφορεῖν ἀξίως τῆς κλήσεως πα‐ | |
15 | ρεσκεύαζεν. Τοῦ μέντοι εἰκοστοῦ ὀγδόου τῆς αὐτοῦ ἡλικίας χρόνου εἰσεληλυ‐ θότος καὶ τῆς ἐν αὐτῶι ἀπαστραπτούσης χάριτος πάντοσε διαθεούσης ὁ τῆς Σεβαστείας μητροπολίτης ὑπό τε τῆς περὶ αὐτοῦ φήμης δυσω‐ πηθεὶς καὶ ὑπὸ τῶν τῆς Κολωνίας λεγομένης πόλεως παρακληθεὶς | |
20 | οἰκητόρων ὡς ἐπὶ ἄλλωι πράγματι τοῦτον μεταπεμψάμενος ἤδη τὴν τῶν ἐκκλησιαστικῶν βαθμῶν ἀκολουθίαν διεξελθόντα χειροτονεῖ αὐτὸν ἐπίσκοπον τῆς εἰρημένης πόλεως, τοῦ αὐτῆς ἐπισκόπου τελευ‐ τήσαντος. καὶ οὕτως τὴν ἀρχιερωσύνην ἀκουσίως δεξάμενος τὸν κανόνα τῆς μοναχικῆς πολιτείας οὐκ ἐνήλλαξεν, ἀλλ’ ἐν τῶι ἐπισκο‐ | |
25 | πείωι ὡς ἐν μοναστηρίωι ἠγωνίζετο, κεχρημένος μάλιστα τῆι ἀλουσίαι, εὐλαβούμενος οὐ μόνον παρ’ ἑτέρου ὁραθῆναι ἀλλὰ καὶ μὴ ἑαυτὸν γυμνὸν θεωρεῖν, ἐνθυμούμενος τὴν τοῦ Ἀδὰμ γύμνωσιν καὶ τὰ ἐν | |
ἐκείνωι τῶι μέρει γεγραμμένα, καὶ ὑπετίθετο μίαν εἶναι τῶν μεγίστων | 202 | |
203 | ἀρετῶν τὸ κεχρῆσθαι τῆι ἀλουσίαι καὶ ἁπλῶς εἰπεῖν πᾶσιν τρόποις ἐποιεῖτο σπουδὴν εὐαρεστῆσαι τῶι θεῶι ἔν τε νηστείαις καὶ προσευ‐ χαῖς καὶ ἁγνότητι σώματος καὶ καρδίας καθαρότητι, λογισμοὺς ἀεὶ καθαιρῶν καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ. | |
5 | οὐ μὴν ἀλλὰ καὶ ὁ ἀδελφὸς αὐτοῦ Περγάμιος παρ’ ἑκατέρωι βασιλεῖ Ζήνωνι καὶ Ἀναστασίωι εὐδοκιμήσας καὶ ἀρχὰς πλείστας πολιτικὰς διανύσας ὑπὸ τῆς αὐτοῦ ἀρετῆς φωτιζόμενος πολλὴν ἐτίθετο σπουδὴν εὐαρεστῆσαι τῶι θεῶι. ἀλλὰ μὴν καὶ ὁ ἀδελφιδοῦς αὐτοῦ Θεόδωρος ὁ ἐνδοξότατος ἀντιγραφεὺς τὴν τοῦ ἐν ἀρεταῖς γηράσαντος θείου | |
10 | αὐτοῦ ἀκοὴν δεχόμενος καὶ τὴν ψυχὴν διὰ τῆς ἀκοῆς φωτιζόμενος μεγάλως εὐηρέστει τῶι θεῶι μετὰ παντὸς τοῦ οἴκου αὐτοῦ. ὅστις Θεόδωρος παρὰ πάσηι νῦν τῆι συγκλήτωι καὶ τῶι εὐσεβεστάτωι ἡμῶν βασιλεῖ Ἰουστινιανῶι ἐπί τε συνέσει καὶ σεμνότητι βίου καὶ ὀρθῆι πίστει καὶ συμπαθείαι καὶ ἐλεημοσύνηι θαυμάζεται. καὶ ταῦτα μὲν | |
15 | ὕστερον· ἐγὼ δὲ ἐπὶ τὴν ἀκολουθίαν τοῦ χρόνου ἐπανέρχομαι. Τούτου τοίνυν τοῦ θεσπεσίου Ἰωάννου ἐννέα χρόνους ἐν τῆι ἐπι‐ σκοπῆι διατελέσαντος συνέβη τὸν ἄνδρα τῆς ἀδελφῆς αὐτοῦ Μαρίας Πασίνικον καλούμενον τὴν τῶν Ἀρμενίων διέπειν ἀρχήν· ὅστις ἐξ ἐνεργείας σατανικῆς ἐπεχείρει ζημιοῦν καὶ ταράσσειν τὴν τούτωι | |
20 | ἐγχειρισθεῖσαν ἐκκλησίαν, τοῖς μὲν οἰκονομοῦσιν αὐτὴν μὴ συγχωρῶν τὴν δέουσαν ποιεῖσθαι φροντίδα τῶν ἐκκλησιαστικῶν πραγμάτων, τοὺς δὲ τοῖς αὐτῆς ὅροις προσφεύγοντας μετὰ βίας ἀποσπῶν καὶ τὴν τῶν ὅρων λύων ἀσυλίαν. καὶ πλειστάκις παρακαλούμενος καὶ διὰ τοῦ λόγου τοῦ θεοῦ νουθετούμενος χειρότερος ἀνεδείκνυτο Μαρίας τῆς | |
25 | ἀδελφῆς αὐτοῦ ἤδη τελευτησάσης. ἐντεῦθεν οὖν θλίψει δεινοτάτηι περιπεσὼν ὁ δίκαιος ἀναγκάζεται ἐπὶ Κωνσταντινούπολιν ἀνελθεῖν. | |
καὶ δὴ γεγονὼς αὐτόθι καὶ τὰ συμφέροντα τῆι αὐτοῦ ἐκκλησίαι δια‐ | 203 | |
204 | νύσας περὶ τὸ τέλος τῆς βασιλείας Ζήνωνος Εὐφημίου τοῦ ἀρχιεπισκό‐ που Κωνσταντινουπόλεως ὑπεραγωνισαμένου αὐτοῦ θεάρεστον βου‐ λεύεται βουλὴν ἐπὶ τὴν ἁγίαν πόλιν ἀναχωρῆσαι καὶ καθ’ ἑαυτὸν ἡσυχάσαι ἀπὸ τῶν τοῦ βίου πραγμάτων. καὶ ἀπολύσας τοὺς σὺν | |
5 | αὐτῶι πρεσβυτέρους τε καὶ κληρικοὺς μετὰ τῶν ἀνυσθέντων θείων κελεύσεων καὶ λαθὼν ἅπαντας καὶ μονώτατος ἐπιβὰς πλοίωι ἦλθεν εἰς Ἱεροσόλυμα καὶ καταμένει ἐν τῶι πρὸ τῆς ἁγίας πόλεως γηροκομείωι τῶι ὑπὸ τῆς μακαρίας κτισθέντι Εὐδοκίας, ἐν ὧι γηροκομείωι εὐκτήριόν ἐστιν τοῦ ἁγίου μάρτυρος Γεωργίου. καὶ | |
10 | γεγονὼς ἐν αὐτῶι καὶ κοσμικὴν ὄχλησιν αὐτόθι θεασάμενος ἐλυπήθη κατὰ διάνοιαν καὶ παρεκάλει τὸν θεὸν μετὰ δακρύων ὁδηγηθῆναι αὐτὸν εἰς τόπον εὐάρεστόν τε καὶ ἥσυχον καὶ πρὸς τὸ σωθῆναι ἐπιτήδειον. Ὡς οὖν ἐν τῶι εἰρημένωι γηροκομείωι διέμεινεν ὁ τίμιος πατὴρ | |
15 | ἡμῶν Ἰωάννης ταῖς πρὸς θεὸν δεήσεσιν διανυκτερεύων ἐπὶ χρόνον ἱκανὸν ἐν μιᾶι νυκτὶ ἀναπατῶν μόνος εἰς τὸ τοῦ γηροκομείου μεσίαυλον καὶ εἰς τὸν οὐρανὸν ἀναβλέψας θεωρεῖ ἄφνω ἀστέρα φωτὸς σταυροῦ τύπον ἔχοντα ἐρχόμενον ἐπ’ αὐτὸν καὶ ἀκούει φωνῆς λεγούσης ἐκ τοῦ φωτὸς ἐκείνου· εἰ θέλεις σωθῆναι, ἀκολούθει τῶι φωτὶ τούτωι. | |
20 | καὶ πιστεύσας ἐξῆλθεν εὐθέως καὶ τῶι φωτὶ ἐκείνωι ἠκολούθει καὶ τοῦ φωτὸς ὁδηγοῦντος ἦλθεν εἰς τὴν Μεγίστην λαύραν τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Σάβα Σαλουστίου τὸ τηνικαῦτα ἱεραρχοῦντος τῆς Ἱερο‐ σολυμιτῶν ἐκκλησίας ἐπὶ τῆς τεσσαρεσκαιδεκάτης ἰνδικτιόνος τῶι τριακοστῶι ὀγδόωι τῆς αὐτοῦ ἡλικίας χρόνωι, ἐν ὧι χρόνωι ἡ μὲν | |
25 | θεόκτιστος ἐκκλησία τῆς Μεγίστης ἐνεκαινίσθη λαύρας, ὁ δὲ Ἀνα‐ | 204 |
205 | στάσιος τὴν βασιλείαν Ζήνωνος τελευτήσαντος διεδέξατο, καθὼς τῆς αὐτοῦ ἀκήκοα διηγουμένης γλώσσης, γεγονὼς τοίνυν εἰς τὴν Μεγίστην λαύραν εὗρεν τὸν μακαρίτην Σάβαν συνοδίαν ἑκατὸν πεντήκοντα ἀναχωρητῶν περιποιησάμενον, ἐν πολλῆι μὲν τῶν σωματικῶν διαγόν‐ | |
5 | των πτωχείαι, τοῖς δὲ πνευματικοῖς πλουτούντων χαρίσμασιν. ὁ μὲν οὖν μακαρίτης Σάβας τοῦτον δεξάμενος παραδίδωσιν τῶι οἰκονόμωι τῆς λαύρας ὡς ἕνα τῶν ἀρχαρίων ἐπιτάσσεσθαι καὶ διακονεῖν, ἀγνοῶν τὸν ἐν αὐτῶι θησαυρόν. μὴ θαυμαζέτω δέ τις ὅτι ἀπεκρύβη τῶι γέροντι Σάβαι ὁ θησαυρὸς τῶν Ἰωάννου κατορθωμάτων, ἀλλὰ μᾶλλον | |
10 | λογιζέσθω ὁ τοιοῦτος ὅτι ὅταν βουληθῆι ὁ θεὸς ἀποκαλύψαι τοῖς ἁγίοις αὐτοῦ, προφῆταί εἰσιν, ὅταν δὲ ἀποκρύψαι θελήσηι, καθ’ ὁμοιότητα πάντων ὁρῶσιν. καὶ μαρτυρεῖ μοι τῶι λόγωι, ὁ προφήτης Ἐλισαῖος λέγων περὶ τῆς Σουμανίτιδος ὅτι κατώδυνός ἐστιν ἡ ψυχὴ αὐτῆς καὶ κύριος ἀπέκρυψεν ἀπ’ ἐμοῦ. | |
15 | Ὁ δέ γε θεσπέσιος Ἰωάννης πᾶσαν ἐπλήρου ὑπακοὴν τῶι τε οἰκονό‐ μωι καὶ τοῖς λοιποῖς πατράσιν μετὰ πάσης ταπεινοφροσύνης καὶ προ‐ θυμίας ὑπηρετῶν, ὕδωρ ἐκ τοῦ χειμάρρου ἀναφέρων μαγειρεύων τε τοῖς οἰκοδόμοις καὶ ὑπουργῶν αὐτοῖς ἔν τε λίθοις καὶ ταῖς λοιπαῖς τῆς οἰκοδομῆς ὑπουργίαις, ἡνίκα τὸ τῆς λαύρας ξενοδοχεῖον ἐκτίζετο. | |
20 | τῶι μέντοι δευτέρωι τῆς αὐτοῦ ἐν τῆι λαύραι παρουσίας χρόνωι τοῦ Καστελλίου καθαρισθέντος ἐκ τῆς τῶν δαιμόνων οἰκήσεως, ὡς ἤδη μοι εἴρηται εἰς τὸν περὶ τοῦ ἐν ἁγίοις Σάβα βίον, πολλὰ μετὰ τοῦ πατρὸς ἡμῶν Σάβα κεκοπίακεν αὐτόθι σὺν ἄλλοις τισίν, ὡς αὐτός μοι διηγήσατο, ἡνίκα καὶ ὁ ἐν ἁγίοις ἀββᾶς Μαρκιανὸς κατὰ θείαν ἀπο‐ | |
25 | κάλυψιν ἀπέστειλεν αὐτοῖς τροφὰς πεινῶσιν καὶ μηδενὸς τῶν πρὸς τροφὴν ἐπιτηδείων εὐποροῦσιν. τοῦ δὲ καιροῦ τῆς ἀλλαγῆς τῶν δια‐ κονιῶν φθάσαντος ἐπὶ τῆς πρώτης ἰνδικτιόνος ὁ προβληθεὶς οἰκονόμος | |
τοῦτον τὸν μέγαν φωστῆρα ξενοδόχον προβάλλεται καὶ μάγειρον, καὶ | 205 | |
206 | ταύτην μετὰ προθυμίας καὶ χαρᾶς τὴν διακονίαν δεξάμενος πάντας τοὺς πατέρας ταῖς ὑπουργίαις ἐθεράπευεν δουλεύων ἑκάστωι μετὰ πάσης ταπεινοφροσύνης καὶ ἐπιεικείας. καὶ ταύτην αὐτοῦ ἐκτελοῦντος τὴν διακονίαν συνέβη κτίζεσθαι τὸ κατὰ βορρᾶν ἔξω τῆς λαύρας | |
5 | κοινόβιον πρὸς τὸ ἐκεῖσε τοὺς ἀποτασσομένους τῶι βίωι τὴν μοναχι‐ κὴν πρότερον εἰς αὐτὸ παιδεύεσθαι ἀκρίβειαν, εἶθ’ οὕτως εἰς τὴν λαύραν οἰκεῖν τὸν κοινοβιακὸν κανόνα ἀκριβῶς διδαχθέντας, τοῦ μακαρίου Σάβα διαβεβαιουμένου καὶ λέγοντος ὅτι ὥσπερ ἄνθος προ‐ ηγεῖται καρποφορίας, οὕτως ὁ κοινοβιακὸς βίος τοῦ ἀναχωρητικοῦ | |
10 | προηγεῖται. τούτου τοίνυν κτιζομένου τοῦ κοινοβίου ἠναγκάζετο ὁ δίκαιος οὗτος ἀνὴρ ξενοδόχος τυγχάνων πρὸς ταῖς ἄλλαις τοῦ ξενοδοχείου ὑπουργίαις μαγειρεύειν τοῖς τεχνίταις καὶ δεύτερον ἀχθοφορεῖν καὶ βαστάζειν τά τε ἑψητὰ καὶ τὰ λοιπὰ ἀναλώματα καὶ τοῖς κοπιῶσιν ἀποκομίζειν ὡς ἐπὶ δέκα σταδίοις ἀπέχοντας τοῦ ξενο‐ | |
15 | δοχείου. τοῦ δὲ ἐνιαυτοῦ τῆς τοιαύτης πληρωθέντος διακονίας καὶ πάντων τῶν πατέρων οἰκοδομηθέντων εἴς τε τὴν αὐτοῦ κατάστασιν καὶ σεμνότητα καὶ πνευματικὴν σύνεσιν δίδωσιν αὐτῶι ὁ πατὴρ ἡμῶν Σάβας κελλίον πρὸς τὸ ἡσυχάσαι. Ὁ μὲν οὖν τιμιώτατας Ἰωάννης τὸ κελλίον λαβὼν καὶ ἐπιτραπεὶς | |
20 | ἡσυχάσαι ἔμεινεν τρεῖς χρόνους τὰς πέντε τῆς ἑβδομάδος ἡμέρας μήτε φαινόμενος ἀνθρώπωι τὸ παράπαν μήτε τινὸς μεταλαμβάνων, τῶι μέντοι σαββάτωι καὶ τῆι κυριακῆι πρὸ πάντων εἰσήρχετο ἐν τῆι ἐκκλησίαι καὶ πάντων ἐξήρχετο ὕστερος, ἐμβριθῶς καὶ μετὰ φόβου καὶ πάσης εὐλαβείας ἱστάμενος εἰς τὸν τῆς ψαλμωιδίας κανόνα κατὰ | |
25 | τὸ ἐν ψαλμοῖς εἰρημένον δουλεύσατε τῶι κυρίωι ἐν φόβωι καὶ ἀγαλλιᾶσθε αὐτῶι ἐν τρόμωι. τοσαύτη δὲ αὐτῶι προ‐ σῆν κατάνυξις, ὥστε δακρύειν αὐτὸν σφοδρῶς ἐν τῶι καιρῶι τῆς | |
ἀναιμάκτου θυσίας καὶ μὴ ἰσχύειν ἑαυτοῦ κρατῆσαι εἰς τὸ τοὺς | 206 | |
207 | ὁρῶντας πατέρας τὴν τῶν δακρύων χάριν ἐκπλήττεσθαι καὶ δοξάζειν τὸν τῶν ἀγαθῶν δοτῆρα θεόν. τοῦ τοίνυν τριετοῦς χρόνου πληρω‐ θέντος ἐγχειρίζεται τὴν τῆς λαύρας οἰκονομίαν καὶ συνήργει αὐτῶι ὁ θεὸς ἐν πᾶσιν καὶ εὐλογήθη ἡ λαύρα καὶ ἐπληθύνθη ἡ συνοδία | |
5 | ἐπὶ τῆς διακονίας αὐτοῦ. πληρώσαντα δὲ τὴν διακονίαν ἠβουλήθη ὁ μακάριος Σάβας χειροτονῆσαι αὐτὸν ὡς ἐνάρετον καὶ τέλειον μονα‐ χὸν καὶ λαβὼν αὐτὸν εἰς τὴν ἁγίαν πόλιν ἐπὶ τῆς ἕκτης ἰνδικτιόνος προσήγαγεν τῶι μακαρίτηι Ἡλίαι τῶι ἀρχιεπισκόπωι καὶ τὰς αὐτοῦ ἀρετὰς διηγησάμενος παρεκάλει χειροτονηθῆναι αὐτὸν πρεσβύτερον. | |
10 | καὶ ὁ μὲν ἀρχιεπίσκοπος τὰ κατ’ αὐτὸν ἀκούσας προέρχεται εἰς τὸ ἅγιον Κρανίον βουλόμενος αὐτὸν ἰδίαις χειροτονῆσαι χερσίν, ὁ δὲ μέγας οὗτος πατὴρ κρατηθεὶς πρὸς τὸ μὴ δύνασθαι ἐκφυγεῖν μετὰ τῆς προσούσης αὐτῶι συνέσεως εἶπεν τῶι ἀρχιεπισκόπωι· τίμιε πάτερ, ἐπειδὴ τινά μοι ἔπταισται, παρακαλῶ κατ’ ἰδίαν τοῖς μακαριω‐ | |
15 | τάτοις ὑμῖν ἀναθέσθαι καὶ εἰ νομίσητέ με ἄξιον εἶναι, δέχομαι τὴν χειροτονίαν. καὶ λαβὼν αὐτὸν ἐπὶ τὴν ἄνοδον τοῦ ἁγίου Γολγοθᾶ κατ’ ἰδίαν λέγει· φεῖσαι τῆς ζωῆς μου δέομαι τῆς σῆς ἁγιότητος καὶ μηδενὶ τὸ μυστήριον ἐξαγγείληις, ἵνα μὴ τῆς χώρας ταύτης ὑποχωρήσω. τοῦ δὲ πληροφορήσαντος αὐτὸν λέγει· ἐγώ, πάτερ, | |
20 | τῆσδε τῆς πόλεως ἐπίσκοπος κεχειροτόνημαι, ἀλλὰ διὰ τὸ πληθυν‐ θῆναι τὴν ἀνομίαν ἐμάκρυνα φυγαδεύων καὶ ηὐλίσθην ἐν τῆι ἐρήμωι προσδεχόμενος τὴν τοῦ θεοῦ ἐπισκοπήν. δίκαιον δὲ ἡγησάμην, ὡς ἔτι εἰμὶ ἐν τῆι ἰσχύι τοῦ σώματος, διακονῆσαι καὶ δουλεῦσαι τοῖς πατράσιν, ἵνα ὅταν ἀτονήσω, ἀκατάκριτος ἔσωμαι ὑπὸ ἄλλων δια‐ | |
25 | κονούμενος. καὶ ταῦτα ἀκούσας ὁ ἀρχιεπίσκοπος καὶ θαυμάσας καλεῖ τὸν μακάριον Σάβαν καὶ λέγει· τινά μοι ἐθάρρησεν καὶ ἀδύνατόν ἐστιν χειροτονηθῆναι αὐτόν, ἀλλ’ ἀπὸ τῆς σήμερον ἡμέρας ἡσυχάσει | |
μηδενὸς ἐνοχλοῦντος αὐτῶι. καὶ ὁ μὲν ἀρχιεπίσκοπος ταῦτα μόνον | 207 | |
208 | εἰρηκὼς ἀπέλυσεν αὐτούς, ὁ δὲ μακαρίτης Σάβας λυπηθεὶς κατὰ διάνοιαν ἀνεχώρησεν ὡς ἀπὸ τριάκοντα σταδίων τῆς Μεγίστης αὐτοῦ λαύρας ἐκ δυσμῶν τοῦ Καστελλίου εἰς σπήλαιον, ἔνθα μετὰ ταῦτα κοινόβιον συνεστήσατο, καὶ ῥίψας ἑαυτὸν ἐνώπιον τοῦ θεοῦ ἔλεγεν | |
5 | μετὰ δακρύων· ἵνα τί, κύριε, τοσοῦτόν με ὑπερεῖδες, ὥστε με ἀπατη‐ θῆναι καὶ νομίσαι ἄξιον εἶναι ἱερωσύνης τὸν Ἰωάννην; καὶ νῦν, δέσποτα κύριε, φανέρωσόν μοι τὰ κατ’ αὐτόν, ὅτι περιλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου, εἰ τὸ σκεῦος τὸ ὑπ’ ἐμοῦ νομισθὲν ἡγιασ‐ μένον τε καὶ εὔχρηστον καὶ τῆς τοῦ θείου μύρου ὑποδοχῆς ἄξιον | |
10 | ἄχρηστον ἐνώπιον τῆς σῆς μεγαλωσύνης καθέστηκεν. ἐν τούτοις καὶ τοῖς τοιούτοις μετὰ δακρύων λόγοις διανυκτερεύοντι τῶι ἀββᾶι Σάβαι ἀγγελική τις μορφὴ φαίνεται λέγουσα· οὐκ ἄχρηστον, ἀλλ’ ἐκλογῆς σκεῦος ὁ Ἰωάννης ἐστίν, ἐπίσκοπος δὲ ἤδη χειροτονηθεὶς πρεσβύτερος γενέσθαι οὐ δύναται. καὶ ἕως μὲν τούτου ἡ ὀπτασία· | |
15 | ὁ δὲ πατὴρ ἡμῶν Σάβας ἐν συνηθείαι ὢν θεοφανείας τε καὶ ἀγγελικῆς ὀπτασίας οὐκ ἐδειλίασεν, ἀλλὰ περιχαρὴς γενόμενος ἦλθεν εἰς τὴν κέλλαν τοῦ θείου Ἰωάννου καὶ περιπτυξάμενος αὐτὸν ἔλεγεν· ὦ πάτερ Ἰωάννη, σὺ μὲν τὴν ἐπὶ σὲ τοῦ θεοῦ δωρεὰν ἀπέκρυψας ἀπ’ ἐμοῦ, ὁ δὲ κύριος ἐφανέρωσέν μοι. καὶ ὁ μὲν θεσπέσιος Ἰωάννης | |
20 | εἶπεν· περίλυπός εἰμι, πάτερ· οὐ γὰρ ἐβουλόμην τινὰ τοῦτο γινώσκειν τὸ μυστήριον. καὶ νῦν οὐ μὴ δυνήσομαι εἰς τὴν χώραν ταύτην οἰκῆσαι. ὁ δὲ γέρων ὑπέσχετο διὰ τοῦ λόγου τοῦ θεοῦ μηδενὶ τὸ σύνολον τοῦτο ἀπαγγεῖλαι, καὶ ἀπὸ τότε ἡσύχαζεν εἰς τὸ κελλίον αὐτοῦ μήτε εἰς τὴν ἐκκλησίαν προερχόμενος μήτε τινὶ τὸ σύνολον συντυγχάνων | |
25 | παρεκτὸς τοῦ διακονοῦντος αὐτῶι ἐπὶ τέσσαρας χρόνους πλὴν τῆς ἡμέρας τοῦ ἐγκαινισμοῦ τοῦ γεγονότος ἐν τῆι λαύραι ἐπὶ τῆς ἐνάτης | |
ἰνδικτιόνος τοῦ σεβασμίου οἴκου τῆς παναγίας θεοτόκου καὶ ἀειπαρ‐ | 208 | |
209 | θένου Μαρίας. τότε γὰρ μόνον τὸν ἀρχιεπίσκοπον Ἡλίαν εἰς τὸν ἐγκαινισμὸν παραγεγονότα ἠναγκάσθη ἐξελθεῖν καὶ ἀσπάσασθαι. ὅστις πατριάρχης συντυχὼν αὐτῶι καὶ ἐρασθεὶς τῆς πνευματικῆς αὐτοῦ συνέσεως καὶ γλυκείας ἐντεύξεως ἐν τιμῆι εἶχεν αὐτὸν πάντα | |
5 | τὸν τῆς ἱεραρχίας αὐτοῦ χρόνον. Τοῦ δὲ τετραετοῦς χρόνου πληρωθέντος καὶ τοῦ μακαρίου Σάβα τῆς λαύρας ὑποχωρήσαντος ἐπὶ τὰ μέρη Σκυθοπόλεως διὰ τὴν ἀκα‐ ταστασίαν τῶν εἰς ὕστερον τὴν Νέαν λαύραν οἰκησάντων ὁ τιμιώτατος οὗτος Ἰωάννης φεύγων τὸ τῆς ἀταξίας συνέδριον ἀνεχώρησεν εἰς | |
10 | τὴν ἔρημον τοῦ Ῥουβᾶ τῶι πεντηκοστῶι τῆς αὐτοῦ ἡλικίας χρόνωι ἐπὶ τῆς ἑνδεκάτης ἰνδικτιόνος, ἡσύχασεν δὲ αὐτόθι ἐν σπηλαίωι χρόνους ἓξ πάσης ἀνθρωπίνης συναναστροφῆς ἀφιστῶν ἑαυτόν, ὁμιλεῖν τῶι θεῶι ἐπιποθῶν ἐν ἡσυχίαι καὶ τὸ τῆς διανοίας ὀπτικὸν τῆι μακρᾶι φιλοσοφίαι ἐκκαθᾶραι πρὸς τὸ ἀνακεκαλυμμένωι προσώ‐ | |
15 | πωι τὴν δόξαν κυρίου κατοπτρίζεσθαι, πᾶσαν σπουδὴν ποιούμενος ἀπὸ δόξης εἰς δόξαν προκόπτειν τῆι τῶν κρειττόνων ἐπιθυμίαι. δι’ ἡμερῶν δὲ δύο ἢ τριῶν τῆι φυσικῆι τοῦ σώματος χρείαι συγκα‐ ταβαίνων ἐξήρχετο τοῦ σπηλαίου καὶ περιήιει τὴν ἔρημον συλλογῆς ἕνε‐ κεν τῶν αὐτομάτως φυομένων μελαγρίων, ἐξ ὧν οἱ κατὰ τὴν ἔρημον | |
20 | τρέφονται ἀναχωρηταί. ἐν μιᾶι δὲ τῶν ἡμερῶν ἐν ἀρχῆι τῆς αὐτόθι διαγωγῆς, πρὶν ἐν πείραι τῆς αὐτῆς γένηται ἐρήμου, ἐξελθὼν ἐπὶ τὴν εἰρημένην συλλογὴν καὶ τὴν ὁδὸν πλανηθεὶς εἰς ἀνοδίους κρημνοὺς περιέπεσεν καὶ μὴ εὑρὼν διὰ ποίας ὁδοῦ εἰς τὸ σπήλαιον ἀνακάμψηι, μήτε μὴν ἰσχύων βαδίσαι ἔπεσεν ὀλιγοψυχήσας. καὶ ἰδοὺ ἄφνω τῆι | |
25 | ἐπισκοπῆι τῆς θείας δυνάμεως μετάρσιος γεγονὼς κατὰ τὸν προφήτην, | 209 |
210 | ὡς οἶμαι, Ἀμβακοὺμ εὑρέθη εἰς τὸ ἴδιον σπήλαιον. τοῦ δὲ χρόνου προβαίνοντος ἐν πείραι τῆς πανερήμου ἐκείνης γεγονὼς καὶ τὸν τόπον καταμαθὼν ὅθεν μετάρσιος ἀπηνέχθη, εὗρεν τὸ διάστημα μιλίων πέντε. | |
5 | Ἀδελφός τις ἐλθὼν εἰς τὸν Ῥουβᾶν ἔμεινεν παρ’ αὐτῶι χρόνον ὀλίγον τὸν ἀναχωρητικὸν βίον σὺν αὐτῶι μετερχόμενος. ὅστις ἀδελφὸς κόρον μᾶλλον λαβὼν τῆς τοιαύτης φιλοσοφίας λέγει τῶι γέροντι ἤδη τῆς τοῦ πάσχα ἑορτῆς ἐγγιζούσης· ἀνέλθωμεν δὴ εἰς τὴν λαύραν, πάτερ, καὶ τὴν τοῦ πάσχα ἑορτὴν μετὰ τῶν πατέρων ἐπιτελέσωμεν, | |
10 | ὅτι οὐδὲν ἐνταῦθα βρώσιμον ἔχομεν πλὴν τῶν μελαγρίων τούτων. ὁ δὲ θεσπέσιος Ἰωάννης οὐκ ἐβούλετο ἀνελθεῖν ἐκεῖσε τοῦ πατρὸς ἡμῶν Σάβα μὴ ὄντος, ἀλλὰ τῆς λαύρας ὑποχωρήσαντος, ὡς εἴρηται, τὸν μέντοι κατεπειγόμενον ἀδελφὸν ἐνουθέτει λέγων· ἡσυχάσωμεν, ἀδελφέ, καὶ πιστεύσωμεν ὅτι ὁ ἐν ἐρήμωι ἑξακοσίας χιλιάδας δια‐ | |
15 | θρέψας ἐπὶ τεσσαράκοντα χρόνους αὐτὸς καὶ ἡμᾶς οὐ μόνον τοῖς ἀναγκαίοις, ἀλλὰ καὶ τοῖς περιττοῖς διαθρέψειεν. αὐτὸς γὰρ εἴρηκεν· οὐ μή σε ἀνῶ οὐδ’ οὐ μή σε ἐγκαταλείπω, καὶ ἐν τῶι εὐαγγελίωι φησίν· μὴ μεριμνήσητε λέγοντες· τί φάγωμεν ἢ τί πίομεν ἢ τί περιβαλώμεθα; οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος | |
20 | ὅτι χρήιζετε τούτων ἁπάντων, πλὴν ζητεῖτε τὴν βασιλείαν τῶν οὐρανῶν καὶ τὴν δικαιοσύνην τοῦ θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. ὑπόμεινον τοίνυν, τέκνον, καὶ τὴν στενὴν ὁδὸν τῆς πλατείας προτίμησον. ἡ μὲν γὰρ ἐνταῦθα ἄνεσις τὴν αἰώνιον τίκτει τιμωρίαν, ἡ δὲ παροῦσα κακοπάθεια τὴν τῶν | |
25 | ἀγαθῶν ἑτοιμάζει ἀπόλαυσιν. τούτοις καὶ τοῖς τοιούτοις λόγοις μὴ | |
πεισθεὶς ὁ ἀδελφὸς ἀνεχώρησεν καὶ τὴν ἐπὶ τὴν λαύραν ὁδὸν διήνυεν. | 210 | |
211 | αὐτοῦ δὲ ἀναχωρήσαντος ἔρχεται ἄνθρωπός τις ἄγνωστος παντελῶς πρὸς τὸν γέροντα ἔχων ὄνον πολλῶν ἀγαθῶν πεφορτωμένον, εἶχεν δὲ ὁ φόρτος ἄρτους καθαροὺς καὶ θερμοὺς οἶνόν τε καὶ ἔλαιον καὶ νεαρὰ τυρία καὶ ὠιὰ καὶ στάμνον μέλιτος. καὶ ἀποφορτώσας ἀπῆλθεν. | |
5 | καὶ ὁ μὲν τιμιώτατος πατὴρ ἡμῶν Ἰωάννης ἐπὶ τῆι τοῦ θεοῦ ἐπισκο‐ πῆι ἠγαλλιάσατο τῶι πνεύματι, ὁ δὲ ὑποχωρήσας ἀδελφὸς τὴν ὁδὸν πλανηθεὶς καὶ ἱκανῶς συγκλασθεὶς ὑπέστρεψεν τῆι τρίτηι ἡμέραι πεινῶν καὶ ἐκλελυμένος καὶ τῶν τῆς οἰκείας παρακοῆς ἀπολαύσας καρπῶν. καὶ εὑρὼν τὰ τοσαῦτα ἀγαθὰ ἐν τῶι σπηλαίωι καὶ τῆς | |
10 | ἑαυτοῦ ἀπιστίας καὶ ἀπειθείας καταγνοὺς προσέπεσεν μετ’ αἰσχύνης τῶι γέροντι συγχώρησιν λαβεῖν ἀξιῶν. ὁ δὲ γέρων συναλγήσας τῆι ἀνθρωπίνηι ἀσθενείαι καὶ τῶι ἀδελφῶι συμπαθήσας ἀνέστησεν αὐτὸν καὶ ἐνουθέτει λέγων· γίνωσκε ἀκριβῶς ὅτι δύναται ὁ θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμωι. | |
15 | Κατ’ αὐτὸν δὴ τὸν χρόνον Ἀλαμούνδαρος ὁ Σικίκης βασιλέως ἀξίωμα τῶν ὑπὸ Πέρσας τελούντων Σαρακηνῶν εἰληφὼς ἐπῆλθεν τῆι τε Ἀραβίαι καὶ Παλαιστίνηι μετὰ πολλοῦ τοῦ κατὰ Ῥωμαίων θυμοῦ πάντα ληιζόμενος καὶ κατὰ πολλὰς μυριάδας Ῥωμαίους ἀνδραποδίζων καὶ πολλὰ ἀθέμιτα διαπραττόμενος μετὰ τὴν Ἀμίδης ἅλωσιν. τοῦ | |
20 | τοίνυν πλήθους τῶν βαρβάρων κατὰ τὴν ἔρημον ταύτην διασπαρέντος καὶ τῶν φυλαρχεῖν τε καὶ φυλάττειν τὴν ἔρημον τεταγμένων μηνυ‐ σάντων εἰς τὰ μοναστήρια τὴν τῶν βαρβάρων ἔφοδον ἀσφαλίζεσθαι οἱ τῆς Μεγίστης λαύρας πατέρες ἐδήλωσαν τῶι τιμιωτάτωι πατρὶ τῆς μὲν ἐν τῶι Ῥουβᾶι διαγωγῆς ἀποστῆναι, εἰς δὲ τὴν λαύραν ἀνελθεῖν | |
25 | καὶ ἐν τῶι ἰδίωι ἡσυχάσαι κελλίωι. καὶ ὁ μὲν θεσπέσιος Ἰωάννης | |
τῆς θείας γλυκύτητος διὰ τῆς ἡσυχίας ἀπογευσάμενος ταύτης | 211 | |
212 | ἀσπασίως εἴχετο καὶ ἀποστῆναι οὐκ ἠνέσχετο, λογισάμενος καὶ τὰ τοιαῦτα ἐν ἑαυτῶι λέγων· εἰ οὐ φροντίζει μου ὁ θεός, τί καὶ ζῶ; καὶ οὕτως τὸν ὕψιστον θέμενος καταφυγὴν ἑαυτοῦ ἔμεινεν ἀκατάπληκτος. ὁ δὲ θεὸς ὁ πάντοτε τῶν ἑαυτοῦ κηδόμενος δούλων τοῖς μὲν ἀγγέλοις | |
5 | αὐτοῦ ἐνετείλατο κατὰ τὴν γραφὴν τὸν ὅσιον αὐτοῦ διαψυλάξαι, πληροφορῆσαι δὲ αὐτὸν μικρὸν δειλιάσαντα βουλόμενος φύλακα αἰσθητὸν ἀπέστειλεν λέοντα παμμεγεθέστατόν τε καὶ φοβερώτατον φυλάττειν αὐτὸν ἡμέρας καὶ νυκτὸς ἐκ τῆς τῶν ἀλιτηρίων βαρβά‐ ρων ἐπιβουλῆς. ἀμέλει γοῦν τῆι πρώτηι νυκτὶ θεασάμενος τὸν λέοντα | |
10 | παρακοιμώμενον μικρὸν ἐδειλίασεν, ὡς αὐτός μοι διηγήσατο· ὡς δὲ νυκτὸς καὶ ἡμέρας ἀκολουθοῦντα καὶ ἀναπόσπαστον ὄντα καὶ τοὺς βαρβάρους ἀμυνόμενον τὸν λέοντα ἐθεάσατο, τὰς εὐχαριστηρίους ὠιδὰς ἀνέπεμπεν τῶι θεῶι τῶι μὴ ἀφιέντι τὴν ῥάβδον τῶν ἁμαρ‐ τωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων. | |
15 | Ὁ μὲν οὖν μακαρίτης πατὴρ ἡμῶν Σάβας ἐλθὼν ἀπὸ Νικοπόλεως καὶ τὴν Νέαν συστησάμενος λαύραν καὶ εἰς τὴν τοῦ Σπηλαίου οἰκοδο‐ μὴν ἐλθών, ὡς ἐν τῶι δευτέρωι εἴρηται λόγωι, καὶ ὑπόμνησιν λαβὼν τῆς πρὸς αὐτόν ποτε γενομένης ὀπτασίας περὶ τοῦ ὁσίου Ἰωάννου ἀπῆλθεν πρὸς αὐτὸν εἰς τὸν Ῥουβᾶν καὶ λέγει αὐτῶι· ἰδοὺ ἐφύλαξέν | |
20 | σε ὁ θεὸς ἐκ τῆς τῶν βαρβάρων ἐπιδρομῆς καὶ ἐπληροφόρησέν σε αἰσθητόν σοι φύλακα ἀποστείλας· ἀλλὰ ἀνάστα, καὶ σὺ νῦν ποίησον τὸ ἀνθρώπινον καὶ φύγε ὥσπερ οἱ πατέρες, ἵνα μὴ λογισθῆι σοι τῦφος. καὶ πολλαῖς ἑτέραις πρὸς αὐτὸν χρησάμενος παραινέσεσιν ἀνήγαγεν αὐτὸν εἰς τὴν Μεγίστην λαύραν ἐπὶ τῆς δευτέρας ἰνδικτιόνος καὶ | |
25 | καθεῖρξεν αὐτὸν εἰς κελλίον πεντηκοστὸν ἕκτον χρόνον τῆς ἑαυτοῦ | |
ἡλικίας ἄγοντα μηδενὸς ἑτέρου τῆς συνοδίας γινώσκοντος ὅτι ἐπίσκο‐ | 212 | |
213 | πός ἐστιν. χρόνου δὲ συχνοῦ διελθόντος ὠικονόμησεν ὁ θεὸς φανερω‐ θῆναι τὸν κεκρυμμένον Ἰωάννου θησαυρὸν τρόπωι τοιῶιδε. ἀνήρ τις ἐκ μὲν τῆς Ἀσιανῶν ὁρμώμενος χώρας, Αἰθέριος δὲ καλούμενος, τῆι ἀρχιερωσύνηι τετιμημένος καὶ ταύτης ἀξίως πολιτευόμενος, | |
5 | ἐλθὼν εἰς Ἱεροσόλυμα καὶ τοὺς σεβασμίους προσκυνήσας τόπους σὺν τῶι ζωοποιῶι τοῦ Σταυροῦ ξύλωι καὶ πολλὰ χρήματα διανείμας πτωχοῖς τε καὶ μοναστηρίοις ἐξῆλθεν τῆς ἁγίας πόλεως ἐπειγόμενος τὴν ἑαυτοῦ πατρίδα καταλαβεῖν. καὶ ἐπιβὰς πλοίωι καὶ μικρόν τι τοῦ πελάγους ἐκπλεύσας ὑπό τινος ἀντανεμίας ὑπέστρεψεν μετὰ | |
10 | πολλοῦ κινδύνου εἰς Ἀσκάλωνα. καὶ βουληθέντι αὐτῶι πάλιν μετὰ δύο ἡμέρας ἐκπλεῦσαι ἐπιφαίνεται κατ’ ὄναρ ἄγγελος κυρίου λέγων· ἀνενδεκτόν σοί ἐστιν πλεῦσαι, εἰ μὴ ὑποστρέψας ἐν τῆι ἁγίαι πόλει ἀπέλθηις εἰς τὴν λαύραν τοῦ ἀββᾶ Σάβα καὶ συντύχηις τῶι ἀββᾶι Ἰωάννηι τῶι ἡσυχαστῆι, ἀνδρὶ δικαίωι καὶ ἐναρέτωι, ἐπισκόπωι | |
15 | ὄντι καὶ πλούτωι κοσμικῶι κομῶντι καὶ διὰ τὸν τοῦ θεοῦ φόβον καὶ πόθον πάντων τῶν τοῦ βίου καταφρονήσαντι καὶ τῆι ἑκουσίωι ἀκτημοσύνηι καὶ ἀσκήσει ταπεινώσαντι ἑαυτόν. τότε τοίνυν ὁ Αἰθέ‐ ριος ἀναστὰς ἀπὸ τοῦ ὕπνου καὶ τὴν ὀπτασίαν διακρίνας σπουδῆι πάσηι διερωτῶν ἦλθεν εἰς τὴν λαύραν τοῦ ἀββᾶ Σάβα καὶ τὴν ὀπτα‐ | |
20 | σίαν τοῖς πατράσιν ἀπαγγείλας ἠνέχθη πρὸς τὸν ἡσυχαστήν. καὶ ἀσπασάμενος αὐτὸν καὶ μείνας παρ’ αὐτῶι δύο ἡμέρας καὶ εἰς πλάτος ἐλθὼν συντυχίας ὁρκίζει αὐτὸν τὰ καθ’ ἑαυτὸν ἀνυποστόλως διηγή‐ σασθαι καὶ ἐξειπεῖν. καὶ οὕτως βιασθεὶς ἀπήγγειλεν τό τε γένος καὶ τὴν πατρίδα καὶ τὴν ἱερωσύνην. καὶ ταῦτα γνοὺς ὁ Αἰθέριος | |
25 | καὶ ὑπερθαυμάσας εἶπεν· ἀληθῶς καὶ νῦν λίθοι ἅγιοι κυλίονται | |
ἐν τῆι γῆι. καὶ οὕτως συνταξάμενος τῶι δικαίωι ἀπῆλθεν πρὸς τὸν | 213 | |
214 | μακαρίτην Σάβαν καὶ ἐξηγήσατο αὐτῶι τε καὶ τοῖς πατράσιν πάντα τὰ κατὰ τὸν θεσπέσιον Ἰωάννην καὶ ἀπὸ τότε ἐγνώσθη τοῖς πατράσιν τό τε γένος Ἰωάννου καὶ ἡ ἐπισκοπή. Τῶι ἑβδομηκοστῶι ἐνάτωι τῆς τοῦ ὁσίου τούτου Ἰωάννου ἡλικίας | |
5 | χρόνωι, εἰκοστῶι τετάρτωι δὲ τῆς αὐτοῦ ἐν τῶι κελλίωι καθείρξεως ὁ ἐν ἁγίοις πατὴρ ἡμῶν Σάβας ἐν εἰρήνηι ἐπὶ τὸ αὐτὸ ἐκοιμήθη καὶ ὕπνωσεν μηνὶ Δεκεμβρίωι πέμπτηι τῆς δεκάτης ἰνδικτιόνος. τότε δὴ ἐλυπήθη ὁ τιμιώτατος οὗτος μαργαρίτης Ἰωάννης κατὰ διάνοιαν, ὅτι μὴ ἐξῆλθεν τοῦ κελλίου καὶ ἐπέστη τῆι τελειώσει τοῦ | |
10 | ἁγίου πατρός. αὐτοῦ τοίνυν ἐν τοιαύτηι γεγονότος ἀθυμίαι καὶ τὴν τοῦ πατρὸς στέρησιν δάκρυσιν θρηνοῦντος ἐπιφαίνεται καθ’ ὕπνους ὁ πατὴρ ἡμῶν Σάβας λέγων· μὴ λυπηθῆις, πάτερ Ἰωάννη, περὶ τῆς ἐμῆς τελευτῆς· εἰ γὰρ καὶ ἐχωρίσθην σου τῆι σαρκί, ἀλλὰ τῶι πνεύ‐ ματι σὺν σοὶ εἰμί. αὐτοῦ δὲ λέγοντος ὅτι παρακάλεσον τὸν δεσπότην | |
15 | ἵνα κἀμὲ προσλάβηται, λέγει ὁ μακαρίτης Σάβας· τοῦτο νῦν οὐκ ἔστιν δυνατὸν γενέσθαι· πειρασμὸς γὰρ σφοδρῶς ἐπέρχεσθαι μέλλει τῆι λαύραι καὶ βούλεταί σε ὁ θεὸς εἶναι ἐν τῆι σαρκὶ εἰς παραμυθίαν καὶ στηριγμὸν τῶν ὑπὲρ τῆς πίστεως ἀνδριζομένων τε καὶ ἀγωνιζο‐ μένων. ταῦτα ἰδὼν καὶ ἀκούσας ὁ θεσπέσιος Ἰωάννης περιχαρὴς μὲν | |
20 | γέγονεν τὴν περὶ τοῦ πατρὸς ἀθυμίαν ἀποτιναξάμενος, πλὴν ἐμερίμνα περὶ τοῦ μηνυθέντος πειρασμοῦ. ἐπιθυμίαν δὲ εἰσεδέξατο ἰδεῖν πῶς χωρίζεται ψυχὴ ἀπὸ τοῦ σώματος, καὶ ἐν ὅσωι περὶ τούτου τὸν θεὸν παρεκάλει, ἡρπάγη τῆι διανοίαι εἰς τὴν ἁγίαν Βηθλεὲμ καὶ ὁρᾶι ἐν τῶι νάρθηκι τῆς αὐτόθι σεβασμίας ἐκκλησίας ἄνδρα ξένον ἅγιον | |
25 | ἀνακείμενον καὶ τελειούμενον καὶ τὴν ψυχὴν αὐτοῦ ὑπὸ ἀγγέλων | 214 |
215 | παραλαμβανομένην καὶ μετὰ θείας τινὸς ὑμνωιδίας τε καὶ εὐωδίας εἰς τοὺς οὐρανοὺς ἀναφερομένην. καὶ ἐζήτει αὐταῖς ὄψεσιν ἰδεῖν εἰ οὕτως ἔχει, καὶ ἀναστὰς αὐτῆι τῆι ὥραι ἀπῆλθεν εἰς τὴν ἁγίαν Βηθλεὲμ καὶ εὗρεν ὅτι κατ’ αὐτὴν τὴν ὥραν ἐξεδήμησεν ὁ ἄνθρωπος. | |
5 | καὶ ἀσπασάμενος τὸ ἅγιον αὐτοῦ λείψανον ἐν αὐτῶι τῶι νάρθηκι καὶ κηδεύσας κατέθετο ἐν θήκαις ὁσίαις καὶ οὕτως ὑπέστρεψεν εἰς τὴν κέλλαν αὐτοῦ. Τούτου τοῦ πεφωτισμένου γέροντος οἱ μαθηταὶ Θεόδωρος καὶ Ἰωάννης διηγήσαντό μοι λέγοντες ὅτι μετὰ τὴν κοίμησιν τοῦ ἐν | |
10 | ἁγίοις Σάβα ἀπέστειλεν ἡμᾶς ὁ γέρων εἰς ἀπόκρισιν ἐπὶ Λιβιάδα καὶ ἐν τῆι ὁδῶι μετὰ τὸ περᾶσαι τὸν Ἰορδάνην συνήντησαν ἡμῖν τινὲς λέγοντες· ὁρᾶτε, ὅτι ὁ λέων ἔμπροσθεν ὑμῶν ἐστιν. ἡμεῖς δὲ ἐλογισάμεθα ὅτι δυνατός ἐστιν ὁ θεὸς διὰ τῶν εὐχῶν τοῦ ἀββᾶ ἡμῶν φυλάξαι ἡμᾶς· μὴ γὰρ τῶι θελήματι ἡμῶν ἐξήλθομεν; τοῦ γέροντος | |
15 | ἡμῶν τὴν ἐντολὴν πληροῦμεν. ταῦτα λογισάμενοι περιεπατοῦμεν, καὶ ἰδοὺ ὁ λέων ἔρχεται εἰς συνάντησιν ἡμῶν καὶ ἐφοβήθημεν σφόδρα καὶ ἰσχὺς οὐχ ὑπελείφθη ἡμῖν. καὶ παρευθὺ θεωροῦμεν τὸν γέροντα ἀνὰ μέσον ἀμφοτέρων ἡμῶν τὴν δειλίαν ἡμῶν ἀφαιροῦντα καὶ θαρρεῖν κελεύοντα. τότε ὁ λέων ὡς ὑπὸ μάστιγος ἐλαυνόμενος ἀνεχώρησεν | |
20 | φεύγων ἀφ’ ἡμῶν καὶ ἡμεῖς ἀβλαβῶς ὁδεύσαντες ἤλθομεν πρὸς τὸν γέροντα. ὅστις προλαβὼν λέγει πρὸς ἡμᾶς· εἴδετε πῶς εὑρέθην μεθ’ ὑμῶν ἐν τῆι ἀνάγκηι; ἀλλά γε καὶ ἐνταῦθα πολλὰ ἐδεήθην τοῦ θεοῦ ὑπὲρ ὑμῶν, καὶ ἰδοὺ ἐποίησεν ἔλεος. καὶ τοῦτο δὲ εἷς τῶν μαθητῶν αὐτοῦ Θεόδωρος τοὔνομα διηγήσατό μοι λέγων ὅτι πολλὰ ἔτη ἐποίησεν | |
25 | ῥοφὴν μόνον λαμβάνων καὶ τούτωι τὴν τοῦ θυμιατηρίου σποδιὰν κατέ‐ μιγεν, εἶθ’ οὕτως ἤσθιεν· κατέλαβον δὲ αὐτὸν τοῦτο ποιοῦντα τρόπωι | |
τοιούτωι. ἔλαθεν ἅπαξ δοῦναι τὸ κατόχιον τοῦ θυριδίου αὐτοῦ καὶ | 215 | |
216 | θελήσας ἐγὼ τὸ εὐκράτιον δοῦναι αὐτῶι ἁψάμενος τῆς θυρίδος ἠνοίγη, καὶ εὑρίσκω αὐτὸν τὸ θυμιατήριον εἰς τὸ καυκίον ἐκκενοῦντα. τοῦ δὲ ἐπὶ τούτωι πάνυ λυπηθέντος καταστεῖλαι θέλων τὴν λύπην εἶπον· οὐχὶ σὺ μόνος τοῦτο ποιεῖς, πάτερ, ἀλλὰ καὶ οἱ πλεῖστοι τῆς λαύρας | |
5 | ταύτης, πληροῦντες τὴν γραφὴν τὴν λέγουσαν ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον. καὶ μόλις τούτοις ἠδυνήθην τοῖς λόγοις μεταβάλαι τὸν γέροντα. Τῶι ἐνενηκοστῶι τῆς τοῦ ὁσίου τούτου γέροντος ἡλικίας χρόνωι κατὰ τὸν Νοέμβριον μῆνα τῆς ἕκτης ἰνδικτιόνος ἐξερχόμενος ἐκ τῆς | |
10 | Σκυθοπολιτῶν μητροπόλεως, ὡς καὶ ἤδη μοι εἴρηται ἐν τῶι περὶ Εὐθυμίου τοῦ ἁγίου λόγωι, ἐντολὰς ἔλαβον παρὰ τῆς ἐμῆς φιλο‐ χρίστου μητρὸς μηδὲν τῶν εἰς ψυχὴν συντεινόντων διαπράξασθαι χωρὶς γνώμης καὶ ἐπιτροπῆς τούτου τοῦ θεσπεσίου Ἰωάννου, μήποτε, λέγουσά μοι, τῆι τῶν Ὠριγενιαστῶν πλάνηι συναπαχθεὶς ἐκπέσηις | |
15 | ἐκ προοιμίων τοῦ ἰδίου στηριγμοῦ. ἐλθὼν τοίνυν εἰς τὰ Ἱεροσόλυμα καὶ τὸν ἐγκαινισμὸν τῆς νέας ἐκκλησίας τῆς πανυμνήτου θεοτόκου καὶ ἀειπαρθένου Μαρίας ἐπιτελέσας ἦλθον εἰς τὴν λαύραν τοῦ μακα‐ ρίου Σάβα καὶ παρέβαλον τῶι θεσπεσίωι τούτωι γέροντι τὰ κατ’ ἐμαυτὸν αὐτῶι ἀνατιθέμενος καὶ βουλὴν θεάρεστον παρ’ αὐτοῦ | |
20 | λαβεῖν ἀξιῶν. καὶ ἀκούσας παρ’ αὐτοῦ ὅτι εἰ βούληι σωθῆναι, τὴν μονὴν τοῦ μεγάλου Εὐθυμίου οἴκησον, ἐγὼ ὡς νέος καὶ μάταιος περι‐ φρονήσας τῆς αὐτοῦ ἐντολῆς κατῆλθον εἰς τὸν Ἰορδάνην βουλόμενος εἰς ἓν τῶν αὐτόθι μοναστηρίων οἰκῆσαι καὶ οὐ μόνον οὐ κατευο‐ | |
δώθην, ἀλλὰ καὶ ἐπὶ ἓξ μῆνας ἐν τῆι λαύραι τοῦ καλαμῶνος ἠσθένησα | 216 | |
217 | ἀσθένειαν μεγάλην. ὡς δὲ ἐν πολλῆι λύπηι καὶ ἀδημονίαι γεγονότι μοι διά τε τὴν ξενιτείαν καὶ τὴν ἀρρωστίαν καὶ διὰ τὸ μὴ εἶναί με ὑπὸ ζυγὸν συνοδίας φαίνεταί μοι καθ’ ὕπνους ὁ πεφωτισμένος οὗτος γέρων οὕτως μοι λέγων· παρακούσας μου τῆς ἐντολῆς ἱκανῶς ἐπαιδεύθης· | |
5 | ἀλλὰ νῦν ἀναστὰς εἴσελθε εἰς τὴν Ἱεριχὼ καὶ εὑρίσκεις Γερόντιόν τινα μοναχὸν εἰς τὸ ξενοδοχεῖον τῆς μονῆς τοῦ ἀββᾶ Εὐθυμίου. ἀκολούθησον αὐτῶι εἰς τὴν μονὴν καὶ σώιζηι. καὶ ἀναστὰς ἀπὸ τοῦ ὕπνου καὶ παραυτίκα ἐνδυναμωθεὶς καὶ τῶν ἀχράντων μυστηρίων μεταλαβὼν καὶ γευσάμενος ἀνέβην πεζῆι εἰς Ἱεριχώ, ὥστε θαυμά‐ | |
10 | ζειν τοὺς πατέρας ἐπὶ τῆι τοσαύτηι ἀθρόαι μεταβολῆι. καὶ οὕτως ἀνελθὼν ἔμεινα εἰς τὴν τοῦ ἐν ἁγίοις Εὐθυμίου μονὴν μηνὶ Ἰουλίωι τῆς ἕκτης ἰνδικτιόνος. καὶ ἀπὸ τότε συνεχῶς ἀπηρχόμην πρὸς αὐτὸν πάντα τὰ κατ’ ἐμὲ αὐτῶι ἀνατιθέμενος, πλὴν ὅτι ἀπὸ Σκυθοπόλεως εἶχον γνῶσιν πρὸς τοὺς αὐτοῦ μαθητὰς παραβάλλοντας τῶι ἡμετέρωι | |
15 | οἴκωι ὡς ἰδίωι αὐτῶν ξενοδοχείωι καὶ παρὰ τῶν ἐμῶν γονέων λαμ‐ βάνοντας εὐλογίαν τινὰ ἐνιαυσίαν τῶι τε κοινῶι τῆς λαύρας καὶ τῶι θεσπεσίωι πατρί. πάνυ γὰρ προσέκειντο αὐτῶι τε καὶ τοῖς τῆς λαύρας πατράσιν ἀφ’ οὗπερ τῆς παρουσίας τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Σάβα ὁ οἶκος ἡμῶν ἠξιώθη. ὅθεν καὶ ἡ ἐμὴ μήτηρ τὰς εἰρημένας δέδωκέν | |
20 | μοι ἀπολυομένωι ἐντολάς, δι’ ὃ κἀγὼ παρρησιαστικώτερον ἀπιὼν ἀπολαύω τῆς αὐτοῦ νουθεσίας καὶ εὐχῆς, μάλιστα νῦν προτραπεὶς παρ’ αὐτοῦ ἐᾶσαι τὴν τῆς Νέας λαύρας οἴκησιν καὶ τὴν Μεγίστην οἰκῆσαι λαύραν· ὅπερ καὶ πεποίηκα τοῦ θεοῦ εὐδοκήσαντος. καὶ τοῦτο μὲν ὕστερον· | |
25 | πρὸ δὲ χρόνου τινὸς ἱκανοῦ παρέβαλον τούτωι τῶι ἁγίωι γέροντι | |
βαρηθεὶς ὑπὸ λογισμοῦ τινος σατανικοῦ καὶ τοῦτον αὐτῶι ἀναθέμενος | 217 | |
218 | καὶ εὐχὴν λαβὼν παρ’ αὐτοῦ αὐτίκα ἀνέσεως ἔτυχον. ἐμοῦ δὲ τῆι αὐτοῦ θυρίδι παρακαθημένου καὶ τῆς θείας αὐτοῦ ἀπολαύοντος δι‐ δασκαλίας Γεώργιός τις ἤγαγεν τὸν υἱὸν αὐτοῦ δαιμονιῶντα πρὸς αὐτὸν καὶ τοῦτον ῥίψας ἔμπροσθεν τῆς θυρίδος αὐτοῦ ἀπῆλθεν. τοῦ | |
5 | δὲ παιδίου κειμένου καὶ κλαίοντος γνοὺς ὁ γέρων ὅτι πνεῦμα ἀκάθαρ‐ τον ἔχει, ἐσπλαχνίσθη καὶ ποιήσας εὐχὴν ὑπὲρ αὐτοῦ καὶ ἀλείψας αὐτὸν ἔλαιον τοῦ παναγίου Σταυροῦ ἀπεκατέστησεν αὐτὸν ὑγιῆ. τοῦ γὰρ πονηροῦ αὐτίκα ὑποχωρήσαντος πνεύματος ἐκαθαρίσθη τὸ παιδίον ἀπὸ τῆς ὥρας ἐκείνης. | |
10 | Ὁ ἀββᾶς Εὐστάθιος ὁ τὴν τοῦ Σπηλαίου [τοῦ μακαρίου Σάβα] ἡγεμονίαν πρὸ ὀλίγων τούτων ἡμερῶν διαδεξάμενος Σεργίου τελευ‐ τήσαντος, ἀνὴρ τῆι τοῦ Χριστοῦ χάριτι συνέσει διαπρέπων πνευ‐ ματικῆι καὶ ὀρθοῖς δόγμασιν καὶ σωφροσύνηι βίου διηγήσατό μοι λέγων ὅτι ἐπολεμήθην ποτὲ ὑπὸ τοῦ τῆς βλασφημίας δαίμονος δεινῶς καὶ | |
15 | ἀπελθὼν πρὸς τὸν ἀββᾶν Ἰωάννην τὸν ἡσυχαστὴν ἀνεθέμην αὐτῶι τοὺς λογισμούς μου καὶ παρεκάλουν εὐχὴν παρ’ αὐτοῦ λαβεῖν. ὁ δὲ γέρων ἀναστὰς ἐποίησέν μοι εὐχὴν καὶ λέγει· εὐλογητὸς κύριος, τέκνον, ὅτι οὐ μὴ προσεγγίσει σοι ἔτι ὁ τῆς βλασφημίας λογισμός. καὶ οὕτως γέγονεν κατὰ τὸν λόγον τοῦ γέροντος καὶ ἀπὸ τότε οὐκέτι | |
20 | ἠισθόμην τοῦ πονηροῦ ἐκείνου καὶ βλασφήμου λογισμοῦ. Γυνή τις Καππαδόκισσα μὲν τῶι γένει, Βασιλίνα δὲ τῆι κλήσει διάκονος οὖσα τῆς μεγάλης ἐκκλησίας Κωνσταντινουπόλεως ἦλθεν εἰς Ἱεροσόλυμα ἔχουσα τινὰ μεθ’ ἑαυτῆς ἀνεψιὸν μειζοτέρου τάξιν ἐπέχοντα, ὅστις τὰ ἄλλα μὲν εὐλαβὴς ὑπῆρχεν, τῆι δὲ καθολικῆι | |
25 | ἐκκλησίαι οὐκ ἐκοινώνει τὴν Σευήρου ἑτεροδοξίαν εἰσδεξάμενος. ἡ μὲν οὖν διάκονος πολλὴν ἐποιεῖτο σπουδὴν τὴν ἐκείνου μεταθεῖναι γνώμην καὶ ἑνῶσαι τῆι καθολικῆι ἐκκλησίαι, δι’ ὃ καὶ ἕκαστον | |
δίκαιον ἄνδρα παρεκάλει εὐχὴν ποιῆσαι ὑπὲρ αὐτοῦ. ἥτις γυνὴ ἀκού‐ | 218 | |
219 | σασα περὶ τῆς τοῦ θεσπεσίου Ἰωάννου χάριτος ἐπεπόθει μὲν προσκυ‐ νῆσαι αὐτόν, μαθοῦσα δὲ ὅτι ἀνένδεκτόν ἐστιν κατέρχεσθαι γυναῖκα εἰς τὴν λαύραν, μεταστειλαμένη Θεόδωρον τὸν αὐτοῦ μαθητὴν ἐδυσώ‐ πει λαβεῖν τοῦτον καὶ τῶι ἁγίωι ἀπενέγκαι γέροντι, πιστεύουσα ὅτι | |
5 | διὰ τῆς αὐτοῦ εὐχῆς μεταβάλλει ὁ θεὸς τὴν σκληροκαρδίαν αὐτοῦ καὶ ἀξιοῦται κοινωνῆσαι τῆι καθολικῆι ἐκκλησίαι. ὅντινα λαβὼν ὁ μαθητὴς Θεόδωρος κατῆλθεν πρὸς τὸν γέροντα καὶ τὸ θυρίδιον κρούσας κατὰ τὸ ἔθος καὶ τοῦ γέροντος μέλλοντος ἀνοίγειν ἔβαλον μετάνοιαν ἀμφότεροι. καὶ τοῦ μαθητοῦ εἰπόντος· εὐλόγησον ἡμᾶς, | |
10 | πάτερ, ἀνοίξας ὁ γέρων λέγει πρὸς τὸν μαθητήν· σὲ μὲν εὐλογῶ, οὗτος δὲ ἀνευλόγητός ἐστιν. τοῦ δὲ μαθητοῦ λέγοντος· μὴ οὕτως πάτερ, ἀπεκρίθη ὁ γέρων· ὄντως οὐκ εὐλογῶ αὐτόν, ἕως ἀποστῆι τοῦ φρονή‐ ματος τῶν Ἀποσχιστῶν καὶ τῆι καθολικῆι ἐκκλησίαι καθομολογήσηι κοινωνῆσαι. ταῦτα ἀκούσας ἐκεῖνος ἐξεπλάγη ἐπὶ τῶι τοῦ γέροντος | |
15 | διορατικῶι χαρίσματι καὶ τῶι θαύματι ἀλλοιωθεὶς συνέθετο μετὰ πληροφορίας κοινωνῆσαι τῆι καθολικῆι ἐκκλησίαι. τότε ὁ γέρων εὐλογήσας αὐτὸν καὶ ἀναστήσας μετέδωκεν αὐτῶι πρῶτος τῶν ἀχράντων μυστηρίων πᾶσαν διψυχίαν ἐκ τῆς ἑαυτοῦ ἀποσμήξαντι καρδίας. τοῦτο μαθοῦσα ἡ Βασιλίνα εἰς πλείονα πόθον ἦλθεν τοῦ | |
20 | θεάσασθαι αὐταῖς ὄψεσιν τὸν ἅγιον γέροντα καὶ ἐλογίσατο μεταμ‐ φιάσασθαι ἀνδρικὸν σχῆμα καὶ πρὸς αὐτὸν εἰς τὴν λαύραν κατελθεῖν καὶ τὰ καθ’ ἑαυτὴν ἀναθέσθαι αὐτῶι. καὶ τούτου ὑπὸ ἀγγελικῆς ὀπτασίας φανερωθέντος αὐτῶι δηλοῖ αὐτῆι λέγων· γίνωσκε ὅτι κἂν ἔλθηις, οὐχ ὁρᾶις με· μὴ οὖν σκυλῆις, ἀλλὰ μᾶλλον ὑπόμεινον καὶ | |
25 | ὅπου δἂν διάγηις, ἐφίσταμαί σοι καθ’ ὕπνους καὶ ἀκούω τὰ παρὰ σοῦ καὶ ὅσα δἂν ἐμβάληι μοι ὁ θεός, ἀπαγγελῶ σοι. ταῦτα ἐκείνη ἀκού‐ σασα καὶ πιστεύσασα δέχεται ἐναργῶς τὴν ὀπτασίαν. φαίνεται γὰρ αὐτῆι καθ’ ὕπνους λέγων· ἰδοὺ δὴ ὁ θεὸς ἀπέσταλκέν με πρὸς σέ· | |
ἀπάγγειλόν μοι, εἴ τι βούληι. ἣ δὲ τὰ καθ’ ἑαυτὴν εἰποῦσα τὴν πρό‐ | 219 | |
220 | σφορον ἀπόκρισιν ἔλαβεν καὶ ἀνέστη εὐχαριστοῦσα τῶι θεῶι καὶ ἐλθόντι τῶι μαθητῆι τοῦ γέροντος τό τε σχῆμα καὶ τὸν χαρακτῆρα ἀπήγγειλεν. ταῦτα ἐγὼ παρ’ αὐτῆς ἐκείνης ἀκούσας τῆς διακόνου Βασιλίνης τῆι παρούσηι συγγραφῆι συνέταξα. | |
5 | Ὁ τόπος ἐν ὧι ἐγκέκλεισται ὁ ἅγιος οὗτος γέρων, κρημνὸν ἔχει κατὰ δυσμὰς ὑψηλότατον τοίχου τόπον ἀποπληροῦντα, καθ’ οὗ ἡ στέγη τοῦ κελλίου ἐπεστήρικται. ἡ δὲ τοῦ κρημνοῦ πέτρα τοσοῦτον ξηροτάτη λίαν ὑπάρχει καὶ ἄνικμος, ὥστε μηδ’ ὅλως νοτίδα ἐμποιεῖν τῶι κελλίωι. ἐν μιᾶι τοίνυν τῶν ἡμερῶν λαβὼν ὁ ἅγιος οὗτος γέρων | |
10 | σπέρμα ἑνὸς σχαδίου λέγει τοῖς ἑαυτοῦ μαθηταῖς Θεοδώρωι καὶ Ἰωάννηι· ἀκούσατέ μου, τέκνα· ἐὰν ἡ τοῦ θεοῦ φιλανθρωπία χαρίσηται τῶι σπέρματι τούτωι χάριν καὶ ταύτηι τῆι πέτραι δύναμιν πρὸς τὸ καρπογονῆσαι, γινώσκετε ὅτι δωρεὰν χαρίζεταί μοι τὴν τῶν οὐρανῶν βασιλείαν. καὶ τοῦτο εἰπὼν προσέπλασεν τῆι ἀρρήκτωι ἐκείνηι πέτραι | |
15 | τὴν σχάδαν. ὁ δὲ τὴν ῥάβδον Ἀαρὼν ξηρὰν οὖσαν βλαστῆσαι καὶ ἐξανθῆσαι ἐπινεύσας θεὸς αὐτὸς καὶ τὴν ἄρρηκτον ταύτην καὶ ξηρο‐ τάτην πέτραν βλαστῆσαι ἐκέλευσεν πρὸς τὸ δεῖξαι ταῖς μετέπειτα γενεαῖς ὁποίας ὁ δοῦλος αὐτοῦ τετύχηκε χάριτος. καὶ ἰδὼν ὁ γέρων τὸν βλαστὸν ηὐχαρίστει τῶι θεῶι μετὰ δακρύων. ὅστις βλαστὸς | |
20 | κατὰ μικρὸν εἰς ὕψος ἐγειρόμενος ἔφθασεν τὴν στέγην, ἣν καὶ ἀπε‐ στέγασαν, καὶ ἁπλῶς εἰπεῖν, τῶι χρόνωι ἰδοὺ τρία σῦκα ἐκαρποφόρησεν. ἅπερ λαβὼν ὁ γέρων καὶ μετὰ δακρύων καταφιλήσας ἔφαγεν εὐχαρι‐ στῶν τῶι πληροφορήσαντι αὐτὸν θεῶι, διαδοὺς καὶ τοῖς ἑαυτοῦ μαθη‐ ταῖς πρὸς μικρόν. καὶ ἰδοὺ τὸ δένδρον βοᾶι τῆι ἀρετῆι τοῦ γέροντος | |
25 | μαρτυροῦν. ἀφ’ οὗ δὲ τὰ σῦκα ἔφαγεν ὁ θεοφόρος οὗτος γέρων, ἑτοιμάζετο πρὸς τὴν ἔξοδον· ἐπειδὴ δὲ λοιπὸν εἰς βαθὺ γῆρας ἤλασεν. | |
ἠνέωιξαν οἱ μαθηταὶ τὸν τόπον πρὸς τὸ διακονεῖν αὐτῶι. ἐγὼ τοίνυν | 220 | |
221 | εἰσελθὼν πρὸς αὐτὸν καὶ τὸ φοβερὸν τοῦ βλαστοῦ θεασάμενος θέαμα, κατενόουν ἐπιμελῶς πῶς ἐριζώθη καὶ εἰ ῥαγάδα ἔσχεν ἡ πέτρα, καὶ εὑρεῖν οὐκ ἠδυνήθην, ὥστε με ἐκπλαγέντα εἰπεῖν· ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ, ὡς ἀνεξερεύνητα τὰ | |
5 | κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. καὶ γὰρ ἴσασιν οἱ πολυχρόνιον πεῖραν τῆς λαύρας τοῦ μακαρίου Σάβα ἔχοντες ὅτιπερ οὔτε ἐν ἀέρι καὶ κήπωι συκῆ γίνεται ἢ ἕτερον δένδρον διὰ τὴν πολλὴν θερμότητα καὶ ξηρότητα τῶν ἀέρων τῆς λαύρας· εἰ δέ τις προφέρει τὰ δένδρα τοῦ μικροῦ τῆς αὐτῆς λαύρας κοινοβίου τὰ παρὰ | |
10 | τὴν ὁδὸν ὄντα, γινωσκέτω ὁ τοιοῦτος ὅτι ἐκεῖνα εὐχῆς ἔργον γεγένηται τοῦ μακαρίου Σάβα βάθος τε γῆς εὑρηκότος καὶ εὐπορίαν τῶν τοῦ χειμάρρου ὀμβριμαίων ὑδάτων καὶ τῶν τοῦ αὐτοῦ μικροῦ κοινοβίου πατέρων μέχρι τοῦ νῦν ἐκ τοῦ ὕδατος τοῦ χειμάρρου ὅλον τὸν χειμῶνα αὐτὰ ποτιζόντων. ἀμέλει πολλῶν ἐπιχειρησάντων παρὰ | |
15 | τὸν χείμαρρον φυτεῦσαι ἔνθα βάθος γῆς ἦν, καὶ ὅλον τὸν χειμῶνα ποτιζόντων μόλις ἐπὶ ἐνιαυτὸν ἴσχυσαν κρατῆσαι τὰ φυτὰ διὰ τήν, ὡς εἴρηται, πολλὴν τῶν ἀέρων ξηρότητα καὶ τὸ σφοδρὸν τῶν καυμάτων. Καὶ ταῦτα μὲν ἐκ πολλῶν ὀλίγα ἀναλεξάμενος γραφῆι παραδέδωκα παραλείψας διηγήσασθαι τοὺς περὶ πίστεως αὐτοῦ ἀγῶνας, οὓς ἐνε‐ | |
20 | δείξατο κατὰ τῶν Ὠριγένους καὶ Θεοδώρου τοῦ Μομψουεστίας δογ‐ μάτων τε καὶ ὑπασπιστῶν, καὶ τοὺς διωγμοὺς οὓς ὑπέμεινεν κατὰ τὸ εὐαγγέλιον ὑπὲρ τῶν ἀποστολικῶν δογμάτων. ἀλλὰ τὰ τούτου ἀνδρα‐ γαθήματα ἄλλοις συγγραφεῦσιν παραχωρῶ διηγήσασθαι· εὖ γὰρ οἶδ’ ὅτι πολλοῖς, ὡς εἰκός, μετὰ τὴν αὐτοῦ ἀποβίωσιν σπουδαστέον γενή‐ | |
25 | σεται ἀναγράψασθαι τούς τε ἀγῶνας καὶ διωγμοὺς καὶ κινδύνους οὓς | |
ὑπέμεινεν ὑπὲρ τῆς ὀρθοδόξου πίστεως, καὶ τὰς νίκας καὶ τὰς ἐνδόξους | 221 | |
222 | αὐτοῦ πολιτείας κατὰ πᾶσαν ὡς εἰπεῖν τὴν καθ’ ἡμᾶς πολιτείαν καὶ διὰ τὸν βίον καὶ διὰ τὰς ἀπαστραπτούσας αὐτοῦ ἀρετὰς περιφήμου καὶ περιβοήτου γεγονότος. ὡς δὲ ἤκουσα τῆς ἁγίας αὐτοῦ γλώττης διηγουμένης, τῶι εἰκοστῶι ὀγδόωι τῆς αὐτοῦ ἡλικίας χρόνωι ἐπίσκοπος | |
5 | ἐχειροτονήθη, ὡς καὶ ἀνωτέρω εἴρηται, καὶ ἐποίησεν ἐν τῆι ἐπισκοπῆι ἔτη ἐννέα καὶ ἔμεινεν εἰς τὴν λαύραν τὸ πρότερον ἔτη δώδεκα, ἐξ ὧν ἐδιηκόνησεν ἔτη ἓξ καὶ ἡσύχασεν ἔτη ἕξ, καὶ ἔμεινεν εἰς τὸν Ῥουβᾶν ἔτη ἓξ καὶ ἐν τῶι κελλίωι καθειργμένος, ἐν ὧι καὶ μέχρι τοῦ νῦν ἡσυ‐ χάζει, ἐπλήρωσεν σὺν θεῶι τεσσαράκονα ἑπτὰ χρόνους, καὶ ἰδοὺ ἔφθα‐ | |
10 | σεν τὸν ἑκατοστὸν τέταρτον τῆς ἑαυτοῦ ἡλικίας χρόνον καὶ ἔστιν λίαν πρεσβύτης καὶ φαιδρὸς τῶι προσώπωι καὶ τῆι ψυχῆι προθυμό‐ τατος καὶ θείας χάριτος ἐμπεπλησμένος· εὐχόμεθα δὲ ἡμεῖς οἱ ταπεινοὶ ἵνα ὁ θεὸς ἔτι μᾶλλον καὶ μᾶλλον ἐνδυναμώσηι αὐτὸν καὶ τὸν δρόμον αὐτοῦ ἐν εἰρήνηι τελειώσηι. εὐχαῖς αὐτοῦ ἐλεήσει καὶ | |
15 | ἡμᾶς τοὺς ταπεινοὺς καὶ ἁμαρτωλοὺς τοὺς συγγραψαμένους. εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. [ἐτελειώθη δὲ ὁ ἅγιος οὗτος γέρων Ἰωάννης καὶ ἐπίσκοπος μηνὶ Δεκεμβρίωι ἑβδόμηι βασιλεύοντος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· | |
ὧι ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν] | 222 |