TLG 2877 002 :: CYRILLUS :: Vita Sabae CYRILLUS Biogr. Vita Sabae Citation: Page — (line) | ||
5t | ΜΟΝΑΧΙΚΗ ΙΣΤΟΡΙΑ ΔΕΥΤΕΡΑ ΤΗΣ ΚΑΤΑ ΙΕΡΟΣΟ‐ | |
---|---|---|
6t | ΛΥΜΑ ΕΡΗΜΟΥ ΣΥΓΓΡΑΦΕΙΣΑ ΥΠΟ ΚΥΡΙΛΛΟΥ ΠΡΕ‐ | |
7t | ΣΒΥΤΕΡΟΥ ΚΑΙ ΜΟΝΑΧΟΥ ΚΑΙ ΑΠΟΣΤΑΛΕΙΣΑ ΤΩΙ | |
8t | ΑΒΒΑΙ ΓΕΩΡΓΙΩΙ ΗΣΥΧΑΖΟΝΤΙ ΚΑΙ ΜΟΝΑΣΤΗΡΙΟΝ | |
9t | ΣΥΣΤΗΣΑΜΕΝΩΙ ΕΝ ΤΩΙ ΚΑΤΑ ΣΚΥΘΟΠΟΛΙΝ ΤΟΠΩΙ | |
10t | ΚΑΛΟΥΜΕΝΩΙ ΒΕΕΛΛΑ | |
11t | ΒΙΟΣ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΑΒΑ | |
12 | Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁ διεγείρας τὴν ὑμετέραν ἐπ’ ἀρετῆι τελειότητα ἐπιτάξαι τῆι ἐμῆι οὐδενίαι ἀναγράπτους αὐτῆι ἀποστεῖλαι τὰς θεαρέστους τῶν | |
15 | προωδευκότων ἁγίων πατέρων ἡμῶν Εὐθυμίου καὶ Σάβα ἀναστροφὰς ὁ καὶ ἐμοὶ τῶι ἐλεεινῶι κατὰ τὴν ἄφατον αὐτοῦ εὐσπλαγχνίαν στα‐ γόνα λόγου δι’ αὐτῶν ἐπιστάξας ἐν ἀνοίξει τοῦ στόματός μου πρὸς τὸ ὑπουργῆσαι τῆι τοιαύτηι ὀνησιφόρωι ἐπιταγῆι. ἤδη μὲν οὖν εἴρηταί μοι περὶ Εὐθυμίου τοῦ σεβασμίου πατρὸς μικρά τινα | |
20 | πάνυ καὶ τῆς ἐκείνου μεγαλονοίας ἀνάξια· οὔτε γὰρ ἀνευρεῖν πλείονα | |
ἠδυνήθην ὀγδοηκοστοῦ ἤδη χρόνου παρεληλυθότος τῆς ἐκείνου | 85 | |
86 | πρὸς θεὸν ἀναλύσεως, ὥς γε καὶ αὐτὰ τὰ ὀλίγα συνερανισάμην μόλις ὧδέ τε κἀκεῖσε περιθέων καὶ περιαθροίζων αὐτὰ καὶ συλλέγων ὥσπερ ἔκ τινος βυθοῦ τοῦ μακροῦ χρόνου καὶ τῆς λήθης ἀναλεγό‐ μενος, ἵνα μὴ ἐξίτηλα τῶι χρόνωι γένηται ἡμῖν τὰ περὶ ἐκείνου ψυ‐ | |
5 | χωφελῆ διηγήματα. νυνὶ δὲ κέκληκέν με ὁ καιρὸς εἰς πέρας ἀγαγεῖν τὸ ἐλλεῖπον τοῖς παρ’ ὑμῶν ἐπιταχθεῖσιν καὶ ὀλίγα τινὰ περὶ τοῦ πολυθρυλήτου πατρὸς ἡμῶν Σάβα συγγράψασθαι, ἅπερ φροντίσας καὶ πονήσας ἀνελεξάμην παρ’ ἀληθευόντων ὁσίων ἀνδρῶν φοιτητῶν τε αὐτοῦ καὶ συναγωνιστῶν γεγονότων καὶ μέχρι τοῦ νῦν τὴν ἐκείνου | |
10 | μιμουμένων πολιτείαν καὶ φωτιζόντων ἡμῶν τὰ κατὰ θεὸν διαβή‐ ματα. τοῦτο γὰρ πεποιηκέναι ἤδη ἐν τῶι προλαβόντι ὑπεσχόμην λόγωι, πλὴν ὅτι τὴν μὲν ἐμαυτοῦ ἰδιωτείαν καὶ ἀναξιότητα οὐκ ἀγνοῶ, μείζοσι δὲ ἐμβατεύω οὐ θρασείαι χρώμενος γνώμηι, ἀλλὰ τόν τε τῆς παρακοῆς κίνδυνον ὑφορώμενος καὶ τὴν φοβερὰν ἐκείνην ἐννοῶν | |
15 | ἀπειλὴν τὴν λέγουσαν δοῦλε πονηρὲ καὶ ὀκνηρέ, ἔδει σε βα‐ λεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις. δυσωπῶ τοίνυν τοὺς ἐντευξομένους τοῖσδε τοῖς πόνοις καὶ τὴν ὁσιότητα τὴν σήν, ὦ πατέρων ἄριστε καὶ φιλοτεκνότατε Γεώργιε, πρῶτον μὲν τὸν δεσπότην δυσωπῆσαι Χριστὸν συγγνώμης ἀξιωθῆναί με τὸν ἐλεεινὸν | |
20 | ἐπὶ τῶι πεφαυλισμένωι μου βίωι καὶ τοῖς πολλοῖς μου ἁμαρτήμασιν, ἔπειτα δὲ μηδενὶ ἀπιστεῖν τῶν τε ἤδη προλεχθέντων καὶ τῶν νυνὶ ῥηθησομένων. διὰ γὰρ τοῦτο καὶ χρόνων ἀκριβείας καὶ τόπων καὶ προσώπων καὶ ὀνομάτων ἐμνημόνευσα πρὸς τὸ ἐγγύθεν ἔχειν τε καὶ ποιεῖσθαι τὴν τῆς ἀληθείας περὶ τούτων ἐξέτασιν. τοιγαροῦν ἐντεῦ‐ | |
25 | θεν βοηθοῦντα καὶ συνεργοῦντα τὸν θεὸν ἔχειν πιστεύσας τοῦ περὶ Σάβα λόγου ποιήσομαι τὴν ἀρχήν. Οὗτος ὁ τῆς ἐπουρανίου μητροπόλεως γεγονὼς πολίτης Σάβας | |
πατρίδος μὲν ὑπῆρχεν τῆς Καππαδοκῶν χώρας Μουταλάσκης τῆς | 86 | |
87 | κώμης ὑπὸ μητρόπολιν τελούσης τὴν Καισαρέων, ἀγνώστου μὲν τὸ πρὶν οὔσης διὰ σμικρότητα καὶ ταπεινότητα, πᾶσιν δὲ περιφανεστάτης γενομένης διὰ τὸν ἐξ αὐτῆς βλαστήσαντα θεῖον τοῦτον νεανίαν, ἐπεὶ καὶ ἡ Ἁρμαθαὶμ ἄσημός τε καὶ εὐτελεστάτη οὖσα τὸ πρὶν | |
5 | περίφημος γέγονε πάσηι τῆι κτίσει ἀφ’ οὗπερ ἐξ αὐτῆς ἔφυ ὁ ἐκ βρέ‐ φους ἀνακείμενος τῶι θεῶι Σαμουήλ. γονέων δὲ ἐτύγχανε Χριστιανῶν τε καὶ εὐγενεστάτων Ἰωάννου καὶ Σοφίας προσαγορευομένων, ἀφ’ ὧν ἐγεννήθη, ὡς ἐκ τῆς ἀκριβείας τῶν τῆς ζωῆς αὐτοῦ χρόνων διέγνωμεν σαφῶς, ἐπὶ τῆς ἑπτακαιδεκάτης Θεοδοσίου ὑπατείας. | |
10 | καὶ μετ’ οὐ πολὺ τοῦ πατρὸς στρατευθέντος ἐν Ἀλεξανδρείαι ἐν νουμέρωι τῶι Ἰσαύρων προσαγορευομένωι καὶ μετὰ τῆς συμβίου τῆς Καππαδοκῶν μετοικήσαντος χώρας καταλιμπάνεται ἐκ θεοῦ οἰκονομίας ὁ ἱερὸς οὗτος νεανίας πενταέτης ὢν σχεδὸν τὴν ἡλικίαν ἐν τῆι μνημονευθείσηι κώμηι Μουταλάσκων μετὰ τῶν γονικῶν | |
15 | αὐτοῦ πραγμάτων παρὰ τῶι ἑαυτοῦ ἐκ μητρὸς θείωι Ἑρμίαι καλου‐ μένωι ἔχοντι γυναῖκα κακότροπον, οὗπερ ἕνεκεν ἀθυμήσας ἀναχωρεῖ πρὸς Γρηγόριόν τινα ἐκ πατρὸς θεῖον ὡς ἀπὸ τριῶν σημείων οἰκοῦντα ἐν κώμηι Σκανδῶι καλουμένηι. Ὀλίγου δέ τινος χρόνου διελθόντος καὶ τῶν αὐτοῦ θείων Ἑρμία | |
20 | τε καὶ Γρηγορίου περί τε αὐτοῦ καὶ τῶν γονικῶν αὐτοῦ πρὸς ἀλλήλους διαμαχομένων ὁ Σάβας προωρισμένος ὢν ὑπὸ τοῦ θεοῦ ἐκ μήτρας καὶ προεγνωσμένος πρὸ διαπλάσεως κατὰ τὸν μέγαν προφήτην Ἱερεμίαν πάντων ὁμοῦ τῶν τοῦ βίου περιφρονήσας ἐκδέδωκεν ἑαυτὸν μοναστηρίωι Φλαβιαναῖς μὲν καλουμένωι, εἴκοσι δὲ σταδίους διέ‐ | |
25 | χοντι τῆς κώμης Μουταλάσκης. καὶ ὑπὸ τοῦ ἀρχιμανδρίτου εἰσδε‐ χθεὶς καὶ τῆι αὐτόθι συνοδίαι ἐναρίθμιος γεγονὼς τὴν τῆς μοναχικῆς | |
πολιτείας ἐξεπαιδεύθη ἀκρίβειαν καὶ ἐν ὀλίγωι χρόνωι τό τε ψαλτή‐ | 87 | |
88 | ριον ἐκμανθάνει καὶ τὴν λοιπὴν τοῦ κοινοβιακοῦ κανόνος κατάστασιν. τῶν δὲ εἰρημένων αὐτοῦ θείων εἰς σύμβασιν ἐλθόντων καὶ πειρα‐ θέντων πλειστάκις τοῦ μοναστηρίου αὐτὸν ἀποστῆσαι πρὸς τό, φησίν, ἀντιλαμβάνεσθαι τῶν ἑαυτοῦ γονικῶν χωρίων καὶ εἰς ἐπι‐ | |
5 | γαμβρίαν ἐκκαλουμένων αὐτὸς ὑπὸ τοῦ θεοῦ φρουρούμενος ἐξελέξατο μᾶλλον παραριπτεῖσθαι ἐν τῶι οἴκωι τοῦ θεοῦ ἤπερ τοῖς κοσμικοῖς θορύβοις ἑαυτὸν ἐπιδιδόναι. ὅθεν οὐ κατεδέξατο παντελῶς τῆς σεμνῆς ἐκείνης πολιτείας ἀποστῆναι, τὴν εὐαγγελικὴν ἀπόφασιν ἐννοῶν τοῦ κυρίου λέγοντος οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ | |
10 | ἐπ’ ἄροτρον καὶ στραφεὶς εἰς τὰ ὀπίσω εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἐνθυμούμενος καὶ ἐν ἑαυτῶι τὰ τοιαῦτα λέγων· ἐγὼ τοὺς συμβουλεύοντάς μοι τῆς ὁδοῦ τοῦ θεοῦ ἀποστῆναι ὡς ἀπὸ ὄφεων φεύγω· φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαί. καὶ φοβοῦμαι μήποτε τῶι ἐνδελεχισμῶι χαυνω‐ | |
15 | θεὶς κατάραν ἀπενέγκωμαι τοῦ προφήτου λέγοντος ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου. τοιοῦτος ἦν ἐκ παιδὸς πρὸς τὸν τῆς εὐσεβείας πόθον ὁ Σάβας. Τούτωι ποτὲ εἰς τὸν κῆπον τοῦ μοναστηρίου ἐργαζομένωι ἐπι‐ θυμία τις ἐπῆλθεν φαγεῖν μῆλον φανὲν ὡραῖον καὶ λίαν τερπνότατον | |
20 | πρὸ τῆς ὡρισμένης ὥρας. ὅστις ὑπὸ τῆς ἐπιθυμίας ἐξαφθεὶς ἀφείλατο μὲν τοῦ δένδρου τὸ μῆλον, ἐπιλογισάμενος δὲ ἐκράτησεν ἑαυτοῦ γενναίως, ἐπετίμα δὲ ἑαυτῶι εὐσεβεῖ λογισμῶι λέγων· ὡραῖος ἦν εἰς ὅρασιν καὶ καλὸς εἰς βρῶσιν ὁ ἐμὲ θανατώσας καρπὸς διὰ τοῦ Ἀδάμ, αὐτοῦ προτιμήσαντος τοῦ νοητοῦ κάλλους τὸ τοῖς σαρκίνοις ὀφθαλμοῖς | |
25 | φανὲν τερπνὸν καὶ τῶν πνευματικῶν ἀπολαύσεων τὴν πλησμονὴν τῆς γαστρὸς τιμιωτέραν θεμένου, δι’ οὗ καὶ ὁ θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν. μὴ τοίνυν ἀπονεύσω τοῦ κάλλους τῆς ἐγκρατείας ψυχικῶι τινι νυσταγμῶι βαρηθείς· ὥσπερ γὰρ πάσης καρποφορίας προη‐ | |
γεῖται ἄνθος, οὕτως ἡ ἐγκράτεια πάσης προηγεῖται ἀγαθοεργίας. | 88 | |
89 | καὶ οὕτως τῶι κρείττονι λογισμῶι τὴν ἐπιθυμίαν νικήσας ἔρριψεν τὸ μῆλον χαμαὶ καὶ τοῖς ἑαυτοῦ κατεπάτει ποσὶν συγκαταπατῶν τῶι μήλωι καὶ τὴν ἐπιθυμίαν καὶ δίδωσιν ἑαυτῶι ἀπὸ τότε νομοθεσίαν τοιαύτην τοῦ μέχρι θανάτου τῆι τοῦ μήλου βρώσει μὴ κεχρῆσθαι. | |
5 | Ἐντεῦθεν δύναμιν ἐξ ὕψους λαβὼν τῆι ἐγκρατείαι ἑαυτὸν ἐπε‐ δίδου ὡς τοὺς πονηροὺς ἀναστελλούσηι λογισμοὺς καὶ τὴν τοῦ ὕπνου ἀνακοπτούσηι βαρύτητα, πρὸς δὲ τῆι ἐγκρατείαι καὶ σωματικῶς ἐκοπία μεμνημένος τῆς πρὸς τὸν θεὸν λεγούσης Δαυιτικῆς μελωιδίας· ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου καὶ ἄφες | |
10 | πάσας τὰς ἁμαρτίας μου. δι’ ὃ πάσηι σπουδῆι καὶ προθυμίαι τὴν μὲν ψυχὴν ἐταπείνου τῆι ἀσιτίαι, τὸ δὲ σῶμα κόπωι καὶ μόχθωι ἐδάμαζεν. καὶ ἑξήκοντα ἢ καὶ ἑβδομήκοντα συναγωνιστὰς ἔχων ἐν τῶι εἰρημένωι Φλαβιαναῖς μοναστηρίωι ὑπερηκόντισεν ἅπαντας τῆι τε ταπεινοφροσύνηι καὶ ὑπακοῆι καὶ τοῖς ὑπὲρ εὐσεβείας πόνοις. | |
15 | Καὶ τοῦτο δὲ φέρεται ἐν τοῖς περὶ τῶν παιδικῶν αὐτοῦ ἀγωνισμά‐ των διηγήμασιν ὅτι ὁ ἀρτοκόπος τοῦ μοναστηρίου ἐν ὥραι χειμῶνος ἁπλώσας τὰ ἑαυτοῦ βραχέντα ἱμάτια ἔνδον ἐν τῆι θέρμηι τοῦ φούρνου πρὸς τὸ αὐτὰ ξηρανθῆναι ἡλίου μὴ ἐπιφαίνοντος ἐπελάθετο καὶ μετὰ μίαν ἡμέραν ἄρτων λειψάντων τινὲς τῶν πατέρων ἐπιταγέντες | |
20 | εἰργάζοντο εἰς τὸ ἀρτοκοπεῖον, μεθ’ ὧν ὑπῆρχεν ὁ θαυμάσιος Σάβας. αὐτῶν δὲ τὸν φοῦρνον ὑποκαιόντων ὑπομνησθεὶς ὁ μάγκιψ καὶ ταραχθεὶς περὶ τῶν ἱματίων μεγάλης φλογὸς γενομένης καὶ μηδενὸς εἰσελθεῖν τολμῶντος μεγάλου ὄντος τοῦ φούρνου καὶ ἱκανῶς, ὡς ἔφθην εἰπών, ὑποκαέντος ὁ νεανίας πρεσβύτης πίστει ἀδιστάκτωι | |
25 | κραταιωθεὶς καὶ τῶι σημείωι τοῦ σταυροῦ ἑαυτὸν καθοπλίσας εἰ‐ σεπήδησεν εἰς τὸν φοῦρνον καὶ λαβὼν τὰ ἱμάτια ἐξῆλθεν ἀβλαβής. οἱ δὲ πατέρες τὸ παράδοξον τοῦτο θαῦμα ἰδόντες ἐδόξαζον τὸν θεὸν | |
λέγοντες· ἄρα ὁποῖος ἔσται ὁ νεανίας οὗτος τοσαύτης χάριτος ἐκ | 89 | |
90 | πρώτης ἡλικίας ἀξιωθείς; ταῦτα δὲ διεξῆλθον παρὰ Γρηγορίου τοῦ πρεσβυτέρου καὶ ἀνεψιοῦ αὐτοῦ παραλαβών, ἐπιδεῖξαι δὲ τοῖς ἐντυγχά‐ νουσι βουλόμενος ὁποῖος ἦν ἐκ παιδὸς τῆι τε πίστει καὶ τῆι συνέσει καὶ τοῖς ἀρίστοις πλεονεκτήμασι. | |
5 | Ἀπὸ δόξης τοίνυν εἰς δόξαν προκόπτειν ἐπειγόμενος καὶ ἀναβάσεις ἐν τῆι καρδίαι διατιθέμενος δέκα χρόνους πληρώσας ἐν αὐτῶι τῶι μοναστηρίωι ἐπιθυμίαν θεάρεστον εἰσδέχεται τὸ τὴν ἁγίαν πόλιν καταλαβεῖν καὶ ἡσυχάσαι ἐν τῆι περὶ αὐτὴν ἐρήμωι. ἔδει γὰρ δι’ αὐτοῦ ταύτην πολισθῆναι καὶ τὰς ἐπ’ αὐτῆι τοῦ μεγαλοφώνου Ἡσαίου | |
10 | πληρωθῆναι προφητείας. καὶ προσελθὼν τῶι ἀρχιμανδρίτηι ἐδυ‐ σώπει ἀπολυθῆναι μετ’ εὐχῆς. τῶι δὲ μὴ βουληθέντι θεία τις ἀπο‐ καλύπτεται ὀπτασία λέγουσα· ἀπόλυσον τὸν Σάβαν, ἵνα μοι λατρεύ‐ σηι ἐν τῆι ἐρήμωι. τότε ὁ ἀρχιμανδρίτης τοῦτον προσκαλεσάμενος ἐν μυστηρίωι λέγει· ἐγὼ μέν, ὦ τέκνον, ὑπὸ θείας ὀπτασίας ἐπιτραπεὶς | |
15 | ἀπολύω σε· σὺ δὲ μηδενὸς τῆς συνοδίας γινώσκοντος ἄπιθι ἐν εἰρήνηι καὶ κύριος ἔστω μετὰ σοῦ. καὶ οὕτως ὑπὸ τοῦ θεοῦ ὁ‐ δηγούμενος ἔρχεται εἰς Ἱεροσόλυμα ὀκτωκαιδέκατον ἔτος ἄγων τῆς ἡλικίας περὶ τὸ τέλος τῆς εὐσεβοῦς Μαρκιανοῦ βασιλείας καὶ τῆς ἐν Ἱεροσολύμοις ἱεραρχίας Ἰουβεναλίου. καὶ δεξιοῦται παρά τινι | |
20 | Καππαδόκηι γέροντι ἐν τῶι τοῦ ἐν ἁγίοις Πασσαρίωνος μοναστηρίωι τὸ τηνικαῦτα κυβερνωμένωι ὑπὸ Ἐλπιδίου τοῦ ἀρχιμανδρίτου. ἐν ὧι παραχειμάσας ὁ δοῦλος τοῦ θεοῦ Σάβας καὶ ὑπὸ τοῦ γέροντος προ‐ τραπεὶς αὐτόθι καταταγῆναι οὐκ ἠνέσχετο, ὁμοίως δὲ ὑπὸ ἄλλων εἰς διαφόρους τόπους ταγμάτων τε καὶ διαρίων ἑλκόμενος, φιλήσυχος | |
25 | ὢν ἐκ παιδόθεν καὶ τῶι θεῶι ἀνακείμενος, οὐδενὶ παντελῶς συναπήχθηι. Ἀκούων δὲ παρὰ πάντων σχεδὸν τὰ κατὰ τὸν θεῖον Εὐθύμιον ἐναθλοῦντα τὸ τηνικαῦτα ἐν τῆι ἐξ ἀνατολῶν τῆς ἁγίας πόλεως | |
ἐρήμωι καὶ φωστῆρος δίκην ἐκλάμποντα καὶ τὰς τῶν θαυμάτων ἀ‐ | 90 | |
91 | κτῖνας πανταχοῦ ἐκπέμποντα καὶ ἀναπτερωθεὶς τὴν διάνοιαν ἐπεπό‐ θησεν τὸν ἅγιον θεάσασθαι. καὶ προσελθὼν τῶι μακαρίτηι Ἐλπι‐ δίωι καὶ τὴν ἐπιθυμίαν αὐτῶι ἀναθέμενος μετ’ εὐχῆς καί τινος ὑπο‐ δεικνύοντος ἀπελύθη. καὶ ἐλθὼν εἰς τὸν ὑποδειχθέντα τόπον καὶ | |
5 | τοῖς ἐκεῖσε πατράσι προσκαρτερήσας τῶι σαββάτωι θεωρήσας τὸν μέγαν Εὐθύμιον ἐπὶ τὴν ἐκκλησίαν ἐρχόμενον παρεκάλει μετὰ δα‐ κρύων τοῖς ὑπ’ αὐτὸν συναρίθμιος γενέσθαι. ὁ δὲ μέγας Εὐθύμιος ἐνουθέτει αὐτὸν λέγων· τέκνον, οὐ νομίζω δίκαιον εἶναι νεώτερόν σε ὄντα εἰς λαύραν μένειν· οὔτε γὰρ τῆι λαύραι ὄνησιν φέρει τὸ νεώτερον | |
10 | ἔχειν οὔτε νεωτέρωι πρέπει ἐν μέσωι εἶναι ἀναχωρητῶν. ἄπελθε τοίνυν, τέκνον, εἰς τὴν κάτω μονὴν πρὸς τὸν ἀββᾶν Θεόκτιστον καὶ ἔχεις πάνυ ὠφεληθῆναι. ὁ δὲ μακάριος ἀπεκρίθη Σάβας· γινώσκω, τίμιε πάτερ, ὅτι ὁ πάντων προνοητὴς θεὸς σωθῆναί με βουλόμενος ὡδήγησέν με εἰς τὰς ἁγίας σου χεῖρας ἐλθεῖν· ὡς ἄν μοι κελεύηις, | |
15 | ποιῶ. τότε ὁ μέγας Εὐθύμιος τῶι μακαρίτηι αὐτὸν ἀπέστειλεν Θεο‐ κτίστωι, δηλώσας αὐτῶι ποιεῖσθαι αὐτοῦ φροντίδα ὡς μέλλοντος τῆι τοῦ Χριστοῦ χάριτι ἐν τῆι μοναχικῆι διαπρέψαι πολιτείαι. τοῦτο δὲ οὐκ ἀσκόπως, ὡς ἔμοιγε δοκεῖ, ὁ μέγας πεποίηκεν Εὐθύμιος, ἀλλὰ διορατικῶι ὄμματι μᾶλλον προβλέπων πάντων τῶν ἐν Παλαιστίνηι | |
20 | ἀναχωρητῶν ἀρχιμανδρίτην αὐτὸν μέλλειν ἔσεσθαι, οὐ μὴν ἀλλὰ καὶ τὴν μεγίστην τε καὶ περιφανεστάτην λαύραν τὴν ὑπερέχουσαν πασῶν τῶν ἐν Παλαιστίνηι λαυρῶν συνιστᾶν μέλλοντα καὶ ἔσεσθαι αὐτὸν ἀρχηγέτην τε καὶ νομοθέτην πάντων τῶν καθ’ ἑαυτοὺς ἀναχωρούντων, ἐκ τοῦ καθ’ ἑαυτὸν ὑποδείγματος νομοθεσίαν αὐτῶι δίδωσιν μὴ δέχε‐ | |
25 | σθαι ἐν λαύραι ἀγένειον, ἀλλὰ καὶ τοῖς τῶν ἄλλων λαυρῶν ἡγουμένοις τὸν τοιοῦτον παραδιδόναι νόμον παλαιὸν ὄντα καὶ παρὰ τοῖς ἀρχαίοις πατράσι κρατήσαντα· πρόδηλον δὲ ὅτι πᾶν τὸ ἀρχαιότητι διαφέρον αἰδέσιμον. Γεγονὼς δὲ ὑπὸ τὸν μακαρίτην Θεόκτιστον ὁ πατὴρ ἡμῶν Σάβας | |
30 | ἐκδέδωκεν μὲν ἑαυτὸν ὅλον τῶι θεῶι· ἅπερ δὲ εἶχεν ἀπὸ τῶν ἰδίων | 91 |
92 | αὐτοῦ, δέδωκεν εἰς τὰς τοῦ ἡγουμένου χεῖρας καὶ ἀποδύεται πρὸς τοὺς ἀγῶνας, κόπωι μὲν σωματικῶι διημερεύων, ἄυπνος δὲ ἐν ταῖς τοῦ θεοῦ δοξολογίαις διανυκτερεύων, τὴν ταπεινοφροσύνην καὶ τὴν ὑπακοὴν ῥίζαν καὶ θεμέλιον τῆς ἑαυτοῦ πολιτείας ποιούμενος, ἐπιτή‐ | |
5 | δειος ὢν ἐν τῶι κανόνι τῆς θείας λειτουργίας καὶ προθυμότατος, πρὸ πάντων ἐν τῆι ἐκκλησίαι εἰσερχόμενος καὶ πάντων ὕστερον ἐξερχό‐ μενος. πρὸς δὲ τοῖς ψυχικοῖς ἀνδραγαθήμασιν ὑπῆρχεν καὶ τῶι σώ‐ ματι εὐμεγέθης καὶ γενναῖος, καὶ πάντων πρὸς ἓν φορτίον μαννουθίων ἐν τῆι ἐρήμωι κοπτόντων καὶ τῶι κοινοβίωι ἀποκομιζόντων αὐτὸς | |
10 | τρία φορτία καθ’ ἡμέραν κόπτων ἀπεκόμιζεν. καὶ πρὸς τού‐ τοις τοῖς τοῦ κοινοβίου διακονηταῖς προθύμως ἐβοήθει ὑδροφορῶν καὶ ξύλα κομίζων καὶ τὰ ἄλλα πάντα διακονῶν. γέγονεν μέντοι καὶ ἐπὶ ἱκανὸν χρόνον βουρδωνάριος, καὶ ἄλλας δὲ διαφόρους διακονίας ἐγχειρισθεὶς ἀνεπιλήπτως καὶ ἀκαταγνώστως διετέλεσεν, ὥστε θαυ‐ | |
15 | μάζειν τοὺς τοῦ κοινοβίου πατέρας τὴν τοσαύτην ἐν νεαζούσηι ἡλικίαι ἀρετήν τε καὶ ἐπιτηδειότητα. Ἦν δέ τις ἀδελφὸς ἐν τῶι κοινοβίωι Ἀλεξανδρεὺς μὲν τῶι γένει, Ἰωάννης δὲ τῆι κλήσει, ὅστις ἐπὶ συχνὸν χρόνον ἐδυσώπει τὸν ἐν ἁγίοις Θεόκτιστον ἀπολυθῆναι ἐπὶ Ἀλεξάνδρειαν πρὸς τὸ τὰ γονικὰ | |
20 | αὐτοῦ πράγματα διαθεῖναι καλῶς, μαθὼν τετελευτηκέναι τοὺς ἑαυτοῦ γονεῖς. καὶ ἀπολυθεὶς παρεκάλει λαβεῖν μεθ’ ἑαυτοῦ τὸν ἀββᾶν Σάβαν ὡς γνήσιον καὶ πιστὸν καὶ κακοπαθῆσαι δυνάμενον. ὁ μὲν οὖν μακα‐ ρίτης Θεόκτιστος ταῖς τοῦ Ἰωάννου παρακλήσεσιν εἴξας ἀποστέλλει μετ’ αὐτοῦ τὸν ἀββᾶν Σάβαν εἰς Ἀλεξάνδρειαν· αὐτῶν δὲ ἐν Ἀλεξαν‐ | |
25 | δρείαι γεγονότων καὶ περὶ τὴν τῶν Ἰωάννου γονικῶν πραγμάτων ζήτησιν ἀδολεσχούντων ἀνεγνωρίσθη ὁ μακαρίτης Σάβας Σοφίαι τε τῆι μητρὶ καὶ Ἰωάννηι τῶι πατρὶ Κόνωνι μετονομασθέντι καὶ τοῦ τῶν Ἰσαύρων νουμέρου κρατοῦντι. καὶ προτραπεὶς ὑπ’ αὐτῶν αὐτόθι | |
μεῖναι καὶ στρατεύεσθαι καὶ πρεσβύτερον τοῦ νουμέρου γενέσθαι | 92 | |
93 | ἀποπεμψάμενος αὐτοὺς ἔλεγεν· ἐγὼ μὲν ἐστρατεύθην τῶι παμβασιλεῖ θεῶι καὶ τὴν στρατείαν αὐτοῦ ἀθετῆσαι οὐ δύναμαι, τοὺς δὲ ἀποστῆσαί με ταύτης ἐπιχειροῦντας γονεῖς λέγειν οὐκ ἀνέχομαι. ἐμμένω γὰρ τῆι αὐτοῦ ὁμολογίαι ἕως ἐσχάτης ἀναπνοῆς, τελειωθῆναι ἐλπίζων | |
5 | ἐν τῆι σεμνῆι τῆς ἀσκήσεως πολιτείαι. ὡς οὖν πολλὰ μηχανησάμενοι οὐκ ἴσχυσαν χαυνῶσαι αὐτοῦ τὸν λογισμὸν καὶ κρατῆσαι παρ’ ἑαυ‐ τοῖς, εἴκοσι νομίσματα παρεῖχον αὐτῶι εἰς ἀνάλωμα. ὃ δὲ οὐ κατε‐ δέξατο, ἰδὼν δὲ αὐτοὺς σφόδρα λυπηθέντας λαβὼν τρία νομίσματα μόνα διὰ τὸ θεραπεῦσαι αὐτοὺς ἐξῆλθεν εὐθέως ἀπὸ Ἀλεξανδρείας | |
10 | ἅμα τῶι συναποσταλέντι αὐτῶι Ἰωάννηι καὶ ἐλθὼν εἰς τὸ κοινόβιον τὰ τρία νομίσματα εἰς τὰς χεῖρας τοῦ μεγάλου δέδωκε Θεοκτίστου. Αὐτοῦ δὲ ἐν αὐτῶι τῶι κοινοβίωι ἤδη τὸν δέκατον διατελοῦντος ἐνιαυτὸν συνέβη τελευτῆσαι τὸν τρισμακάριον Θεόκτιστον τρίτηι τοῦ Σεπτεμβρίου μηνὸς τῆς τετάρτης ἰνδικτιόνος, ὁ δὲ μέγας Εὐθύ‐ | |
15 | μιος ἐκεῖσε κατελθὼν καὶ τὸ νικηφόρον κηδεύσας σῶμα Μάριν τινὰ ἀξιοθαύμαστον διάδοχον τῆς ἡγουμενίας κατέστησεν. ὅντινα ἐπὶ δύο χρόνους τῆς μονῆς κρατήσαντα καὶ θεαρέστως τελειωθέντα πάλιν ὁ μέγας κατελθὼν Εὐθύμιος καὶ ἐν τῆι τοῦ μακαρίτου Θεοκτί‐ στου σορῶι καταθέμενος Λογγίνωι τινὶ ἐναρέτωι τὴν τοῦ κοινοβίου | |
20 | ἐγχειρίζει προστασίαν. τότε δὴ ὁ πατὴρ ἡμῶν Σάβας τὸν τριακοστὸν τῆς ἑαυτοῦ ἡλικίας πληρώσας χρόνον καὶ πάντας τοὺς ἐν τῶι κοινο‐ βίωι προβεβηκότας ὑπερακοντίσας τῆι τε νηστείαι καὶ ἀγρυπνίαι καὶ τῆι ταπεινοφροσύνηι καὶ ὑπακοῆι παρεκάλεσεν τὸν ἀββᾶν Λογ‐ γῖνον ἐπιτρέψαι αὐτῶι ἡσυχάσαι ἐν σπηλαίωι ὄντι ἔξωθεν τοῦ κοινο‐ | |
25 | βίου εἰς τὸν κατὰ νότον κρημνόν. ὅστις ἀββᾶς Λογγῖνος θεωρῶν αὐτοῦ | 93 |
94 | τὴν διαφέρουσαν ἀρετὴν τό τε εὐσταθὲς τοῦ ἤθους καὶ τὸ καθαρὸν τοῦ τρόπου καὶ τὸ ἐν ταῖς προσευχαῖς σπουδαῖόν τε καὶ σύντονον καὶ ἀνενέγκας τὰ κατ’ αὐτὸν τῶι μεγάλωι Εὐθυμίωι καὶ ἀκούσας ὅτι μὴ ἐμποδίσηις αὐτὸν τοῦ ἀγωνίσασθαι ὡς βούλεται, ἐπέτρεψεν αὐτῶι | |
5 | τὰς πέντε τῆς ἑβδομάδος ἡμέρας ἡσυχάζειν ἐν τῶι ῥηθέντι σπηλαίωι. ὁ δὲ πατὴρ ἡμῶν Σάβας τὴν περιπόθητον δεξάμενος ἐπιτροπὴν ἔμεινεν ἐπὶ πέντε χρόνους τοιαύτην ἔχων διαγωγήν· κατὰ τὴν ἑσπέραν τὴν μετὰ τὴν κυριακὴν ἐξήρχετο τοῦ κοινοβίου ἔχων θαλλοὺς βαίων, τὴν χρείαν τῆς ἑβδομάδος, καὶ διέμενεν τὰς πέντε ἡμέρας μηδενὸς | |
10 | τὸ σύνολον μεταλαμβάνων καὶ τῶι σαββάτωι ἕωθεν ἤρχετο εἰς τὸ κοινόβιον φέρων μεθ’ ἑαυτοῦ τῶν πέντε ἡμερῶν τὸ ἐργόχειρον πεντήκοντα μαλάκια πεπληρωμένα. Ταύτην ἔχειν αὐτὸν τὴν πολιτείαν γνοὺς ὁ μέγας Εὐθύμιος ἐλάμ‐ βανεν αὐτὸν μεθ’ ἑαυτοῦ κατὰ τὴν τεσσαρεσκαιδεκάτην τοῦ Ἰαν‐ | |
15 | νουαρίου μηνὸς εἰς τὴν πανέρημον τοῦ Ῥουβᾶ ἅμα Δομετιανῶι τῶι μακαρίωι, πληροφορίαν ἔχων εἰς αὐτὸν καὶ παιδαριογέροντα αὐτὸν ὀνομάζων, καὶ ὡς καλὸς παιδοτρίβης προεβίβαζεν αὐτὸν καὶ ἐγύμναζεν εἰς ὑψηλοτέρας ἀρετάς. αὐτόθι γὰρ διετέλουν ἕως τῆς τῶν βαίων ἑορτῆς πάσης ἀνθρωπίνης χωριζόμενοι συναναστροφῆς. ἐξῆλθεν | |
20 | δέ ποτε ὁ μέγας Εὐθύμιος ἐκ τοῦ Ῥουβᾶ τὴν ἔρημον διοδεῦσαι βουλό‐ μενος τὴν ἐπέκεινα τῆς νεκρᾶς θαλάσσης πρὸς μεσημβρίαν ἑπομένους ἔχων Δομετιανὸν καὶ Σάβαν. καὶ ἐλθόντων αὐτῶν εἰς τόπους ἀνύδρους καὶ χρονισάντων σφοδροῦ καύσωνος ὄντος διψήσας λίαν ὁ μακάριος Σάβας ἔπεσεν μηκέτι ἰσχύων βαδίσαι τῆς ἐν τῶι βάθει τῶν σπλάγχ‐ | |
25 | νων, ὡς οἶμαι, ὑγρότητος ὑπὸ τοῦ σφοδροῦ καύσωνος ἀναλωθείσης. ὁ δὲ γέρων σπλαγχνισθεὶς καὶ διαχωρίσας ἑαυτὸν ὡσεὶ λίθου βολὴν ἔπεσεν ἐπὶ πρόσωπον δεόμενος τοῦ θεοῦ καὶ λέγων· κύριε ὁ θεός, δὸς ὕδωρ ἐν γῆι διψώσηι τὴν τοῦ νεωτέρου δίψαν παραμυθούμενον. καὶ μετὰ τὴν εὐχὴν καλέσας αὐτὸν καὶ τρίτον τῶι σκαλιδίωι ὀρύξας | |
30 | ἔδειξεν αὐτῶι ὕδωρ ζῶν καὶ πιὼν ὁ Σάβας ἦλθεν εἰς ἑαυτὸν καὶ ἐξ | 94 |
95 | ἐκείνου δύναμιν θείαν ἐδέξατο πρὸς τὸ ὑποφέρειν τὰ δυσχερῆ τῆς ἐν ἐρήμωι διαγωγῆς. ὀλίγου δέ τινος χρόνου παριππεύσαντος ὁ μέγας πατὴρ ἡμῶν Εὐθύμιος ἐν εἰρήνηι ἐπὶ τὸ αὐτὸ ἐκοιμήθη καὶ ὕπνωσεν τοῦ κυρίου κατὰ μόνας ἐπ’ ἐλπίδι κατοικίσαντος αὐτὸν ἔτους πεντε‐ | |
5 | καιδεκάτου τῆς ἐν Ἱεροσολύμοις ἱεραρχίας Ἀναστασίου. Τότε δὴ ὁ μακάριος Σάβας τοῦ τριακοστοῦ πέμπτου τῆς ἑαυτοῦ ἡλικίας χρόνου πληρωθέντος θεασάμενος τὴν τοῦ κοινοβίου διαγωγὴν ἀλλασσομένην ἅτε δὴ τῶν τῆς μονῆς πατέρων τελειωθέντων ἀνεχώ‐ ρησεν ἐπὶ τὴν ἀνατολικὴν ἔρημον τοῦ ἐν ἁγίοις Γερασίμου τὸ τηνι‐ | |
10 | καῦτα φωστῆρος δίκην ἐκλάμποντος καὶ ἐν τῆι κατὰ τὸν Ἰορδάνην ἐρήμωι τὰ τῆς εὐσεβείας σπείροντος σπέρματα. τοῦ μέντοι πατρὸς ἡμῶν Σάβα ἐν τῆι κατὰ τὸν Κουτιλᾶν καὶ τὸν Ῥουβᾶν διάγοντος ἐρήμωι καὶ τὸ Δαυιτικὸν ἐκεῖνο λόγιον ἔργωι ψάλλοντος τὸ ἰδοὺ ἐμάκρυνα φυγαδεύων καὶ ηὐλίσθην ἐν τῆι ἐρήμωι καὶ τῆι τε | |
15 | ἡσυχίαι καὶ ἀσιτίαι καὶ ταῖς ἀπαύστοις προσευχαῖς σχολάζοντος καὶ τὴν ἑαυτοῦ διάνοιαν ἔσοπτρον ἀκηλίδωτον θεοῦ καὶ τῶν θείων ἐργαζο‐ μένου κατὰ τὸ γεγραμμένον σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ θεός, φθονήσας ὁ διάβολος πολλοὺς ἐπενόει κατ’ αὐτοῦ πει‐ ρασμοὺς βουλόμενος αὐτὸν τῆς τοιαύτης ἀποστῆσαι διαγωγῆς. καὶ | |
20 | ποτὲ μὲν ἀνακειμένου αὐτοῦ ἐπὶ τῆς ψάμμου ἐν μεσονυκτίωι μετασχη‐ ματισθεὶς εἰς ὄφεις καὶ σκορπίους ἐπειρᾶτο ἐκφοβεῖν αὐτόν, ὃ δὲ μικρὸν δειλιάσας ἐνόησεν τοῦ διαβόλου τὴν πονηρίαν καὶ κατασφρα‐ γισάμενος καὶ τὴν δειλίαν ἀποτιναξάμενος ἀνέστη θαρρῶν καὶ λέγων· ὅταν καὶ ἰσχύσηις φοβῆσαί με, τότε ἡττηθήσηι, ὅτι μετ’ ἐμοῦ κύριος | |
25 | ὁ θεός ἐστιν ὁ δοὺς ἡμῖν τὴν κατὰ σοῦ δυναστείαν εἰπὼν ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ | |
ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. καὶ ταῦτα αὐτοῦ λέγον‐ | 95 | |
96 | τος ἀφανῆ παραυτίκα γεγόνασι τὰ ἰοβόλα θηρία. ἄλλοτε πάλιν φαίνεται αὐτῶι ὁ σατανᾶς ἐν ὁμοιώματι λέοντος φοβερωτάτου ἐπερχομένου καὶ βλοσυρὸν ἀπειλοῦντος. ὃ δὲ τὴν φοβερὰν τοῦ θηρίου ὁρμὴν θεα‐ σάμενος ἔλεγεν· εἰ μὲν ἔλαβες ἐξουσίαν κατ’ ἐμοῦ, μὴ ἀναμείνηις· εἰ δὲ | |
5 | μή γε, τί μάτην κοπιᾶις; ἐμὲ γὰρ τοῦ θεοῦ ἀποστῆσαι οὐ μὴ ἰσχύσηις. αὐτὸς γὰρ θαρρεῖν παρεκελεύσατό μοι λέγων ἐπὶ ἀσπίδα καὶ βα‐ σιλίσκον ἐπιβήσηι καὶ καταπατήσεις λέοντα καὶ δρά‐ κοντα. καὶ τούτων λεχθέντων εὐθέως τὸ τοιοῦτον θηρίον γέγονεν ἄφαντον. καὶ ἀπὸ τότε ὑπέταξεν αὐτῶι ὁ θεὸς πᾶν ἰοβόλον τε καὶ | |
10 | σαρκοβόρον θηρίον καὶ τοῖς τοιούτοις ἐν ταῖς ἐρήμοις συναναστρεφό‐ μενος οὐκ ἠδικεῖτο. Κατὰ τοῦτον δὴ τὸν χρόνον συνηντήθη τέσσαρσιν Σαρακηνοῖς πεινῶσιν καὶ ἐκλείπουσιν. καὶ τούτοις συμπαθήσας ἐπέτρεψεν κα‐ θίσαι καὶ ἐκένωσεν τὸ ἑαυτοῦ μηλωτάριον ἔμπροσθεν αὐτῶν μηδὲν | |
15 | ἕτερον ἔχον πλὴν ῥίζας μελαγρίων καὶ καρδίας καλάμων. καὶ οἱ μὲν βάρβαροι φαγόντες καὶ χορτασθέντες περιεργασάμενοι ἐν ποίωι σπηλαίωι τοῦ Ῥουβᾶ μένει, εὐπορήσαντες μεθ’ ἡμέρας ἤνεγκαν αὐτῶι ἄρτους καὶ τυρία καὶ φοίνικας· ὁ δὲ πατὴρ ἡμῶν Σάβας τὴν τῶν βαρβάρων εὐγνωμοσύνην θαυμάσας καὶ κατανυγεὶς ἔλεγεν μετὰ | |
20 | δακρύων· οἴμοι ψυχή μου· πόσην ἔθεντο οὗτοι οἱ βάρβαροι σπουδὴν τῆς μηδὲν οὔσης θεραπείας τὴν χάριν ἀνταμείψασθαι· τί ποιήσωμεν ἡμεῖς οἱ ἐλεεινοὶ καὶ ἀγνώμονες οἱ τοσούτων θείων χαρισμάτων καὶ δωρεῶν καθ’ ἡμέραν τοῦ θεοῦ ἀπολαύοντες καὶ οὕτως ἐν ἀμελείαι καὶ ῥαθυμίαι τὸν ἑαυτῶν ἀναλίσκοντες βίον, μὴ σπουδάζοντες εὐ‐ | |
25 | χαριστεῖν τῶι δωρησαμένωι θεῶι διὰ τῆς ἐργασίας τῶν θείων αὐτοῦ ἐντολῶν καὶ τοῦ ἀδιαλείπτως προσφέρειν αὐτῶι καρπὸν χειλέων | |
ὁμολογούντων τὸ ὄνομα αὐτοῦ; καὶ ἐπέμενεν ἐπὶ χρόνον τῆι | 96 | |
97 | αὐτῆι κατανύξει διημερεύων καὶ διανυκτερεύων ἐν τῆι προσευχῆι αὐτοῦ. Ἐν αὐτῆι δὲ τῆι κατὰ τὸν Ῥουβᾶν ἐρήμωι ἦλθεν πρὸς αὐτὸν μονα‐ χός τις ἀξιομνημόνευτος Ἄνθος προσαγορευόμενος καὶ συνέμεινεν | |
5 | αὐτῶι· ὅστις καὶ τῶι τρισμακαρίωι ἀββᾶι Θεοδοσίωι ἐπὶ χρόνον ἐν τῆι τοῦ Καθίσματος ἐκκλησίαι συνανεστράφη. αὐτῶν τοίνυν ἐν τῆι αὐτῆι διαγόντων ἐρήμωι ἐπέρριψαν κατ’ αὐτῶν Σαρακηνοὶ τὸν ἀριθμὸν ἕξ, τῶι ἤθει βάρβαροι, τῆι γνώμηι κακοποιοί. οἵτινες κακοη‐ θείαι φερόμενοι προέπεμψαν ἕνα ἐξ αὐτῶν εἰς τὸ πειρᾶσαι τοὺς μα‐ | |
10 | καρίους, ἴσως τοῦτο βουλευσάμενοι ὥστε ἐπελθεῖν καὶ τοὺς ἀμφοτέ‐ ρους αἰχμαλωτίσαι, εἰ τῶι ἑνὶ ἐναντιωθῶσιν. οἱ δὲ μακάριοι πατέρες τὴν ἀνάγκην ἑωρακότες καὶ μηδ’ ὅλως εἰς δειλίαν καταπεσόντες, ἀλλὰ τῶι τῆς ψυχῆς ὄμματι πρὸς θεὸν ἀναδραμόντες προσηύχοντο ἐκτενῶς τῆς τῶν ἀλιτηρίων ἐκείνων βαρβάρων ἐπιβουλῆς λυτρω‐ | |
15 | θῆναι. καὶ παραχρῆμα ἠνοίχθη ἡ γῆ καὶ κατέπιεν τὸν πειράζειν αὐτοὺς θέλοντα βάρβαρον· οἱ δὲ λοιποὶ τὸ φοβερὸν θαῦμα ἑωρακότες καὶ δειλίαι συσχεθέντες ἔφυγον. καὶ ἀπὸ τότε θεῖον ἐδέξατο χάρισμα ὁ πατὴρ ἡμῶν Σάβας πρὸς τὸ μὴ πτοεῖσθαι ἐπιβουλὰς βαρβάρων. τότε δὴ ἐν πρώτοις διὰ τῆς τοῦ μακαρίου Ἄνθου συναναστροφῆς | |
20 | ἐγνωρίσθη ὁ πατὴρ ἡμῶν Σάβας τῶι μακαρίτηι ἀββᾶι Θεοδοσίωι πρὸ τῆς συστάσεως τῆς κατ’ αὐτὸν εὐαγεστάτης καὶ περιφανεστάτης μονῆς. Τετραετῆ δὲ χρόνον ἐν ἐκείναις ταῖς ἐρήμοις διατελέσαντι τῶι ἁγίωι πατρὶ ἡμῶν Σάβαι καὶ περιερχομένωι τοὺς λοιποὺς ἐρημοτέρους τόπους, γενομένωι αὐτῶι εἰς τὸν ὑψηλότατον βουνὸν ἔνθα ποτὲ ἡ | |
25 | μακαρία Εὐδοκία τῆς διδασκαλίας τοῦ μεγάλου ἀπήλαυσεν Εὐθυμίου, καὶ τῆι πρὸς θεὸν δεήσει διανυκτερεύοντι ἐπιφαίνεται μορφή τις | |
ἀγγελικὴ ἐν ἐσθῆτι ἀστραπτούσηι δεικνύουσα αὐτῶι κατὰ νότον | 97 | |
98 | τοῦ αὐτοῦ βουνοῦ χείμαρρόν τινα ἀπὸ τοῦ Σιλωὰμ καταφερόμενον καὶ λέγουσα· εἰ ὅλως βούληι τὴν ἔρημον ταύτην πολίσαι, στῆθι καὶ κατὰ ἀνατολὰς τοῦ χειμάρρου ἐκείνου, οὗ ὁρᾶις ἄντικρυς σπήλαιον ἀνεπηρέαστον, ἄνελθε καὶ οἴκησον εἰς αὐτό, καὶ ὁ παρέχων τοῖς | |
5 | κτήνεσιν τροφὴν αὐτῶν καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτὸν αὐτός σου προνοήσεται. καὶ ἕως μὲν τούτου ἡ ὀπτασία· αὐτὸς δὲ εἰς ἑαυτὸν ἐλθὼν καὶ τὸν κατὰ νότον ὑποδειχθέντα θεασάμενος χείμαρρον καὶ περιχαρὴς γεγονὼς κατῆλ‐ θεν ἐκ τοῦ βουνοῦ καὶ ὑπὸ τοῦ θεοῦ ὁδηγούμενος εὗρεν τὸ σπήλαιον | |
10 | καθὼς ἐλαλήθη αὐτῶι ἐν τῆι ὀπτασίαι. καὶ ἀνελθὼν ὤικησεν εἰς αὐτὸ ἐν ἀρχῆι τοῦ τεσσαρακοστοῦ τῆς ἑαυτοῦ ἡλικίας χρόνου, ἐν ὧι χρόνωι ὁ μὲν ἀρχιεπίσκοπος Ἰεροσολύμων Ἀναστάσιος τὸν ἐννεα‐ καιδέκατον ἐν τῆι πατριαρχίαι πληρώσας ἐνιαυτὸν ἐτελεύτησεν ἐν ἀρχῆι τοῦ Ἰουλίου μηνὸς Μαρτύριον διάδοχον καταλείψας, Ζήνων δὲ | |
15 | ὁ τῶν Ῥωμαίων αὐτοκράτωρ τὸν τύραννον φονεύσας Βασιλίσκον ἐπὶ εἴκοσι μῆνας τυραννήσαντα τὴν οἰκείαν ἀπέλαβεν βασιλείαν. τότε δὴ ὁ πατὴρ ἡμῶν Σάβας τὸ εἰρημένον οἰκήσας σπήλαιον διὰ τὴν τῆς ἀναβάσεως δυσχέρειαν σχοινίον περὶ τὸ στόμιον κρεμάσας δι’ αὐτοῦ ἀνήρχετο καὶ κατήρχετο· εἶχεν δὲ τὸ ὕδωρ ὡς ἀπὸ σταδίων δεκα‐ | |
20 | πέντε ἀπὸ λάκκου Ἑπταστόμου ἐπιλεγομένου. χρόνου δέ τινος διελθόντος καὶ τεσσάρων Σαρακηνῶν ἐπελθόντων τῶι τόπωι καὶ εἰς τὸ σπήλαιον μὴ δυνηθέντων ἀνιέναι θεωρήσας ὁ ἡγιασμένος | |
Σάβας ἄνωθεν καὶ τὸ σχοινίον χαλάσας ἐπέτρεψεν αὐτοῖς ἀνελθεῖν. | 98 | |
99 | οἵτινες βάρβαροι ἀνελθόντες καὶ μηδὲν αὐτῶι εὑρηκότες ἐθαύμασαν τὴν αὐτοῦ ἀκτημοσύνην καὶ ἀρετὴν καὶ ἀναχωρήσαντες ἤρχοντο δι’ ἡμερῶν πρὸς αὐτὸν φέροντες ἄρτους ξηροὺς καὶ τυρία καὶ φοίνικας καὶ εἴ τι ἕτερον ἐνέπιπτεν αὐτοῖς. | |
5 | Ἐποίησεν δὲ ἐν τῶι χειμάρρωι τούτωι μόνος ἔτη πέντε καθ’ ἑαυτὸν ἐν ἡσυχίαι ὁμιλῶν τῶι θεῶι καὶ τὸ τῆς διανοίας ὀπτικὸν ἐκκαθαίρων πρὸς τὸ ἀνακεκαλυμμένωι προσώπωι τὴν δόξαν κυρίου κατοπτρίζεσθαι ἡττηθέντων ἤδη τῶν πονηρῶν πνευμάτων ταῖς τε ἀπαύστοις προσευχαῖς καὶ τῆι πρὸς θεὸν ἐγγύτητι. | |
10 | καὶ οὕτως λοιπὸν τῶι τεσσαρακοστῶι πέμπτωι τῆς ἑαυτοῦ ἡλικίας χρόνωι ψυχῶν προστασίαν παρὰ θεοῦ πιστεύεται προτραπεὶς ὑπὸ τοῦ θείου λόγου μὴ τοῖς ἡττημένοις ἐχθροῖς μάτην προσασχο‐ λεῖσθαι, ἀλλ’ ἀπὸ τῆς πολεμικῆς ἕξεως μετασκευάσαι τὰς τῆς ψυχῆς δυνάμεις ἐπὶ τὸ γεωργεῖν τοὺς ὑλομανοῦντας τοῖς τῆς κακίας λογισμοῖς | |
15 | ἐπ’ ὠφελείαι τῶν πολλῶν, ἐν τῶι λέγειν τὸν προφήτην· συγκόψατε τὰς μαχαίρας ὑμῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας εἰς δρέπανα. καὶ ἤρξατο πάντας δέχεσθαι τοὺς ἐρχομένους πρὸς αὐτόν. πλεῖστοι τοίνυν τῶν διεσπαρμένων ἀναχωρητῶν καὶ τῶν βοσκῶν ἐλθόντες συνέμενον αὐτῶι, ἐν οἷς ἦσαν ὅ τε ἐν ἁγίοις Ἰωάννης | |
20 | ὁ τῆς Νέας λαύρας ὕστερον ἡγησάμενος καὶ ὁ μακαρίτης Ἰάκωβος ὁ τὴν ἐν τῶι Ἰορδάνηι τῶν πυργίων λαύραν μετὰ ταῦτα συστησάμενος καὶ ὁ ἐν μοναχικοῖς κατορθώμασιν αἰδέσιμος Σευηριανὸς ὁ τὴν περὶ Καπαρβαριχὰ μονὴν μετὰ χρόνον οἰκοδομήσας καὶ ὁ μέγας Φιρμῖνος ὁ ἐπὶ τὰ μέρη Μαχμᾶς λαύραν συστησάμενος, πρὸς τούτοις καὶ Ἰουλι‐ | |
25 | ανὸς ὁ ἐπίκλην Κυρτὸς ὁ τὴν ἐν τῶι Ἰορδάνηι τοῦ Νεελκεραβᾶ προσαγορευομένην λαύραν περιποιησάμενος καὶ ἕτεροι σὺν αὐτοῖς ὧν | |
τὰ ὀνόματα ἐν βίβλωι ζωῆς. καὶ ἑκάστωι τούτων ἐρχομένωι | 99 | |
100 | πρὸς αὐτὸν παρεῖχεν ἐπιτήδειον τόπον ἔχοντα μικρὸν κελλίον καὶ σπήλαιον καὶ ἔφθασεν τῆι τοῦ θεοῦ χάριτι ἡ αὐτοῦ συνοδία μέχρις ἑβδομήκοντα ὀνομάτων, πάντων θεοπνεύστων, πάντων Χριστοφό‐ ρων, οὓς ἐάν τις καλέσειεν χορὸν ἀγγέλων ἢ δῆμον ἀθλητῶν ἢ πόλιν | |
5 | εὐσεβῶν ἢ ἑβδομήκοντα ἀποστόλων νέον χορόν, οὐ διαμαρτήσει τοῦ πρέποντος. καὶ ἦν ἡγούμενος αὐτῶν καὶ ὁδηγὸς καὶ ποιμήν. καὶ κτίζει ἐν πρώτοις ἐν τῶι βουνῶι τῶι ἐν τῆι βορινῆι ἀρχῆι τοῦ χειμάρρου μετὰ τὴν κάμψιν πύργον, δράξασθαι τοῦ τόπου βουλόμενος ἀπαραλήπτου ὄντος. ἐκεῖθεν τὴν ἀρχὴν ἐποιήσατο συνιστᾶν τὴν | |
10 | λαύραν τῆι τοῦ ὁδηγοῦντος αὐτὸν ἁγίου πνεύματος χάριτι καὶ συνεργείαι. ἐν δὲ τῶι μέσωι τοῦ χειμάρρου μικρὸν εὐκτήριον ὠικο‐ δόμησεν, ἐν ὧι θυσιαστήριον ἔπηξεν ἡγιασμένον, καὶ ὅτε τινὰ ξένον παραβάλλοντα ἐδέχετο χειροτονίαν ἔχοντα πρεσβυτέρου, ἐποίει αὐτὸν ἐκτελεῖν ἐν τῶι εὐκτηρίωι τὴν ἀναφοράν. οὐ γὰρ κατεδέχετο | |
15 | αὐτὸς χειροτονίαν λαβεῖν· εἶχεν γὰρ πραότητα πολλὴν καὶ ταπεινο‐ φροσύνην ἀληθινήν, μιμούμενος ἐν τούτωι Χριστὸν τὸν ἀληθινὸν θεὸν τὸν ἑαυτὸν παρασχόντα τοῖς βουλομένοις εἰς μίμησιν φήσαντα μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῆι καρ‐ δίαι. πρὸς τοῦτο τὸ ὑπόδειγμα βλέπων ἐταπείνου ἑαυτὸν πάντων | |
20 | τῶν ὑπ’ αὐτὸν ἐλάχιστον καὶ ὑπηρέτην ἑαυτὸν καθιστῶν. ἕνα δὲ ἕκαστον αὐτῶν ὡς πάντων ἐν πείραι γεγονὼς ἐδίδασκεν καὶ ἐνουθέτει στῆναι γενναίως πρὸς τὰς μεθοδείας τοῦ διαβόλου καὶ μηδ’ ὅλως ἐνδοῦναι ἢ λύπηι τινὶ καταπίπτειν ἐκ τῆς ποικίλης τῶν δαιμόνων | |
πονηρίας. δεῖ γάρ, ἔλεγεν, τὸν κεκαθαρμένον καὶ ἑαυτὸν τῶι θεῶι | 100 | |
101 | καθιερώσαντα τῆι ἐλπίδι τῶν μελλόντων ἀγαθῶν περιπεφράχθαι. ἀνάνδρου γὰρ ψυχῆς ἐστιν ἴδιον τὸ ὑποπίπτειν τοῖς λυπηροῖς. τούτοις καὶ τοῖς τοιούτοις ἔργοις καὶ λόγοις τὰς ψυχὰς αὐτῶν ἔτρεφε καὶ ἀρδεύων οὐ διελίμπανεν καὶ πτερὰ αὐτοῖς ἐδίδου καὶ πέτασθαι αὐτοὺς | |
5 | ἐδίδασκεν καὶ τὸν οὐρανὸν ὑπερβαίνειν παρεσκεύαζεν. Αὐτῶν δὲ στενουμένων διὰ τὴν τοῦ ὕδατος χρείαν ηὔχετο ἐν μιᾶι νυκτὶ λέγων· κύριε ὁ θεὸς τῶν δυνάμεων, εἴ ἐστιν σὸν θέλημα οἰκισθῆναι τὸν τόπον τοῦτον εἰς δόξαν τοῦ ἁγίου σου ὀνόματος, καταξίωσον προνοήσασθαι ἡμῖν ὀλίγην τινὰ ὕδατος παραμυθίαν. ταῦτα αὐτοῦ | |
10 | ἐν τῶι μικρῶι εὐκτηρίωι εὐχομένου ἠκούσθη κτύπος ὀνάγρου ἀπο‐ τελούμενος κάτω ἐν τῶι χειμάρρωι καὶ παρακύψας πληροσελήνου ὄντος θεωρεῖ τὸν ὄναγρον τοῖς ἑαυτοῦ ποσὶν ὀρύσσοντα τὴν γῆν ἐπὶ πολύ. καὶ μετὰ τὸ ὀρύξαι ἱκανὸν ὄρυγμα κατενόει αὐτὸν ἄνωθεν παραθέντα τῶι ὀρύγματι τὸ στόμα καὶ πίνοντα. καὶ λογισάμενος ὅτι | |
15 | μᾶλλον ὁ θεὸς ἐπισκεψάμενος ὕδωρ τοῖς δούλοις αὐτοῦ ἐξήγαγεν, κατέβη εὐθέως καὶ τὸν τόπον ὀρύξας εὗρεν ὕδωρ ζῶν, καὶ ἰδοὺ μέχρι τοῦ νῦν ἔστι τὸ ὕδωρ κατὰ τὸ μέσον τῆς λαύρας πολλὴν παραμυθίαν τοῖς πατράσι παρέχον. καὶ οὔτε ἐν χειμῶνι περισσεύει οὔτε ἐν θέρει ὑπὸ πάντων σχεδὸν ἀντλούμενον διαλείπει. | |
20 | Ἐν ἄλληι δὲ νυκτὶ ὁ μακάριος Σάβας ἐξῆλθεν τοῦ σπηλαίου αὐτοῦ καὶ διεκίνει εἰς τὸν χείμαρρον μόνος στιχολογῶν ψαλμοὺς Δαυιτικούς, καὶ ὁρᾶι ἄφνω ἐν τῶι δυτικῶι τοῦ χειμάρρου κρημνῶι, ἔνθα νῦν κατάκειται τὸ τίμιον αὐτοῦ λείψανον ἀνὰ μέσον τῶν νυνὶ ὄντων δύο ἐκκλησιῶν, στῦλον πυρὸς ἐπεστηριγμένον ἐν τῆι γῆι, οὗ ἡ κεφαλὴ | |
25 | ἀφικνεῖτο εἰς τὸν οὐρανόν. ὃ δὲ θεασάμενος τὸ φοβερὸν τοῦτο θέαμα καὶ ἔμφοβος ἐν ταυτῶι καὶ περιχαρὴς γεγονὼς ἐλογίζετο τὰ τῆι γραφῆι εἰρημένα περὶ τῆς τῶι πατριάρχηι Ἰακὼβ φανείσης κλίμακος λέγων ὡς φοβερὸς ὁ τόπος οὗτος· οὔκ ἐστιν τοῦτο ἀλλ’ ἢ οἶκος θεοῦ. καὶ διακαρτερήσας τῆι προσευχῆι ἐν τῶι τόπωι | |
30 | ἕως τοῦ διαφαύματος ἀνέβη μετὰ φόβου καὶ χαρᾶς μεγάλης | 101 |
102 | ἰδεῖν τὸν τόπον ἔνθα ὁ στῦλος τοῦ πυρὸς ἐδείχθη, καὶ εὗρεν σπήλαιον μέγα τε καὶ θαυμαστὸν ἐκκλησίας θεοῦ ἐκτύπωμα ἔχον. κατὰ γὰρ τὸ ἀνατολικὸν μέρος κόγχη ἐστὶν θεόκτιστος καὶ κατὰ τὸ βόρειον μέρος οἶκον εὗρεν μέγαν διακονικοῦ τάξιν ἐπέχοντα· ἐκ δὲ τοῦ νότου | |
5 | τὴν εἴσοδον πλατεῖαν καὶ τὴν φωταγωγίαν ἱκανῶς εἰσδεχομένην ἐκ τῆς ἡλιακῆς ἀκτῖνος. τοῦτο τὸ ἄντρον θείαι συνεργείαι κοσμήσας ἐκεῖσε τὸν κανόνα ἐπέτρεψεν γίνεσθαι κατὰ σάββατον καὶ κυριακήν. καὶ οὕτως κατὰ μικρὸν τῆι τοῦ θεοῦ συνεργείαι ἐπληθύνθη ἡ συνοδία καὶ ἔφθασεν μέχρις ἑκατὸν πεντήκοντα πατέρων τὸν ἀριθμόν. τῆς | |
10 | οὖν συνοδίας πληθυνομένης καὶ διαφόρων κελλίων ἔνθεν καὶ ἔνθεν τοῦ χειμάρρου κτιζομένων λοιπὸν καὶ κτήνη ἐκτήσατο πρός τε σύστασιν τῆς λαύρας καὶ ὑπηρεσίαν τῶν κατοικούντων ἐν αὐτῆι. πρόνοιαν γὰρ αὐτῶν ἐποιεῖτο πρὸς τὸ ἔχειν αὐτοὺς ἔνδον τὰς ἀναγκαίας χρείας, ἵνα μὴ τούτου ἕνεκεν ἐπὶ τὸν κόσμον ἀναγκάζωνται ἐξιέναι οἱ βου‐ | |
15 | λόμενοι ἀναχωρεῖν τῶν ἔξω θορύβων. αὐτοὶ δὲ ἑκουσίως ὑπ’ αὐτοῦ ποιμαινόμενοι καὶ ὁδηγούμενοι ἐκαρποφόρουν ἀξίως τῆς κλήσεως καὶ πρὸ τῆς ἐλπιζομένης ἀφθαρσίας τὸ σῶμα πνευματικὸν ἀπετέλουν. τὸ μέντοι εἰρημένον ἄντρον, τουτέστιν τὴν θεόκτιστον ἐκκλησίαν ἐγκαινίσαι ὑπερέθετο διὰ τὸ μὴ βούλεσθαι χειροτονηθῆναι πρεσβύ‐ | |
20 | τερον ἢ ὅλως κληρικὸν προβαλέσθαι. ἔλεγεν γὰρ ὅτι τῆς φιλαρχίας ἀρχὴ καὶ ῥίζα ἐστὶν [τῶν λογισμῶν] ἡ τοῦ κληρωθῆναι ἐπιθυμία. ἔστιν δὲ ὑπεράνω τῆς θεοκτίστου ἐκκλησίας πέτρα ἀκρότομος καὶ ὑψηλο‐ τάτη λίαν· ἐφ’ ἧι ὠικοδόμησεν ἑαυτῶι ὁ πατὴρ ἡμῶν Σάβας πύργον, [καὶ] ἀνάβασιν κρυπτὴν ἔνδον τοῦ ἁγίου ἄντρου ὡς ἐπὶ κοχλίου | |
25 | εὑρὼν ἀπὸ τοῦ διακονικοῦ ἐπὶ τὸν πύργον, καὶ εἰς αὐτὸν ἔμενεν χάριν τοῦ κανόνος καὶ τῆς λοιπῆς διοικήσεως. πολλαχοῦ μὲν οὖν τῆς περὶ | |
αὐτοῦ φήμης διαθεούσης πλεῖστοι ἤρχοντο πρὸς αὐτὸν πολλὰ | 102 | |
103 | προσφέροντες αὐτῶι, μάλιστα ὁρῶντες τήν τε ἀγγελικὴν αὐτοῦ πολιτείαν καὶ τὴν ἄυλον διαγωγήν· ὁ δὲ μακαρίτης τὰ πλεῖστα τῶν προσφερο‐ μένων εἰς οἰκοδομὰς μᾶλλον καὶ εἰς σύστασιν τοῦ τόπου ἀνήλισκεν. καὶ ὅπερ εὐάρεστον ἐνόμιζεν εἶναι τῶι θεῶι, τοῦτο ἐποίει καὶ οὐδεὶς | |
5 | τῶν ὑπ’ αὐτὸν ἐτόλμα ἔν τινι ἐναντιωθῆναι αὐτῶι, Μαρτυρίου τὸ τηνικαῦτα τὴν ἱεραρχίαν ἐγκεχειρισμένου καὶ ἀπὸ τῶν χρόνων τοῦ μεγάλου Εὐθυμίου γινώσκοντος αὐτὸν καὶ σφόδρα ἀγαπῶντος. Τοῦ δὲ ἐν ἁγίοις Μαρτυρίου τὸν ὄγδοον ἐν τῆι πατριαρχίαι διατε‐ λοῦντος ἐνιαυτὸν πρὸς τὸν θεὸν ἐκδημήσαντος μηνὶ Ἀπριλίωι τρισκαι‐ | |
10 | δεκάτηι τῆς ἐνάτης ἰνδικτιόνος καὶ Σαλουστίου τὴν ἱεραρχίαν δια‐ δεξαμένου τῶι τεσσαρακοστῶι ὀγδόωι τῆς τοῦ πατρὸς ἡμῶν Σάβα ἡλικίας χρόνωι ἀνεφύησαν τινὲς ἐν τῆι αὐτοῦ λαύραι σαρκικοὶ τῶι φρονήματι καὶ κατὰ τὴν γραφὴν πνεῦμα μὴ ἔχοντες· οἵτινες ἐπὶ χρόνον ἱκανὸν συσκευὴν ποιησάμενοι ἔθλιβον αὐτὸν παντοίως. | |
15 | ἐνδέχεται γὰρ καὶ τὸν Ἰούδαν ἐν τοῖς ἀποστόλοις ἐᾶσθαι καὶ μετὰ Ἐλισσαίου τὸν Γιεζεὶ ἕως καιροῦ καὶ τὸν Ἠσαῦ ἐκ τοῦ Ἰσαὰκ γεννηθῆναι καὶ ἀδελφὸν εἶναι τοῦ Ἄβελ τὸν Κάιν. οὗτοι τοίνυν περὶ ὧν ὁ λόγος, ὁμονοήσαντες ἀνέρχονται ἐν τῆι ἁγίαι πόλει καὶ τῶι ἀρχιεπισκόπωι προσέρχονται Σαλουστίωι λαβεῖν παρακαλοῦντες | |
20 | ἡγούμενον. ὁ δὲ ἀρχιεπίσκοπος λέγει πρὸς αὐτούς· ποίου τόπου ἐστέ; οἳ δὲ εἶπον· εἰς χείμαρρόν τινα τῆς ἐρήμου οἰκοῦμεν. καί φησιν ὁ ἀρχιεπίσκοπος· εἰς ποῖον χείμαρρον; οἳ δὲ στενούμενοι λέγουσιν· εἰς τὸν παρά τισιν τοῦ ἀββᾶ Σάβα καλούμενον. καὶ λέγει ὁ ἀρχιεπίσκοπος· καὶ ὁ ἀββᾶς Σάβας ποῦ ἐστιν; λέγουσιν αὐτῶι | |
25 | ἐκεῖνοι· ἀνίκανός ἐστιν διοικῆσαι τὸν τόπον διὰ τὴν πολλὴν ἀγροικό‐ τητα αὐτοῦ. ἵνα δὲ καὶ τοῦτο εἴπωμεν, οὔτε αὐτὸς χειροτονίαν ἔχει οὔτε | |
ἄλλον συνεχώρησεν κληρικὸν γενέσθαι καὶ ἑκατὸν πεντήκοντα | 103 | |
104 | ὀνομάτων συνοδίαν πῶς δύναται κυβερνῆσαι; Κυρικὸς δέ τις ἀξιομνη‐ μόνευτος πρεσβύτερος καὶ ἡγούμενος ὑπάρχων τῆς ἁγίας Ἀναστά‐ σεως καὶ σταυροφύλαξ παρὼν τότε καὶ τῶν λεχθέντων ἐπακούσας εἶπεν πρὸς αὐτούς· ὑμεῖς αὐτὸν ἐδέξασθε εἰς τὸν τόπον ἐκεῖνον ἢ | |
5 | αὐτὸς μᾶλλον ἐδέξατο ὑμᾶς; οἳ δὲ εἶπον· αὐτὸς μὲν ἡμᾶς ἐδέξατο, ἀγροικότερος δὲ ὢν κυβερνῆσαι ἡμᾶς ἀδυνατεῖ, πληθυνθέντων ἡμῶν. καὶ λέγει πάλιν ὁ τρισμακάριος Κυρικός· εἰ ἐκεῖνος, ὡς ὑμεῖς φατέ, ἐν τῶι τόπωι συνήγαγεν ὑμᾶς καὶ τὸν τόπον ἔρημον ὄντα ἐπό‐ λισεν, πόσωι μᾶλλον τόν τε πολισθέντα τόπον καὶ ὑμᾶς εἰς ἓν συναχ‐ | |
10 | θέντας κυβερνήσει; ὁ γὰρ συνεργήσας αὐτῶι θεὸς εἰς τὸ συναγαγεῖν ὑμᾶς καὶ τὸν τόπον συστήσασθαι πολλῶι μᾶλλον καὶ εἰς τὸ κυβερνᾶν συνεργήσει. τότε ὁ ἀρχιεπίσκοπος ἀπέλυσεν αὐτοὺς λέγων· ὑπάγετε τέως, σκέψασθε, καὶ τῆι ἑξῆς μετέρχεσθε. καὶ μεταστειλάμενος ὡς ἐπ’ ἄλλωι τινὶ τὸν μακάριον Σάβαν, μεταπεμψάμενος δὲ καὶ τοὺς | |
15 | κατηγόρους, κατ’ ὀφθαλμοὺς αὐτῶν χειροτονεῖ αὐτὸν πρεσβύτερον καὶ λέγει αὐτοῖς· ἰδοὺ ἔχετε τὸν πατέρα ὑμῶν καὶ τῆς κατ’ ὑμᾶς λαύρας ἡγούμενον, ὅνπερ ὁ θεὸς ἄνωθεν ἐψηφίσατο καὶ οὐκ ἄνθρωπος. ἐγὼ γὰρ μόνον χειροθετήσας τὴν θείαν ἐκύρωσα ψῆφον. καὶ ταῦτα εἰπὼν λαβὼν τόν τε μακαρίτην Σάβαν καὶ αὐτοὺς ἐκείνους κατῆλθεν | |
20 | εἰς τὴν λαύραν ἔχων μεθ’ ἑαυτοῦ τὸν μνημονευθέντα σταυροφύλακα Κυρικὸν καὶ τὴν θεόκτιστον ἐκκλησίαν ἐγκαινίσας θυσιαστήριον ἡγιασμένον ἐν τῆι θεοκτίστωι κόγχηι κατέπηξεν πλεῖστα λείψανα ἁγίων καὶ καλλινίκων μαρτύρων ὑπὸ τὸ θυσιαστήριον καταθέμενος μηνὶ Δεκεμβρίωι δωδεκάτηι τῆς τεσσαρεσκαιδεκάτης ἰνδικτιόνος | |
25 | πεντηκοστῶι τρίτωι τῆς τοῦ μακαρίου Σάβα ἡλικίας χρόνωι, ἐν ὧι | 104 |
105 | χρόνωι Ζήνωνος τοῦ βασιλέως τελευτήσαντος Ἀναστάσιος τὴν βασι‐ λείαν παρέλαβεν. Καθ’ ὃν δὴ χρόνον ἐδέχθη εἰς τὴν λαύραν ἀνήρ τις θεοφόρος καὶ θείοις χαρίσμασιν ἠγλαισμένος τῶι μὲν γένει Ἀρμένιος, τῆι δὲ | |
5 | προσηγορίαι Ἱερεμίας, ἔχων μεθ’ ἑαυτοῦ δύο μαθητὰς ὁμοτρόπους τε καὶ συναγωνιστὰς Πέτρον καὶ Παῦλον προσαγορευομένους. ἐπὶ τούτοις ἐχάρη λίαν ὁ πατὴρ ἡμῶν Σάβας ὡς εὐλαβέσιν οὖσιν καὶ δέδω‐ κεν αὐτοῖς σπήλαιον καὶ μικρὸν κελλίον πρὸς βορρᾶν τοῦ αὐτοῦ σπηλαίου ἔνθα καὶ ἐν πρώτοις ἔμεινεν, ὅτε ἦν μόνος ἐν τῶι χειμάρρωι. | |
10 | καὶ ἐπέτρεψεν αὐτοῖς ἐν τῶι μικρῶι εὐκτηρίωι Ἀρμενιστὶ ἐπιτελεῖν τὸν κανόνα τῆς ψαλμωιδίας τῶι τε σαββάτωι καὶ τῆι κυριακῆι. καὶ οὕτως κατὰ μικρὸν οἱ Ἀρμένιοι ἐπληθύνθησαν ἐν τῆι λαύραι· εἷς δὲ τῶν μνημονευθέντων μαθητῶν τοῦ μακαρίου Ἱερεμίου Παῦλος ὁ θεσπέσιος μέχρι τοῦ νῦν ταῖς κατὰ θεὸν ἀρεταῖς ἐν τῆι Μεγίστηι | |
15 | λαύραι διαπρέπων πολλά τε θαυμάσια περὶ αὐτοῦ διηγεῖται καὶ πλεῖστα τῶν τῆιδε τῆι συγγραφῆι ἐμφερομένων ἐμοὶ παραδέδωκεν. Κατὰ τὸν αὐτὸν δὴ χρόνον καθ’ ὃν ἡ θεόκτιστος ἐκκλησία ἐνε‐ καινίσθη, ἤγαγεν τὸ πνεῦμα τὸ ἅγιον εἰς τὴν λαύραν τὸν θεσπέσιον πατέρα ἡμῶν Ἰωάννην τὸν ἐπίσκοπον καὶ ἡσυχαστὴν τὸν τὰ πλεῖστα | |
20 | περὶ Εὐθυμίου καὶ Σάβα ὀνησιφόρων διηγημάτων ἐμοὶ παραδεδω‐ κότα καὶ εἰς τὸ ταῦτά με ἀναγράψασθαι διεγείροντα. ὅντινα ὁ ἐν ἁγίοις πατὴρ ἡμῶν Σάβας τοῖς ἐν τῆι λαύραι ἐναρίθμιον πεποίηκεν, τριάκοντα μὲν καὶ ὀκτὼ ἐτῶν τὴν ἡλικίαν ἄγοντα, ναὸν δὲ ἡγιασμένον τοῦ παναγίου πνεύματος γεγονότα καὶ τοῖς θείοις κομῶντα χαρίσμασιν | |
25 | φωτοφόρον τε ὑπάρχοντα καὶ μέχρι τοῦ νῦν ἐν σαρκὶ ὄντα καὶ ἀγγελι‐ κῶς βιοῦντα καὶ φωτίζοντα ἡμῶν τὰ κατὰ θεὸν διαβήματα. οὗτινος τὰς ἀρετὰς καὶ τὰ κατορθώματα οὐ δυνατὸν νῦν ἐν παρεκβάσει γρα‐ | |
φῆναι, ἀλλ’ εἴπερ τῶι θεῶι φίλον, τὴν ἐν χερσὶν πραγματείαν εἰς | 105 | |
106 | πέρας ἀγαγὼν ὀλίγα τινὰ περὶ αὐτοῦ τά τε πᾶσιν σχεδὸν πρόδηλα καὶ ἅπερ τῆς ἁγίας αὐτοῦ ἀκήκοα διηγουμένης γλώττης, ἐν ἰδιαζούσηι πραγματείαι διηγήσομαι πολλὰ ὄντα καὶ δυνατά. οὔτε γὰρ δίκαιόν ἐστιν ταῦτα σιωπῆι καὶ λήθηι παραπέμπεσθαι αὐτοῦ κατὰ πᾶσαν | |
5 | ὡς εἰπεῖν τὴν καθ’ ἡμᾶς πολιτείαν περιφήμου καὶ περιβοήτου διὰ τὸν βίον καὶ διὰ τὴν ἀρετὴν ὑπάρχοντος. Οὗτος ὁ πολὺς ἐν ἀρετῆι ἡσυχαστὴς καὶ ἐπίσκοπος Ἰωάννης διηγήσατό μοι λέγων ὅτι ὁ ἐν ἁγίοις πατὴρ ἡμῶν Σάβας διὰ σπουδῆς εἶχεν παντοίως ἀκολουθεῖν τῆι τοῦ μεγάλου Εὐθυμίου διαγωγῆι. | |
10 | ἐπειδὴ οὖν ἐκείνωι εἴθιστο κατὰ τὴν τοῦ Ἰαννουαρίου μηνὸς προ‐ θεσμίαν ἀναχωρεῖν ἐπὶ τὴν πανέρημον κἀκεῖσε διατελεῖν τὴν τεσσαρα‐ κοστήν, μικρόν τι τοῦ ἔθους ὑπαλλάξας μετὰ τὴν τοῦ ἁγίου Ἀντω‐ νίου μνήμην ἀπήρχετο καὶ ἐπετέλει τὴν τοῦ μεγάλου Εὐθυμίου μνήμην τὴν κατὰ τὴν εἰκάδα τοῦ Ἰαννουαρίου μηνὸς ἐπιτελουμένην, εἶθ’ | |
15 | οὕτως ἀνεχώρει ἐπὶ τὴν πανέρημον πάσης ἀνθρωπίνης συναναστροφῆς ἀφιστῶν ἑαυτὸν ἕως τῆς τῶν βαίων ἑορτῆς καὶ οὕτως ἐποίει σχεδὸν κατ’ ἐνιαυτόν. καθ’ ὃν τοίνυν εἴρηται τρόπον ἐξελθὼν καὶ περὶ τὴν νεκρὰν θάλασσαν ἔρημον διοδεύων τὴν ἐπὶ Ζώαρα εἶδεν ἐν τῆι θαλάσσηι νῆσόν τινα χέρσον καὶ σμικροτάτην καὶ ἐπεθύμησεν εἰσελθεῖν καὶ | |
20 | ἡσυχάσαι εἰς αὐτὴν τὰς τῶν νηστειῶν ἡμέρας. καὶ ἐν τῶι αὐτὸν εἰσέρχεσθαι συνέβη ἐξ ἐπιβουλῆς καὶ φθόνου δαιμόνων καταπεσεῖν αὐτὸν εἰς τόπον τινὰ τῆς θαλάσσης σομφώδη καὶ θερμῆς τινος αἰ‐ θάλης ἀναδοθείσης κατεφλέχθη αὐτοῦ ἡ ὄψις μετὰ τῆς γενειάδος καὶ ἑτέρων τοῦ σώματος μερῶν, ὥστε αὐτὸν ἐπὶ ἡμέρας πλείους | |
25 | κεῖσθαι ἄφωνον, ἄχρις οὗ τις θεία δύναμις ἐπιστᾶσα ἰάσατο αὐτὸν | 106 |
107 | καὶ κατὰ τῶν ἀκαθάρτων ἐνίσχυσεν πνευμάτων πλὴν ὅτι ἀπὸ τότε τῆς γενειάδος, ὡς εἴρηται, καταφλεχθείσης καὶ μηκέτι αὔξησιν δεξαμένης διέμεινεν σπανός, ὥστε αὐτὸν μετὰ τὴν συμπλήρωσιν τῶν ἡμερῶν ἐλθόντα εἰς τὴν λαύραν μὴ γνωρισθῆναι ὑπὸ τῶν πατέρων, | |
5 | εἰ μὴ ἀπὸ τῆς φωνῆς καὶ τοῦ ἤθους. καὶ ηὐχαρίστει τῶι θεῶι ἐπὶ τῆι τῶν γενείων ἀφαιρέσει θείαν οἰκονομίαν ταύτην εἶναι λογισάμενος πρὸς τὸ ταπεινοῦσθαι καὶ μὴ ἐναβρύνεσθαι ἐπὶ κόμηι γενειάδος. Κατὰ δὲ τὸν ἑξῆς χρόνον ἐξῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῶι ἐπὶ τὴν πανέρημον μετά τινος μαθητοῦ Ἀγαπητοῦ καλουμένου καὶ ὀλίγων | |
10 | ἡμερῶν διελθουσῶν ἔθηκεν ἑαυτὸν ἐν μιᾶι τῶν νυκτῶν ὁ Ἀγαπητὸς ὕπτιον ἀπὸ τοῦ κόπου καὶ τῆς ἀσιτίας. καὶ αὐτοῦ καθευδήσαντος καὶ τοῦ μακαρίου Σάβα κατὰ νοῦν προσευχομένου λέων παμμεγε‐ θέστατος ἐλθὼν ὠσφραίνετο τοῦ Ἀγαπητοῦ ἀπὸ ποδῶν ἕως κεφαλῆς. καὶ ὁ μὲν πατὴρ ἡμῶν Σάβας ἐδέετο τοῦ θεοῦ περὶ αὐτοῦ, ὁ δὲ λέων | |
15 | ὑπὸ τῆς εὐχῆς τοῦ γέροντος ὡς ὑπὸ μάστιγος διωκόμενος τῆι οὐρᾶι τὴν ὄψιν τοῦ Ἀγαπητοῦ ἠρέμα πλήξας καὶ διυπνίσας ὤιχετο. ὁ μὲν οὖν Ἀγαπητὸς τοὺς ὀφθαλμοὺς ἀνοίξας καὶ τὸν λέοντα φοβερώτατον θεωρήσας φόβωι συσχεθεὶς ἀνέστη καὶ τῶι διδασκάλωι προσέφυγεν, ὁ δὲ μέγας πρεσβύτης προσλαβόμενος αὐτὸν ἐνουθέτει λέγων· ἀπό‐ | |
20 | στησον τὸν πολὺν ὕπνον ἀπὸ τῶν ὀφθαλμῶν σου καὶ τὴν ἀμέλειαν ἀπὸ τῆς καρδίας σου, ἵνα σώιζηι ὥσπερ δορκὰς ἐκ βρόχων καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. Καὶ τοῦτο δέ μοι ὁ θεσπέσιος ἡσυχαστὴς διηγήσατο ὅτι ἐν ἄλλωι καιρῶι μέλλων ἐξιέναι ἐπὶ τὴν πανέρημον δέδωκεν Ἀγαπητῶι τὸ | |
25 | μηλωτάριον ἔχον δέκα σχιζία ἄρτου ξηροῦ ὡς ἀπὸ δέκα οὐγκιῶν σταθμὸν ἔχοντα. καὶ ἐξελθόντες ὥρμησαν ἐπὶ τὸν Ἰορδάνην καὶ | |
ὁδεύσαντες παρὰ τὸ χεῖλος τοῦ Ἰορδάνου πρὸς δυσμάς, ἐπὶ τὰ | 107 | |
108 | ἀρκτῶια μέρη πορευόμενοι, ἦλθον εἰς τόπον τινὰ κρημνώδη, ἐφ’ ὧι ὑπεράνω σπήλαιον ὑπῆρχεν. κατανυγεὶς δὲ ὁ μακάριος Σάβας, μᾶλλον τοῦ θεοῦ αὐτῶι ἀποκαλύψαντος, λαβὼν Ἀγαπητὸν ἀνέβη μετὰ δυσχερείας καὶ εἰσελθόντες εἰς τὸ σπήλαιον εὗρον ἔνδον ἀναχωρητήν | |
5 | τινα διορατικόν. εὐχῆς δὲ ὑπὸ τῶν ἀμφοτέρων γενομένης τρόπον τινὰ θαυμάσας ὁ ἀναχωρητὴς εἶπεν· Σάβα δοῦλε τοῦ θεοῦ, τίς σοι τὸν τόπον τοῦτον ὑπέδειξεν; ἰδοὺ γὰρ ἔχω σὺν θεῶι τριάκοντα καὶ ὀκτὼ χρόνους ἐν τούτωι τῶι σπηλαίωι καὶ ἀνθρώπωι τὸ παράπαν οὐ συνέ‐ τυχον. καὶ νῦν αὐτὸς πῶς ἦλθες ἐνταῦθα; ὁ δὲ μακαρίτης Σάβας | |
10 | ἔφη αὐτῶι· ὁ θεὸς ὁ ἀποκαλύψας σοι τὸ ὄνομά μου αὐτὸς κἀμοὶ τὸν τόπον ὑπέδειξεν. καὶ αὐτῶν ἀσπασαμένων ἀλλήλους ἐξῆλθον οἱ περὶ τὸν Σάβαν καὶ ἐπὶ πολὺ ὁδεύσαντες καὶ διαπεράσαντες μεταξὺ τῆς θαλάσσης Τιβεριάδος καὶ τοῦ Ἰορδάνου καὶ εὐξάμενοι εἰς τὸν Χορσίαν καὶ τὴν Ἑπτάπηγον καὶ εἰς τοὺς λοιποὺς αὐτόθι σεβασμίους | |
15 | τόπους καὶ ἕως Πανιάδος ὑποστρέφουσιν. καὶ ἐλθόντων αὐτῶν κατὰ τὸ σπήλαιον τοῦ ἀναχωρητοῦ λέγει ὁ μακαρίτης Σάβας· ἀνέλθωμεν δή, ἀδελφέ, καὶ ἀσπασώμεθα τὸν δοῦλον τοῦ θεοῦ. καὶ ἀνελθόντες εὗρον αὐτὸν κλίναντα τὰ γόνατα ἐπὶ ἀνατολάς. καὶ νομίσας ὁ γέρων ὅτι προσεύχεται, ἐξεδέξατο ἐπὶ πολύ· ὡς δὲ ἡ ἡμέρα παρῆλθεν καὶ | |
20 | οὐκ ἠγείρετο, λέγει ὁ μακαρίτης· παράθου ἡμᾶς τῶι Χριστῶι, πάτερ. καὶ αὐτοῦ μὴ ἀποκριναμένου ἐγγίσας καὶ ἁψάμενος αὐτοῦ εὗρεν αὐτὸν τελειωθέντα. καὶ λέγει· δεῦρο, τέκνον, κηδεύσωμεν αὐτόν· εἰς γὰρ τοῦτο ἡμᾶς ἀπέστειλεν ὁ θεός. καὶ προσκυνήσαντες τὸ σῶμα καὶ πληρώσαντες ἐπ’ αὐτῶι τὸν συνήθη κανόνα ἐν αὐτῶι κατέθεντο | |
25 | τῶι σπηλαίωι καὶ τοῦτο φράξαντες λίθοις μεγάλοις διήνυον τὴν ἑαυτῶν ὁδόν. καὶ οὕτως ἦλθον εἰς τὴν λαύραν τῶι σαββάτωι τῶν | |
βαίων, πάσας δὲ τὰς ἡμέρας τῶν νηστειῶν διετέλει ἄσιτος, τῆι κατὰ | 108 | |
109 | σάββατον καὶ κυριακὴν ἀρκούμενος κοινωνίαι. τὰ μέντοι δέκα σχιζία ἅπερ ἦν λαβών, τὴν τοῦ Ἀγαπητοῦ χρείαν ἐπλήρωσαν. Κατὰ τὸν μνημονευθέντα τοῦ ἐγκαινισμοῦ τῆς θεοκτίστου ἐκκλη‐ σίας χρόνον Ἰωάννης ὁ ἐπικληθεὶς Κόνων ὁ πατὴρ τοῦ ἀββᾶ ἡμῶν | |
5 | Σάβα ἐν Ἀλεξανδρείαι ἐτελεύτησεν πλεῖστα δυνηθεὶς καὶ διαπρέψας ἐν τῶι τῶν Ἰσαύρων νουμέρωι. ἡ δὲ μακαρία Σοφία ἤδη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς μαθοῦσα περιβόητον ἐν μοναχικοῖς κατορθώμασιν τὸν ἑαυτῆς υἱὸν Σάβαν γεγονότα πάντα τὰ ἑαυτῆς διαπωλήσασα ἦλθεν εἰς Ἱεροσόλυμα χρυσίον ἱκανὸν ἐπιφερομένη. ἥντινα ὁ μακα‐ | |
10 | ρίτης δεξάμενος Σάβας καὶ ἀποτάξασθαι πᾶσιν τοῖς τοῦ κόσμου παρασκευάσας μετ’ ὀλίγον χρόνον κοιμηθεῖσαν αὐτὴν ἐκήδευσεν καὶ κατέθετο ἐν θήκαις ὁσίαις, τὴν δὲ αὐτῆς περιουσίαν τῆι ἑαυτοῦ προσεκύρωσεν λαύραι. ἐξ ἧς περιουσίας τό τε ἐν Ἱεριχῶι ξενοδοχεῖον περιεποιήσατο σὺν τοῖς αὐτόθι παραδεισίοις ὕδωρ | |
15 | αὐτοῖς ὠνησάμενος καὶ τὸ ἐν τῆι λαύραι ἔκτισεν ξενοδοχεῖον πρὸς τὴν τῶν πατέρων ὑπηρεσίαν καὶ ἄλλα πλεῖστα κατορθώματα διε‐ πράξατο. Τοῦ δὲ ξενοδοχείου τῆς λαύρας κτιζομένου ἀπέστειλεν ὁ πατὴρ ἡμῶν Σάβας ἀδελφόν τινα εἰς τὴν Ἱεριχῶ ξύλα ἐνέγκαι ἐργάσιμα | |
20 | μετὰ τῶν τῆς λαύρας ἀλόγων. ὅστις ἀδελφὸς κατελθὼν καὶ τὰ ἄλογα φορτώσας ἤρχετο διὰ τῆς ἐρήμου εἰς τὴν λαύραν, καύσωνος δὲ τότε σφοδροτάτου γεγονότος ἐδίψησεν λίαν καὶ ὀλιγοψυχήσας κατὰ τὸ μέσον τῆς ὁδοῦ ἔπεσεν. καὶ ὑπόμνησιν τοῦ ἁγίου γέροντος λαβὼν ηὔξατο λέγων· κύριε ὁ θεὸς τοῦ ἀββᾶ μου Σάβα, μή με ἐγκαταλείπηις. | |
25 | καὶ εὐθέως ὁ ἐν στύλωι νεφέλης ποτὲ ὁδηγήσας τὸν Ἰσραὴλ θεὸς καὶ τούτου εἰς σκέπην νεφέλην διεπέτασεν δρόσον αὐτῶι ἀναψύξεως παρέχουσαν καὶ ἐνδυναμοῦσαν. καὶ οὕτως ἔχων τὴν νεφέλην ἀκο‐ | |
λουθοῦσαν ἦλθεν εἰς τὴν λαύραν. | 109 | |
110 | Τῶι πεντηκοστῶι τετάρτωι τῆς τοῦ μεγάλου Σάβα ἡλικίας χρόνωι, δευτέρωι δὲ ἔτει τοῦ ἐγκαινισμοῦ τῆς θεοκτίστου ἐκκλησίας καὶ τῆς τοῦ ἐπισκόπου Ἰωάννου ἐν τῆι λαύραι παρουσίας τῆι εἰκάδι πρώτηι τοῦ Ἰαννουαρίου μηνὸς τῆς πεντεκαιδεκάτης ἰνδικτιόνος ἦλθεν ὁ ἐν | |
5 | ἁγίοις πατὴρ ἡμῶν Σάβας εἰς τὸν τοῦ Καστελλίου βουνὸν ὡς ἀπὸ εἴκοσι σταδίων ὄντα τῆς λαύρας κατὰ τὸ πρὸς ἀνατολὰς ἀρκτῶιον μέρος. ἦν δὲ ὁ βουνὸς ἐκεῖνος φοβερός τε καὶ ἄβατος διὰ τὸ πλῆθος τῶν εἰς αὐτὸν ἐμφωλευόντων δαιμόνων, ὅθεν οὐδεὶς ἐτόλμα τῶν κατὰ τὴν ἔρημον ποιμένων προσεγγίσαι τῶι τόπωι. ὁ μὲν οὖν σεβάσμιος | |
10 | οὗτος πρεσβύτης τὸν ὕψιστον θέμενος καταφυγὴν ἑαυτοῦ καὶ ἐκ τοῦ ἐλαίου τοῦ πανσέπτου Σταυροῦ ἐπιράνας τὸν τόπον ἔμεινεν αὐτόθι τὰς ἡμέρας τῆς τεσσαρακοστῆς καὶ ταῖς ἀπαύστοις προσευχαῖς καὶ ταῖς θείαις δοξολογίαις ἡμερώθη ὁ τόπος. πολλὰς δὲ θλίψεις ὑπέ‐ μεινεν ἐν ἐκείνωι τῶι βουνῶι ὑπὸ τῶν δαιμόνων πλὴν ὅτι αὐτὸς μὲν | |
15 | ὡς ἄνθρωπος δειλανδρήσας ἠβουλήθη ἀναχωρῆσαι, ἀλλ’ ὁ τῶι μεγά‐ λωι ἀββᾶι Ἀντωνίωι ἐπιφανείς ποτε καὶ τούτωι ἐπεφάνη θαρρεῖν παρα‐ κελευόμενος τῆι τοῦ σταυροῦ δυνάμει. καὶ οὕτως θάρσος λαβὼν τῆι πίστει καὶ τῆι ὑπομονῆι περιεγένετο τῆς τῶν δαιμόνων θρασύτητος· αὐτοῦ γὰρ ἐγκαρτεροῦντος τῆι ἀνενδότωι προσευχῆι καὶ τῆι ἀσιτίαι περὶ | |
20 | τὸ τέλος τῶν τεσσαράκοντα ἡμερῶν ἐν μιᾶι νυκτὶ ἀγρυπνοῦντος αὐτοῦ καὶ δεομένου τοῦ θεοῦ καθαρισθῆναι τὸν τόπον ἀπὸ τῶν ἐμφωλευόν‐ των ἀκαθάρτων πνευμάτων ἤρξαντο ἄφνω οἱ δαίμονες κτύπον ἀποτελεῖν καὶ φαντασίας δεικνύειν ποτὲ μὲν ἑρπετῶν καὶ θηρίων, ποτὲ δὲ κοράκων ὁμοιώματα βουλόμενοι αὐτὸν ταῖς τοιαύταις ἐκφοβῆσαι | |
25 | φαντασίαις. ὡς δὲ οὐκ ἴσχυσαν αὐτοῦ τῆι προσευχῆι προσκαρτε‐ ροῦντος, ἐξῆλθον ἐκεῖθεν ἀνθρωπίνηι φωνῆι βοῶντες καὶ λέγοντες· | |
ὦ βία ἀπὸ σοῦ, Σάβα· οὐκ ἀρκεῖ σοι ὁ χείμαρρος ὁ πολισθεὶς παρὰ σοῦ, | 110 | |
111 | ἀλλὰ καὶ τῶι τόπωι ἡμῶν ἐπέβης. ἰδοὺ ὑποχωροῦμεν τῶν ἰδίων ἡμῶν· ἀντιστῆναι γάρ σοι οὐ δυνάμεθα ἔχοντι τὸν θεὸν ὑπέρμαχον. ταῦτα καὶ τὰ τοιαῦτα λέγοντες ἀνεχώρησαν ἐκ τοῦ ὄρους ἐκείνου ὁμοθυμαδὸν ἐν αὐτῶι τῶι μεσονυκτίωι ὡς πλῆθος κοράκων φαινό‐ | |
5 | μενοι μετὰ κτύπου τινὸς καὶ θορύβου ἀτάκτου. καὶ ποιμένες ἦσαν κατὰ τὴν περὶ τὸ ὄρος ἐκεῖνο ἔρημον ἀγραυλοῦντες καὶ φυλάσσον‐ τες τὴν ἑαυτῶν ποίμνην· οἵτινες τὸν τῶν κοράκων θόρυβον βλέποντες καὶ τῶν φωνῶν ἀκούοντες καὶ λίαν φοβηθέντες ἔλεγον πρὸς ἀλλήλους ὡς μᾶλλον ἅγιοί τινες ἄνδρες μένουσιν ἐν τῶι Καστελλίωι καὶ τὰ | |
10 | ἐκεῖσε οἰκοῦντα δαιμόνια ἐφυγάδευσαν· ἀλλὰ διέλθωμεν δὴ ἕως τοῦ βουνοῦ καὶ ἴδωμεν τί τὸ γεγονός, καὶ εἴ εἰσιν ἐκεῖσε ἄνδρες ἅγιοι, προσκυνήσωμεν αὐτούς. καὶ γενομένης πρωίας ἀνέβησαν εἰς τὸν τοῦ Καστελλίου βουνὸν καὶ εὑρόντες τὸν ἅγιον πρεσβύτην μονώτατον διηγήσαντο αὐτῶι ὅσα τῆι νυκτὶ εἶδον καὶ ἤκουσαν. ὁ δὲ ἅγιος εἶπεν | |
15 | πρὸς αὐτούς· ὑπάγετε, τέκνα, ἐν εἰρήνηι καὶ τὸν φόβον αὐτῶν μὴ φοβηθῆτε. καὶ οὕτως θαρσοποιήσας αὐτοὺς ἀπέλυσεν ἐν εἰρήνηι. πληρωθεισῶν δὲ τῶν ἡμερῶν τῶν νηστειῶν ἦλθεν εἰς τὴν λαύραν καὶ ποιήσας τὴν τοῦ πάσχα ἑορτὴν ἔλαβεν τινὰς τῶν πατέρων καὶ ἦλθεν εἰς τὸ Καστέλλιον καὶ ἤρξατο ἀνακαθαίρειν τὸν τόπον καὶ | |
20 | κτίζειν κελλία ἐκ τῆς εὑρεθείσης ὕλης. ἐν τῶι οὖν ἀνακαθαίρειν αὐτοὺς εὑρίσκουσιν ὑποκάτωθεν τῆς ὕλης οἶκον βιωτικὸν μέγαν ἀπὸ λίθων θαυμαστῶν κεκαμαρωμένον. ὅντινα ἐκχοίσας καὶ διακοσμήσας ἐκκλησίαν πεποίηκεν καὶ ἐκ τούτου λοιπὸν ἐσκέψατο κοινόβιον τὸν τόπον ποιῆσαι, ὅπερ καὶ γέγονεν. αὐτοῦ δὲ ἐν τούτωι τῶι Καστελλίωι | |
25 | κοπιῶντος μετὰ τῶν ἀδελφῶν καὶ μηδὲν ἔχοντος τῶν πρὸς τροφὴν ἐπιτηδείων περὶ τὸν Αὔγουστον μῆνα ἀποκαλύπτεται τῶι ἐν ἁγίοις | |
ἀββᾶι Μαρκιανῶι περὶ τὴν ἁγίαν κοινοβιαρχοῦντι Βηθλεὲμ τὰ κατὰ | 111 | |
112 | τὸν θεῖον πρεσβύτην. ἑώρα γὰρ ἐν μιᾶι νυκτὶ μορφήν τινα ἀγγελικὴν ἀπαστράπτουσαν καὶ λέγουσαν πρὸς αὐτόν· ἰδοὺ σύ, Μαρκιανέ, καθέζηι ἐν ἀνέσει ἔχων πάντα τὰ πρὸς τροφὴν τοῦ σώματος· ὁ δὲ δοῦλος τοῦ θεοῦ Σάβας κοπιᾶι ἐν τῶι Καστελλίωι μετά τινων ἀδελφῶν | |
5 | διὰ τὴν πρὸς θεὸν ἀγάπην πεινῶν καὶ μηδενὸς τῶν ἐπιτηδείων πρὸς τροφὴν εὐπορῶν. ἀλλὰ θέλησον ἀνυπερθέτως ἀποστεῖλαι αὐτοῖς τροφάς, ἵνα μὴ ἀθυμήσωσιν. ὁ δὲ μέγας Μαρκιανὸς αὐτίκα διαναστὰς ἐκέλευσεν στρωθῆναι τὰ τοῦ κοινοβίου ἄλογα καὶ ταῦτα φορτώσας διάφορα ἀναλώματα ἀπέστειλεν εἰς τὸ Καστέλλιον μετὰ ἀδελφῶν. | |
10 | οὕστινας ἀδελφοὺς μετὰ τοῦ φόρτου ὁ θεῖος δεξάμενος πρεσβύτης τὰς εὐχαριστηρίους φωνὰς τοῦ τε Δαυὶδ καὶ τοῦ Δανιὴλ ἐπὶ τῆι τοῦ θεοῦ ἐπισκοπῆι ἐμελέτα προσφόρως καὶ γέγονεν περὶ τὴν τοῦ κοινο‐ βίου οἰκοδομὴν προθυμότερος· ὁ μέντοι ἐν ἁγίοις Μαρκιανὸς μετὰ τὴν εἰρημένην ἀποκάλυψιν τέσσαρας μῆνας ἐπιβιώσας εἰς τὸν ἀγήρω καὶ | |
15 | ἄλυπον μετέστη βίον μηνὶ Νοεμβρίωι εἰκάδι τρίτηι τῆς πρώτης ἰνδικτιό‐ νος. καὶ οὗτος μέν ἐστιν ὁ τῆς τοῦ Καστελλίου συστάσεως καὶ τῆς τοῦ θείου Μαρκιανοῦ τελευτῆς ἀκριβέστατος χρόνος· ὁ δὲ μέγας πατὴρ ἡμῶν Σάβας πληροφορηθεὶς θεραπεύεσθαι τὸν θεὸν ἐπὶ τῶι ἑαυτοῦ κόπωι ἐπλήρωσεν τὴν τοῦ κοινοβίου οἰκοδομὴν σπουδῆι πολλῆι καὶ | |
20 | προθυμίαι χρησάμενος. καὶ συνοδίαν ἱκανὴν αὐτόθι περιποιησάμενος Παῦλόν τινα ἀρχαῖον ἀναχωρητὴν ἅμα Θεοδώρωι μαθητῆι αὐτοῦ διοικητὴν τοῦ τόπου κατέστησεν. τοῦ δὲ Παύλου τελειωθέντος κρατήσας τῆς διοικήσεως ὁ Θεόδωρος τόν τε ἴδιον ἀδελφὸν Σέργιον καὶ Παῦλον τὸν ἑαυτοῦ θεῖον προσελάβετο Μελιτηνοὺς ὄντας τῶι | |
25 | γένει· οἵτινες κατὰ καιροὺς τοῦ Καστελλίου καλῶς ἡγησάμενοι τῆς τε Ἀμαθούντων καὶ τοῦ Ἀιλᾶ τὰς ἱεραρχίας διεδέξαντο. καὶ ταῦτα | |
μὲν περὶ τοῦ Καστελλίου· | 112 | |
113 | ὁ δὲ πατὴρ ἡμῶν Σάβας τὸ τοῦ Καστελλίου κοινόβιον συστησά‐ μενος πᾶσαν σπουδὴν ἐποιεῖτο καταφυτεῦσαι εἰς αὐτὸ ἄνδρας προ‐ βεβηκότας καὶ ἐν μοναχικῆι πολιτείαι διαπρέποντας. καὶ ὅταν κοσμικούς τινας ἐδέχετο ἀποτάξασθαι βουλομένους, οὔτε εἰς τὸ Κα‐ | |
5 | στέλλιον οὔτε εἰς τὴν λαύραν εἰς κελλίον ἠφίει αὐτοὺς οἰκῆσαι, ἀλλὰ μικρὸν κοινόβιον κατὰ τὸ ἀρκτῶιον μέρος τῆς λαύρας συστησάμενος καὶ ἄνδρας εἰς αὐτὸ ἐστυμμένους καὶ νηφαλέους καταστήσας ἐκεῖσε τοὺς ἀποτασσομένους μένειν ἐκέλευσεν, ἕως οὗ τό τε ψαλτήριον μάθωσι καὶ τὸν τῆς ψαλμωιδίας κανόνα καὶ τὴν μοναχικὴν παιδευ‐ | |
10 | θῶσιν ἀκρίβειαν, αὐτοῦ πάντοτε λέγοντος ὅτι δεῖ εἶναι τὸν κελλιώτην μοναχὸν διακριτικὸν καὶ σπουδαῖον, ἀγωνιστήν, νηφάλεον, σώφρο‐ να, κόσμιον, διδακτικὸν οὐ διδασκαλίας χρήιζοντα, ἱκανὸν ὄντα τά τε μέλη πάντα τοῦ σώματος χαλιναγωγῆσαι καὶ τὸν νοῦν τηρεῖν ἀσφαλῶς. τὸν γὰρ τοιοῦτον μονότροπον οἶδα τὴν γραφὴν ὀνομάζουσαν | |
15 | ἐν τῶι λέγειν κύριος κατοικίζει μονοτρόπους ἐν οἴκωι. ὅτε δὲ ἐδοκίμαζεν τοὺς ἀποταξαμένους τόν τε τῆς ψαλμωιδίας κανόνα ἀκριβῶς μεμαθηκότας καὶ ἱκανοὺς γεγονότας τὸν ἑαυτῶν νοῦν τηρεῖν καὶ καθαριεύειν τῆς τῶν κοσμικῶν μνήμης τὴν διάνοιαν καὶ πρὸς τοὺς ἀλλοτρίους λογισμοὺς ἀνταγωνίζεσθαι, τότε παρεῖχεν αὐτοῖς | |
20 | κελλία εἰς τὴν λαύραν· εἰ δὲ εἶεν δυνατοί, ἐπέτρεπεν αὐτοῖς οἰ‐ κοδομῆσαι διαβεβαιούμενος καὶ λέγων ὅτι ὅστις ἐν τῶι τόπωι τούτωι κτίσει κελλίον ἢ ἐπικτίσει, οὕτως ἐστὶν ὡς ἐκκλησίαν θεοῦ κτίζων. Ταῦτα ποιῶν καὶ διδάσκων ὁ πατὴρ ἡμῶν Σάβας ἀγενείωι παντελῶς | |
25 | οὐ συνεχώρει συνοικῆσαι τῆι ὑπ’ αὐτὸν συνοδίαι μὴ πληρώσαντι | |
τὴν ὄψιν τῶν γενείων διὰ τὰ σκάνδαλα τοῦ πονηροῦ καὶ εἴ ποτέ τινα | 113 | |
114 | ἀγένειον ἐν ἀτελεῖ ὄντα τῆι ἡλικίαι βουλόμενον ἀποτάξασθαι ἐδέχετο, ἐδεξιοῦτο καὶ τῶι τρισμακαρίωι ἀπέστελλεν ἀββᾶι Θεοδοσίωι ἐκ τῆς τοῦ Καθίσματος ἤδη ἐκκλησίας ἀναχωρήσαντι καὶ ὑπὸ Μαρίνου τοῦ τὴν Φωτεινοῦ λεγομένην συστησαμένου μονὴν καὶ Λουκᾶ τοῦ | |
5 | Μετωπινοῦ τῶν πάλαι ὑπὸ τοῦ ὁσίου Εὐθυμίου παιδευθέντων εἰς μοναχικὴν τελειότητα προβιβασθέντι καὶ ὡς ἀπὸ τριάκοντα πέντε σταδίων τῆς λαύρας οἰκήσαντι πρὸς δυσμὰς καὶ κοινόβιον αὐτόθι τῆι τοῦ Χριστοῦ συνεργείαι συνιστῶντι περιφανέστατον. καὶ ὁ μὲν πατὴρ ἡμῶν Σάβας ἀποστέλλων, ὡς εἴρηται, ἀδελφὸν τῶι μεγάλωι | |
10 | ἀββᾶι Θεοδοσίωι πρῶτον τὰ τοιαῦτα αὐτὸν ἐνουθέτει λέγων· τέκνον, ἀπρεπές ἐστι, μᾶλλον δὲ ἐπιβλαβὲς τὸ τὴν τοιαύτην λαύραν ἀγένειον ἔχειν τινά· τοῦτο δὲ καὶ οἱ ἀρχαῖοι τῆς Σκήτεως πατέρες ἐνομοθέ‐ τησαν καὶ ἐμοὶ παραδέδωκαν οἱ περὶ τὸν μέγαν πατέρα ἡμῶν Εὐθύ‐ μιον. βουληθέντα με γὰρ τὴν αὐτοῦ λαύραν οἰκῆσαι ἀγένειον θεασάμενος | |
15 | τῶι μακαρίτηι ἀπέστειλεν Θεοκτίστωι λέγων ὅτι ἄτοπόν ἐστι καὶ ἐπιβλαβὲς ἀγένειον ἐν λαύραι οἰκεῖν. καὶ αὐτὸς ἄπιθι πρὸς τὸν ἀββᾶν Θεοδόσιον κἀκεῖσε χρησιμεύσεις. ὁ δὲ μέγας ἀββᾶς Θεοδόσιος δεχό‐ μενος τὸν παρ’ αὐτοῦ πεμφθέντα ἀδελφὸν ἔσπευδεν πᾶσιν τρόποις θεραπεύειν αὐτὸν διὰ τὸν ἀποστείλαντα. γεγόνασι γὰρ ὁμόψυχοι | |
20 | καὶ ὁμόφρονες πνέοντες ἀλλήλους μᾶλλον ἢ τὸν ἀέρα, ὥστε τὴν κατὰ θεὸν αὐτῶν ὁμόνοιαν τε καὶ συμφωνίαν τοὺς Ἱεροσολυμίτας καλεῖν ἀποστολικὴν ζυγὴν νέαν Πέτρου καὶ Ἰωάννου. Ὅθεν τοὺς ἀμφοτέρους αὐτοὺς ἀρχιμανδρίτας καὶ τῶν μοναχῶν ἐξάρχους πεποίηκεν ὁ ἐν ἁγίοις ἀρχιεπίσκοπος Σαλούστιος μέλλων | |
25 | ἐν Χριστῶι τελειοῦσθαι αἰτηθεὶς παρὰ παντὸς τοῦ μοναχικοῦ σχή‐ ματος· τίς δὲ ἡ αἰτία γέγονεν τῆς τούτων προβολῆς, δι’ ὀλίγων ἐρῶ. | |
Ἐλπιδίου καὶ Ἡλία τῶν τοῦ ἐν ἁγίοις Πασσαρίωνος διαδόχων | 114 | |
115 | τελευτησάντων ἀρχιμανδριτῶν κατὰ διαδοχὴν ὄντων καὶ Λαζάρου τινὸς τὴν ἐκείνων ἡγεμονίαν διαδεξαμένου, ὁμοίως δὲ καὶ Γεροντίου τοῦ τὴν μακαρίαν Μελάνην διαδεξαμένου ἀποσχίσαντος τῆς καθο‐ λικῆς κοινωνίας καὶ τελευτήσαντος καί τινος Ἀναστασίου τὴν | |
5 | ἡγεμονίαν διαδεξαμένου ἀναρχία τις ἦν καὶ πολυαρχία ἐν τοῖς μοναχοῖς τὸ τηνικαῦτα ἐκράτει, ἐξ ὧν πέφυκεν γεννᾶσθαι ἀταξία τε καὶ στάσις. ὅθεν ἐν συγχύσει τοῦ μοναχικοῦ ὑπάρχοντος, Λαζάρου ἤδη καὶ Ἀναστασίου τῶν κατὰ διαδοχὴν ἀρχιμανδριτῶν ἐξησθενηκότων ἐκ τοῦ τόνου τῆς μοναχικῆς ἀκριβείας καὶ ταῖς γηίναις φροντίσι καὶ | |
10 | κοσμικαῖς προσόδοις προσασχοληθέντων, ὅτε μάλιστα καὶ Ἀναστα‐ σίου τὴν βασιλείαν Ζήνωνος διαδεξαμένου καὶ τοῖς Ἀποσχισταῖς παρρησίαν δεδωκότος, τότε διαναστὰς ὁ ἐν ἁγίοις Σαλούστιος τὸν ἀνωτέρω μνημονευθέντα ἀββᾶν Μαρκιανὸν ἀρχιμανδρίτην πεποίη‐ κεν. ὀλίγου δὲ χρόνου παρελθόντος καὶ Μαρκιανοῦ ἐν Χριστῶι | |
15 | κοιμηθέντος πάντων τῶν τῆς ἐρήμου μοναχῶν ἐν τῶι ἐπισκοπείωι παρὰ τῶι πατριάρχηι ἀρρωστοῦντι συναθροισθέντων προεβλήθησαν κατὰ κοινὴν ψῆφον Θεοδόσιος καὶ Σάβας ἀρχιμανδρῖται καὶ ἔξαρχοι πάντων τῶν ὑπὸ τὴν ἁγίαν πόλιν μοναστηρίων ὡς ἐρημῖται καὶ ἀκτήμονες βίωι καὶ λόγωι κεκοσμημένοι καὶ τοῖς θείοις κομῶντες | |
20 | χαρίσμασιν. ἀπὸ τότε τοίνυν ὁ μὲν ἀββᾶς Θεοδόσιος ἀρχηγὸς γέγονε καὶ ἀρχιμανδρίτης παντὸς τοῦ κοινοβιακοῦ κανόνος ἔχων μετ’ αὐτὸν δευτερεύοντα τῆς τῶν κοινοβιακῶν καταστάσεως φροντίδων τὸν ἐν ἁγίοις ἀββᾶν Παῦλον τὸν τῆς τοῦ μακαρίου Μαρτυρίου μονῆς ἡγούμενον· ὁ δὲ πατὴρ ἡμῶν Σάβας ἄρχων κατεστάθη καὶ νομοθέτης | |
25 | παντὸς τοῦ ἀναχωρητικοῦ βίου καὶ πάντων τῶν ἐν τοῖς κέλλαις ζῆν προαιρουμένων. Τοῦ μέντοι ἀρχιεπισκόπου Σαλουστίου ἐπὶ ὀκτὼ χρόνους καὶ | |
μῆνας τρεῖς τοῦ Ἱεροσολύμων θρόνου κρατήσαντος καὶ ἐν Χριστῶι | 115 | |
116 | κοιμηθέντος μηνὶ Ἰουλίωι εἰκάδι τρίτηι τῆς δευτέρας ἰνδικτιόνος Ἡλίας ὁ πλειστάκις ἐν τῶι περὶ τοῦ ὁσίου Εὐθυμίου λόγωι μνη‐ μονευθεὶς τὴν πατριαρχίαν διεδέξατο τῶι πεντηκοστῶι ἕκτωι τῆς τοῦ μακαρίου Σάβα ἡλικίας χρόνωι. ὅστις πατριάρχης Ἡλίας | |
5 | ὠικοδόμησεν μοναστήριον πλησίον τοῦ ἐπισκοπείου καὶ ἐν αὐτῶι περισυνήγαγεν τοὺς τῆς ἁγίας Ἀναστάσεως σπουδαίους εἰς τοὺς περὶ τὸν πύργον τοῦ Δαυὶδ τόπους διεσπαρμένους, κελλία ἑκάστωι αὐτῶν διανείμας πᾶσαν σωματικὴν ἀνάπαυσιν ἔχοντα. αὐτῶν δέ, ὡς εἴρηται, συναθροισθέντων ὁ πατὴρ ἡμῶν Σάβας διάφορα παρ’ | |
10 | αὐτῶν ἀγοράσας κελλία ξενοδοχεῖον ταῦτα τῆι λαύραι πεποίηκεν. ἦσαν δὲ καὶ ἄλλα [κελλία] κατὰ τὸ βόρειον μέρος τῶν ἀγορασθέντων κελλίων, ἅπερ ἐβούλετο ἀγοράσαι εἰς λόγον ξένων μοναχῶν. καὶ ἱκανῆς χρυσίου ποσότητος ζητουμένης οὐκ εἶχεν πλὴν ἑνὸς σημισσίου καὶ τῆι εἰς θεὸν πίστει ἐπερειδόμενος δέδωκεν τὸ σημίσσιν ἀρραβῶνα | |
15 | λέγων· εἰ μὴ αὔριόν σε πληρώσω, ἀπολῶ τὸν ἀρραβῶνα. καὶ ἐν αὐτῆι τῆι ἡμέραι πρὸ τοῦ ἀνατεῖλαι τὸν ἥλιον αὐτοῦ περὶ τούτου ἐνθυμουμένου καὶ κατὰ διάνοιαν προσευχομένου ἔρχεταί τις πρὸς αὐτὸν ξενικὸς ἄγνωστος παντελῶς καὶ δίδωσιν αὐτῶι ἑκατὸν ἑβδομήκοντα νομίσματα καὶ παραυτίκα ἀναχωρεῖ μηδὲ τὴν οἰκείαν ἀπαγγείλας | |
20 | προσηγορίαν. ὁ δὲ μακαρίτης θαυμάσας τὴν τοῦ θεοῦ ταχεῖαν ἀντίληψιν δέδωκεν τὸ τίμημα τῶν κελλίων καὶ καθίστησιν ξενοδοχεῖον ἕτερον πρὸς τὴν τῶν ἐρχομένων ἀπὸ ξένης μοναχῶν ἀνάπαυσιν. ἦν δὲ καὶ τῶι Καστελλίωι περιποιησάμενος ξενοδοχεῖα δύο ἔν τε τῆι ἁγίαι πόλει οὐ μακρὰν τοῦ πύργου τοῦ Δαυὶδ καὶ ἐν Ἱεριχῶ ἐν ἑνὶ τῶν | |
25 | ὠνηθέντων παρ’ αὐτοῦ παραδεισίων. | 116 |
117 | Κατὰ τοῦτον τὸν χρόνον ἀπέστειλεν ὁ θεὸς τῶι πατρὶ ἡμῶν δύο ἀδελφοὺς κατὰ σάρκα ἐκ τῆς μὲν Ἰσαυρίας ὁρμωμένους, Θεόδουλον δὲ καὶ Γελάσιον προσαγορευομένους, οὕστινας, ὡς ἔμοιγε δοκεῖ, Βεσελεὴλ καὶ Ἐλιὰβ τοὺς ἀρχιτέκτονας τῆς σκηνῆς εἰ καλέσειέν | |
5 | τις, οὐχ ἁμαρτήσει. τούτους γὰρ ἔχων ὁ παρ’ ἡμῖν νέος Μωυσῆς τά τε λείποντα εἰς τὴν ἑαυτοῦ περιφανεστάτην ἔκτισεν λαύραν καὶ τὰ περὶ αὐτὴν εὐαγῆ μοναστήρια. καὶ πρῶτον μὲν ἔκτισεν μαγκιπεῖον καὶ νοσοκομεῖον ἐν τῆι λαύραι καὶ ὑπεράνω τὴν μεγάλην ὠικοδό‐ μησεν ἐκκλησίαν τῆς πανυμνήτου θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, | |
10 | τῆς θεοκτίστου ἐκκλησίας στενοχωρούσης τὴν συνοδίαν πληθύνουσαν καὶ τῶν Ἀρμενίων πληθυνθέντων καὶ ἐν τῶι μικρῶι εὐκτηρίωι στενοχωρουμένων. ἀνὰ μέσον δὲ τῶν ἀμφοτέρων ἐκκλησιῶν μεσίαυλον πεποίηκεν, ἔνθα πρώην εἶδεν τὴν τοῦ στύλου πυρὸς ὀπτασίαν· ἐποίησεν δὲ καὶ δοχεῖα ὑδάτων μέγιστα ἐν τῶι χειμάρρωι. τῆς οὖν | |
15 | μεγάλης ἐκκλησίας οἰκοδομηθείσης καὶ κόσμωι παντὶ διακοσμη‐ θείσης κατελθὼν ὁ ἐν ἁγίοις Ἡλίας ἀρχιεπίσκοπος εἰς τὴν λαύραν ταύτην ἐνεκαίνισεν καὶ θυσιαστήριον ἡγιασμένον κατέπηξεν ἐν αὐτῆι μηνὶ Ἰουλίωι πρώτηι τῆς ἐνάτης ἰνδικτιόνος, ἑξηκοστῶι δὲ τρίτωι τῆς τοῦ μεγάλου Σάβα ἡλικίας χρόνωι. τότε οὖν τοὺς μὲν | |
20 | Ἀρμενίους μετέστησεν ἀπὸ τοῦ μικροῦ εὐκτηρίου πρὸς τὸ ἐπιτελεῖν τὸν τῆς ψαλμωιδίας κανόνα τῆι τῶν Ἀρμενίων διαλέκτωι εἰς τὴν θεόκτιστον ἐκκλησίαν παρεγγυήσας αὐτοῖς τὸ μεγαλεῖον καὶ τὴν λοιπὴν ἀκολουθίαν ἐν ταῖς συνάξεσιν Ἀρμενιστὶ καθ’ ἑαυτοὺς λέγειν καὶ ἐν τῶι καιρῶι τῆς θείας προσκομιδῆς ἔρχεσθαι μετὰ τῶν Ἑλλη‐ | |
25 | νισταρίων καὶ τῶν θείων μεταλαμβάνειν μυστηρίων· ἐπειδὴ δὲ | 117 |
118 | τινὲς αὐτῶν λέγειν ἐπεχείρησαν τὸν τρισάγιον ὕμνον μετὰ τῆς ὑπὸ Πέτρου τοῦ ἐπίκλην Κναφέως ἐπινοηθείσης προσθήκης τοῦ ὁ σταυ‐ ρωθεὶς δι’ ἡμᾶς, ἀγανακτήσας εἰκότως ὁ θεῖος πρεσβύτης Ἑλληνιστὶ τοῦτον αὐτοὺς ψάλλειν τὸν ὕμνον ἐκέλευσεν κατὰ τὴν ἀρχαίαν τῆς | |
5 | καθολικῆς ἐκκλησίας παράδοσιν καὶ οὐ κατὰ τὴν τοῦ ῥηθέντος Πέτρου καινοτομίαν τοῦ τὰ Εὐτυχοῦς φρονήσαντος καὶ ἐκ δευτέρου τυραννικῶι τρόπωι τοῦ Ἀντιοχείας θρόνου κρατήσαντος καὶ ὑπὸ τῶν ἐκκλησιαστικῶν θεσμῶν ἐκβληθέντος καὶ πάλιν ἐκ τρίτου μετὰ τὴν ἐν Ἰσαυρίαι γεγενημένην τοῦ Ἰλλοῦ τυραννίδα ἐπὶ τῆς βασιλείας | |
10 | Ζήνωνος βασιλικῆι αὐθεντίαι τοῦ αὐτοῦ θρόνου κρατήσαντος ἀθέσμως μὴ λυθέντων τῶν κατ’ αὐτοῦ γεγονότων ἀναθεμάτων καὶ πᾶσαν τὴν Ἀνατολὴν ἐκταράξαντος καὶ ὑπὸ τοῦ πάπα Ῥώμης Φίλικος ἀναθεματισθέντος διά τε τὴν ἑτεροδοξίαν καὶ τὴν εἰρημένην τῶι τρισαγίωι προσθήκην. ὅθεν δικαίως καὶ εὐσεβῶς ὁ πατὴρ ἡμῶν | |
15 | Σάβας τὴν ὑπ’ ἐκείνου ἐπινοηθεῖσαν προσθήκην ἀπωσάμενος τῆι ἐκκλησιαστικῆι εἵπετο παραδόσει. ἐθέσπισεν δὲ ὥστε κατὰ μὲν σάββατον τὴν σύναξιν εἰς τὴν θεόκτιστον ἐκκλησίαν γίνεσθαι, κατὰ δὲ κυριακὴν εἰς τὴν τῆς θεοτόκου ἐπιτελεῖσθαι ἐκκλησίαν καὶ ἀπα‐ ραλείπτως ἀπὸ ὀψὲ ἕως πρωὶ ἀγρυπνίαν ἐν ἀμφοτέραις γίνεσθαι | |
20 | ταῖς ἐκκλησίαις κατά τε κυριακὴν καὶ δεσποτικὴν ἑορτήν. Αὐτοῦ τοίνυν τῆι τοῦ θεοῦ χάριτι ἐν ὀλίγωι χρόνωι τήν τε λαύραν πλατύναντος καὶ τὴν συνοδίαν αὐξήσαντος καὶ τὸ τοῦ Καστελλίου κοινόβιον συστησαμένου καὶ πάντων τῶν λοιπῶν λαυρῶν καὶ ἀνα‐ χωρητῶν ἐξαρχοῦντος οἱ ἀνωτέρω μνημονευθέντες μαθηταὶ αὐτοῦ | |
25 | καὶ κατήγοροι τῆι τοῦ Καστελλίου συστάσει μᾶλλον φθονήσαντες ἄλλους τε τῆς συνοδίας ὑπονοθεύσαντες καὶ τεσσαράκοντα γεγονότες ἔκ τινος σκαιοῦ δαίμονος συστροφὰς κατ’ αὐτοῦ ἐποιοῦντο. ὁ δὲ πατὴρ ἡμῶν Σάβας πραὺς μὲν ὑπάρχων πρὸς ἀνθρώπους, μαχητὴς δὲ πρὸς δαίμονας, παραχωρήσας αὐτοῖς ἀνεχώρησεν ἐπὶ τὰ μέρη | |
30 | Σκυθοπόλεως καὶ ἐκάθισεν εἰς ἔρημον τόπον παρὰ τὸν λεγόμενον ποταμὸν Γαδάρων καὶ ἔμεινεν ἐκεῖσε ἐν σπηλαίωι ἐπὶ χρόνον ὀλίγον, | |
ἐν ὧι εἰώθει λέων παμμεγεθέστατος ἀναχωρεῖν. ὅστις λέων περὶ | 118 | |
119 | τὸ μεσονύκτιον ἐλθὼν εὗρεν τὸν μακαρίτην καθεύδοντα καὶ λαβό‐ μενος τοῦ κεντωνίου αὐτοῦ τῶι στόματι εἷλκεν αὐτὸν ἐξῶσαι τοῦ σπηλαίου φιλονικῶν. τὸν δὲ ἀναστάντα καὶ τῆς νυκτερινῆς ψαλμωι‐ δίας ἀρξάμενον ἐξελθὼν ὁ λέων ἐξεδέχετο ἔξω τοῦ σπηλαίου· τοῦ | |
5 | δὲ πρεσβύτου τὸν κανόνα πληρώσαντος καὶ κατακλιθέντος ἐν ὧι τόπωι εἰώθει ὁ λέων κατακλίνεσθαι, πάλιν εἰσελθὼν καὶ τοῦ κεντω‐ νίου αὐτοῦ λαβόμενος εἷλκεν ἐξῶσαι αὐτὸν τοῦ σπηλαίου πειρώμενος. τοῦ τοίνυν λέοντος κατεπείγοντος αὐτὸν ἐξελθεῖν τοῦ σπηλαίου λέγει πρὸς αὐτὸν θαρσαλέωι τῶι φρονήματι ὁ πρεσβύτης· τὸ μὲν σπή‐ | |
10 | λαιον εὐρύχωρόν ἐστιν δυνάμενον ἀφθόνως τοὺς ἀμφοτέρους ὑπο‐ δέξασθαι· εἷς γὰρ τῶν ἀμφοτέρων ἡμῶν ὁ δημιουργός. σὺ δὲ εἰ μὲν βούληι, μένε αὐτοῦ· εἰ δὲ μή γε, ἀναχώρησον. ἐγὼ γὰρ χειρὶ θεοῦ ἐπλάσθην καὶ τῆι αὐτοῦ εἰκόνι τετίμημαι. ταῦτα ἀκούσας ὁ λέων καὶ τρόπον τινὰ αἰδεσθεὶς ἀνεχώρησεν. | |
15 | Αὐτοῦ δὲ ἐν ὀλίγαις ἡμέραις ἐπισήμου αὐτόθι γεγονότος ἤρχοντο τινὲς πρὸς αὐτὸν τῶν Σκυθοπολιτῶν καὶ τῶν Γαδαρηνῶν, ἐν οἷς νεώτερός τις Σκυθοπολίτης ὀνόματι Βασίλειος προσγενὴς ὑπάρχων Σευήρου καὶ Σωφρονίου τῶν αὐτόθι περιβοήτων θείαι κινηθεὶς κατανύξει ἦλθεν πρὸς αὐτὸν καὶ ἀπετάξατο καὶ τὴν ἀσκητικὴν ἐπαι‐ | |
20 | δεύετο ἀκρίβειαν. περὶ οὗ Βασιλείου ληισταί τινες μαθόντες ἐπῆλθον αὐτοῖς ἄφνω ἐν μεσονυκτίωι χρήματα ἔχειν τὸν Βασίλειον ὑποπτεύοντες καὶ μηδὲν αὐτοῖς τοῦ αἰῶνος τούτου εὑρηκότες ἀπῆλθον οἰκοδομηθέντες, τὴν αὐτῶν πολιτείαν καὶ ἀκτημοσύνην καταμαθόντες. καὶ συναντῶσι δυσὶ λέουσι παμμεγεθεστάτοις, ἔμφοβοι δὲ γενόμενοι ὥρκισαν τοὺς | |
25 | θῆρας οὕτως λέγοντες· τὰς εὐχὰς τοῦ ἀββᾶ Σάβα, οὗτινος νῦν τὴν ἀρετὴν ἐθαυμάσαμεν, ἀπόστητε ἀπὸ τῆς ὁδοῦ, ἵνα περάσωμεν. καὶ οἱ μὲν θῆρες τὸ ὄνομα τοῦ ἀββᾶ Σάβα ἀκούσαντες ὡς ὑπὸ μάστιγός τινος ἐλαυνόμενοι ἔφυγον, οἱ δὲ ληισταὶ ἀγασθέντες τῶι θαύματι ἐλογίσαντο ὅτι ὄντως δοῦλος τοῦ θεοῦ ἐστιν ὁ γέρων, ὅστις καὶ | |
30 | μὴ παρὼν θαυματουργεῖ, καὶ ὑπέστρεψαν ὁμοθυμαδὸν πρὸς αὐτὸν | 119 |
120 | καὶ προσπεσόντες αὐτῶι τὸ γεγονὸς θαῦμα διηγήσαντο. καὶ συν‐ θέμενοι τῶι θεῶι μηκέτι ἀδικῆσαι ἄνθρωπον ἀπετάξαντο πάσηι παρανομίαι καὶ ταῖς ἰδίαις ἀπὸ τότε ἐσχόλαζον γεωργίαις. τούτου δὲ διαφημισθέντος συνέτρεχον πρὸς αὐτὸν πολλοί· ἦν γὰρ ἐν ὀλίγαις | |
5 | ἡμέραις κελλίον δειμάμενος καὶ ἄλλους δύο ἀδελφοὺς περιποιησά‐ μενος. ὡς οὖν εἶδεν ἑαυτὸν ὑπὸ τῶν κοσμικῶν ὀχλούμενον, ἀνεχώ‐ ρησεν λάθρα παραθέμενος τῶι θεῶι τοὺς ἀδελφούς. ὧντινων τῶι χρόνωι τελειωθέντων Εὐμάθιός τις Ἴσαυρος τὸ αὐτὸ κελλίον διαδεξά‐ μενος κοινόβιον πεποίηκεν καὶ συνοδίαν εἰς αὐτὸ περιεποιήσατο. | |
10 | ἐξ ἧς συνοδίας ἐστὶν ὁ τίμιος ἀββᾶς Ταράσιος ὁ τὴν Εὐμαθίου ἀρετὴν καὶ ἡγεμονίαν διαδεξάμενος, Ἴσαυρος ὢν καὶ αὐτὸς τῶι γένει καὶ ἐν μοναχικοῖς κατορθώμασιν βιωσάμενος. Ὁ μέντοι ἡγιασμένος Σάβας ἐλθὼν εἰς τὴν ἑαυτοῦ λαύραν εὗρεν τοὺς μνημονευθέντας τεσσαράκοντα τοὺς πρὸς τὴν τοῦ κακοῦ μετου‐ | |
15 | σίαν ἐπιτηδείους ὑπονοθεύσαντας καὶ ἑξήκοντα γεγονότας. καὶ ἐλυπεῖτο καὶ ἔκλαιεν ἱκανῶς διὰ τὴν ἐγγινομένην τῆι ἑαυτοῦ συνο‐ δίαι βλάβην καὶ ἐθαύμαζεν πῶς εὐζήλωτον καὶ πρόχειρον ἡ μοχθηρία ῥαιδίως τοὺς χαύνους ἐπισπωμένη. καὶ πρῶτον μὲν ἀντετίθει τῶι ἐκείνων θυμῶι τὴν μακροθυμίαν, τῶι μίσει τὴν ἀγάπην, πνευματικῆι | |
20 | συνέσει καὶ ἀκεραιότητι τὸν ἑαυτοῦ λόγον ῥυθμίζων· ἔπειτα δὲ βλέπων αὐτοὺς τῆι πονηρίαι ἀνδρειουμένους καὶ ἀναισχυντίαι κεχρη‐ μένους καὶ μὴ ἀνεχομένους ἐν τῆι ταπεινῆι ὁδῶι τοῦ Χριστοῦ βαδί‐ ζειν, ἀλλὰ προφασιζομένους προφάσεις ἐν ἁμαρτίαις καὶ λόγους ἀνευρίσκοντας συνηγόρους τοῖς πάθεσι δίδωσι τόπον τῆι | |
25 | ὀργῆι καὶ ἀναχωρεῖ ἐπὶ τὰ μέρη Νικοπόλεως καὶ ἡσυχάζει αὐτόθι ἐπὶ πλείους ἡμέρας ὑποκάτω μιᾶς κερατέας ἐκ τῶν κερατίων διαι‐ τώμενος. καὶ μαθὼν ὁ τοῦ τόπου ἐπίτροπος ἐξῆλθεν πρὸς αὐτὸν | |
καὶ κτίζει αὐτῶι ἐν αὐτῶι τῶι τόπωι κελλίον καὶ ἐν ὀλίγαις ἡμέραις | 120 | |
121 | τὸ κελλίον ἐκεῖνο κοινόβιον γέγονεν τῆι τοῦ Χριστοῦ συνεργείαι καὶ χάριτι. αὐτοῦ τοίνυν ἐν ἐκείνοις τοῖς τόποις ὄντος οἱ γεννάδες ἐκεῖνοι τῆς χρονίας αὐτοῦ ἀπουσίας δραξάμενοι διαφημίζουσιν εἰς τὴν λαύ‐ ραν ὅτι ὁ ἀββᾶς ἡμῶν τὰς ἐρήμους περιερχόμενος θηριάλωτος γέ‐ | |
5 | γονεν, καὶ συναρπάσαντες τοὺς λοιποὺς εἰσέρχονται εἰς τὴν ἁγίαν πόλιν πρὸς τὸν ἐν ἁγίοις ἀρχιεπίσκοπον Ἡλίαν λέγοντες ὅτι ὁ ἀββᾶς ἡμῶν εἰς τὴν περὶ τὴν νεκρὰν θάλασσαν ἀναχωρῶν ἔρημον λεοντόβρωτος γέγονεν· ἀλλὰ κέλευσον δοῦναι ἡμῖν ἡγούμενον. ὁ δὲ ἀληθῶς τοῦ θεοῦ ἱεράρχης Ἡλίας γινώσκων ἀπὸ τῶν χρόνων τοῦ ἐν ἁγίοις | |
10 | Εὐθυμίου τὴν ἐκ νεότητος τοῦ θείου Σάβα ἀναστροφὴν ἀπεκρίνατο πρὸς αὐτοὺς λέγων· ἐγὼ μὲν ὑμῖν οὐ πιστεύω· οἶδα γὰρ ὅτι οὐκ ἄδικος ὁ θεὸς παριδεῖν τὸν δοῦλον αὐτοῦ θηριάλωτον γενέσθαι· ἀλλ’ ὑπάγετε, μᾶλλον τὸν ἀββᾶν ὑμῶν ζητήσατε ἢ ἡσυχάσατε ἕως οὗ ὁ θεὸς φανερώσηι αὐτόν. τῆς οὖν ἡμέρας τῶν ἐγκαινίων φθασάσης | |
15 | κατὰ τὴν τῶν ἡγουμένων συνήθειαν ἀνέρχεται εἰς τὴν ἁγίαν πόλιν μετά τινων ἀδελφῶν τοῦ περὶ Νικόπολιν μοναστηρίου· ἦν γὰρ ἐκεῖ, ὡς εἴρηται, μοναστήριον συστησάμενος καὶ ἀδελφοὺς εἰς αὐτὸ περι‐ ποιησάμενος. συνήργει γὰρ αὐτῶι ὁ θεὸς ἐν παντὶ καιρῶι καὶ τόπωι καὶ πράγματι. καὶ εἰσέρχεται μετά τινων ἡγουμένων πρὸς τὸν ἀρχι‐ | |
20 | επίσκοπον. ὅντινα πρεσβύτην ὁ πατριάρχης θεασάμενος καὶ περι‐ χαρὴς γεγονὼς λαβὼν αὐτὸν κατ’ ἰδίαν παρεκάλει εἰς τὴν ἰδίαν ὑποστρέψαι λαύραν. τοῦ δὲ συγχωρηθῆναι παρακαλοῦντος καὶ μηδ’ ὅλως ἀνεχομένου κινηθεὶς ὁ ἀρχιεπίσκοπος εἶπεν· πίστευε ὅτι ἐὰν μὴ ὑπακούσηις τῆς τε παρακλήσεώς μου καὶ συμβουλίας, οὐκέτι ὄψηι | |
25 | τὸ πρόσωπόν μου. οὐδὲ γὰρ φέρω ὁρᾶν τοὺς κόπους σου ὑπὸ ἄλλων διοικουμένους. ταῦτα τοῦ ἀρχιεπισκόπου εἰπόντος ὁ πατὴρ ἡμῶν Σάβας ὑπέσχετο μὲν εἶξαι τῆι αὐτοῦ κελεύσει, ἀναγκάζεται δὲ τὴν ἀκαταστασίαν ἐξειπεῖν τῶν φατριασάντων ἑξήκοντα καὶ τὴν φιλοτάραχον αὐτῶν γνώμην. τότε διαναστὰς ὁ πατριάρχης | |
30 | γράφει πρὸς τοὺς ἐν τῆι λαύραι ἐπιστολὴν οὕτως ἔχουσαν | 121 |
122 | Γινώσκειν ὑμᾶς βούλομαι, ἀδελφοὶ ἀγαπητοί, ὅτι ὁ πατὴρ ὑμῶν ζῆι καὶ λεοντόβρωτος οὐ γέγονεν. εἰς τὴν ἑορτὴν γὰρ ἦλθεν πρός με καὶ κατασχὼν αὐτὸν συνεῖδον μὴ καταλιπεῖν αὐτὸν τὴν ἑαυτοῦ λαύραν, ἥνπερ αὐτὸς μετὰ τῆς τοῦ θεοῦ βοηθείας | |
5 | κοπιάσας συνεστήσατο. θελήσατε οὖν τοῦτον μετὰ τῆς ὀφειλο‐ μένης δέξασθαι τιμῆς καὶ πᾶσιν τρόποις ὑποταγῆναι αὐτῶι. οὔτε γὰρ ὑμεῖς αὐτὸν ἐπελέξασθε, ἀλλ’ αὐτὸς ὑμᾶς ἐδέξατο· δι’ ὃ ἀνάγκη ὑμῖν ὑποταγῆναι αὐτῶι. εἰ δὲ τινὲς ἐξ ὑμῶν αὐθάδεις εἰσὶν καὶ ὑπερήφανοι καὶ ἀπειθεῖς καὶ οὐκ ἀνέχονται ταπεινω‐ | |
10 | θῆναι, μὴ μείνωσιν αὐτόθι. οὐκ ἐνδέχεται γὰρ αὐτὸν μὴ ἀπολα‐ βεῖν τὸν ἴδιον τόπον. Ὁ τοίνυν πατὴρ ἡμῶν Σάβας παρακούειν μὴ γινώσκων τινὰ τῶν μετ’ αὐτοῦ μαθητῶν Νικοπολίτην τῶι γένει Σευῆρον ὀνόματι ἡγούμενον τοῦ περὶ Νικόπολιν μοναστηρίου πεποίηκεν· ὅντινα ἐπὶ | |
15 | ἱκανὰ ἔτη τὸ αὐτὸ μοναστήριον κυβερνήσαντα Δόμνος διεδέξατο τελευτήσαντα. ὅστις μετὰ πολὺν χρόνον Σαβάρωνά τινα καταλείψας διάδοχον ἐτελεύτησεν. ὅντινα Σαβάρωνα γινώσκομεν αὐτόθι γηράσαντα καὶ μέχρι τοῦ νῦν τοῦ τόπου κρατοῦντα. Ὁ δὲ ἡγιασμένος Σάβας τὰ γράμματα τοῦ πατριάρχου λαβὼν | |
20 | κατῆλθεν εἰς τὴν ἑαυτοῦ λαύραν, καὶ τῶν γραμμάτων ἐπὶ ἐκκλησίας ἀναγνωσθέντων ἀγανακτήσαντες οἱ γεννάδες ἐκεῖνοι καὶ ὑπὸ τῆς ἑαυτῶν τυφλωθέντες κακίας σύστρεμμα ποιήσαντες ὁμοθυμαδὸν οἱ ἑξήκοντα κατὰ τοῦ ἁγίου πατρὸς ὡς εἰς πόλεμον παρατάσσονται. καὶ οἳ μὲν αὐτῶν ἡτοιμάζοντο τῶν ὅλων τά τε ἱμάτια καὶ τὴν ἀπο‐ | |
25 | σκευὴν ἅπασαν, οἱ δὲ λοιποὶ λαβόντες πέλυκας ἄμας τε καὶ ὀρυκτῆρας καὶ μοχλοὺς ἀνέρχονται εἰς τὸν πύργον αὐτοῦ καὶ καταστρέφουσιν αὐτὸν ἕως ἐδάφους μετὰ πλείστης μανίας καὶ ῥίπτουσιν τά τε ξύλα | |
καὶ τοὺς λίθους αὐτοῦ κάτω εἰς τὸν χείμαρρον. καὶ ἀναχωροῦσιν | 122 | |
123 | μετὰ τῆς ἀποσκευῆς αὐτῶν καὶ ἔρχονται εἰς τὴν λαύραν τοῦ Σουκᾶ καὶ παρεκάλουν μεῖναι αὐτόθι. καὶ μαθὼν ὁ ἐν ἁγίοις Ἀκυλῖνος ὁ τηνικαῦτα τὴν τοῦ Σουκᾶ ἡγεμονίαν ἐγκεχειρισμένος τὰ κατ’ αὐτοὺς ἀπωσάμενος αὐτοὺς οὐκ ἐδέξατο. αὐτοὶ δὲ μὴ δεχθέντες | |
5 | ἀνεχώρησαν εἰς τὸν κατὰ νότον Θεκώων χείμαρρον, εἰς ὃν ἔμειναν εὑρόντες ὕδωρ καὶ ἴχνη κελλίων ὑπὸ τῶν Ἀποσχιστῶν πάλαι οἰκοδο‐ μηθέντων καὶ κτίσαντες ἑαυτοῖς κελλία Νέαν λαύραν τὴν τοποθεσίαν ὠνόμασαν. τούτων οὕτως ἀναχωρησάντων ἐκ τῆς τοῦ πρεσβύτου λαύρας οἱ λοιποὶ ἐκαρποφόρουν τῶι θεῶι τὴν τῆς καρδίας καθαρότητα | |
10 | ἀνεμποδίστως ὥσπερ σῖτος αὐξανόμενος τῶν ζιζανίων ἐκριζωθέντων. ὀλίγου δέ τινος χρόνου διελθόντος γνοὺς ὁ ἐν ἁγίοις Σάβας ποῦ καταμένουσιν οἱ λειποτακτήσαντες μαθηταὶ αὐτοῦ, τά τε τῆς λαύρας καὶ τοῦ Καστελλίου ἄλογα ἀναλωμάτων πεφορτωμένα λαβὼν ἄπεισι πρὸς αὐτοὺς ἐκεῖσε. τινὲς δὲ ἐξ αὐτῶν τοῦτον θεωρήσαντες ἐρχό‐ | |
15 | μενον ἔλεγον πρὸς ἀλλήλους· ἰδοὺ καὶ ἐνταῦθα ὁ στραβὸς ἥκει. ὁ δὲ ἅγιος πρεσβύτης κατανοήσας αὐτοὺς ἐν πολλῆι ὄντας στενο‐ χωρίαι ἐκ τοῦ μήτε ἐκκλησίαν ἔχειν μήτε κεφαλήν, ἀλλ’ εἰς τὸ προφη‐ τεῖον τὸ ἐν Θεκώοις τοῦ ἁγίου Ἀμὼς κατὰ κυριακὴν κοινωνοῦντας καὶ τῆι ἀταξίαι τῆς ἀναρχίας κεχρημένους καὶ πρὸς ἀλλήλους λοιπὸν | |
20 | διαμαχομένους καὶ στασιάζοντας σπλαγχνισθεὶς εἰς αὐτοὺς ἀναφέρει τὰ κατ’ αὐτοὺς τῶι πατριάρχηι καὶ παρακαλεῖ αὐτὸν συγκροτῆσαι αὐτούς. ὅστις πατριάρχης δοὺς αὐτῶι ἀπὸ χειρὸς χρυσίου λίτραν μίαν παρέσχεν αὐτῶι καὶ τὴν ἐξουσίαν τοῦ τόπου ἐκείνου καὶ τῶν ἐν αὐτῶι οἰκούντων ὡς τῆς αὐτοῦ συνοδίας ὄντων. ὁ μὲν οὖν θεῖος | |
25 | πρεσβύτης κατῆλθεν πρὸς αὐτοὺς ἔχων τεχνίτας καὶ τὰ ἐπιτήδεια πάντα καὶ ποιήσας μῆνας πέντε παρ’ αὐτοῖς ὠικοδόμησεν αὐτοῖς ἀρτοκοπεῖον καὶ ἐκκλησίαν, ἥντινα διακοσμήσας ἐνεκαίνισεν τῶι | |
ἑξηκοστῶι ἐνάτωι τῆς ἑαυτοῦ ἡλικίας χρόνωι. καὶ μεταπεμψάμενος | 123 | |
124 | ἐκ τῆς ἑαυτοῦ λαύρας τὸν ἀνωτέρω μνημονευθέντα ἀναχωρητὴν Ἰωάν‐ νην, Ἑλλαδικὸν μὲν ὄντα τῶι γένει, προφητικὸν δὲ χάρισμα κεκτη‐ μένον, καθίστησιν αὐτὸν τῆς Νέας λαύρας ἡγούμενον. ὅστις Ἰωάννης θεοφορούμενος προεφήτευσεν τὰ τῆι αὐτῆι Νέαι λαύραι συμβάντα | |
5 | ἐν τούτοις τοῖς χρόνοις. μέλλων γὰρ ἐν κυρίωι τελειοῦσθαι καὶ τῶν ἀρχηγῶν τῆς συνοδίας πρὸς αὐτὸν καθεζομένων σύνδακρυς γεγονὼς εἶπεν· ἰδοῦ ἡμέραι ἐλεύσονται καὶ ὑψωθήσονται σφόδρα οἱ τοῦ τόπου τούτου οἰκήτορες καὶ τῆς ὀρθῆς ἀποστήσονται πίστεως καὶ ταπεινω‐ θήσεται τὸ ὕψος αὐτῶν καὶ ἐν τῆι θράσει αὐτῶν διωχθήσονται. | |
10 | καὶ ταῦτα εἰπὼν εἰς τὸν τῆς καταπαύσεως λιμένα κατήντησεν, ἐπὶ ἑπτὰ χρόνους τὴν αὐτὴν λαύραν θεαρέστως κυβερνήσας καὶ σημει‐ οφόρος ἀναδειχθείς. οἱ δὲ ἐκεῖσε πατέρες τῆι τοῦ πατρὸς ἡμῶν Σάβα συμβουλίαι χρησάμενοι προβάλλονταί τινα Ῥωμαῖον ἁπλού‐ στατον καὶ ἀκτήμονα Παῦλον ὀνομαζόμενον ταῖς κατὰ θεὸν ἀρεταῖς | |
15 | ἀπαστράπτοντα. καὶ ὁ μὲν ἀββᾶς Παῦλος ἐπὶ ἓξ μῆνας τῆς Νέας λαύρας ἄκων κρατήσας φυγὰς ὤιχετο ἐπὶ τὴν Ἀραβίαν καὶ μετέ‐ πειτα ἐλθὼν ἐπὶ Καπαρβαριχᾶ ἐτελειώθη πρὸς τὸν ἀνωτέρω μνη‐ μονευθέντα Σευηριανὸν κοινόβιον αὐτόθι οἰκοδομοῦντα· οἱ δὲ τῆς Νέας λαύρας πατέρες ἐμήνυσαν τῶι θείωι πρεσβύτηι τὴν τοῦ Παύλου | |
20 | φυγὴν καὶ πολλὰ παρακαλέσαντες ἔλαβον ἡγούμενον τὸν ἀνωτέρω μνημονευθέντα Ἀγαπητὸν τὸν αὐτοῦ μαθητήν. ὅστις Ἀγαπητὸς τὴν τῆς Νέας λαύρας ἡγεμονίαν δεξάμενος εὗρεν τέσσαρας μοναχοὺς ἐν τῆι συνοδίαι ὑπὸ τοῦ ἁπλουστάτου Παύλου εἰσδεχθέντας αὐτόθι τὰ κατ’ αὐτοὺς μὴ ἐπισταμένου ψιθυρίζοντας ἐν κρυπτῶι τὰ Ὠριγένους | |
25 | δόγματα, ὧν πρῶτος ὑπῆρχεν ἀνήρ τις Παλαιστινὸς Νόννος καλούμενος, ὅστις χριστιανίζειν προσποιούμενος καὶ εὐλάβειαν ὑποκρινόμενος τὰ τῶν ἀθέων Ἑλλήνων καὶ Ἰουδαίων καὶ Μανιχαίων δόγματα ἐφρόνει τὰ ὑπὸ Ὠριγένους καὶ Εὐαγρίου καὶ Διδύμου περὶ προυπάρξεως | |
μεμυθολογημένα. καὶ δεδιὼς ὁ μακαρίτης Ἀγαπητὸς μήπως διανε‐ | 124 | |
125 | μηθῆι εἰς ἑτέρους ἡ τῆς αἱρέσεως λύμη, γνώμης γενόμενος τοῦ ἐν ἁγίοις ἀρχιεπισκόπου Ἡλία καὶ ἐπιτραπεὶς τούτους τῆς Νέας λαύ‐ ρας ἐξέωσεν. οἵτινες ἐξεωθέντες ἀπῆλθον εἰς τὴν πεδιάδα τὰ πονηρὰ αὐτόθι ζιζάνια κατασπείροντες· χρόνου δὲ διαδραμόντος καὶ τοῦ | |
5 | ἀρχιεπισκόπου κατασκευασθέντος, ὡς μικρὸν ὕστερον λεχθήσεται, ἐλθόντες οἱ περὶ τὸν Νόννον ἐν τῆι ἁγίαι πόλει παρεκάλουν τὸν τὴν πατριαρχίαν διαδεξάμενον ἐπιτρέψαι μεῖναι αὐτοὺς εἰς τὴν Νέαν λαύραν. ὅστις συνέσει θείαι κοσμούμενος τόν τε ἐν ἁγίοις Σάβαν καὶ τὸν μακαρίτην Ἀγαπητὸν μεταστειλάμενος ἠρώτα εἰ δυνατὸν δεχθῆναι | |
10 | αὐτούς. τοῦ δὲ Ἀγαπητοῦ εἰπόντος ὅτι ἐπὶ λύμηι τῆς συνοδίας τὰ Ὠριγένεια ἀνακινοῦσιν δόγματα καὶ αἱροῦμαι μᾶλλον ἀπὸ τοῦ τόπου γενέσθαι ἢ τῆι ἐμοὶ ἐγχειρισθείσηι συνοδίαι τούτους ἐγκατα‐ μῖξαι, εἶπεν ὁ ἀρχιεπίσκοπος· ἀγαθὰ καὶ θεάρεστα ἐβουλεύσω. γνόντες οὖν ἐκεῖνοι ὅτι οὐ προσίεται αὐτοὺς ὁ ἀρχιεπίσκοπος, ἀπῆλθον | |
15 | πάλιν εἰς τὴν πεδιάδα. τοῦ δὲ μακαρίου Ἀγαπητοῦ τὴν Νέαν λαύραν ἐπὶ πέντε χρόνους κυβερνήσαντος καλῶς καὶ τελευτήσαντος προβάλλονται οἱ Νεολαυρῖται Μάμαν τινὰ ἡγούμενον. τότε οἱ περὶ Νόννον ἀκού‐ σαντες τήν τε τοῦ Ἀγαπητοῦ τελευτὴν καὶ τὴν τοῦ Μάμα προβο‐ λὴν ἦλθον καὶ ὑπὸ τοῦ Μάμα λανθανόντως ἐδέχθησαν εἰς τὴν Νέαν | |
20 | λαύραν, ἔχοντες μὲν ἐν τῆι ψυχῆι τὸ πονηρὸν ἐμμελέτημα, ἀνέκφο‐ ρον δὲ παντελῶς εἰς μοναχῶν ἀκοὴν φόβωι τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Σάβα. αὐτοῦ γὰρ περιόντος μία τῆς πίστεως ὁμολογία ὑπῆρχεν ἐν πᾶσιν τοῖς κατὰ τὴν ἔρημον μοναχοῖς. καὶ ταῦτα μὲν περὶ τῶν Νεολαυριτῶν τέως εἰρήσθω· ἐγὼ δὲ ἐπὶ τὴν ἀκόλουθον | |
25 | ἐξήγησιν τῶν τοῦ θείου πρεσβύτου κατορθωμάτων ἐπανέρχομαι. Λαμπρὰ τοῦ πεφωτισμένου πατρὸς ἡμῶν Σάβα τὰ θεῖα χαρίσματα· ἡ μὲν γὰρ πολιτεία ἔνδοξος, ὁ δὲ βίος ἐνάρετος καὶ ἡ πίστις ὀρθό‐ | |
δοξος. καὶ τοῦτο μὲν ἐκ μέρους ἤδη διὰ τῶν εἰρημένων ἀπεδείχθη· | 125 | |
126 | ἐντελέστερον δὲ διὰ τῶν ῥηθησομένων ἀποδειχθήσεται εὐοδοῦντος τοῦ θεοῦ λόγου τὸν λόγον. οὗτος τοίνυν ὁ ἡγιασμένος Σάβας ἤδη τροπαιοφόρος ἀναδειχθεὶς ἐν τῶι Καστελλίωι κατὰ τῶν πνευμάτων τῆς πονηρίας ἕτερον εὐσεβείας καταγώγιον τῆι συνεργείαι τοῦ ἐν | |
5 | αὐτῶι ἁγίου πνεύματος ἀναδείκνυσιν πολίσαι τὴν ἔρημον ἐπειγόμενος. μετὰ γὰρ τὴν τῶν γεννάδων ἐκείνων ἀναχώρησιν καὶ τὴν τῆς Νέας λαύρας σύστασιν τοῦ διαβόλου παγιδεῦσαι θελήσαντος τοὺς τοῦ Σάβα μαθητὰς καὶ ὑπὸ τοῦ Σάβα παγιδευθέντος ἕτερον πάλιν κατ’ αὐτοῦ ὁ Σάβας ἀνίστησι τρόπαιον. ἐπανελθὼν γὰρ ἐκ τῆς Νέας λαύρας | |
10 | καὶ ὀλίγας ἡμέρας ἡσυχάσας περὶ τὸν τῆς νηστείας καιρὸν λαβὼν μεθ’ ἑαυτοῦ Παῦλόν τινα γέροντα πλείστοις κατορθώμασιν διαπρέψαντα ἔρχεται εἴς τινα χείμαρρον τῆς Μεγίστης λαύρας ἀπέχοντα σταδίους δεκαπέντε πλησίον τοῦ Καστελλίου κατὰ δυσμάς. καὶ εὑρὼν ἐν τῶι βορεινῶι κρημνῶι σπήλαιον μέγα τε καὶ ἀνεπηρέαστον ὤικησεν μετὰ | |
15 | Παύλου εἰς αὐτὸ ἕως τῆς τῶν βαίων ἑορτῆς· μετὰ δὲ τὸ πάσχα λαβὼν Θεόδουλον καὶ Γελάσιον καὶ αὐτὸν τὸν Παῦλον καὶ ἑτέρους σὺν αὐτοῖς ἔρχεται εἰς τὸν τόπον καὶ ἁπλῶς εἰπεῖν τοῦ θεοῦ συνεργή‐ σαντος τὸ μὲν σπήλαιον ἐκκλησίαν πεποίηκεν, κατὰ δὲ πρόσβασιν κοινόβιον περιφανέστατον αὐτόθι συνεστήσατο τοῦ Σπηλαίου αὐτὸ | |
20 | ἐπονομάσας. καὶ τὸν μὲν μακαρίτην Παῦλον διοικητὴν τοῦ τόπου κατέστησεν παρασχὼν αὐτῶι ἐκ τῆς λαύρας τρεῖς ἀδελφοὺς Γεώρ‐ γιον καὶ Κυριακὸν καὶ Εὐστάθιον καὶ τοῦ θεοῦ εὐδοκήσαντος ηὐξήθη ὁ τόπος καὶ ἐπλατύνθη σφόδρα. καὶ τί τὰ πολλὰ λέγω; πρόκειται γὰρ τοῖς ὀφθαλμοῖς ἡμῶν τὸ τοῦ Σπηλαίου κοινόβιον, ὅπερ μετὰ | |
25 | μυρίων ἱδρώτων ὑπὸ τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Σάβα συνέστη. τοῦ δὲ μακαρίτου Παύλου ἐν Χριστῶι τελευτήσαντος διεδέξαντο | |
κατὰ καιροὺς τὴν ἡγεμονίαν Κυριακὸς καὶ Εὐστάθιος καὶ μετὰ τὴν | 126 | |
127 | τούτων ἀποβίωσιν Σέργιος τὴν ἡγεμονίαν διεδέξατο. ὁ γὰρ Γεώργιος ἀποσταλεὶς εἰς Ἀλεξάνδρειαν καὶ τῶι ἀρχιεπισκόπωι Ζωίλωι συν‐ τυχὼν ἐπίσκοπος τοῦ Πηλουσίου ἐχειροτονήθη. καὶ ταῦτα μὲν περὶ τῆς μονῆς τῆς τὴν τοῦ Σπηλαίου ἐπωνυμίαν δεξαμένης· Μαρκιανὸς | |
5 | δέ τις πρεσβύτερος τῆς ἁγίας Ἀναστάσεως καὶ ἡγούμενος τῆς ἁγίας Σιὼν πυκνότερον παρέβαλλεν τῶι ἐν ἁγίοις πατρὶ ἡμῶν Σάβαι πολλά τε προσφέρων αὐτῶι καὶ οἰκείαις χερσὶ πίστει φερόμενος μετὰ τῶν παιδίων αὐτοῦ Ἀντωνίου καὶ Ἰωάννου, κάμνων καὶ βοηθῶν τοῖς κοπιῶσιν ἐν ταῖς τῶν εἰρημένων εὐαγῶν τόπων οἰκοδομαῖς· τοσαύτη | |
10 | ἦν ἡ τοῦ ἀνδρὸς πίστις. ὅντινα ὁ ἀρχιεπίσκοπος Ἡλίας ἀγαπήσας ἐπίσκοπον ἐχειροτόνησεν Σεβαστῆς καὶ τῆς Ἀσκαλωνιτῶν ἐκκλη‐ σίας τὸν Ἀντώνιον, τὸν δὲ Ἰωάννην διάκονον πεποίηκεν τῆς ἁγίας Ἀναστάσεως. ἀλλ’ ἐπὶ τὴν ἐξήγησιν τῶν τοῦ θείου πρεσβύτου κατορ‐ θωμάτων ἐπανιτέον. | |
15 | Τὸν ἐν τῶι ὑψηλοτέρωι πάσης τῆς ἀνατολικῆς ἐρήμου βουνῶι οἰκοδομηθέντα πύργον ὑπὸ τῆς μακαρίας Εὐδοκίας, ὡς ἤδη μοι εἴρηται ἐν τῶι περὶ Εὐθυμίου λόγωι, διεδέξαντο μὲν τινὲς μοναχοὶ τῆς Διοσκόρου καὶ Εὐτυχοῦς μανίας ὑπασπισταὶ καὶ τούτων ἐν τῆι δευτέραι ἑνώσει μετὰ Γεροντίου καὶ Ῥωμανοῦ διωχθέντων ἕτεροι | |
20 | δύο μοναχοὶ τῆς Νεστορίου τοῦ δυσσεβοῦς αἱρέσεως ὑπέρμαχοι τὴν τοῦ αὐτοῦ πύργου οἴκησιν διεδέξαντο μὴ ὁμολογοῦντες κυρίως καὶ κατὰ ἀλήθειαν θεοτόκον τὴν ἁγίαν παρθένον Μαρίαν, ἀλλ’ οὐδὲ ἕνα εἶναι τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος ἐπρέσβευον Χριστὸν τὸν ἀλη‐ θινὸν θεόν. τούτους τοιγαροῦν ἔχων ὁ μέγας πατὴρ ἡμῶν Σάβας | |
25 | κατὰ κορυφῆς τῶν τριῶν αὐτοῦ μοναστηρίων ἐλυπεῖτο καὶ ἐδυσφόρει | 127 |
128 | σφόδρα περὶ αὐτῶν. συνέβη γὰρ αὐτὸν ἐν αὐταῖς ταῖς ἡμέραις ὅραμα τοιόνδε θεάσασθαι. ἑώρα ἑαυτὸν συνάξεως ἐπιτελουμένης ἐν τῆι ἁγίαι Ἀναστάσει καὶ τούτους αὐτοὺς ὑπό τινων ῥαβδοφόρων ἐκβαλλο‐ μένους μετὰ πλείστης ἀπειλῆς, ἑαυτὸν δὲ παρακαλοῦντα τοὺς ῥαβδο‐ | |
5 | φόρους συγχωρῆσαι αὐτοῖς κοινωνῆσαι. πρὸς ὃν αὐστηρᾶι τῆι φωνῆι ἀπεκρίναντο λέγοντες· οὐκ ἐξὸν αὐτοὺς κοινωνῆσαι· Ἰουδαῖοι γὰρ ὑπάρχουσιν μὴ ὁμολογοῦντες θεὸν ἀληθινὸν εἶναι τὸν Χριστὸν καὶ θεοτόκον τὴν ἁγίαν Μαρίαν. ἀπὸ τότε οὖν συμπαθήσας αὐτοῖς ὁ πρεσβύτης ἐδέετο τοῦ θεοῦ ἐκτενῶς ὑπὲρ αὐτῶν πρὸς τὸ λαβεῖν | |
10 | αὐτοὺς ἐπίγνωσιν ἀληθείας καὶ ἀνανῆψαι ἐκ τῆς Νεστορίου αἱρέσεως. καὶ ἔμεινεν ἐπὶ χρόνον πυκνάζων αὐτοῖς παρακαλῶν, νουθετῶν, τὰ τῆς εὐσεβείας δόγματα διεξερχόμενος. καὶ οὕτως ὁ πατὴρ ἡμῶν Σάβας πολλὰ μὲν ταῖς εὐχαῖς, πολλὰ δὲ ταῖς νουθεσίαις κοπιάσας συνεργήσαντος τοῦ θεοῦ παρεσκεύασεν αὐτοὺς τὰ μὲν Νεστορίου δόγ‐ | |
15 | ματα ἀναθεματίσαι, τῆι δὲ καθολικῆι ἐκκλησίαι κοινωνῆσαι. καὶ οὕτως λαβὼν αὐτοὺς τῶι μακαρίτηι παρέθετο Θεοδοσίωι· τινὰ δὲ τῶν μαθητῶν αὐτοῦ ἀξιοθαύμαστον Βυζάντιον μὲν τῶι γένει, Ἰωάννην δὲ τῆι κλήσει, ἀπὸ τῆς πρώτης τῶν σχολαρίων σχολῆς εἰς τὸν μοναδι‐ κὸν μεταστάντα βίον καὶ ἐν τῆι Μεγίστηι λαύραι τὴν μοναχικὴν | |
20 | κατορθώσαντα πολιτείαν διοικητὴν καὶ ἡγούμενον τοῦ πύργου ἐκείνου κατέστησεν ὡς φρονήσει θείαι κεκοσμημένον καὶ τοῦ τόπου ἀντι‐ λαμβάνεσθαι ἱκανώτατον, παρασχὼν αὐτῶι ἀδελφοὺς ἐκ τῆς λαύρας καὶ τὰ ἐπιτήδεια πάντα ἀνερχόμενός τε ἐκεῖσε καὶ κοπιῶν καὶ φρον‐ τίδα ποιούμενος, ἕως οὗ συνεργείαι τοῦ θεοῦ κοινόβιον τὸν πύργον | |
25 | πεποίηκεν. ἐν ὧι κοινοβίωι πολλὴν συνοδίαν ὁ σχολάριος περιποιή‐ σατο, ἐξ ἧς συνοδίας ἐστὶν ὁ τίμιος Ἀβράμιος ὁ Κρατίας ἐπίσκοπος. καὶ ὁ μὲν σχολάριος τριάκοντα πέντε χρόνους ἐν αὐτῶι τῶι μοναστη‐ ρίωι διατελέσας μοναχικοῖς κατορθώμασιν καὶ ὀρθοδόξοις δόγμασιν | |
διέπρεψεν· ὁ δὲ ἐν ἁγίοις πατὴρ ἡμῶν Σάβας πολλὰ ἐν τῆι οἰκοδομῆι | 128 | |
129 | καὶ συστάσει τοῦ αὐτοῦ κεκοπίακεν κοινοβίου καὶ μέχρι τελευτῆς ἐπισκεπτόμενος καὶ εὐεργετῶν τὸν τόπον οὐ διελίμπανεν. Μοναχός τις ἐκ τῆς Μεγίστης λαύρας Ἱεροσολυμίτης μὲν τῶι γένει, Ἰάκωβος δὲ τῆι κλήσει, αὐθαδείαι χρησάμενος ἅμα τῶι ἐξελθεῖν τὸν | |
5 | μέγαν ἐπὶ τὴν πανέρημον λαβὼν τινὰς τῆς λαύρας ἀρχὴν ἐποιήσατο παρὰ τὸν ἀνωτέρω μνημονευθέντα Ἑπτάστομον λάκκον κτίζειν εὐκτήριον μικρὸν καὶ κελλία, λαύραν προσδοκῶν αὐτόθι συστήσασθαι. τῶν δὲ πατέρων τῆς λαύρας ἀγανακτησάντων καὶ κωλυόντων τὸ ἔργον ἐψεύσατο λέγων τοῦ ἁγίου πατρὸς εἶναι τὴν κέλευσιν. οἱ δὲ πα‐ | |
10 | τέρες τοῦτο ἀκούσαντες ἐλυπήθησαν μέν, τὸ δὲ ἔργον οὐκ ἐκώλυσαν. ὁ δὲ μέγας πατὴρ ἐλθὼν περὶ τὴν ἑορτὴν τό τε ἔργον θεασάμενος καὶ τὸν Ἰάκωβον μεταπεμψάμενος λέγει· οὐκ ἔστιν τὸ ἔργον σου θεάρεστον, τέκνον, τὸ ἑτέραν λαύραν συστήσασθαι ἐν τοῖς τῆς λαύρας τόποις, μάλιστα τῶν τῆς λαύρας πατέρων μὴ συνευδοκούντων, ἀλλὰ καὶ | |
15 | λίαν ταρασσομένων διὰ τὸ κατὰ τὴν ὁδὸν εἶναι καὶ παρὰ τὸν ἡμέτερον λάκκον. εἰ δὲ καὶ λέγοι τις ὑπὸ τὴν λαύραν μέλλειν ἔσεσθαι τὸ οἰκο‐ δόμημα, ἀλλ’ οὐ τοσοῦτον βούλομαι ἐκτεῖναι τὴν λαύραν. πλὴν ἄκουε τί ὁ προφήτης συμβουλεύει τοῖς δι’ ἀπειρίαν ἢ ἀπόνοιαν ἐγχειροῦσιν τοῖς ὑπὲρ ἀξίαν καὶ δύναμιν· συγκόψατε τὰ ἄροτρα ὑμῶν εἰς | |
20 | ῥομφαίας καὶ τὰ δρέπανα ὑμῶν εἰς σειρομάστας· τί γὰρ ὄφελος γεωργίας πολέμου τὴν γῆν κατέχοντος; καὶ αὐτὸς τοίνυν μήπω τὰ σαρκικὰ πάθη καὶ τὰ ψυχικὰ νικήσας πῶς ἑτέρους παιδεύ‐ σεις ἔτι ὑπὸ ἡδονῆς καὶ κενῆς δόξης κρατούμενος; τοῦ δὲ Ἰακώβου τούτοις ἀντιλέγοντος καὶ μὴ ἀνεχομένου λέγει ὁ γέρων πρὸς αὐτόν· | |
25 | ἐγὼ μέν, τέκνον, ὅπερ νομίζω συμφέρειν σοι, συμβουλεύω· ἐπειδὴ δὲ ἐπιμένεις τῆι ἀπειθείαι, ἤδη διὰ πείρας μαθήσηι ὅτι ἀληθῶς ἡ γραφὴ | |
λέγει· ἀντιλογίας ἐγείρει πᾶς κακός, ὁ δὲ κύριος ἄγγελον | 129 | |
130 | ἀνελεήμονα ἐπιπέμπει αὐτῶι. καὶ ταῦτα τοῦ ἁγίου εἰρηκότος καὶ ἐπὶ τὸ πυργίον αὐτοῦ ἀναχωρήσαντος φρίκηι καὶ πυρετῶι δεινο‐ τάτωι συσχεθεὶς ὁ Ἰάκωβος καὶ ἐπὶ ἑπτὰ μῆνας ὑπὸ τῆς νόσου βασα‐ νισθεὶς ἀπεγνώσθη περὶ τὸν Νοέμβριον μῆνα καὶ παρεκάλεσεν τοὺς | |
5 | πατέρας βασταχθῆναι καὶ ἀπενεχθῆναι εἰς τὴν ἐκκλησίαν τῆς λαύρας καὶ τεθῆναι παρὰ τοὺς πόδας τοῦ ἁγίου πρὸς τὸ συγχωρήσεως ἀξιω‐ θῆναι πρὶν ἀποθανεῖν. καὶ τούτου γεγονότος λέγει πρὸς αὐτὸν ὁ ἅγιος· ἔγνως τίς ὁ μισθὸς τῆς αὐθαδείας καὶ ἀντιλογίας; ἐπαιδεύθης ὑπὸ τῆς ἀλαζονείας σου; τοῦ δὲ μόλις δυνηθέντος ἀνοῖξαι τὸ στόμα καὶ | |
10 | εἰπεῖν συγχώρησόν μοι, πάτερ, λέγει ὁ ἅγιος· ὁ θεὸς συγχωρήσει σοι, καὶ δοὺς αὐτῶι χεῖρα ἀνέστησεν αὐτὸν ἐπιτρέψας αὐτῶι τῶν ἀχράντων μεταλαβεῖν μυστηρίων. ὃ δὲ τούτων μεταλαβὼν παραυτίκα καὶ τροφῆς μετέλαβεν καὶ ἐνισχύθη, ὥστε θαυμάζειν ἅπαντας τὴν ἀθρόαν Ἰακώ‐ βου μεταβολήν. ἀπὸ τότε οὖν οὐκέτι εἰς τὴν οἰκοδομὴν ἐκείνην ὑπέ‐ | |
15 | στρεψεν. καὶ ὁ μὲν ἀρχιεπίσκοπος Ἡλίας ταῦτα μαθὼν ἀπέστειλεν τινὰς καὶ τὴν οἰκοδομὴν Ἰακώβου κατέστρεψεν· ὁ δὲ ἐν ἁγίοις πατὴρ ἡμῶν Σάβας λαβὼν τινὰς τῆς λαύρας ἐπιτηδείους ὡς ἀπὸ πέντε σταδίων πρὸς βορρᾶν τῆς καταστραφείσης οἰκοδομῆς κτίζει εὐκτήριον καὶ κελλία κύκλωι· καὶ καταστήσας τινὰς τῆς Μεγίστης λαύρας | |
20 | ἐκεῖσε διοικητὰς Παῦλον καὶ Ἀνδρέαν προσαγορευομένους ἀδελ‐ φοὺς ὄντας κατὰ σάρκα καὶ Ἑλλαδικοὺς τῶι γένει καὶ ἄλλους ἀδελφοὺς αὐτόθι φυτεύσας λαύραν τὸν τόπον συνεστήσατο Ἑπτάστο‐ μον ταύτην ἐπονομάσας. τὴν μέντοι τοποθεσίαν αὐτῆς εἴληφεν παρά τινος Ζανάγωνος καλουμένου ἀπὸ Βηταβουδισσῶν τῆς κώμης ὁρμω‐ | |
25 | μένου. καὶ ἐφρόντιζεν τοῦ τόπου δεόντως καὶ ὅτε ἐγίνετο εἰς τὴν Μεγίστην λαύραν ἀγάπη, ἔπεμπεν καὶ τοῖς αὐτόθι τὰς εὐλογίας πολλὴν ποιούμενος τοῦ τόπου φροντίδα. Χρόνου δέ τινος παριππεύσαντος ὁ μνημονευθεὶς Ἰάκωβος τὴν τοῦ ξενοδοχείου τῆς Μεγίστης λαύρας διακονίαν λαβὼν ἠναγκάζετο | |
30 | μαγειρεύειν τοῖς ἐν τῆι ἐρήμωι συλλογῆς ἕνεκεν μαννουθίων ἐξερχο‐ μένοις. αὐτοῦ δέ ποτε ἑψήσαντος φάβα εἰς πλῆθος τὸ παρ’ ἡμῖν | |
πισάριον λεγόμενον καὶ περισσεύσαντος ἐπὶ μίαν καὶ δευτέραν ἡμέραν | 130 | |
131 | καὶ ὕστερον ἀπὸ τῆς θυρίδος ἐπὶ τὸν χείμαρρον ῥίψαντος τὸ περισσευ‐ θὲν κατανοήσας ὁ γέρων ἐκ τοῦ ἑαυτοῦ πυργίου καὶ κατελθὼν λαθραίως καὶ καθαρίως ἐπισυνάξας τὸ ῥιφὲν πισάριον ἔλαβεν καὶ τοῦτο ἁπλώσας ἐξήρανεν. τοῦ δὲ χρόνου προκόψαντος προτρέπεται μονώτατον εἰς | |
5 | ἑστίασιν τὸν Ἰάκωβον πληρώσαντα τὴν διακονίαν κἀκεῖνο τὸ ξηρὸν πισάριον μαγειρεύσας καὶ καλῶς ἀρτύσας παρέθηκεν. ἐσθιόντων δὲ αὐτῶν εἶπεν ὁ γέρων· σύγγνωθί μοι, ἀδελφέ, ὅτι οὐκ οἶδα ἀρτύειν καλῶς καὶ ἴσως οὐκ ἐθεραπεύθης ἐπὶ τῶι φαγίωι. τοῦ δὲ εἰπόντος ὅτι λίαν ἐθεραπεύθην, τίμιε πάτερ, καὶ διὰ πολλοῦ χρόνου τοιούτου | |
10 | οὐ μετέσχον ἡδυτάτου φαγίου, ἀπεκρίνατο λέγων ὁ πρεσβύτης· πί‐ στευέ μοι, τέκνον, ἐκεῖνό ἐστιν τὸ ῥιφὲν ὑπὸ σοῦ πισάριον ἀπὸ τοῦ ξενοδοχείου εἰς τὸν χείμαρρον· γίνωσκε δὲ τοῦτο ὅτι ὁ μὴ δυνάμενος χαλκίον ὀσπρέου οἰκονομῆσαι πρὸς τὸ τὴν χρείαν τῶν ὑπ’ αὐτὸν ποιῆσαι καί τί ποτε τοῦ ὀσπρέου μὴ ἀπολέσαι συνοδίαν κυβερνῆσαι | |
15 | οὐ δύναται, καθὼς ὁ ἀπόστολος λέγει· εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδεν, πῶς ἐκκλησίας θεοῦ ἐπιμελήσεται; καὶ ταῦτα ἀκούσας ὁ Ἰάκωβος καὶ πολλὰ ὠφεληθεὶς ἀπῆλθεν εἰς τὸ κελλίον αὐτοῦ. Οὗτος αὐτὸς ὁ Ἰάκωβος εἰς τὸ ἑαυτοῦ κελλίον ἡσυχάζων ἐπειράσθη | |
20 | δεινῶς ὑπὸ τοῦ δαίμονος τῆς πορνείας καὶ ἐπὶ ἱκανὸν χρόνον ἀγωνι‐ σάμενος καὶ πρὸς τὸν ἀγῶνα ἀκηδιάσας τῆς ἐκ τοῦ δαίμονος πυρώσεως ἐπὶ πλεῖον ἐκταθείσης εἴτε ἄγνοιαν ἔχων εἴτε λήθην λαβὼν τῶν εἰρη‐ μένων τοῖς θείοις καὶ ἐκκλησιαστικοῖς κανόσι μάχαιραν λαβὼν ἐξέτεμεν ἀφειδῶς τοὺς ἑαυτοῦ διδύμους. καὶ μὴ ἐνέγκας τήν τε τοῦ | |
25 | αἵματος ῥύσιν καὶ τὰς ἀλγηδόνας ἔβαλεν προσκαλεῖσθαι τοὺς γείτονας. οἵτινες συνελθόντες τό τε πάθος θεασάμενοι καὶ ἰατρόν τινα τῆς λαύρας προσκαλεσάμενοι ἐπεμελοῦντο αὐτοῦ. ὅπερ γνοὺς ὁ ἡγιασμένος | |
Σάβας ὑγιωθέντα τὸν Ἰάκωβον ὡς αὐτοφονευτὴν γεγονότα τῆς | 131 | |
132 | λαύρας ἐδίωξεν. ὅντινα εἰς τὴν μονὴν ὁ μέγας δεξάμενος Θεοδόσιος καὶ τὰ κατ’ αὐτὸν ἐρευνήσας κατήγαγεν εἰς τὴν λαύραν καὶ παρε‐ κάλεσεν τὸν γέροντα δέξασθαι αὐτὸν μετὰ τῆς προσηκούσης ἐπιτιμίας· ὁ δὲ ἡγιασμένος Σάβας δέδωκεν αὐτῶι ἐντολὰς ἡσυχάζειν εἰς τὸ | |
5 | ἴδιον κελλίον καὶ μηδαμοῦ προιέναι μήτε μὴν τινὰ δέξασθαι εἰς συν‐ τυχίαν παρεκτὸς μόνου τοῦ ὑπηρετοῦντος αὐτῶι. ὁ δὲ Ἰάκωβος τὴν τοῦ γέροντος δεξάμενος ἐντολὴν ἐδέετο τοῦ θεοῦ μετὰ δακρύων ἐπὶ συχνὸν χρόνον. καὶ ἀποκαλύφθη τῶι γέροντι ὅτι ὁ θεὸς τὴν μετάνοιαν Ἰακώβου ἐδέξατο. ἑώρα γὰρ ἄνδρα τινὰ φωτοφόρον | |
10 | δεικνύοντα αὐτῶι νεκρόν τινα κείμενον ἔμπροσθεν Ἰακώβου εἰς εὐχὴν ἱσταμένου. οὗτινος ἀκούσαντος ὅτι εἰσηκούσθη σου ἡ προσευχή, Ἰάκωβε, ἀλλ’ ἔκτεινον τὴν χεῖρά σου καὶ ἀνάστησον τὸν κείμενον, καὶ αὐτοῦ ἀναστήσαντος τὸν νεκρὸν λέγει ὁ φωτοφόρος τῶι γέροντι· ἰδοὺ ὁ νεκρὸς ἀνέστη· λῦσον καὶ αὐτὸς τὸν ἐπικείμενον τῶι ἀναστή‐ | |
15 | σαντι δεσμόν. ὁ δὲ γέρων εἰς ἑαυτὸν ἐλθὼν καὶ διακρίνας τὴν ὀπτασίαν ἐπέτρεψεν προελθεῖν τὸν Ἰάκωβον εἰς τὴν ἐκκλησίαν. ὅστις ἐλθὼν ἠσπάσατο αὐτὸν καὶ τοὺς πατέρας, ἀνελθὼν δὲ καὶ πρὸς τὸν μακαρίτην Θεοδόσιον καὶ τοῦτον ἀσπασάμενος τῆι ἑβδόμηι ἡμέραι μετὰ τὴν ὀπτασίαν ἐτελεύτησεν ἐν χαρᾶι. | |
20 | Δύο ἀδελφοὶ σαρκικοὶ ἦσαν ἐν τῆι Μεγίστηι λαύραι καὶ ἀληθῶς κατὰ θεὸν ἀδελφὰ φρονοῦντες ἐκ τῶν περὶ τὴν Χεβρὼν ὁρμώμενοι τόπων Ζάννος καὶ Βενιαμὶν προσαγορευόμενοι καὶ ταῖς κατὰ θεὸν ἀρεταῖς κομῶντες. οὗτοι συμφώνως παρεκάλεσαν τὸν ἡγιασμένον Σάβαν δοῦναι αὐτοῖς κελλίον ἀναχωρητικόν, ὅπερ ἦν αὐτὸς ἑαυτῶι | |
25 | οἰκοδομήσας ὡς ἀπὸ δεκαπέντε σταδίων τῆς λαύρας διακείμενον πρὸς λίβα. ὁ δὲ μέγας πρεσβύτης γινώσκων αὐτοὺς ἐργάτας ὄντας θεοῦ εἶξεν τῆι αἰτήσει καὶ δέδωκεν αὐτοῖς τὸ κελλίον. καὶ ἔμειναν κατέχοντες αὐτό τε τὸ ἀναχωρητικὸν κελλίον καὶ τὸ ἐν τῆι λαύραι ἴδιον αὐτῶν. αὐτοὶ μὲν οὖν εἰς τὸ ἀναχωρητικὸν ἐκεῖνο κοπιάσαντες | |
30 | κελλίον καὶ μοχθήσαντες κοινόβιον αὐτὸ συνεστήσαντο τοῦ ἐν ἁγίοις | 132 |
133 | πατρὸς ἡμῶν Σάβα συμβοηθοῦντος αὐτοῖς καὶ τὰ ἀναλώματα καὶ τὴν λοιπὴν ὑπουργίαν ἐπιχορηγοῦντος. ἀδελφῶν δὲ αὐτόθι συναχθέν‐ των οἰκοδομηθῆναι τὴν ἐκκλησίαν φροντίσας ἐνεκαίνισεν καὶ τοὺς κανόνας τῶν ἄλλων αὐτοῦ κοινοβίων παρέδωκεν ἐκεῖσε. ὅπερ κοινό‐ | |
5 | βιον μέχρι τοῦ νῦν τῆι τοῦ θεοῦ χάριτι ἀνθεῖ τὴν τοῦ μακαρίου Ζάννου ἐπωνυμίαν λαχόν. Γέρων τις ἦν ἐν τῆι λαύραι ἐν πολλοῖς μοναχικοῖς κατορθώμασιν διανύσας τὸν ἑαυτοῦ βίον, τῆς μὲν Βιθυνίας ὁρμώμενος, Ἄνθιμος δὲ προσαγορευόμενος. οὗτος ἐν ἀρχῆι κτίσας ἑαυτῶι μικρὸν κελλίον | |
10 | ἀντιπέρα τοῦ χειμάρρου κατὰ ἀνατολὰς ἄντικρυς τοῦ πύργου τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Σάβα καὶ ἐπὶ τριάκοντα ἔτη μείνας ἐν αὐτῶι περὶ τὸ γῆρας ἠσθένησεν καὶ γέγονεν κλινήρης. ὁ δὲ μακαρίτης Σάβας βλέπων αὐτὸν εἰς βαθυτάτην ἐλάσαντα σωματικὴν ἀσθένειαν παρεκάλει αὐτὸν πλησίον τῆς ἐκκλησίας λαβεῖν κελλίον πρὸς τὸ ἀκό‐ | |
15 | πως δύνασθαί τινα ὑπηρετεῖν αὐτῶι. ὁ δὲ γέρων οὐκ ἐβούλετο λέγων· πιστεύω τῶι θεῶι ὅτι ἐν τῶι κελλίωι ἐν ὧι ἐξ ἀρχῆς ἠξιώθην μεῖναι, ἐν αὐτῶι λαμβάνει τὴν ψυχήν μου ὁ κτίσας αὐτὴν θεός. χρόνου δέ τινος διελθόντος ἐν μιᾶι νυκτὶ ἀναστὰς ὁ ἅγιος πρὸ τῆς τοῦ κρούσμα‐ τος ὥρας ἤκουσεν φωνὴν ψαλμωιδίας ὡς ἀπὸ πολλοῦ ὄχλου γινομένην | |
20 | καὶ ἐνόμισεν ὅτι τινὸς συμβάντος γίνεται ὁ κανὼν ἐν τῆι ἐκκλησίαι, καὶ ἐθαύμαζεν ὅτι παρὰ γνώμην αὐτοῦ τὸ παρὰ συνήθειαν γίνεται. καὶ κατελθὼν μετὰ σπουδῆς εὗρεν τὴν ἐκκλησίαν ἠσφαλισμένην. εἶτα πάλιν ἀνελθὼν εἰς τὸν πύργον ἤκουσεν πλήθους ψαλλόντων μετὰ μέλους ἡδυφώνου τοῦτον μόνον τὸν στίχον ὅτι διελεύσομαι ἐν | |
25 | τόπωι σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ θεοῦ ἐν φωνῆι ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτα‐ | |
ζόντων. καὶ γνοὺς πόθεν γίνεται ὁ τῆς ψαλμωιδίας ἦχος, ἐξυπνίζει | 133 | |
134 | τὸν κανονάρχην καὶ ποιεῖ αὐτὸν κροῦσαι καὶ ἀπέρχεται μετὰ θυμιά‐ ματος καὶ κηρῶν εἰς τὸ κελλίον τοῦ γέροντος καὶ οὐδένα εὑρίσκει, εἰ μὴ αὐτὸν μόνον τελειωθέντα. καὶ ἐθαύμασαν ἅπαντες οἱ μετὰ τοῦ γέροντος ἐλθόντες καὶ κηδεύσαντες τὸ τίμιον λείψανον ἤγαγον εἰς | |
5 | τὴν ἐκκλησίαν καὶ πληρώσαντες τὸν συνήθη κανόνα ἐπ’ αὐτῶι κατ‐ έθεντο ἐν θήκαις ὁσίαις δοξάζοντες τὸν θεὸν τὸν δοξάζοντα τοὺς ἁγίους αὐτοῦ. Ἀδελφός τις ἐκ τῆς τοῦ μακαρίου Θεοδοσίου μονῆς τῶι μὲν γένει Ἀσιανός, τῆι δὲ προσηγορίαι Ἀφροδίσιος τὴν τῶν βορδουναρίων | |
10 | διακονίαν ἐγχειρισθεὶς τὸν τοῦ βορδονίου γόμον, τουτέστιν δώδεκα μοδίους σίτου μόνος ἐκ τῆς γῆς κουφίζων τοῖς ἑαυτοῦ ἐπετίθει ὤμοις· τῶι γὰρ μεγέθει τοῦ σώματος πάντας τοὺς τοῦ κοινοβίου ὑπερέβαλεν. συνέβη δὲ αὐτὸν ποτὲ κατὰ τὴν ὁδὸν ὀργισθέντα τύψαι τῆι χειρὶ τὴν τοῦ βόρδονος ὄψιν καὶ συντρῖψαι αὐτήν. οὗτινος παραυτίκα | |
15 | πεσόντος καὶ ἀποθανόντος ὁ Ἀφροδίσιος τόν τε τοῦ ἀλόγου φόρτον καὶ τὸ σάγμα ἐπὶ τῶν ὤμων ἄρας ἦλθεν εἰς τὴν μονήν. καὶ ὑπὸ τοῦ μεγάλου Θεοδοσίου διωχθεὶς διὰ τὸν τοῦ ἀλόγου φόνον κατέρχεται εἰς τὸν Ἰορδάνην καὶ τὸ σφάλμα αὐτοῦ ἀνατίθησιν τῶι ἐν ἁγίοις Ἰωάννηι τῶι Αἰγυπτίωι ἐν τῶι Χουζιβᾶ τὸ τηνικαῦτα ταῖς ἀρεταῖς | |
20 | ἀπαστράπτοντι. καὶ ἀκούσας παρ’ αὐτοῦ ὅτι εἰ θέλεις σωθῆναι, ἄπελθε πρὸς τὸν ἀββᾶν ἡμῶν Σάβαν καὶ ὃ λέγει σοι, ποίησον, ἔρχεται μετὰ σπουδῆς πρὸς αὐτόν, ὁμολογῶν τὸ σφάλμα καὶ παρακαλῶν λόγον σωτηρίας ἀκοῦσαι παρ’ αὐτοῦ. ὁ δὲ πατὴρ ἡμῶν Σάβας δίδωσιν αὐτῶι κελλίον λέγων· στοίχησον τῶι κελλίωι σου καὶ ἄλλωι κελλίωι | |
25 | μὴ παραβάληις μηδὲ τῆς λαύρας ἐξέλθηις καὶ ἐγκρατὴς γενοῦ γλώσσης καὶ κοιλίας καὶ σώιζηι. ταύτην τὴν ἐντολὴν δεξάμενος ὁ Ἀφροδίσιος | |
καὶ ἐν μηδενὶ αὐτὴν ἀλογήσας ἐπὶ τριάκοντα ἔτη οὔτε τῆς λαύρας | 134 | |
135 | ἐξῆλθεν οὔτε εἰς κελλίον παρέβαλεν, οὐκ ἐκτήσατό ποτε χύτραν ἢ χαλκίον ἢ μαγειρεῖον ἢ χαλάδριον, οὐ μετέλαβεν οἴνου ἢ εὔκρατος, οὐκ ἐκτήσατο δύο χιτῶνας, ἀλλ’ ἐν στιβαδίωι μὲν ἐκάθευδεν ἐπὶ ψιαθίου καὶ κεντωνίου, λαμβάνων δὲ βάια παρὰ τοῦ οἰκονόμου ἐνενή‐ | |
5 | κοντα μαλάκια πεπληρωμένα καθ’ ἕκαστον μῆνα παρεῖχεν τῶι ξενοδόχωι. τὰ δὲ περισσευόμενα ἑψητὰ εἴτε λάχανον εἴτε ὄσπρεον εἴτε ψευδοτρόφιον, ταῦτα λαμβάνων ἀπετίθετο εἰς μίαν λεκάνην καὶ ἐκ τῆς λεκάνης ἐλάμβανεν καθ’ ἡμέραν μικρὸν καὶ αὐτῶι ἠρκεῖτο. καὶ εἰ ὤζεσεν τὸ ἐν τῆι λεκάνηι ἢ σκώληκας ἐποίησεν, οὐκ ἔρριπτεν | |
10 | τοῦτο, ἀλλὰ μόνον προσετίθει τὰ περισσευόμενα ἑψητά. ὁ πάννυχος δὲ αὐτοῦ κλαυθμὸς οὐκ ἤφιεν τοὺς γείτονας ἀνεθῆναι. ἐν ταύτηι τοίνυν τῆι πολιτείαι τριάκοντα, ὡς εἴρηται, χρόνους πληρώσας μηδέ‐ ποτε ἀσθενήσας ἢ ἀκηδιάσας ἢ βλαβεὶς τὸν στόμαχον διορατικοῦ ἠξιώθη χαρίσματος καὶ τὴν ἡμέραν προέγνω τῆς ἑαυτοῦ τελευτῆς | |
15 | πρὸ ἑβδομάδος. καὶ ἐλθὼν εἰς τὴν ἐκκλησίαν παρεκάλει τὸν πατέρα ἡμῶν Σάβαν ἀπολυθῆναι πρὸς μίαν ἡμέραν ἐπὶ τὴν μονὴν τοῦ μακα‐ ρίου Θεοδοσίου· ὁ δὲ γέρων γνοὺς ὅτι ἤγγικεν αὐτοῦ ἡ ἡμέρα, ἀποστέλ‐ λει Θεόδουλον τὸν Γελασίου ἀδελφὸν πρεσβύτερον ὄντα μετ’ αὐτοῦ δηλώσας τῶι μακαρίτηι Θεοδοσίωι· ἰδοὺ ἄνθρωπόν ποτε τὸν Ἀφροδί‐ | |
20 | σιον δεξάμενος νῦν χάριτι Χριστοῦ ἀπέστειλά σοι αὐτὸν ἄγγελον. ὁ μὲν οὖν μακαρίτης Θεοδόσιος τοῦτον μετὰ χαρᾶς δεξάμενος ἠσπάσατο καὶ φιλοφρόνως εἰς συνεστίασιν προτρεψάμενος ἀπέλυσεν ἐν εἰρήνηι· ὁ δὲ Ἀφροδίσιος ἐλθὼν εἰς τὴν λαύραν καὶ μικρόν τι νο‐ σήσας ἐτελεύτησεν ἐν χαρᾶι. ὅντινα οἱ πατέρες κηδεύσαντες ἔθαψαν | |
25 | μετὰ τῶν πρεσβυτέρων· ὁ μέντοι μακαρίτης Σάβας παρὰ πλάγιον ἐκέλευσεν τεθῆναι τὸ τίμιον αὐτοῦ λείψανον πρὸς τὸ γνωρίζεσθαι ἐπὶ χρόνον καὶ προσκυνεῖσθαι ὑπὸ τῶν κατερχομένων ἐν αὐτῆι τῆι | |
θήκηι πατέρων. | 135 | |
136 | Μεδαβὰ πόλις ἐστὶν πέραν τοῦ Ἰορδάνου κατὰ ἀνατολὰς ὑπὸ τὴν Ἀραβίαν τελοῦσα, ἧς οἱ οἰκήτορες ἤρχοντο πρὸς τὸν ἐν ἁγίοις πατέρα ἡμῶν Σάβαν πλείστας ψυχικὰς εὐεργεσίας ἀρυόμενοι καὶ καρποφο‐ ροῦντες τοῖς κοινοβίοις αὐτοῦ καὶ λαύραις σῖτον καὶ ὄσπρεον. ἐξ ὧν | |
5 | ἦν τις Γερόντιος καλούμενος, ὅστις σωματικὴν ἀσθένειαν περικεί‐ μενος καὶ διὰ ταύτην εἰς τὴν ἁγίαν πόλιν χρονίσας ἐπεθύμησεν εὔξασθαι εἰς τὴν ἁγίαν Ἀνάληψιν. καὶ ζώιωι τινὶ ἐπικαθίσας ἀπήιει ἔχων τοὺς πρὸς τὴν ὑπηρεσίαν. περὶ δὲ τὴν τοῦ ὄρους ἀνάβασιν τοῦ ἀλόγου ἔκ τινος συμβάντος σκιασθέντος ἔπεσεν ὁ Γερόντιος καὶ | |
10 | οὕτως ἐκλάσθη, ὥστε ἐλθόντα τὸν κηρωματίτην τῆς αὐτοῦ ἀπο‐ γνῶναι θεραπείας. Πορφύριος δέ τις μικρότερος τούτου ἀδελφὸς μηδενὶ μηδὲν εἰρηκὼς κατέρχεται εἰς τὴν λαύραν, παρακαλῶν τὸν ἐν ἁγίοις Σάβαν ἀνελθεῖν καὶ ἐπισκέψασθαι τὸν Γερόντιον. ὅστις πρεσβύτης τὴν ἐπελθοῦσαν τῶι Γεροντίωι συμφορὰν ἀκούσας καὶ | |
15 | σφόδρα λυπηθεὶς αὐτίκα εἰς τὴν ἁγίαν πόλιν ἀνῆλθεν καὶ ἐλθὼν πρὸς τὸν Γερόντιον καὶ εὐχὴν ἐκτενῆ ὑπὲρ αὐτοῦ ποιήσας καὶ ἔλαιον τοῦ ἁγίου Σταυροῦ ἀλείψας αὐτὸν ὑγιῆ ἀπεκατέστησεν, ὥστε τοὺς πάντας θαυμάζειν ἐπὶ τῆι τοσαύτηι ἀθρόαι μεταβολῆι καὶ παραδόξωι θαυματουργίαι. | |
20 | Χρόνου δὲ πολλοῦ διαδραμόντος ὁ τούτου τοῦ Γεροντίου υἱὸς ὀνόματι Θωμᾶς παραβαλὼν τῶι ἐν Ἱεριχῶι τῆς Μεγίστης λαύρας ξενοδοχείωι ὀψίας βραδείας οὔσης ἐν τῶι τῆς λιμοῦ καιρῶι εὗρεν αὐτόθι τὸν ἐν ἁγίοις Σάβαν καὶ Θεόδωρον καὶ Παῦλον τοὺς τοῦ Καστελλίου καὶ τοῦ Σπηλαίου διοικητάς. ὁ μὲν οὖν μακαρίτης Σάβας | |
25 | τοῦτον ἰδὼν καὶ περιχαρὴς γενόμενος λέγει τῶι ξενοδόχωι· ποίησον ἡμῖν δεῖπνον. αὐτῶν δὲ δειπνούντων ἐρωτηθεὶς ὁ ξενοδόχος εἰ ἔχει | |
οἶνον, ἀπεκρίνατο μηδ’ ὅλως ἔχειν, κολοκύνθιον δὲ ὄξους ἔλεγεν | 136 | |
137 | ἔχειν ἐπὶ τὸ ἀρτύειν τὸ ὄσπρεον. καὶ λέγει ὁ ἅγιος· φέρε μοι ἐνταῦθα τὸ κολοκύνθιον· καὶ εὐλογητὸς κύριος ὅτι ἔχομεν εὐφρανθῆναι ἐξ αὐτοῦ. ὁ γὰρ τὸ ὕδωρ εἰς οἶνον μεταβαλὼν Χριστὸς ὁ θεὸς ἡμῶν αὐτὸς καὶ τὸ ὄξος εἰς οἶνον μεταβάλαι δυνατός ἐστιν. ταῦτα τοῦ ἁγίου | |
5 | εἰρηκότος καὶ τοῦ κολοκυνθίου ἐνεχθέντος εὑρέθη τὸ ὄξος εἰς οἶνον καλὸν μεταβληθέν. καὶ ἐξέστη ὁ Θωμᾶς ἐπὶ τῶι παραδόξωι τοῦ θαύματος καὶ λέγει ὁ μακάριος Σάβας τῶι ξενοδόχωι· φέρε λαμπρὰ τάχιον καὶ βάλε θυμίαμα· ἐπισκοπὴ γὰρ θεία γέγονεν ἡμῖν κατὰ τὴν ὥραν ταύτην. εὐλογήθη δὲ ὁ τοῦ κολοκυνθίου οἶνος τοσοῦτον | |
10 | ὥστε ἐπὶ τρεῖς ἡμέρας ἅπαντας πλουσίως πίνειν ἀπ’ αὐτοῦ. ὁ δὲ Θωμᾶς ἀγασθεὶς τῆι θαυματουργίαι παρεκάλεσεν τὸν γέροντα λαβεῖν τὸ κολοκύνθιον εἰς τὸν ἑαυτοῦ οἶκον· τοῦ δὲ ἁγίου τὸ κολοκύνθιον δεδωκότος λαβὼν ὁ Θωμᾶς ἀπῆλθεν. καὶ ἔμεινεν ἐξ αὐτοῦ τοῦ περισσευθέντος οἴνου πίνων αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ ἕως Μεδαβῶν. | |
15 | ταῦτα δέ μοι διηγήσατο ὁ ἀββᾶς Γερόντιος ὁ νῦν τὴν μονὴν τοῦ ἁγίου Εὐθυμίου διοικῆσαι λαχών, τοῦ μὲν Θωμᾶ υἱὸς ὑπάρχων, τοῦ δὲ Γεροντίου ἔγγονος, προστεθηκὼς καὶ τοῦτο τῆι διηγήσει λέγων ὅτι εἴχομεν τοῦτο τὸ κολοκύνθιον εἰς τὸν οἶκον ἡμῶν ἐπὶ ἔτη πολλὰ καὶ ὅταν τις ἠσθένει, ἐγέμιζον αὐτὸ ὕδατος οἱ τοῦ οἴκου καὶ τὸν | |
20 | ἀσθενοῦντα ἐρράντιζον καὶ αὐτὸς ὁ ῥαντισμὸς τὸν κάμνοντα πάσης σωματικῆς ἐκούφιζεν νόσου. Οὗτος ὁ τῆς εὐσεβείας ἀγωνιστὴς Σάβας ὁδεύων ποτὲ μετά τινος μαθητοῦ ἀπὸ τῆς Ἱεριχῶ ἐπὶ τὸν Ἰορδάνην συνηντήθη κοσμικοῖς τισίν, ἐν οἷς νεᾶνις τις ὑπῆρχεν πιθανή. ἐκείνων δὲ παρελθόντων | |
25 | θέλων ὁ γέρων δοκιμάσαι τὸν μαθητὴν λέγει· ποταπή ἐστιν ἡ παρελ‐ θοῦσα κόρη καὶ ἐστὶν μονόφθαλμος; καὶ λέγει ὁ ἀδελφός· οὐχί, πάτερ, τοὺς δύο ὀφθαλμοὺς ἔχει. ὁ δὲ γέρων φησίν· ἠπατήθης, τέκνον· μονόφθαλμος γάρ ἐστιν. ὁ δὲ διεβεβαιοῦτο μετὰ ἀκριβείας εἰδέναι | |
μὴ εἶναι αὐτὴν μονόφθαλμον, ἀλλὰ καὶ λίαν εὐόμματον. καὶ λέγει ὁ | 137 | |
138 | γέρων· πόθεν σοι τὸ σαφῶς εἰδέναι; ὃ δὲ εἶπεν· ἐγώ, πάτερ, ἐπιμελῶς προσέσχον καὶ ἔγνων ὅτι ἀμφοτερόφθαλμός ἐστιν. τότε λέγει ὁ γέρων· καὶ ποῦ τέθειται παρὰ σοὶ τὸ παράγγελμα τὸ λέγον· μὴ ἐρείσηις σὸν ὄμμα πρὸς αὐτὴν καὶ μὴ συναρπασθῆις σοῖς βλε‐ | |
5 | φάροις; φλέγον τὸ πάθος ἐκ περιέργου θέας. καὶ πέπεισο· ἀπὸ τοῦ νῦν οὐ μενεῖς μετ’ ἐμοῦ ἐν τῶι κελλίωι διὰ τὸ μὴ τηρεῖν σε τοὺς ὀφθαλμούς σου ὡς πρέπει. καὶ ἀποστέλλει αὐτὸν εἰς τὸ Καστέλλιν καὶ ποιήσαντα ἐκεῖσε χρόνον ἱκανὸν καὶ παιδευθέντα πάσηι φυλακῆι τηρεῖν τούς τε ὀφθαλμοὺς καὶ τὴν διάνοιαν ἐδέξατο αὐτὸν κελλιώτην | |
10 | εἰς τὴν λαύραν. Ὁ μάγειρος τῆς λαύρας ἥψησέν ποτε κολοκύνθια εἰς λόγον τεχνι‐ τῶν καὶ τῆι ὥραι τοῦ φαγεῖν γευσάμενος εὗρεν αὐτὰ πικρά. καὶ στενοχωρηθεὶς μὴ ἔχων ἄλλο τι παραθεῖναι αὐτοῖς ἀπελθὼν δρομαίως προσέπεσεν τῶι γέροντι τὸ συμβὰν ἀπαγγέλλων. ὁ δὲ ἅγιος ἐλθὼν | |
15 | καὶ σφραγίσας τὸ χαλκίον τῶι σημείωι τοῦ σταυροῦ λέγει τῶι μαγεί‐ ρωι· πορεύου· εὐλογητὸς κύριος· παράθες εἰς τὰ τραπέζια. καὶ παραχρῆμα ἐγλυκάνθησαν τὰ κολοκύνθια καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες καὶ ἐδόξασαν τὸν θεόν. Τούτωι τῶι ἁγίωι πρεσβύτηι πορευομένωι ποτὲ ἀπὸ τοῦ Ῥουβᾶ | |
20 | ἐπὶ τὸν καλαμῶνα τοῦ Ἰορδάνου συνηντήθη λέων παμμεγεθέστατος χωλαίνων καὶ προσπεσὼν ἐδείκνυεν αὐτῶι τὸν πόδα, νεύματι παρα‐ καλῶν ὠφελείας τυχεῖν. ὁ δὲ πατὴρ ἡμῶν Σάβας κατανοήσας τὴν τοῦ θηρίου ὀδύνην καθίσας καὶ τοῦ ποδὸς αὐτοῦ ἐπιλαβόμενος σκόλοπα ἐμπεπαρμένον ἐξήγαγεν ἀπ’ αὐτοῦ. καὶ κουφισθεὶς τῆς | |
25 | ὀδύνης ὁ λέων ἀναστὰς ὤιχετο καὶ ἀπὸ τότε τὰς τῆς τεσσαρακοστῆς | |
ἡμέρας ἠκολούθει τῶι γέροντι εὐνοικὴν δουλείαν ἀποπληρῶν. εἶχεν | 138 | |
139 | δὲ τότε ὁ ἡγιασμένος πρεσβύτης μαθητήν τινα Σύρον Φλάιν καλού‐ μενον κάτω εἰς τὸν Ῥουβᾶν ἔχοντα ὄνον πρὸς ὑπηρεσίαν. καὶ ὅτε ἀπέστελλεν αὐτὸν εἰς ἀπόκρισιν, ἐπέτρεπεν τῶι λέοντι φυλάττειν αὐτοῦ τὸν ὄνον. ὁ μὲν οὖν λέων κατὰ πρωὶ τοῦ ὄνου τὴν φορβέαν τῶι | |
5 | στόματι λαμβάνων ἀπήρχετο καὶ ὅλην τὴν ἡμέραν ἔβοσκεν καὶ περὶ ὀψίαν ποτίζων ἤρχετο ἔχων αὐτόν. ἡμερῶν δέ τινων διελθουσῶν καὶ τοῦ λέοντος τὴν τοιαύτην διακονίαν ἀποπληροῦντος ἀποσταλεὶς εἰς ἀπόκρισιν ὁ Φλάις καὶ τῆς ἑαυτοῦ σωτηρίας ἀμελήσας τάχα ἐπάρσει τινὶ περιπεσὼν καὶ διὰ τοῦτο ἐγκαταλειφθεὶς ἔπεσεν εἰς | |
10 | πορνείαν. καὶ ἐν αὐτῆι τῆι ἡμέραι ὁ λέων τὸν ὄνον συντρίψας βρῶμα ἑαυτοῦ πεποίηκεν. καὶ τοῦτο γνοὺς ὁ Φλάις ἐπέγνω αἰτίαν οὖσαν τοῦ βρωθῆναι τὸν ὄνον τὴν ἑαυτοῦ ἁμαρτίαν καὶ μηκέτι τολμήσας φανῆναι τῶι γέροντι ἀπέγνω ἑαυτοῦ, κακῶς ποιῶν. καὶ ἀπελθὼν ἔμεινεν εἰς τὸ ἴδιον χωρίον τὴν ἑαυτοῦ ἁμαρτίαν πενθῶν, πλὴν ὅτι ὁ θεῖος | |
15 | πρεσβύτης τὴν δεσποτικὴν φιλανθρωπίαν μιμούμενος οὐ περιεφρό‐ νησεν αὐτοῦ, ἀλλὰ πολλὰ ζητήσας αὐτὸν καὶ εὑρὼν τῆι τοῦ Χριστοῦ χάριτι καὶ νουθετήσας αὐτὸν καὶ παρακαλέσας καὶ τοῦ πτώματος διαναστήσας ἔσωσεν αὐτὸν ἐγκλείσαντα ἑαυτὸν καὶ μετανοήσαντα ἐκ ψυχῆς καὶ εὐαρεστήσαντα τῶι θεῶι μεγάλως. | |
20 | Τῶι ἑβδομηκοστῶι τρίτωι τῆς τοῦ μεγάλου Σάβα ἡλικίας χρόνωι ὁ ἀρχιεπίσκοπος Ἡλίας τινὰς τῶν ἡγουμένων βουληθεὶς ἐν Κων‐ σταντινουπόλει ἀποστεῖλαι μεταπεμψάμενος τὸν πατέρα ἡμῶν Σάβαν ἐδυσώπει αὐτὸν ἀνελθεῖν μετ’ αὐτῶν καὶ πάσηι δυνάμει ἀγωνίσασθαι ἀτάραχον τὴν μητέρα τῶν ἐκκλησιῶν διαφυλαχθῆναι τοῦ βασιλέως | |
25 | Ἀναστασίου σφοδρῶς ἀγανακτοῦντος καὶ πᾶσαν τὴν κατὰ Παλαι‐ στίνην ἐκκλησιαστικὴν κατάστασιν ἀνατρέψαι καὶ συγχέειν πειρω‐ μένου. τίς δὲ ἡ αἰτία τῆς τοῦ βασιλέως κατὰ τοῦ ἀρχιεπισκόπου μανίας τε καὶ ἀγανακτήσεως, ἄνωθεν καὶ ἐξ ἀρχῆς δι’ ὀλίγων ἐρῶ. | |
τοῦ μακαρίου Ἡλία τῆς Ἱεροσολύμων ἱεραρχίας κρατήσαντος τῶι | 139 | |
140 | τρίτωι ἔτει τῆς Ἀναστασίου βασιλείας συνεκέχυτο ἡ τοῦ θεοῦ ἐκκλησία τριχῆι διαιρεθεῖσα, τῶν μὲν κατὰ τὴν Ῥώμην ἀρχιερέων διαφερομένων πρὸς τοὺς κατὰ τὸ Βυζάντιον διὰ τὸ ἐντετάχθαι τοῖς ἱεροῖς διπτύχοις τὴν προσηγορίαν Ἀκακίου ἐπισκόπου γεγονότος | |
5 | Κωνσταντινουπόλεως ὡς μὴ τῆι αὐτῶν ἀκριβείαι ἀκολουθήσαντος, τῶν δὲ κατὰ τὸ Βυζάντιον διαφερομένων πρὸς τοὺς κατὰ Ἀλεξάνδρειαν ὡς ἀναθεματίζοντας τὴν ἐν Χαλκηδόνι σύνοδον καὶ τὴν τοῦ ὑπ’ αὐτῆς καθαιρεθέντος Διοσκόρου κοινωνίαν προσιεμένους. ὁ μὲν οὖν Ἡλίας τὸν τοῦ Βυζαντίου μόνον εἶχεν κοινωνικὸν Εὐφήμιον τῶν | |
10 | Δυτικῶν, ὡς εἴρηται, ἀποσχισάντων καὶ τοῦ κατὰ τὴν Ἀντιόχειαν Παλλαδίου πρὸς χάριν βασιλέως τὰ ἐν Χαλκηδόνι δογματισθέντα ἀναθεματίσαντος καὶ τὴν κοινωνίαν τῶν Ἀλεξανδρέων προσιεμένου. τότε τοίνυν Εὐφήμιον τὸν Κωνσταντινουπόλεως ἐπίσκοπον τὰ ἐν Χαλκηδόνι δογματισθέντα συνοδικῶς κυρώσαντα καθεῖλεν τῆς | |
15 | ἐπισκοπῆς συκοφαντίαι περιβαλών. τῶν δὲ κατὰ Ἀλεξάνδρειαν καὶ Ἀντιόχειαν συναινεσάντων τῆι Εὐφημίου ἐκβολῆι ὁ Ἡλίας οὔπω τὸν δεύτερον πληρώσας ἐνιαυτὸν ἐν τῆι ἐπισκοπῆι συναινέσαι οὐκ ἠνέσχετο, εὑρὼν μέντοι ὀρθόδοξον τὸν χειροτονηθέντα Μακεδόνιον ἐκ τῶν αὐτοῦ συνοδικῶν τοῦτον κοινωνικὸν εἰσεδέξατο καὶ τοῦτο | |
20 | ἐν προοιμίοις οὐ μικρῶς τὸν βασιλέα διετάραξεν. ἦν τοίνυν ὁμόνοια Μακεδονίου καὶ Ἡλία, Φλαβιανοῦ δὲ μετὰ τελευτὴν Παλλαδίου τῆς Ἀντιοχέων κρατήσαντος καὶ τούτοις ἑνωθέντος οὐκ ἤνεγκεν ὁ κατὰ μόνης τῆς εὐσεβείας θρασὺς βασιλεὺς τὴν τούτων συμφωνίαν, ἀλλ’ ἐμάνη ὑπερορίσαι αὐτούς. καὶ πρῶτον μὲν τὸν Μακεδόνιον | |
25 | συκοφαντίαις διαφόροις περιβαλὼν καὶ τῆς ἐπισκοπῆς ἐξεώσας καὶ | 140 |
141 | Τιμόθεον εἰς αὐτὴν προαγαγὼν Φλαβιανὸν καὶ Ἡλίαν ἀπήιτει συνθέσθαι. οἵτινες τοῖς μὲν Τιμοθέου συνήινεσαν συνοδικοῖς, οὐ μὴν δὲ καὶ τοῖς καθαιρετικοῖς Μακεδονίου. τότε σφοδρῶς κατὰ τῶν ἀμφοτέρων κινηθέντος τοῦ βασιλέως κλύδων μέγας ταῖς ἀμφο‐ | |
5 | τέραις ἐπέκειτο ἐκκλησίαις. τούτου τοίνυν ἕνεκεν ὁ μακάριος Ἡλίας, ὡς εἴρηται, ἀποστέλλει ἐν Κωνσταντινουπόλει τὸν πατέρα ἡμῶν Σάβαν καὶ ἑτέρους σὺν αὐτῶι ἡγουμένους γράψας τῶι βασιλεῖ τοιάδε Ἐπιλογὴν δούλων θεοῦ ἀγαθῶν τε καὶ πιστῶν καὶ τῆς πάσης ἐρήμου ἀρχηγῶν, ἐν οἷς καὶ τὸν κύριον Σάβαν τὸν πολιστὴν καὶ πολιοῦ‐ | |
10 | χον τῆς καθ’ ἡμᾶς ἐρήμου καὶ ὅλης τῆς Παλαιστίνης φωστῆρα, ἀπέστειλα πρὸς δυσώπησιν τοῦ ὑμετέρου κράτους. Ὁ μὲν οὖν ἀρχιεπίσκοπος Ἡλίας τοιαῦτα γεγράφηκεν· ὁ δὲ πατὴρ ἡμῶν Σάβας τὴν τοῦ ἀρχιερέως ἐπλήρου ὑπακοὴν προθυμούμενος, εἰ δυνηθείη, βοηθῆσαι τῆι καθολικῆι ὀρθοδόξωι πίστει τὸ τηνι‐ | |
15 | καῦτα κλυδωνιζομένηι καὶ κινδυνευούσηι. αὐτοῦ τοίνυν ἀπολυθέντος καὶ τὴν ὁδὸν διανύοντος ὁ βασιλεὺς Ἀναστάσιος ἀσχέτωι μανίαι κατὰ Φλαβιανοῦ καὶ Ἡλία τῶν πατριαρχῶν κεχρημένος κελεύει σύνοδον ἐν Σιδόνι γενέσθαι τῶν τε Ἀνατολικῶν καὶ τῶν Παλαιστι‐ νῶν ἐπισκόπων, ἐξάρχειν τῆς συνόδου κελεύσας Σωτήριχόν τε τὸν | |
20 | Καισαρείας Καππαδοκίας καὶ Φιλόξενον τὸν Ἱεραπόλεως τοὺς μάλιστα τὰ ἐν Χαλκηδόνι δογματισθέντα ἀναθεματίζοντας καὶ Εὐτυχοῦς καὶ Διοσκόρου καὶ τῆς αὐτῶν ἑτεροδοξίας ἀντιλαμβανο‐ μένους. Τοῦ δὲ ἐν ἁγίοις πατρὸς ἡμῶν Σάβα μετὰ τῶν συναποσταλέντων | |
25 | πατέρων τὴν βασιλίδα φθασάντων καὶ τῶι βασιλεῖ μηνυσάντων | 141 |
142 | ἐκελεύσθησαν ἅπαντες εἰσελθεῖν. ὁ δὲ δοξάζων τοὺς δοξάζοντας αὐτὸν θεὸς βουλόμενος τὴν τῶι δούλωι αὐτοῦ Σάβαι ἑπομένην χάριν φανερῶσαι ὠικονόμησέν τι τοιοῦτον συμβῆναι. πάντων γὰρ αὐτῶν εἰς τὸ παλάτιον εἰσερχομένων καὶ τὸ λεγόμενον σιλεντιαρίκιν φθα‐ | |
5 | σάντων οἱ ἐπὶ τῶν θυρῶν σιλεντιάριοι πάντας ἔνδον εἰσδεξάμενοι τοῦτον τὸν μέγαν φωστῆρα τῆι τοῦ φρονήματος μετριότητι ἔσχατον ἑαυτὸν κανονίσαντα ἀπωσάμενοι ὡς προσαίτην τινὰ καὶ πάντων εὐτελέστατον φαινόμενον οὐκ εἰσεδέξαντο κεντώνια ῥυπαρὰ καὶ πολύρραφα φοροῦντα αὐτὸν θεασάμενοι. καὶ ὁ μὲν βασιλεὺς Ἀναστά‐ | |
10 | σιος εὐμενῶς τοὺς πατέρας δεξάμενος τὸν ἐν τοῖς γράμμασιν ἐπαινού‐ μενον ἅγιον ἐπεζήτει Σάβαν· οἱ δὲ πατέρες περιεβλέποντο ὧδε κἀκεῖσε, πῶς ἀπέστη ἀπ’ αὐτῶν, μὴ γινώσκοντες. τοῦ δὲ βασιλέως κελεύσαντος σπουδαίως ζητηθῆναι αὐτὸν καὶ θορύβου ὑπὸ τῶν κουβικουλαρίων γεγονότος ἐξελθόντες οἱ σιλεντιάριοι εὗρον αὐτὸν | |
15 | εἰς γωνίαν παρὰ μέρος ἱστάμενον εἰς τὸν οἶκον τὸν καλούμενον κον‐ σιστώριον ψαλμοὺς Δαυιτικοὺς καθ’ ἑαυτὸν στιχολογοῦντα. καὶ ἁρπάσαντες αὐτὸν εἰσήγαγον· αὐτοῦ δὲ ἔνδον τοῦ βήλου γεγονότος θεωρεῖ ὁ βασιλεὺς ἀγγελικήν τινα μορφὴν προηγουμένην αὐτῶι. καὶ ἀναστὰς καὶ μετὰ τῆς πρεπούσης τιμῆς δεξάμενος αὐτὸν ἐκέλευσεν | |
20 | πάντας καθίσαι. ἦν γὰρ φιλομόναχος, εἰ καὶ ὑπό τινων μιαρῶν παρεσκευάζετο τὴν ὀρθὴν ἐκπολεμῆσαι πίστιν. εἶτα τινῶν κινηθέντων λόγων τῶν ἄλλων ἡγουμένων ἕκαστος τοῦ ἰδίου ἐφρόντιζεν μοναστη‐ ρίου καὶ ὃ μὲν αὐτῶν ἠιτεῖτο τὰ κυκλοῦντα τὸ ἴδιον μοναστήριον χωρία, ὃ δὲ ἑτέραν τινὰ ἐσπούδαζεν πορίσασθαι θείαν κέλευσιν. | |
25 | ὁ μέντοι βασιλεὺς ἕκαστον θεραπεύσας λέγει πρὸς τὸν ἐν ἁγίοις Σάβαν· αὐτός, καλόγηρε, μηδὲν βουλόμενος αἰτῆσαι τίνος ἕνεκεν τοσοῦτον σκυλμὸν ὑπέμεινας; καὶ ἀποκριθεὶς ὁ γέρων εἶπεν· ἦλθον | |
ἐνταῦθα προηγουμένως μὲν προσκυνῆσαι τὰ ἴχνη τῆς ὑμετέρας | 142 | |
143 | εὐσεβείας, ὡς ἔτι εἰμὶ ἐν τούτωι τῶι σώματι· ἔπειτα δὲ δυσωπῆσαι ὑμᾶς ὑπὲρ τῆς ἁγίας τοῦ θεοῦ πόλεως Ἱερουσαλὴμ καὶ τοῦ ὁσιω‐ τάτου αὐτῆς ἀρχιεπισκόπου πρὸς τὸ εἰρήνην βραβεῦσαι ταῖς καθ’ ἡμᾶς ἁγίαις ἐκκλησίαις ἀταράχου τῆς ἐν αὐταῖς ἱερατείας μενούσης. | |
5 | διὰ γὰρ τῆς τῶν ἐκκλησιῶν εἰρήνης ἐν ἡσυχίαι διάγοντες ἡμεῖς, ἐν ἧι κατορθοῦσθαι πεφύκασιν αἱ ἀρεταί, νύκτωρ τε καὶ μεθ’ ἡμέραν ὑπερευξόμεθα τῆς ὑμετέρας γαληνότητος ὡς τοῖς εὐσεβέσιν ὑμῶν ἐπανα‐ παυόμενοι νόμοις. ὁ δὲ βασιλεὺς ἐκέλευσεν ἐνεχθῆναι χίλια νομίσ‐ ματα λέγων· λάβε ταῦτα, πάτερ, καὶ εὔχου ὑπὲρ ἡμῶν· ἤκουσα | |
10 | γὰρ ὅτι πολλῶν ἐν τῆι ἐρήμωι ἀντέχηι μοναστηρίων. ὁ δὲ μέγας Σάβας ἔφη· βούλομαι ἐνταῦθα παραχειμάσαι καὶ ἀξιοῦσθαι προσκυνεῖν τὴν ὑμετέραν εὐσέβειαν. τότε ὁ βασιλεὺς τοὺς μὲν ἄλλους ἡγουμένους ἐπὶ Παλαιστίνην ἀπέλυσεν, αὐτὸν δὲ ἐκεῖσε παραχειμάσαι ἐκέλευσεν καὶ ἀκωλύτως εἰς τὰ βασίλεια εἰσιέναι | |
15 | μηνύσεως χωρίς. Ἡμερῶν δέ τινων διαγενομένων μεταπεμψάμενος αὐτὸν ὁ βασι‐ λεὺς εἶπεν· ὁ ὑμέτερος ἀρχιεπίσκοπος ὑπέρμαχον ἑαυτὸν κατέστησεν τῆς τὰ Νεστορίου δόγματα κυρωσάσης ἐν Χαλκηδόνι συνόδου, οὐ μὴν ἀλλὰ καὶ τὸν Ἀντιοχείας Φλαβιανὸν ἀνάστατον ποιησάμενος | |
20 | ἑαυτῶι συγκατέσπασεν. ὅθεν μελλόντων τῶν ἐν Χαλκηδόνι δογμα‐ τισθέντων ἀναθεματισθῆναι καθολικῶς ὑπὸ τῆς νυνὶ συναθροισ‐ θείσης συνόδου ἐν Σιδόνι αὐτὸς μόνος ἐκώλυσεν συμποιήσας μετὰ τοῦ Ἀντιοχείας Φλαβιανοῦ καί, ὡς ἐνόμισεν, τὸ ἡμέτερον ἔπαιξεν κράτος ἐν οἷς ἐπέστειλεν ἡμῖν αὐταῖς λέξεσιν οὕτω λέγων | |
25 | πᾶσαν αἵρεσιν καινοπρεπές τι κατὰ τῆς ὀρθοδόξου πίστεως ἐπει‐ σάγουσαν ἀποβάλλομεν, οὐ προσιέμενοι καὶ τὰ ἐν Χαλκηδόνι πεπραγ‐ | |
μένα διὰ τὰ γενόμενα δι’ αὐτὴν σκάνδαλα | 143 | |
144 | καί, ὡς ἐνόμισεν, τούτοις ἡμᾶς τοῖς λόγοις ἠπάτησεν θεσπίσαντας ἄπρακτον διαλυθῆναι τὴν σύνοδον· πλὴν οὐκ ἔλαθεν ἡμᾶς οὔτε νῦν οὔτε πρότερον, ἡνίκα τοῖς καθαιρετικοῖς Εὐφημίου καὶ Μακεδονίου τῶν Νεστοριανῶν συναινέσαι οὐ κατεδέξατο, ὅτι ὑπέρμαχος τυγχάνει | |
5 | τῆς ἐν Χαλκηδόνι συνόδου καὶ τῆς ὅλης Νεστορίου αἱρέσεως. ὅθεν τοῦτον ὡς λυμεῶνα θεσπίζομεν τῆς ἐπισκοπῆς ἐκβληθῆναι καὶ ἄν‐ θρωπον ὀρθόδοξον καὶ τοῦ ἁγίου ἐκείνου καὶ ἀποστολικοῦ θρόνου ἄξιον προχειρισθῆναι, ἵνα μὴ οἱ σεβάσμιοι ἐκεῖνοι καὶ θεοδόχοι τόποι τοῖς Νεστορίου δόγμασιν καταμιαίνωνται. καὶ ταῦτα μὲν | |
10 | ὁ βασιλεύς· ὁ δὲ ἐν ἁγίοις πατὴρ ἡμῶν Σάβας ἀπεκρίθη λέγων· πληροφορείσθω ἡ ὑμετέρα γαληνότης ὅτιπερ ὁ τῆς ἡμετέρας ἁγίας τοῦ θεοῦ πόλεως ἀρχιεπίσκοπος ὑπὸ τῶν ἀρχαίων φωστήρων καὶ σημειοφόρων πατέρων τῆς καθ’ ἡμᾶς ἐρήμου τὰ τῆς εὐσεβείας δόγματα παιδευθεὶς ἐξ ἴσου ἀποβάλλεται τήν τε Νεστορίου διαίρεσιν | |
15 | καὶ τὴν σύγχυσιν Εὐτυχοῦς καὶ τῆς ὀρθοδόξου ἐκκλησίας μέσην βαδίζων ὁδὸν οὔτε εἰς δεξιὰ οὔτε εἰς ἀριστερά, γραφικῶς εἰπεῖν, ἐκκλῖναι ἀνέχεται· τοῦτον γὰρ ἴσμεν τὰ τοῦ ἐν ἁγίοις Κυρίλλου τοῦ ἀρχιεπίσκοπον Ἀλεξανδρείας θεῖα δόγματα πνέοντα καὶ τοὺς ἐναντιω‐ θέντας ἢ ἐναντιουμένους τοῖς ἐκείνου δόγμασιν ἀναθεματίζοντα. | |
20 | δυσωποῦμεν τοίνυν τὴν ὑμετέραν γαληνότητα ἀτάραχον διαφυλα‐ χθῆναι τὴν ἁγίαν πόλιν Ἱερουσαλήμ, ἐν ἧι τὸ μέγα τῆς εὐσεβείας ἐφανερώθη μυστήριον, ἀκινήτου μενούσης τῆς καθ’ ἡμᾶς ἱεραρχίας. καὶ ὁ βασιλεὺς κατανοήσας τὴν τοῦ πρεσβύτου ἁγιωσύνην τε καὶ ἁπλότητα καὶ πνευματικὴν σύνεσιν εἶπεν· ὄντως, καλόγηρε, καλῶς | |
25 | εἴρηται τῆι θείαι γραφῆι ὅτι ὁ πορευόμενος ἁπλῶς πορεύεται πεποιθώς. ἀλλ’ εὖξαι ἡμῖν καὶ ἀμερίμνει ὅτι οὐδὲν κατὰ τοῦ ἀρχιεπισκόπου ὑμῶν θεσπίζομεν διὰ τὴν σὴν ἁγιωσύνην καὶ μετὰ | |
πάσης θεραπείας ἀπολῦσαί σε ἐντεῦθεν σπουδάσω. | 144 | |
145 | Οὕτως ἐξελθὼν ἀπὸ τοῦ βασιλέως ὁ πρεσβύτης εἰσῆλθεν πρὸς τὴν αὐγούσταν Ἀρεάδνην καὶ εὐλογήσας αὐτὴν παρεκάλει ἀντιλαβέσθαι τῆς τοῦ ἐν ἁγίοις πατρὸς αὐτῆς Λέοντος τοῦ μεγάλου βασιλέως πίστεως. καὶ λέγει αὐτῶι ἐκείνη· καλῶς λέγεις, καλόγηρε, ἐὰν | |
5 | ἔστιν ὁ ἀκούων. καὶ οὕτως ἐξελθὼν ἀπ’ αὐτῆς τοὺς πολιτικοὺς φεύγων θορύβους ἐξῆλθεν τῆς πόλεως καὶ ἔμεινεν εἰς τὸ προάστειον Ῥουφίνου τοῦ κατὰ Δημόστρατον. ἡ δὲ πατρικία Ἰουλιάνα ἡ Οὐαλεν‐ τινιανοῦ τοῦ βασιλέως ἐγγόνη καὶ Ἀναστασία ἡ τοῦ πατρικίου Πομ‐ πηίου ὁμόζυγος ἡ ἐπὶ τοῦ παρόντος ἐν τῶι ὄρει τῶν Ἐλαιῶν τοῖς | |
10 | μοναχικοῖς κατορθώμασιν διαλάμπουσα ἐξήρχοντο πρὸς αὐτὸν πυκνό‐ τερον ἔνθα κατέμενεν, προσκυνοῦσαι αὐτῶι καὶ τῆς θείας αὐτοῦ διδασκαλίας ἀπολαύουσαι. ἦσαν γὰρ λία πιστόταται καὶ τῆι ὀρθο‐ δοξίαι καὶ ταῖς ἄλλαις ἀρεταῖς διαπρέπουσαι. Μεθ’ ἡμέρας δὲ ὀλίγας πάλιν μεταπεμφθεὶς εἰσῆλθεν πρὸς τὸν | |
15 | βασιλέα καὶ λόγου κινηθέντος περὶ τῆς ἁγίας πόλεως παρεκάλει λέγων· πᾶσα ἡ τῶν Ῥωμαίων πολιτεία τῆι ὑμετέραι εὐχαριστεῖ γαληνότητι ἐλευθερωθεῖσα ἤδη πρὸ δεκατριῶν τούτων χρόνων τῆς ἀδικωτάτης τοῦ χρυσαργύρου συντελείας. καὶ νῦν δυσωποῦμεν ὑμᾶς κουφίσαι τὴν ἐπιτεθεῖσαν περισσοπρακτίαν τῆι τε ἁγίαν Ἀναστάσει | |
20 | καὶ τοῖς τῆς ἁγίας πόλεως κτήτορσιν ἐκ τῶν ἀπόρων καὶ δυσπράκτων προσώπων. τίς δὲ ἡ αἰτία γέγονεν τῆς τοιαύτης περισσοπρακτίας, ἐρῶ. οἱ κατὰ καιρὸν τρακτευταὶ καὶ βίνδικες τῶν κατὰ Παλαιστίνην δημοσίων ἑκατὸν χρυσίου λίτρας ἐξ ἀπόρων προσώπων καὶ δυσπράκ‐ των ἀνυσθῆναι μὴ δυναμένας εἰσπραττόμενοι ἠναγκάσθησαν ἐπιρρῖψαι | |
25 | τὴν τούτων εἴσπραξιν τοῖς κατὰ τὰ Ἱεροσόλυμα συντελεσταῖς κατ’ ἀναλογίαν τῆς ἑκάστου δυνάμεως. τῶν τοίνυν ἑκατὸν τοῦ χρυσίου λιτρῶν καθ’ ὃν εἴρηται τρόπον διανεμηθεισῶν περισσοπρακτίαι ἀπεγράφησαν ἥ τε ἁγία Ἀνάστασις καὶ οἱ λοιποὶ σεβάσμιοι τόποι καὶ οἱ κτήτορες. ταύτην τὴν περισσοπρακτίαν παρακαλοῦμεν κου‐ | |
30 | φισθῆναι. ὁ δὲ βασιλεὺς τῆι παρακλήσει εἴξας αἰδεσθεὶς τοῦ πρεσ‐ | 145 |
146 | βύτου τὴν ἁγιότητα μετεπέμψατο τὸν ἔπαρχον τῶν πραιτωρίων Ζωτικὸν καὶ ἐκέλευσεν κουφισθῆναι τὴν εἰρημένην περισσοπρακτίαν ἐκ τοῦ κατὰ Παλαιστίνην σκρινίου καὶ ταύτην τὴν συγχώρησιν τῆι ἁγίαι πόλει φιλοτιμήσασθαι. τούτων οὕτως δοξάντων Μαρῖνός τις | |
5 | ἀδικώτατος καὶ κατὰ συγχώρησιν θεοῦ τῶν τῆς πολιτείας πραγμάτων κρατῶν καὶ κατὰ τὸ δοκοῦν αὐτῶι ἄγων καὶ φέρων τὴν τοῦ βασι‐ λέως εὐρίπιστον γνώμην γνοὺς τὰ τῶι βασιλεῖ περὶ τῆς συγχωρήσεως δόξαντα παραυτίκα εἰσελθὼν οὐ συνεχώρησεν τὴν περὶ τῆς τοιαύτης συγχωρήσεως διάταξιν προελθεῖν, Νεστοριανοὺς τοὺς κατὰ τὴν | |
10 | ἁγίαν πόλιν ἀποκαλῶν καὶ Ἰουδαίους καὶ τῶν βασιλικῶν δωρεῶν ἀναξίους. τότε ὁ ἐν ἁγίοις Σάβας πλησθεὶς ὡς ἀληθῶς πνεύματος ἁγίου εἶπεν πρὸς Μαρῖνον· παῦσαι διασκεδάζων τὴν ἀγαθὴν τοῦ βασιλέως βουλήν· παῦσαι τοῦ κατὰ τῶν ἁγίων τοῦ θεοῦ ἐκκλησιῶν πολέμου· παῦσαι τῆς τοσαύτης φιλοχρηματίας καὶ πονηρίας καὶ | |
15 | ἀσφάλισαι σεαυτόν. εἰ δὲ ἐμοῦ παρακούσηις, οὐ μετὰ πολὺν χρόνον πανέχθιστα κακὰ σεαυτῶι μὲν προξενήσεις, τῶι δὲ κράτει αὐτοῦ οὐ μικρὸν ἐπαγάγηις κίνδυνον καὶ τῆι πόλει πάσηι. καὶ πάντων μὲν γυμνωθήσηι ἐν καιροῦ ῥοπῆι, ὁ δὲ οἶκός σου πυρίκαυστος γενήσεται. ταῦτα ὁ ἅγιος γέρων ἐπὶ τοῦ βασιλέως πρὸς Μαρῖνον εἰρηκὼς μετὰ | |
20 | συνέσεως καὶ ἁπλουστάτης ἕξεως παρεκάλει ἐπὶ Παλαιστίνην ἀπο‐ λυθῆναι. καὶ λαβὼν ἀπὸ χειρὸς τοῦ βασιλέως ἄλλα χίλια νομίσματα καὶ συνταξάμενος κατέπλευσεν ἐπὶ Παλαιστίνην περὶ τὸν Μάιον μῆνα τῆς πέμπτης ἰνδικτιόνος. καὶ οὕτως ἐκωλύθη ἐπὶ Ἀναστα‐ σίου ἡ ἐκ τῶν ἀπόρων περισσοπρακτία συγχωρηθῆναι πλὴν ὅτι μέρος | |
25 | μὲν αὐτῆς συνεχωρήθη ἐπὶ τοῦ εὐσεβῶς βασιλεύσαντος Ἰουστίνου ἀναφορᾶς γενομένης ὑπὸ τοῦ πατρὸς ἡμῶν Σάβα καὶ τῶν λοιπῶν | |
τῆς ἐρήμου ἡγουμένων, τοῦ δὲ ὑπολοίπου αὐτῆς τελεία συγχώρησις | 146 | |
147 | γέγονεν ἐπὶ τῆς παρούσης θεοφυλάκτου βασιλείας Ἰουστινιανοῦ διὰ τῆς τοῦ πάπα Εὐσεβίου μεσιτείας. καὶ τοῦτο μὲν ὕστερον· ἡ δὲ πρὸς Μαρῖνον ῥηθεῖσα τοῦ θείου πρεσβύτου προφητεία οὐ διήμαρτεν. ὀλίγων γὰρ μηνῶν διελθόντων γέγονεν τῆι τοῦ δήμου στάσει ὁ οἶκος | |
5 | Μαρίνου πυρίκαυστος καὶ τὰ προλεχθέντα πάντα ὑπὸ τοῦ ἁγίου ἐπληρώθη. ταῦτα δ’ ἐμοὶ διηγήσατο ἡ ἀμμᾶς Ἀναστασία ἡ ἐν τῶι ὄρει τῶν Ἐλαιῶν τὸ μοναχικὸν σεμνύνουσα σχῆμα καὶ τοῖς θείοις χαρίσμασιν διαλάμπουσα παρὰ Πομπηίου τοῦ ἑαυτῆς μὲν ὁμοζύγου, τοῦ δὲ βασιλέως ἀνεψιοῦ ἀκούσασα. | |
10 | Ὁ τοίνυν πατὴρ ἡμῶν Σάβας πολλὴν μὲν χρυσίου ποσότητα ἀπέ‐ στειλεν ἀπὸ τοῦ Βυζαντίου εἰς Μουταλάσκην τὴν ἰδίαν κώμην πρὸς τὸ κτισθῆναι τὸν γονικὸν αὐτοῦ οἶκον ἐκκλησίαν τῶν ἁγίων Κοσμᾶ καὶ Δαμιανοῦ, ὅπερ καὶ γέγονεν· Μάμαν δέ τινα ἀρχιμανδρίτην τῶν περὶ Ἐλευθερόπολιν ἀποσχιστῶν μοναχῶν τὸν μετὰ Σευήρου τινὸς | |
15 | ἐξάρχου τῶν Ἀκεφάλων ἀνελθόντα ἐν Κωνσταντινουπόλει κατὰ τῆς ὀρθοδόξου πίστεως καὶ πολλῆς παρρησίας παρὰ τῶι βασιλεῖ μετα‐ σχόντα καὶ πρὸς τὸν αὐτὸν Σευῆρον πικρῶς διενεχθέντα κατενέγκας μεθ’ ἑαυτοῦ ὁ πατὴρ ἡμῶν Σάβας εἰς Ἱεροσόλυμα παρεκάλει ἀποστῆναι τῆς τῶν Ἀκεφάλων ἑτεροδοξίας καὶ τῆι καθολικῆι κοινωνῆσαι ἐκ‐ | |
20 | κλησίαι. καὶ πολλαῖς τοιαύταις χρησάμενος προτροπαῖς προσαγαγὼν αὐτὸν τῶι πατριάρχηι Ἡλίαι δέξασθαι τὴν ἐν Χαλκηδόνι σύνοδον καὶ κοινωνῆσαι τῆι καθολικῆι ἐκκλησίαι παρεσκεύασεν Εὐτυχῆ καὶ Διόσκορον ἀναθεματίσαντα καὶ πολλοὺς εἰς τοῦτο καθοδηγήσαντα διὰ τοῦ καθ’ ἑαυτὸν ὑποδείγματος. ὅπερ οὐ μικρῶς τὸν βασιλέα | |
25 | Ἀναστάσιον κατὰ τοῦ πατριάρχου Ἡλία διετάραξεν. διένειμεν δὲ ὁ θεῖος πρεσβύτης τὸ κατενεχθὲν μετ’ αὐτοῦ ἀπὸ τοῦ Βυζαντίου χρυ‐ σίον τοῖς ὑπ’ αὐτὸν μοναστηρίοις, τῶν δὲ μετ’ αὐτοῦ ὄντων ἐν τῶι | |
Βυζαντίωι μαθητῶν αὐτοῦ σφόδρα λυπηθέντων διὰ τὴν τοῦ χρυσίου | 147 | |
148 | διανομὴν ἔλεγεν αὐτοῖς· ἡμεῖς μὲν σωματικῶς ἐκοπιάσαμεν, οὗτοι δὲ πνευματικῶς ὑπὲρ ἡμῶν ἠγωνίζοντο καὶ διὰ τῶν εὐχῶν αὐτῶν διέ‐ σωσεν ἡμᾶς ὁ θεός. τοῦτο δέ, ὡς οἶμαι, πεποίηκεν τῶι τοῦ Δαυὶδ ἑπόμενος ὑποδείγματι, ὃς ἰσομοιρίαν ἀπένειμεν τοῖς τε ἐν πολέμωι | |
5 | κοπιάσασιν καὶ τοῖς τὸ στρατόπεδον διαφυλάξασιν. Ἀλλὰ καλεῖ με λοιπὸν ὁ καιρὸς τοῖς ἰδικοῖς τοῦ θείου πρεσβύτου κατορθώμασίν τε καὶ ἀγωνίσμασιν τοὺς γενικοὺς περὶ πίστεως ἀγῶ‐ νας αὐτοῦ τε καὶ τῶν σὺν αὐτῶι κατὰ τὴν ἔρημον ταύτην διαπρεψάν‐ των ἁγίων πατέρων ἐπισυνάψαι. Φλαβιανοῦ τοίνυν καὶ Ἡλία τῶν | |
10 | πατριαρχῶν ἐν Σιδόνι, ὡς εἴρηται, γεγονότων καὶ γράμμασιν κολα‐ κευτικοῖς καὶ οἰκονομικοῖς πρὸς τὸν βασιλέα χρησαμένων καὶ τὴν ἐν Σιδόνι κατὰ τῆς ὀρθῆς πίστεως συναθροιζομένην σύνοδον διαλυσάν‐ των καὶ εἰς τοὺς οἰκείους θρόνους ἐπανελθόντων ἀγανακτήσαντες οἱ περὶ Σωτήριχον καὶ Φιλόξενον εἰς ὀργὴν ἄσχετον ἐκίνησαν τὸν βασι‐ | |
15 | λέα ὡς ἀπατηθέντα ὑπὸ τῆς τῶν πατριαρχῶν πανουργίας καὶ προσποιή‐ σεως. καὶ λαβόντες ἣν ἤθελον ἐξουσίαν καὶ χρυσίον ἱκανὸν τῶι Ἀντιοχείας δήμωι διαδώσαντες καὶ πολυτρόπως θλίψαντες τὸν Φλαβιανὸν καὶ τρόπον τινὰ ἀποπνίξαντες καὶ καταναγκάσαντες τὴν ἐν Χαλκηδόνι σύνοδον ἀναθεματίσαι οὕτως αὐτὸν τῆς ἐπισκοπῆς | |
20 | ἐξεώσαντες ὑπερορίαι κατεδίκασαν. καὶ γνοὺς ὁ βασιλεὺς καὶ περι‐ χαρὴς γεγονὼς Σευῆρον τὸν τῶν Ἀκεφάλων ἔξαρχον ἐπίσκοπον Ἀντιοχείας ἀπέστειλεν. ὅστις Σευῆρος τῆς πατριαρχίας δραξάμενος πολλὰ μὲν δεινὰ τοῖς μὴ κοινωνοῦσιν αὐτῶι ἐπεδείκνυτο, ἀποστέλλει δὲ τὰ ἑαυτοῦ συνοδικὰ τῶι ἀρχιεπισκόπωι Ἡλίαι καὶ μὴ δεχθεὶς | |
25 | κινεῖ εἰς ὀργὴν τὸν βασιλέα. καὶ πάλιν ἀποστέλλει τὰ αὐτὰ συνο‐ δικὰ εἰς Ἱεροσόλυμα τῶι Μαίωι μηνὶ τῆς ἕκτης ἰνδικτιόνος μετά τινων κληρικῶν καὶ δυνάμεως βασιλικῆς. καὶ τοῦτο γνοὺς ὁ ἐν ἁγίοις | |
πατὴρ ἡμῶν Σάβας ἀνελθὼν ἐν τῆι ἁγίαι πόλει μετὰ τῶν ἄλλων τῆς | 148 | |
149 | ἐρήμου ἡγουμένων τοὺς μὲν ἐλθόντας μετὰ τῶν συνοδικῶν Σευήρου τῆς ἁγίας ἀπεδίωξαν πόλεως, τὸ δὲ πλῆθος τῶν μοναχῶν πάντοθεν ἐπισυνάξαντες ἔμπροσθεν τοῦ ἁγίου Κρανίου μετὰ τῶν Ἱεροσολυμι‐ τῶν ἔκραζον λέγοντες· ἀνάθεμα Σευήρωι καὶ τοῖς κοινωνοῦσιν αὐτῶι, | |
5 | παρόντων ἔτι καὶ ἀκουόντων τῶν τε μαγιστριανῶν καὶ ἀρχόντων καὶ στρατιωτῶν τῶν ὑπὸ τοῦ βασιλέως ἀποσταλέντων. οὗτος γὰρ ὁ Σευῆρος ἀλαζονείαι δεινῆι κρατηθεὶς καὶ βασιλικῆι δυναστείαι ἐπερειδόμενος τὴν ἐν Χαλκηδόνι σύνοδον μυρίοις καθυπέβαλεν ἀνα‐ θέμασιν καὶ τὴν Εὐτυχοῦς ἑτεροδοξίαν κρατῦναι φιλονικῶν μίαν | |
10 | τοῦ δεσπότου Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ μετὰ τὴν ἐκ παρθένου σάρ‐ κωσίν τε καὶ ἐνανθρώπησιν ἐκήρυττεν φύσιν φθαρτήν. καὶ φιλο‐ τάραχος ὢν πολλὰς καινοτομίας ἀνεπλάσατο κατὰ τῶν ὀρθῶν τῆς ἐκκλησίας δογμάτων τε καὶ θεσμῶν. τὴν γὰρ ἀσεβεστάτην τε καὶ ληι‐ στρικωτάτην ἐν Ἐφέσωι δευτέραν σύνοδον ἀποδέχεται καὶ ὁμοίαν εἶναι | |
15 | λέγει ταύτην τῆι πρότερον ἐν τῆι αὐτῆι Ἐφέσωι συναθροισθείσηι καὶ ἴσους ἐν διδασκάλοις ἀποφαίνεται Κύριλλόν τε τὸν μέγαν καὶ θεοφόρον τῆς Ἀλεξανδρέων ἀρχιεπίσκοπον καὶ Διόσκορον τὸν εἰς κοινωνίαν δεξά‐ μενον Εὐτυχὴν τὸν αἱρετικὸν ὡς ὁμόφρονα καὶ τὸν ἁγιώτατον καὶ ὀρθοδοξότατον Φλαβιανὸν τὸν τῆς βασιλίδος πόλεως ἀρχιεπίσκοπον | |
20 | καθελόντα καὶ κατακτείναντα. καὶ οὕτως τῆι ἀσεβείαι προκόπτων ὁ αὐτὸς Σευῆρος ἠκόνησεν εἰς βλασφημίαν θεοῦ τὴν ἑαυτοῦ γλῶσσαν καὶ διεῖλεν τοῖς ἑαυτοῦ λόγοις τὴν ἐν τριάδι μίαν καὶ ἀδιαίρετον θεότητα. λέγων γὰρ καὶ διαβεβαιούμενος εἶναι τὴν ὑπόστασιν φύσιν καὶ τὴν φύσιν ὑπόστασιν καὶ μηδεμίαν διαφορὰν ἐν τούτοις γινώσκων | |
25 | τοῖς ὀνόμασιν τὴν ἁγίαν καὶ προσκυνητὴν ὁμοούσιον τριάδα τῶν θείων ὑποστάσεων τριάδα φύσεων καὶ θεοτήτων καὶ θεῶν λέγειν τετόλμηκεν. τὸν τοιοῦτον τοίνυν ψυχοφθόρον καὶ λυμεῶνα ὁ βασιλεὺς Ἀναστάσιος ἠνάγκαζεν τὸν ἀρχιεπίσκοπον Ἡλίαν κοινωνικὸν εἰσδέξα‐ | |
σθαι· τοῦ δὲ μὴ θέλοντος μηδὲ ὅλως τοῦτο πρᾶξαι ὑπερζέσας τῶι | 149 | |
150 | θυμῶι ὁ βασιλεὺς ἀπέστειλεν Ὀλυμπόν τινα Καισαρέα τὸ δουκάτον ἔχοντα Παλαιστίνης συναποστείλας αὐτῶι τὴν ἀπὸ Σιδόνος γραφεῖσαν οἰκονομικὴν ἐπιστολὴν καθομολογοῦσαν μὴ προσίεσθαι τὴν ἐν Χαλκηδόνι σύνοδον πρὸς τὸ πᾶσιν τρόποις τὸν Ἡλίαν τῆς ἐπισκοπῆς | |
5 | ἐξεῶσαι. ὅστις Ὄλυμπος μετὰ δυνάμεως βασιλικῆς παραγενόμενος καὶ πολλοῖς τρόποις καὶ μηχανήμασιν χρησάμενος καὶ τὴν εἰρημένην ἐπιστολὴν ἐμφανίσας Ἡλίαν μὲν τῆς ἐπισκοπῆς ἐξέωσεν καὶ εἰς τὸν Ἀιλᾶν περιώρισεν, Ἰωάννην δὲ τὸν Μαρκιανοῦ υἱὸν συνθέμενον τόν τε Σευῆρον κοινωνικὸν εἰσδέξασθαι καὶ τὴν σύνοδον Χαλκηδόνος | |
10 | ἀναθεματίσαι ἐπίσκοπον Ἱεροσολύμων πεποίηκεν τῆι πρώτηι τοῦ Σεπτεμβρίου μηνὸς ἀρχῆι τῆς δεκάτης ἰνδικτιόνος. γνοὺς δὲ ὁ ἡγιασμέ‐ νος Σάβας καὶ οἱ λοιποὶ τῆς ἐρήμου πατέρες ταῦτα συνθέμενον τὸν Ἰωάννην συναχθέντες διεμαρτύραντο αὐτὸν Σευῆρον εἰς κοινωνίαν μὴ δέξασθαι, ἀλλ’ ὑπὲρ τῆς ἐν Χαλκηδόνι συνόδου προκινδυνεύειν | |
15 | ἔχοντα πάντας συμμαχοῦντας. καὶ οὕτως ὁ Ἰωάννης ὅσα ὑπέσχετο τῶι δουκὶ ποιεῖν, παρέβη τοὺς πατέρας ὑφορώμενος· Ἀναστάσιος δὲ ὁ βασιλεὺς γνοὺς τὸν Ἰωάννην τὰς συνθήκας ἠθετηκότα καὶ ἀπο‐ μανεὶς τοῦ Ὀλύμπου ἐκποδὼν γεγονότος ἀποστέλλει Ἀναστάσιον τὸν Παμφίλου τὸ δουκάτον ἔχοντα Παλαιστίνης ἐπὶ τὸ παρασκευάσαι | |
20 | τὸν Ἰωάννην Σευῆρον εἰς κοινωνίαν δέξασθαι καὶ τὴν σύνοδον Χαλκη‐ δόνος ἀναθεματίσαι ἢ τῆς ἐπισκοπῆς αὐτὸν ἐξεῶσαι· ὅστις ἐλθὼν εἰς Ἱεροσόλυμα αἰφνιδιάζει τὸν ἀρχιεπίσκοπον καὶ βάλλει αὐτὸν εἰς τὴν δημοσίαν φυλακήν. πάντες δὲ οἱ τῆς ἁγίας πόλεως οἰκήτορες ἐπε‐ χάρησαν διὰ τὸ γενέσθαι αὐτὸν ἐπίβουλον καὶ προδότην τοῦ ἀρχιεπισκό‐ | |
25 | που Ἡλία. Ζαχαρίας δέ τις τὴν Καισαρέων ἀρχὴν διέπων λαθραίως | |
εἰς τὴν φρουρὰν εἰσελθὼν συμβουλεύει τῶι Ἰωάννηι λέγων· εἰ θέλεις | 150 | |
151 | καλῶς πρᾶξαι καὶ τῆς ἐπισκοπῆς μὴ στερηθῆναι, μηδείς σε πείσηι Σευῆρον εἰς κοινωνίαν δέξασθαι, ἀλλὰ δόξον συντίθεσθαι τῶι δουκὶ καὶ λέγειν ὡς ὅτι καὶ ἐνταῦθα μὲν τὰ προτεινόμενα ποιεῖν οὐκ ἀνα‐ βάλλομαι, ἀλλ’ ἵνα μὴ λέγωσίν τινες κατὰ ἀνάγκην καὶ βίαν πεπραχέναι | |
5 | με, ἀπολυθῶ ἐντεῦθεν καὶ μετὰ δύο ἡμέρας κυριακῆς οὔσης πράξω προ‐ θύμως τὰ παρ’ ὑμῶν κελευόμενα. καὶ τοῖς τοιούτοις λόγοις πιστωθεὶς ὁ δοὺξ ἀποκαθίστησιν αὐτὸν τῆι ἐκκλησίαι. ὁ οὖν ἀρχιεπίσκοπος ἀπολυθεὶς διὰ τῆς νυκτὸς ἅπαν τὸ μοναχικὸν εἰς τὴν ἁγίαν μετε‐ πέμψατο πόλιν, τοῦτο πάντοθεν ἐπισυνάξας· ὡς δὲ τινὲς ἀριθμήσαντες | |
10 | τὸ πλῆθος ἀπήγγειλαν, ὅτι εἶχεν τὸ ἄθροισμα δέκα χιλιάδας μοναχῶν. καὶ ἐπειδὴ πᾶσα ἐκκλησία τὸν τοσοῦτον οὐκ ἐχώρει λαόν, ἔδοξεν συνελθεῖν ἅπαντας εἰς τὸν οἶκον τοῦ ἁγίου πρωτομάρτυρος Στεφά‐ νου ἱκανὸν ὄντα εἰς ὑποδοχὴν πλήθους, ἅμα δὲ καὶ ὑπαντῆσαι βουλό‐ μενοι Ὑπατίωι τῶι ἀνεψιῶι τοῦ βασιλέως τότε ἐκ τῆς Βιταλιανοῦ | |
15 | ἀπολυθέντι αἰχμαλωσίας καὶ εἰς Ἱεροσόλυμα εὐχῆς ἕνεκεν ἐλθόντι. συνελθόντες οὖν ἅπαντες οἵ τε μοναχοὶ καὶ οἱ πολῖται ἐν τῶι μνημο‐ νευθέντι σεβασμίωι οἴκωι, συνῆλθεν ὅ τε Ἀναστάσιος ὁ δοὺξ καὶ Ζαχαρίας ὁ ὑπατικός· παραγενομένου δὲ τοῦ Ὑπατίου καὶ μετὰ τοῦ πλήθους εἰς τὸν τοῦ πρωτομάρτυρος Στεφάνου εἰσεληλυθότος οἶκον, | |
20 | προσδοκῶντος τοῦ δουκὸς τὸ θέλημα τοῦ βασιλέως γενέσθαι, ἀνέρ‐ χεται ἐπὶ ἄμβωνος ὁ ἀρχιεπίσκοπος ἔχων μεθ’ ἑαυτοῦ Θεοδόσιον καὶ Σάβαν τοὺς τῶν μοναχῶν κορυφαίους καὶ ἡγεμόνας καὶ πᾶς ὁ λαὸς ἐπὶ πολλὰς τὰς ὥρας ἔκραζεν λέγων· τοὺς αἱρετικοὺς ἀναθεμάτισον καὶ τὴν σύνοδον βεβαίωσον. ἀμελλητὶ οὖν οἱ τρεῖς ἐκ συμφώνου ἀνα‐ | |
25 | θεματίζουσιν Νεστόριον καὶ Εὐτυχέα καὶ Σευῆρον καὶ Σωτήριχον | 151 |
152 | τὸν Καισαρείας Καππαδοκίας καὶ πάντα τὸν μὴ δεχόμενον τὴν σύνοδον Χαλκηδόνος. καὶ τῶν τριῶν ταῦτα κηρυξάντων καὶ κατελ‐ θόντων ὑποστρέψας ὁ ἀββᾶς Θεοδόσιος ἀφίησιν τοιαύτην φωνὴν τῶι λαῶι λέγων· εἴ τις οὐ δέχεται τὰς τέσσαρας συνόδους ὡς τὰ | |
5 | τέσσαρα εὐαγγέλια, ἔστω ἀνάθεμα. τούτων οὕτως γεγονότων ὁ μὲν δοὺξ τὸ πλῆθος τῶν μοναχῶν φοβηθεὶς ἔφυγεν εἰς Καισάρειαν· ὁ δὲ Ὑπάτιος ὅρκοις ἔπεισεν τοὺς πατέρας ὅτι ἦλθον ἐνταῦθα μὴ κοινω‐ νήσας Σευήρωι, ἀλλ’ ἔσπευσα τῆς ὑμῶν ἀξιωθῆναι κοινωνίας, καὶ προσφέρει ἀνὰ χρυσίου λίτρας ἑκατὸν τῆι τε ἁγίαι Ἀναστάσει καὶ | |
10 | τῶι ἁγίωι Κρανίωι καὶ τῶι τιμίωι Σταυρῶι καὶ δίδωσιν Θεοδοσίωι καὶ Σάβαι χρυσίου λίτρας ἑκατὸν πρὸς τὸ διανεῖμαι τοῖς κατὰ τὴν χώραν μοναχοῖς. ὁ δὲ βασιλεὺς Ἀναστάσιος γνοὺς τὰ ἐν Ἱεροσολύ‐ μοις γεγονότα παρεσκευάζετο δυνάμει τόν τε ἀρχιεπίσκοπον Ἰωάννην καὶ Θεοδόσιον καὶ Σάβαν τοὺς τῶι ἀρχιεπισκόπωι εἰς τὸν ἄμβωνα | |
15 | συναναβάντας ὑπερορίαις καταδικάσαι. Καὶ τούτου ἐν Ἱεροσολύμοις γνωσθέντος οἱ τῶν μοναχῶν ταξιάρχαι καὶ τῆς εὐσεβείας ἀγωνισταὶ καὶ τῆς ὀρθοδοξίας στρατηγοὶ καὶ πρό‐ μαχοι Θεοδόσιός τε καὶ Σάβας συναθροίσαντες ἅπαν τὸ μοναχικὸν τῆς ἐρήμου καὶ μιᾶς γνώμης γεγονότες δέησιν ἤτοι διαμαρτυρίαν | |
20 | γράψαντες τῶι βασιλεῖ ἀποστέλλουσιν οὕτω περιέχουσαν Βασιλεῖ θεοφιλεστάτωι καὶ εὐσεβεστάτωι ἐκ θεοῦ αὐγούστωι καὶ αὐτοκράτορι Φλαβίωι Ἀναστασίωι τῶι φιλοχρίστωι δέησις καὶ ἱκεσία παρὰ Θεοδοσίου καὶ Σάβα τῶν ἀρχιμανδριτῶν καὶ λοιπῶν ἡγουμένων καὶ μοναχῶν ἁπάντων τῶν τὴν ἁγίαν τοῦ θεοῦ πόλιν | |
25 | καὶ πᾶσαν τὴν περὶ αὐτὴν ἔρημον καὶ τὸν Ἰορδάνην κατοικούντων. Ὁ παμβασιλεὺς τῶν ἁπάντων θεὸς καὶ δεσπότης Ἰησοῦς Χριστὸς ὁ μονογενὴς τοῦ θεοῦ υἱὸς τὰ σκῆπτρα τῆς ἐπὶ πάντων μετ’ αὐτὸν | |
βασιλείας τῶι θεοφιλεῖ ὑμῶν κατεπίστευσεν κράτει τὸ μέγα τῆς | 152 | |
153 | εἰρήνης ἀγαθὸν διὰ τῆς ὑμῶν εὐσεβείας πάσαις μὲν ταῖς ἁγιωτάταις αὐτοῦ ἐκκλησίαις, ἐξαιρέτως δὲ τῆι μητρὶ τῶν ἐκκλησιῶν Σιὼν βραβεῦσαι βουλόμενος, ἐν ἧι τὸ μέγα τῆς εὐσεβείας ὑπὲρ τῆς τοῦ κόσμου σωτη‐ ρίας φανερωθὲν καὶ τελειωθὲν μυστήριον ἀρχόμενον ἀπὸ Ἱερουσα‐ | |
5 | λὴμ διὰ τοῦ θείου καὶ εὐαγγελικοῦ κηρύγματος εἰς πάντα τὰ πέρατα τῆς γῆς τὸ φῶς τῆς ἀληθείας ἀνέτειλεν. τούτου τοῦ τιμίου καὶ ὑπερφυοῦς κατὰ Χριστὸν μυστηρίου διὰ τοῦ νικοποιοῦ καὶ τιμίου Σταυροῦ καὶ τῆς ζωοποιοῦ Ἀναστάσεως, ἔτι μὴν καὶ πάντων τῶν ἁγίων καὶ προσκυνουμένων τόπων τὴν ἀληθῆ καὶ ἀφαντασίαστον | |
10 | ὁμολογίαν καὶ πίστιν ἄνωθεν καὶ ἐξ ἀρχῆς διὰ τῶν μακαρίων καὶ ἁγίων ἀποστόλων παραλαβόντες ἅπαντες οἱ τῆς ἁγίας γῆς ταύτης οἰκήτορες ἄτρωτον καὶ ἀπαρεγχείρητον ἐν Χριστῶι διεφυλάξαμεν καὶ εἰς ἀεὶ θεοῦ χάριτι διαφυλάξομεν μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων κατὰ τὰς ἀποστολικὰς παραινέσεις μήτε μὴν | |
15 | περιφερόμενοι παντὶ ἀνέμωι τῆς διδασκαλίας ἐν τῆι κυβείαι τῶν ἀνθρώπων, ἐν πανουργίαι τῶν ψυχοφθόροις καὶ ἀπατηλοῖς σοφίσμασιν ἐξαπατώντων τὰς καρδίας τῶν ἀκάκων καὶ τὸ καθαρὸν καὶ ἄδολον τῆς ὀρθῆς πίστεως νᾶμα τῆι ἑαυτῶν κακοδοξίαι συνταραττόντων. ἐν ταύτηι τῆι ἁγίαι καὶ ἀμωμήτωι | |
20 | πίστει τῆς φιλοχρίστου ὑμῶν βασιλείας θεοῦ χάριτι τεχθείσης καὶ τραφείσης καὶ πάσης σχεδὸν τῆς ὑφηλίου τὸ κράτος θεόθεν, καθὼς πιστεύομεν, δεξαμένης θαυμάζομεν πῶς ἐπὶ τῶν θεοφιλῶν καιρῶν τῆς ὑμετέρας βασιλείας τάραχος τοσοῦτος καὶ κλόνος κατὰ τῆς ἁγίας τοῦ θεοῦ πόλεως Ἱερουσαλὴμ ἐπεχύθη, εἰς τοσαύτην ὑπερβολὴν | |
25 | ἐκταθείς, ὡς καὶ τὴν μητέρα πασῶν τῶν ἐκκλησιῶν Σιὼν καὶ τὴν ἁγίαν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἀνάστασιν, τὸ καταφύγιον καὶ | |
φυγαδευτήριον πάντων τῶν ἀδικουμένων ἐκ παντὸς τοῦ κόσμου καὶ | 153 | |
154 | σωτηρίας ἐπιδεομένων, δημοσίαν ἀγορὰν καὶ κοινὸν τόπον γενέσθαι, τῆς εἰς τύπον καὶ τόπον θεοῦ προκαθημένης ἱερωσύνης καὶ τῶν περὶ αὐτὴν τελούντων λειτουργῶν, οὐ μὴν ἀλλὰ καὶ τῶν τὸν μονήρη βίον ἀναδεδεγμένων ἐν ὄψεσιν ἐθνικῶν Ἰουδαίων τε καὶ Σαμαρειτῶν ἐξ | |
5 | αὐτῆς τῆς ἁγίας Σιὼν καὶ τῆς προσκυνητῆς Ἀναστάσεως φανερῶς μετὰ βίας ἐξωθουμένων καὶ εἰς βεβήλους καὶ ἀκαθάρτους τόπους διὰ μέσης τῆς πόλεως κατασυρομένων καί τινα πρὸς βλάβην τῆς πίστεως ποιεῖν ἀναγκαζομένων, ὡς ἐντεῦθεν λοιπὸν καὶ τοὺς εὐχῆς χάριν παραγινομένους τε καὶ παραγενομένους ἀντὶ ὠφελείας τε καὶ οἰκο‐ | |
10 | δομῆς σκανδάλων πληρουμένους εἰς τὰς ἰδίας ἐπανιέναι πατρίδας. εἰ τοίνυν πίστεως ἕνεκεν ταῦτα πάντα κατὰ τῆς ἁγίας τοῦ θεοῦ πό‐ λεως Ἱερουσαλὴμ κινεῖται, τοῦ ὀφθαλμοῦ καὶ φωστῆρος πάσης τῆς οἰκουμένης, τῆς τὸν τοῦ εὐαγγελίου λόγον δεξαμένης, εἴπερ κατὰ τὸ προφητικὸν ἐκεῖνο λόγιον ἐκ Σιὼν ἐξελεύσεται νόμος καὶ | |
15 | λόγος κυρίου ἐξ Ἱερουσαλὴμ καὶ οἱονεὶ χερσὶν οἰκείαις καθ’ ἑκάστην τὴν ἀλήθειαν ψηλαφῶντες οἱ ταύτης οἰκήτορες δι’ αὐτῶν τῶν σεβασμίων τόπων, ἐν οἷς τὸ τῆς ἐνανθρωπήσεως τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν ἐπράχθη μυστήριον, πῶς οὖν μετὰ πεντα‐ κόσια καὶ περαιτέρω τῆς τοῦ Χριστοῦ παρουσίας ἔτη οἱ Ἱεροσολυμῖται | |
20 | πίστιν μανθάνομεν; ὅθεν ἀσφαλῶς ἔστιν γνῶναι ὅτι ἡ ἐπαγομένη δῆθεν νυνὶ τῆι προτέραι κατὰ Χριστὸν πίστει διόρθωσις οὐ τοῦ ἀλη‐ θινοῦ Χριστοῦ, ἀλλὰ τοῦ ἀντιχρίστου καθέστηκεν διδαχὴ τοῦ τὴν ἕνωσιν καὶ εἰρήνην τῶν ἐκκλησιῶν τοῦ θεοῦ συγχέειν σπουδάζοντος καὶ ταραχῆς καὶ ἀκαταστασίας τὰ πάντα πληρώσαντος. τούτων δὲ | |
25 | πάντων ἀρχηγὸς καὶ αὐτουργὸς καθέστηκεν ὁ ἄνωθεν καὶ ἐξ ἀρχῆς | |
Ἀκέφαλος καὶ Ἀποσχίστης Σευῆρος ὁ τῆς Ἀντιοχέων πρόεδρος | 154 | |
155 | ἐπ’ ὀλέθρωι τῆς οἰκείας ψυχῆς καὶ τῆς κοινῆς πολιτείας κατὰ θεοῦ συγχώρησιν διὰ τὰς ἁμαρτίας ἡμῶν προβληθεὶς καὶ τοὺς ἁγίους πατέρας ἡμῶν ἀναθεματίσας τοὺς τὴν ἀποστολικὴν πίστιν τὴν ὁρισθεῖ‐ σαν καὶ παραδοθεῖσαν ἡμῖν διὰ τῶν ἁγίων πατέρων τῶν ἐν | |
5 | Νικαίαι συνελθόντων διὰ πάντων βεβαιώσαντας καὶ ἐν αὐτῆι πάντας φωτίζοντας. οὗπερ Ἀκεφάλου τὴν κοινωνίαν καὶ ἕνωσιν ἀποφεύγοντες καὶ παντελῶς ἀπαρνούμενοι δεόμεθα τῆς ὑμετέρας εὐσεβείας κατελεῆσαι τὴν μητέρα τῶν ἐκκλησιῶν πασῶν Σιὼν τὴν ὑπερασπίζουσαν τοῦ θεοφιλοῦς ὑμῶν κράτους οὕτως ἀτίμως ὑβριζομένην καὶ πορθου‐ | |
10 | μένην, καὶ θεσπίσαι καταξιώσατε ὥστε παντελῶς κωλυθῆναι τὸν ἐπικείμενον τῆι ἁγίαι τοῦ θεοῦ πόλει χειμῶνα. ζωῆς γὰρ καὶ θανάτου κειμένων ἐν τῶι περὶ πίστεως λόγωι ὁ θάνατος ἡμῖν ἐστιν προτι‐ μότερος. τῶν γὰρ ἐχθρῶν τῆς ἐκκλησίας τοῦ θεοῦ καὶ τῶν περὶ αὐτοὺς ματαίων ἀναθεμάτων καθ’ οἷον δήποτε τρόπον ἢ λόγον οὐδ’ | |
15 | ὅλως κοινωνοὶ γενησόμεθα τὴν ἀποστολικὴν σὺν θεῶι κατέχοντες πίστιν, ἐν ἧι ἑστήκαμεν καὶ καυχώμεθα ἐπ’ ἐλπίδι τῆς δόξης τοῦ θεοῦ, ἓν φρόνημα καὶ μίαν πίστιν ἔχοντες ἅπαντες σὺν θεῶι οἱ τῆς ἁγίας γῆς ταύτης οἰκήτορες τεσσαράς τε ἁγίας συνό‐ δους εὐαγγελικῶι χαρακτῆρι τετιμημένας ὁμοδόξους ἐν ἑνὶ πνεύματι | |
20 | καὶ φρονήματι ἀσμένως δεξάμενοι τὰς κατὰ διαφόρους καιροὺς καὶ τόπους θείαι ἐπιπνοίαι συγκροτηθείσας πρὸς τὰς τῶν ὑποκειμένων αἱρέσεων πολυσχεδεῖς πλάνας. λέξεσι μόνον καὶ οὐ δυνάμει τὸ διά‐ φορον ἐχούσας, ὥσπερ ἡ τῶν θεοχαράκτων εὐαγγελίων εἰκών τε | |
καὶ δύναμις. τούτων τῶν ἁγίων συνόδων προλάμπει καὶ ὑπέρκειται | 155 | |
156 | ὁ μνημονευθεὶς τῶν τριακοσίων δέκα καὶ ὀκτὼ ἁγίων πατέρων χορὸς ὁ ἐν Νικαίαι κατὰ τοῦ ἀθεωτάτου Ἀρείου συνελθών, ὧι κατὰ πάντα ἐξηκολούθησαν καὶ αἱ λοιπαὶ τρεῖς ἅγιαι σύνοδοι, τουτέστιν ἡ τῶν ἑκατὸν πεντήκοντα κατὰ τοῦ πνευματομάχου Μακεδονίου συνελθοῦσα | |
5 | καὶ ἡ ἐν Ἐφέσωι μετ’ ἐκείνους κατὰ τοῦ ἐπαράτου καὶ ἀνθρωπο‐ λάτρου Νεστορίου συναθροισθεῖσα, ὁμοίως δὲ καὶ ἡ μετ’ αὐτοὺς ἐν τῆι Χαλκηδονέων πόλει συνδραμοῦσα ἐπὶ βεβαιώσει τοῦ κατὰ τοῦ δυσσεβοῦς Νεστορίου ἀναθέματος καὶ ἐκβολῆι καὶ ἀναθεματισμῶι τοῦ ἀσεβοῦς Εὐτυχοῦς. διὰ τούτων τῶν ἁγίων τεσσάρων συνόδων | |
10 | τὴν μονογενῆ καὶ ἀποστολικὴν πίστιν, καθὼς πολλάκις εἴρηται, δεξαμένων πάντων ἡμῶν τῶν τῆς ἁγίας γῆς ταύτης οἰκητόρων καὶ ἐν αὐτῆι σὺν θεῶι ἐστηριγμένων παντὶ τῶι μὴ οὕτως φρονοῦντι καὶ ταύταις πειθαρχοῦντι οὐδεὶς ἡμᾶς καθ’ οἷον δήποτε τρόπον ἑνῶσαι δυνήσεται, κἂν μύριοι θάνατοι πρόκεινται. πληροφορίας δὲ ἕνεκεν | |
15 | τοῦ ὑμετέρου κράτους καὶ τοῦτο τοῖς εἰρημένοις προσθήσωμεν ὡς ἀνάθεμα ἔσται μετὰ πάσης αἱρέσεως ἀπὸ Χριστοῦ τοῦ θεοῦ ἡμῶν Νεστόριος καὶ πᾶς ὁ τὰ ἐκείνου φρονῶν ἢ τὸν ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ τὸν ὑπὲρ ἡμῶν σταυρωθέντα υἱοὺς δύο ἐννοῶν ἢ ὁ τὴν θείαν τε καὶ ἀπερινόητον ἕνωσιν εἰς δύο φύσεις ἀνὰ | |
20 | μέρος μερίζων ἢ ὁ ταῖς τοιαύταις φρενοβλαβείαις καθ’ οἷον δήποτε τρό‐ πον ἢ λόγον τιθέμενος· ἀνάθεμα δὲ σὺν αὐτῶι καὶ Εὐτυχεῖ τῶι τὴν θείαν οἰκονομίαν κατὰ φαντασίαν ἢ τροπὴν εἰσάγοντι τήν τε διαφορὰν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ ἑνὸς καὶ μόνου Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἐν τῆι ἀδιαιρέτωι καὶ ἀσυγχύτωι καθ’ ὑπόστασιν ἑνώσει | |
25 | ἀναθεματίσαντι καὶ παντελῶς ἀρνησαμένωι σὺν αὐτῶι τε τῶι ἀσεβεῖ | 156 |
157 | Νεστορίωι ἀναθεματισθέντι ὑπὸ τῶν μνημονευθέντων ἁγίων πατέ‐ ρων. ταύτην τὴν ἔγγραφον πληροφορίαν καὶ δέησιν δεξαμένη εὐμενῶς ἡ ὑμετέρα γαληνότης παρὰ τῆς πάντων ἡμῶν ταπεινότητος θεσπίσαι καταξιώσει λωφῆσαι λοιπὸν τὰ τολμώμενα ἐφ’ ἑκάστης | |
5 | κακὰ καὶ τὰς συνεχεῖς ἀκαταστασίας κατὰ τῆς ἁγίας τοῦ θεοῦ ταύτης πόλεως καὶ τοῦ ὁσιωτάτου ἡμῶν ἀρχιεπισκόπου Ἰωάννου διὰ τῶν ἐχθρῶν τῆς ἀληθείας ὀνόματι δῆθεν τῆς ὑμῶν εὐσεβείας, πεπεισμένον τὸ ὑμέτερον κράτος ἐνώπιον τοῦ θεοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων ὡς κατ’ οὐδένα τρόπον ἢ λόγον τὴν πρὸς τοὺς εἰρημένους Ἀποσχιστὰς | |
10 | ἕνωσιν καταδεχόμεθα ἄνευ ἐνθέσμου καὶ κανονικῆς κρίσεως οὔτε μὴν καινοτομίαι τινὶ περὶ πίστεως καθ’ οἷον δήποτε λόγον συντι‐ θέμεθα ἢ πρόσωπον τῶν Ἀκεφάλων ἐν οἵωι δήποτε καιρῶι κατὰ βίαν χειροτονούμενον καταδεξόμεθα. εἰ δέ τι τοιοῦτον διὰ τὰς ἁμαρ‐ τίας ἡμῶν συμβαίη, πληροφοροῦμεν ἐνώπιον τῆς ἁγίας καὶ ὁμοουσίου | |
15 | τριάδος τὴν ὑμετέραν εὐσέβειαν ὡς τὰ αἵματα πάντων ἡμῶν προθύ‐ μως ἐκχέηται καὶ πάντες οἱ ἅγιοι τόποι πυρὶ ἀναλίσκονται πρὶν ἄν τι τοιοῦτον ἐν τῆι ἁγίαι τοῦ θεοῦ ταύτηι πόλει γένηται. τί γὰρ ὄφελος τῆς ψιλῆς τῶν ἁγίων τόπων προσηγορίας οὕτως αὐτῶν πορ‐ θουμένων καὶ ἀτιμαζομένων; ἡ δὲ εἰρήνη τοῦ θεοῦ ἡ ὑπερ‐ | |
20 | έχουσα πάντα νοῦν φρουρήσει τὴν ἁγίαν αὐτοῦ ἐκκλησίαν καὶ παύσει τὰ κατ’ αὐτῆς ἐπικείμενα σκάνδαλα νεύματι τοῦ ὑμε‐ τέρου κράτους εἰς δόξαν αὐτοῦ καὶ καύχημα τῆς θεοφιλοῦς ὑμῶν | |
βασιλείας. | 157 | |
158 | Τὰ ἴσα δὲ τῆς τοιαύτης δεήσεως ἀπέστειλαν οἱ πατέρες ἡμῶν Ἰωάννηι τῶι τηνικαῦτα ἐπισκόπωι χειροτονηθέντι Κωνσταντινου‐ πόλεως τελευτήσαντος Τιμοθέου. ταύτην τοίνυν τὴν ἱκεσίαν δεξά‐ μενος ὁ βασιλεὺς Ἀναστάσιος καὶ συνεχόμενος ὑπὸ τῶν Βιταλιανοῦ | |
5 | βαρβαρικῶν ὀχλήσεων συνεβουλεύθη ἐν τῶι τέως ἡσυχάσαι ἀπ’ αὐτῶν, καὶ οὕτως τοῦ Ἱεροσολύμων θρόνου οὐκ ἐξεβλήθη ὁ Ἰωάννης. ἀλλ’ ἐντεῦθεν ἤδη τέλος τοῖς γενικοῖς τῶν ἁγίων πατέρων ἡμῶν ἀγῶσιν ἐπιθετέον καὶ ἐπὶ τὴν ἀκολουθίαν τοῦ περὶ μόνου τοῦ πατρὸς ἡμῶν Σάβα λόγου ἰτέον καὶ τὰ κατ’ | |
10 | αὐτὸν ἀξιομνημόνευτα ἰδικὰ κατορθώματα τῆι τοῦ θεοῦ χάριτι ἐξηγητέον. Ὁ ἐπίγειος ἄγγελος καὶ οὐράνιος ἄνθρωπος Σάβας ὁ σοφὸς καὶ ἐπιστήμων διδάσκαλος, ὁ τῆς ὀρθοδοξίας συνήγορος καὶ τῆς κακο‐ δοξίας κατήγορος, ὁ πιστὸς καὶ φρόνιμος οἰκονόμος ἀναδειχθείς, ὁ τὰ | |
15 | θεῖα τάλαντα πολυπλασιάσας, ὁ τὴν ἐξ ὕψους δύναμιν ἐνδυσάμενος εὐδοκίαι τε τοῦ θεοῦ καὶ πατρὸς καὶ συνεργείαι τοῦ Χριστοῦ καὶ ἐμπνεύσει τοῦ ἁγίου πνεύματος τὴν ἔρημον πολίσας τῶι πλήθει τῶν μοναχῶν ἑπτὰ μοναστήρια περιβόητα καθ’ ὃν εἴρηται τρόπον ἐν αὐτῆι συνεστήσατο, ἅτινά ἐστιν ταῦτα· ἐν μὲν λαύραις ἡ Μεγίστη τε | |
20 | αὐτοῦ καὶ πασῶν τῶν ἐν Παλαιστίνηι λαυρῶν προκαθεζομένη καὶ ἡ μετ’ αὐτὴν τῆι τάξει Νέα λαύρα καὶ ἡ Ἑπτάστομος καλουμένη, ἐν δὲ κοινοβίοις τὸ τοῦ Καστελλίου καὶ τοῦ Σπηλαίου καὶ τὰ ὀνομασθέντα | |
τοῦ Σχολαρίου καὶ Ζάννου. οὐχ ἧττον δὲ ἀντελαμβάνετο καὶ τῶν | 158 | |
159 | ἀρχαίων δύο κοινοβίων τῶν ἁγίων πατέρων ἡμῶν Εὐθυμίου καὶ Θεοκτίστου. τούτων τῶν ἑπτὰ μοναστηρίων τὴν φροντίδα ποιούμενος καὶ τὴν πρόνοιαν πρόσοδον τὸ σύνολον περιποιήσασθαι οὐκ ἠνέσχετο, ἀλλὰ πίστει καὶ πεποιθήσει τῆι εἰς θεὸν ἐπερειδόμενος οὐδέποτε | |
5 | κατέπεσεν εἰς τὴν ἀπὸ τῆς μερίμνης ἀθυμίαν καὶ μάλιστα ἐν τῶι τῆς λιμοῦ καιρῶι. ἅμα γὰρ τῶι ἐξορισθῆναι τὸν ἀρχιεπίσκοπον Ἡλίαν ἐκλείσθη ὁ οὐρανὸς τοῦ μὴ βρέξαι ἐπὶ τὴν γῆν ἐπὶ πέντε χρόνους καὶ πρὸς τῆι ἀβροχίαι καὶ ἀκρὶς πολλὴ γέγονεν σφόδρα καὶ βροῦχος οὗ οὐκ ἦν ἀριθμός, καὶ κατέληξεν πᾶν τὸ πρόσωπον τῆς | |
10 | γῆς. τῶι δὲ δευτέρωι τῆς ἀκρίδος χρόνωι ἦλθεν ἑτέρα ἀκρὶς καὶ τὸν ἀέρα ἐκάλυψεν καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ κατέφαγεν καὶ γέγονεν ἰσχυρὰ λιμὸς καὶ θνῆσις, ὥστε τοὺς Ἱεροσολυμίτας λέγειν ὅτι διὰ τὴν γενομένην εἰς τὸν ἀρχιεπίσκοπον Ἡλίαν ἁμαρτίαν ἐπῆλθεν τὰ κακὰ ταῦτα. τότε ὁ ἐν ἁγίοις πατὴρ ἡμῶν Σάβας τοῖς ἀρχηγοῖς τῶν | |
15 | ἑαυτοῦ μοναστηρίων παρήινει μηδέποτε μεριμνᾶν περὶ τῶν σαρκικῶν καὶ τὴν τοῦ κυρίου φωνὴν ὑπεμίμνησκεν αὐτοὺς τὴν λέγουσαν· μὴ μερι‐ μνήσητε λέγοντες τί φάγομεν ἢ τί πίομεν ἢ τί περιβαλόμεθα· οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρήιζετε τούτων ἁπάντων. πλὴν ζητεῖτε πρῶτον τὴν βασιλείαν τῶν οὐρανῶν, | |
20 | καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. ὁ μὲν οὖν θεῖος οὗτος πρεσβύτης τοιαῦτα καὶ ἐφρόνει καὶ ἐδίδασκεν· ὁ δὲ θεὸς πᾶσαν χρείαν ἀφθόνως ἐχορήγει αὐτῶι, ὥστε λείπεσθαι μᾶλλον τοὺς ἐπὶ χρήμασιν καὶ προσόδοις πεποιθότας ἢ τὰ ὑπ’ αὐτοῦ προνοούμενα μοναστήρια. ἐν αὐτῶι τοίνυν τῶι τῆς λιμοῦ καιρῶι ἦλθεν ὁ τῆς Μεγίστης λαύρας | |
25 | οἰκονόμος πρὸς αὐτὸν λέγων· οὐ δυνάμεθα, πάτερ, κροῦσμα ποιῆσαι τούτωι τῶι σαββάτωι ἢ τῆι κυριακῆι, ὅτι οὐδὲν ἔχομεν, ἀλλ’ οὔτε διάκλυσμα εἰς λόγον τῶν πατέρων συναγομένων. καὶ λέγει αὐτῶι ὁ γέρων· ἐγὼ τὴν τοῦ θεοῦ λειτουργίαν οὐ κωλύω· εἰ δὲ τινὸς τῶν ἀναγκαίων λείπεσθε, πέμψει ὁ κανονάρχης κειμήλιον ἢ ἱμάτιον διὰ | |
30 | τοῦ προσφοραρίου εἰς τὴν πόλιν καὶ τοῦτο πωλήσας τὸ λειπόμενον | 159 |
160 | ἀγοράσει καὶ ἡμεῖς τὴν τοῦ θεοῦ λειτουργίαν πληρώσομεν. πλὴν πιστός ἐστιν ὁ λέγων μὴ μεριμνήσητε περὶ τῆς αὔριον. καὶ τῆι ἡμέραι τῆς παρασκευῆς ἔρχονταί τινες τῆς ἁγίας πόλεως προπινάριοι οἱ λεγόμενοι τοῦ Σωζᾶ παῖδες ἔχοντες βασταγὴν τριάκοντα ἀλόγων | |
5 | ἐπιφερόμενοι οἶνον καὶ ἄρτους καὶ σῖτον καὶ ἔλαιον καὶ μέλι καὶ τυρὸν καὶ πληροῦσιν τὸ οἰκονομεῖον παντοίων ἀγαθῶν καὶ ποιοῦσιν ἑορτὴν μεγάλην τοῖς πατράσιν. καὶ ὁ μὲν γέρων ὠνείδιζεν τὸν οἰκονόμον λέγων· τί λέγεις, κύρι ὁ οἰκονόμος; κωλύωμεν τὸ κροῦσμα, ὅτι οὐκ ἔχουσιν διάκλυσμα οἱ πατέρες; ὁ δὲ οἰκονόμος εἰς αἴσθησιν ἐλθὼν | |
10 | ῥίπτει ἑαυτὸν εἰς τοὺς πόδας αὐτοῦ συγχώρησιν λαβεῖν ἀξιῶν. καὶ ὁ γέρων εὐλογήσας αὐτὸν ἐνουθέτει λέγων· μηδέποτε διστάσηις, ἀλλὰ πίστει κραταιούμενος πᾶσαν τὴν μέριμνάν σου ἐπίρριπτε εἰς τὸν θέον, ὅτι αὐτῶι μέλει περὶ ἡμῶν. Ἦλθόν ποτε οἱ ἐν τῶι Σπηλαίωι μένοντες πατέρες πρὸς τὸν ἅγιον | |
15 | γέροντα λέγοντες ὑπό τινων ποιμένων πάνυ ὀχλεῖσθαι πυκνῶς τὰς ἑαυτῶν ἀγέλας νεμόντων ἐν τοῖς τοῦ μοναστηρίου τόποις καὶ ἀναι‐ δῶς ἀναλώματα ἀπαιτούντων, ὥστε ἡμᾶς ἡσυχάζειν ἀπ’ αὐτῶν μὴ συγχωρεῖσθαι. καὶ τοῦτο γνοὺς ὁ γέρων ἀπέστειλεν ἐπιτιμῶν καὶ παραγγέλλων αὐτοῖς μηκέτι ἐγγίζειν τῶι μοναστηρίωι. αὐτῶν δὲ | |
20 | παρακουσάντων ἄφνω οἱ μαζοὶ τῶν θρεμμάτων ἐπεσχέθησαν τοῦ μὴ φέρειν γάλα καὶ ἐκ τούτου τὰ ἀρτιγέννητα ἐρίφια καὶ ἀρνία τῆι λιμῶι διεφθείροντο. τότε οἱ αἰπόλοι εἰς συναίσθησιν ἐλθόντες καὶ λογισά‐ μενοι ὅτι ἡ παρακοὴ τὸν ἐν τοῖς ἀλόγοις θάνατον κατειργάσατο, δρομαῖοι ἦλθον πρὸς τὸν γέροντα καὶ προσπεσόντες συνέθεντο αὐτῶι | |
25 | μηκέτι προσεγγίζειν τινὶ τῶν αὐτοῦ μοναστηρίων. ὁ δὲ γέρων τὴν τοιαύτην ὑπόσχεσιν δεξάμενος ἐποίησεν εὐχὴν ὑπὲρ αὐτῶν καὶ εὐλο‐ γήσας ἀπέλυσεν αὐτούς. αὐτοὶ δὲ ἀπελθόντες εὗρον τὸ γάλα ἀνεμ‐ | |
ποδίστως ἐκφερόμενον καὶ διερωτήσαντες καὶ γνόντες ὅτι κατὰ τὴν | 160 | |
161 | ὥραν καθ’ ἣν ὁ γέρων ποιήσας εὐχὴν εὐλόγησεν, ῥέειν καὶ φέρεσθαι ἤρξατο τὸ γάλα, θαυμάσαντες ἐδόξασαν τὸν θεόν. Ὁ ἐν ἁγίοις πατὴρ ἡμῶν Σάβας τῶι ὀγδοηκοστῶι τῆς αὐτοῦ ἡλικίας χρόνωι περὶ τὰς θερινὰς τροπὰς τῆς ἑνδεκάτης ἰνδικτιόνος | |
5 | ἀπῆλθεν εἰς Ἀιλᾶ πρὸς τὸν ἀρχιεπίσκοπον Ἡλίαν ἐκ θεοῦ οἰκονο‐ μίας ἔχων μεθ’ ἑαυτοῦ Στέφανον τὸν ἡγούμενον τῆς μονῆς τοῦ μεγάλου Εὐθυμίου καὶ Εὐθάλιον τὸν ἡγούμενον τῶν ἐν Ἱεριχῶι μοναστηρίων αὐτοῦ τοῦ μακαρίου Ἡλία. οὕστινας μετὰ χαρᾶς δεξάμενος ὁ μακα‐ ρίτης Ἡλίας ἐκράτησεν παρ’ ἑαυτῶι ἡμέρας τινάς· ἐν αἷς ἡμέραις | |
10 | ἀπὸ μὲν τῆς τῶν λυχνικῶν ἀπολύσεως ἕως πάλιν ὥρας ἐνάτης τῆι ἑξῆς οὐκ ἐφαίνετο αὐτοῖς, περὶ δὲ τὴν ἐνάτην ἐξήρχετο καὶ ἐκοινώνει μετ’ αὐτῶν καὶ ἐγεύετο καὶ μετὰ τὸ λυχνικὸν ἀνεχώρει. οὕτως τοίνυν αὐτοῦ διάγοντος συνέβη αὐτὸν τῆι ἐνάτηι τοῦ Ἰουλίου μηνὸς μὴ ἐξελθεῖν κατὰ τὸ εἰθισμένον, αὐτῶν δὲ ἐκδεχομένων καὶ μήτε κοινω‐ | |
15 | νούντων μήτε τινὸς γευομένων ἐξελθὼν περὶ ὥραν ἕκτην τῆς νυκτὸς λέγει· γεύσασθε ὑμεῖς· ἐγὼ γὰρ οὐ σχολάζω. τοῦ δὲ ἐν ἁγίοις Σάβα κρατήσαντος καὶ τρόπον τινὰ βιασαμένου αὐτὸν εἰπεῖν τί ἔχει. σύνδακρυς γενόμενος λέγει· ταύτηι τῆι ὥραι ἐτελεύτησεν Ἀναστάσιος ὁ βασιλεὺς καὶ δεῖ με πάντως ἀπελθεῖν μετὰ δεκάτην ἡμέραν καὶ | |
20 | δικάσασθαι μετ’ αὐτοῦ. καὶ διετάξατο περὶ τῶν ἑαυτοῦ μοναστη‐ ρίων, ὥστε μετὰ τὴν τελευτὴν Εὐθαλίου Νέσταβον καὶ Ζαχαρίαν τὴν ἡγεμονίαν διαδέξασθαι κατὰ καιροὺς ὥστε μὴ τολμῆσαί τινα διαιρεῖν ἀπ’ ἀλλήλων τὰ αὐτὰ μοναστήρια. ταῦτα διαταξάμενος καὶ ὀκτὼ ἡμέρας μετὰ τὴν ὀπτασίαν ποιήσας τῆι κοινωνίαι μόνηι καὶ τῶι | |
25 | εὐκράτωι ἀρκούμενος μικρὸν ἠρρώστησεν. τῶν δὲ περὶ τὸν ἐν ἁγίοις | |
Σάβαν προσκαρτερούντων αὐτῶι ἐπὶ τρεῖς ἡμέρας τῆι εἰκάδι τοῦ | 161 | |
162 | Ἰουλίου μηνὸς κοινωνήσας καὶ εὐξάμενος καὶ εἰπὼν τὸ ἀμὴν ἐν εἰρήνηι ἐπὶ τὸ αὐτὸ ἐκοιμήθη καὶ ὕπνωσεν ζήσας τὸν ἅπαντα χρόνον ἔτη ὀγδοήκοντα ὀκτώ. ὁ δὲ μακαρίτης Σάβας τὴν ἡμέραν σημειω‐ σάμενος καὶ ἐλθὼν εἰς Ἱεροσόλυμα ἔγνω ὅτιπερ τῆι νυκτὶ τῆς δεκά‐ | |
5 | της τοῦ Ἰουλίου μηνὸς καθ’ ἣν ὁ μακάριος Ἡλίας τὴν ὀπτασίαν εἶδεν, βροντῶν καὶ ἀστραπῶν περὶ τὸ παλάτιον ἐνειλουμένων καὶ τὸν βασιλέα Ἀναστάσιον μονώτατον σχεδὸν καταβοσκομένων ἀδημο‐ νοῦντα αὐτὸν καὶ φεύγοντα ἀπὸ τόπων εἰς τόπους ἐν ἑνὶ τῶν κοιτωνί‐ σκων κατέλαβεν ἡ ὀργὴ καὶ ῥίψασα ἀπέκτεινεν, ὥστε αἰφνίδιον | |
10 | εὑρεθῆναι νεκρόν. οὕτως δὲ τοῦ Ἀναστασίου τελευτήσαντος Ἰου‐ στῖνος αὐτίκα τὴν βασιλείαν παραλαβὼν νόμοις ἐχρήσατο τοῖς κελεύου‐ σιν τοὺς ὑπὸ Ἀναστασίου ἐξορισθέντας πάντας ἀνακληθῆναι καὶ τὴν ἐν Χαλκηδόνι σύνοδον τοῖς ἱεροῖς ἐνταγῆναι διπτύχοις. τῶν δὲ Ἰουστί‐ νου τοῦ βασιλέως κελεύσεων ἐλθόντων εἰς Ἱεροσόλυμα συνήχθη | |
15 | ἄπειρον πλῆθος μοναχῶν τε καὶ λαικῶν, συνέδραμεν δὲ καὶ ὁ ἐν ἁγίοις Σάβας καὶ ἡ τῶν ἐπισκόπων σύνοδος καὶ ἑορτῆς γενομένης τῆι ἕκτηι τοῦ Αὐγούστου μηνὸς ἐνεφανίσθησαν αἱ θεῖαι κελεύσεις καὶ ἐνετάγησαν αἱ τέσσαρες σύνοδοι τοῖς ἱεροῖς διπτύχοις. Τότε ὁ ἀρχιεπίσκοπος Ἱεροσολύμων Ἰωάννης πείθει τὸν ἐν | |
20 | ἁγίοις πατέρα ἡμῶν Σάβαν διελθεῖν ἕως Καισαρείας καὶ Σκυθοπό‐ λεως μετὰ καὶ ἄλλων τινῶν τῆς ἐρήμου ἡγουμένων πρὸς τὸ ἐμφανίσαι τοῦ βασιλέως τὰ γράμματα καὶ τὰς τέσσαρας συνόδους τοῖς ἱεροῖς κατὰ πόλιν ἐντάξαι διπτύχοις. καταλαβόντες δὲ τὴν Καισαρέων, συνήντησεν αὐτοῖς ὁ ἐν ἁγίοις Ἰωάννης ὁ Χουζιβίτης τὴν αὐτόθι | |
25 | τὸ τηνικαῦτα ἱεραρχίαν ἐγκεχειρισμένος. καὶ πληρώσαντες ἐκεῖσε τὰ ἐντεταλμένα ἦλθον εἰς Σκυθόπολιν καὶ ἐξῆλθον ἅπαντες οἱ πολῖται ἅμα τῶι ἁγιωτάτωι μητροπολίτηι Θεοδοσίωι εἰς συνάντησιν αὐτοῖς | |
εἰς τὸ ἀποστολεῖον τοῦ ἁγίου Θωμᾶ. καὶ εἰσελθόντες μετὰ ψαλμῶν, | 162 | |
163 | γέγονεν ἡ σύναξις ἐν τῆι ἀρχαίαι ἐκκλησίαι καὶ ἐμφανίζεται τὸ θεῖον γράμμα καὶ ἐντάσσονται τοῖς ἱεροῖς διπτύχοις αἱ τέσσαρες σύνοδοι. ἦν δέ τις ἐν Σκυθοπόλει σχολαστικὸς Ἰωάννης ὁ τοῦ ἐκ‐ σπελλευτοῦ, ἀνὴρ σοφὸς καὶ τὴν ψυχὴν πεφωτισμένος, ὅστις ἐλθὼν | |
5 | πρὸς τὸν ἐν ἁγίοις Σάβαν ἐν τῶι ἐπισκοπείωι περὶ Σιλουανοῦ τοῦ Σαμαρείτου τὸν λόγον παρέτεινεν τὸ τηνικαῦτα παραδυναστεύοντος ἐν βασιλικοῖς ἀξιώμασιν καὶ τοῖς Χριστιανοῖς ἐπιβουλεύοντος, ἐξη‐ γούμενος τὰς τούτου πονηρίας τε καὶ θεομαχίας. καὶ ἀκούσας ὁ ἐν ἁγίοις πατὴρ ἡμῶν Σάβας καὶ πνεύματος ἁγίου πλησθεὶς εἶπεν τῶι | |
10 | τε ἐπισκόπωι καὶ τοῖς παροῦσιν· ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ πληρωθήσεται εἰς Σιλουανὸν ὁ Δαυιτικὸς πεντηκοστὸς πρῶτος ψαλμὸς πρὸς τὸ αὐτὸν ἐν μέσηι τῆι πόλει πυρίκαυστον γενέσθαι. καὶ ταῦτα μὲν περὶ Σιλουανοῦ προεφήτευσεν· ἔστιν δὲ αὐτόθι μοναστήριον τὸ ἐπίκλην Ἐνθεμανεὶθ ἐν τοῖς περὶ | |
15 | τὸν ἅγιον Ἰωάννην τόποις, ἐν ὧι ἀναχωρητής τις ὑπῆρχεν Ἰωάννης ὀνόματι, τὴν μὲν ψυχὴν πεφωτισμένος καὶ διορατικοῦ χαρίσματος ἀνάπλεως, ἀπὸ ὀμμάτων δὲ τῶι σώματι γεγονὼς ἔκ τε τῶν παννύχων ἀγρυπνιῶν καὶ τῶν πολλῶν δακρύων καὶ τοῦ βαθυτάτου γήρους, ὅν‐ τινά φασιν τὸν ἑκατοστὸν μὲν ὑπερβεβηκότα ἐνιαυτόν, ὀγδοήκοντα δὲ | |
20 | χρόνους εἰς αὐτὸ τὸ μοναστήριον διατελέσαντα, ἐξ ὧν πεντήκοντα ἔτη μεμενηκέναι ἀπρόιτον. πρὸς τοῦτον 〈ὁ〉 ἐν ἁγίοις γέρων τὸν θεσπέσιον ἄνδρα ἀπερχόμενος καὶ διὰ μέσης τῆς πόλεως γενόμενος κατὰ τὴν λεγομένην ἁψῖδα τοῦ ἁγίου Ἰωάννου, γυνή τις αἱμορροοῦσα πολλοὺς χρόνους ποιήσασα ἐν τῆι ἀσθενείαι αὐτῆς καὶ εἰς τοσαύτην δυσωδίαν | |
25 | ἐλάσασα, ὥστε μηκέτι ὑποφέρειν τινὰ προσεγγίσαι αὐτῆι, ἔκειτο ἐν τῶι δυτικῶι ἐμβόλωι τῆς αὐτῆς πλατείας καὶ ἀκούσασα περὶ | |
τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Σάβα καὶ τοῦτον παριόντα μετὰ ὄχλου | 163 | |
164 | θεασαμένη ἔκραξεν λέγουσα· ἐλέησόν με, δοῦλε τοῦ θεοῦ Σάβα, καὶ λύτρωσαί με ἐκ τῆς συνεχούσης με συμφορᾶς. ὃ δὲ ταῖς κραυγαῖς εἴξας καὶ κατοικτειρήσας αὐτὴν ἀπέρχεται πρὸς αὐτὴν εἰς τὸν ἔμ‐ βολον καὶ λέγει· τὶ παρασχεῖν σοι οὐκ ἔχω· ὃ δὲ ἔχω, τοῦτό σοι | |
5 | δίδωμι. τὴν χεῖρά μου ταύτην κιχρῶ σοι, ἐπίθες αὐτὴν ἐν ὧι πάσχεις τόπωι, καὶ πιστεύω τῶι θεῶι ὧι λατρεύω, ὅτι ἔχεις ὑγιασθῆναι. ἣ δὲ τῆς τοῦ ἁγίου χειρὸς ἐπιλαβομένη ἐπέθηκεν αὐτὴν τῶι κεκρυμμένωι τόπωι καὶ εὐθέως ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς καὶ ἰάθη ἡ γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης. τοῦτο δὲ τὸ θαῦμα, ὡς οἶσθα, τίμιε πάτερ, | |
10 | μέχρι τῆς σήμερον ἄιδεται παρ’ ἡμῖν. Ἀνήρ τις ἐν αὐτῆι τῆι μητροπόλει θυγατέρα ἔχων δαιμονιῶσαν καὶ πιστεύσας ἤγαγεν αὐτὴν πρὸς τὸν γέροντα ἐν αὐτῶι τῶι Ἐνθε‐ μανὴ μοναστηρίωι καὶ διηγήσατο αὐτῶι τὰς ἀνάγκας τὰς ἐπενεχθείσας αὐτῆι ὑπὸ τοῦ μιαρωτάτου δαίμονος. ὁ δὲ θαυματουργὸς πρεσβύτης | |
15 | συμπαθήσας αὐτῶι ἠιτήσατο ἔλαιον τοῦ πανσέπτου Σταυροῦ καὶ λαβὼν αὐτὴν καὶ τὸν πατέρα αὐτῆς παρὰ μέρος ἐν τῶι κήπωι καὶ ἐκδυθῆναι αὐτὴν κελεύσας ἤλειψεν αὐτῆς ὅλον τὸ σῶμα ἀπὸ ἄνωθεν ἕως κάτω, ἔμπροσθέν τε καὶ ὄπισθεν. καὶ εὐθέως ἐφυγαδεύθη τὸ ἀκάθαρτον πνεῦμα ἀπ’ αὐτῆς καὶ ἰάθη τὸ κοράσιον ἀπὸ τῆς ὥρας | |
20 | ἐκείνης. ὁ δὲ ἐμὸς πατὴρ Ἰωάννης καλούμενος αὐτόπτης καὶ ὑπηρέ‐ της τοῦ θαύματος γέγονεν καὶ ἀπ’ αὐτῆς τῆς ἡμέρας οὐκ ἀπέστη τοῦ ἁγίου γέροντος πάσας τὰς ἡμέρας τῆς αὐτόθι αὐτοῦ διατριβῆς. ἐν αἷς ἡμέραις ἐν πρώτοις ὅ τε οἶκος ἡμῶν τῆς αὐτοῦ παρουσίας ἠξιώθη καὶ ἡ ἐμὴ μήτηρ τῆς αὐτοῦ ἀπήλαυσεν εὐχῆς τε καὶ εὐλογίας. | |
25 | μὴ θαυμαζέτω δὲ ἡ ὑμετέρα ὁσιότης εἴ τινα ὧν ἀκριβῶς ἐπίστασθε, ὧν ἴσως τὴν γνῶσιν ἐμοὶ παρεδώκατε, ἐν τούτωι τῶι πρὸς ὑμᾶς ἐνέθηκα συντάγματι. πρὸς ἕνα γὰρ σκοπὸν ὁρῶν, τίμιε πάτερ, τῆς | |
τῶν ἐντυγχανόντων ὠφελείας τοῦτο πεποίημαι. | 164 | |
165 | Ἐν δὲ τῶι ἐπανελθεῖν ἀπὸ Σκυθοπόλεως τὸν ἡγιασμένον Σάβαν ὁ ἀρχιεπίσκοπος Ἰωάννης εἰς συνεστίασιν αὐτὸν προετρέψατο καλέσας καὶ ἄλλους τῶν τῆς ἐρήμου ἡγουμένων καὶ Ἀντώνιον τὸν ἴδιον ἀδελφὸν ἐπίσκοπον ὄντα Ἀσκάλωνος. ὁ μέντοι ἡγιασμένος Σάβας | |
5 | καὶ τοῦτο ἐκέκτητο πρὸς τοῖς ἄλλοις χαρίσμασιν· καὶ γὰρ τοσοῦτον ἐγκρατὴς ὑπάρχων καὶ τὰς ἡμέρας τῶν νηστειῶν ὅλας ἄσιτος δια‐ μένων καὶ μηδ’ ὅλως ἀτονῶν κοπιῶν ἐν καύματι πολλάκις καὶ τῶι παντὶ τῆς ἑαυτοῦ πολιτείας χρόνωι τὰς ἑβδομάδας νηστεύειν δεδι‐ δαγμένος, εἴποτε ἐφιλοξένει τινὰ ἢ καὶ εἰς ἀγάπην εὑρέθη, δεύτερον | |
10 | τῆς ἡμέρας ἐσθίων καὶ ὑπὲρ κόρον λαμβάνων οὐκ ἠδικεῖτο τὸν στό‐ μαχον. τοῦτον οὖν πλησίον ἑαυτοῦ λαβὼν ὁ ἀρχιεπίσκοπος ἐδίδου ἔμπροσθεν αὐτοῦ ἄρτους καὶ ἄλλα τινὰ τῶν εὑρεθέντων, Ἀντωνίου ὁμοίως τοῦ ἐπισκόπου Ἀσκάλωνος ἐκ δεξιῶν αὐτοῦ ὄντος καὶ προτρε‐ πομένου. ὁ δὲ θεῖος πρεσβύτης ἀπροσποιήτως τε καὶ ἁπλουστάτως | |
15 | πάντα τὰ διδόμενα ἔμπροσθεν αὐτοῦ ἐλάμβανεν. καὶ τῶν δύο ἀδελ‐ φῶν καὶ ἀρχιερέων εἰς τὸ μέσον αὐτὸν ἐχόντων καὶ ἀσχολουμένων εἰς τὸ προτρέψασθαι αὐτὸν ἔλεγεν αὐτοῖς, ἵνα καὶ τῆς αὐτολέκτου λέξεως αὐτοῦ μνημονεύσω· ἄφετε πατέρες· ἐγὼ ὅσον χρήιζω, μετα‐ λαμβάνω. ὁ δὲ μέγας ἀββᾶς Θεοδόσιος τότε παρὼν χαριέντως εἶπεν· | |
20 | ὁ κύρις Σάβας πεινᾶι τοσοῦτον, ὅτι ἀμφότεροι ὑμεῖς οἱ μετὰ θεὸν τὴν Παλαιστίνην διατρέφοντες ἐν τῆι παρούσηι μάλιστα λιμῶι ἐνα‐ γώνιοι ἐγένεσθε ὑπουργῆσαι αὐτῶι φογεῖν. καὶ ὁ ἀρχιεπίσκοπος ἀπεκρίνατο λέγων· συγχωρήσατε, πατέρες, ὅτι ἡμεῖς μὲν πάντες οὔτε νηστείαν φέρομεν οὔτε κόρον, οὗτος δὲ ὁ τοῦ θεοῦ ἄνθρωπος τοῦ | |
25 | ἀποστολικοῦ μετασχὼν χαρίσματος οἶδεν καὶ ταπεινοῦσθαι, οἶδεν καὶ | |
περισσεύειν, ἐν παντὶ καὶ ἐν πᾶσιν μεμύηται καὶ χορτάζεσθαι καὶ | 165 | |
166 | πεινᾶν καὶ περισσεύειν καὶ ὑστερεῖσθαι καὶ πάντα ἰσχύειν ἐν τῶι ἐνδυναμοῦντι αὐτὸν Χριστῶι. Ἦν δὲ ὁ πατὴρ ἡμῶν Σάβας μέτριος μὲν τῶι φρονήματι, πραὺς δὲ τοῖς τρόποις καὶ ἁπλούστατος τῶι ἤθει καὶ πλήρης πάσης πνευμα‐ | |
5 | τικῆς φρονήσεώς τε καὶ διακρίσεως· ἀγάπην δὲ ἀνυπόκριτον ἔσωιζεν καὶ γνησιωτάτην πρὸς τὸν μνημονευθέντα μακαρίτην ἀββᾶν Θεο‐ δόσιον, τὴν αὐτὴν δὲ γνησιότητα κἀκεῖνος πρὸς τὸν πατέρα ἡμῶν ἔσωιζεν Σάβαν. ἦσαν δὲ ἀληθῶς οἱ ἀμφότεροι υἱοὶ φωτὸς καὶ υἱοὶ ἡμέρας, ἄνθρωποι τοῦ θεοῦ καὶ πιστοὶ θεράποντες, φωστῆρες ἐν | |
10 | κόσμωι φαινόμενοι, λόγον ζωῆς ἐπέχοντες, στῦλοι ὄντες καὶ ἑδραίωμα τῆς ἀληθείας, ἄνδρες ἐπιθυμιῶν τῶν κρειττόνων ἀμφότεροι. οὗτοι ἅπαν τὸ μοναχικὸν ὡδήγουν πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν· ὁ μὲν γὰρ ἐν ἁγίοις Θεοδόσιος ἀρχηγὸς ἦν καὶ ἀρχιμανδρίτης παντὸς τοῦ ὑπὸ τὴν ἁγίαν πόλιν κοινοβιακοῦ κανόνος, ὡς ἀνωτέρω εἴρηται, ὁ δὲ | |
15 | ἡγιασμένος Σάβας ἄρχων ὑπῆρχεν καὶ νομοθέτης παντὸς τοῦ ἀναχω‐ ρητικοῦ βίου καὶ πάντων τῶν ἐν ταῖς κέλλαις ζῆν προηιρημένων. τούτους γὰρ αὐτοὺς ἀρχιμανδρίτας προεχειρίσατο κατὰ αἴτησιν παντὸς τοῦ μοναχικοῦ σχήματος ὁ ἐν ἁγίοις Σαλούστιος ὡς ἐρημίτας καὶ ἀκτήμονας καὶ τὰ θεῖα ἀκριβῶς ἠσκημένους καὶ τὴν μοναχικὴν | |
20 | ἀκρίβειαν κατορθώσαντας καὶ πολλοὺς πρὸς θεογνωσίαν ἄγοντας. καὶ ἦν αὐτοὺς θεάσασθαι παραβάλλοντας ἀλλήλοις καὶ τῆι τοῦ πνεύ‐ ματος στοργῆι παρρησίαι προσδιαλεγομένους. ἐν οἷς διαλόγοις τὸν ἡγιασμένον Σάβαν πυκνότερον πρὸς τὸν ἐν ἁγίοις ἀποφθέγγεσθαι Θεοδόσιον λόγον τοιοῦτον· κύρι ἀββᾶ, σὺ μὲν παιδίων ὑπάρχεις | |
25 | ἡγούμενος, ἐγὼ δὲ ἡγουμένων εἰμὶ ἡγούμενος· ἕκαστος γὰρ τῶν ὑπ’ | |
ἐμὲ αὐτεξούσιος ὢν τοῦ ἰδίου κελλίου ἡγούμενός ἐστιν. τὸν δὲ πρὸς | 166 | |
167 | ταῦτα ἀποκρινόμενον· οὐ τραχύτερος ὁ λόγος οὗτος ἐμοὶ φανήσεται, ἀλλὰ καὶ λίαν ἡδύτατος· πάντα γὰρ οἴσει φιλία καὶ πάσχουσα καὶ ἀκούουσα. καὶ ταῦτα μὲν περὶ τούτων· ἤδη δὲ τοῦ τετάρτου χρόνου τῆς ἀβροχίας πληρουμένου οἱ ἐν τῶι | |
5 | Σπηλαίωι μαθηταὶ τοῦ ἡγιασμένου πατρὸς ἔρχονται εἰς τὴν Μεγίστην λαύραν πρὸς αὐτὸν λέγοντες· ἀπόλυσον ἡμᾶς, πάτερ· μεῖναι γὰρ ἐν τῶι σῶι μοναστηρίωι οὐ δυνάμεθα ὕδωρ τὸ σύνολον μὴ ἔχοντες, καὶ τοῦ Μαίου μηνὸς πληρωθέντος ἀποκέκλεισται ὁ τοῦ ὄμβρου καιρός. ὁ δὲ ἅγιος τὰ μὲν ἐπιπλήξας, τὰ δὲ νουθετήσας μετ’ εὐχαριστίας | |
10 | ὑπομένειν τὰ ἐπερχόμενα εἶπεν· πιστεύω τῶι θεῶι ὅτι μετὰ τρεῖς ἡμέρας γομοῦνται πάντα τὰ δοχεῖα ὑμῶν· ἀπελθόντες οὖν τοὺς ἀγωγοὺς φιλοκαλήσατε καὶ ἑτοιμάσθητε καὶ ὄψεσθε τὴν δωρεὰν τοῦ θεοῦ καὶ τὴν ταχεῖαν αὐτοῦ ἐπίσκεψιν. καὶ τῆι τρίτηι ἡμέραι ὤφθη νέφος ἐπάνω τοῦ αὐτοῦ κοινοβίου μόνου καὶ ἐγένετο ὄμβρος | |
15 | πολὺς καὶ ἐπληρώθη πάντα αὐτοῦ τὰ δοχεῖα κατὰ τὴν προφητείαν τοῦ ἁγίου· ἐν τοῖς δὲ ἑκατέρωθεν τοῦ Σπηλαίου μοναστηρίοις τῶι τε ἐξ ἀνατολῶν τοῦ Καστελλίου καὶ τῶι ἐκ δυσμῶν τοῦ Σχολαρίου ὡς ἀπὸ πέντε σχεδὸν σταδίων καὶ τῆι Μεγίστηι λαύραι οὔσηι πρὸς λίβα σταγὼν ὕδατος οὐ κατέβη. ὧντινων μοναστηρίων οἱ ἀρχηγοὶ λυπη‐ | |
20 | θέντες ἦλθον πρὸς τὸν γέροντα λέγοντες· τί τὸ ἀνόμημα ἡμῶν, τίμιε πάτερ, ὅτι οὕτως ἀπώσω ἡμᾶς τοῦ μὴ εὔξασθαι ὑπὲρ τῶν λοιπῶν σου μοναστηρίων; καὶ λέγει αὐτοῖς ὁ ἅγιος· τοῖς χρήιζουσιν ὁ θεὸς τὴν εὐλογίαν ἐξέπεμψεν, καὶ ὑμεῖς δὲ μὴ ἀθυμήσητε. οὐ μὴ γὰρ λείψει ὑμῖν ὕδωρ ἕως δώσει κύριος τὸν ὑετὸν ἐπὶ τὴν γῆν. | |
25 | Τῶι πέμπτωι ἔτει τῆς λιμοῦ ἀρχομένωι τοσαύτη ἦν στένωσις | |
ὑδάτων, ὥστε τοὺς πτωχοὺς τῆς ἁγίας πόλεως ὕδωρ ἐπαιτεῖν καὶ | 167 | |
168 | τῆι δίψει διαφθείρεσθαι. ὑπὸ γὰρ τῆς πολυχρονίου ξηρότητός τε καὶ ἀνομβρίας τὸ ὕδωρ ἐξέλιπεν τοῦ τε Σιλωὰμ καὶ Λουκιλιάναις, οὐ μὴν ἀλλὰ καὶ αἱ πηγαὶ Κολωνίας τε καὶ Νεφθοῦς ὠλιγώθησαν. ὁ τοίνυν ἀρχιεπίσκοπος τὴν τοῦ λαοῦ ἐπανάστασιν ὑφορώμενος | |
5 | περιήρχετο τοὺς ὑγροτέρους τόπους σκάπτων βοθύνους πολυχειρίαι χρώμενος ὕδωρ νομίζων εὑρίσκειν καὶ οὐχ εὕρισκεν. καὶ κατελθὼν εἰς τὸν τοῦ Σιλωὰμ χείμαρρον πλησίον τοῦ σπηλαίου τοῦ ἁγίου Κοσμᾶ παρὰ τὴν ὁδὸν τῆς Μεγίστης λαύρας διά τινος μηχανικοῦ καὶ πλήθους ἐργατῶν ἔσκαψεν ἐπὶ τεσσαράκοντα ὀργυιάς. καὶ μὴ | |
10 | εὑρίσκων ὕδωρ ἐλυπεῖτο σφόδρα τῶν ἐγκαινίων ἐγγὺς ὄντων. καὶ συμβούλωι τῶι Σούμμωι χρησάμενος, ἀνδρὶ πολυπείρω καὶ διαφόρους πολιτικὰς ἀρχὰς διανύσαντι, ἠπόρει λέγων· τί ποιήσω, τοῦ Σεπτεμβρίου ἤδη εἰσεληλυθότος καὶ τῆς πόλεως ὕδωρ μὴ ἐχούσης; ὑπολαβὼν δὲ ὁ Σοῦμμος λέγει· ἤκουσταί μοι περὶ τοῦ ἀββᾶ Σάβα ὅτι πρὸ ὀλίγων | |
15 | τούτων ἡμερῶν ἑνὸς τῶν αὐτοῦ μοναστηρίων λείψαντος ὕδατος βροχὴ κατηνέχθη σφοδροτάτη κύκλωι τοῦ λειπομένου μοναστηρίου μόνου καὶ πάντα αὐτοῦ ἐπλήρωσεν τὰ δοχεῖα αἰτηθέντος αὐτοῦ παρὰ τῶν οἰκούντων καὶ προσευξαμένου. ταῦτα ἀκούσας ὁ ἀρχιεπίσκο‐ πος μεταστέλλεται ὡς ἐπ’ ἄλλωι τινὶ τὸν μακάριον Σάβαν ἐν τῶι | |
20 | ἐπισκοπείωι καὶ λαβὼν αὐτὸν κατ’ ἰδίαν παρεκάλει δεηθῆναι τοῦ θεοῦ πρὸς τὸ διαλλαγῆναι τῶι λαῶι αὐτοῦ καὶ ἐλεῆσαι διαφθειρο‐ μένην τὴν ἀνθρωπότητα τῆι τε λιμῶι καὶ τῆι δίψει, εἰπὼν καὶ τοῦτο· εἰ ἐγὼ ἥμαρτον, τί πρὸς τὸν φθειρόμενον λαόν; καὶ λέγει ὁ ἐν ἁγίοις Σάβας· ἐγὼ τίς εἰμι ἵνα ἰσχύσω ἀποστρέψαι ὀργὴν θεοῦ ἁμαρτωλὸς | |
25 | ὢν καὶ ἀσθενής; μάλιστα τῆς γραφῆς λεγούσης· ἐὰν κλείσηι | |
τὸν οὐρανόν, τίς ἀνοίξει; καὶ πολλῶν λόγων παρακλητικῶν ὑπὸ | 168 | |
169 | τοῦ ἀρχιεπισκόπου λεχθέντων τέλος εἴξας ὁ θεοφόρος Σάβας εἶπεν· ἰδοὺ εἰς τὸ κελλίον κατέρχομαι καὶ διὰ τὴν ὑπακοὴν τῆς σῆς μακα‐ ριότητος δέομαι τοῦ προσώπου τοῦ θεοῦ καὶ οἶδα ὅτι φιλάνθρωπός ἐστιν καὶ ἐλεήμων καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ | |
5 | ἔργα αὐτοῦ. πλὴν τοῦτό σοι ἔστω τὸ σημεῖον· ἐὰν αἱ τρεῖς ἡμέραι παρέλθωσιν καὶ μὴ βρέξηι, γίνωσκε ὅτι οὐκ ἐπακήκοέν μου ὁ θεός, εὔξασθε οὖν καὶ ὑμεῖς, ἵνα σχῆι παρρησίαν ἡ δέησίς μου. καὶ ταῦτα εἰπὼν τῆι τρίτηι τοῦ Σεπτεμβρίου μηνὸς ἐξῆλθεν ἀπ’ αὐτοῦ. τῆι δὲ ἐπαύριον καύματος σφοδροτάτου ὄντος τὸ πλῆθος τῶν ἐργατῶν | |
10 | ἐν τῶι προλεχθέντι ὀρύγματι εἰργάζοντο καὶ περὶ ὀψίαν ἀφέντες ἅπαντα τὰ ἐργαλεῖα αὐτῶν πολλὰ ὄντα καὶ τοὺς κοφίνους ἀπῆλθον προσδοκῶντες ἕωθεν εἰς τὸ ἔργον ἀπαντῆσαι. καὶ περὶ ὥραν πρώτην τῆς νυκτὸς ἄνεμος νότος ἔπνευσεν καὶ ἐγένοντο ἀστραπαὶ καὶ βρονταὶ καὶ βροχὴ κατηνέχθη ῥαγδαία, ὥστε πρὸ τοῦ διαφαύματος γομω‐ | |
15 | θῆναι τοὺς ἀγωγοὺς καὶ τοὺς χειμάρρους πάντοθεν φέρεσθαι. καὶ τῶν ὑδάτων ἐν τῶι τόπωι πληθυνθέντων τοῦ σκάμματος τὰ διὰ τοσούτου χρόνου καὶ κόπου καὶ ἀναλώματος ἀνελθόντα χώματα ἐν μιᾶι καιροῦ ῥοπῆι κατεσύρθησαν εἰς τὸν ἴδιον τόπον καὶ ἐκάλυψαν τάς τε σκαλώσεις καὶ τὰ ἐργαλεῖα καὶ τοὺς κοφίνους καὶ ἔμειναν | |
20 | κάτω ἕως τῆς ἡμέρας ταύτης. καὶ ὑπὸ τοῦ πλήθους τῶν ὑδάτων καὶ τῆς τοῦ θεοῦ ῥοπῆς ἰσώθη ὁ τοῦ σκάμματος τόπος καὶ ὡμαλίσθη τοσοῦτον, ὥστε μὴ γνωσθῆναι, ἐγομώθησαν δὲ τὰ δοχεῖα τῆς ἁγίας πόλεως καὶ ἐγένετο ἡ ἑορτὴ τῶν ἐγκαινίων μετ’ εὐφροσύνης καὶ | |
θυμηδίας. | 169 | |
170 | Τῶι ἀγδοηκοστῶι ἕκτωι τῆς τοῦ πατρὸς ἡμῶν Σάβα ἡλικίας χρόνωι ὁ ἀρχιεπίσκοπος Ἰωάννης τὸν ἕβδομον ἐνιαυτὸν καὶ ἕβδομον μῆνα ἐν τῆι πατριαρχίαι πληρώσας καὶ τὸν μακαριώτατον Πέτρον Ἐλευθεροπολίτην ὄντα τῶι γένει διάδοχον τῆς ἱεραρχίας καταλιπὼν | |
5 | ἐτελεύτησεν μηνὶ Ἀπριλλίωι εἰκάδι τῆς δευτέρας ἰνδικτιόνος. τριῶν δὲ χρόνων διαγενομένων ὁ Ῥωμαίων βασιλεὺς Ἰουστῖνος πρεσβύτης ὢν καὶ ἀρρωστίαι σωματικῆι κατεχόμενος ψήφωι θεοῦ καὶ συναινέσει πάσης τῆς συγκλήτου βουλῆς Ἐπιφανίου τοῦ ἀρχιεπισκόπου Κων‐ σταντινουπόλεως ἐπιθέντος τὰς χεῖρας προβάλλεται εἰς τὸ βασιλεῦ‐ | |
10 | σαι Ἰουστινιανὸν τὸν θεοφύλακτον ἡμῶν βασιλέα ἀδελφιδοῦν ὄντα ἑαυτοῦ, πατρίκιον τυγχάνοντα καὶ ὕπατον καὶ στρατηγὸν καὶ τῶν τῆς πολιτείας πραγμάτων κραταιῶς ἀντεχόμενον. προάγεται τοίνυν αὐτόν, ὡς εἴρηται, βασιλέα μηνὶ Ἀπριλλίωι τῆς πέμπτης ἰνδικτιόνος ἐν τῆι ἁγίαι πέμπτηι. τεσσάρων δὲ μηνῶν διελθόντων | |
15 | κατὰ τὴν δευτέραν τοῦ Αὐγούστου μηνὸς ὁ τῆς εὐσεβοῦς μνήμης Ἰουστῖνος χρόνους ἐννέα ἐν τῆι βασιλείαι διατελέσας τέλει τοῦ βίου ἐχρήσατο. ἀλλ’ ἐπὶ τὸν τοῦ πρεσβύτου βίον ἐπανιτέον. ὁ τρισμα‐ κάριος τοίνυν Πέτρος τοῦ πατριαρχικοῦ τῆς Ἱεροσολυμιτῶν θρόνου κρατήσας τὴν αὐτὴν τοῖς προλαβοῦσιν πατριάρχαις τῶι μακαρίτηι | |
20 | Σάβαι ἀπένειμεν τιμὴν καὶ πρὸς αὐτὸν πυκνότερον εἰς τὴν ἔρημον κατιέναι διὰ σπουδῆς εἶχεν. ὅστις πατριάρχης ἀδελφὴν ἐκέκτητο κατὰ σάρκα Ἡσυχίαν προσαγορευομένην καὶ ταῖς κατὰ θεὸν διαπρέ‐ πουσαν ἀρεταῖς· ἧστινος ἀρρωστίαι δεινοτάτηι περιπεσούσης καὶ ὑπὸ τῶν ἰατρῶν ἀπογνωσθείσης ὁ ταύτης ἀδελφὸς συναλγήσας | |
25 | τὸν μακάριον Σάβαν μεταστειλάμενος παρεκάλει σκυλῆναι ἕως τοῦ | 170 |
171 | οἴκου αὐτῆς καὶ εὐχὴν ὑπὲρ αὐτῆς ποιῆσαι. ὁ δὲ ἅγιος παρακούειν μὴ γινώσκων ἀπῆλθεν πρὸς αὐτὴν καὶ ἐν ἀπογνώσει οὔσης αὐτῆς ποιήσας εὐχὴν ὑπὲρ αὐτῆς καὶ σφραγίσας αὐτὴν τρίτον τῶι σημείωι τοῦ σταυροῦ ἀπεκατέστησεν ὑγιῆ. τοῦ δὲ θαύματος κατὰ πᾶσαν | |
5 | τὴν ἁγίαν πόλιν διαφημισθέντος ἐδόξαζον ἅπαντες τὸν θεόν. Τῆς ἀνωτέρω μνημονευθείσης πατρικίας Ἰουλιάνας πολλὰς ἀγαθο‐ εργίας ἐν Κωνσταντινουπόλει ποιησάσης καὶ τέλει τοῦ βίου χρησα‐ μένης οἱ ταύτης εὐνοῦχοι ἦλθον εἰς Ἱεροσόλυμα καὶ ἐν γνώσει ὄντες τοῦ ἀββᾶ Σάβα ἀπὸ Κωνσταντινουπόλεως, ἦλθον πρὸς αὐτὸν εἰς | |
10 | τὴν Μεγίστην λαύραν χρήματα ἱκανὰ ἐπιφερόμενοι καὶ παρεκά‐ λουν τῆι ὑπ’ αὐτὸν συνοδίαι ἐναρίθμιοι γενέσθαι. ὁ δὲ πρεσβύτης ἐκεκρίκει ἀγένειον ἢ εὐνοῦχον ἐν λαύραι μὴ δέξασθαι· πάνυ γὰρ ἀπηρέσκετο ὄψιν γυναικείαν βλέπειν ἐν πᾶσιν τοῖς ὑπ’ αὐτὸν μοναστη‐ ρίοις, ἐξαιρέτως δὲ εἰς οἵαν δήποτε λαύραν. πλὴν ἐπειδὴ γνωστοὶ | |
15 | ἦσαν, πᾶσιν τρόποις πληροφορήσας καὶ οἰκοδομήσας αὐτοὺς τῶι μακαρίτηι παρέθετο Θεοδοσίωι. οἵτινες ἐπὶ χρόνον ὀλίγον μοναχικῶς παιδευθέντες παρεκάλεσαν τὸν ἀρχιεπίσκοπον δοῦναι αὐτοῖς τόπον πρὸς τὸ ἰδιάσαι. ὁ μὲν οὖν ἀρχιεπίσκοπος μεταπεμψάμενος τινὰ Ἀλέξανδρον ἡγούμενον τῶν περὶ τὴν Ἱεριχὼ μοναστηρίων τοῦ ἀρχιε‐ | |
20 | πισκόπου Ἡλία Νέσταβον καὶ Ζαχαρίαν διαδεξάμενον παρεκάλει αὐτὸν πρὸς ὀλίγας ἡμέρας δέξασθαι αὐτοὺς ἐν παροικίαι. ὁ δὲ Ἀλέξαν‐ δρος ἢ φιλαργυρίαι δουλωθεὶς ἢ κενοδοξίαι κρατηθεὶς τὰς τοῦ ἀρχιεπισκόπου Ἡλία ἐντολὰς παραλογισάμενος καὶ τὸ ἴδιον καταπα‐ τήσας συνειδὸς διεῖλεν τὰ μοναστήρια καὶ ἀπὸ τότε τὸ διαιρεθὲν | |
25 | μοναστήριον τῶν εὐνούχων τὴν ἐπωνυμίαν ἐδέξατο. Ἀρχομένου τοῦ ἐνενηκοστοῦ πρώτου τῆς τοῦ ἁγίου πατρὸς ἡμῶν Σάβα ἡλικίας χρόνου ὁ ἐν ἁγίοις ἀββᾶς Θεοδόσιος τέλει τοῦ βίου ἐχρήσατο μηνὶ Ἰαννουαρίωι ἑνδεκάτηι τῆς ἑβδόμης ἰνδικτιόνος, | |
πρεσβύτης καὶ πλήρης ἡμερῶν. Σωφρόνιος δὲ ἐν μοναχικοῖς | 171 | |
172 | κατορθώμασιν αἰδέσιμος τὴν ἡγεμονίαν διεδέξατο. τῶι οὖν τετάρ‐ τωι μηνὶ τῆς τοῦ ἀββᾶ Θεοδοσίου κοιμήσεως οἱ κατὰ Παλαιστίνην Σαμαρεῖται τὸ ἔθνος ἅπαν κατὰ τῶν Χριστιανῶν στρατεύσαντες πολλὰ ἀθέμιτα διεπράξαντο, τὰς μὲν ἐμπιπτούσας ἐκκλησίας πραιδεύ‐ | |
5 | οντές τε καὶ πυρὶ παραδιδόντες, τοὺς δὲ ἐμπίπτοντας Χριστιανοὺς διαφόροις κολάσεσιν ἀφειδῶς ἀποκτείνοντες καὶ χωρία ὁλόκληρα τῶι πυρὶ παραδιδόντες ἐν τοῖς μάλιστα περὶ Νεάπολιν τόποις. ἔνθα τυραννήσαντες ἔστεψαν ἑαυτοῖς βασιλέα Ἰουλιανόν τινα σύνεθνον αὐτῶν. τότε δὴ τὸν μὲν ἐπίσκοπον Νεαπόλεως Μαμωνᾶν κατέσφαξαν, | |
10 | τινὰς δὲ συλλαβόμενοι πρεσβυτέρους καὶ τούτους κατακόψαντες ἀπετηγάνισαν μετὰ λειψάνων ἁγίων μαρτύρων. καὶ πολλὰ τοιαῦτα πεποιήκασιν, ὥστε τὰς βασιλικὰς καλουμένας ὁδοὺς ἀβάτους καὶ ἀδιοδεύτους τοῖς Χριστιανοῖς γενέσθαι. τούτων οὖν ἁπάντων εἰς ἀκοὰς ἐλθόντων τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως Ἰουστινιανοῦ | |
15 | ἐκελεύσθησαν Θεόδωρος καὶ Ἰωάννης οἱ ἐνδοξότατοι στρατὸν συναγεῖραι καὶ τῶν Σαμαρειτῶν καταστρατεῦσαι καὶ συμβολῆς γενομένης ἀνηιρέθη Ἰουλιανὸς καὶ πλῆθος πολὺ Σαμαρειτῶν σὺν αὐτῶι. τότε δὴ Σιλουανὸς ὁ ἀνωτέρω μνημονευθεὶς ὡς ἐπὶ εἰρήνηι ἐν Σκυθοπόλει ἐλθὼν χωρὶς κελεύσεως βασιλικῆς ἁρπαγεὶς ὑπὸ | |
20 | τῶν Χριστιανῶν εἰς τὸ μέσον ἐκαύθη τῆς πόλεως καὶ ἐπληρώθη ἡ περὶ αὐτοῦ πρὸς Ἰωάννην τὸν τοῦ ἐκσπελλευτοῦ ῥηθεῖσα ἐν τῶι ἐπισκοπείωι προφητεία τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Σάβα. Ἀρσένιος | |
δέ τις τοῦ καέντος Σιλουανοῦ υἱὸς ἰλλουστρίου ἀξίωμα ἔχων καὶ ἐν | 172 | |
173 | Κωνσταντινουπόλει τὸ τηνικαῦτα διατρίβων καὶ πολλὴν οὐκ οἶδα ὅθεν πάροδον ἔχων παρά τε τῶι θεοφυλάκτωι ἡμῶν βασιλεῖ καὶ Θεοδώραι τῆι βασιλίσσηι παραδιδάξας τὴν αὐτῶν εὐσέβειαν εἰς ὀργὴν κατὰ τῶν ἐν Παλαιστίνηι Χριστιανῶν κεκίνηκεν. τότε τοίνυν | |
5 | ὁ ἀρχιεπίσκοπος Πέτρος σὺν τοῖς ὑπ’ αὐτὸν ἐπισκόποις παρακαλεῖ τὸν πατέρα ἡμῶν Σάβαν ἀνελθεῖν ἐν Κωνσταντινουπόλει καὶ δεη‐ θῆναι τοῦ βασιλέως συγχώρησιν φιλοτιμήσασθαι δημοσίων πρώτης καὶ δευτέρας Παλαιστίνης διὰ τοὺς γεγονότας ὑπὸ τῶν Σαμαρειτῶν φόνους τε καὶ ἀφανισμούς. καὶ εἴξας ταῖς τῶν ἀρχιερέων παρακλή‐ | |
10 | σεσιν ὁ πρεσβύτης ἀνέρχεται ἐν Κωνσταντινουπόλει περὶ τὸν Ἀπρίλ‐ λιον μῆνα τῆς ὀγδόης ἰνδικτιόνος. Τοῦ δὲ πατριάρχου γράμματα τῶι βασιλεῖ προαποστείλαντος τὴν τοῦ θείου Σάβα παρουσίαν μηνύοντα ὁ θεοφύλακτος ἡμῶν βασι‐ λεὺς περιχαρὴς γεγονὼς τοὺς βασιλικοὺς ἀπέστειλεν δρόμωνας εἰς | |
15 | συνάντησιν αὐτοῦ· μεθ’ ὧν ἐξῆλθον οἱ περὶ τὸν πατριάρχην Ἐπι‐ φάνιον καὶ τὸν πάπαν Εὐσέβιον καὶ τὸν ἐπίσκοπον Ἐφέσου Ὑπάτιον ἀπαντῆσαι αὐτῶι. οἵτινες λαβόντες εἰσήγαγον τῶι βασιλεῖ, ὁ δὲ θεὸς τὴν ἑπομένην τῶι δούλωι αὐτοῦ χάριν τῶι βασιλεῖ ἐφανέρωσεν ὥσπερ καὶ πάλαι ἐπὶ Ἀναστασίου. τούτου γὰρ μετὰ τῶν μνημονευ‐ | |
20 | θέντων ἀρχιερέων εἰς τὰ βασίλεια εἰσερχομένου καὶ ἔνδον τοῦ βήλου γεγονότος διήνοιξεν ὁ θεὸς τοὺς ὀφθαλμοὺς τοῦ βασιλέως καὶ θεωρεῖ θείαν τινὰ χάριν φωτοειδῆ ἐξαστράπτουσαν καὶ τύπον ἔχουσαν στεφάνου ἐπὶ τῆς τοῦ πρεσβύτου κεφαλῆς ἀκτῖνας ἡλιακὰς ἐκπέμ‐ πουσαν. καὶ προσδραμὼν προσεκύνησεν αὐτῶι καὶ μετὰ χαρᾶς καὶ | |
25 | δακρύων τὴν θείαν αὐτοῦ κατεφίλησεν κεφαλὴν καὶ εὐλογηθεὶς παρ’ αὐτοῦ ἐδέξατο ἐκ χειρὸς αὐτοῦ τὰς ἀπὸ Παλαιστίνης δεήσεις καὶ ἔπεισεν αὐτὸν εἰσελθεῖν καὶ τὴν αὐγούσταν Θεοδώραν εὐλογῆσαι. καὶ ὁ μὲν γέρων εἰσῆλθεν· ἡ δὲ αὐγούστα δεξαμένη αὐτὸν μετὰ | |
χαρᾶς καὶ προσκυνήσασα παρεκάλει αὐτὸν λέγουσα· εὖξαι ὑπὲρ | 173 | |
174 | ἐμοῦ, πάτερ, ἵνα χαρίσηταί μοι ὁ θεὸς καρπὸν κοιλίας. καὶ λέγει ὁ γέρων· ὁ θεὸς ὁ πάντων δεσπότης φυλάξει τὴν βασιλείαν ὑμῶν. καὶ λέγει πάλιν ἡ αὐγούστα· εὖξαι, πάτερ, ἵνα δώηι μοι ὁ θεὸς τέκνον. ἀπεκρίθη καὶ εἶπεν· ὁ θεὸς τῆς δόξης ἐν εὐσεβείαι καὶ νίκηι τὴν βασι‐ | |
5 | λείαν ὑμῶν διατηρήσει. ἐλυπήθη δὲ ἡ αὐγούστα ὅτι οὐκ ἐπένευσεν τῆι αἰτήσει αὐτῆς. αὐτοῦ οὖν ἀπ’ αὐτῆς ἐξελθόντος οἱ μετ’ αὐτοῦ ὄντες πατέρες διεκρίνοντο πρὸς αὐτὸν λέγοντες· τί ὅτι ἐλύπησας τὴν αὐγούσταν μὴ κατὰ τὴν αὐτῆς εὐξάμενος αἴτησιν; καὶ λέγει αὐτοῖς ὁ γέρων· πιστεύσατέ μοι, πατέρες, ὅτι οὐ μὴ ἐξέλθηι ἐκ τῆς κοιλίας | |
10 | ἐκείνης καρπός, ἵνα μὴ τῶν Σευήρου θηλάσηι δογμάτων καὶ χείρω Ἀναστασίου ταράξηι τὴν ἐκκλησίαν. καὶ ἐπετράπησαν ἐν τῶι παλατίωι καταμένειν. τοῦ τοίνυν θεοφυλάκτου βασιλέως δεξαμένου παρὰ τοῦ θείου πρεσβύτου τὰς ἀπὸ τῶν ἐκκλησιῶν Παλαιστίνης δεήσεις ἀνθυπεστράφη ἡ ὀργὴ κατὰ τῶν Σαμαρειτῶν αὐτοῦ διαναστάν‐ | |
15 | τος καὶ διατάξει ἤτοι νόμωι χρησαμένου τοῦ παύεσθαι τὰς τῶν Σαμαρειτῶν συναγωγὰς καὶ πάσης τῆς πολιτείας ἀπελαύνεσθαι καὶ μὴ κληρονομεῖν τοὺς ἰδίους εἴτε κατὰ δωρεὰς δίκαιον ἑαυτοῖς παραπέμπειν. ἔτι ἐθέσπισεν ἀναιρεθῆναι αὐτοὺς καὶ μάλιστα τοὺς ἀρχηγοὺς αὐτῶν καὶ ἀτάκτους. τότε δὴ ὁ Ἀρσένιος ἀφανὴς ἐγένετο | |
20 | ἐπὶ χρόνον τοῦ βασιλέως ἀναιρεθῆναι αὐτὸν κελεύσαντος, ὕστερον δὲ προσφυγὼν τῶι μακαρίτηι Σάβαι ἔτι ἐνδημοῦντι τῆι βασιλίδι πόλει ἐβαπτίσθη καὶ αὐτὸς καὶ οἱ αὐτοῦ πάντες. Καὶ μεθ’ ἡμέρας ὀλίγας μεταστειλάμενος ὁ βασιλεὺς τὸν ἡγιασμένον | |
Σάβαν λέγει αὐτῶι· ἤκουσταί μοι, πάτερ, ὅτι πλεῖστα μοναστήρια | 174 | |
175 | ἐν τῆι ἐρήμωι συνεστήσω, ἀλλ’ ὅπου ἐὰν βούληι, αἴτησαι πρόσοδον πρὸς τὴν τῶν οἰκούντων χρείαν καὶ παρέξομεν, ἵνα εὔχωνται ὑπὲρ τῆς ἡμῖν ἐμπιστευθείσης πολιτείας. ὃ δὲ εἶπεν· οἱ τῆς ὑμετέρας εὐσεβείας ὑπερευχόμενοι τοιαύτης προσόδου οὐ χρήιζουσιν· ἡ γὰρ | |
5 | μερὶς αὐτῶν καὶ ἡ πρόσοδος ὁ κύριός ἐστιν ὁ ἐν ἐρήμωι λαῶι ἀπειθοῦντι καὶ ἀντιλέγοντι ἄρτον οὐράνιον ὀμβρίσας καὶ ἀναβλύσας ὀρτυγομή‐ τραν. πλὴν ἡμεῖς, βασιλεῦ πανευσεβέστατε, διὰ τὴν σύστασιν τὴν κατὰ Παλαιστίνην τῶν ἁγίων ἐκκλησιῶν συγχώρησιν δημοσίων αἰτοῦμεν καὶ ἀνοικοδομὴν τῶν ὑπὸ τῶν Σαμαρειτῶν καέντων σεβασ‐ | |
10 | μίων οἴκων καὶ ἀντίληψιν τῶν ἐν Παλαιστίνηι ὀλιγωθέντων καὶ πραιδευθέντων Χριστιανῶν. ἓν δὲ νοσοκομεῖον παρακαλοῦμεν ἐν τῆι ἁγίαι πόλει συστήσασθαι πρὸς τὴν τῶν ἀρρωστούντων ξένων ἐπιμέ‐ λειαν καὶ τὴν αὐτόθι θεμελιωθεῖσαν νέαν τῆς θεοτόκου ἐκκλησίαν πρὸ χρόνου ὑπὸ τοῦ ἀρχιεπισκόπου ἡμῶν Ἡλία οἰκοδομῆσαι καὶ | |
15 | διακοσμῆσαι. τοῦτο γὰρ μάλιστα πρέπει καὶ τῆι ὑμετέραι εὐσεβείαι. καὶ διὰ τὴν τῶν Σαρακηνῶν ἐπιδρομὴν τὴν ὑμετέραν παρακαλοῦμεν γαληνότητα κελεῦσαι Σούμμωι τῶι ἐνδοξοτάτωι ἀπὸ τοῦ δημοσίου λόγου κάστρον οἰκοδομῆσαι ἐν τῆι ἐρήμωι παρὰ κάτω τῶν διὰ τῆς ἐμῆς μετριότητος συστάντων μοναστηρίων. καὶ πιστεύω ὅτι ὑπὲρ | |
20 | τῶν πέντε τούτων θεαρέστων σου πράξεων προστίθησιν ὁ θεὸς τῆι ὑμετέραι βασιλείαι Ἀφρικήν τε καὶ Ῥώμην καὶ τὴν λοιπὴν πᾶσαν Ὁνωρίου βασιλείαν, ἥνπερ ἀπώλεσαν οἱ προβεβασιλευκότες τῆς ὑμετέρας πανευσεβοῦς γαληνότητος, πρὸς τὸ ὑμᾶς τὴν Ἀρειανὴν | |
αἵρεσιν σὺν τῆι Νεστοριανῆι καὶ τῆι Ὠριγένους ἐκποδὼν ποιήσασθαι | 175 | |
176 | καὶ ἐκ τῆς τῶν αἱρέσεων λύμης ἐλευθερῶσαι τὴν πόλιν καὶ τὴν τοῦ θεοῦ ἐκκλησίαν. τίνος δὲ ἕνεκεν τῶν τριῶν τούτων αἱρέσεων μόνον τὴν ἀποβολὴν ποιήσασθαι τῶι βασιλεῖ ὑπέθετο, ἐρῶ. τὴν μὲν Ἀρείου αἵρεσιν, ἐπείπερ οἱ τότε Γότθοι καὶ Οὐισσιγότθοι καὶ Οὐανδάλοι | |
5 | καὶ Γήπιδες Ἀρειανοὶ ὄντες πάσης τῆς Δύσεως ἐκράτουν καὶ ἔγνω πάντως διὰ τοῦ πνεύματος μέλλειν τὸν βασιλέα τούτων περιγεγονέναι· τὴν δὲ Νεστορίου αἵρεσιν ὠνόμασεν, ὅτι τινὲς τῶν ἀνελθόντων μετ’ αὐτοῦ μοναχῶν Θεοδώρου τοῦ Μομψουεστίας εὑρέθησαν ἀντιλαμβα‐ νόμενοι εἰς τὴν βασιλικὴν μετὰ τῶν Ἀποσχιστῶν ἀντιβάλλοντες· | |
10 | τὴν δὲ Ὠριγένους φθοροποιὸν αἵρεσιν τῆι τῶν εἰρημένων αἱρέσεων ἀποβολῆι συνηρίθμησεν, ἐπειδήπερ εὑρέθη τὶς τῶν μετ’ αὐτοῦ μοναχῶν Βυζάντιος τῶι γένει Λεόντιος ὀνόματι εἷς ὑπάρχων τῶν μετὰ τοῦ Νόννου εἰσδεχθέντων ἐν τῆι Νέαι λαύραι μετὰ τὴν Ἀγαπη‐ τοῦ τοῦ ἡγουμένου κοίμησιν τῶν Ὠριγένους δογμάτων ἀντιλαμβα‐ | |
15 | νόμενος. τῆς γὰρ ἐν Χαλκηδόνι συνόδου προίστασθαι προσποιού‐ μενος ἐγνώσθη τὰ Ὠριγένους φρονῶν· ὅθεν ἀκούσας ὁ πατὴρ ἡμῶν Σάβας καὶ τῶν τοῦ μακαρίου Ἀγαπητοῦ λόγων ἀναμνησθεὶς αὐτόν τε καὶ τοὺς τὰ Θεοδώρου φρονοῦντας ἀποτομίαι χρησάμενος ἀπεβάλετο καὶ τῆς αὐτοῦ ἀπέστησεν συνδιαγωγῆς, τῶι δὲ βασιλεῖ | |
20 | ὑπέθετο τὴν ἀποβολὴν ποιήσασθαι τῶν ἀμφοτέρων αἱρέσεων. Ὅσα μὲν οὖν ὁ πατὴρ ἡμῶν Σάβας ἤιτησεν, ὁ εὐσεβέστατος ἡμῶν βασιλεὺς ἀνυπερθέτως πεποίηκεν· ὅσα δὲ πάλιν προεφήτευσεν, ὁ φιλάν‐ θρωπος εἰργάσατο θεός, καὶ τοῦτο σαφῶς διὰ τῶν ἑξῆς μαθησόμεθα. πρῶτον μὲν γὰρ γίνονται θεῖαι κελεύσεις πρὸς τὸν ἀρχιεπίσκοπον | |
25 | Πέτρον καὶ πρὸς τοὺς κατὰ Παλαιστίνην ἄρχοντας θεσπίζουσαι Ἀντώνιον τὸν ἐπίσκοπον Ἀσκάλωνος καὶ Ζαχαρίαν τὸν ἐπίσκοπον | |
Πέλλης ἐποπτεῦσαι τὰ καέντα κτίσματα ὑπὸ τῶν Σαμαρειτῶν | 176 | |
177 | πρώτης καὶ δευτέρας Παλαιστίνης καὶ συγχωρῆσαι ἀπὸ τῶν δημο‐ σίων ἐνάτης καὶ δεκάτης ἐπινεμήσεως ἀναλόγως τῆι γενομένηι ἑκάστωι τόπωι βλάβηι χρυσίου κεντηνάρια δεκατρία. ἐποπτεῦσαι δὲ αὐτοὺς πάλιν ἐκέλευσεν τοὺς καέντας εὐκτηρίους οἴκους καὶ συνι‐ | |
5 | δεῖν τὰ ὀφείλοντα δοθῆναι εἰς ἀνανέωσιν ἑκάστου σεβασμίου τόπου καὶ ταῦτα παρασχεθῆναι ἢ ἐκ τοῦ δημοσίου λόγου ἢ ἐκ τῆς τῶν Σαμαρειτῶν ὑποστάσεως διὰ Στεφάνου τοῦ λαμπροτάτου κόμητος τοῦ καὶ κελευσθέντος διασώιζειν τοὺς ἐπισκόπους μεθ’ ὅσης χρήι‐ ζουσιν βοηθείας. ἐκέλευσεν δὲ κατὰ τὴν τοῦ θείου πρεσβύτου τρίτην | |
10 | αἴτησιν νοσοκομεῖον κτισθῆναι ἐν τῶι μέσωι τῆς ἁγίας πόλεως ἑκατὸν μὲν κραβαττίων, πρόσοδον δὲ καθαρὰν ἀφορίσας αὐτῶι τὸ πρότερον ἐνιαυσιαῖον νομισμάτων χιλίων ὀκτακοσίων πεντήκοντα. μετέπειτα δὲ διακοσίων κραβαττίων ἐκέλευσεν τὸ αὐτὸ γενέσθαι νοσοκομεῖον προσθεὶς τοσαύτην καθαρὰν καὶ ἀδιάπτωτον πρόσοδον. σπουδῆι | |
15 | δὲ πολλῆι ἐχρήσατο πρὸς τὸ καὶ τὴν τετάρτην πληρῶσαι αἴτησιν τοῦ πρεσβύτου καὶ ἀποστέλλει ἐν Ἱεροσολύμοις Θεόδωρόν τινα μηχανικὸν ἐπὶ τὸ τὴν νέαν οἰκοδομῆσαι ἐκκλησίαν τῆς ἁγίας θεοτόκου καὶ ἀειπαρθένου Μαρίας κελεύσας τοῖς τρακτευταῖς Παλαιστίνης χρυσίον ὑπουργῆσαι εἰς τὴν οἰκοδομήν. καὶ τῶι μὲν ἀρχιεπισκόπωι | |
20 | Πέτρωι τὴν αὐθεντίαν παρέσχεν, Βαράχωι δὲ τῶι ἐπισκόπωι Βακά‐ θων τοῖς τῆς οἰκοδομῆς ἔργοις ἐπιστατεῖν ἐκέλευσεν. καὶ οὕτως τῆι πολυχειρίαι καὶ σπουδῆι διὰ δώδεκα χρόνων ὠικοδομήθη ἡ νέα ἐκκλησία τῆς πανυμνήτου θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ παντὶ κόσμωι διεκοσμήθη καὶ ἐνεκαινίσθη. οὗτινος σεβασμίου οἴκου | |
25 | τὸ μέγεθος καὶ τὴν ἀπαστράπτουσαν δόξαν καὶ τὸ πολυτελὲς τῆς | |
κοσμήσεως περιττὸν τὸ διηγήσασθαι τοῖς ὀφθαλμοῖς ἡμῶν προ‐ | 177 | |
178 | κειμένου καὶ πάντα ὑπερβάλλοντος τὰ παλαιὰ θεάματά τε καὶ διηγήματα ὅσα θαυμάζουσιν ἄνθρωποι καὶ ἱστορίαις παραδεδώκασιν Ἕλληνες. καὶ οὗτος μὲν τῆς τοῦ θείου Σάβα τετάρτης αἰτήσεως ὁ καρπός· ὁ δὲ εὐσεβέστατος ἡμῶν βασιλεὺς ἰδὼν καὶ ἐπὶ τὴν πέμπτην | |
5 | τοῦ θείου Σάβα αἴτησιν ποιεῖ διάταξιν πρὸς Σοῦμμον κελεύουσαν χίλια νομίσματα ὑπὲρ οἰκοδομῆς κάστρου τῶι ἀββᾶι Σάβαι δοθῆναι ἐκ τῶν Παλαιστίνης δημοσίων καὶ παραφυλακὴν στρατιωτικὴν ἐκ τοῦ δημοσίου λόγου ἀποτρεφομένην καὶ φυλάττουσαν αὐτοῦ τὰ μοναστήρια. τοῦ τοίνυν θεοφυλάκτου ἡμῶν βασιλέως ἐν τούτοις | |
10 | ἀσχολουμένου μετὰ Τριβουνιανοῦ τοῦ κυέστορος εἰς τὴν καλουμένην Μαγναῦραν ὁ μακαρίτης Σάβας ἑαυτὸν μικρὸν διαχωρίσας ἐστιχο‐ λόγει ἐν ἑαυτῶι Δαυιτικοὺς ψαλμοὺς τὴν θείαν λειτουργίαν τῆς τρίτης ὥρας ἐπιτελῶν. εἷς δέ τις τῶν μαθητῶν αὐτοῦ Ἱερεμίας καλούμενος διάκονος ὑπάρχων τῆς Μεγίστης λαύρας προσελθὼν | |
15 | αὐτῶι λέγει· τίμιε πάτερ, τοῦ βασιλέως τοσαύτην ἐπιδεικνυμένου σπουδὴν τὰς αἰτήσεις σου πληρῶσαι διὰ τί αὐτὸς ἵστασαι παρὰ μέρος; καὶ λέγει αὐτῶι ὁ γέρων· ἐκεῖνοι, τέκνον, τὸ ἴδιον ποιοῦσιν· ποιήσωμεν καὶ ἡμεῖς τὸ ἡμέτερον. Καὶ ὁ μὲν βασιλεὺς ταῦτα πάντα διαταξάμενος καὶ δοὺς τῶι | |
20 | ἁγίωι πρεσβύτηι τὰς κελεύσεις ἀπέλυσεν ἐν εἰρήνηι· ὁ δὲ θεὸς τὴν ἀντιμισθίαν τῶι βασιλεῖ παρέσχεν μυριοπλασίως καὶ τὴν τοῦ πρε‐ σβύτου προφητείαν ἐπλήρωσεν. ὅστις βασιλεὺς ὀλίγου χρόνου διελ‐ θόντος δύο τρόπαια ἀνέστησεν νίκας δύο ἀναδησάμενος, οἵας οὐδέπω πρότερον οὐδενὶ τῶν προβεβασιλευκότων διαπεπρᾶχθαι συνέβη. | |
25 | τὴν γὰρ Ἀφρικὴν καὶ Ῥώμην ὑπὸ ἀνταρτῶν κρατουμένας παρέλαβεν καὶ τοὺς δύο βασιλεῖς ἀχθέντας ἐν Κωνσταντινουπόλει εἶδεν Οὐιττίγην τε τὸν Ῥώμης καὶ Γελίμερα τὸν Ἀφρικῆς. καὶ οὕτως γῆς τε καὶ θαλάσσης τὴν ἡμίσειαν μοῖραν ἐν ὀλίγωι χρόνωι τῆι τῶν Ῥωμαίων | |
βασιλείαι ἀνεσώσατο καὶ ἐλευθερώσας πᾶσαν τὴν Δύσιν τῆς τῶν | 178 | |
179 | εἰρημένων τυράννων Ἀρειανῶν ὄντων δουλείας θείαις ἐχρήσατο διατάξεσιν ὥστε τὰς πανταχοῦ τῶν Ἀρειανῶν ἐκκλησίας ἀφαιρεθῆναι τῆι τοῦ θείου πρεσβύτου ἑπόμενος ἐντολῆι ἢ γοῦν προφητείαι. οὐ μὴν ἀλλὰ καὶ τὰς Νεστορίου καὶ Ὠριγένους αἱρέσεις γενναίως διανα‐ | |
5 | στὰς ἀνέτρεψέν τε καὶ ἀνεθεμάτισεν διά τε τῶν ὑπ’ αὐτοῦ γενομένων ἰδίκτων καὶ διὰ τῆς νῦν συναθροισθείσης ἐν Κωνσταντινουπόλει ἁγίας καὶ οἰκουμενικῆς πέμπτης συνόδου. καὶ ταῦτα μὲν ὕστερον· ὁ δὲ θεῖος πρεσβύτης ἀποστήσας, ὡς εἴρηται, τῆς ἑαυτοῦ συνοδίας Λεόντιόν τε τὸν Βυζάντιον καὶ τοὺς τῶι Θεοδώρωι τῶι Μομψουεστίας | |
10 | προσκειμένους καὶ τούτους ἐν Κωνσταντινουπόλει καταλιπὼν κατέπλευ‐ σεν ἐπὶ Παλαιστίνην μηνὶ Σεπτεμβρίωι τῆς ἐνάτης ἰνδικτιόνος καὶ ἐλθὼν εἰς Ἱεροσόλυμα τὰς μὲν θείας κελεύσεις ἐνεφάνισεν, ὅπερ δὲ ἤγαγεν ἀπὸ τοῦ Βυζαντίου χρυσίον, διένειμεν τοῖς ὑπ’ αὐτὸν μονα‐ στηρίοις. τότε ὁ ἀνωτέρω μνημονευθεὶς διάκονος Ἱερεμίας λυπηθεὶς | |
15 | διὰ τὴν τοῦ χρυσίου διανομὴν ἀνεχώρησεν τῆς Μεγίστης λαύρας καὶ ὤικησεν εἰς χείμαρρόν τινα ἔρημον ἐκ βορρᾶ τοῦ Σπηλαίου ὡς ἀπὸ πέντε σταδίων. ὁ δὲ πατὴρ ἡμῶν Σάβας ἀπελθὼν πρὸς αὐτὸν καὶ τὸν τόπον θεασάμενος ἐχάρη σφόδρα καὶ λαβών τινας ἐπιτηδείους καὶ σκεύη καὶ χρήματα καὶ ἀναλώματα ἐν ὀλίγαις ἡμέραις πολλῆι σπουδῆι | |
20 | χρησάμενος ὠικοδόμησεν ἐκεῖ μικρὸν εὐκτήριον καὶ κελλία διάφορα καὶ ἔδωκεν αὐτόθι ἀδελφοὺς μένειν ἐπιτρέψας τῶι Ἱερεμίαι διοικεῖν αὐτοὺς παραδοὺς αὐτοῖς τοὺς τῆς ἑαυτοῦ Μεγίστης λαύρας κανόνας. καὶ οὕτως τῆι τοῦ θεοῦ χάριτι λαύραν τὸν τόπον συνεστήσατο· ἥτις λαύρα μέχρι τοῦ νῦν ἀνθεῖ τὴν τοῦ μακαρίου Ἱερεμίου ἐπωνυμίαν | |
25 | λαχοῦσα. Τῶν τοίνυν, ὡς εἴρηται, θείων κελεύσεων ἐμφανισθεισῶν εἰς Ἱερο‐ | |
σόλυμα παρακληθεὶς ὁ πατὴρ ἡμῶν Σάβας ὑπό τε τοῦ ἀρχιεπισκόπου | 179 | |
180 | ἡμῶν καὶ τῶν λοιπῶν ἐπισκόπων ἀπέρχεται ἐπὶ Καισάρειαν καὶ Σκυθόπολιν τὰς αὐτὰς κἀκεῖσε ἐμφανίσαι κελεύσεις. καὶ ἐλθόντος αὐτοῦ ἐν Σκυθοπόλει, ὡς οἶσθα, ἐξῆλθεν ὁ μητροπολίτης Θεοδόσιος μετὰ παντὸς τοῦ λαοῦ εἰς ἀπάντησιν αὐτοῦ· ἐν οἷς ἦν καὶ ὁ ἐμὸς | |
5 | πατὴρ τὸ ἐπισκοπεῖον κρατῶν τὸ τηνικαῦτα καὶ τῶι μητροπολίτηι συνεδρεύων. καὶ τῶν θείων κελεύσεων ἐμφανισθεισῶν εἰσενεχθεὶς ὁ μέγας πρεσβύτης ἐν τῶι ἐπισκοπείωι κατέμενεν ἐν τῶι ἐκεῖσε οἴκωι τοῦ ἁγίου μάρτυρος Προκοπίου ἔχων τὸν ἐμὸν πατέρα ἀναπόσπαστον. ἐμὲ δὲ παῖδα ὄντα καὶ μετὰ τοῦ πατρὸς εὑρεθέντα καὶ τοῖς τοῦ θείου | |
10 | πρεσβύτου ποσὶν προσπεσόντα εὐλογήσας ὁ ἅγιος γέρων καὶ ἀναστή‐ σας καὶ περιπτυξάμενος τῶι μὲν ἐμῶι πατρὶ ἔφη· οὗτος ὁ παῖς ἀπὸ τοῦ νῦν ἐμὸς μαθητής ἐστιν καὶ τῶν τῆς ἐρήμου πατέρων υἱός· εἶπεν δὲ καὶ τῶι μητροπολίτηι· κύρι ὁ μέγας, τοῦτον ἐγώ σοι παρατίθημι τὸν παῖδα· πρόσεχε αὐτῶι, ὅτι χρήιζω αὐτοῦ. ἀνηγγέλη δὲ ταῦτα | |
15 | τῆι ἐμῆι μητρὶ τοῦ πατρὸς αὐτῆι διηγησαμένου καὶ ἐζήτει τὸν ἅγιον προσκυνῆσαι· τοῦ δὲ εἰς τοὺς περὶ τὸν ἅγιον Θωμᾶν τόπους ἐξιέναι μέλλοντος πρὸς τὸν ἀββᾶν Προκόπιον τὸν ἡσυχαστὴν ἀκούσασα ἡ μήτηρ τοῦ πατρὸς αὐτῆι δηλώσαντος ἐξῆλθεν λαβοῦσα με εἰς τὸ αὐτὸ ἀποστολεῖον καὶ τὸν πρεσβύτην αὐτόθι ἐλθόντα λαβὼν ὁ πατὴρ | |
20 | παρὰ μέρος ἤγαγεν εἰς προσκύνησιν τὴν μητέρα καὶ γνοὺς ταύτην ὁ γέρων εἶναι δούλην θεοῦ εὐλόγησεν αὐτήν. καὶ θεασάμενός με λέγει· ἰδοὺ ὁ μαθητής μου Κύριλλος, καὶ ποιήσαντά με μετάνοιαν εὐλογήσας καὶ ἀναστήσας εἶπεν πρὸς τὸν πατέρα· δίδαξον αὐτὸν τὸ ψαλτήριον, ὅτι χρήιζω αὐτοῦ· καὶ γὰρ ἀπὸ τοῦ νῦν μαθητής μού ἐστιν. καὶ | |
25 | ταῦτα εἰπὼν ἐκείνην μὲν εὐλογήσας ἀπέλυσεν, ἐμὲ δὲ μετὰ τοῦ πατρὸς ἐκράτησεν. εἰσελθόντες δὲ πρὸς τὸν ἀββᾶν Προκόπιον καὶ γευσάμενοι ἤλθομεν εἰς τὸ ἐπισκοπεῖον. καὶ τῆι ἑξῆς ἡμέραι μέλλων ὁδεῦσαι | |
ἐπὶ Ἱεροσόλυμα ὁ πρεσβύτης ἦλθεν μετὰ τοῦ πατρὸς εἰς τὸν οἶκον | 180 | |
181 | καὶ ποιήσας εὐχὴν καὶ εὐλογήσας τὸν πατέρα καὶ τὴν μητέρα καὶ ἐμὲ ἐξῆλθεν ἀπὸ Σκυθοπόλεως μετὰ τῶν σὺν αὐτῶι πατέρων. νομίζω δέ, τίμιε πάτερ, ὅτιπερ ταῦτα εἰδέναι εἴρηκάς μοι, ἡνίκα συνεβού‐ λευσάς μοι τὴν τοῦ μακαρίου Σάβα λαύραν οἰκῆσαι. ἀμέλει γοῦν | |
5 | ἐμοῦ εἰρηκότος ὅτι καὶ ἡ Νέα λαύρα δι’ αὐτοῦ συνέστη, μάλιστα διω‐ χθέντων τῶν Ὠριγένους ὑπασπιστῶν, ἀπεκρίθης λέγων· ναὶ ναί, κἀγὼ οἶδα· ἀλλὰ κρεῖττόν ἐστιν οἰκῆσαί σε εἰς τὴν ἐκείνου ἔχουσαν ἐπωνυμίαν λαύραν. καὶ οἶδα ὅτι τοῦτο πάντως ἀποβήσεται, ἵνα καὶ ἐν τούτωι προφήτης ἀναδειχθῆι ὁ μέγας πατὴρ ἡμῶν Σάβας. | |
10 | καὶ ταῦτα μὲν τὰ παρ’ ὑμῶν πρὸς ἐμὲ λεχθέντα· ἐγὼ δὲ τοῦ θεοῦ θέλοντος ἑτοίμως ἔχω κελλίον ἐμαυτῶι οἰκοδομῆσαι ἐν τῆι αὐτῆι Μεγίστηι λαύραι καὶ ἐν αὐτῆι τὴν οἴκησιν ἔχειν πρὸς τὸ πληρωθῆναι τήν τε ἐκείνου, ὡς εἴρηται, προφητείαν καὶ τὴν κέλευσιν τῆς ὑμετέρας ὁσιότητος. ὁ μέντοι μητροπολίτης πυκνότερον ἀπὸ τότε χαριέντως | |
15 | ἔλεγεν τῶι ἐμῶι πατρί· πῶς ἔχει ὁ μαθητὴς τοῦ ἀββᾶ Σάβα; ἅμα δὲ καὶ κατεπείγων αὐτὸν τό τε ψαλτήριον διδάξαι με καὶ τὸν ἀπόστο‐ λον. καὶ οὕτως εὐλογήσας με καὶ ἀποθρίξας ἐν τῆι ἀρχῆι τῶν ἐκκλη‐ σιαστικῶν κατέστησεν βαθμῶν. τοιγαροῦν ἐμφανισθεισῶν τῶν κελεύσεων καὶ τῶν γενομένων ἀφανισμῶν ἐποπτευθέντων τῆι μὲν | |
20 | πρώτηι Παλαιστίνηι ὡς τὴν πᾶσαν Σαμάρειαν ἐχούσηι δώδεκα κεντη‐ ναρίων ἐποιήσαντο συγχώρησιν δημοσίων· τοῖς δὲ ὁρίοις Σκυθοπόλεως ὡς μὴ πολλῶν αὐτόθι γεγονότων ἀφανισμῶν ἑνὸς καὶ μόνου κεντη‐ ναρίου συγχώρησιν δοθῆναι συνεῖδον οἱ ἐπίσκοποι. ὑπὲρ δὲ τῶν | |
καεισῶν ἐκκλησιῶν λαβόντες οἱ Παλαιστινοὶ ἐπίσκοποι χρυσίον | 181 | |
182 | ἱκανὸν ἑκάστην ἐκκλησίαν καεῖσαν ἀνήγειραν δαψιλῶς καὶ πρέποντι κόσμωι ἐφαίδρυναν. Ὁ δὲ μέγας τῆς εὐσεβείας ἀγωνιστὴς Σάβας τὴν ὑπὲρ Χριστιανῶν πληρώσας διακονίαν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα καὶ μετὰ χαρᾶς | |
5 | ὑπὸ τοῦ πατριάρχου εἰσδεχθεὶς καὶ τοὺς σεβασμίους προσκυνήσας τόπους καὶ οἱονεὶ αὐτοῖς συνταξάμενος ἦλθεν εἰς τὴν ἑαυτοῦ Μεγίστην λαῦραν καὶ ὀλίγον χρόνον διατελέσας ἀρρωστίαι περιέπεσεν. ὅπερ μαθὼν ὁ ἁγιώτατος ἐπίσκοπος Πέτρος κατῆλθεν ἐπισκέψασθαι αὐτὸν καὶ βλέπων αὐτὸν μὴ ἔχοντά τινα παραμυθίαν ἐν τῶι κελλίωι | |
10 | αὐτοῦ πλὴν ὀλίγων κερατίων καὶ φοινικίων παλαιῶν βαλὼν αὐτὸν εἰς λεκτίκην ἔλαβεν εἰς τὸ ἐπισκοπεῖον καὶ ἐπεμελεῖτο αὐτοῦ καὶ ἰδίαις χερσὶν ὑπηρέτει αὐτῶι. ὀλίγων δὲ ἡμερῶν διαγενομένων ἀπο‐ κάλυψίν τινα εἶδεν ὁ πατὴρ ἡμῶν Σάβας τὴν ἑαυτοῦ μηνύουσαν κοίμησιν οὐ μετὰ πολλὰς ἔσεσθαι ἡμέρας· ἥντινα τῶι ἀρχιεπισκόπωι | |
15 | ἀπαγγείλας παρεκάλει ἀπολυθῆναι εἰς τὴν ἑαυτοῦ λαύραν πρὸς τὸ ἐν τῶι κελλίωι τελειωθῆναι. ὁ δὲ ἀρχιεπίσκοπος πᾶσιν τρόποις βουλό‐ μενος αὐτὸν θεραπεῦσαι ἀπέστειλεν αὐτὸν εἰς τὴν ἑαυτοῦ λαύραν μετὰ τῆς δεούσης θεραπείας. ὅστις πρεσβύτης ἐν τῶι ἰδίωι ἀνακλιθεὶς πυργίωι ἐν ἀρχῆι τοῦ Δεκεμβρίου μηνὸς προσκαλεσάμενος τοὺς | |
20 | πατέρας τῆς λαύρας δέδωκεν αὐτοῖς ἡγούμενον τινὰ Βηρύτιον μὲν τῶι γένει, Μελιτᾶν δὲ τῆι κλήσει, παραγγείλας αὐτῶι τὰς παραδόσεις τὰς παραδοθείσας ἐν τοῖς ὑπ’ αὐτὸν μοναστηρίοις ἀτρώτους δια‐ φυλάξαι δοὺς αὐτῶι ταύτας ἐγγράφως. καὶ διαμείνας τέσσαρας ἡμέρας μηδενὸς μεταλαμβάνων μηδέ τισιν συντυγχάνων ὀψὲ σαββά‐ | |
25 | των τῆι ἐπιφωσκούσηι εἰς μίαν σαββάτων αἰτήσας κοινωνίαν καὶ | 182 |
183 | κοινωνήσας καὶ εἰπὼν τελευταῖον κύριε, εἰς χεῖράς σου παρα‐ θήσομαι τὸ πνεῦμά μου παρέδωκεν τὴν ψυχήν. Οὕτως ὁ πατὴρ ἡμῶν Σάβας τὸν καλὸν ἀγῶνα ἀγωνισάμενος, τὸν δρόμον τελέσας καὶ τὴν πίστιν τηρήσας τῶι τῆς δικαιοσύνης κατε‐ | |
5 | κοσμήθη στεφάνωι. καὶ ἡ μὲν τελείωσις αὐτοῦ γέγονεν κατὰ τὴν πέμπτην τοῦ Δεκεμβρίου μηνὸς τῆς δεκάτης ἰνδικτιόνος, ἀπὸ μὲν κτίσεως κόσμου ἀφ’ οὗπερ ἤρξατο χρόνος τῆι τοῦ ἡλίου φορᾶι μετρεῖ‐ σθαι ἔτους τετάρτου εἰκοστοῦ ἑξακισχιλιοστοῦ, ἀπὸ δὲ τῆς τοῦ θεοῦ λόγου ἐκ παρθένου ἐνανθρωπήσεως καὶ κατὰ σάρκα γεννήσεως ἔτους | |
10 | τετάρτου εἰκοστοῦ πεντακοσιοστοῦ κατὰ τοὺς συγγραφέντας χρόνους ὑπὸ τῶν ἁγίων πατέρων Ἱππολύτου τε τοῦ παλαιοῦ καὶ γνωρίμου τῶν ἀποστόλων καὶ Ἐπιφανίου τοῦ τῶν Κυπρίων ἀρχιερέως καὶ Ἥρωνος τοῦ φιλοσόφου καὶ ὁμολογητοῦ· ὁ δὲ χρόνος τῆς αὐτοῦ ἐν σαρκὶ ζωῆς οὗτός ἐστιν. ἦλθεν μὲν ἐν Παλαιστίνηι ἐτῶν δέκα καὶ | |
15 | ὀκτὼ καὶ ἔμεινεν ἐν τῶι κοινοβίωι ἔτη δεκαεπτὰ καὶ ἐν ταῖς ἐρήμοις καὶ ἐν τῆι Μεγίστηι λαύραι ἐποίησεν ἔτη πεντήκοντα ἐννέα, τελευτᾶι | |
δὲ τῶι ἐνενηκοστῶι τετάρτωι τῆς ἑαυτοῦ ἡλικίας χρόνωι μετὰ τὴν | 183 | |
184 | ὑπατείαν Λαμπαδίου καὶ Ὀρέστου τὸ δεύτερον, τῶι ἕκτωι ἔτει τῆς παρούσης θεοφυλάκτου βασιλείας. φήμης δὲ διαδραμούσης καθ’ ὅλης τῆς περιχώρου τῆς τούτου κοιμήσεως συνήγαγεν ἄπειρον πλῆθος μοναχῶν τε καὶ λαικῶν, παρεγένετο δὲ καὶ ὁ ἁγιώτατος ἀρχιεπίσκοπος | |
5 | Πέτρος μετὰ τῶν εὑρεθέντων ἐπισκόπων καὶ τῶν τῆς ἁγίας πόλεως λογάδων. καὶ οὕτως τὸ τίμιον αὐτοῦ κατετέθη λείψανον ἐν τῆι Μεγίστηι λαύραι μεταξὺ τῶν δύο ἐκκλησιῶν, ἐν ὧι τόπωι τὸν στῦλον τοῦ πυρὸς ἑώρακεν. πλὴν ὅτι οὐκ ἀπέθανεν οὗτος ὁ ἅγιος, ἀλλὰ καθεύδει ὡς ἀνεπίληπτον βίον ζήσας καὶ θεῶι εὐαρεστήσας, καθὼς γέγραπται | |
10 | ψυχαὶ δικαίων ἐν χειρὶ θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν θάνατος. ἀμέλει καὶ τὸ σῶμα αὐτοῦ σῶον καὶ ἀδιάλυτον μέχρι τῆς σήμερον πεφύλακται. τοῦτο γὰρ ἐγὼ αὐταῖς ὄψεσιν ἐθεασάμην ἐπὶ τῆς παρελθούσης δεκάτης ἰνδικτιόνος. Τῆς γὰρ τιμίας θήκης ἀνοιχθείσης πρὸς τὸ κατατεθῆναι τοῦ | |
15 | μακαρίου Κασιανοῦ τὸ λείψανον κατέβην προσκυνῆσαι τοῦ θείου πρεσβύτου τὸ σῶμα καὶ εὗρον αὐτὸ σῶον καὶ ἀδιάλυτον πεφυλαγ‐ μένον καὶ θαυμάσας ἐδόξασα τὸν θεὸν τὸν δοξάσαντα τὸν δοῦλον αὐτοῦ καὶ τῆι ἀφθαρσίαι τιμήσαντα αὐτὸν πρὸ τῆς κοινῆς ἀναστά‐ σεως καὶ καθολικῆς. καὶ ταῦτα μὲν περὶ τοῦ ἁγίου λειψάνου· τὸ δὲ | |
20 | πνεῦμα αὐτοῦ πολλῆς ἠξίωται τῆς πρὸς θεὸν παρρησίας, ἧς τὴν ἀκτῖνα δι’ ὀλίγων παραδεῖξαι πειράσομαι. ἔστιν τις ἐν τῆι ἁγίαι πόλει ἀργυροκόπος, τῶι μὲν γένει Δαμασκηνός, τῶι δὲ ὀνόματι | |
Ῥωμύλος, διάκονος τῶν πρώτων τῆς ἁγίας Γεθσημανῆς. οὗτος | 184 | |
185 | δέ μοι ὁ Ῥωμύλος διηγήσατο λέγων ὅτι κατὰ τὸν καιρὸν τῆς κοιμήσεως τοῦ μακαρίου Σάβα ἐσυλήθη τὸ ἀργυροκοπεῖόν μου καὶ ἀπώλοντο μέχρις που ἀργύρου λιτρῶν ἑκατόν. ἐγὼ δέ, φησίν, εὐθέως ἐξῆλθον εἰς τὸ μαρτύριον τοῦ ἁγίου Θεοδώρου καὶ ἐποίησα ἐπὶ πέντε ἡμέρας | |
5 | τὰ φῶτα τοῦ ναοῦ καὶ ἔμεινα νυκτὸς καὶ ἡμέρας κλαίων ἐπὶ τῶν καγκέλλων τοῦ θυσιαστηρίου. περὶ δὲ τὸ μεσονύκτιον τῆς πέμπτης ἡμέρας εἰς ὕπνον ἡρπάγην καὶ θεωρῶ τὸν ἅγιον τοῦ Χριστοῦ μάρτυρα Θεόδωρον λέγοντά μοι· τί ἔχεις; τί ἀδημονεῖς τοσοῦτον καὶ κλαίεις, ὡς δὲ εἶπον ὅτι τὰ ἴδια καὶ τὰ ἀλλότρια ἀπώλεσα καὶ τοσαύτας | |
10 | ἡμέρας συντρίβομαι καὶ οὐδὲν ὠφέλησα, λέγει μοι ὁ ἅγιος· πέπεισο, οὐκ ἤμην ὧδε· ἐκελεύσθημεν γὰρ συνδραμεῖν καὶ τῆι ἁγίαι τοῦ ἀββᾶ Σάβα ψυχῆι ὑπαντῆσαι καὶ ὁδηγῆσαι ταύτην εἰς τὸν τῆς ἀναπαύσεως τόπον. καὶ τὰ νῦν πορεύου εἰς τόνδε τὸν τόπον καὶ εὑρίσκεις τοὺς κλέψαντας αὐτόθι καὶ τὸν ἄργυρον. καὶ ἀναστὰς αὐτῆι τῆι ὥραι | |
15 | καὶ λαβὼν ἄλλους τινὰς ἀπῆλθον εἰς τὸν ὑπὸ τοῦ ἁγίου μηνυθέντα τόπον καὶ εὕραμεν οὕτως καθὼς διὰ τῆς ὀπτασίας ἐμηνύθη. Δύο τινὲς ἀδελφοὶ κατὰ σάρκα ἐκ τῆς πεδιάδος ὁρμώμενοι ἀπὸ Βουριρῶν τῆς κώμης πίστιν εἶχον εἰς τὸν ἐν ἁγίοις Σάβαν, ὅθεν καὶ τοὺς ἀπὸ τῶν αὐτοῦ μοναστηρίων ἐκεῖσε εἰς διακονίαν κατερχο‐ | |
20 | μένους πίστει δεχόμενοι ἐθεράπευον, ἐσπούδαζον δὲ καὶ τοὺς ἑαυτῶν πόνους θεαρέστως διανέμειν. ἐξ ἐνεργείας δέ τινος σατανικῆς ἐν τῶι καιρῶι τοῦ τρυγητοῦ τοσοῦτον οἱ ἀμφότεροι ἠρρώστησαν, ὥστε ὑπὸ τῶν ἰδίων ἀπογνωσθῆναι· αὐτῶν δὲ λυπουμένων διὰ τὴν ἀπώλειαν τοῦ τρυγητοῦ καὶ εἰς ἀνάμνησιν τοῦ ἀββᾶ Σάβα ἐλθόντων τὰς εὐχὰς | |
25 | αὐτοῦ ἐκάλουν εἰς βοήθειαν. καὶ ἐπιφαίνεται ἑκάστωι αὐτῶν κατ’ ἰδίαν λέγων· ἰδοὺ ἐδεήθην τοῦ θεοῦ ὑπὲρ τῆς ὑγείας ὑμῶν καὶ ἐχαρί‐ σατό μοι τὴν αἴτησιν. τοίνυν ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ | |
θεοῦ, ἀναστάντες ἐξέλθετε εἰς τὸ ἔργον ὑμῶν. οἳ δὲ παραχρῆμα ἐν‐ | 185 | |
186 | δυναμωθέντες ἀπῆλθον εἰς τὸ ἔργον αὐτῶν ἀπαγγέλλοντες τοῖς ἰδίοις τὸ θαῦμα. καὶ ἀπὸ τότε κατ’ αὐτὴν τὴν τῆς θαυματουργίας ἡμέραν πάνδημον ἑορτὴν ὅλωι τῶι ἑαυτῶν ἐπιτελοῦσιν κτήματι. Γυνή τις ἐκ τῆς καθ’ ἡμᾶς μητροπόλεως ὁρμωμένη Γηνάρους | |
5 | καλουμένη δύο κορτίνας ἐτάξατο ποιῆσαι τῶι τε Καστελλίωι καὶ τῶι Σπηλαίωι. πάσης δὲ τῆς ὑπουργίας ἑτοιμασθείσης αἱ συνθέμεναι ὑφᾶναι τὰ δόξαντα ἠθέτησαν. τῆς δὲ Γηνάρους σφόδρα λυπου‐ μένης φαίνεται αὐτῆι καθ’ ὕπνους ὁ μακαρίτης Σάβας λέγων· ἕωθεν μετάπεμψαι τὰς γερδίας καὶ ἔρχονται καὶ πληροῦσιν τὸ ἔργον. καὶ | |
10 | μὴ λυποῦ· οὐ γὰρ ἐμποδίζεται ἡ καρποφορία σου. ἐμφανίζεται δὲ καὶ ταῖς γερδίαις ὁμοίως, ἀγανακτῶν ἐπὶ τῆι τοῦ ἔργου ἀναβολῆι. πρωίας δὲ γενομένης ἦλθον πᾶσαι μετὰ χαρᾶς καὶ προθυμίας, διη‐ γούμεναι ἀλλήλαις τὰς ὀπτασίας. καὶ οὕτως ἐπλήρωσαν τὸ ἔργον εὐχαριστοῦσαι τῶι θεῶι. | |
15 | Χρόνου δὲ ἱκανοῦ διαδραμόντος ὁ οἰκονόμος τῆς Μεγίστης λαύρας καμήλους ἐμισθώσατο Σαρακηνικὰς παρακομίσαι βουλόμενος ἀπὸ τῆς νεκρᾶς θαλάσσης τὸν ἀπὸ Μαχαιρούντων ἀγορασθέντα σῖτον. ὡς οὖν αἱ κάμηλοι ἔφθασαν πεφορτωμέναι τὴν λαύραν, μία ἐξ αὐτῶν ἀπὸ τῆς ἐπὶ τὸ ξενοδοχεῖον ἀνερχομένης ὁδοῦ ἐκκλίνασα εἰς τὰ δεξιὰ | |
20 | κατέπεσεν ἀπὸ τοῦ κρημνοῦ εἰς τὸν χείμαρρον πεφορτωμένη ἐπὶ δέ‐ κα σχεδὸν ἀνδρόμηκα τὸ ὕψος ἔχοντος τοῦ κρημνοῦ· ὁ δὲ τῆς καμή‐ λου δεσπότης Σαρακηνὸς ὢν ἔκραζεν λέγων· ἀββᾶ Σάβα, αἱ εὐχαί σου βοηθήσουσι τῆι καμήλωι μου. καὶ κυλιομένης τῆς καμήλου ἐβόα· ἀββᾶ Σάβα, βοήθει. καὶ θεωρεῖ γέροντά τινα ἱεροπρεπῆ τῆι κυλιο‐ | |
25 | μένηι καμήλωι ἐπικαθήμενον καὶ δρομαίως δι’ ἄλλης ὁδοῦ κατελθὼν καὶ πλησίον τῆς καμήλου γενόμενος τὸν μὲν ἐπικαθήμενον γέροντα οὐχ εὗρεν, τὴν δὲ κάμηλον ὑγιῆ φυλαχθεῖσαν πεφορτωμένην ἐγείρας καὶ δι’ ὁμαλωτέρας ὁδοῦ ταύτην εἰς τὸ ξενοδοχεῖον ἀναγαγὼν ἀπε‐ | |
φόρτωσεν. ὅστις βάρβαρος τῶι παραδόξωι τοῦ θαύματος ἀγασθεὶς | 186 | |
187 | καθ’ ἕκαστον ἐνιαυτὸν ἔρχεται εἰς τὴν λαύραν τὴν τοῦ πρεσβύτου θήκην προσκυνῶν καὶ παρέχων ἐκ τοῦ ἑαυτοῦ καμάτου τῶι κατὰ καιρὸν οἰκονόμωι τριμίσιον ἓν ὑπὲρ εὐχαριστίας. Κατὰ τοῦτον τὸν χρόνον λάκκος ὠικοδομήθη μέγας ὑποκάτω τοῦ | |
5 | πυργίου τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Σάβα ἐν σπηλαίωι, ἐν ὧι ἀνάβασις ὑπῆρχεν κρυπτὴ ἀπὸ τῆς θεοκτίστου ἐκκλησίας ἐπὶ τὸν εἰρημένον πύργον· ἐν δὲ τῆι ὑπερκειμένηι πέτραι πρὸς ὕψος σκεπτούριν ὠικο‐ δόμησαν οἱ πατέρες πρὸς τὸ ἐν αὐτῶι διυλίζεσθαι τὸ ὕδωρ πρότερον, εἶθ’ οὕτως εἰς τὸν λάκκον κατιέναι. Μάμας δέ τις Βηθλεεμίτης | |
10 | χρίστης τὴν τέχνην τὸ ἔργον τοῦ τε λάκκου καὶ τοῦ σκεπτουρίου πεποίηκεν. ὅστις τῆι τοῦ σκεπτουρίου φιλοκαλίαι ἐφιστάμενος, ἔχων μαθητὴν τινὰ παῖδα Αὐξέντιον καλούμενον, χειμῶνος γεγονότος τὸ ὕδωρ ἐδέχετο, τῶν δὲ ὑδάτων πληθυνθέντων ἐρράγη τὸ ἔργον τοῦ σκεπτουρίου. καὶ ὁ μὲν Μάμας ἀνδρεῖος ὢν διαφυγεῖν τὸν κίνδυνον | |
15 | ῥαιδίως ἴσχυσεν, ὁ δὲ παῖς καταληφθεὶς ὑπὸ τοῦ συμπτώματος τῶν τε λίθων καὶ τοῦ σφοδροῦ ὕδατος συνκατεσύρθη ἀπὸ τοῦ κρημνοῦ κάτω εἰς τὸ μεσίαυλον τὸ ἐν μέσωι τῶν δύο ἐκκλησιῶν, ἔνθα κεῖται τὸ τίμιον λείψανον τοῦ ἁγίου πατρὸς ἡμῶν Σάβα· ἔχει δὲ σχεδὸν τὸ τοῦ κρημνοῦ ὕψος ὀργυιὰς δέκα. καὶ μετὰ τὸ παύσασθαι τὴν | |
20 | βροχὴν εὑρέθη ὁ παῖς ὑποκάτω τοῦ συμπτώματος τῶν λίθων ἔμπρο‐ σθεν τῆς θεοκτίστου ἐκκλησίας μηδὲν βλαβεὶς τὸ σύνολον. τούτου τοῦ θαύματος αὐτὸς ἐγὼ θεατὴς γέγονα ἀπὸ τῆς Νέας λαύρας ἐν αὐταῖς ταῖς ἡμέραις εἰς τὴν Μεγίστην παραγενόμενος λαύραν βουλό‐ μενος τόπον περιποιήσασθαι καὶ κελλίον ἐμαυτῶι οἰκοδομῆσαι. καὶ | |
25 | ταῦτα μὲν ἐκ πολλῶν ὀλίγα περὶ τοῦ θείου πρεσβύτου ἀναλεξάμενος ἀνεγραψάμην· καλεῖ δέ με ὁ καιρὸς τὰ συμβάντα τοῖς αὐτοῦ διαδόχοις τε καὶ μαθηταῖς ἐκ μέρους διηγήσασθαι. Ὁ ἀββᾶς Μελιτᾶς ὁ τὸν θεῖον πρεσβύτην διαδεξάμενος τὰ διὰ τοῦ Σούμμου δοθέντα κατὰ θείαν κέλευσιν χίλια νομίσματα ὑπὲρ τῆς | |
30 | τοῦ κάστρου οἰκοδομῆς ἢ ῥαθυμίαι ἢ ἀπραγμοσύνηι χρησάμενος δέ‐ | 187 |
188 | δωκεν τῶι ἀρχιεπισκόπωι Πέτρωι καὶ οὕτως ἐκωλύθη ἡ τοῦ κάστρου οἰκοδομή, ὁ μέντοι πατριάρχης τὰ χίλια δεξάμενος νομίσματα διαφόροις αὐτὰ διένειμεν μοναστηρίοις. τούτου τοῦ ἀββᾶ Μελιτᾶ τὴν τοῦ θείου πρεσβύτου ποίμνην εὐθηνοῦσαν παραλαβόντος λύκοι | |
5 | αὐτὴν λυμήνασθαι ἤμελλον, εἰ μὴ τοῦ ἀρχιποίμενος Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἐπισκοπὴ διέσωσεν· πῶς δὲ καὶ ποίωι τρόπωι, δι’ ὀλίγων ἐρῶ. τοῦ πανευφήμου πατρὸς ἡμῶν Σάβα ἐν σαρκὶ περιόντος μία τῆς πίστεως ὁμολογία ὑπῆρχεν ἐν πᾶσιν τοῖς κατὰ τὴν ἔρημον μονα‐ στηρίοις καὶ ἦν ἰδεῖν πάντα τὰ τέκνα τῆς Ἱερουσαλὴμ πορευόμενα | |
10 | ἐν τῶι οἴκωι τοῦ θεοῦ ἐν ὁμονοίαι, τῆι συμφωνίαι τῶν θείων δογμά‐ των τὸ ἄρρηκτον καὶ ἀστασίαστον κεκτημένα, ὡς πληροῦσθαι τὸ γεγραμμένον τὸ ἆρον κύκλωι τοὺς ὀφθαλμούς σου καὶ ἴδε συνηγμένα τὰ τέκνα σου. τοῦ δὲ ἀρίστου ποιμένος τῶν τῆι‐ δε μεταστάντος τὸ ἑαυτοῦ ποίμνιον γέγονεν ἠπορημένον ὑπὸ ποιμένος | |
15 | ἀπείρου ἀγόμενον. οἱ γὰρ περὶ Νόννον τῆς τοῦ πατρὸς ἡμῶν κοιμή‐ σεως δραξάμενοι, λέγω δὴ Σάβα, τὴν ἐν τῶι βάθει τῶν σπλάγχνων δημοσιεύσαντες κακοδοξίαν ἐπότιζον τὸν πλησίον ἀνατροπὴν θολερὰν καὶ οὐ μόνον πάντας τοὺς ἐν τῆι Νέαι λαύραι λογιωτέρους εἰς τὴν ἑαυτῶν μιαρὰν συγκατέσπασαν αἵρεσιν, ἀλλὰ καὶ τοὺς τῆς Μαρτυρίου | |
20 | μονῆς καὶ τοὺς τῆς Φιρμίνου λαύρας ἤδη τῶν αὐτῆς πατέρων κοιμη‐ θέντων Φιρμίνου τε καὶ Σωιζομενοῦ τῶν μακαρίων φοιτητῶν γεγονό‐ των καὶ συναγωνιστῶν τοῦ θείου πρεσβύτου. οὐ μὴν ἀλλὰ καὶ εἰς τὴν Μεγίστην λαύραν καὶ εἰς τὰ λοιπὰ τῆς ἐρήμου μοναστήρια ἴσχυσαν ἐν ὀλίγωι χρόνωι τὴν Ὠριγένους κατασπεῖραι κακοδοξίαν. κατ’ | |
25 | αὐτὸν δὴ τὸν χρόνον Δομετιανός τε ὁ τῆς Μαρτυρίου μονῆς ἡγού‐ μενος καὶ Θεόδωρος ὁ ἐπίκλην Ἀσκιδᾶς τῶν τῆς Νέας λαύρας ἐξάρ‐ χων γεγονὼς ἀμφότεροι τῆς Ὠριγένους λύμης μετασχόντες εἰς κόρον | |
ἀνέπλευσαν ἐπὶ Κωνσταντινούπολιν καὶ ὑπὲρ τῆς ἐν Χαλκηδόνι συνό‐ | 188 | |
189 | δου προσποιούμενοι ἀγωνίζεσθαι καὶ διὰ τῆς παραθέσεως Λεοντίου τοῦ ἀνωτέρου μνημονευθέντος Βυζαντίου προσκολλῶνται τῶι πάπαι Εὐσεβίωι καὶ διὰ τούτου τῶι εὐσεβεστάτωι ἡμῶν βασιλεῖ καὶ τῆι τῆς ὑποκρίσεως περιουσίαι τὴν κακοδοξίαν ἐπισκιάσαντες καὶ | |
5 | πρώτης παρρησίας ἐν τῶι παλατίωι μετασχόντες ὁ μὲν Δομετιανὸς τῆς Γαλατῶν χώρας τὴν ἱεραρχίαν παρέλαβεν, ὁ δὲ Θεόδωρος τὴν Καισα‐ ρείας Καππαδοκίας διεδέξατο προεδρίαν. ἐντεῦθεν οἱ περὶ Νόννον ἰσχὺν πλείονα λαβόντες σπουδαίως καὶ ἐπαγρύπνως τὰ Ὠριγένεια σπέρματα πανταχοῦ τῆς Παλαιστίνης κατέσπειραν. | |
10 | Τοῦ δὲ ἀββᾶ Μελιτᾶ τῆς τοῦ ἀββᾶ Σάβα ἀγέλης ἐπὶ χρόνους πέντε κρατήσαντος καὶ τελευτήσαντος, τελειωθέντος δὲ καὶ τοῦ μακαρίου Θεοδούλου τοῦ πολλάκις ἀνωτέρω μνημονευθέντος. ὁ ἀδελφὸς αὐτοῦ Γελάσιος τὴν τοῦ ἀββᾶ Σάβα ἡγεμονίαν διεδέξατο ἐν ἀρχῆι τῆς πεντε‐ καιδεκάτης ἰνδικτιόνος. ὅστις Γελάσιος τὴν ἡγεμονίαν παραλαβὼν | |
15 | καὶ τὴν Ὠριγένους λύμην πολλοὺς τῆς ἑαυτοῦ συνοδίας νεμομένην θεασάμενος, γνώμης γενόμενος τοῦ θεσπεσίου Ἰωάννου τοῦ ἐπισκό‐ που καὶ ἡσυχαστοῦ, συναγωνιστὰς ἔχων Εὐστάθιόν τέ τινα καλλι‐ γράφον τῶι γένει Γαλάτην καὶ Στέφανον Ἱεροσολυμίτην καὶ Τιμό‐ θεον Γαβαληνὸν τὸν μέχρι τοῦ νῦν ἐν τῆι Σκήτει ταῖς ἀρεταῖς δια‐ | |
20 | λάμποντα τὸ σύγγραμμα τοῦ ἐν ἁγίοις Ἀντιπάτρου τοῦ ἐπισκόπου Βόστρων τὸ κατὰ τῶν Ὠριγένους δογμάτων ἐπ’ ἐκκλησίας ἀναγινώ‐ σκεσθαι πεποίηκαν. ὅθεν κινηθέντες οἱ τὴν ψυχοφθόρον αἵρεσιν εἰσδεξάμενοι τὴν ἐκκλησίαν ἐτάρασσον. γέγονεν δὲ τῆς διαστροφῆς ἀρχηγὸς Ἰωάννης τις διάκονος τῆς λαύρας καὶ κανονάρχης Ἀν‐ | |
25 | τιοχεὺς τῶι γένει, ὅστις τοῦ ἱερατείου ὑπὸ τῶν πατέρων ἐκβληθεὶς διὰ τὴν αἵρεσιν συμφατριάζει μετὰ Ἰωάννου τοῦ ἐπίκλην Βροντο‐ | |
δαίμονος καὶ Πτολεμαίου καὶ ἄλλων. οἵτινες παρασυνάγματα ποι‐ | 189 | |
190 | οῦντες ἐπειρῶντο πολλὰς διαστρέφειν ψυχάς. τότε οἱ πατέρες κοινῆι γνώμηι τῆς λαύρας ἐξέωσαν αὐτοὺς κατὰ μέρος, τεσσαράκοντα σχεδὸν εὑρεθέντας. οἵτινες εἰς τὴν Νέαν λαύραν ἀπελθόντες πρός τε τὸν Νόννον καὶ Λεόντιον τὸν Βυζάντιον τὸ τηνικαῦτα ἀπὸ Κων‐ | |
5 | σταντινουπόλεως παραγεγονότα καὶ κατὰ τῶν τοῦ μακαρίου Σάβα διαδόχων ἐμμανῶς ἔχοντα κατεβόων τοῦ τε ἀββᾶ Γελασίου καὶ τῶν τῆς Μεγίστης λαύρας πατέρων. πάντων δὲ αὐτόθι τῶν τῆς αἱρέσεως ἀρχηγῶν συναθροισθέντων Λεόντιος ὁ Βυζάντιος ἐνέχων ἔκπαλαι τῶι μακαρίτηι Σάβαι συμβουλεύει τοῖς πᾶσιν αὐθαδείαι χρήσασθαι | |
10 | καὶ τὴν Μεγίστην καταστρέψαι λαύραν πρὸς τὸ μὴ κατοικεῖσθαι. καὶ συνάγει εἰς τὴν Νέαν λαύραν πάντας πανταχόθεν τοὺς τῆι κακο‐ δοξίαι συμπεριφερομένους. οἵτινες συναθροισθέντες ἦλθον μετὰ Λεοντίου καὶ τῶν διωχθέντων εἰς τὴν τοῦ μακαρίου Θεοδοσίου μονὴν συναρπάσαι νομίζοντες τόν τε τῆς μονῆς ἡγούμενον Σωφρόνιον τὸν | |
15 | ἀοίδιμον καὶ τοὺς πατέρας, ἀλλ’ ἐματαιώθη αὐτῶν ἡ βουλὴ καὶ ἐξῆλ‐ θον κατηισχυμμένοι. ἐντεῦθεν ἐμμανεῖς γεγονότες οἱ περὶ Λεόντιον κατὰ Γελασίου καὶ τῆς Μεγίστης λαύρας ἀποστείλαντες εἰς διαφό‐ ρους τόπους καὶ συναγαγόντες ὀρυκτῆρας καὶ ἄμας καὶ μοχλοὺς σιδηροῦς καὶ τὰ λοιπὰ τῆς καταστροφῆς ὄργανα καὶ ἀγροικικὴν βοή‐ | |
20 | θειαν ἀπήρχοντο μετὰ πλείστης μανίας τὴν Μεγίστην καταστρέψαι λαύραν. ὁ δὲ τοῦ ἀββᾶ Σάβα θεὸς μέγα θαῦμα εἰργάσατο· οὔσης γὰρ ὥρας δευτέρας ἐπέπεσεν ἐπ’ αὐτοὺς ἀχλὺς καὶ σκότος καὶ πᾶσαν συγκλασθέντες τὴν ἡμέραν διὰ τραχέων τόπων καὶ ἀβάτων ὁδεύοντες, ὡς παρά τινων ἀκριβῶς εἰδότων μεμαθήκαμεν, μόλις τῆι ἑξῆς ἡμέραι | |
25 | εἰς τὴν τοῦ μακαρίου Μαρκιανοῦ μονὴν εὑρέθησαν καὶ οὕτως τὸ κοινὸν φῶς θεασάμενοι ὑπέστρεψαν εἰς τὰ ἴδια ἄπρακτοι καὶ κατηι‐ σχυμμένοι. τοῦτο ἐθαυματούργησεν ὁ τῶν θαυμασίων θεὸς ὁ τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος, ταπεινοῖς δὲ χάριν ἐπιμετρῶν, ὁ ἐπὶ | |
τοῦ Λὼτ καὶ Ἐλισαίου πατάξας τοὺς ἐναντίους ἀορασίαι. | 190 | |
191 | Κατὰ τοῦτον δὲ τὸν χρόνον παρεγένετο ἐν Παλαιστίνηι ὅ τε πατριάρ‐ χης Ἀντιοχείας Ἐφραίμιος καὶ ὁ πάπας Εὐσέβιος διὰ τὴν τοῦ ἐπισκό‐ που Ἀλεξανδρείας Παύλου ἐκβολήν. ὧιτινι πάπαι Εὐσεβίωι ἐλθόντι εἰς Ἱεροσόλυμα μετὰ τὸ διαλυθῆναι τὴν σύνοδον προσάγουσιν οἱ | |
5 | περὶ Λεόντιον τοὺς ἐκ τῆς Μεγίστης λαύρας διωχθέντας προσερχο‐ μένους κατὰ Γελασίου ὡς εἰς δύο μέρη τὴν συνοδίαν σχίσαντος καὶ αὐτοὺς μὲν διώξαντος, τοὺς δὲ ἀντιδίκους αὐτῶν περιποιησαμένου. ὁ δὲ πάπας Εὐσέβιος ὑπὸ τῶν Λεοντίου λόγων ἀπατηθεὶς καὶ μηδὲν περὶ τῆς αἱρέσεως γνοὺς μεταπέμπεται τὸν ἀββᾶν Γελάσιον καὶ | |
10 | καταναγκάζει αὐτὸν ἢ τοὺς διωχθέντας εἰσδέξασθαι ἢ τοὺς ἀντι‐ δίκους αὐτῶν διῶξαι, πειρώμενος τὴν ἔριν διαλῦσαι. καὶ τοιαύτης ἀνάγκης ἐπιτεθείσης συσκεψάμενοι οἱ πατέρες ἔπεμψαν ἐκ τῆς λαύρας Στέφανον καὶ Τιμόθεον καὶ ἄλλους τέσσαρας ἀδελφούς. οἵτινες τὸν ἑκούσιον διωγμὸν ὑπομείναντες ἀπῆλθον εἰς Ἀντιόχειαν καὶ τὰ | |
15 | συμβάντα τῶι πατριάρχηι Ἐφραιμίωι γνωρίσαντες τὰς τοῦ μακα‐ ρίου Ἀντιπάτρου βίβλους αὐτῶι ἐνεφάνισαν. ὅστις πατριάρχης τὰς Ὠριγένους ἀκούσας βλασφημίας ἐκ τῶν ἐπιδοθέντων βιβλίων, γνοὺς δὲ καὶ παρὰ τῶν ἐπιδεδωκότων τὰ ἐν Ἱεροσολύμοις ὑπὸ τῶν Ὠριγενιαστῶν γεγονότα διανίσταται γενναίως καὶ δημοσίωι συνο‐ | |
20 | δικῶι ἀναθέματι καθυποβάλλει τὰ Ὠριγένους δόγματα. καὶ τούτου ἐν Ἱεροσολύμοις γνωσθέντος ἀγανακτήσαντες οἱ περὶ Νόννον συνασ‐ πιστὰς ἔχοντες Λεόντιόν τε τὸν Βυζάντιον ἐν Κωνσταντινουπόλει ἀναπλεύσαντα καὶ Δομετιανὸν τὸν Γαλατίας καὶ Θεόδωρον τὸν Καππαδοκίας ἠνάγκαζον τὸν ἀρχιεπίσκοπον Πέτρον τὴν Ἐφραιμίου | |
25 | προσηγορίαν τῶν ἱερῶν ἀφελέσθαι διπτύχων. πολλῆς δὲ στάσεως ὑπ’ αὐτῶν γενομένης μεταπέμπεται ὁ ἀρχιεπίσκοπος ἐν μυστηρίωι τοὺς περὶ Σωφρόνιον καὶ Γελάσιον καὶ ἐπιτρέπει αὐτοῖς ποιῆσαι λίβελλον κατὰ τῶν Ὠριγενιαστῶν ὁρκίζοντα αὐτὸν μὴ ἀφαιρεθῆναι τῶν ἱερῶν διπτύχων τὴν Ἐφραιμίου τοῦ πατριάρχου προσηγορίαν. | |
30 | καὶ οἱ μὲν πατέρες τὸν λίβελλον ποιήσαντες ἐπιδεδώκασιν, ὁ δὲ ἀρχιεπίσκοπος τοῦτον δεξάμενος τῶι βασιλεῖ ἀπέστειλεν γράψας | |
αὐτῶι τὰ ὑπὸ τῶν Ὠριγενιαστῶν νεωτερισθέντα. ὅντινα λίβελλον | 191 | |
192 | ὁ εὐσεβέστατος ἡμῶν δεξάμενος βασιλεὺς ἴδικτον κατὰ τῶν Ὠρι‐ γένους πεποίηκε δογμάτων· ὧιτινι ἰδίκτωι καθυπέγραψεν Μηνᾶς ὁ πατριάρχης Κωνσταντινουπόλεως μετὰ τῆς ὑπ’ αὐτὸν συνόδου. ἠναγκά‐ σθησαν δὲ καὶ οἱ περὶ Δομετιανὸν καὶ Θεόδωρον ὑπογράψαι, ὧντινων | |
5 | ἡ ὑπόκρισις ἔκδηλος τοῖς πᾶσιν γέγονεν. ὁ μὲν γὰρ Δομετιανὸς ὑπογράψας καὶ γνοὺς τινὰς τῆς Ὠριγένους κακοδοξίας λαθόντας καὶ μὴ ὑπογράψαντας λύπηι καὶ ἀδημονίαι περιπεσὼν κείρας ἑαυτοῦ τὸν πώγωνα ἐχώρισεν ἑαυτὸν τῆς καθολικῆς κοινωνίας καὶ οὕτως ὑδρωπιάσας ἐν Κωνσταντινουπόλει ἐτελεύτησεν ἀκοινώνητος· τῆι | |
10 | δὲ Θεοδώρου ὑποκρίσει μαρτυροῦσιν οἱ ὑπ’ αὐτοῦ κατὰ τῶν ὀρθο‐ δόξων μετὰ τὴν αὐτοῦ ὑπογραφὴν ἐπενεχθέντες βαρύτατοι διωγμοί. Τοῦ τοίνυν κατὰ Ὠριγένους ἰδίκτου ἐν Ἱεροσολύμοις ἐμφανισθέντος περὶ τὸν Φεβρουάριον μῆνα τῆς πέμπτης ἰνδικτιόνος τῶι ἑνδεκάτωι τῆς τοῦ πατρὸς ἡμῶν Σάβα κοιμήσεως χρόνωι καὶ πάντων τῶν | |
15 | κατὰ Παλαιστίνην ἐπισκόπων καὶ τῶν τῆς ἐρήμου ἡγουμένων τῶι αὐτῶι καθυπογραψάντων ἰδίκτωι παρεκτὸς Ἀλεξάνδρου τοῦ ἐπισκό‐ που Ἀβίλης ἀγανακτήσαντες οἱ περὶ Νόννον καὶ Πέτρον καὶ Μηνᾶν καὶ Ἰωάννην καὶ Κάλλιστον καὶ Ἀναστάσιον καὶ λοιποὺς τῆς αἱρέσεως ἀρχηγοὺς τῆς τε καθολικῆς κοινωνίας ἀπέστησαν καὶ τῆς Νέας λαύρας | |
20 | ὑποχωρήσαντες ἔμειναν εἰς τὴν πεδιάδα. καὶ τούτου ἐν Κωνσταν‐ τινουπόλει ἀκουσθέντος, ἤδη τοῦ πάπα Εὐσεβίου κοιμηθέντος καὶ Λεοντίου ἀποθανόντος Θεόδωρος ὁ Καππαδοκίας τοῦ παλατίου κρατῶν τοὺς τῆς ἁγίας Ἀναστάσεως ἀποκρισιαρίους μεταπεμψά‐ μενος ἔλεγεν μετὰ πολλοῦ τοῦ θυμοῦ ὅτι εἰ μὴ πληροφορήσει ὁ πατρι‐ | |
25 | άρχης Πέτρος τοὺς πατέρας καὶ εἰς τὴν ἰδίαν αὐτοὺς ἐπαναγάγηι λαύραν, ἀπὸ ἐπισκόπων αὐτὸν ἐν ταύταις ποιῶ ταῖς ἡμέραις. τότε οἱ περὶ Νόννον καθ’ ὑπόθεσιν τοῦ εἰρημένου Θεοδώρου τοῦ ἐπίκλην | |
Ἀσκιδᾶ γράφουσιν τῶι ἀρχιεπισκόπωι τοιάδε | 192 | |
193 | Δυσωποῦμεν τὴν ὑμετέραν ὁσιότητα διά τινος μετρίας πληρο‐ φορίας θεραπεῦσαι τὰς ἡμετέρας διανοίας ἐν τῶι ὑμᾶς ἀποφαίνεσθαι καθολικῶς μετὰ πάσης προθυμίας καὶ λέγειν· λελυμένον ἔστω καὶ λέλυται ἐν ὀνόματι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος πᾶν γεγονὸς | |
5 | ἀνάθεμα μὴ ἀρέσκον θεῶι. τὴν γὰρ τοιαύτην πληροφορίαν κατα‐ δεχόμεθα, εἰ καὶ μὴ τὴν κατὰ λεπτὸν ἀκρίβειαν ἔχει. Τὴν τοιαύτην ἐπιστολὴν δεξάμενος ὁ ἀρχιεπίσκοπος τὰ μὲν πρῶτα οὐ κατεδέχετο τὴν αἰτηθεῖσαν πληροφορίαν ποιήσασθαι ὡς ταραχοποιὸν καὶ οὐκ ἔνθεσμον, πλὴν τὴν τοῦ Ἀσκιδᾶ συσκευὴν | |
10 | ὑφορώμενος καὶ τὸν ἑαυτοῦ καιρὸν ἐξαγοράσασθαι διανοηθεὶς μεταπέμπεται ἐκ τῆς πεδιάδος τοὺς περὶ Νόννον καὶ λαβὼν αὐτοὺς κατ’ ἰδίαν τὴν αἰτηθεῖσαν πρὸς αὐτοὺς ποιεῖται πληροφορίαν. καὶ οὕτως πληροφορηθέντες ὑπέστρεψαν μὲν εἰς τὴν Νέαν λαύραν, ἔμειναν δὲ ἐνέχοντες πικρῶς τοῖς τῆς Μεγίστης λαύρας πατράσιν. | |
15 | τότε ὁ Ἀσκιδᾶς ἀνελθόντα ἐν Κωνσταντινουπόλει τὸν ἀρχιεπίσκοπον Πέτρον ἠνάγκασεν συγκέλλους ἔχειν Πέτρον τε τὸν Ἀλεξανδρέα καὶ Ἰωάννην τὸν Στρογγύλον, Ἰωάννην δὲ τὸν εὐνοῦχον τῆς μονῆς Μαρτυρίου κρατοῦντα ἡγούμενον τῆς νέας ἐκκλησίας πεποίηκεν. ἐντεῦθεν πλείονα ἄδειαν λαβόντες οἱ περὶ Νόννον τὴν μὲν ἑαυτῶν | |
20 | ἀσέβειαν δημοσίαι καὶ κατ’ οἴκους ἐκήρυττον, διωγμοὺς δὲ διαφό‐ ρους ἐπενόουν κατὰ τῶν τῆς Μεγίστης λαύρας πατέρων. καὶ εἴ τινα ἑώρων ἐν τῆι ἁγίαι πόλει μοναχὸν ὀρθόδοξον, τοῦτον διὰ κοσμι‐ κῶν τινῶν τύπτοντες καὶ Σαβαίτην ἀποκαλοῦντες τῆς ἁγίας ἀπή‐ λαυνον πόλεως. καὶ τινῶν τῶν ὀρθοδόξων πατέρων τυπτηθέντων | |
25 | καὶ πολέμου κατὰ τῶν εὐσεβῶν γεγονότος οἱ Βέσσοι τοῦ Ἰορδάνου θείωι ζήλωι φερόμενοι ἀνῆλθον ἐν τῆι ἁγίαι πόλει βοηθῆσαι τοῖς πολεμουμένοις ὀρθοδόξοις. καὶ δημοσίου πολέμου συγκροτηθέντος | |
κατά τε τῶν Βέσσων καὶ τῶν ἄλλων ὀρθοδόξων καὶ αὐτῶν προσφυ‐ | 193 | |
194 | γόντων τῶι τῆς Μεγίστης λαύρας ξενοδοχείωι ἐπῆλθον ἄφνω οἱ πολέμιοι μετὰ πλείστης μανίας βουλόμενοι τοὺς πατέρας διαχει‐ ρίσασθαι. καὶ τὸ ξενοδοχεῖον ἠσφαλισμένον εὑρόντες τὰς θυρίδας τοῖς λίθοις κατέκλασαν καὶ τοὺς ἔνδον ἀνενδότως ἐλίθαζον. τῶν οὖν | |
5 | πατέρων πολιορκουμένων Θεόδουλός τις Βέσσος πτύον εὑρὼν καὶ τοῦτο μετὰ χεῖρας λαβὼν καὶ τοῦ ξενοδοχείου ὑπεξελθὼν τριακοσίους ὄντας σχεδὸν τοὺς πολεμίους διεσκόρπισεν μόνος, φυλαξάμενος μέντοι μηδένα τὸ παράπαν πλῆξαι, αὐτὸς δὲ παρ’ αὐτῶν λίθωι πληγεὶς ἔπεσεν καὶ μετ’ ὀλίγας ἡμέρας ἐτελεύτησεν. καὶ ἐντεῦθεν ὁ κατὰ | |
10 | τῶν εὐσεβῶν πόλεμος διελύθη πλὴν ὅτι τὸ κλασθὲν σιδήριον τῆς τοῦ ἐργοπρατείου θυρίδος μέχρι τῆς σήμερον καταβοᾶι τῆς τῶν πολεμίων ἐκείνων ἀποτομίας. Τότε οἱ τῆς Μεγίστης λαύρας πατέρες δυσωποῦσιν τὸν ἀββᾶν Γελάσιον ἀνελθεῖν ἐν Κωνσταντινουπόλει καὶ ταῦτα γνωρίσαι τῶι | |
15 | εὐσεβεστάτωι ἡμῶν βασιλεῖ. ὅστις ἀββᾶς Γελάσιος μέλλων ὁδεύειν τοὺς πατέρας ἐν τῆι τῆς Μεγίστης λαύρας ἐκκλησίαι συνηγμένους ἀσπασάμενος ἐκήρυξεν λέγων· ἰδού, πατέρες, κατὰ τὴν αἴτησιν ὑμῶν ἀνέρχομαι ἐν Κωνσταντινουπόλει τὰ ἐν τῆι ὁδῶι συμβησόμενά μοι μὴ εἰδώς. δυσωπῶ τοίνυν ὑμᾶς ὥστε τινὰ τῶν Θεοδώρωι τῶι | |
20 | Μομψουεστίας προσκειμένων μὴ ἐᾶσαι συμμεῖναι ὑμῖν, αἱρετικῶι αὐτῶι ὄντι, ἐπείπερ καὶ ὁ ἐν ἁγίοις πατὴρ ἡμῶν Σάβας τοῦτον μετὰ τοῦ Ὠριγένους ἐμυσάττετο. ἐγὼ γὰρ σφόδρα μεταμεμέλημαι καθυ‐ πογράψας τῶι γενομένωι ὑπὸ τῆς ἐρήμου λιβέλλωι κατ’ ἐπιτροπὴν τοῦ πατριάρχου πρὸς τὸ μὴ ἀναθεματισθῆναι αὐτόν. πλὴν ὅτι ὁ | |
25 | θεὸς κηδόμενος τῆς ἑαυτοῦ ἐκκλησίας τὸν μὲν λίβελλον ἀπαράδεκτον γενέσθαι ὠικονόμησεν, αὐτὸν δὲ Θεόδωρον ἀναθεματισθῆναι εὐδό‐ κησεν. ταῦτα ὁ μακαρίτης Γελάσιος εἰπὼν τοῖς πατράσιν καὶ συν‐ ταξάμενος ἐξῆλθεν. αὐτοῦ δὲ κατὰ τὸ Βυζάντιον γεγονότος | |
μηνύεται τῶι Ἀσκιδᾶι ἡ αὐτοῦ παρουσία καὶ παραγγέλλονται οἵ τε | 194 | |
195 | τοῦ ὀρφανοτροφίου καὶ τοῦ πατριαρχείου καὶ τοῦ παλατίου μοναχὸν ἀπὸ Ἱεροσολύμων μὴ δέξασθαι. ὁ οὖν ἀββᾶς Γελάσιος μηδαμοῦ δεχθῆναι δυνηθεὶς καὶ τὰς τοῦ Ἀσκιδᾶ συσκευὰς ὑφορώμενος ἐξέρχεται τοῦ Βυζαντίου ἐπὶ Παλαιστίνην πεζῆι τὴν πορείαν ποιούμενος. | |
5 | καὶ δὴ φθάσας τὸ Ἀμόριον ἐτελεύτησεν μηνὶ Ὀκτοβρίωι τῆς ἐνάτης ἰνδικτιόνος. καὶ τοῦτο ἐγνωκότες οἱ τῆς Μεγίστης λαύρας πατέρες ἀνῆλ‐ θον ὁμοθυμαδὸν ἐν τῆι ἁγίαι πόλει αἰτῆσαι ἡγούμενον καὶ μηνύ‐ σαντες τῶι πατριάρχηι τοῦ ἐπισκοπείου μεθ’ ὕβρεων καὶ ὠθισμῶν ἐξεβλήθησαν κατ’ ἐπιτροπὴν τῶν συγκέλλων καὶ πολλῶν θλίψεων | |
10 | αὐτοῖς ἐντεῦθεν ἐπιγενομένων ἄπρακτοι εἰς τὴν λαύραν ὑπέστρεψαν. τότε δὴ πάντες προσετίθεντο τοῖς Ὠριγενιασταῖς ἢ χρείαι δουλεύ‐ οντες ἢ κολακείαις δελεαζόμενοι ἢ ἀγνοίαι κλεπτόμενοι ἢ τὸ τῆς ἀσεβείας κράτος φοβούμενοι. καὶ οὕτως οἱ ἑτερόδοξοι πάντων κρα‐ τήσαντες πρὸς μόνην τὴν Μεγίστην λαύραν ἀντιτείνουσαν εἶχον τὴν | |
15 | παράταξιν καὶ πολλὴν ἐτίθεντο σπουδὴν ταύτης περικρατεῖς γενέσθαι. πολλοῖς τοίνυν χρησάμενοι δελεάσμασιν προεβάλοντο ἡγούμενον τινὰ Ὠριγενιαστὴν Γεώργιον προσαγορευόμενον. καὶ καταφέρουσιν αὐτὸν εἰς τὴν λαύραν δορυφορούμενον καὶ καθίζουσιν αὐτὸν ἐν τῶι θρόνωι τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Σάβα μηνὶ Φεβρουαρίωι τῆς ἐνάτης ἰνδικ‐ | |
20 | τιόνος. καὶ γίνεται τότε διωγμὸς μέγας καὶ τῶν ἁγίων πατέρων ἡμῶν σκορπισμὸς ἐπὶ τῆι τοῦ λύκου παρουσίαι. καὶ ὁ μὲν θεσπέσιος πατὴρ ἡμῶν Ἰωάννης ὁ ἐπίσκοπος καὶ ἡσυχαστὴς διὰ πολλῶν χρόνων ἐξελθὼν τοῦ ἑαυτοῦ ἐγκλειστηρίου ἀνεχώρησεν εἰς τὸ ὄρος τῶν Ἐλαιῶν καὶ σὺν αὐτῶι ἅπαντες οἱ τῆς εὐσεβείας τρόφιμοι, ἐξ ὧν | |
25 | πολλοὶ κατὰ τὰς χώρας διεσπάρησαν· ὁ δὲ θεὸς μέγα σημεῖον πεποίη‐ κεν ὥσπερ ἐπὶ Ἀρείου ποτέ. ἐν αὐτῆι γὰρ τῆι τοῦ διωγμοῦ ἡμέραι | |
ἐν ἧι οἱ τῆς Μεγίστης λαύρας ἐξηλαύνοντο, ὁ τῶν πολεμίων ἔξαρχος καὶ | 195 | |
196 | τῆς ἀσεβείας στρατηγὸς Νόννος ἐξ ἀνθρώπων ἀνάρπαστος γέγονεν αἰφνιδίωι κατασχεθεὶς θανάτωι. Ὁ μέντοι βαρύτατος λύκος Γεώργιος ἐπὶ ἑπτὰ μῆνας τῆς ἱερᾶς τοῦ θείου Σάβα ποίμνης κρατήσας ταύτης ἐκβάλλεται ὑπὸ τῶν | |
5 | ἑαυτοῦ συνασπιστῶν ἐπὶ ἀσωτίαι καὶ αἰσχρότητι κατηγορηθείς· τὰς δὲ κατηγορίας αὐτὰς ἑκὼν παρασιωπήσω, ἵνα μὴ δημοσιεύσω τῶι λόγωι τὰ λήθης ἄξια καὶ βαθείας σιγῆς. τότε οἱ ἐν τῆι Μεγίστηι λαύραι περιλειφθέντες πατέρες κατὰ γνώμην τοῦ πατριάρχου ἔλαβον ἡγούμενον τὸν ἀββᾶν Κασιανὸν τὸν Σκυθοπολίτην τὴν τοῦ Σουκᾶ | |
10 | συνοδίαν τὸ τηνικαῦτα καλῶς καὶ ὀρθοδόξως κυβερνῶντα, ἄνδρα ἐξ ἁπαλῶν ὀνύχων ἀποταξάμενον καὶ ὑπὸ τοῦ θείου Σάβα παιδευ‐ θέντα καὶ πρεσβύτερον τῆς Μεγίστης λαύρας γεγονότα καὶ ἐπὶ ὀκτὼ χρόνους τὴν τοῦ Σουκᾶ λαύραν κυβερνήσαντα καὶ τὴν τοῦ Ζουγγᾶ λεγομένην μονὴν ἐν Σκυθοπόλει συστησάμενον. ὅστις | |
15 | ἀββᾶς Κασιανὸς τὴν τοῦ θείου πρεσβύτου ἱερὰν ποίμνην ἐπὶ δέκα μῆνας ποιμάνας ἐν εἰρήνηι ἐπὶ τὸ αὐτὸ ἐκοιμήθη καὶ ὕπνωσεν μηνὶ Ἰουλίωι εἰκάδι τῆς δεκάτης ἰνδικτιόνος τῶι ἑξκαιδεκάτωι τῆς τοῦ μεγάλου Σάβα κοιμήσεως χρόνωι. Τότε τοίνυν οἱ τῆς Μεγίστης λαύρας πατέρες ἐκ θεοῦ κινηθέντες | |
20 | προβάλλονται ἡγούμενον τὸν ἀββᾶν Κόνωνα, ἄνδρα ἔν τε μοναχικοῖς κατορθώμασιν καὶ ὀρθοδόξοις δόγμασιν περιβόητον, Λύκιον μὲν τῶι γένει καὶ ἐν τῆι πατρίδι ἐκ βρέφους τὴν μοναχικὴν ἀσκήσαντα πολιτείαν καὶ ἐν πολλοῖς κατὰ θεὸν ἀγωνίσμασιν ἀριστεύσαντα, ἐλθόντα δὲ εἰς προσκύνησιν τῶν ἁγίων τόπων μετὰ τὴν τοῦ μακαρίου | |
25 | Σάβα κοίμησιν καὶ εἰς τὴν Μεγίστην λαύραν ὑπὸ τοῦ θεοῦ ὁδηγη‐ θέντα καὶ πάντας τοὺς πατέρας οἰκοδομήσαντα τῆι τε τοῦ βίου καθαρότητι καὶ τῆι τοῦ ἤθους ἁπλότητι καὶ τῆι τῶν τρόπων πραότητι | |
καὶ τῆι τῆς πνευματικῆς συνέσεως καὶ διακρίσεως συγκράσει. ὅστις | 196 | |
197 | ἀββᾶς Κόνων τὴν τοῦ μακαρίου Σάβα ποίμνην ἐλαττωθεῖσαν καὶ ὀλιγωθεῖσαν παραλαβὼν ἐπλήθυνέν τε αὐτὴν καὶ περιφανεστέραν εἰργάσατο καὶ τοὺς κατὰ τὰς χώρας διασπαρέντας πατέρας πάντοθεν ἐπισυνήγαγεν. τότε δὴ ὁ ἀεὶ τῆς ἑαυτοῦ ἐκκλησίας προνοούμενος | |
5 | θεὸς διεσκέδασεν τὴν τῶν Ὠριγενιαστῶν ὁμόνοιαν, ὥσπερ πάλαι ἐπὶ τοῦ Ἔβερ πεποίηκεν τῆι τῶν γλωσσῶν διαιρέσει τὴν θεομάχον διαλύσας συμφωνίαν. τοῦ γὰρ Νόννου ἐκποδὼν γεγονότος οἱ τῆς Φιρμίνου λαύρας πρὸς τοὺς τῆς Νέας λαύρας διενεχθέντες περὶ τῶν σφῶν αὐτῶν δογμάτων εἰς τὸν κατ’ ἀλλήλων ἀπησχολήθησαν πόλεμον. | |
10 | καὶ ἡ μὲν τῶν ἀμφοτέρων πολυσχεδὴς ἀσέβεια κατὰ τὸν παρόντα χρόνον ὑπό τινων θεοφιλῶν ἀνδρῶν τῆς ἡμετέρας ἀγέλης ἀκριβεστέρωι τε καὶ πλατυτέρωι λόγωι στηλιτεύεται καὶ τῆς προσηκούσης τυγχάνει ἀνατροπῆς· ῥάιδιον δέ ἐστιν παντὶ βουλομένωι καταμαθεῖν τὴν τούτων ἀσέβειαν ἐξ αὐτῶν τῶν προσηγοριῶν ὧνπερ αὐτοὶ ἀλλήλους | |
15 | ὀνομάζουσιν, τῶν μὲν Νεολαυριτῶν τοὺς ἀπὸ τῶν Φιρμίνου Πρω‐ τοκτίστους ἢ γοῦν Τετραδίτας καλούντων, τῶν δ’ αὖ πάλιν Φιρμι‐ νιωτῶν τοὺς Νεολαυρίτας Ἰσοχρίστους ὀνομαζόντων. ἐκ τῶν γὰρ οἰκείων τῆς ἀσεβείας δογμάτων τὰς ὀνομασίας ἐκληρώσαντο ἕκαστοι. Θεοδώρου τοίνυν τοῦ Καππαδοκίας τῶν τῆς πολιτείας κρατοῦντος | |
20 | πραγμάτων καὶ τοῦ μέρους τῶν Ἰσοχρίστων ὄντος καὶ ἀντιλαμβανο‐ μένου καὶ πολλοὺς αὐτῶν χειροτονηθῆναι ἐπισκόπους Παλαιστίνης παρασκευάσαντος, γενέσθαι δὲ καὶ Θεόδωρον τὸν τῆς Νέας λαύρας ἡγούμενον σταυροφύλακα καὶ τῆς Σκυθοπολιτῶν μητροπολίτην ζάλαι τινὲς καὶ κλύδωνες κατελάμβανον οὐ μόνον τὴν ἡμετέραν | |
25 | ἀγέλην, ἀλλὰ καὶ τὴν τῶι ἀσεβεστάτωι Πρωτοκτίστωι δόγματι | |
προσκειμένην, ἧς ἡγούμενος ὑπῆρχεν Ἰσίδωρος. ὅστις Ἰσίδωρος | 197 | |
198 | μὴ ἰσχύων ἀντιστῆναι τῶι Ἀσκιδᾶι καὶ τοῖς Νεολαυρίταις προσερρύη τῶι τῆς ἡμετέρας ἀγέλης ποιμένι ἀββᾶι Κόνωνι καὶ δοὺς αὐτῶι λόγον εἰς τὴν ἁγίαν Σιὼν ὡς οὐκ ἀντιλαμβάνεται τοῦ τῆς προυπάρξεως δόγματος, ἀλλὰ καὶ πάσηι δυνάμει συναγωνίσηται κατὰ τῆς ἀσεβείας, | |
5 | ἀνέβη σὺν αὐτῶι ἐν Κωνσταντινουπόλει ἐν ἀρχῆι τῆς πεντεκαιδεκάτης ἰνδικτιόνος. Οἱ μὲν οὖν περὶ τὸν ἀββᾶν Κόνωνα ἐν Κωνσταντινουπόλει γεγο‐ νότες καὶ διαφόροις θλίψεσιν ὑπὸ τοῦ Ἀσκιδᾶ καθυποβληθέντες διὰ τῆς ὑπομονῆς νικηφόροι ἀνεδείχθησαν. ὀλίγων γὰρ διελθουσῶν | |
10 | ἡμερῶν Πέτρου τοῦ ἀρχιεπισκόπου τελευτήσαντος καὶ Μακαρίου ὑπὸ τῆς αὐθαδείας τῶν Νεολαυριτῶν χειροτονηθέντος καὶ πολέμου ἐν τῆι ἁγίαι πόλει γεγονότος ὁ μὲν εὐσεβέστατος βασιλεὺς σφοδρῶς ἀγανακτήσας κατά τε τοῦ Ἀσκιδᾶ καὶ τῶν Ὠριγενιαστῶν Μακάριον τῆς ἐπισκοπῆς ἐξεωθῆναι ἐκέλευσεν, οἱ δὲ περὶ τὸν ἀββᾶν Κόνωνα | |
15 | καιροῦ ἐπιτηδείου δραξάμενοι τὰ καθ’ ἑαυτοὺς τῶι βασιλεῖ γνωρίσαντες λίβελλον αὐτῶι ἐπιδεδώκασιν πᾶσαν τὴν τῶν Ὠριγενιαστῶν ἀσέ‐ βειαν ἐμφανῆ ποιήσαντες Ἰσιδώρου τελευτήσαντος. καὶ ἐντεῦθεν πλείστης παρρησίας μετασχόντες Εὐστόχιον οἰκονόμον ὄντα Ἀλεξαν‐ δρείας καὶ ἐν Κωνσταντινουπόλει γεγονότα ἐπίσκοπον Ἱεροσολύμων | |
20 | προβάλλονται, ὁ δὲ εὐσεβέστατος ἡμῶν βασιλεὺς Εὐστόχιον μὲν πατρι‐ άρχην γενέσθαι ἐθέσπισεν, ἐκέλευσεν δὲ καὶ σύνοδον οἰκουμενικὴν γενέσθαι. καὶ ὁ ἀββᾶς δὲ Κόνων ἀπολύων ἐπὶ Ἱεροσόλυμα τὸν Εὐστόχιον παρεκάλεσεν ἀποστεῖλαι τὸν τῆς μονῆς τοῦ μακαρίου Θεοδοσίου ἡγούμενον Εὐλόγιον, ἐφ’ ὧι εὑρεθῆναι καὶ αὐτὸν ἐν τῆι ἀθροιζομένηι | |
25 | συνόδωι. ὅστις Εὐστόχιος τῆς πατριαρχίας ἐντὸς γενόμενος τρεῖς μὲν ἐπισκόπους ἀπέστειλεν τὸν ἑαυτοῦ τόπον ἐν τῆι συνόδωι ἀναπλη‐ ροῦντας, ἀπέστειλεν δὲ καὶ τὸν ἀββᾶν Εὐλόγιον μετὰ ἄλλων δύο | |
ἡγουμένων Κυριακοῦ τε τῆς λαύρας τῆς λεγομένης Πηγῆς καὶ Παγκρα‐ | 198 | |
199 | τίου τινὸς στυλίτου. τῆς τοίνυν ἁγίας καὶ οἰκουμενικῆς πέμπτης συνόδου ἐν Κωνσταντινουπόλει συναθροισθείσης κοινῶι καὶ καθο‐ λικῶι καθυπεβλήθησαν ἀναθέματι Ὠριγένης τε καὶ Θεόδωρος ὁ Μομψουεστίας καὶ τὰ περὶ προυπάρξεως καὶ ἀποκαταστάσεως | |
5 | Εὐαγρίωι καὶ Διδύμωι εἰρημένα παρόντων τῶν τεσσάρων πατριαρ‐ χῶν καὶ τούτοις συναινούντων. τοῦ μέντοι θεοφυλάκτου ἡμῶν βασιλέως ἀποστείλαντος ἐν Ἱεροσολύμοις τὰ ἐν τῆι συνόδωι πραχ‐ θέντα καὶ πάντων τῶν κατὰ Παλαιστίνην ἐπισκόπων χειρὶ καὶ στόματι ταῦτα βεβαιωσάντων καὶ κυρωσάντων πλὴν Ἀλεξάνδρου τοῦ Ἀβίλης | |
10 | καὶ διὰ τοῦτο τῆς ἐπισκοπῆς ἐκβληθέντος καὶ ἐν τῶι Βυζαντίωι ὑπὸ σεισμοῦ καταχωσθέντος οἱ μὲν Νεολαυρῖται τῆς καθολικῆς ἐχώρισαν ἑαυτοὺς κοινωνίας, ὁ δὲ πατριάρχης Εὐστόχιος διαφόρως αὐτοὺς μεταχειρισάμενος καὶ ἐπὶ ὀκτὼ μῆνας τῆι πρὸς αὐτοὺς νουθεσίαι καὶ παρακλήσει χρησάμενος καὶ μὴ πείσας αὐτοὺς τῆι καθολικῆι | |
15 | κοινωνῆσαι ἐκκλησίαι βασιλικαῖς κελεύσεσιν χρησάμενος δι’ Ἀναστα‐ σίου τοῦ δουκὸς τῆς Νέας λαύρας αὐτοὺς ἐξέωσεν καὶ τὴν ἐπαρχίαν πᾶσαν τῆς αὐτῶν ἠλευθέρωσεν λύμης. μὴ βουλόμενος δὲ ἀοίκητον ἐᾶσαι τὸν τόπον ἑκατὸν εἴκοσι μοναχοὺς ἐπιλεξάμενος ἐκεῖσε κατε‐ φύτευσεν, ἑξήκοντα μὲν ἐκ τῆς Μεγίστης λαύρας, ἐξ ὧν ἐχειροτόνησεν | |
20 | Ἰωάννην τινὰ ἀπὸ σχολαρίων ἡγούμενον, καὶ ἄλλους ἑξήκοντα ἀπὸ τῶν λοιπῶν τῆς ἐρήμου ὀρθοδόξων μοναστηρίων. ὧν εἷς εἰμὶ ἐγὼ μεταπεμφθεὶς ἐκ τῆς μονῆς τοῦ ἐν ἁγίοις Εὐθυμίου ὑπὸ τῶν τῆς Μεγίστης λαύρας πατέρων γνώμηι καὶ ἐπιτροπῆι τοῦ θεσπεσίου Ἰωάννου τοῦ ἐπισκόπου καὶ ἡσυχαστοῦ. τοιγαροῦν συναθροισθέντες | |
25 | εἰς τὴν ἁγίαν πόλιν ἐξήλθομεν μετὰ τοῦ πατριάρχου καὶ τοῦ νέου | |
ἡγουμένου ἐπὶ Θεκῶαν τὴν κώμην καὶ τῶν Ὠριγενιαστῶν ὑπὸ | 199 | |
200 | Ἀναστασίου τοῦ δουκὸς διωχθέντων παρελάβομεν τὴν Νέαν λαύραν μηνὶ Φεβρουαρίωι εἰκάδι πρώτηι τῆς δευτέρας ἰνδικτιόνος τῶι εἰκοστῶι τρίτωι τῆς τοῦ μακαρίου Σάβα κοιμήσεως χρόνωι. καὶ ἐν τούτοις μὲν τέλος ἐδέξατο ὁ κατὰ τῆς εὐσεβείας πόλεμος, ἐγὼ δὲ | |
5 | ἐνταῦθα στῆσαι μέλλων τὸν περὶ τοῦ θείου πρεσβύτου λόγον τὴν προφητικὴν φωνὴν προσφόρως ἐρῶ· ἀγαλλιάσθω ἡ ἔρημος καὶ ἀνθείτω ὡς κρίνον, ὅτι ἠλέησεν ὁ θεὸς τὰ τέκνα αὐτῆς, ἐκεῖνα πρὸς ἑαυτὸν εἰπών· ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Ἱεροσολύμοις καὶ τοῦ στεναγμοῦ αὐτῶν ἀκήκοα καὶ βού‐ | |
10 | λομαι ἐξελέσθαι αὐτούς· καὶ βουληθεὶς ἐπεσκέψατο καὶ ἐπισκε‐ ψάμενος ἔσωσεν καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῆς καταδυναστείας τῶν Ὠριγενιαστῶν καὶ ἐξέβαλεν αὐτοὺς ἀπὸ προσώπου ἡμῶν καὶ κατεσκήνωσεν ἡμᾶς ἐν τοῖς σκηνώμασιν αὐτῶν καὶ τοὺς πόνους αὐτῶν κατεκληρονόμησεν ἡμᾶς, ὅπως ἂν φυλάξωμεν τὰ δικαιώματα | |
15 | αὐτοῦ καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωμεν. αὐτῶι ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. | |
Βίος τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Σάβα | 200 |