TLG 2877 001 :: CYRILLUS :: Vita Euthymii CYRILLUS Biogr. Vita Euthymii Citation: Page — (line) | ||
3(1t) | ΚΕΦΑΛΑΙΑ ΤΗΣ ΠΕΡΙ ΤΟΥ ΜΕΓΑΛΟΥ ΕΥΘΥΜΙΟΥ | |
2t | ΣΥΓΓΡΑΦΗΣ | |
---|---|---|
3 | Α προοίμιον τοῦ βίου ἤτοι πρόλογος Β περὶ πατρίδος καὶ γονέων ὀπτασίας καὶ γεννήσεως Εὐθυμίου | |
5 | Γ ὅτι βαπτίζεται καὶ ἀναγνώστης γίνεται Δ πῶς καὶ ὑπὸ τίνων ἐξεπαιδεύθη Ε πρεσβύτερος γίνεται καὶ μοναχῶν προστάτης ϛ ἐλθὼν εἰς Ἱεροσόλυμα μένει εἰς Φαράν Ζ πῶς καὶ συνήφθη Θεοκτίστωι πνεύματι | |
10 | Η πῶς ἦλθεν εἰς τὸν χείμαρρον καὶ συνέστησεν μοναστήριον Θ διδασκαλία Εὐθυμίου Ι περὶ Τερέβωνος ΙΑ ἦλθεν εἰς τὸν Μαρδάν ΙΒ περὶ τοῦ μοναστηρίου Καπαρβαριχῶν καὶ τῶν Ζιφαίων | |
15 | ΙΓ περὶ τοῦ κατὰ θηρίων χαρίσματος ΙΔ ἦλθεν εἰς τὸν τῆς μονῆς τόπον ΙΕ περὶ τῶν σκηνῶν καὶ τῶν Σαρακηνῶν Ιϛ ἤρξατο δέχεσθαι καὶ λαύραν τὸν τόπον ποιεῖν ΙΖ περὶ φιλοξενίας αὐτοῦ καὶ εὐλογίας | |
20 | ΙΗ περὶ Αὐξεντίου ΙΘ περὶ Μάρωνος καὶ Κληματίου Κ περὶ τῆς ἐν Ἐφέσωι συνόδου ΚΑ περὶ πολιτείας αὐτοῦ καὶ τοῦ ἁγίου Ἀρσενίου ΚΒ προφητεία περὶ Ἀναστασίου | |
25 | ΚΓ ἡ στεῖρα τίκτει ΚΔ περὶ Αἰμιλιανοῦ ΚΕ περὶ τῆς ἀβροχίας Κϛ περὶ δογμάτων | |
ΚΖ περὶ τῆς ἐν Καλχηδόνι συνόδου | 3 | |
4 | ΚΗ περὶ τῆς 〈ἐν〉 προσκομιδῆι φανείσης ὀπτασίας ΚΘ ἐθεώρει τὰ ἀπόρρητα Λ πῶς Εὐδοκία ἐκοινώνησεν ἡ βασίλισσα ΛΑ περὶ τοῦ ἀββᾶ Σάβα | |
5 | ΛΒ περὶ Μαρτυρίου καὶ Ἡλία ΛΓ παραιτεῖται πατριάρχου παρουσίαν ΛΔ περὶ Ἀντιπάτρου ἐπισκόπου Βόστρων ΛΕ τελευτὴ Εὐδοκίας Λϛ τελευτὴ τοῦ ἀββᾶ Θεοκτίστου | |
10 | ΛΖ περὶ Χρυσίππου καὶ Κοσμᾶ καὶ Γαβριλλίου ΛΗ περὶ τῆς δίψης τοῦ ἀββᾶ Σάβα ΛΘ διαθήκη τοῦ μεγάλου Εὐθυμίου Μ τελευτὴ αὐτοῦ ΜΑ τελευτὴ Δομετιανοῦ | |
15 | ΜΒ μετάθεσις τοῦ λειψάνου ΜΓ ἡ λαύρα κοινόβιον γίνεται ΜΔ ἐγκαινίζεται ἡ μονή ΜΕ περὶ τῆς τῶν Ἀποσχιστῶν ἑνώσεως Μϛ πῶς ἐρημώθησαν αἱ σκηναί | |
20 | ΜΖ περὶ Καισαρίου καὶ Λεοντίου καὶ Νείλου ΜΗ περὶ κλαπέντος χρυσίου ΜΘ πῶς ἦλθεν ὁ συγγραφεὺς εἰς τὴν μονήν Ν περὶ Παύλου ΝΑ περὶ τοῦ Σαρακηνοῦ | |
25 | ΝΒ περὶ τῆς κόρης Θαλαβοῦ ΝΓ περὶ τοῦ υἱοῦ Ἀργώβ ΝΔ περὶ τῆς ἀπὸ 〈Βη〉ταβουδισσῶν ΝΕ περὶ 〈Προ〉κοπίου Νϛ περὶ τοῦ ξενικοῦ | |
30 | ΝΖ περὶ Ῥωμανοῦ ΝΗ περὶ τῶν ἀπὸ κώμης Φαράν ΝΘ περὶ τοῦ κλέψαντος τὴν χώνην | |
Ξ πῶς καὶ πότε συνετάγη ἡ παροῦσα βίβλος | 4 | |
5 | Τῶι τιμιωτάτωι καὶ ἀληθῶς ἐναρέτωι πατρὶ πνευματικῶι ἀβ‐ βᾶι Γεωργίωι πρεσβυτέρωι καὶ ἡγουμένωι θεαρέστως ἡσυχάζοντι ἐν τῶι κατὰ Σκυθόπολιν τόπωι καλουμένωι Βεελλὰ Κύριλλος ἐν κυρίωι χαίρειν. Πίστις προηγείσθω τῶν περὶ Εὐθυμίου τοῦ φερωνύ‐ | |
5 | μου λόγων, πίστις ἡ τῶν ἐλπιζομένων ὑπόστασις, ἐξ ἧς ἐδικαιώθημεν καὶ ἐν ἧι ἑστήκαμεν καὶ καυχώμεθα ἐπ’ ἐλπίδι τῆς δόξης τοῦ θεοῦ. χωρὶς γὰρ πίστεως ἀδύνατον εὐαρεστῆσαι, ἐπείπερ, ὥς φησιν ἡ γραφή, πιστεῦσαι δεῖ τὸν προσερχόμενον τῶι θεῶι ὅτι ἔστιν, καὶ τοῖς ἐκζητοῦσιν | |
10 | αὐτὸν μισθαποδότης γίνεται. ὁ μὲν γὰρ ἄνευ πίστεως λέγειν τι ἢ ἀκούειν ἐπιχειρῶν διὰ κενῆς κοπιᾶι ὠφέλειάν τινα ἑαυτῶι πορί‐ σασθαι μὴ δυνάμενος· ὁ δὲ τὴν τὰ πάντα ἰσχύουσαν πίστιν κεκτημένος ὅσα βούλεται, δύναται, μάλιστα ἀδίστακτον ταύτην διαφυλάττων μὴ συγκαταπίπτων τῆι ἀπιστίαι, ἀλλὰ νεάζων ἀεὶ καὶ ἐνδυναμούμενος | |
15 | τῆι πίστει, μὴ διστάζων ἢ διακρινόμενος. ὁ γὰρ διακρινόμενος ἔοικεν κλύδωνι θαλάσσης ἀνεμιζομένωι καὶ ῥιπιζομένωι καὶ τὰ ἑξῆς. Ἐγὼ μὲν οὖν ἀρχὴν καὶ ῥίζαν καὶ θεμέλιον τῶν περὶ τοῦ ὁσίου Εὐθυ‐ μίου λόγων τὴν ἀδίστακτον τίθημι πίστιν πρὸς τὸ ταύτην ἀναλαμβά‐ | |
20 | νειν τοὺς μέλλοντας ἐντυγχάνειν καὶ μηδενὶ τούτων ἀπιστεῖν ἀλλὰ τὰς ἰδίας διανοίας διὰ τῆς πίστεως ἑλκύσαι πρὸς συγκατάθεσιν. καὶ | |
αὐτὸς δέ, τιμιώτατε πάτερ, τῆι τοῦ ἁγίου πνεύματος δυνάμει | 5 | |
6 | κραταιούμενος τῆι βεβαίαι ὀχυρώθητι πίστει· ταύτηι γὰρ ἐγὼ ἐπερει‐ δόμενος τοῦτον τὸν πόνον συνεστησάμην ζηλώσας μὲν τὴν φιλόπονον μέλισσαν τὴν ἐκ πολλῶν ἀνθέων συλλέγουσαν τὰ χρήσιμα πρὸς τὴν τοῦ μέλιτος ἐργασίαν, σπουδῆι δὲ καὶ προσευχῆι χρησάμενος τὰ | |
5 | παραδραμόντα τῶι χρόνωι παρὰ ἀληθευόντων ἁγίων καὶ τῆς ἐρήμου ταύτης ἀρχαιοτάτων ἀνελεξάμην ὧδέ τε κἀκεῖσε περιθέων καὶ περι‐ αθροίζων αὐτὰ καὶ συλλέγων, ὥσπερ ἔκ τινος βυθοῦ τοῦ μακροῦ χρόνου καὶ τῆς λήθης ἀναλεγόμενος, πιστεύων ἀκριβῶς τὸν παρὰ τοῦ μισθαποδότου θεοῦ κομίσασθαι μισθὸν ἐκ τοῦ ἀνανεῶσαι τῆι μνή‐ | |
10 | μηι τὰ μνημονεύεσθαι ἄξια καὶ τύπον ἀγαθὸν παρασχέσθαι τοῖς ἐντυγχάνουσιν τῆι τοιαύτηι φιλοπόνωι σπουδῆι. εἰ γὰρ καὶ τῆς ἀξίας οὐκ ἐφικνοῦμαι τοῦ ἐπαινουμένου σεβασμίου πατρός, ἀλλ’ οὖν εὔλογον εἶναι ἡγησάμην μᾶλλον τῆς ἀξίας διαμαρτεῖν ὑπὸ εὐγνωμοσύνης κινούμενος ἢ ἀγνωμοσύνηι παραλιπεῖν τὸ πᾶν καὶ τῆς ὑμετέρας | |
15 | παρακοῦσαι πατρότητος, ἅμα δὲ καὶ ὑφορώμενος ἐκεῖνο τὸ φοβερώ‐ τατον. ἔγκλημα τοῦ εἰς γῆν τὸ τάλαντον κατακρύψαντος πονηροῦ δούλου καὶ ὀκνηροῦ. καὶ οὕτως ἐτόλμησα ἀτέχνωι τινὶ καὶ τῆς ἔξωθεν παιδείας ἀπείρωι κεχρημένος λέξει τῆς προκειμένης ἀπάρξασθαι συγγρα‐ φῆς συνεργοῦντος τοῦ θεοῦ καὶ τὸ λέγειν ἐπιχορηγοῦντος διὰ τῆς τοῦ | |
20 | ὁσίου Εὐθυμίου πρεσβείας τοῦ τὴν ὑπόθεσιν τῶν λόγων παρασχομένου. | |
21t | ΒΙΟΣ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΡΣ ΗΜΩΝ ΕΥΘΥΜΙΟΥ | |
22 | Ὁ μονογενὴς υἱὸς καὶ λόγος τοῦ θεοῦ ὁ συνάναρχός τε καὶ συναί‐ | |
διος τῶι πατρὶ ὑπάρχων καὶ ὁμοούσιος ἀφάτωι φιλανθρωπίαι χρησά‐ | 6 | |
7 | μενος εὐδοκίαι τοῦ πατρὸς καὶ βουλήσει τοῦ ἁγίου πνεύματος κατη‐ ξίωσεν διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι ἐκ τῆς ἀχράντου καὶ θεοτόκου Μαρίας καὶ γεννηθῆναι ἐξ αὐτῆς, θεὸς οὐ γυμνὸς καὶ ἄνθρωπος οὐ ψιλός, σεσαρκωμένος δὲ μᾶλλον θεὸς | |
5 | ἑνώσας ἑαυτῶι καθ’ ὑπόστασιν τὸ ἀνθρώπινον, οὐ σύγχυσιν ὑποστάς, οὐ τροπὴν ὑπομείνας, οὐκ ἀλλοιωθεὶς τὴν φύσιν, ἀλλὰ μείνας ὃ ἦν, γέγονεν ὃ οὐκ ἦν, σωιζομένης δῆλον ὅτι τῆς τῶν συνελθουσῶν φύσεων διαφορᾶς καὶ εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν συνδραμουσῶν καθ’ ἕνωσιν ἀδιάσπαστον. ὅθεν ἐν ἑκατέραις ταῖς οὐσίαις εἷς καὶ ὁ αὐτὸς | |
10 | ὑπάρχει Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος ἀδιαίρετός τε καὶ ἀσύγ‐ χυτος γνωριζόμενος. τοιγαροῦν ἀπαθὴς ὢν θεὸς οὐκ ἀπηξίωσεν παθητὸς γενέσθαι ἄνθρωπος καὶ ἀθάνατος ὑπάρχων νόμοις ὑπο‐ κεῖσθαι θανάτου ἠνέσχετο, ὅπως τῆι τοιαύτηι πρὸς ἡμᾶς εὐσπλάγχνωι συγκαταβάσει καὶ ἑκουσίωι κενώσει τὴν πρὸς ἑαυτὸν ἡμῖν δωρήσηται | |
15 | ἄνοδον. δι’ ὃ καὶ τοὺς ἑαυτοῦ μαθητὰς ἐπὶ σωτηρίαι τοῦ ἡμετέρου γένους ἀποστέλλων ἔλεγεν· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. οἳ δὲ ταύτην παρα‐ λαβόντες τὴν ἐντολὴν καὶ τὴν οἰκουμένην ἅπασαν διαθέοντες λόγωι | |
20 | καὶ ἔργωι ἐκήρυττον τὴν εὐσέβειαν, λόγωι μὲν διδάσκοντες, ἔργωι δὲ καὶ βίωι τὸν λόγον βεβαιοῦντες, διὰ πάντων χωροῦντες τῶν δυσχε‐ ρῶν, διωκόμενοι θλιβόμενοι γυμνητεύοντες, αὐτῶν τῶν ἀναγκαίων ἐνδεεῖς γινόμενοι, ὕστερον καὶ θανάτου κατετόλμησαν, καλῶς διὰ πάντων τὸν δεσπότην μιμησάμενοι. ἐντεῦθεν ἡ θεογνωσία τῶι κόσμωι | |
25 | ἀνέτειλεν· ἐντεῦθεν ἡ τῆς ἀνθρωπότητος κατεφωτίσθη φύσις καὶ ἐκ τῆς τοῦ διαβόλου τυραννίδος ἠλευθερώθη· ἐντεῦθεν τοῖς ἀπεγνωσμένοις ἐπε‐ φάνη ἡ σωτήριος χάρις διαφόρως τε καὶ πολυτρόπως τοὺς πάντας εὐερ‐ | |
γετοῦσα· ἐντεῦθεν ἐκ πάντων τῶν ἐθνῶν ἐπεβλάστησαν αἱ τῶν ἁγίων | 7 | |
8 | μαρτύρων ἀγέλαι, ὧν τοὺς ἀγῶνας ζηλώσαντες οἱ πολλοὶ μετὰ τὸν διωγμὸν φωστήρων δίκην ἐν τῆι τῶν μοναχῶν ἐξέλαμψαν πολιτείαι. οἵτινες ἐκμαγεῖον τῆς ἀποστολικῆς ἀρετῆς τὸν ἑαυτῶν ἐποιήσαντο βίον, οἷς ἁρμόζει τὸ γραφικὸν ἐκεῖνο τὸ περιῆλθον ἐν μηλωταῖς, ἐν | |
5 | αἰγείοις δέρμασιν, ὑστερούμενοι θλιβόμενοι κακουχού‐ μενοι, ἐπ’ ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. τούτου τοῦ ἀνεπιλήπτου βίου μετασχὼν καὶ ὁ μέγας πατὴρ ἡμῶν Εὐθύμιος ἀφιερωθείς τε ἐκ βρέφους τῶι θεῶι καὶ ζηλώσας τὸν τῶν ἁγίων βίον εὐάρεστος τῶι θεῶι καὶ δόκιμος | |
10 | τοῖς ἀνθρώποις ἀνεδείχθη. οὗτινος ἁγίου πατρὸς ἀναγράψασθαι τὴν ἐν σαρκὶ πολιτείαν κελευσθεὶς ἀναμονῆς πάσης χωρὶς πείθομαί σοι κελεύσαντι, τίμιε πάτερ Γεώργιε· κελεύεις γὰρ ἡδέα καὶ ψυχω‐ φελῆ καὶ τῆς σῆς ἁγιωσύνης ἐπάξια. δίκαιον γάρ ἐστιν ὡς ἀληθῶς τὰ παραδραμόντα τῶι χρόνωι καὶ μὴ πολλοῖς ἐγνωσμένα ἀναζωγρα‐ | |
15 | φεῖν τῶι λόγωι καὶ μὴ συγχωρεῖν ταῦτα λήθης βυθοῖς ἀμαυροῦσθαι, ἀλλὰ κοινὸν ὄφελος καὶ εἰκόνα καὶ τύπον προτιθέναι τοῖς μετέπειτα βουλομένοις τῆς ἑαυτῶν προνοεῖσθαι σωτηρίας. ἤδη τοίνυν ἐντεῦθεν τὸν τοῦ θεοῦ υἱὸν καὶ λόγον ἐπικαλεσάμενος τὸν τοῦ παρόντος λόγου προτεθέντα τοῦ περὶ Εὐθυμίου ἀπάρξομαι λόγου. | |
20 | Ὁ οὐρανοπολίτης Εὐθύμιος γονέων ὑπῆρχεν Παύλου καὶ Διονυσίας προσαγορευομένων, οὐκ ἀσήμων ὄντων, ἀλλὰ καὶ λίαν εὐγενεστάτων καὶ πάσηι τῆι κατὰ θεὸν ἀρετῆι κεκοσμημένων, πατρίδα δὲ καὶ οἴκησιν ἐχόντων Μελιτηνὴν τὴν τῶν Ἀρμενίων περιφανῆ μητρόπολιν. ἡ οὖν μακαρία Διονυσία ἐπὶ ἱκανὰ ἔτη συζήσασα τῶι ἀνδρὶ στεῖρα οὖσα οὐκ | |
25 | ἔτικτεν· δι’ ὃ ἐν πολλῆι ἀθυμίαι διάγοντες οἱ ἀμφότεροι ἐπὶ συχνὸν | 8 |
9 | χρόνον διέμειναν δεόμενοι τοῦ θεοῦ ἐκτενῶς δωρηθῆναι αὐτοῖς παι‐ δίον. καὶ γενόμενοι εἰς τὸν αὐτόθι πλησίον τῆς πόλεως ἱερὸν οἶκον τοῦ ἐνδόξου καὶ καλλινίκου μάρτυρος Πολυεύκτου ἐπὶ ἡμέρας πλείους τῆι προσευχῆι προσεκαρτέρουν, ὡς ὁ τῶν ἀρχαίων εἰς ἡμᾶς ἐνεχθεὶς | |
5 | περιήγαγεν λόγος, καὶ ἐν μιᾶι τῶν νυκτῶν εὐχομένων αὐτῶν μόνων θεία τις ὀπτασία φαίνεται αὐτοῖς λέγουσα· εὐθυμεῖτε εὐθυμεῖτε· ἰδοὺ γὰρ κεχάρισται ὑμῖν ὁ θεὸς παῖδα εὐθυμίας φερώνυμον, ὅτι ἐπὶ τῆι γεννήσει αὐτοῦ εὐθυμίαν ταῖς ἑαυτοῦ ἐκκλησίαις δωρήσεται ὁ τοῦτον ὑμῖν χαριζόμενος. αὐτοὶ δὲ τὸν τῆς ὀπτασίας καιρὸν σημειωσάμενοι | |
10 | ὑπέστρεψαν εἰς τὸν οἶκον αὐτῶν καὶ ἐκ τοῦ χρόνου τῆς κυήσεως γνόν‐ τες ἀληθῆ συμβεβηκέναι τὰ τῆς ὀπτασίας ἅμα μὲν τῶι γεννηθῆναι τὸν παῖδα Εὐθύμιον ἐπωνόμασαν ὑποσχόμενοι ἀναθέσθαι αὐτὸν τῶι θεῶι· ἐγεννήθη δέ, καθὼς παρειλήφαμεν, κατὰ τὸν Αὔγουστον μῆνα τῆς τετάρτης Γρατιανοῦ ὑπατείας. ὅτι δὲ ἀληθὴς ἡ ὀπτασία, οἱ ἀνα‐ | |
15 | γινώσκοντες νοείτωσαν. τῶν γὰρ ἁγίων ἐκκλησιῶν ἐπὶ τεσσαράκοντα σχεδὸν ἔτη ἐν ἀθυμίαι ὄντων καὶ τῶν τῆς ὀρθοδόξου πίστεως ὑπασπιστῶν ἐλαυνομένων καὶ τῶν Ἀρειανῶν καταδυναστευόντων ἀπὸ τῶν Κωνσταντίου χρόνων καὶ διωγμοῦ κατὰ τῶν εὐσεβῶν ἐπι‐ κειμένου ἔν τε τοῖς Ἰουλιανοῦ τοῦ τυράννου χρόνοις καὶ τοῦ μετέπειτα | |
20 | τῆς Ἑώιας βασιλεύσαντος Οὐάλεντος, Εὐθυμίου τοῦ φερωνύμως κληθέντος γεννηθέντος πάντα τὰ τῶν ἁγίων ἐκκλησιῶν λυπηρὰ εἰς εὐθυμίαν μετετρέπετο. μήπω γὰρ τοῦ πέμπτου μηνὸς πληρωθέντος ἐπὶ τῆς ἕκτης ὑπατείας ἀρθεὶς ὁ θεομάχος Οὐάλης κατὰ βαρβάρων τὴν Θράικην ληιζομένων ἐπιστρατεύει καὶ ἐπ’ ὀλίγον χρόνον τῶι | |
25 | πολέμωι συγκοπτόμενος ὕστερον δίκην ἔτισεν τῆς θεομαχίας ἀξίαν· | 9 |
10 | ἐν γὰρ κώμηι τινὶ περὶ Ἀδριανούπολιν τῆς Θράικης κατὰ κράτος ἡττημένον καὶ φεύγοντα καταδραμόντες οἱ βάρβαροι ἔκαυσαν αὐτὸν μετὰ τῆς ἐχούσης αὐτὸν κώμης μήπω πληρωθέντος τοῦ πρώτου ἐνιαυτοῦ ἀπὸ τῆς Εὐθυμίου γεννήσεως. | |
5 | Τριετοῦς δὲ ἤδη χρόνου εἰσεληλυθότος Παῦλος μὲν ὁ πατὴρ τέλει τοῦ βίου ἐχρήσατο· ἡ δὲ μακαρία Διονυσία ἀδελφὸν ἔχουσα λογιώ‐ τατον Εὐδόξιον μὲν καλούμενον, τὸ δὲ αὐτόθι ἐπισκοπεῖον κρατοῦντα καὶ τῶι ἐπισκόπωι συνεδρεύοντα, τοῦτον σύμβουλον καὶ μεσίτην ποιησαμένη τῶι κατὰ τὸν καιρὸν ἐκεῖνον ἰθύνοντι τὴν κατὰ Μελιτηνὴν ἁγιωτάτην | |
10 | ἐκκλησίαν Ὀτρηίωι τῶι μεγάλωι τῶι ἐν τῆι κατὰ Κωνσταντινούπολιν ἁγίαι συνόδωι διαλάμψαντι προσήγαγεν τὸν παῖδα τήν τε ὑπόσχεσιν ἀποπληρώσασα καὶ ὡς θυσίαν αὐτὸν εὐπρόσδεκτον ἀναθεμένη τῶι θεῶι καθάπερ ἡ πολυθρύλητος Ἄννα ἐκείνη τὸν Σαμουήλ. ὁ δὲ μέγας ἐκεῖνος Ὀτρήιος ὁ ἁγιώτατος ἐπίσκοπος τόν τε παῖδα θεασά‐ | |
15 | μενος καὶ παρὰ τοῦ σχολαστικοῦ Εὐδοξίου ἀκούσας περί τε τῆς τοῖς γονεῦσι φανείσης ὀπτασίας καὶ ὅτι πρὸ γεννήσεως ἡ μήτηρ αὐτοῦ καθυπέσχετο αὐτὸν τῶι θεῶι μὴ εὐλαβηθεῖσα τὸ μέλλον, καὶ ὅτι αὐτὴ ἡ σύλληψις εὐχῆς ἔργον γεγένηται, θαυμάσας εἶπεν· ὄντως ἐπανα‐ πέπαυται τὸ πνεῦμα τοῦ θεοῦ ἐπὶ τὸ μειράκιον τοῦτο. καὶ τὸν μὲν | |
20 | παῖδα δεξάμενος ἐβάπτισεν καὶ ἀποθρίξας ἀναγνώστην τῆς ὑπ’ αὐτὸν ἐκκλησίας ἐποίησεν καὶ ἐν τῶι ἐπισκοπείωι λαβὼν καὶ τρόπον | |
τινὰ τεκνοποιησάμενος ἀνέτρεφεν· τὴν δὲ μακαρίαν Διονυσίαν ὡς | 10 | |
11 | προσκειμένην θεῶι καὶ τοῖς θείοις διάκονον ἐχειροτόνησεν τῆς ἁγιω‐ τάτης ἐκκλησίας. Εὐθυμίου τοίνυν τῶι ἐκκλησιαστικῶι καταλόγωι ἐναριθμίου γεγονότος παραυτίκα Θεοδόσιος ὁ μέγας τὰ τῆς Ῥωμαίων βασιλείας σκῆπτρα παρέλαβεν καὶ ἐν ταὐτῶι ἐδωρήσατο ὁ θεὸς τῆι | |
5 | τῶν Ῥωμαίων πολιτείαι καὶ ταῖς ἑαυτοῦ ἁγίαις ἐκκλησίαις θείαν δόσιν εὐθυμίας πάσης πεπληρωμένην καὶ συνηνέχθη τὸ τηνικαῦτα τοῖς ὀνόμασιν ὁμωνύμως τὰ πράγματα συμβῆναι. ἔδει γὰρ πληρω‐ θῆναι τὴν περὶ αὐτοῦ τοῖς γονεῦσι φανεῖσαν ὀπτασίαν. Ὀλίγου δέ τινος χρόνου διελθόντος κατανοήσας αὐτὸν ὁ ἐπίσκοπος | |
10 | τὴν τῶν παιδίων ἡλικίαν ὑπερβάντα ἤδη καὶ ὀφείλοντα τοῖς μαθήμασιν λοιπὸν ἐνασχολεῖσθαι παραδίδωσιν αὐτὸν διδασκάλοις τῶν ἱερῶν γραμ‐ μάτων. ἦσαν δὲ τότε ἐν τοῖς ἀναγνώσταις δύο νεανίσκοι ἐπὶ εὐγενείαι καὶ σωφροσύνηι αἰδέσιμοι καὶ πάσηι συνέσει διαπρέποντες, πρὸς τῆι θείαι γραφῆι καὶ τὴν ἔξω παιδείαν ἀκριβῶς ἠσκημένοι Ἀκάκιος καὶ | |
15 | Συνόδιος οὕτως προσαγορευόμενοι, οἵτινες μετὰ πολλοὺς ἀσκητικοὺς ἀγῶνας τῆς κατὰ Μελιτηνὴν ἁγιωτάτης ἐκκλησίας τὴν ἀρχιερωσύνην ἐδέξαντο ἐν ἰδίωι καιρῶι, ἕκαστος τούτων συμβαίνουσαν ἔχοντες τῆι ἀρχιερωσύνηι τὴν πολιτείαν, περὶ ὧν πολλὰ θαυμάσια διηγοῦνται οἱ Μελιτηνῶν παῖδες καὶ ἱερωσύνης ἀληθῶς ἐπάξια. οὗτοι ἐκ τῆς χειρὸς | |
20 | τοῦ ἐπισκόπου δεξάμενοι τὸν Εὐθύμιον ἐπαίδευσαν ἀκροτάτην εὐσέβειαν. ὅστις Εὐθύμιος ἐν ὀλίγωι χρόνωι πολλοὺς τῶν συνηλίκων ὑπερηκόντισεν τῆι τῆς ψυχῆς φιλοθείαι καὶ φιλομαθείαι. ἦν γὰρ αὐτοῦ ὑπὲρ τὴν ἡλικίαν τὸ πρόθυμον, ὥστε θαυμάζειν τὸν Ἀκάκιον τὴν πεφωτισμένην αὐτοῦ | |
διάνοιαν. οὕτω μὲν οὖν τὰ πρῶτα τῆς ἡλικίας ἐν τῶι ἐπισκοπείωι ὁ | 11 | |
12 | ἱερὸς οὗτος νεανίας παιδεύεται καὶ διαπλάττεται πλάσιν τὴν ἀρίστην καὶ καθαρωτάτην, ἥνπερ, ὥς φησιν ὁ θεολόγος Γρηγόριος, ἡμερινὴν ὁ θεῖος Δαυὶδ καλῶς ὀνομάζει καὶ τῆς νυκτερινῆς ἀντίθετον. ἐκμαν‐ θάνων δὲ τὰς θείας γραφὰς ἐπεπόθει μὲν ζηλωτὴς εἶναι τῶν ἐν αὐταῖς | |
5 | ἐμφερομένων θείων καὶ ἐναρέτων ἀνδρῶν, ἠνιᾶτο δὲ ὅταν ὑπό τινων ἀργολογούντων ἐστερεῖτο ἢ ἀφείλκετο τῶν θείων λογίων. Ἀκακίου δὲ τοῦ διδασκάλου τοὺς τρόπους μιμούμενος οὐδ’ ὅλως ἐποιεῖτο μνήμην ποικίλης τροφῆς οὔτε μὴν ἐφίετο κενῆς δόξης οὔτε ἤργει τὸ στόμα ἀπὸ δοξολογίας θεοῦ, ἀλλὰ τὴν μὲν θείαν λειτουργίαν τοῦ ἐκκλη‐ | |
10 | σιαστικοῦ κανόνος ἀπερισπάστωι καρδίαι καὶ ἀμετεωρίστωι νοὶ εἰς τοὺς ὡρισμένους ἐπετέλει καιροὺς μετὰ φόβου καὶ κατανύξεως ἐνθυμούμενος ὅτι χρὴ ἐν φόβωι καὶ τρόμωι λατρεύειν θεῶι, οὐχὶ δὲ μετὰ γέλωτος καὶ ψιθυρισμοῦ σκηνὴν θεατρικὴν τὴν ἐκκλησίαν ἐργάζεσθαι, ἀλλὰ μετ’ εὐλαβείας ἐν ἐκκλησίαι εἰσέρχεσθαι χρὴ | |
15 | ἕκαστον ὡς βασιλεῖ καὶ θεῶι ἐντυγχάνειν διὰ τῆς προσευχῆς μέλλοντα. τὸν δὲ μεταξὺ χρόνον οἴκοι ἐσχόλαζεν ἔν τε τῆι προσευχῆι καὶ τῆι ψαλμωιδίαι καὶ ταῖς τῶν θείων λογίων ἀναγνώσεσι διανυκτερεύων τε καὶ διημερεύων εἰδὼς ὅτι ὁ μελετῶν ἐν νόμωι κυρίου ἡμέρας καὶ νυκτὸς ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς | |
20 | διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῶι αὐτοῦ. καὶ ἐδίδου τῶι θεῶι ἑκάστου καιροῦ τὸν πρόσφορον καρπόν· ἐν καιρῶι γὰρ ὀργῆς ἐκαρποφόρει τῶι θεῶι τὴν ἀγάπην καὶ τὴν ὑπομονήν, καὶ τοῦ καιροῦ τῆς γαστριμαργίας ὁ καρπὸς ἦν αὐτῶι ἡ ἐγκράτεια, καὶ λογισμῶν ἐπερχομένων αὐτῶι ἡδονῆς τινος | |
25 | σωματικῆς αὖθις ἡ σωφροσύνη αὐτῶι ἀνεβλάστανεν. ἑταίροις δὲ καὶ | 12 |
13 | συνομίλοις ἐκέχρητο οὐ τοῖς ἀσελγεστάτοις, ἀλλὰ τοῖς σωφρονεστάτοις, οἷς καὶ συνεῖναι μᾶλλον λυσιτελέστατον τὸν εὐσεβείας ἀντεχόμενον. καὶ οὕτως καθ’ ἡμέραν ἀθλητικῶς ἀγωνιζόμενος κατώρθωσεν τήν τε ἀπὸ γλώσσης καὶ κοιλίας ἐγκράτειαν καὶ τὴν τελείαν ἀκτημοσύνην | |
5 | καὶ τὴν ἀληθινὴν ταπεινοφροσύνην καὶ τὸν τοῦ σώματος ἁγιασμόν. τῆς γὰρ σωφροσύνης σφόδρα ἐπιμελούμενος διετήρησεν ἄσβεστον τὴν λαμπάδα τῆς παρθενίας τῶι τῆς εὐσπλαγχνίας καὶ συμπαθείας κατα‐ κεκοσμημένην ἐλαίωι. Ὁ μὲν οὖν Εὐθύμιος οὕτως ἐπὶ πλεῖστον χρόνον γυμνασάμενος ἐπὶ | |
10 | τὴν τῶν ἀρετῶν τελειότητα κατήντησεν· ἡ δὲ τοῦ θεοῦ οἰκονομία τοῦτον οὕτως σοφίσασα καὶ διὰ πολλῶν τῶν ἐν μέσωι γνωρίσασα περιβόητον ἐξ ἀρχῆς ἀνέδειξεν. τραφεὶς μέντοι καὶ παιδευθεὶς ὡς εἴρηται, καὶ διὰ πάσης τῆς τῶν ἐκκλησιαστικῶν βαθμῶν ἀκολουθίας διεξελθὼν ὑπὸ τοῦ κατὰ τὸν καιρὸν ἐκεῖνον ἐπισκόπου χειροτονεῖται | |
15 | ἀκουσίως πρεσβύτερος τῆς κατὰ Μελιτηνὴν ἁγιωτάτης ἐκκλησίας καὶ ἐπιτρέπεται φροντίζειν καὶ προίστασθαι τῶν περὶ τὴν πόλιν μονα‐ στηρίων. ταύτην δὲ τὴν φροντίδα ἐνεχειρίσθη, ἐπειδὴ φιλομόναχός τε ὑπῆρχεν ἐκ παιδόθεν καὶ ὅτι ἐπιποθῶν τὴν ἡσυχίαν εἰς τὸ τοῦ ἁγίου Πολυεύκτου μοναστήριον καὶ εἰς τὸ τῶν ἁγίων τριάκοντα τριῶν | |
20 | μαρτύρων τὸν πλεῖστον διέτριβεν χρόνον· τὰς δὲ τῆς ἁγίας τεσσαρα‐ κοστῆς ἡμέρας ἀνεχώρει εἰς ὄρος ἔρημον μὲν τότε ὑπάρχον, νῦν δὲ μοναστηρίου θαυμασίου οἰκοδομὴν δεξάμενον πλησίον τῆς πόλεως τὸ παρὰ τοῖς προσοικοῦσιν τῆς Ἀναλήψεως προσαγορευόμενον. καὶ ταύτην τὴν ἔρημον ἠσπάζετο ἀπὸ τῆς ἡμέρας τῶν ἁγίων θεο‐ | |
25 | φανίων ἕως τῆς τοῦ πάσχα ἑορτῆς, τὴν Ἡλίου καὶ Ἰωάννου φιλοσο‐ φίαν μιμούμενος. τούτου χάριν, ὡς εἴρηται, τὴν τῶν ἐκεῖσε μοναχῶν φροντίδα τε καὶ κατάστασιν ἐγχειρίζεται· ταύτην δὲ τὴν φροντίδα | |
ἐμπόδιον τῆς ἀρετῆς εἶναι νομίσας ὁ μισόδοξος καὶ φιλόθεος Εὐθύμιος | 13 | |
14 | ἐξῆλθεν τὴν πόλιν καὶ φυγὰς ὤιχετο ἐπὶ τὰ Ἱεροσόλυμα ἐπιθυμήσας ταύτην οἰκῆσαι τὴν ἔρημον. Οὗτος ὁ μέγας πατὴρ ἡμῶν Εὐθύμιος τοῦ ἁγίου πνεύματος αὐτὸν ὁδηγήσαντος ἦλθεν εἰς Ἱεροσόλυμα τῶι εἰκοστῶι ἐνάτωι τῆς ἑαυτοῦ | |
5 | ἡλικίας χρόνωι καὶ προσκυνήσας τὸν ἅγιον Σταυρὸν καὶ τὴν ἁγίαν Ἀνάστασιν καὶ τοὺς λοιποὺς σεβασμίους τόπους, παραβαλὼν δὲ καὶ τοῖς κατὰ τὴν ἔρημον θεοφόροις πατράσι καὶ τὴν ἑκάστου ἀρετὴν καὶ πολιτείαν καταμαθὼν καὶ τῆι ἑαυτοῦ ψυχῆι ἐνσφραγισάμενος ἦλθεν εἰς Φαρὰν τὴν λαύραν ἀπὸ ἓξ σημείων τῆς ἁγίας πόλεως δια‐ | |
10 | κειμένην καὶ φιλήσυχος ὢν ἔμεινεν εἰς ἀναχωρητικὸν κελλίον ἔξω τῆς λαύρας, μηδὲν τὸ σύνολον κτώμενος τοῦ αἰῶνος τούτου. ἔμαθεν μέντοι ἐργάζεσθαι τὴν σειρὰν διὰ τὸ μὴ ἐπιβαρῆσαί τινα, ἀλλὰ μᾶλλον ἐκ τῶν ἰδίων κόπων μεταδιδόναι τῶι χρείαν ἔχοντι. πάσης δὲ γηίνης φροντίδος ἑαυτὸν ἐλευθερώσας μίαν μόνην ἔσχεν φροντίδα | |
15 | τὸ πῶς ἀρέσει τῶι θεῶι ἐν προσευχαῖς καὶ νηστείαις, οὐ μὴν ἀλλὰ καὶ πάσης ἀρετῆς ἐπιμελούμενος ὡς ἄριστός τις γεωργὸς τῶν παθῶν τὰς ἀκάνθας προρίζους ἐξέτεμεν, λογισμοὺς καθαιρῶν καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ, πληρῶν τὴν προφητικὴν ἐκείνην φωνὴν τὴν λέγουσαν· νεώ‐ | |
20 | σατε ἑαυτοῖς νεώματα καὶ μὴ σπείρετε ἐπ’ ἀκάνθαις. Εἶχεν δὲ γείτονά τινα θεοφόρον Θεόκτιστον ὀνόματι, ὅντινα ἀγα‐ πήσας τοσοῦτον συνεκράθη αὐτῶι τῆι τοῦ πνεύματος στοργῆι, ὥστε τοὺς ἀμφοτέρους ὁμογνώμονας καὶ ὁμοτρόπους γενέσθαι καὶ οἱονεὶ μίαν ψυχὴν ἐν δυσὶ σώμασιν ἐπιδείξασθαι. ἐξαγγείλας δὲ | |
25 | θάτερος θατέρωι τὸν κατὰ θεὸν σκοπὸν ἐξήρχοντο κατ’ ἐνιαυτὸν μετὰ τὴν ὀγδόην ἡμέραν τῶν ἁγίων θεοφανίων ἐπὶ τὴν ἔρημον | |
τοῦ Κουτιλᾶ, πάσης ἀνθρωπίνης συναναστροφῆς χωριζόμενοι, | 14 | |
15 | ὁμιλεῖν τῶι θεῶι ποθοῦντες ἐν ἡσυχίαι διὰ τῆς προσευχῆς. καὶ διετέλουν αὐτόθι ἕως τῆς τῶν βαίων ἑορτῆς, διηνεκῶς δὲ ὑποπιάζοντες τὸ σῶμα καὶ δουλαγωγοῦντες τὴν πνευματικὴν τροφὴν προσέφερον τῆι ψυχῆι. ὑπερενίκα δὲ ὁ μέγας Εὐθύμιος | |
5 | ἁπλότητι ἤθους καὶ πραότητι τρόπων καὶ ταπεινοφροσύνηι καρδίας· δι’ ὃ καὶ τὴν τοῦ ἁγίου πνεύματος χάριν ἐδέξατο, καθὼς ὁ θεῖος λόγος φησίν· ἐπὶ τίνα ἐπιβλέψω ἀλλ’ ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους; ἐντεῦθεν ἡ πρὸς τὸν θεὸν αὐτῶι παρρησία ηὔξανεν καθ’ ἑκάστην ἡμέραν. | |
10 | Ποιήσας δὲ χρόνους πέντε εἰς Φαρὰν ἐξῆλθεν ἅμα Θεοκτίστωι τῶι μακαρίωι καθ’ ὃν καιρὸν εἰώθεισαν, ἐπὶ τὸν Κουτιλᾶν καὶ διὰ τῆς ἐρήμου παρερχόμενοι ἦλθον ἐπί τινα χείμαρρον φοβερὸν καὶ βαθύτατον λίαν καὶ δύσβατον· θεασάμενοι δὲ τὸν τόπον καὶ περινοστήσαντες τοὺς ὑπερκειμένους κρημνοὺς ὡς ὑπὸ θεοῦ ὁδηγού‐ | |
15 | μενοι εὗρον σπήλαιον μέγα τε καὶ θαυμαστὸν ἐν τῶι βορινῶι τοῦ χειμάρρου κρημνῶι. καὶ μετὰ κινδύνου τοιχοβατοῦντες μόλις ἴσχυσαν ἀναβῆναι εἰς αὐτὸ καὶ περιχαρεῖς γενόμενοι ὡς ὑπὸ τοῦ θεοῦ ἑτοι‐ μασθέντος αὐτοῖς τοῦ σπηλαίου ἔμειναν εἰς αὐτὸ ἐκ τῶν παρεμπιπ‐ τουσῶν βοτανῶν τρεφόμενοι. τὸ δὲ ἄντρον ἐκεῖνο κατοικητήριον | |
20 | ὑπῆρχεν θηρίων μὲν τὸ πρότερον, ἡμερωθὲν δὲ τοῖς θείοις ὕμνοις καὶ ταῖς ἀπαύστοις τῶν ὁσίων ἀνδρῶν προσευχαῖς ἐκκλησίας θεοῦ ἁγιαστείαν ἐδέξατο. ὅτε οὖν ηὐδόκησεν ὁ θεὸς τούτους φανερῶσαι, ὠικονόμησεν ποιμένας τινὰς τοῦ Λαζαρίου ἀγαγεῖν τὰς ἑαυτῶν ἀγέλας παρ’ αὐτὸν τὸν χείμαρρον. οὕστινας ἐθρόησαν φανέντες ἄνω εἰς | |
25 | τὸ σπήλαιον, ὥστε φοβηθέντας αὐτοὺς ὁρμῆσαι εἰς φυγήν. οἱ δὲ | 15 |
16 | πατέρες αἰσθόμενοι τῆς ἐκείνων δειλίας πραείαι καὶ προσηνεῖ τῆι φωνῆι τούτους προσκαλεσάμενοι ἔλεγον· μὴ φοβεῖσθε, ἀδελφοί· ἄνθρωποι γὰρ ἐσμὲν ὡς καὶ ὑμεῖς, ἀλλὰ διὰ τὰς ἁμαρτίας ἡμῶν τοῦτον τὸν τόπον οἰκοῦμεν. τότε οἱ αἰπόλοι θαρρήσαντες ἀνέβησαν | |
5 | πρὸς αὐτοὺς ἐν τῶι σπηλαίωι καὶ μηδὲν τοῦ αἰῶνος τούτου παρ’ αὐτοῖς εὑρόντες ἀπῆλθον εἰς τὸ ἴδιον κτῆμα θαυμάζοντες καὶ τοῖς ἰδίοις ἀπαγγέλλοντες. καὶ ἀπὸ τότε οἱ τοῦ Λαζαρίου διηκόνουν αὐτοῖς, ἀλλὰ καὶ οἱ ἀπὸ Φαρὰν πατέρες ζητήσαντες καὶ τὸ ποῦ εἰσιν μαθόντες συνεχέστερον ἀπήιεισαν ἐπισκεπτόμενοι αὐτούς. ἐν | |
10 | πρώτοις μὲν οὖν ἀπετάξαντο πρὸς αὐτοὺς ἀδελφοὶ δύο Μαρῖνός τε καὶ Λουκᾶς οὕτω καλούμενοι καὶ ὑπὸ τοῦ μεγάλου Εὐθυμίου μοναχικῶς παιδευθέντες καὶ τῆς ἀσκητικῆς πολιτείας ἀθληταὶ ἀναδειχθέντες χρόνοις ὕστερον εἰς τοὺς περὶ τὴν κώμην Μέτωπα τόπους διέλαμψαν καὶ μοναστήρια συνεστήσαντο. οἵτινες τὸν ἀββᾶν Θεοδόσιον τὸν | |
15 | γεγονότα τῆς ἐρήμου ταύτης μέγαν κοινοβιάρχην καὶ τῶν κοινοβίων ἀρχιμανδρίτην εἰς μοναχικὴν προήγαγον τελεότητα. ἐν ὀλίγωι δὲ χρόνωι τῆς περὶ Εὐθυμίου φήμης διαδραμούσης συνήρχοντο πολλοὶ πρὸς αὐτὸν καὶ τὸν λόγον τοῦ θεοῦ ἀκούοντες ἐπεθύμουν οἰκῆσαι παρ’ αὐτῶι. ὁ μέντοι μισόδοξος καὶ φιλόθεος Εὐθύμιος τοῦ πρώτου | |
20 | μακαρισμοῦ μετὰ τῶν ἄλλων τυχεῖν σπεύδων ὡς ξένου τόπον ἐπέχων παρεδίδου ἔκαστον τῶν ἀποτασσομένων τῶι βίωι τῶι μακαρίτηι Θεοκτίστωι πάνπολλα παρακαλέσας αὐτὸν τὴν τούτων ἔχειν φροντίδα. ὃ δὲ παρακούειν μὴ γινώσκων ταύτην μὲν ἀνεδέξατο, πάντα δὲ κατὰ γνώμην τοῦ μεγάλου Εὐθυμίου ἐποίει. | |
25 | Κατὰ μὲν οὖν τὴν ἀρχὴν οὐκ ἠβούλοντο κοινόβιον τὸν τόπον | |
ποιῆσαι, ἀλλὰ λαύραν κατὰ τὸν τύπον Φαράν· ἐπειδὴ δὲ εἶδον ὅτι | 16 | |
17 | οὐδεὶς δύναται νυκτὸς ἐλθεῖν εἰς τὴν ἐκκλησίαν διὰ τό, ὡς προεί‐ ρηται, δύσβατον εἶναι τὸν τόπον, τοῦτον κατὰ πρόσβασιν κοινόβιον πεποιήκασιν, ἔχοντες τὸ σπήλαιον ἐκκλησίαν. ἐν ὧι σπηλαίωι ἡσυχάζων ὁ μέγας Εὐθύμιος ἦν ἰατρὸς ψυχῶν θεραπεύων καὶ παρα‐ | |
5 | μυθούμενος ἕκαστον, καὶ οὐδεὶς τῶν ἀδελφῶν ἐφείδετο ὁμολογῆσαι αὐτῶι τὴν ἑαυτοῦ διάνοιαν. καὶ αὐτὸς πολλὴν πεῖραν ἔχων ἐδίδασκεν αὐτοὺς πρὸς ἕνα ἕκαστον τῶν ἀλλοτρίων λογισμῶν ἀνθίστασθαι, λέγων· ἀδελφοί, δι’ ὃ ἐξήλθατε, ἀγωνίσασθε καὶ τῆς ἑαυτῶν σωτηρίας μὴ ἀμελήσητε. κατὰ πᾶσαν γὰρ ὥραν νήφειν ἡμᾶς καὶ ἐγρηγορέναι | |
10 | χρή· γρηγορεῖτε γάρ φησιν, καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. τοῦτο δὲ πρῶτον γινώσκετε ὅτι δεῖ τοὺς ἀποτασσομένους τῶι βίωι μὴ ἔχειν ἴδιον θέλημα, ἀλλ’ ἐν πρώτηι τάξει κρατεῖν τὴν ταπεινοφροσύνην καὶ τὴν ὑπακοὴν καὶ ἀναμένειν καὶ μεριμνᾶν ἀεὶ τὴν ὥραν τοῦ θανάτου καὶ τὴν φοβερὰν | |
15 | ἡμέραν τῆς κρίσεως, καὶ φοβεῖσθαι μὲν τὴν ἀπειλὴν τοῦ αἰωνίου πυρός, ποθεῖν δὲ τὴν δόξαν τῆς βασιλείας τῶν οὐρανῶν. ἔλεγεν δὲ πάλιν ὅτι χρὴ τοὺς μοναχοὺς καὶ μάλιστα τοὺς νέους πρὸς τῆι τῶν ἔνδον φυλακῆι καὶ σωματικῶς κοπιᾶν μεμνημένους τοῦ ἀποστόλου λέ‐ γοντος νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπι‐ | |
20 | βαρῆσαί τινα καὶ αἱ χεῖρες αὗται ἐμοὶ καὶ τοῖς οὖσι μετ’ ἐμοῦ ὑπηρέτησαν. ἄτοπον γάρ ἐστιν τοὺς μὲν κοσμικοὺς ταλαι‐ πωροῦντας καὶ κοπιῶντας ἐκ τοῦ ἔργου αὐτῶν τρέφειν παιδία καὶ γυναῖκας καὶ ἀπαρχὰς τῶι θεῶι προσφέρειν καὶ εὖ ποιεῖν κατὰ δύναμιν, πρὸς τούτοις καὶ φόρους ἀπαιτεῖσθαι, ἡμᾶς δὲ μηδὲ τὴν ἀναγ‐ | |
25 | καίαν χρείαν τοῦ σώματος ἐκ τοῦ ἐργοχείρου ἡμῶν ἔχειν, ἀλλὰ ἀργοὺς καὶ ἀκινήτους μένειν ἀλλοτρίους κόπους καρπουμένους, | |
τοῦ ἀποστόλου μάλιστα τὸν ἀργὸν μηδὲ ἐσθίειν κελεύοντος. καὶ | 17 | |
18 | ταῦτα μὲν ὁ πατὴρ ἡμῶν Εὐθύμιος τὴν συνοδίαν διδάσκων ἐφωτα‐ γώγει· παρήγγελλεν δὲ μὴ λαλεῖν τινα ἐν ἐκκλησίαι ἐν καιρῶι τοῦ κανόνος μήτε μὴν ἐν ἀριστητηρίωι ἐσθιόντων τῶν ἀδελφῶν, καὶ ἀπηρέσκετο, ὅταν ἑώρα ἀδελφὸν ἐν τῶι κοινοβίωι καὶ μάλιστα νέον | |
5 | βουλόμενον ὑπὲρ τὴν συνοδίαν ἐγκρατεύεσθαι. ἔλεγεν γὰρ ὅτι ἡ καλὴ ἐγκράτεια ἐστὶν τὸ παρὰ μικρὸν τῆς χρείας λαμβάνειν ἐν τῶι καιρῶι τῆς διαίτης καὶ τὴν καρδίαν τηρεῖν καὶ πρὸς τὰ κρύφια πάθη κρυπτῶς πολεμεῖν· τὰ δὲ ὅπλα τοῦ μοναχοῦ ἡ μελέτη ἐστὶν καὶ ἡ διάκρισις καὶ ἡ σωφροσύνη καὶ ἡ κατὰ θεὸν ὑπακοή. ταύταις καὶ | |
10 | ταῖς τοιαύταις διδασκαλίαις οἱ ἀδελφοὶ φωτιζόμενοι καὶ προθυμού‐ μενοι ἐκαρποφόρουν ἀξίως τῆς κλήσεως. Τὰ κατὰ τὸν παλαιὸν Τερέβωνα συμφώνως μὲν ἅπαντες οἱ παλαιοὶ πατέρες διηγήσαντό μοι, ἀκριβέστερον δὲ ὁ ἐκείνου ἔκγονος καὶ ὁμώνυμος ὁ κατὰ τὴν χώραν ταύτην περιβόητος τῶν Σαρακηνῶν | |
15 | φύλαρχος ἐξηγήσατό μοι. οὗτος τοίνυν ὁ παλαιὸς Τερέβων ὁ τοῦ νέου πάππος νέος ὢν πάνυ καὶ ἄνηβος ὑπὸ δαίμονος πληγεὶς ἐξηράνθη ἅπαν τὸ δεξιὸν αὐτοῦ μέρος ἀπὸ κεφαλῆς ἕως ποδῶν, καὶ πολλὰ χρή‐ ματα ἀναλώσας ὁ τούτου πατὴρ Ἀσπέβετος οὕτω καλούμενος πλέον ὠφέλησεν οὐδέν. οὗτος δὲ ὁ Ἀσπέβετος Ἕλλην ὑπάρχων καὶ ὑπὸ | |
20 | Πέρσας τελῶν ὑπόσπονδος γέγονε Ῥωμαίοις τρόπωι τοιῶιδε. ἐν ἀρχῆι τοῦ τότε γεγονότος διωγμοῦ ἐν Περσίδι περὶ τὸ τέλος τῆς βασι‐ λείας Ἰσδιγέρδου τοῦ Περσῶν βασιλέως βουλόμενοι οἱ μάγοι πάντας θηρεῦσαι τοὺς Χριστιανοὺς τοὺς φυλάρχους τῶν ὑπ’ αὐτοὺς Σαρακη‐ νῶν ἐπέστησαν πανταχοῦ ταῖς ὁδοῖς πρὸς τὸ μηδένα τῶν ἐν Περσίδι | |
25 | Χριστιανῶν Ῥωμαίοις προσφεύγειν. ὁ δὲ Ἀσπέβετος φύλαρχος | |
τότε ὑπάρχων θεωρῶν τὴν εἰς τοὺς Χριστιανοὺς ὠμότητα καὶ ἀπαν‐ | 18 | |
19 | θρωπίαν γινομένην ὑπὸ τῶν κατὰ πόλιν μάγων καὶ σπλαγχνισθεὶς φυγεῖν μέν τινα τῶν Χριστιανῶν οὐκ ἐκώλυσεν, τουναντίον δὲ μᾶλλον καὶ συνέπραττεν ὑπὸ συμπαθείας κινούμενος καίπερ τὰ Ἑλλήνων ἐκ προγόνων θρηισκεύων. διαβληθεὶς οὖν τῶι βασιλεῖ Ἰσδιγέρδηι | |
5 | λαβὼν τὸν υἱὸν αὐτοῦ ἡμίξηρον, τὸν Τερέβωνα λέγω, καὶ πᾶσαν αὐτοῦ τὴν συγγένειαν καὶ τὴν οὐσίαν Ῥωμαίοις προσφεύγει. οὕστινας Ἀνατόλιος ὁ τότε τῆς Ἀνατολῆς στρατηλάτης δεξάμενος Ῥωμαίοις ὑποσπόνδους ποιεῖται καὶ τὴν φυλαρχίαν τῶν ἐν Ἀραβίαι ὑποσπόνδων Ῥωμαίοις Σαρακηνῶν Ἀσπεβέτωι ἐνεχείρισεν. ὡς οὖν ἐν Ἀραβίαι | |
10 | κατεσκήνωσαν, ὁ νέος ὀνείρου ὄψιν θεασάμενος ἀπήγγειλεν τῶι πατρί· ὃ δὲ μηδὲν μελλήσας λαβὼν τὸν παῖδα μετὰ πλήθους βαρ‐ βάρων καὶ πολλῆς δορυφορίας πίστει φερόμενος ἦλθεν εἰς τὸν ὑπὸ τοῦ ὀνείρου μηνυθέντα τόπον, ἔνθα κατώικουν οἱ ὅσιοι ἄνδρες Εὐθύμιος καὶ Θεόκτιστος. καὶ οἱ μὲν ἀδελφοὶ τὸ πλῆθος τῶν | |
15 | βαρβάρων ἰδόντες ἐφοβήθησαν· ὁ δὲ μακαρίτης Θεόκτιστος τὴν τῶν μαθητῶν θεασάμενος δειλίαν κατῆλθεν πρὸς τοὺς βαρβάρους καὶ λέγει· τί ἐστιν ὃ ζητεῖτε; οἳ δὲ εἶπον· Εὐθύμιον τὸν τοῦ θεοῦ δοῦλον ζητοῦμεν. καὶ λέγει αὐτοῖς ὁ ἀββᾶς Θεόκτιστος· ἕως τοῦ σαββάτου οὐ συντυγχάνει τινί· ἡσυχάζει γάρ. καὶ ὁ Ἀσπέβετος | |
20 | λαβόμενος τῆς χειρὸς τοῦ μεγάλου Θεοκτίστου ἔδειξεν αὐτῶι τὸν παῖδα ὀδυνώμενον· ὁ δὲ παῖς νεύσαντος τοῦ πατρὸς λέγει· ἐγὼ πρὸ χρόνου τὴν πληγὴν ταύτην ἐν Περσίδι δεξάμενος καὶ διὰ πάσης ἰατρικῆς ἐπιστήμης καὶ μαγικῆς περιεργίας παρελθὼν καὶ μηδὲν τὸ σύνολον ὠφεληθείς, ἀλλὰ μᾶλλον διὰ τούτων τὸ πάθος αὐξήσας, ἐλθὼν εἰς | |
25 | τὴν πολιτείαν ταύτην θείαι κατανύξει τὰ κατ’ ἐμαυτὸν ἀναλογισά‐ μενος, ὑπὸ τοῦδε τοῦ πάθους ἀνιώμενος ἐν μιᾶι νυκτὶ ἔλεγον ἐμαυτῶι· ὦ Τερέβων, ποῦ ἐστιν ἡ ματαιότης τοῦ βίου καὶ πᾶσα ἡ ἰατρικὴ τέχνη; ποῦ εἰσιν αἱ φαντασίαι τῶν ἡμετέρων μάγων καὶ ἡ δύναμις τῶν | |
σεβασμάτων ἡμῶν; ποῦ αἱ ἐπικλήσεις καὶ αἱ μυθοποιίαι τῶν | 19 | |
20 | ἀστρονόμων τε καὶ ἀστρολόγων; ποῦ αἱ ἐπαοιδίαι καὶ αἱ γοητικαὶ ἐρε‐ σχελίαι; ἰδοὺ οὐδὲν τούτων ἰσχύει, εἰ μὴ ὁ θεὸς ἐπινεύσειεν. καὶ ταῦτα, φησίν, λογισάμενος ἐτράπην εἰς εὐχὴν καὶ μετὰ δακρύων ἱκέτευον τὸν θεὸν λέγων· ὁ θεὸς ὁ μέγας καὶ φοβερός, ὁ ποιήσας τὸν οὐρανὸν | |
5 | καὶ τὴν γῆν σὺμ παντὶ τῶι κόσμωι αὐτῶν, ἐὰν ἐλεήσηις τὴν ἐμὴν ἀσθένειαν καὶ λυτρώσηι με ἐκ τοῦδε τοῦ πάθους τοῦ πικροῦ, γίνο‐ μαι Χριστιανὸς ἀποτασσόμενος πάσηι παρανομίαι καὶ Ἑλληνικῆι θρηισκείαι. καὶ ὡς ταῦτα ἐθέμην ἐν τῆι διανοίαι μου, ἡρπάγην εἰς ὕπνον καὶ θεωρῶ τινὰ μοναχὸν μιξοπόλιον ἔχοντα τὸν πώγωνα μέγαν | |
10 | λέγοντά μοι· τί πάσχεις; ἐμοῦ δὲ τὸ πάθος ὑποδείξαντος λέγει μοι· πληροῖς ὅσα συνέθου τῶι θεῶι; καὶ ἰᾶταί σε. ἐμοῦ δὲ πάλιν εἰπόντος· ὅσα ὑπεσχόμην τῶι θεῶι, πληρῶ, ἐὰν ἀπὸ τοῦδε τοῦ πάθους ἐλευ‐ θερωθῶ, λέγει μοι· ἐγώ εἰμι Εὐθύμιος ὁ καταμένων ἐν τῆι ἀνατο‐ λικῆι ἐρήμωι Ἱεροσολύμων ἀπὸ δέκα μιλίων ἐν τῶι κατὰ νότον τῆς | |
15 | ὁδοῦ Ἰεριχούντων χειμάρρωι· εἰ οὖν βούληι θεραπευθῆναι, ἀνυπερθέ‐ τως ἐλθὲ πρός με καὶ ἰᾶταί σε ὁ θεὸς δι’ ἐμοῦ. ἀναστὰς οὖν ἐγὼ τῶι ἐμῶι πατρὶ διηγησάμην καὶ ἰδοὺ πάντα δεύτερα θέμενοι ἤλθομεν πρὸς αὐτὸν καὶ παρακαλῶ ὑμᾶς μὴ ἀποκρύψαι τὸν ὑπὸ τοῦ θεοῦ φανερωθέντα μοι ἰατρόν. ταῦτα ἀκούσας ὁ μακαρίτης Θεόκτιστος | |
20 | ἀνήνεγκεν τῶι μεγάλωι Εὐθυμίωι ἡσυχάζοντι. ὅστις Εὐθύμιος λογισάμενος ἄτοπον εἶναι ταῖς θείαις ἀντιτάσσεσθαι ὀπτασίαις κατέρ‐ χεται πρὸς αὐτοὺς καὶ ἐκτενῶς προσευξάμενος καὶ τῶι σημείωι τοῦ σταυροῦ σφραγίσας τὸν Τερέβωνα ὑγιῆ ἀπεκατέστησεν. οἱ δὲ βάρβαροι ἐκπλαγέντες ἐπὶ τῆι τοσαύτηι ἀθρόαι μεταβολῆι καὶ παρα‐ | |
25 | δόξωι θαυματουργίαι ἐπίστευσαν τῶι Χριστῶι καὶ ῥίψαντες ἑαυτοὺς ἅπαντες εἰς τὴν γῆν παρεκάλουν λαβεῖν τὴν ἐν Χριστῶι σφραγῖδα. ὁ δὲ σημειοφόρος Εὐθύμιος κατανοήσας ὅτι ἐκ ψυχῆς ἐπίστευσαν τῶι | |
Χριστῶι, ἐκέλευσεν γενέσθαι μικρὰν κολυμβήθραν ἐν γωνίαι τοῦ | 20 | |
21 | σπηλαίου τὴν μέχρι τοῦ νῦν σωιζομένην καὶ κατηχήσας αὐτοὺς ἅπαν‐ τας ἐβάπτισεν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. τὸν δὲ Ἀσπέβετον μετωνόμασεν Πέτρον, ὅντινα καὶ πρῶτον ἐβάπτισεν καὶ μετ’ αὐτὸν Μάριν τινὰ αὐτοῦ γυναικάδελφον, | |
5 | συνέσει διαπρέποντας ἀμφοτέρους καὶ περιφανείαι πλούτου κομῶν‐ τας· εἶθ’ οὕτως Τερέβωνα καὶ τοὺς λοιπούς. οὕστινας κρατήσας παρ’ ἑαυτῶι τεσσαράκοντα ἡμέρας καὶ τῶι θείωι λόγωι φωταγωγήσας καὶ στηρίξας ἀπέλυσεν οὐκέτι Ἀγαρηνοὺς καὶ Ἰσμαηλίτας, ἀλλὰ τῆς Σάρας ἀπογόνους καὶ τῆς ἐπαγγελίας κληρονόμους γεγονότας | |
10 | διὰ τοῦ βαπτίσματος ἀπὸ δουλείας εἰς ἐλευθερίαν μετενεχθέντας. ὁ μέντοι Μάρις ὁ τοῦ Τερέβωνος θεῖος οὐκέτι ἀπέστη τοῦ μοναστηρίου. ἀλλὰ ἀποταξάμενος ἔμεινεν αὐτόθι τὸν τῆς ζωῆς αὐτοῦ χρόνον καὶ εὐηρέστησεν τῶι θεῶι μεγάλως καὶ πάντα τὰ ἴδια χρήματα πολλὰ ὄντα παρέσχεν εἰς τὸ οἰκοδομηθῆναι καὶ πλατυνθῆναι τὸ μοναστή‐ | |
15 | ριον. τοῦ τοίνυν γεγονότος θαύματος πανταχοῦ διαφημισθέντος πολλοὶ συνήρχοντο πρὸς τὸν μέγαν Εὐθύμιον ὑπὸ διαφόρων παθῶν ἐνοχλούμενοι, οἵτινες ἐθεραπεύοντο ἅπαντες. καὶ οὕτως ἐν ὀλίγωι χρόνωι ἐξέλαμψεν ἐν ἐκείνωι τῶι τόπωι, ὡς διαδοθῆναι τὸ ὄνομα αὐτοῦ ἐν πάσηι τῆι Παλαιστίνηι καὶ ταῖς κύκλωι ἐπαρχίαις. | |
20 | Βλέπων δὲ ὁ πατὴρ ἡμῶν Εὐθύμιος πολλοὺς ἰάσεως ἕνεκεν ὀχλοῦντας αὐτῶι καὶ μνημονεύων τῆς προτέρας ἡσυχίας ἧς εἴχετο ὅτε κατὰ μόνας ἠσκεῖτο, ἐδυσχέραινε σφόδρα καὶ ἐδυσφόρει διὰ τὸ οὕτως ὑπὸ πολλῶν ὀχλεῖσθαί τε καὶ δοξάζεσθαι, καὶ γενόμενος ἐν πολλῆι ἀθυμίαι ὁ τῆς εὐθυμίας ἐπώνυμος ἐζήτει λάθρα ἀναχωρῆσαι καὶ | |
25 | φυγεῖν ἐπὶ τὸν Ῥουβᾶν. καὶ τοῦτο γνοὺς ὁ μακαρίτης Θεόκτιστος συνάξας τοὺς ἀδελφοὺς παρεσκεύασεν προσπεσεῖν αὐτῶι πρὸς τὸ μὴ ἐαθῆναι παρ’ αὐτοῦ. καὶ βουλόμενος αὐτοὺς θεραπεῦσαι συνέ‐ θετο μὲν τέως μὴ ἀναχωρεῖν, ὀλίγων δὲ ἡμερῶν διελθουσῶν λαβών | |
τινα μεθ’ ἑαυτοῦ νεώτερον Δομετιανὸν προσαγορευόμενον, Μελιτηνὸν | 21 | |
22 | ὄντα τῶι γένει καὶ ἐνάρετον τοῖς τρόποις, ἐξῆλθεν τοῦ κοινοβίου καὶ κατῆλθεν εἰς τὸν Ῥουβᾶν. καὶ τὴν ἐπὶ νότον διοδεύσας ἔρημον παρὰ τὴν νεκρὰν θάλασσαν ἦλθεν εἰς ὄρος ὑψηλὸν ἀπὸ τῶν ἄλλων ὀρέων κεχωρισμένον καλούμενον τοῦ Μαρδὰ καὶ εὑρὼν ἐν αὐτῶι | |
5 | φρέαρ ὕδατος συμπεπτωκὸς καὶ οἰκοδομήσας ἔμεινεν αὐτόθι ἐκ τῶν εὑρισκομένων βοτανῶν καὶ τοῦ μαλωᾶ διαιτώμενος. καὶ οἰκοδο‐ μήσας ἐκεῖσε ἐν πρώτοις ἐκκλησίαν τὴν μέχρι τοῦ παρόντος σωιζο‐ μένην καὶ θυσιαστήριον εἰς αὐτὴν καταπήξας ἐξῆλθεν ἐκεῖθεν καὶ ἦλθεν εἰς τὴν ἔρημον Ζιφῶν βουλόμενος θεάσασθαι τὰ σπήλαια | |
10 | εἰς ἃ κατέφυγεν Δαυὶδ ἀπὸ προσώπου Σαούλ. Ἐν αὐτοῖς δὲ τοῖς τόποις μοναστήριον ὑπ’ αὐτοῦ συνέστη· ἡ δὲ αἰτία τῆς τοῦ μοναστηρίου ἐκείνου συστάσεως αὕτη λέγεται εἶναι ὅτι υἱὸς πρωτοκωμήτου τινὸς Ἀριστοβουλιάδος τῆς κώμης πνεῦμα πονηρὸν ἔχων μετὰ κραυγῆς ἐξ ὀνόματος τὸν ἅγιον ἐπεκαλεῖτο Εὐθύ‐ | |
15 | μιον, ἀκούσας δὲ ὁ πατὴρ τοῦ παιδὸς περὶ Εὐθυμίου ὄντος ἐν τοῖς μεταξὺ τόποις αὐτῶν τε καὶ Καπαρβαριχῶν καὶ ἀναζητήσας ἦλθεν πρὸς αὐτόν. καὶ ἅμα τῶι τὸν νεανίαν ἰδεῖν τὸν ἅγιον συνέβη αὐτὸν σπαραχθέντα ἀποθεραπευθῆναι τοῦ δαίμονος ἐξελθόντος ἀπ’ αὐτοῦ. τοῦ δὲ θαύματος διαφημισθέντος ἦλθον πρὸς αὐτὸν ἀπὸ Ἀριστο‐ | |
20 | βουλιάδος καὶ τῶν πέριξ κωμῶν καὶ ὠικοδόμησαν αὐτῶι μοναστήριον καὶ συνελθόντες τινὲς ἀδελφοὶ ἔμειναν παρ’ αὐτῶι χορηγοῦντος τοῦ θεοῦ τὰς χρείας τοῦ σώματος αὐτῶν. καὶ τινὲς τῶν Ζιφαίων τὴν | |
τῆς μανίας ἐπώνυμον αἵρεσιν εἰσδεξάμενοι τὸ πρὶν διὰ τῆς ἐνθέου αὐτοῦ | 22 | |
23 | διδασκαλίας τῆς ἀκαθάρτου αἱρέσεως ἀποστάντες τὸν ταύτης γεννή‐ τορα Μάνην ἀνεθεμάτισαν, τὴν δὲ καθολικὴν καὶ ἀποστολικὴν πίστιν διδαχθέντες ἐφωτίσθησαν. Πρὸς δὲ τοῖς ἄλλοις χαρίσμασιν οἷς ἐκέκτητο ὁ θεῖος οὗτος Εὐθύ‐ | |
5 | μιος, καὶ τοῦτο ἐδέξατο παρὰ τοῦ θεοῦ ὥστε συναναστρεφόμενον αὐτὸν θηρίοις σαρκοβόροις τε καὶ ἰοβόλοις μὴ ἀδικεῖσθαι. τοῦτο δὲ μηδεὶς ἀπιστείτω τῶν τῆς θείας γραφῆς μυστῶν εἰδὼς ἀκριβῶς ὅτιπερ θεοῦ ἐνοικοῦντος καὶ ἐπαναπαυομένου ἀνθρώπωι τινὶ πάντα ὑποτάσσεται αὐτῶι ὡς τῶι Ἀδὰμ πρὶν ἢ παραβῆναι τὴν ἐντολὴν | |
10 | τοῦ θεοῦ. οὐ μόνον δὲ τὰ θηρία, ἀλλὰ καὶ αὐτὰ τὰ στοιχεῖα τῶι τοιούτωι ὑποτάσσεται, καὶ μαρτυροῦσίν μοι τῶι λόγωι οἱ τὴν θάλασσαν τεμόντες καὶ τὸν Ἰορδάνην χαλινώσαντες καὶ τὸν ἥλιον στήσαντες καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντες καὶ ἄλλα μυρία τεράστια ἐργασάμενοι. ὁ τοίνυν τὰ τοιαῦτα θαυματουργήσας θεὸς αὐτὸς | |
15 | καὶ τῶι θεοφόρωι Εὐθυμίωι οὐ μόνον τὰ αἰσθητά, ἀλλὰ καὶ τὰ νοητὰ θηρία, τὰ πνευματικὰ λέγω τῆς πονηρίας, ὑπέταξεν· τοιαῦτα γάρ εἰσιν τὰ θεῖα χαρίσματα. Ὁ μὲν οὖν μέγας Εὐθύμιος βλέπων ἑαυτὸν πάλιν ὀχλούμενον ὑπὸ πολλῶν (ἦν γὰρ ὁ τόπος πλησίον τῶν κωμῶν) εἶπεν τῶι ἑαυτοῦ | |
20 | μαθητῆι Δομετιανῶι· δεῦρο, τέκνον, ἐπισκεψώμεθα τὸν ὅσιον Θεόκτιστον καὶ τοὺς ἀδελφούς. καὶ ἐξελθὼν ἀπὸ τοῦ Καπαρβαριχὰ μοναστηρίου ἦλθεν ἐν τῶι ἁγίωι τόπωι ἐν ὧι νῦν σὺν θεῶι ἵδρυται ἡ ἁγία αὐτοῦ μονὴ ὡς ἀπὸ τριῶν σημείων διεστηκότι τοῦ τρισμα‐ | |
καρίου Θεοκτίστου. ἠγάπησεν δὲ τὸν τόπον τοῦτον σφόδρα διὰ τὸ | 23 | |
24 | εἶναι αὐτὸν ὁμαλώτερόν τε καὶ ἥσυχον ἐν ταὐτῶι καὶ εὐάερον, μάλιστα ὄντα καὶ ἔρημον τὸ τηνικαῦτα καὶ ἀδιόδευτον πρὸ τοῦ κτισθῆναι ἐν τῆι κατὰ νότον ἐρήμωι τὰ τοσαῦτα μοναστήρια· νῦν δὲ δίοδός ἐστι πάσης τῆς ὑπὸ τῶν αὐτοῦ σπερμάτων πολισθείσης ἐρήμου. ἐν τούτωι | |
5 | τοίνυν τῶι τόπωι ἐκάθισεν ἐν ἡσυχίαι πολλῆι μετὰ τοῦ μαθητοῦ αὐτοῦ ἐν σπηλαίωι μικρῶι, ἐν ὧι νῦν ἐστιν ἡ τοῦ τιμίου αὐτοῦ λειψάνου θήκη. ὁ μακαρίτης τοίνυν Θεόκτιστος γνοὺς τὸν μέγαν ἥκειν Εὐθύ‐ μιον ἀνῆλθεν μετὰ σπουδῆς ἀσπάσασθαι αὐτὸν καὶ παρεκάλει αὐτὸν εἰς τὸν τόπον αὐτοῦ κατελθεῖν. καὶ πόθωι τῆς ἐν τῶι τόπωι ἡσυχίας | |
10 | οὐ κατεδέξατο πλὴν ὅτι κατὰ κυριακὴν τὴν σύναξιν ἅμα ἐπετέλουν. Ἀκούσας δὲ Ἀσπέβετος ὁ καὶ Πέτρος ὅτι διὰ χρόνον ἦλθεν ὁ μέγας Εὐθύμιος, ἔρχεται πρὸς αὐτὸν μετὰ πολλῶν Σαρακηνῶν ἀνδρῶν τε καὶ γυναικῶν καὶ παιδίων καὶ παρακαλεῖ αὐτὸν εἰπεῖν αὐτοῖς λόγον σωτηρίας. ὁ δὲ ἅγιος γέρων πάντας αὐτοὺς κατηχήσας παρέλαβεν | |
15 | εἰς τὸ κάτω μοναστήριον καὶ βαπτίσας αὐτοὺς ἔμεινεν σὺν αὐτοῖς τὰς ἑπτὰ ἡμέρας καὶ οὕτως ἀνέβη ἔχων αὐτοὺς εἰς τὸν τόπον αὐτοῦ· ὁ δὲ Πέτρος ἐνέγκας τεχνίτας ἐποίησεν μέγαν λάκκον δίστομον τὸν μέχρι τοῦ νῦν σωιζόμενον ἐν τῶι κήπωι καὶ ὠικοδόμησεν πλησίον μαγκιπεῖον καὶ τῶι ἁγίωι γέροντι ἐποίησεν τρία κελλία καὶ εὐκτήριον | |
20 | ἤτοι ἐκκλησίαν εἰς τὸ μέσον τῶν κελλίων. καὶ παρεκάλουν οἱ ποτὲ λύκοι τῆς Ἀραβίας, ἔπειτα τῆς λογικῆς ποίμνης τοῦ Χριστοῦ γενό‐ μενοι τοῦ μεῖναι πλησίον αὐτοῦ. ὁ δὲ φιλέρημος Εὐθύμιος τοῦτο μὲν οὐ κατεδέξατο διὰ τὴν ὄχλησιν (πάνυ γὰρ ἠγάπα τὴν ἡσυχίαν)· λα‐ βὼν δὲ αὐτοὺς εἰς τόπον ἐπιτήδειον λέγει· εἰ ὅλως πλησίον μου εἶναι | |
25 | βούλεσθε, μείνατε ἐνταῦθα. ἔστι δὲ ὁ τόπος μεταξὺ τῶν δύο μονα‐ στηρίων. καὶ χαράξας αὐτοῖς ἐκκλησίαν καὶ σκηνὰς κύκλωι ἐπέτρεψεν αὐτοῖς οἰκοδομῆσαι τὴν ἐκκλησίαν καὶ μεῖναι ἐκεῖ. καὶ ἐπεσκέπτετο | |
αὐτοὺς πυκνότερον, ἕως οὗ κατέστησεν αὐτοῖς πρεσβύτερον καὶ | 24 | |
25 | διακόνους. ἦλθον δὲ καὶ οἱ πρώην βαπτισθέντες καὶ ἔμειναν ἐκεῖ καὶ ἄλλοι κατὰ πρόσβασιν ἐρχόμενοι ἐβαπτίζοντο ὑπ’ αὐτοῦ. καὶ οὕτως πληθυνομένων αὐτῶν σφόδρα καὶ εἰς διαφόρους παρεμβολὰς πλατυνομένων ἐπιστείλας ὁ μέγας πατὴρ ἡμῶν Εὐθύμιος τῶι πατρι‐ | |
5 | άρχηι Ἱεροσολύμων Ἰουβεναλίωι περὶ χειροτονίας ἐπισκόπου καὶ ὑποσχομένωι αὐτῶι ἀπέστειλεν αὐτῶι Πέτρον τὸν πατέρα Τερέ‐ βωνος ὡς ἱκανώτατον γεγονότα ψυχὰς ὁδηγῆσαι πρὸς σωτηρίαν. καὶ οὕτως ἐν πρώτοις χειροτονεῖται ἐν Παλαιστίνηι Πέτρος τῶν Παρεμβολῶν ἐπίσκοπος. καὶ ἦν ἰδεῖν βαρβάρων πλῆθος Σαρακηνῶν | |
10 | παραγινομένων πρὸς τὸν μέγαν Εὐθύμιον καὶ βαπτιζομένων καὶ τὸν ἐπὶ πάντων θεὸν προσκυνεῖν διδασκομένων. καὶ ταῦτα μὲν περὶ τῶν Σαρακηνῶν· αὐτὸς δὲ ὁ μέγας Εὐθύμιος οὐκ ἠβούλετο κοινόβιον τὸν ἑαυ‐ τοῦ τόπον συστήσασθαι, ἀλλ’ οὔτε λαύραν· ἀλλ’ ὅταν ἤρχοντό τινες | |
15 | πρὸς αὐτὸν βουλόμενοι ἀποτάξασθαι, ἐπέμποντο ὑπ’ αὐτοῦ εἰς τὴν κάτω μονὴν πρὸς τὸν μακαρίτην Θεόκτιστον, ὁμοίως δὲ καὶ οἱ προσφέρειν τι βουλόμενοι. ὅτε δὲ ηὐδόκησεν ὁ θεὸς οἰκισθῆναι τὸν τόπον αὐτοῦ, ἀπέστειλεν ἐν πρώτοις τρεῖς ἀδελφοὺς σαρκικοὺς ἐκ μὲν τῆς Καππα‐ δοκῶν χώρας ὁρμωμένους, ἐν δὲ τῆι Συρίαι ἀνατραφέντας καὶ πάσηι | |
20 | συνέσει πνευματικῆι διαπρέποντας, Κοσμᾶν καὶ Χρύσιππον καὶ Γαβριήλιον. οὕστινας παρακαλοῦντας αὐτῶι συμμεῖναι οὐ κατεδέξα‐ το· τρία γὰρ ἦν τὰ κωλύοντα, ὅ τε πόθος τῆς ἡσυχίας καὶ τὸ νέον αὐτῶν τῆς ἡλικίας καὶ τὸ εὐνοῦχον εἶναι ἀπὸ γεννήσεως τὸν Γαβριήλιον. καὶ ὁρᾶι τῆι νυκτὶ ἐκείνηι τινὰ λέγοντα αὐτῶι· | |
25 | δέξαι ἀδελφοὺς τούτους, ὅτι ὁ θεὸς ἀπέστειλεν αὐτούς, καὶ μη‐ κέτι ἀποστρέψηις τινὰ θέλοντα σωθῆναι. τότε ὁ ἅγιος δεξά‐ | |
μενος αὐτοὺς εἶπεν τῶι μείζονι αὐτῶν Κοσμᾶι· ἰδοὺ ἐγώ, καθώς | 25 | |
26 | μοι ἐνετείλατο ὁ θεός, πεποίηκα· τοῦτο οὖν φύλαξαι ὥστε τὸν νεώτερόν σου ἀδελφὸν μὴ συγχωρῆσαι τοῦ κελλίου προελθεῖν· οὔτε γὰρ δίκαιόν ἐστιν ὄψιν γυναικείαν ἐν λαύραι διάγειν διὰ τὸν πόλεμον τοῦ ἐχθροῦ, σὲ δὲ νομίζω μὴ χρονίζειν ἐνταῦθα μέλλοντα μετὰ χρόνον τὴν ἐν Σκυθο‐ | |
5 | πόλει ποιμαίνειν ἐκκλησίαν. μετὰ δὲ τούτους ἐδέξατο Δόμνον τινά, ἀπὸ μὲν τῆς Ἀντιοχέων ὁρμώμενον, ἀδελφιδὸν δὲ ὄντα Ἰωάννου τοῦ ἀρχιεπισκόπου Ἀντιοχείας. ἐν αὐταῖς δὲ ταῖς ἡμέραις ἐδέξατο καὶ ἄλλους τρεῖς ἀδελφοὺς Μελιτηνούς, Συνοδίου ἐκείνου τοῦ ἅμα Ἀκα‐ κίωι ἀναθρέψαντος τὸν μέγαν Εὐθύμιον ἀνεψιούς, Στέφανον Ἀνδρέαν | |
10 | καὶ Γαιανόν. καὶ ἄλλους ὁμοίως τρεῖς ἐδέξατο ἀπὸ τῆς Ῥαιθοῦ, Ἰωάννην πρεσβύτερον καὶ Θαλάσσιον καὶ Ἀνατόλιον, ἐδέξατο δὲ καὶ Κυρίωνά τινα ἐκ μὲν τῆς Τιβεριάδος ὁρμώμενον, πρεσβύτερον δὲ ὄντα τοῦ ἐν Σκυθοπόλει σεβασμίου οἴκου τοῦ ἁγίου μάρτυρος Βασι‐ λείου. τούτους τοὺς ἕνδεκα δεξάμενος ἐπέτρεψεν τῶι ἐπισκόπωι | |
15 | Πέτρωι κτίσαι αὐτοῖς μικρὰ κελλία καὶ κοσμῆσαι τὴν ἐκκλησίαν παντὶ κόσμωι καὶ οὕτως τὸν τόπον λαύραν κατέστησεν κατὰ τὸν τύπον Φαρῶν. καὶ κατελθὼν Ἰουβενάλιος ὁ ἀρχιεπίσκοπος εἰς τὴν λαύραν ἔχων μεθ’ ἑαυτοῦ Πασσαρίωνα τὸν ἐν ἁγίοις, ὄντα τὸ τηνικαῦτα χωρεπίσκοπον καὶ τῶν μοναχῶν ἀρχιμανδρίτην καὶ τὸν πεφωτισμένον | |
20 | Ἡσύχιον τὸν πρεσβύτερον καὶ τῆς ἐκκλησίας διδάσκαλον ἐγκαινίζει τὴν τῆς λαύρας ἐκκλησίαν μηνὶ Μαίωι ἑβδόμηι τῆς ἑνδεκάτης ἰνδικτιόνος κατὰ τὸν πεντηκοστὸν δεύτερον τῆς τοῦ μεγάλου Εὐθυ‐ μίου ἡλικίας χρόνον. τῆς τοίνυν λαύρας ἐγκαινισθείσης καὶ πρεσβυ‐ τέρους ἐχούσης Ἰωάννην καὶ Κυρίωνα ὁ μὲν ἀρχιεπίσκοπος χειροτονεῖ | |
25 | Δομετιανὸν καὶ Δόμνον διακόνους, ὁ δὲ μέγας Εὐθύμιος ἠγαλλιάσατο | |
τῶι πνεύματι μάλιστα θεασάμενος σὺν τῶι πατριάρχηι τόν τε Ἀβρα‐ | 26 | |
27 | μιαῖον Πασσαρίωνα καὶ τὸν θεολόγον Ἡσύχιον περιβοήτους ὄντας φωστῆρας καὶ πάσηι διαλάμποντας τῆι οἰκουμένηι. ἀλλ’ ὁ μὲν ἐν ἁγίοις Πασσαρίων μήπω τοῦ ἑπταμηνιαίου πληρωθέντος χρόνου ἀνεπαύσατο· | |
5 | τοῦ δὲ πατρὸς ἡμῶν Εὐθυμίου τὸν ἑαυτοῦ τόπον λαύραν συνιστᾶν ἀρξαμένου καὶ τῶν μετ’ αὐτοῦ δώδεκα ἀδελφῶν ἐν πολλῆι στενώσει τῶν χρειῶν τυγχανόντων, Δομετιανοῦ τὸν πρῶτον χρόνον οἰκονόμου ὑπ’ αὐτοῦ προβληθέντος, συνέβη πλῆθος Ἀρμενίων ἀνδρῶν ὡσεὶ τετρακοσίων τὸν ἀριθμὸν ἀπὸ τῆς ἁγίας πόλεως ἐπὶ τὸν Ἰορδάνην | |
10 | κατερχομένων ἐκκλῖναι ἐκ τῆς ὁδοῦ δεξιὰ καὶ παραγενέσθαι εἰς τὴν λαύραν ὡς ἀπὸ συνθήματος, τῆς προνοίας, ὡς οἶμαι, τοῦτο οἰκονο‐ μούσης πρὸς τὸ τὴν αὐτοῦ ἀρετὴν καὶ θεόσδοτον χάριν φανερωθῆναι. οὕστινας ἰδὼν ὁ γέρων καλεῖ τὸν Δομετιανὸν καὶ λέγει· παράθες τοῖς ἀνθρώποις τούτοις φαγεῖν. ὃ δὲ λέγει· οὐκ ἔχει τὸ κελλάριον, τίμιε | |
15 | πάτερ, πρὸς τὸ χορτασθῆναι δέκα ὀνόματα· πόθεν οὖν ἔχω δοῦναι ἄρτους τῶι τοσούτωι πλήθει; ὁ δὲ θεῖος Εὐθύμιος τοῦ προφητικοῦ χαρίσματος ὑπάρχων ἀνάπλεως εἶπεν· πορεύου, ὡς εἶπόν σοι, ὅτι τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον· φάγονται καὶ καταλείψουσιν. ἀπελθὼν οὖν ὁ Δομετιανὸς εἰς τὴν μικρὰν κέλλαν τὴν παρὰ τισὶν καλουμένην | |
20 | ἀρτοθήκην, ἔνθα ὀλίγα ἔκειντο ψωμία, οὐκέτι ἴσχυσεν ἀνοῖξαι τὴν θύραν· θεία γὰρ εὐλογία τὴν κέλλαν ἐπλήρωσεν ἕως ἄνω. καλέσας οὖν τινὰς τῶν ἀνδρῶν ἐξερίζωσεν τὴν θύραν καὶ ἐξεχύθησαν τὰ ψωμία ἔξω τῆς κέλλης. ὁμοίως καὶ ἐπὶ οἴνου καὶ ἐλαίου ἡ αὐτὴ γέγονεν εὐλογία. καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἐπὶ τρεῖς μῆνας | |
25 | οὐκ ἴσχυσαν πῆξαι τὴν θύραν τοῦ κελλίου. ὥσπερ γὰρ τὴν ὑδρίαν τοῦ ἀλεύρου καὶ τὸν καμψάκην τοῦ ἐλαίου ἀναβλύζειν τῆι φιλοξένωι χήραι ἐπένευσεν ὁ θεὸς διὰ τῆς τοῦ προφήτου φωνῆς, τὸν αὐτὸν δὴ τρόπον καὶ τῶι θείωι τούτωι γέροντι τῆι προθυμίαι τῆς φιλοξενίας τὴν χορηγίαν τῆς εὐλογίας ἰσόμετρον ἐχαρίσατο. ὁ δὲ Δομετιανὸς θαυμάσας | |
30 | ἔρριψεν ἑαυτὸν εἰς τοὺς πόδας τοῦ διδασκάλου συγχώρησιν λαβεῖν | 27 |
28 | ἀξιῶν ὡς ἀνθρώπινόν τι παθών. καὶ ὁ γέρων ἀναστήσας αὐτὸν λέγει· τέκνον, ὁ σπείρων ἐν εὐλογίαις ἐπ’ εὐλογίαις καὶ θερίσει. τῆς οὖν φιλοξενίας μὴ ἐπιλανθανώμεθα· διὰ ταύτης γὰρ, ὥς φησιν ὁ ἀπόστολος, ἔλαθον τινὲς ξενίσαντες ἀγγέλους. καὶ | |
5 | θάρσει γε ὅτι ἐὰν ὑμεῖς τε καὶ οἱ μεθ’ ὑμᾶς πάντας τοὺς παραβάλλον‐ τας ὑμῖν ξένους τε καὶ ἀδελφοὺς μετὰ πίστεως δεχόμενοι ἀξίως θεραπεύσητε, οὐ μὴ ἐγκαταλείπηι κύριος τὸν τόπον τοῦτον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. τῆι γὰρ τοιαύτηι θυσίαι εὐαρεστεῖται ὁ θεός. Ἀπὸ τοῦ εἰρημένου θαύματος ἤρξατο εὐλογεῖσθαι ἡ λαύρα ἔν τε | |
10 | εἰσόδοις καὶ ἐξόδοις καὶ διαφόροις εἴδεσιν. συνεργίαι γὰρ θεοῦ πλη‐ θυνόντων τῶν ἀδελφῶν καὶ μέχρις πεντήκοντα φθασάντων καὶ κελ‐ λίων αὐτοῖς κτισθέντων καὶ λειτουργίας ἐν τῆι ἐκκλησίαι ἐπιτελου‐ μένης ἠναγκάζετο ὁ οἰκονόμος καὶ τὰ πρὸς τὴν χρείαν κτήσασθαι· περιεποιήσατο δὲ καὶ κτήνη πρὸς τὴν τῶν πατέρων ὑπηρεσίαν. ἦν | |
15 | δέ τις ἐν τῆι λαύραι Ἀσιανὸς μὲν τῶι γένει, Αὐξέντιος δὲ τῆι κλήσει. ὅστις παρακαλούμενος ὑπὸ τοῦ οἰκονόμου τὴν τοῦ κτηνίτου διακονίαν λαβεῖν, χρησιμώτατος καὶ τῆι διακονίαι πεποιημένος νομισθείς, οὐ κατεδέχετο. ὁ οὖν οἰκονόμος μὴ ἀκουσθεὶς παρασκευάζει τοὺς περὶ Ἰωάννην καὶ Κυρίωνα τοὺς πρεσβυτέρους παρακαλέσαι τὸν | |
20 | Αὐξέντιον καταδέξασθαι τὴν διακονίαν· αὐτὸς δὲ οὐδὲ τούτων παρα‐ καλούντων ἐπείσθη. τοῦ δὲ σαββάτου ἐπιγενομένου ἀναφέρει ὁ οἰκονόμος τῶι μεγάλωι τὰ κατὰ τὸν Αὐξέντιον. πρὸς ὃν μετασταλέντα εἶπεν ὁ μέγας Εὐθύμιος· ὑπάκουσον ἡμῶν, τέκνον, καὶ δέξαι τὴν διακονίαν. ὃ δὲ ἀπεκρίνατο· οὐ δύναμαι, τίμιε πάτερ· τρία γάρ εἰσιν | |
25 | τὰ κωλύοντά με ταύτην ἐκτελεῖν, πρῶτον μὲν τὸ ἄηθες τῆς χώρας | |
καὶ ἡ ἄγνοια τῆς ἐπιχωρίου γλώττης, δεύτερον δὲ ὁ φόβος τῆς πορνείας, | 28 | |
29 | τρίτον δὲ μήποτε διὰ τοιούτου περισπασμοῦ καὶ μετεωρισμοῦ μηκέτι ἰσχύω καθίσαι εἰς κελλίον καὶ ἡσυχάσαι. ὁ δὲ μέγας Εὐθύμιος λέγει· παρακαλοῦμεν τὸν θεὸν μὴ βλαβῆναί σε ὑπ’ οὐδενὸς τούτων· οὐ γὰρ ἄδικος ὁ θεὸς ἐπιλαθέσθαι τῆς ὑπακοῆς σου, μάλιστα γινώσκων | |
5 | ὅτι διὰ τὸν φόβον αὐτοῦ διακονεῖς τοῖς δούλοις αὐτοῦ κατὰ τὴν αὐτοῦ ἐντολὴν καὶ τὴν παρ’ αὐτοῦ χορηγουμένην ἰσχύν. ἄκουσον οὖν τοῦ κυρίου λέγοντος οὐκ ἦλθον διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ οὐ ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με πατρός. τούτων ἁπάντων λεχθέντων σκληρυνθεὶς ὁ Αὐξέντιος οὐχ | |
10 | ὑπήκουσεν. τότε ἐμβριμησάμενος ὁ πραύτατος Εὐθύμιος λέγει· ἡμεῖς μέν, ὦ τέκνον, ὅπερ νομίζομεν συμφέρειν σοι, συνεβουλεύσα‐ μεν· σὺ δὲ ἐπιμένων τῆι ἀπειθείαι ἤδη ὄψηι τίς ὁ τῆς παρακοῆς μισθός· παραυτίκα οὖν ὁ Αὐξέντιος τρόμωι δαιμονικῶι συσχεθεὶς ἔπεσεν ἐπὶ τὴν γῆν. καὶ οἱ μὲν παρόντες πατέρες παρεκάλουν τὸν μέγαν ὑπὲρ | |
15 | αὐτοῦ, ὁ δὲ γέρων εἶπεν πρὸς αὐτούς· νῦν ἐπὶ τῶν ὀφθαλμῶν ὑμῶν ὁ θεῖος πεπλήρωται λόγος ὁ λέγων· ἀντιλογίας ἐγείρει πᾶς κα‐ κός· ὁ δὲ κύριος ἄγγελον ἀνελεήμονα ἐπιπέμψει αὐτῶι. καὶ ἐπὶ πλεῖον ὑπὸ τῶν πατέρων δυσωπηθεὶς ὁ συμπαθέστατος γέρων κρατήσας αὐτὸν τῆς χειρὸς ἤγειρεν καὶ σφραγίσας αὐτὸν τῶι | |
20 | σημείωι τοῦ σταυροῦ ἀπεκατέστησεν ὑγιῆ. τότε ὁ Αὐξέντιος προσπε‐ σὼν παρεκάλει λαβεῖν συγγνώμην τῶν παρελθόντων καὶ εὐχὴν ὑπὲρ ἀσφαλείας τῶν μελλόντων. καὶ λέγει αὐτῶι ὁ ἅγιος· ὁ μὲν τῆς εὐπει‐ θείας μισθὸς μέγας, ἐπείπερ θέλει ὁ θεὸς ὑπακοὴν ὑπὲρ θυσίαν· ἡ δὲ παρακοὴ θάνατον κατεργάζεται. καὶ ποιήσας εὐχὴν ὑπὲρ αὐτοῦ | |
25 | ηὐλόγησεν αὐτόν. καὶ οὕτως ὁ Αὐξέντιος ἐδέξατο τὴν διακονίαν μετὰ χαρᾶς καὶ προθυμίας. Ὁ ἀββᾶς Κυριακὸς ὁ ἀναχωρητὴς ὁ ἐν τῆι λαύραι τοῦ παλαιοῦ | |
Σουκᾶ ταῖς κατὰ θεὸν ἀρεταῖς διαλάμπων καὶ ἐπὶ ἑβδομήκοντα σχεδὸν | 29 | |
30 | χρόνους ἐν αὐτῆι τῆι λαύραι τοῖς μοναχικοῖς κατορθώμασι διαπρέψας, ἀποταξάμενος ἐν τῆι νεότητι ἐν τῶι κοινοβίωι τοῦ μεγάλου Εὐθυμίου καὶ τοῖς ἐκείνου διαδόχοις ἐπὶ πολὺν χρόνον συναναστραφεὶς καὶ πᾶσαν τὴν τοῦ μεγάλου Εὐθυμίου διαγωγήν τε καὶ πολιτείαν μαθὼν | |
5 | ἀκριβῶς τὰ πλεῖστα τῶν τῆιδε τῆι συγγραφῆι ἐμφερομένων διηγήσεων παρέδωκέν μοι, ἐν οἷς καὶ τοῦτό μοι διηγήσατο ὅτι δύο ἀδελφοὶ τῆς λαύρας Μάρων καὶ Κλημάτιος καλούμενοι ἑτοιμασθέντες ἐκ συμφώνου ἀσυμφώνως ἐβούλοντο τῆι νυκτὶ τῆς λαύρας ὑποχωρῆσαι χωρὶς τῆς τοῦ ἁγίου παραθέσεως. ἡσυχάζοντι δὲ αὐτῶι ἀπεκαλύφθη τὰ κατ’ | |
10 | αὐτούς· ἑώρα γὰρ τὸν διάβολον χαλινὸν αὐτοῖς ἐμβάλλοντα καὶ εἰς παγίδα αὐτοὺς ἕλκοντα θανατηφόρον. καὶ παραυτίκα τούτους μετα‐ στειλάμενος ἐνουθέτει πολλὰ περὶ ὑπομονῆς διεξερχόμενος καὶ πείθων αὐτοὺς ὅτι πανταχοῦ ἀσφαλείας χρεία μετὰ τῆς τοῦ θεοῦ βοηθείας, ὅπου δἂν ἐσμέν· καὶ γὰρ ὁ Ἀδὰμ ἐν παραδείσωι ὢν παρέβη τὴν ἐντο‐ | |
15 | λὴν τοῦ θεοῦ, ὁ δὲ Ἰὼβ ταύτην ἐφύλαξεν ἐν τῆι κοπρίαι καθήμενος. καὶ ταῦτα δὲ τῆι νουθεσίαι προσετίθει λέγων ὅτι οὐ δεῖ ἡμᾶς τοὺς πονηροὺς παραδέχεσθαι λογισμοὺς λύπην ἡμῖν ἢ μῖσος πρὸς τὸν τόπον ἐν ὧι ἐσμέν, καὶ πρὸς τοὺς συνοικοῦντας κατὰ τὸ λεληθὸς ἐμβάλλοντας ἢ ἀκηδίαν ὑποσπείροντας ἢ τὴν πρὸς ἑτέρους τό‐ | |
20 | πους μετάβασιν ὑποτιθεμένους, ἀλλὰ χρὴ ἡμᾶς κατὰ πᾶσαν ὥραν νήφειν καὶ ταῖς μεθοδείαις τῶν δαιμόνων τὸν νοῦν ἐφιστάνειν, ἵνα μὴ διὰ τῆς μεταβάσεως ὁ κανὼν ἡμῶν διαλυθῆι· φυτὸν γὰρ συνεχῶς μεταφυτευόμενον οὐ δύναται καρποφορῆσαι· ὁμοίως καὶ μοναχὸς οὐ καρποφορεῖ μεταβαίνων ἀπὸ τόπου εἰς τόπον. ἐὰν οὖν δοκιμάσηι | |
25 | τις καλὸν ποιῆσαι ἐν ὧι τόπωι ἐστίν, καὶ μὴ ἰσχύσηι, μὴ νομίσηι ὅτι ἀλλαχοῦ δύναται κατορθῶσαι αὐτό· οὐ γὰρ ὁ τόπος ὁ ζητού‐ μενος, ἀλλ’ ὁ τρόπος τῆς προαιρέσεως. πρὸς βεβαίωσιν δὲ τῶν εἰρημένων ἀκούσατε τινῶν γερόντων Αἰγυπτίων διήγημα, ὅπερ | |
ἐμοὶ διηγήσαντο, ὅτι ἀδελφὸς ἐκάθητο εἰς κοινόβιον ἐν Αἰγύπτωι | 30 | |
31 | καὶ συνεχῶς ἐκινεῖτο εἰς ὀργήν. καὶ ἀκηδιάσας ἐξῆλθεν τοῦ κοινοβίου καὶ ἔμεινεν εἰς τόπον καθ’ ἑαυτὸν λογιζόμενος ὅτι ἐν τῶι μὴ ἔχειν πρός τινά τι καὶ ἡσυχάζειν παύσεται ἀπ’ αὐτοῦ τὸ πάθος τῆς ὀργῆς. ἐν μιᾶι δὲ τῶν ἡμερῶν γεμίσαντος αὐτοῦ τὸ βαυκάλιον ὕδατος καὶ | |
5 | θέντος αὐτὸ χαμαὶ ἐστράφη· εἶτα δεύτερον καὶ τρίτον γεμισθὲν πάλιν ἐστράφη. ὁ δὲ ἀδελφὸς ἐμπαιχθεὶς ὑπὸ τοῦ δαίμονος ἐθυμώθη κατὰ τοῦ βαυκαλίου καὶ τούτου δραξάμενος ἔκλασεν αὐτό. τούτου δὲ λεχθέντος τοῦ λόγου ὁ Κλημάτιος ἀπὸ πειρασμοῦ τινος σατανικοῦ ἐγέλασεν. ὁ δὲ γέρων προσχὼν αὐτῶι ἰταμῶς λέγει· ἐνεπαίχθης ὑπὸ | |
10 | τοῦ δαίμονος, ἀδελφέ· ἀφρόνως καὶ ἀπαιδεύτως ἐκινήθης· εἰς κλαυθ‐ μὸν ἐκλήθης, καὶ γελᾶις. οὐκ ἤκουσας τοῦ κυρίου τοὺς μὲν γελῶντας ταλανίζοντος, τοὺς δὲ κλαίοντας μακαρίζοντος; γίνωσκε τοίνυν ὅτι ἀφροσύνη ἐστὶν μοναχῶι λαλεῖν τι ἢ κινεῖσθαι παρὰ τὸ πρέπον ἢ παρρησιάζεσθαι. τὴν παρρησίαν γὰρ χαλεπωτέραν εἶναι καὶ γεννή‐ | |
15 | τριαν πάντων τῶν παθῶν οἱ πατέρες ὁρίζονται. καὶ ὁ μὲν ἅγιος ταῦτα εἰπὼν καὶ τὸν Κλημάτιον ἀποστραφεὶς εἰς τὸ ἐνδότερον αὐτοῦ εἰσῆλθεν κελλίον· ὁ δὲ Κλημάτιος παραυτὰ πεσὼν ἐπὶ πρόσωπον τρόμωι καὶ φρίκηι συνείχετο. καὶ ὁ Δομετιανὸς θαυμάσας τοῦ ἁγίου πατρὸς τὴν πρέπουσαν πραότητα καὶ τὴν καθήκουσαν στυφότητα, συνάξας τινὰς | |
20 | τῶν τιμίων πατέρων εἰσήγαγεν σὺν τῶι Μάρωνι παρακαλοῦντας ὑπὲρ τοῦ Κληματίου. ὁ δὲ μέγας ταῖς τῶν πατέρων παρακλήσεσιν εἴξας ἐξῆλθεν καὶ τοῦτον ἀνέστησεν κείμενον καὶ τῆι τοῦ σταυροῦ σφραγῖδι τήν τε φρίκην ἔθραυσεν καὶ τὸν βρυγμὸν ἔπαυσεν τῶν ὀδόντων καὶ ὑγιῆ αὐτὸν ἀποκαταστήσας ἀπένειμεν καὶ τῆι ψυχῆι τὴν ἰατρείαν | |
25 | λέγων· πρόσεχε σεαυτῶι ἀκριβῶς τοῦ λοιποῦ καὶ μὴ καταφρόνει θείων λογίων καὶ διδασκαλίας πατέρων καὶ γενοῦ ὅλος ὀφθαλμός, | |
καθάπερ ἐπὶ τῶν χερουβὶμ ἠκούσαμεν. οὕτως γὰρ εἶναι ὀφείλει ὁ | 31 | |
32 | μοναχός, πάντοθεν ἑαυτὸν περισκοπῶν, καὶ ἀκοίμητον ἔχειν πρὸς τὴν ἑαυτοῦ φυλακὴν τῆς ψυχῆς τὸ ὄμμα ὡς ἐν μέσωι παγίδων διο‐ δεύων ἀεί. καὶ ταῖς τοιαύταις διδασκαλίαις ἐπιπλήξας καὶ νουθετή‐ σας αὐτὸν καὶ τοὺς λοιποὺς στηρίξας καὶ τῶι ὑποδείγματι φοβήσας | |
5 | ἀπέλυσεν ἐν εἰρήνηι. Τῶι πεντηκοστῶι τετάρτωι τῆς τοῦ μεγάλου Εὐθυμίου ἡλικίας χρό‐ νωι γέγονεν ἡ ἐν Ἐφέσωι πρώτη οἰκουμενικὴ σύνοδος. τότε δὴ Συνό‐ διος ἐκεῖνος ὁ ἀνωτέρω μνημονευθεὶς τίμιος ἀνὴρ ὑπάρχων καὶ πρεσβύ‐ τερος τῆς κατὰ Μελιτηνὴν ἁγίας ἐκκλησίας ἐλθὼν εἰς προσκύνησιν | |
10 | τῶν ἁγίων τόπων παρεγένετο εἰς τὴν λαύραν ἀσπάσασθαι μὲν ἐπι‐ θυμῶν τὸν μέγαν Εὐθύμιον, ἅμα δὲ ἔχων τρεῖς ἀνεψιοὺς ἐν τῆι λαύραι, Στέφανόν τε καὶ Ἀνδρέαν καὶ Γαιανόν. ἀσπασάμενος οὖν τὸν γέροντα διηγήσατο αὐτῶι τὰ κατὰ τὴν ἀσεβεστάτην αἵρεσιν Νεστορίου τοῦ κατὰ συγχώρησιν θεοῦ ἐπ’ ὀλίγον κρατήσαντος χρόνον τοῦ θρόνου | |
15 | Κωνσταντινουπόλεως καὶ τὴν οἰκουμένην ταῖς κακοδιδασκαλίαις αὐτοῦ διαταράξαντος· ἐξηγεῖτο δὲ αὐτῶι καὶ περὶ τοῦ ζήλου καὶ τῆς ὀρθῆς πίστεως Κυρίλλου τοῦ ἀρχιεπισκόπου Ἀλεξανδρείας καὶ Ἀκακίου ἐπισκόπου Μελιτηνῆς καὶ ὅτι μέλλει κατὰ τοῦ Νεστορίου σύνοδος οἰκουμενικὴ γίνεσθαι ἐν Ἐφέσωι. ἐχάρη δὲ ὁ ἅγιος ἀκούσας περὶ | |
20 | Ἀκακίου τοῦ τρόπον τινὰ ἐν τῆι νεότητι ἀναθρέψαντος αὐτόν. ὁ μὲν οὖν μακαρίτης Συνόδιος συνταξάμενος αὐτῶι καὶ λαβὼν ἐκ τῆς λαύρας Στέφανον τὸν ἑαυτοῦ ἀνεψιὸν ἀνῆλθεν εἰς τὴν ἁγίαν πόλιν καὶ πείθει τὸν ἀρχιεπίσκοπον χειροτονῆσαι αὐτόν· ὅστις ἀρχιεπίσκοπος αὐτόν τε τὸν Στέφανον καὶ Κοσμᾶν τὸν Καππαδόκην διακόνους ἐποίησεν | |
25 | τῆς ἁγίας Ἀναστάσεως. τῶν δὲ ἐπισκόπων ἐν τῆι συνόδωι ἀθροιζο‐ | 32 |
33 | μένων, μελλόντων καὶ τῶν Παλαιστινῶν μετὰ τοῦ ἑαυτῶν ἐξιέναι ἀρχιεπισκόπου, ἐνετείλατο ὁ μέγας Εὐθύμιος Πέτρωι τῶι τῶν Σαρακηνῶν ἐπισκόπωι ἀπιόντι εἰς τὴν σύνοδον κατὰ πάντα τρόπον ἀκολουθῆσαι Κυρίλλωι τε τῶι ἀρχιεπισκόπωι Ἀλεξανδρείας καὶ | |
5 | Ἀκακίωι τῶι ἐπισκόπωι Μελιτηνῆς ὀρθοδόξοις οὖσιν καὶ κατὰ τῆς ἀσεβείας ἀγωνιζομένοις. τῆς τοίνυν συνόδου ἐν Ἐφέσωι συνα‐ θροισθείσης καὶ Νεστορίου τοῦ δυσσεβοῦς ὑπ’ αὐτῆς καταβληθέντος Πέτρος ὁ τῶν Σαρακηνῶν ἐπίσκοπος ἐλθὼν εἰς τὴν λαύραν πάντα τὰ ἐν τῆι συνόδωι συμβάντα καθεξῆς τῶι μεγάλωι διηγήσατο Εὐ‐ | |
10 | θυμίωι. ὅστις τὰ ὑπὸ τῶν Ἀνατολικῶν γεγονότα μαθὼν ἐλυπή‐ θη σφόδρα περὶ Ἰωάννου τοῦ ἀρχιεπισκόπου Ἀντιοχείας ὀρθοδόξου ὄντος καὶ τοῖς Νεστορίου ὑπερμαχοῦσι συναπαχθέντος, Δόμνος δὲ ὁ διάκονος λυπηθεὶς κατὰ διάνοιαν διὰ τὸν ἑαυτοῦ θεῖον παρεκάλει ἀπολυθῆναι ἕως Ἀντιοχείας ἐπὶ διορθώσει τοῦ ἑαυτοῦ θείου. ὁ δὲ | |
15 | μέγας Εὐθύμιος οὐ συνεῖδεν ἀπολῦσαι αὐτὸν λέγων· μηδαμοῦ ἀπέλθηις, τέκνον, ὅτι οὐ συμφέρει σοι. οὔτε γὰρ ὁ θεῖός σου τῆς παρουσίας σου χρήιζει· εἰ γὰρ καὶ πρὸς ὀλίγον τοῖς πονηροῖς συναπήχθη, ἀλλ’ ὁ θεὸς τὴν αὐτοῦ γινώσκων ὀρθότητα οὐ συγχωρεῖ αὐτὸν ἀπο‐ λέσθαι, ἀλλὰ μικρὸν ὕστερον τοῦ μέρους τῶν σωιζομένων αὐτὸν | |
20 | ἀναδείκνυσι. καὶ σὺ τοίνυν, τέκνον, ἐὰν ὑπομείνηις ἐν ὧι τόπωι ἐκλή‐ θης, καὶ μὴ ἐνδώσηις τοῖς ἀποστῆσαί σε τῆς ἐρήμου βουλομένοις λογισμοῖς, προκόψαι ἔχεις καὶ δοξασθῆναι κατὰ θεόν· εἰ δὲ ἐμοῦ παρακούσεις, τὴν μὲν τοῦ θείου σου προεδρίαν διαδέξηι, ταύτην δὲ ὑπὸ πονηρῶν ἀνθρώπων ἀφαιρεθήσηι τούτοις πρότερον ἀκουσίως | |
25 | συναπαχθείς. καὶ ταῦτα μὲν ὁ ἐν ἁγίοις Εὐθύμιος· ὁ δὲ Δόμνος τῆς τοῦ ἁγίου πατρὸς ἐντολῆς παρακούσας παραθέσεως χωρὶς ἀπῆλθεν εἰς Ἀντιόχειαν καὶ πάντα τὰ τῆς προρρήσεως ἔπαθεν, ὕστερον μέντοι ἐλθὼν πρὸς τὸν γέροντα μετενόησεν. ὁ δὲ ἀρχιεπίσκοπος Ἰουβενά‐ λιος Στέφανον μὲν τὸν Μελιτηνὸν ἐπίσκοπον Ἰαμνίας ἐχειροτόνησεν, | |
30 | Κοσμᾶν δὲ τὸν Καππαδόκην χειροτονήσας πρεσβύτερον σταυροφύ‐ | |
λακα πεποίηκεν. | 33 | |
34 | Τούτου τοῦ μεγάλου Εὐθυμίου οἱ διάδοχοι οἱ καὶ συναναστραφέντες αὐτῶι χρόνον ἱκανὸν διηγοῦντο τῶι ταῦτά μοι διηγησαμένωι ἀββᾶι Κυριακῶι λέγοντες ὅτι οὐ κατελαβόμεθα αὐτὸν ἐσθίοντα ἢ συντυγχά‐ νοντά τινι χωρὶς μεγάλης ἀνάγκης παρεκτὸς σαββάτου καὶ κυριακῆς. | |
5 | οὐκ οἴδαμεν αὐτὸν ποτὲ καθευδήσαντα ἐπὶ τὸ πλευρὸν αὐτοῦ, ἀλλὰ ποτὲ μὲν καθήμενον τοῦ ὕπνου μικρὸν ἁρπάζοντα, ποτὲ δὲ σχοινίον κρεμάμενον ἐν γωνίαι τῆς στέγης τοῦ κελλίου κρατοῦντα ταῖς δυσὶ χερσὶν ὀλίγον τοῦ ὕπνου μεταλαμβάνοντα διὰ τὴν βίαν τῆς φύσεως, ἴσως τὸ τοῦ μεγάλου Ἀρσενίου ῥητὸν ἐπιλέγοντα τὸ δεῦρο κακὲ | |
10 | δοῦλε. διεβεβαιοῦντο γὰρ καὶ τοῦτο ὅτι τὰ κατ’ αὐτὸν τὸν μέγαν Ἀρσένιον τὸν πατρικῶι τρόπωι ἀναθρέψαντά τε καὶ παιδαγωγήσαντα Ἀρκάδιον καὶ Ὁνώριον τοὺς βασιλεῖς καὶ διὰ τοῦτο πατέρα αὐτῶν ὑπὸ τῶν ἁγίων πατέρων ὀνομασθέντα καὶ ἐν τῆι κατ’ Αἴγυπτον ἐρήμωι κατὰ τὸν αὐτὸν χρόνον ταῖς ἀρεταῖς ἀπαστράπτοντα ἡδέως | |
15 | ἤκουεν ὁ μέγας Εὐθύμιος παρὰ τῶν ἐξ Αἰγύπτου διαφόρως παρα‐ βαλλόντων αὐτῶι τιμίων πατέρων διεξερχομένων τὰς ἐκείνου πολιτείας καὶ αὐτὸς ἀκούων πᾶσαν σπουδὴν ἐποιεῖτο τούτου μιμεῖσθαι τὰς ἀρετὰς τήν τε ἡσυχίαν αὐτοῦ καὶ σιωπὴν καὶ ταπεινοφροσύνην, τὸ τοῦ ἐνδύματος εὐτελὲς καὶ τὴν τῶν βρωμάτων ἀποχὴν καὶ τὴν εἰς | |
20 | πάντα καρτερίαν, τὸ ἑαυτῶι προσέχειν κατὰ τὸ ὑπ’ ἐκείνου λεγό‐ μενον Ἀρσένιε δι’ ὃ ἐξῆλθες. ἐζήλου δὲ αὐτοῦ καὶ τὴν κατάνυξιν καὶ τὰ δάκρυα καὶ τὰς παννύχους ἀγρυπνίας τὸ φιλέρημόν τε καὶ μισόδοξον καὶ μισοσύντυχον, τὸ εἰς προσευχὴν πρόθυμόν τε καὶ εὔτονον τό τε συμπαθὲς καὶ διακριτικόν. ἐπειδὴ τοίνυν πάσηι | |
25 | σπουδῆι τὴν ἐκείνου ἐμιμήσατο πολιτείαν, καὶ τῶν ἐκείνωι προσόντων χαρισμάτων ἠξιώθη ἐν ἀπολαύσει γενέσθαι τῆς τε τοῦ παναγίου πνεύματος μετουσίας καὶ τῆς τοῦ θείου φωτὸς ἐλλάμψεως καὶ τοῦ διορατικοῦ χαρίσματος. περὶ μέντοι ὧν ὑπερέσχε χαρισμάτων τοῦ τε τῶν ἰαμάτων καὶ τοῦ κατὰ πνευμάτων ἀκαθάρτων μαρτυρεῖ τὰ | |
30 | ὁρώμενα ἅπερ μέχρι σήμερον ὁρῶμεν τὴν αὐτοῦ ἀναβλύζουσαν θήκην· | 34 |
35 | περὶ δὲ τοῦ διορατικοῦ χαρίσματος καὶ ὅθεν τὰς τούτου ἀκτῖνας ἐκπέμπειν ἤρξατο καὶ λαμπρότερος φωστὴρ ἀνεδείχθη, ἐρῶν ἔρχο‐ μαι. Ἀναστάσιός τις κληρικὸς τῆς ἁγίας Ἀναστάσεως σκευοφύλαξ τε καὶ χωρεπίσκοπος φοιτητής τε καὶ συναγωνιστὴς γεγονὼς τοῦ | |
5 | ἐν ἁγίοις Πασσαρίωνος ἐπεθύμει τὸν ἅγιον θεάσασθαι Εὐθύμιον. καὶ ταύτην ἀναθέμενος τὴν ἐπιθυμίαν Φίδωι τε τῶι ἐπισκόπωι Ἰόππης καὶ Κοσμᾶι τῶι σταυροφύλακι κατῆλθεν πρὸς αὐτὸν σὺν αὐτοῖς ἔχων τὸν ἔκγονον Φίδου τοῦ ἐπισκόπου Φίδον καὶ αὐτὸν καλούμενον, νέον ὄντα καὶ ἀναγνώστην τῆς ἁγίας Ἀναστάσεως τὸν | |
10 | καὶ διηγησάμενον τῶι ταῦτά μοι παραδώσαντι ἀββᾶι Κυριακῶι. αὐτῶν δὲ ὁδευόντων καὶ τῆι λαύραι ἐγγιζόντων ἀπεκαλύφθη τῶι ἁγίωι τὰ κατ’ αὐτοὺς καὶ φωνεῖ τὸν Χρύσιππον οἰκονόμον ὄντα τῆς λαύρας καὶ λέγει αὐτῶι· ἑτοίμασον σεαυτόν· ἰδοὺ γὰρ μετὰ τοῦ ἀδελφοῦ σου ὁ πατριάρχης παραγίνεται. αὐτῶν δὲ παραγενομένων | |
15 | συναπαχθεὶς τοῖς τῆς διανοίας ὀφθαλμοῖς ὁ μέγας Εὐθύμιος ὡς πατριάρχηι Ἱεροσολύμων Ἀναστασίωι συνετύγχανεν. καὶ οἱ μὲν παρόντες ἐν θαύματι ἐγίνοντο· ὁ δὲ Χρύσιππος ἐγγίσας ἰδίαι λέγει τῶι γέροντι· σεβάσμιε πάτερ, οὐκ ἔστιν ἐνταῦθα ὁ πατριάρχης· Ἀναστάσιος γὰρ ὁ σκευοφύλαξ ἐστὶν οὗτος. σκόπει γὰρ ὅτι χροακὰ | |
20 | ἱμάτια φορεῖ, ἅπερ ἀδύνατον πατριάρχηι Ἱεροσολύμων ἐνδύσασθαι. ὁ δὲ γέρων θαυμάσας καὶ ἐνεὸς γεγονὼς εἶπεν· πίστευέ μοι, τέκνον, ἕως οὗ ἐλάλησας, ἄσπρα ἱμάτια ἐθεώρουν αὐτὸν φοροῦντα. καὶ λέγει εἰς ἐπήκοον πάντων· ὄντως οὐκ ἠπατήθην, ἀλλ’ ὅπερ ὁ θεὸς προέγνω καὶ προώρισεν, πάντως ἐπιτελέσει· ἀμεταμέλητα | |
25 | γὰρ αὐτοῦ τὰ χαρίσματα. Τερέβων ἐκεῖνος ὁ Σαρακηνὸς γυναῖκα ἐκ τοῦ ἰδίου γένους λαβὼν καὶ ἐπὶ συχνὸν χρόνον συζήσας αὐτῆι οὐκ ἔσχεν τέκνον στείρας οὔσης αὐτῆς. ἥντινα ἐνέγκας πρὸς τὸν σημειοφόρον Εὐθύμιον παρε‐ κάλει λέγων· οἶδα καὶ πέπεισμαι, τίμιε πάτερ, ὅτι ἐπακούει σου | |
30 | προσευχομένου ὁ θεός· ποιεῖ γὰρ τὸ θέλημα τῶν φοβουμένων | 35 |
36 | αὐτόν. ἐπειδὴ τοίνυν τοσοῦτος παρέδραμε χρόνος καὶ οὐκ ἠξιώθην ἔχειν τέκνον διὰ τὸ ταύτην στεῖραν ὑπάρχειν, καὶ νῦν, δέομαί σου, τίμιε πάτερ, δεήθητι τοῦ φιλανθρώπου θεοῦ ἵνα δωρήσηται ἡμῖν τέκνον. κατανοήσας δὲ ὁ γέρων τὴν πίστιν αὐτῶν ἐσφράγισεν αὐτοὺς | |
5 | τρίτον τῶι σημείωι τοῦ σταυροῦ ἁψάμενος καὶ τῆς κοιλίας τῆς γυναι‐ κὸς καὶ λέγει πρὸς αὐτούς· πορεύεσθε χαίροντες ἐν κυρίωι· ἰδοὺ γὰρ χαρίζεται ὑμῖν ἡ αὐτοῦ φιλανθρωπία τρεῖς υἱοὺς ἄρρενας. πιστεύ‐ σαντες δὲ τῶι λόγωι τοῦ ἁγίου γέροντος ἀπῆλθον μετὰ χαρᾶς εἰς τὰ ἴδια καὶ συνέλαβεν ἡ στεῖρα καὶ ἔτεκεν τὸν πρωτότοκον, Πέτρον | |
10 | τὸν πατέρα τοῦ ταῦτα συμφώνως τοῖς γέρουσιν διηγησαμένου μοι Τερέβωνος. ἐγέννησεν δὲ μετὰ Πέτρον καὶ ἄλλους δύο υἱοὺς κατὰ τὴν προφητείαν τοῦ πνευματοφόρου πατρός. Ἀδελφός τις ἦν ἐν τῆι λαύραι Ῥωμαῖος μὲν τῶι γένει, Αἰμιλιανὸς δὲ τῆι κλήσει, ὅστις ποτὲ ἐν μιᾶι νυκτὶ διαφαυούσης κυριακῆς ὠχλήθη | |
15 | δεινῶς ὑπὸ τοῦ δαίμονος τῆς πορνείας καὶ δι’ αἰσχρῶν φαντασιῶν τὸν νοῦν σφοδρῶς διεταράχθη. τῆι οὖν ὥραι τῆς νυκτερινῆς ψαλμωι‐ δίας ἐρχομένωι τῶι ἁγίωι Εὐθυμίωι ἐπὶ τὴν ἐκκλησίαν συνηντήθη ἐν τόπωι σκοτεινῶι· ὁ δὲ γέρων ὀσφρανθεὶς δυσωδίας δαιμονικῆς καὶ ὑποπτεύσας εἶναί τινα δαιμονιώδη ἐνέργειαν ἐνεφύσησεν λέγων· | |
20 | καταργήσει σε ὁ θεός, ἀκάθαρτον πνεῦμα. καὶ εὐθέως ὁ ἀδελφὸς ἔπεσεν δαιμονιῶν καὶ ἀφρίζων· κελεύσας δὲ ὁ ἅγιος ἐνεχθῆναι φῶτα λέγει τοῖς συναχθεῖσι πατράσι· θεωρεῖτε τοῦτον τὸν ἀδελφὸν τὸν ἀπὸ νεότητος μέχρι τοῦ νῦν καλῶς ἀναχθέντα καὶ ἐν ἁγνείαι σώματος βιώσαντα, μικρὸν δὲ συναπαχθέντα τῆι τῆς σαρκὸς ἡδονῆι | |
25 | οὕτως κατακυριευθέντα ὑπὸ τοῦ δαίμονος. διὰ τοῦτο ἀεὶ λέγω ὑμῖν· ἀσφαλισώμεθα ἑαυτοὺς ἀπὸ πάσης αἰσχρᾶς φαντασίας· οἱ γὰρ πειραζόμενοι ὑπὸ σωματικῶν ἡδονῶν καὶ μὴ πλησιάζοντες σώμασι κατὰ διάνοιαν ἐκπορνεύουσι. πάσηι τοίνυν φυλακῆι ἕκαστος ὑμῶν τηρείτω τὴν ἑαυτοῦ διάνοιαν καὶ μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτοῦ | |
30 | σωτηρίαν κατεργαζέσθω· ἀκούσατε δὲ ψυχωφελὲς καὶ ἀληθέστατον | |
διήγημα, ὅπερ διηγήσαντό μοι τινὲς γέροντες Αἰγύπτιοι παραβαλόντες | 36 | |
37 | μοι περί τινος ἁγίου μὲν παρὰ πᾶσι νομιζομένου, ἐν δὲ τῶι κρυπτῶι τῆς καρδίας κινήματι παροργίζοντος τὸν θεὸν διὰ τῆς, ὡς οἶμαι, τῶν αἰσχρῶν λογισμῶν συγκαταθέσεως οὕτως λέγοντες ὅτι ἐν τῆι πόλει αὐτοῦ εἰσελθών τις διορατικὸς εὗρεν ἐκείνου βαρέως ἀσθενοῦντος | |
5 | πάντας τοὺς πολίτας κλαίοντας καὶ λέγοντας ὅτι ἐὰν οὗτος ὁ ἅγιος τελευτήσηι, οὐκ ἔστιν ἡμῖν λοιπὸν ἐλπὶς σωτηρίας· διὰ γὰρ τῆς αὐτοῦ πρεσβείας πάντες ἡμεῖς σωιζόμεθα. ταῦτα ἀκούσας ὁ διορατικὸς ἐκεῖνος ἀπέρχεται μετὰ σπουδῆς εὐλογηθῆναι παρ’ ἐκείνου τοῦ νομιζομένου ἁγίου. καὶ ὅτε ἤγγισεν, βλέπει πολλὴν ἑτοιμασίαν | |
10 | κηρίων καὶ πλήθη πολλὰ κληρικῶν τε καὶ λαικῶν καὶ ἕως αὐτοῦ τοῦ ἐπισκόπου περιμενόντων εἰς τὸ κηδεῦσαι αὐτόν. καὶ εἰσελθὼν πρὸς αὐτὸν εὗρεν αὐτὸν ἔτι ἐμπνέοντα καὶ θεωρήσας τοῖς τῆς διανοίας ὀφθαλμοῖς βλέπει τὸν τάρταρον τοῦ ἅιδου μετὰ τριόδοντος πυρίνου χαλάσαντα τὸν τριόδοντα εἰς τὴν καρδίαν αὐτοῦ καὶ μετὰ πολλῶν βασά‐ | |
15 | νων ἀνασπῶντα αὐτοῦ τὴν ψυχὴν καὶ ἤκουσεν φωνῆς ἐκ τοῦ οὐρανοῦ λεγούσης· ὃν τρόπον οὐκ ἀνέπαυσέν με ἡ ψυχὴ αὐτοῦ μίαν ἡμέραν, μηδὲ σὺ παύσηι βασανίζων καὶ ἀνασπῶν αὐτοῦ τὴν ψυχήν. ταῦτα δὲ διηγη‐ σάμην, ἵνα ἐναγώνιοι πάντοτε ὦμεν καὶ εὐτρεπισμένοι πρὸς τὴν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος ἔξοδον, μήποτε τῆι φιληδονίαι συναπαγό‐ | |
20 | μενοι ἐν τῶι καιρῶι τῆς ἐξόδου ἀφορήτως ὀδυνηθησώμεθα. τοῦτον γὰρ τὸν ἀδελφὸν ὃν θεωρεῖτε, πρὸς σωφρονισμὸν ὑμῶν τε καὶ ἑτέρων πολλῶν συνεχώρησεν ὁ θεὸς κατακυριευθῆναι ὑπὸ τοῦ δαίμονος. ἀλλὰ δεηθῶμεν τοῦ παιδεύσαντος θεοῦ καὶ μὴ θανατώσαντος ἐλευθε‐ ρωθῆναι τὸ πλάσμα αὐτοῦ ἐκ τῆς ἐπιβουλῆς τοῦ ἀκαθάρτου καὶ | |
25 | φιληδόνου πνεύματος. εὐξαμένου τοίνυν τοῦ θεοφόρου πατρὸς ἐξῆλθεν ὁ δαίμων κράζων καὶ λέγων· ἐγὼ εἰμὶ τὸ πνεῦμα τῆς πορνείας, καὶ ἐπλήρωσεν ὅλον τὸν τόπον δυσωδίας ὡς καιομένου τεαφίου. καὶ ἀπὸ τότε ἠλευθερώθη ὁ Αἰμιλιανὸς ἀπὸ τοῦ αὐτοῦ λογισμοῦ | |
καὶ ἐγένετο σκεῦος ἐκλογῆς. | 37 | |
38 | Κατ’ αὐτὸν δὴ τὸν χρόνον ἀβροχίας τῆι γῆι ἐπικειμένης καὶ πάντων ὀδυρομένων πληρουμένην θεωρούντων τὴν Μωσαικὴν φωνὴν λέγουσαν ἔσται ὁ οὐρανὸς ὑπὲρ κεφαλῆς σου χαλκοῦς, ἡ δὲ γῆ ὑποκάτω σου σιδηρᾶ, ὁ μακαρίτης τε Θεόκτιστος καὶ οἱ τῆς | |
5 | λαύρας τοῦ μεγάλου Εὐθυμίου πατέρες στενοχωρούμενοι τῶν λάκκων ὕδωρ μὴ δεξαμένων ἐδυσώπουν τὸν μέγαν Εὐθύμιον δεηθῆναι τοῦ θεοῦ περὶ τούτου. ὃ δὲ οὐκ ἠνείχετο λέγων ὅτι βούλεται ὁ θεὸς διὰ τῆς παιδείας ταύτης σωφρονίσαι ἡμᾶς. τούτων οὕτως ἐχόντων συνήχθη ἄπειρον πλῆθος ἔκ τε τῆς ἁγίας πόλεως καὶ τῶν πέριξ κωμῶν | |
10 | τῆι ὀγδόηι ἡμέραι τῶν ἁγίων θεοφανίων, μάλιστα μαθόντες τὸν μέγαν Εὐθύμιον ἐπὶ τὴν πανέρημον μέλλειν κατὰ τὸ εἰωθὸς ἐξέρχε‐ σθαι. οἱ οὖν ἐλθόντες ἔκραζον τὸ κύριε ἐλέησον, τὰ σταυρία τῶν πλησίον κωμῶν ἔχοντες· ὁ δὲ γέρων ἀκούσας τῶν κραυγῶν καὶ τὸν παρόντα αὐχμὸν αἴτιον εἶναι τούτων μαθὼν ἐξελθὼν πρὸς αὐτοὺς | |
15 | εἶπεν· τί ζητεῖτε παρ’ ἀνθρώπου ἁμαρτωλοῦ; ἐγώ, τέκνα, διὰ τὸ πλῆθος τῶν ἀνομιῶν μου οὐκ ἔχω παρρησίαν εὔξασθαι περὶ τούτου· αὐτὸς δὲ ὁ πλάσας ἡμᾶς θεὸς ἀγαθός ἐστι καὶ φιλάνθρωπος καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ. ἀλλὰ αἱ ἁμαρτίαι ἡμῶν διιστῶσιν ἀνὰ μέσον ἡμῶν καὶ αὐτοῦ. τὴν εἰκόνα | |
20 | αὐτοῦ ἐζοφώσαμεν, τὸν ναὸν αὐτοῦ ἐμιάναμεν δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις· ἐν πλεονεξίαι καὶ φθόνωι διάγομεν καὶ ἐσμὲν στυγητοὶ μισοῦντες ἀλλήλους, καὶ διὰ τοῦτο ὀργισθεὶς ἐπεισήγαγεν ἡμῖν τὴν παιδείαν ταύτην, ἵνα δι’ αὐτῆς σωφρονισθέντες καὶ διὰ μετανοίας βελτιωθέντες προσέλθωμεν τῶι φόβωι αὐτοῦ καὶ οὕτως | |
25 | ἀκούηι ἡμῶν. καὶ τοῦτό ἐστιν τὸ εἰρημένον ἐγγὺς κύριος πᾶσιν τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείαι. καὶ ταῦτα ἀκού‐ σαντες ἔκραξαν ὁμοθυμαδὸν λέγοντες· αὐτός, τίμιε πάτερ, δεήθητι ὑπὲρ ἡμῶν τοῦ θεοῦ, πιστεύομεν γὰρ ὅτι ὑπακούει τῆς προσευχῆς σου | |
ὁ κύριος· ποιεῖ γὰρ τὸ θέλημα τῶν φοβουμένων αὐτόν. τούτοις | 38 | |
39 | καὶ τοῖς τοιούτοις λόγοις ἐπικαμφθεὶς ὁ μέγας Εὐθύμιος λαβὼν τοὺς παρόντας πατέρας καὶ τῶι λαῶι δεηθῆναι τοῦ θεοῦ ἐκτενῶς παραγγείλας εἰσῆλθεν ἐν τῶι εὐκτηρίωι μηδὲν ὑποσχόμενος καὶ ῥίψας ἑαυτὸν ἐπὶ πρόσωπον ἱκέτευεν τὸν θεὸν μετὰ δακρύων ἐλεῆσαι | |
5 | τὸ πλάσμα αὐτοῦ καὶ ἐπισκέψασθαι τὴν γῆν ἐν ἐλέει καὶ οἰκτιρμοῖς καὶ μεθύσαι αὐτήν. εὐχομένου τοίνυν αὐτοῦ αἰφνίδιον ἔπνευσεν ἄνεμος νότος καὶ ἐπληρώθη ὁ οὐρανὸς νεφελῶν καὶ ἐξεχέθη ὄμβρος πολὺς καὶ γέγονεν σφοδρὸς χειμών. τότε ἀναστὰς ὁ ἅγιος καὶ πληρώ‐ σας τὴν εὐχὴν ἐξῆλθεν καὶ λέγει πρὸς αὐτούς· ἰδοὺ ἐπήκουσεν ὁ | |
10 | θεὸς τῆς προσευχῆς ὑμῶν καὶ τὴν αἴτησιν παρέσχεν ὑμῖν· εὐλογῆσαι δὲ ἔχει τὸν ἐνιαυτὸν τοῦτον ὑπὲρ τὰ λοιπὰ ἔτη. προσέχετε τοίνυν ἀκριβῶς ἑαυτοῖς καὶ δι’ ἔργων ἀγαθῶν δοξάσατε τὸν θεὸν τὸν ποιή‐ σαντα εἰς ἡμᾶς πάντας τὸ ἔλεος αὐτοῦ. καὶ οὕτως ἀπέλυσεν αὐτούς· ἔμεινεν δὲ ἡ βροχὴ ῥαγδαίως καταφερομένη, ὥστε μὴ δύνασθαι | |
15 | αὐτὸν ἐπὶ πολλὰς ἡμέρας κατελθεῖν εἰς τὴν πανέρημαν. εὐλογήθη δὲ ὁ ἐνιαυτὸς ἐκεῖνος ὑπὲρ τὰ λοιπὰ ἔτη κατὰ τὸν λόγον τοῦ πνευ‐ ματοφόρου πατρός. Ὁ ἀββᾶς Ἰωάννης ὁ ἐπίσκοπος καὶ ἡσυχαστὴς καὶ ὁ ἀββᾶς Θαλλέ‐ λαιος ὁ πρεσβύτερος οἱ ἐπὶ τοῦ παρόντος ἐν τῆι λαύραι τοῦ μακαρίου | |
20 | Σάβα ἀγωνιζόμενοι διηγήσαντό μοι λέγοντες ὅτιπερ καὶ ὁ μακάριος Σάβας καὶ ἄλλοι πλεῖστοι γέροντες ἐθαύμαζον τοῦ μεγάλου Εὐθυ‐ μίου τὸν ὑπὲρ τῶν ἐκκλησιαστικῶν δογμάτων θερμότατον ζῆλον καίπερ αὐτοῦ πολλῆι τῆι πραότητι καὶ φρονήματος μετριότητι συζῶντος, καὶ διεβεβαιοῦντο ὅτι πᾶσαν μὲν αἵρεσιν τῶι ὀρθῶι τῆς πίστεως λὸγωι | |
25 | ἐναντιουμένην ἀπεστρέφετο, ἐξαιρέτως δὲ τὰς ἓξ ταύτας αἱρέσεις τέλειον μῖσος ἐμίσει. τήν τε γὰρ Μανιχαικὴν βδελυρίαν ἐμυσάττετο καὶ τοῖς τὰ Ὠριγένους φρονοῦσιν πολλοῖς τότε οὖσιν ἐν τοῖς μάλιστα περὶ Καισάρειαν τόποις καὶ σχήματι δῆθεν εὐλαβείας ἐρχομένοις πρὸς αὐτὸν διεμάχετο γενναίως τὴν παρ’ αὐτοῖς μυθευομένην τῶν | |
30 | νοῶν προύπαρξιν καὶ τὴν ταύτηι ἑπομένην τερατώδη ἀποκατάστασιν | 39 |
40 | διασύρων παντοίως ἀνέτρεπεν καὶ τὰ ἐκ τούτων ἀναφυόμενα ἄθεα καὶ ἀσεβῆ ἐστηλίτευεν δόγματα. τὴν δὲ Ἀρείου διαίρεσιν καὶ Σα‐ βελλίου συναίρεσιν ὁμοίως ἀπεστρέφετο καὶ τὴν ἐκ διαμέτρου αὐτῶν πονηρίαν καὶ ὁμότιμον ἀσέβειαν ἐβδελύττετο διδαχθεὶς ὑπὸ τοῦ | |
5 | ἁγίου πνεύματος μονάδα πρεσβεύειν ἐν τριάδι καὶ τριάδα ἐν μονάδι, μονάδα μὲν θεότητι καὶ οὐσίαι καὶ φύσει, οὐχ ὑποστάσει κατὰ Σαβέλ‐ λιον, τριάδα δὲ οὐ φύσεσιν ἢ οὐσίαις κατὰ τὸν Ἄρειον, ἀλλ’ ὑποστά‐ σεσιν ἤτοι ἰδιότησιν ἢ προσώποις συνάπτειν μὲν τῶι τῆς οὐσίας λόγωι, διαιρεῖν δὲ ταῖς ὑποστάσεσι. μίαν γὰρ καὶ μόνην ἐδόξαζεν | |
10 | ἀδιαίρετον θεότητα, ἄτμητον μὲν οὖσαν τῆι οὐσίαι, ἀσύγχυτον δὲ ταῖς ὑποστάσεσι, ἐν πατρὶ καὶ υἱῶι καὶ ἁγίωι πνεύματι γνωριζομένην. οὐ μὴν ἀλλὰ καὶ ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου ἐξ ἴσου ἀπεβάλλετο τήν τε Νεστορίου διαίρεσιν καὶ τὴν σύγχυσιν Εὐτυχοῦς ὁμολογῶν εὐσεβῶς τὸν ἕνα τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος θεὸν λόγον ἐπ’ | |
15 | ἐσχάτων τῶν ἡμερῶν σαρκωθῆναι ἐκ πνεύματος ἁγίου καὶ τῆς ἀχράν‐ του θεοτόκου Μαρίας ἐνανθρωπῆσαί τε καὶ ἐξ αὐτῆς ἀνερμηνεύτως γεννηθῆναι, ὅς ἐστιν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ συνδοξαζό‐ μενος τῶι πατρὶ καὶ τῶι ἁγίωι πνεύματι. καὶ μίαν αὐτοῦ σύνθετον τὴν ὑπόστασιν ἐγίνωσκεν ἐκ δύο φύσεων θεότητος καὶ ἀνθρωπότητος | |
20 | καὶ οὔτε μίαν φύσιν ἁπλῆν μετὰ τὴν ἕνωσιν κατὰ τὸν φρενοβλαβῆ Εὐτυχέα οὔτε ἐν δυσὶν ὑποστάσεσι κατὰ τὸν Ἰουδαιόφρονα Νεστό‐ ριον ἐν τῆι κατὰ Χριστὸν παρεδέχετο ὁμολογίαι γινώσκων ἀκριβῶς τὴν διαφορὰν τῆς φύσεως καὶ τῆς ὑποστάσεως ὅτι φύσις μὲν καὶ οὐσία τὸ γενικὸν καὶ κοινὸν σημαίνουσιν, ἡ ὑπόστασις δὲ καὶ τὸ | |
25 | πρόσωπον τὸ ἰδικὸν δεικνύουσι. τοιγαροῦν αὐτὸς ὁ ἅγιος καθ’ ὑπόστασιν τὴν ἕνωσιν ἐν τῆι παρθενικῆι μήτραι ἀφράστως γεγο‐ νέναι ἐπίστευεν· ἐν γὰρ τῆι τοῦ θεοῦ λόγου ὑποστάσει τὸ εἶναι ἔσχεν ἡ ἐκ τῆς παρθένου ληφθεῖσα ἐψυχωμένη σὰρξ καὶ οὐ κατὰ πρου‐ πάρχουσαν ψυχὴν οὔτε κατὰ προδιαπλασθεῖσαν σάρκα. οὐ γὰρ | |
30 | ἄλλος ὁ Χριστὸς καὶ ἄλλος ὁ θεὸς λόγος κατὰ τοὺς πεπλανημένους | 40 |
41 | μυθολόγους, ἀλλ’ εἷς ἐστιν καὶ ὁ αὐτὸς μονογενὴς τοῦ θεοῦ υἱὸς Ἰησοῦς Χριστὸς ὁ κύριος ἡμῶν, εἰ καὶ τῶν συνελθουσῶν φύσεων μὴ ἠγνόηται ἡ διαφορά. Τῶι ἑβδομηκοστῶι πέμπτωι τῆς τοῦ μεγάλου Εὐθυμίου ἡλικίας | |
5 | χρόνωι γέγονεν ἡ ἐν Χαλκηδόνι σύνοδος, ἐν ἧι πάντων σχεδὸν τῶν τῆς οἰκουμένης ἀρχιερέων συνελθόντων διὰ τὰ νεωτερισθέντα πρὸ δύο χρόνων ὑπὸ τοῦ Ἀλεξανδρέως Διοσκόρου ἐν Ἐφέσωι καὶ αὐτὸν Διόσκορον καὶ τοὺς ἄλλους αἱρετικοὺς τῶν ἱερῶν ἐξεωσάντων κατα‐ λόγων καὶ τὸν τῆς πίστεως ὅρον ἐκθεμένων παρόντες ἐν τῆι συνόδωι | |
10 | οἱ τοῦ μεγάλου Εὐθυμίου μαθηταὶ Στέφανός τε ὁ ἐπίσκοπος Ἰαμ‐ νίας καὶ ὁ τῶν Σαρακηνῶν ἐπίσκοπος Ἰωάννης ἤδη Πέτρου τελευ‐ τήσαντος καὶ τοῦ μετέπειτα Αὐξολάου ἐν ἀγανακτήσει ἀποθανόντος ὡς Διοσκόρωι ἐν Ἐφέσωι συναινέσαντος, οὗτοι τὸν ἐκτεθέντα περὶ τῆς πίστεως καὶ ἐκφωνηθέντα ὅρον ὑπὸ τῆς συνόδου λαβόντες ἦλθον | |
15 | δρομαῖοι πρὸς τὸν μέγαν Εὐθύμιον δεδιότες μὴ ἀγανακτηθῶσιν ὡς ἠγανακτήθη Αὐξόλαος ἐκ τῆς ληιστρικῆς συνόδου παραγενό‐ μενος. τούτους τοίνυν δεξάμενος ὁ πατὴρ ἡμῶν Εὐθύμιος καὶ τῶι περὶ πίστεως ὅρωι ἐντυχὼν ἀπεδέξατο τὴν ἐν αὐτῶι τῆς πίστεως ὁμολογίαν ὡς ἀληθῶς ὀρθῆς διανοίας ἐξεταστής. τῆς δὲ φήμης | |
20 | διαδραμούσης λεγόντων ὅτι ἐδέξατο ὁ μέγας Εὐθύμιος τὸν ἐν Χαλ‐ κηδόνι ἐκφωνηθέντα περὶ τῆς πίστεως ὅρον δέξασθαι ἤμελλον ἅπαντες οἱ μοναχοί, εἰ μὴ ἐκώλυσεν Θεοδόσιός τις σχήματι μὲν μοναχός, τοῦ δὲ ἀντιχρίστου πρόδρομος. ὅστις ἐλθὼν ἐν Παλαιστίνηι συναρπάζει μὲν τὴν αὐγούσταν Εὐδοκίαν τότε παροῦσαν, ὑπάγεται δὲ ἅπαν τὸ | |
25 | μοναχικὸν τῆς ἐν Χαλκηδόνι καταβοῶν συνόδου ὡς τὴν ὀρθὴν | 41 |
42 | ἀνατρεψάσης πίστιν καὶ τὸ Νεστορίου δόγμα κυρωσάσης. καὶ οὕτω ταῖς ἰδίαις μιαιφονίαις χρησάμενος βαρβαρικῶι τρόπωι τὸν Ἱεροσο‐ λύμων πατριαρχικὸν θρόνον ἁρπάζει καὶ καταστρατεύσας τῶν θείων κανόνων πολλοὺς ἐχειροτόνησεν ἐπισκόπους τῶν ἐπισκόπων | |
5 | ἔτι ὄντων ἐν τῆι συνόδωι, πολλοὺς δὲ φόνους καὶ πολέμους ἐργασάμενος ἴσχυσεν πάντων ἐπὶ εἴκοσι μῆνας κρατῆσαι. πάντων τοίνυν τότε σχεδὸν τῶν τε πολιτῶν καὶ τῶν τῆς ἐρήμου μοναχῶν τῆι τούτου ἀποστασίαι ἐπακολουθησάντων μόνοι οἱ περὶ τὸν μέγαν Εὐθύμιον ἐκ πάσης τῆς ἐρήμου τούτωι κοινωνῆσαι οὐκ ἠνέσχοντο. Θεοδόσιος | |
10 | δὲ ὡς δεινὸς τοῦτον ὡς περιβόητον μετεστείλατο· τοῦ δὲ μεγάλου Εὐθυμίου εἰς τὴν ἁγίαν πόλιν εἰσελθεῖν μὴ ἀνασχομένου ἀποστέλλει πρὸς αὐτὸν ὁ Θεοδόσιος τοὺς τῶν μοναχῶν ἀρχιμανδρίτας Ἐλπίδιόν τε τὸν τοῦ μεγάλου Πασσαρίωνος μαθητὴν καὶ διάδοχον καὶ Γερόντιον τὸν τὴν μακαρίαν Μελάνην διαδεξάμενον, παρακαλῶν τοῦ ἑνωθῆναι | |
15 | αὐτῶι. παραγενομένων δὲ αὐτῶν καὶ παρακαλεῖν ἀρξαμένων εἶπεν ὁ μέγας Εὐθύμιος· μή μοι γένοιτο ταῖς μιαφονίαις κοινωνῆσαι Θεο‐ δοσίου ἢ τῆι αὐτοῦ ὑπαχθῆναι κακοδοξίαι. οἱ δὲ περὶ Ἐλπίδιον καὶ Γερόντιον ἀπεκρίναντο· ἀλλὰ τοῖς Νεστορίου δόγμασιν ὀφείλομεν κοινωνῆσαι κυρωθεῖσιν ὑπὸ τῆς νυνὶ συναθροισθείσης ἐν Χαλκηδόνι | |
20 | συνόδου διὰ τῆς ἐν δύο φύσεσι φωνῆς; ποῦ γὰρ τῆς θείας γραφῆς ἠκούσα‐ μεν ἢ παρὰ τίνος τῶν ἁγίων πατέρων παρειλήφαμεν ἐν δύο φύσεσι γνωρίζεσθαι τὸν Χριστόν, ὅπερ αὐτὴ διεβεβαιώσατο; ὑπολαβὼν δὲ ὁ μέγας Εὐθύμιος εἶπεν· πᾶσι μὲν τοῖς κατὰ μέρος ἐξητασμένοις τε καὶ πεπραγμένοις ὑπὸ ταύτης τῆς συνόδου οὐκ ἐνέτυχον· ὅσον | |
25 | δὲ ἐπὶ τῶι ἐκτεθέντι ὑπ’ αὐτῆς ὅρωι, οὐδὲν ἔχω κακοδοξίας ταύτην ἐπιμέμφεσθαι. καὶ γὰρ τῶν τριακοσίων δεκαοκτὼ ἁγίων πατέρων τῶν ἐν Νικαίαι συνελθόντων ἐπαινεῖ τὴν πίστιν καὶ ἕπεσθαι αὐτῆι ὁμολογεῖ | |
καὶ φυλάττειν ἀσάλευτον ταύτην καὶ ἀπαρεγχείρητον τοῖς τε κατὰ | 42 | |
43 | Κωνσταντινούπολιν ἑκατὸν πεντήκοντα ἁγίοις πατράσιν καὶ τοῖς κατὰ τὴν Ἔφεσον κατὰ Νεστορίου τοῦ δυσσεβοῦς συναχθεῖσιν ἀκολου‐ θεῖν ἐκδιδάσκει, Κύριλλον δὲ τὸν τῆς Ἀλεξανδρέων πρόεδρον σύμ‐ μαχον καλεῖ καὶ τῆς ὀρθῆς πίστεως διδάσκαλον ἐπιγράφεται, θεοτόκον | |
5 | κηρύσσει τὴν ἁγίαν παρθένον καὶ ἐξ αὐτῆς γεννηθῆναι κατὰ σάρκα ὁμολογεῖ τὸν μονογενῆ υἱὸν καὶ λόγον τοῦ θεοῦ καὶ ἐπ’ αὐτὸν ἀναφέ‐ ρει τὰς δύο γεννήσεις τήν τε ἄχρονον ἐκ τοῦ πατρὸς καὶ ἀσώματον καὶ τὴν ὑπὸ χρόνον ἐκ τῆς παρθένου μητρὸς ἐν σώματι ἐψυχωμένωι· ἐν δύο φύσεσι ὁμολογεῖ γνωρίζεσθαι τὸν ἕνα Χριστὸν κατὰ τὴν ἐν | |
10 | θεότητι καὶ ἀνθρωπότητι ἔννοιαν, ὅθεν καὶ ἐπιφέρει λέγουσα ἀσυγχύ‐ τως ἀτρέπτως ἀδιαιρέτως ἀχωρίστως διά τε τοὺς τολμῶντας διαιρεῖν ἢ χωρίζειν τὴν ἐν μήτραι γεγενημένην ἄφραστον καὶ ἀδιάσπα‐ στον καθ’ ὑπόστασιν ἕνωσιν καὶ διὰ τοὺς κατὰ τροπὴν λέγοντας σάρκα γεγενῆσθαι τὸν τοῦ θεοῦ λόγον καὶ τοὺς τὴν τοῦ μονογενοῦς | |
15 | σάρκα ὁμοούσιον τῆι θεότητι ἀποφαινομένους καὶ διὰ τοὺς οὐχὶ ἕνωσιν καθ’ ὑπόστασιν τοῦ λόγου πρὸς τὴν σάρκα ὁμολογοῦντας, ἀλλὰ σύμφυρσιν καὶ σύγχυσιν καὶ συνουσίωσιν ἀσεβῶς τερατευο‐ μένους, οἵτινές φασι τήν τε τῆς θεότητος φύσιν καὶ τὴν τῆς σαρκὸς μίαν ἀποτελεσθῆναι φύσιν, ὡς κατὰ τὸν ἐκείνων λόγον μηκέτι | |
20 | δύνασθαι τοῦ Χριστοῦ σώιζεσθαι μήτε τὸ παθητὸν διὰ τὸ ἀπαθὲς αὐτοῦ τῆς θεότητος μήτε τὸ ἀπαθὲς διὰ τὸ παθητὸν αὐτοῦ πάλιν τῆς ἀνθρωπότητος. κατὰ τοῦτον τοίνυν τὸν τῆς ὀρθῆς διανοίας σκοπὸν τὴν ἐν δύο λέξιν τῶι ἑαυτῆς ὅρωι ἐνέθηκεν ἡ σύνοδος, οὐχ ὡς ἰδίαι καὶ ἀνὰ μέρος χωρίζουσα τὸν Χριστόν, ἀλλὰ τὸν αὐτὸν ἐν ἑκατέ‐ | |
25 | ρωι ὁμολογοῦσα καὶ ἐν ταὐτῶι τὸ ἑκάτερον. ὅθεν καὶ ἡμεῖς ὅταν ταύτης ἀκούωμεν λεγούσης ἐν δύο φύσεσι τὸν Χριστόν, οὐ διαίρεσιν | |
αὐτήν τινα ἢ τομὴν ἐπιφέρειν οἰόμεθα τῆι μιᾶι τοῦ Χριστοῦ συν‐ | 43 | |
44 | θέτωι ὑποστάσει, ἀλλὰ τὴν τῶν φύσεων διαφορὰν σημαίνειν αὐτὴν γινώσκομεν κατὰ τὸν ἐν ἁγίοις Κύριλλον τὸν Ἀλεξανδρείας ἀρχιερέα λέγοντα· οὐχ ὡς τῆς τῶν φύσεων διαφορᾶς ἀνηιρημένης διὰ τὴν ἕνωσιν. ταῦτα εἰπόντος τοῦ ἁγίου ὁ μὲν Ἐλπίδιος ἀπεδέξατο καὶ | |
5 | τὸν μέγαν Εὐθύμιον ὀρθῶς καὶ εὐσεβῶς πάντα εἰρηκέναι καθωμο‐ λόγησεν, εἰ καὶ μὴ παραυτὰ τῆς Θεοδοσίου ἀπέστη κοινωνίας· Γερόν‐ τιος δὲ τῆι ἀπειθείαι ἐπέμενεν καὶ οὕτως ἀσύμφωνοι ἀπολυθέντες ἦλθον πρὸς τὸν ἀποστείλαντα αὐτούς. καὶ ὁ μὲν Θεοδόσιος πάντων τῶν κατὰ Παλαιστίνην περικρατὴς γεγονὼς ἔσπευδεν καὶ τοῦτον | |
10 | τὸν ὑπολειφθέντα μονώτατον τῆι ἐρήμωι ζωτικὸν σπινθῆρα τῆς εὐσεβείας πιθανωτέροις λόγοις κατασβέσαι, ἀλλὰ τῆς ἐλπίδος ἐψεύσθη καὶ ὡς βέλος ἰσχυροτέρωι προσπεσὸν ἀπεκρούσθη καὶ ὡς ἄγριον κῦμα θαλάσσης τοιούτωι προβόλωι καὶ προστάτηι τῆς ὀρθῆς πίστεως περιραγεὶς διελύθη. πλὴν τῶν δελεασμάτων οὐκ ἀφίστατο, ἀλλὰ | |
15 | καὶ ἑτέρους διαφόρως ἀπέστελλεν πείθειν αὐτὸν πειρώμενος. βλέπων δὲ ὁ μέγας Εὐθύμιος τὴν τοσαύτην Θεοδοσίου ἀναίδειαν παραγγείλας τοῖς πατράσι τῆι ἀποστασίαι μὴ κοινωνῆσαι ἐπὶ τὴν πανέρημον ἀνεχώρησεν καὶ τοῦτο γνόντες πολλοὶ τῶν ἀναχωρητῶν τῶι αὐτῶι σκοπῶι ἐπηκολούθησαν. ἦν δέ τις κατ’ ἐκεῖνον τὸν καιρὸν μέγας | |
20 | ἀναχωρητὴς ἀπὸ μὲν τῆς Λυκίας ὁρμώμενος, Γεράσιμος δὲ καλού‐ μενος, ὅστις ἐν τῆι ἰδίαι πατρίδι τὴν μοναχικὴν κατορθώσας πολι‐ τείαν καὶ πλείστους ἀγῶνας κατὰ τῶν πνευμάτων τῆς πονηρίας ἐν‐ δειξάμενος καὶ προσφάτως ἀπὸ τῆς πατρίδος ἐληλυθὼς τὸν ἀναχω‐ ρητικὸν μετήρχετο βίον ἐν τῆι περὶ τὸν Ἰορδάνην ἐρήμωι. οὗτος | |
25 | μετὰ τῶν ἄλλων ἀναχωρητῶν συναπήχθη μὲν τῆι Θεοδοσίου κακο‐ διδασκαλίαι, ἀκούων δὲ παρὰ πάντων σχεδὸν τῶν ἀναχωρητῶν περὶ τῆς τοῦ μεγάλου Εὐθυμίου ἀπαστραπτούσης χάριτος ἦλθεν πρὸς αὐτὸν εἰς τὸν Ῥουβᾶν καὶ μείνας παρ’ αὐτῶι ἱκανὸν χρόνον ἐπείσθη | |
συνθέσθαι τῶι ἐκτεθέντι ὅρωι ὑπὸ τῆς ἐν Χαλκηδόνι συνόδου καὶ | 44 | |
45 | ἀποστῆναι τῆς πρὸς Θεοδόσιον κοινωνίας μετὰ καὶ ἄλλων ἀναχωρη‐ τῶν Πέτρου τε τοῦ ἐπίκλην Γουρνίτου καὶ Μάρκου καὶ Ἰούλλονος καὶ Σιλουανοῦ. ἔμεινεν γὰρ ἐκεῖσε ὁ μέγας Εὐθύμιος ἕως οὗ ἐκπο‐ δὼν γέγονεν ὁ Θεοδόσιος. | |
5 | Οὗτος ὁ μέγας καὶ πεφωτισμένος Εὐθύμιος διὰ δύο χρόνων ἐπανελ‐ θὼν ἀπὸ τοῦ Ῥουβᾶ ἐπὶ τὴν λαύραν ἐν ἁγίαι κυριακῆι τὴν ἀναίμακτον θυσίαν προσέφερεν τῶι θεῶι Δομετιανοῦ ἑστῶτος ἐκ δεξιῶν τοῦ θυσιαστηρίου καὶ τὸ λειτουργικὸν κατέχοντος ῥιπιστήριον. τῆς τοίνυν ἀναφορᾶς ἐπιτελουμένης Τερέβων ὁ Σαρακηνὸς πλησίον | |
10 | ἱστάμενος τοῦ θυσιαστηρίου ἔχων τὰς χεῖρας ἐπεστηριγμένας τῶι καγκέλλωι τοῦ ἱερατείου θεωρεῖ αἰφνίδιον ὅτι πῦρ οὐρανόθεν κατελ‐ θὸν ἐπάνω ἡπλώθη τοῦ θυσιαστηρίου ὡς ἐπὶ ὀθόνης καὶ ἐκάλυψεν τόν τε μέγαν Εὐθύμιον καὶ τὸν μακαρίτην Δομετιανὸν καὶ διέμεινεν ἀπὸ ἀρχῆς τῆς τρισαγίου δοξολογίας ἕως συμπληρώσεως αὐτῆς. | |
15 | τοῦτο δὲ τὸ θαῦμα οὐδεὶς εἶδεν εἰ μὴ οἱ ὄντες τοῦ πυρὸς ἔνδον καὶ ὁ Τερέβων καὶ ὁ Χρυσίππου ἀδελφὸς Γαβριήλιος εὐνοῦχος ὢν ἀπὸ γεννήσεως καὶ διὰ εἰκοσιπέντε ἐνιαυτῶν τότε εἰς τὴν ἐκκλησίαν προελθὼν ἐν πρώτοις, ὡς ἐμοὶ διηγήσατο ὁ ἀββᾶς Κυριακὸς ὁ ἀναχωρη‐ τὴς παρὰ Τερέβωνος καὶ Γαβριηλίου ταῦτα μαθὼν ἀκριβῶς. φόβωι | |
20 | τοίνυν συσχεθεὶς ὁ Τερέβων ἔφυγεν εἰς τὰ ὀπίσω καὶ ἀπὸ τότε οὐκέτι προσέθετο ἐπιστηρίζεσθαι τῶι καγκέλλωι τοῦ ἱερατείου καθ’ ἣν εἶχεν συνήθειαν τολμηρῶς καὶ θρασέως τοῦτο ποιῶν κατὰ τὴν ὥραν τῆς θείας προσκομιδῆς, ἀλλ’ ὀπίσω πλησίον τῆς θύρας τῆς ἐκκλησίας ἵστατο μετὰ φόβου καὶ εὐλαβείας κατὰ τὴν τῆς συνάξεως | |
25 | ὥραν κατὰ τὴν κελεύουσαν ἐντολὴν εὐσεβεῖς ἔσεσθαι τοὺς υἱοὺς Ἰσραὴλ καὶ μὴ καταφρονητάς. Διηγήσαντό μοι οἱ πατέρες ὅτι καὶ τοῦτο τὸ χάρισμα ἐδέξατο | |
παρὰ τοῦ θεοῦ ὁ πεφωτισμένος Εὐθύμιος ὥστε ἐκ τῆς ὄψεως τοῦ | 45 | |
46 | φαινομένου σώματος θεωρεῖν αὐτὸν τὰς ψυχικὰς κινήσεις καὶ ἐγί‐ νωσκεν ποίοις λογισμοῖς παλαίει ἕκαστος καὶ ποίων μὲν περιγίνεται, ὑπὸ ποίων δὲ κατακυριεύεται. ὁμοίως δὲ καὶ ὅταν προσεκόμιζεν τὰ θεῖα δῶρα, ἔβλεπεν πλειστάκις τοὺς ἀγγέλους συλλειτουργοῦντας | |
5 | αὐτῶι καὶ διηγεῖτο τοῖς περὶ αὐτὸν κατ’ ἰδίαν λέγων ὅτι πλειστάκις ἐθεώρησα ἐν τῶι διαδιδόναι με τοῖς ἀδελφοῖς τὰ θεῖα μυστήρια τινὰς τῶν προσιόντων ὑπὸ τῆς κοινωνίας φωτιζομένους, τινὰς δὲ ὑπ’ αὐτῆς κατακρινομένους καὶ τρόπον τινὰ νεκρουμένους ὡς τοῦ θείου φωτὸς ὄντας ἀναξίους. καὶ καθ’ ἑκάστην τοῦτο τοῖς ἀδελφοῖς διεμαρτύρατο | |
10 | λέγων· προσέχετε ἑαυτοῖς, ἀδελφοὶ καὶ πατέρες, καὶ ἕκαστος ὑμῶν δοκιμαζέτω ἑαυτὸν καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω, καθώς φησιν ὁ ἀπόστολος· ὁ γὰρ ἀναξίως τοῦτο ποιῶν κρίμα ἑαυτῶι ἐσθίει καὶ πίνει. διὰ τοῦτο γὰρ καὶ ὁ τὴν ἀναίμακτον θυσίαν τῶι θεῶι προσφέρων | |
15 | ἱερεὺς πρὸ μὲν τοῦ ταύτης ἀρχὴν ποιήσηται, τοῖς πᾶσι διαμαρτύρεται καὶ παραγγέλλει λέγων· ἄνω σχῶμεν τὸν νοῦν καὶ τὰς καρδίας, καὶ τὴν τοῦ λαοῦ ὑπόσχεσιν δεξάμενος θαρρεῖ προσενέγκαι τῶι θεῶι τὴν ἀναφοράν. ταύτης δὲ ἀπαρτισθείσης τὰς χεῖρας εἰς ὕψος ἐκτείνας φέρων καὶ ὑποδεικνύων τοῖς πᾶσι τὸ οἰκονομηθὲν πρὸς τὴν ἡμετέραν | |
20 | σωτηρίαν μυστήριον μετὰ φωνῆς ὑψηλῆς εἰς ἐπήκοον παντὸς τοῦ λαοῦ λέγει· τὰ ἅγια τοῖς ἁγίοις, ὡς ἂν εἴποι τις· ἐπειδήπερ ἐγώ, φησίν, ἄνθρωπός εἰμι ὁμοιοπαθὴς ὑμῶν ἀγνοῶν τὰ ἑκάστωι πεπραγ‐ μένα τε καὶ μεμελετημένα, διὰ τοῦτο λέγω καὶ μαρτύρομαι ἐν κυρίωι· εἴ τις ὑπὸ γαστριμαργίας ἢ συγκαταθέσεως αἰσχρῶν λογισμῶν | |
25 | βεβρώμωται, εἴ τις ὑπὸ μίσους ἢ μνησικακίας ἐσκότωται, εἴ τις ὑπὸ φθόνου ἢ ὀργῆς τεθόλωται, εἴ τις ὑπὸ ὑπερηφανίας ἢ ἀλαζονείας κεκράτηται, μὴ τολμήσηι προσελθεῖν τούτωι τῶι θείωι καὶ ἀχράν‐ τωι πυρὶ πρὶν ἢ διὰ προσηκούσης μετανοίας ἀπονιψάμενος καθαρίσηι | |
ἑαυτὸν ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, | 46 | |
47 | ἁγιωσύνην ἐπιτελῶν. τὰ γὰρ ἅγια ταῦτα οὐχὶ τοῖς βεβήλοις, ἀλλὰ τοῖς ἁγίοις. ὅσοι τοίνυν τῶι ἰδίωι θαρρεῖτε συνειδότι, προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῆι. | |
5 | Τῆς δὲ μακαρίας Εὐδοκίας ὑπὸ Θεοδοσίου ἀπατηθείσης καὶ τῆς καθολικῆς κοινωνίας χωρισθείσης καὶ πάσηι σπουδῆι κρατῦναι καὶ συγκροτῆσαι τοὺς Ἀποσχίστας προθυμουμένης καὶ κατὰ τῶν ὀρθο‐ δόξων ἀγωνιζομένης ἅπαντες οἱ τῆς ἁγίας πόλεως καὶ τῆς ἐρήμου μοναχοὶ τῆι αὐτῆι ἀποστασίαι κατείχοντο καίπερ Θεοδοσίου ἐκ‐ | |
10 | ποδὼν γεγονότος καὶ Ἰουβεναλίου τὸν οἰκεῖον ἀπολαβόντος θρόνον. αὕτη τοίνυν γράμματα δεξαμένη διαφόρως παρά τε τοῦ ἀδελφοῦ αὐτῆς Οὐαλερίου καὶ τοῦ γαμβροῦ τῆς θυγατρὸς αὐτῆς Ὀλυβρίου ἀποστῆναι τῆς τῶν Εὐτυχιανιστῶν κοινωνίας καὶ τῆι καθολικῆι κοινωνῆσαι ἐκκλησίαι, μάλιστα διὰ τὰ συμβάντα αὐτῆι θλιβερὰ | |
15 | τότε τοῦ γαμβροῦ αὐτῆς ἐν Ῥώμηι ἀναιρεθέντος κἀκεῖθεν τῆς θυγατρὸς αὐτῆς καὶ τῶν ἐγγονίων αἰχμαλωτισθέντων εἰς Ἀφρικὴν ἐβαρεῖτο διστάζουσα κατὰ διάνοιαν καὶ οὐ βουλομένη πατῆσαι τὸ ἴδιον συνειδὸς καὶ διὰ προσπάθειαν συγγενείας προδοῦναι ἥνπερ ἐνόμιζεν πίστιν, κινουμένη δὲ τῆι εἰς θεὸν ἀγάπηι ἐλογίσατο μᾶλλον | |
20 | τοῖς θεοφόροις σχολάζειν ἀνδράσιν καὶ παρ’ αὐτῶν τὴν βεβαιοτέραν πίστιν καταμαθεῖν. καὶ ἀποστέλλει τὸν τιμιώτατον Ἀναστάσιον τὸν χωρεπίσκοπον μετά τινων ἀνθρώπων αὐτῆς εἰς Ἀντιόχειαν πρὸς τὸν ἅγιον Συμεώνην τὸν στυλίτην μέγαν τότε φωστῆρα ὄντα καὶ τῆι οἰκουμένηι ἐκλάμποντα σημαίνουσα αὐτῶι διὰ γραμμάτων | |
25 | τὰ τῆς διανοίας καὶ βουλὴν θεάρεστον παρακαλοῦσα λαβεῖν παρ’ αὐτοῦ. ὁ δὲ ἅγιος Συμεὼν ἐδήλωσεν αὐτῆι λέγων· γίνωσκε ὅτι ὁ διάβολος ὁρῶν τὸν πλοῦτον τῶν σῶν ἀρετῶν ἐξηιτήσατό σε σινι‐ | |
άσαι ὡς τὸν σῖτον καὶ ὁ λυμεὼν ἐκεῖνος Θεοδόσιος δοχεῖον καὶ | 47 | |
48 | ὄργανον τοῦ πονηροῦ γεγονὼς τὴν θεοφιλῆ σου ψυχὴν ἐζόφωσέν τε καὶ διετάραξεν. ἀλλὰ θάρσει· οὐ γὰρ ἐξέλιπέν σου ἡ πίστις. ἐγὼ δὲ τοῦτο λίαν τεθαύμακα ὅτι τὴν πηγὴν ἐγγὺς ἔχουσα καὶ ταύτην ἀγνοοῦσα μακρόθεν τοῦ αὐτοῦ ὕδατος ἀντλῆσαι ἐσπούδασας. ἔχεις | |
5 | τοίνυν αὐτόθι τὸν θεοφόρον Εὐθύμιον· ἕπου ταῖς αὐτοῦ διδασκαλίαις καὶ νουθεσίαις, καὶ σώιζηι. ταῦτα ἡ μακαρία ἀκούσασα Εὐδοκία οὐκ ἠμέλησεν, ἀλλὰ πρῶτον μὲν μαθοῦσα ὅτι εἰς πόλιν οὐκ ἀνέχεται εἰσιέναι ὁ μέγας Εὐθύμιος, ἐσπούδασεν εἰς τὸν ὑψηλότερον πάσης τῆς ἀνατολικῆς ἐρήμου τόπον κατὰ νότον τῆς αὐτοῦ λαύρας ὡς ἀπὸ | |
10 | σταδίων τριάκοντα πύργον οἰκοδομῆσαι βουλομένη ἐκεῖσε συχνότερον τῆς θείας αὐτοῦ ἀπολαύειν διδασκαλίας. καὶ ἀποστέλλει Κοσμᾶν τε τὸν σταυροφύλακα καὶ Ἀναστάσιον τὸν χωρεπίσκοπον εἰς ἐπιζή‐ τησιν αὐτοῦ. οἵτινες ἐλθόντες εἰς τὴν λαύραν καὶ μὴ εὑρόντες αὐτὸν ἀκούσαντα καὶ ἐπὶ τὸν Ῥουβᾶν ἀναχωρήσαντα κατέβησαν πρὸς | |
15 | αὐτὸν ἔχοντες καὶ τὸν μακαρίτην Θεόκτιστον καὶ λόγωι πλείονι παρακαλέσαντες καὶ μόλις πείσαντες ἤγαγον αὐτὸν πρὸς αὐτὴν ἐν τῶι οἰκοδομηθέντι πύργωι, ἐν ὧι τόπωι νῦν ἵδρυται ἡ τοῦ Σχολαρίου μονή. ἣ δὲ τὸν ἅγιον θεασαμένη καὶ περιχαρὴς γενομένη προσκυνή‐ σασα αὐτῶι εἶπεν· νῦν ἔγνων ὅτι ἐπεσκέψατο ὁ θεὸς τὴν ἐμὴν ἀναξιό‐ | |
20 | τητα διὰ τῆς σῆς παρουσίας. ὁ δὲ ἅγιος γέρων εὐλογήσας αὐτὴν λέγει· πρόσεχε σεαυτῆι, τέκνον, τοῦ λοιποῦ· διὰ γὰρ τὸ ὑπαχθῆναί σε τῆι Θεοδοσίου πονηρίαι τὰ πονηρά σοι καὶ πανέχθιστα συνέβη κατὰ τὴν Ἰταλίαν· ἀπόστηθι τοίνυν τῆς ἀλόγου φιλονικίας καὶ πρὸς ταῖς ἄλλαις τρισὶν ἁγίαις καὶ οἰκουμενικαῖς συνόδοις, τῆι τε ἐν | |
25 | Νικαίαι συνελθούσηι κατὰ Ἀρείου καὶ τῆι ἐν Κωνσταντινουπόλει κατὰ Μακεδονίου καὶ τῆι ἐν Ἐφέσωι τὸ πρότερον συνελθούσηι κατὰ Νεστορίου δέχου καὶ τὸν ἐκφωνηθέντα ὅρον ὑπὸ τῆς νυνὶ συναθροισ‐ θείσης ἐν Χαλκηδόνι οἰκουμενικῆς συνόδου καὶ ἀφισταμένη τῆς Διοσκόρου κοινωνίας Ἰουβεναλίωι τῶι ἐπισκόπωι Ἱεροσολύμων | |
30 | κοινώνησον. καὶ ταῦτα εἰπὼν ὑπερευξάμενός τε καὶ συνταξάμενος | |
αὐτῆι ἀνεχώρησεν. ἣ δὲ ὑπερθαυμάσασα τὴν τοῦ ἁγίου ἀνδρὸς | 48 | |
49 | ἀρετὴν τὰ παρ’ αὐτοῦ ῥηθέντα ἔργωι ἐπλήρωσεν ὡς ἀπὸ στόματος θεοῦ ἀκούσασα. παραυτίκα γὰρ ἐν τῆι ἁγίαι πόλει εἰσελθοῦσα καὶ διὰ τῆς μηνύσεως Κοσμᾶ καὶ Ἀναστασίου τῶν πρεσβυτέρων ἑνω‐ θεῖσα τῶι ἀρχιεπισκόπωι ἐκοινώνησεν τῆι καθολικῆι ἐκκλησίαι πλῆθος | |
5 | πολὺ λαικῶν καὶ μοναχῶν τῶν ὑπὸ Θεοδοσίου πλανηθέντων διὰ τοῦ καθ’ ἑαυτὴν ὑποδείγματος ἐπὶ τὴν καθολικὴν ἐπιστρέψασα κοινωνίαν. τῶν δὲ δύο ἀρχιμανδριτῶν ὁ μὲν Ἐλπίδιος τὴν ἀπάτην ἀποτιναξάμενος τῆι ἐκκλησίαι ἡνώθη, ὁ δὲ Γερόντιος ἐπιμείνας τῆι προτέραι ἀλόγωι ἐνστάσει συναπέστησεν ὀπίσω αὑτοῦ λαὸν | |
10 | ἱκανόν, μεθ’ οὗ δύο τινὲς μοναχοὶ ἐκ τῆς Ἐλπιδίου συνοδίας ἐξέβησαν ἐπιμείναντες τῆι ἀπάτηι Μαρκιανὸς καὶ Ῥωμανὸς καλούμενοι. ὧν ὃ μὲν περὶ τὴν ἁγίαν Βηθλεέμ, ὃ δὲ ἐπὶ Θεκώαν τὴν κώμην κοινόβια συνεστήσαντο. ἡ μέντοι μακαρία Εὐδοκία τοὺς ἀδελφοὺς τοῦ σταυ‐ ροφύλακος εἰς τὴν λαύραν ὄντας τοῦ μεγάλου Εὐθυμίου μεταπεμψα‐ | |
15 | μένη πρεσβυτέρους τῆς ἁγίας Ἀναστάσεως χειροτονηθῆναι παρε‐ σκεύασεν καὶ τὸν μὲν Γαβριήλιον προσλαβομένη ἡγούμενον τοῦ σεβασμίου οἴκου πεποίηκεν τοῦ ἁγίου πρωτομάρτυρος καὶ πρώτου διακόνου Στεφάνου, Χρύσιππος δὲ ἐν τῆι ἁγίαι διαπρέψας Ἀναστάσει πολλὰ συγγράμματα κατέλειπεν πάσης ἀποδοχῆς ἄξια. ἡ δὲ μακαρία | |
20 | Βάσσα Ἀνδρέαν τὸν ἀδελφὸν Στεφάνου τοῦ ἐπισκόπου Ἰαμνίας ἐκ τῆς λαύρας τοῦ μεγάλου Εὐθυμίου μεταστειλαμένη ἡγούμενον αὐτὸν κατέστησεν τοῦ ὑπ’ αὐτῆς κτισθέντος μαρτυρίου τοῦ ἁγίου Μηνᾶ. Τῶι ὀγδοηκοστῶι δευτέρωι τῆς τοῦ μεγάλου Εὐθυμίου ἡλικίας | |
χρόνωι ἦλθεν πρὸς αὐτὸν ὁ μακάριος Σάβας παρακαλῶν μεῖναι | 49 | |
50 | παρ’ αὐτῶι· ὁ δὲ μέγας Εὐθύμιος τοῦτον δεξάμενος πρὸς ὀλίγον μὲν παρέδωκεν τῶι ἑαυτοῦ μαθητῆι Δομετιανῶι, μετέπειτα δὲ καλέσας αὐτὸν λέγει· οὐκ ἔστι δίκαιον, τέκνον, νεώτερόν σε ὄντα εἰς λαύραν μένειν, μᾶλλον νεωτέροις ἐν κοινοβίωι λυσιτελεῖ. | |
5 | πάνυ γὰρ παρεφυλάττετο ὁ μέγας Εὐθύμιος ἐν τῆι ἑαυτοῦ λαύραι ἀγένειον δέξασθαι διὰ τὰς τοῦ πονηροῦ ἐνεργείας. καὶ ἀποστέλλει αὐτὸν τῶι μακαρίτηι Θεοκτίστωι μετά τινος τῶν πατέρων δηλώσας αὐτῶι ὅτι δέξαι τὸν νεανίαν τοῦτον καὶ πρόσεχε αὐτῶι· ὡς γὰρ ἐγὼ ὁρῶ, διαπρέψαι μέλλει ἐν τῆι μοναχικῆι πολιτείαι. ἥτις προφητεία | |
10 | οὐ διήμαρτεν· μεγάλως γὰρ διέπρεψεν ὁ μακαρίτης Σάβας καὶ διεδόθη τὸ ὄνομα αὐτοῦ ἀπ’ ἄκρων τῆς καθ’ ἡμᾶς πολιτείας ἕως ἄκρων. οὗτινος τοὺς ἐπαίνους καὶ τὰ κατορθώματα οὐ δυνατὸν ἐν παρεκβάσει γραφῆναι, ἀλλ’ εἴπερ τῶι θεῶι φίλον, τὴν ἐν χερσὶ πραγματείαν εἰς πέρας ἀγαγὼν ὀλίγα τινὰ περὶ αὐτοῦ ἐν ἰδιαζούσηι πραγματείαι | |
15 | διηγήσομαι. οὔτε γὰρ ἐμοὶ ἀσφαλὲς ἀποκρύψαντι τὰς ὑπὸ ὁσίων ἀνδρῶν παραδοθείσας μοι θεαρέστους πράξεις τε καὶ πολιτείας οὔτε δίκαιόν ἐστιν ἀσεβῶν μὲν βίους παρὰ τοῖς ἔξωθεν τιμᾶσθαι ταῖς μνήμαις, τοὺς δὲ παρ’ ἡμῖν εὐσεβείαι διενεγκόντας σιωπῆι καὶ λήθηι παραπέμπεσθαι. | |
20 | Κατὰ τὸν εἰρημένον χρόνον Λέοντος τοῦ φιλοχρίστου τὴν Μαρκι‐ ανοῦ βασιλείαν διαδεξαμένου Τιμόθεός τις ἐπίκλην Αἴλουρος τὴν Ἀλεξανδρέων πόλιν διέσεισέν τε καὶ διετάραξεν, Προτέριον τὸν τῆς πόλεως πρόεδρον ἐν τῶι ἁγίωι βαπτιστηρίωι κατασφάξας καὶ τὸν πατριαρχικὸν θρόνον ἁρπάσας. ἐντεῦθεν τοίνυν πάσης Αἰγυ‐ | |
25 | πτιακῆς διοικήσεως θορύβου καὶ ταραχῆς πληρωθείσης δύο ἀναχω‐ | |
ρηταὶ ἀξιομνημόνευτοι ἐξελθόντες ἀπὸ τοῦ ὄρους τῆς Νιτρίας ἦλθον | 50 | |
51 | ἐν Παλαιστίνηι καὶ παρεγένοντο πρὸς τὸν σημειοφόρον Εὐθύμιον ὑπὸ τῆς περὶ αὐτοῦ πανταχόσε διαθεούσης φήμης ἑλκόμενοι, ἔμειναν δὲ παρ’ αὐτῶι ἕκαστος ἐν ἰδιάζοντι κελλίωι. καὶ ὃ μὲν Καππαδόκης ἦν τῶι γένει, Μαρτύριος δὲ τῶι ὀνόματι, ὃ δὲ Ἡλίας μὲν ὠνομάζετο, | |
5 | τῆς δὲ Ἀραβίας ὑπῆρχεν. τούτους τοὺς δύο λίαν ἀγαπήσας ὁ τὸν νοῦν πεφωτισμένος Εὐθύμιος συχνότερον εἰς συντυχίαν προετρέπετο διορατικῶι ὄμματι μᾶλλον προβλέπων ὅτι τὸν τοῦ ἁγίου Ἰακώβου τοῦ ἀποστόλου μέλλουσι διαδέξασθαι θρόνον ἐν ἰδίωι καιρῶι ἕκαστος αὐτῶν. τούτους μεθ’ ἑαυτοῦ εἰς τὴν ἔρημον τοῦ Κουτιλᾶ καὶ τοῦ | |
10 | Ῥουβᾶ κατὰ τὴν τεσσαρεσκαιδεκάτην τοῦ Ἰαννουαρίου μηνὸς ἐλάμ‐ βανεν. οἵτινες διῆγον αὐτόθι σὺν αὐτῶι ἕως τῆς τῶν βαίων ἑορτῆς ἔχοντες μεθ’ ἑαυτῶν τόν τε ἀοίδιμον Γεράσιμον καὶ τοὺς λοιποὺς ἀναχωρητὰς ἐρχομένους κατὰ κυριακὴν καὶ ἐκ τῶν χειρῶν τοῦ μεγάλου Εὐθυμίου τῶν ἀχράντων μυστηρίων μεταλαμβάνοντας. | |
15 | ἐπειδὴ δὲ τὰ κελλία τῆς λαύρας στενὰ λίαν καὶ ἀπαραμύθητα ὑπῆρχον οὕτως αὐτὰ τοῦ μεγάλου Εὐθυμίου γενέσθαι κελεύσαντος, χρόνου τινὸς διελθόντος, ὁ μὲν Ἡλίας ἐπὶ τὴν Ἱεριχῶ κατελθὼν κελλίον ἑαυτῶι ἔξω τῆς πόλεως ὠικοδόμησεν, ἔνθα νῦν ἵδρυται τὰ εὐαγῆ αὐτοῦ καὶ περιφανῆ μοναστήρια, ὁ δὲ Μαρτύριος εὑρὼν σπήλαιον | |
20 | κατὰ δυσμὰς τῆς λαύρας ὡς ἀπὸ σταδίων δεκαπέντε ἡσύχαζεν εἰς αὐτό, ἔνθα καὶ μοναστήριον σὺν θεῶι περιφανέστατον συνεστήσατο. Τῶι ὀγδοηκοστῶι τρίτωι τῆς τοῦ μεγάλου Εὐθυμίου ἡλικίας | |
χρόνωι Ἰουβενάλιος μὲν ὁ ἀρχιεπίσκοπος τὸν τεσσαρακοστὸν τέ‐ | 51 | |
52 | ταρτον ἐν τῆι πατριαρχίαι πληρώσας ἐνιαυτὸν τέλει τοῦ βίου ἐχρή‐ σατο, Ἀναστάσιος δὲ ὁ πολλάκις μνημονευθεὶς ψήφωι τοῦ λαοῦ παντὸς εἰς τὸν τοῦ Ἰακώβου ἀνάγεται θρόνον ἐν ἀρχῆι τοῦ Ἰουλίου μηνός. ὅστις τοῦ θρόνου κρατήσας καὶ τῆς τοῦ μεγάλου Εὐθυμίου | |
5 | προφητείας ἀναμνησθεὶς Φίδον τὸν μετ’ αὐτοῦ τὸ πρὶν κατελθόντα εἰς τὴν λαύραν ἀναγνώστην καὶ τῆς προφητείας ἀκούσαντα διάκονον τῆς ἁγίας χειροτονήσας Ἀναστάσεως ἀπέστειλεν σὺν τῶι σταυρο‐ φύλακι πρὸς τὸν μέγαν Εὐθύμιον τήν τε τῆς προφητείας μηνύων πλήρωσιν καὶ παρακαλῶν κατελθεῖν καὶ ἀσπάσασθαι αὐτόν. ὁ δὲ | |
10 | μέγας ἀντεδήλωσεν Εὐθύμιος λέγων· ἐμοὶ ἐράσμιόν ἐστιν, τιμιώ‐ τατε πάτερ, ἀπολαύειν ἀεὶ τῆς ὑμετέρας πατρότητος, πλὴν ὅτι τὸ πρὶν δεχόμενος ὑμᾶς οὐδαμῶς ὠχλούμην, νῦν δὲ ὑπερβαίνει τὴν ἐμὴν ἀσθένειαν ἡ παρουσία τῆς ὑμετέρας μακαριότητος. δυσωπῶ τοίνυν τὴν ὑμετέραν ἁγιότητα μὴ σκυλῆναι πρὸς τὴν ἐμὴν μετριότητα· εἰ δὲ | |
15 | κελεύετε παραγενέσθαι, δέχομαι μετὰ χαρᾶς. καὶ εἰ δέξομαι ὑμᾶς, πάντα παραβάλλοντα δέχομαι καὶ οὐκέτι συγχωροῦμαι καθίσαι ἐν τῶι τόπωι τούτωι. ταῦτα ἀκούσας ὁ ἀρχιεπίσκοπος διεκρίθη λέγων· εἰ θλῖψαι αὐτὸν ὑπάγω, οὐκέτι ἀπέρχομαι. Τερέβων ὁ Σαρακηνὸς φύλαρχος τῶν Σαρακηνῶν ὑπάρχων ἀπελ‐ | |
20 | θὼν εἰς Βόστραν διὰ συμβᾶσαν ἀνάγκην πειρασμῶι περιέπεσεν. ὑπὸ τινὸς γὰρ συμφυλάρχου κατασκευασθεὶς καὶ ὑπὸ τοῦ τὴν αὐτόθι ἀρχὴν διέποντος κρατηθεὶς ἐπὶ χρόνον ἐφυλάττετο. καὶ τοῦτο γνοὺς ὁ μέγας Εὐθύμιος γράφει τῶι τρισμακαρίωι Ἀντιπάτρωι τῶι τηνι‐ καῦτα τὴν ἐκκλησίαν Βόστρων ἰθύνοντι καὶ τὰς τῆς θεογνωσίας | |
25 | ἀκτῖνας πανταχοῦ ἐκπέμποντι σπουδὴν ποιήσασθαι ἐλευθερῶσαι τὸν Τερέβωνα τῶν δεσμῶν τοῖς γράμμασιν συναποστείλας τὸν ἀδελ‐ φὸν Στεφάνου τοῦ ἐπισκόπου Ἰαμνίας Γαιανόν. ὁ δὲ ἐν ἁγίοις | |
Ἀντίπατρος τὰ γράμματα τοῦ μεγάλου δεξάμενος Εὐθυμίου τὸν μὲν | 52 | |
53 | Τερέβωνα πάσης καταπλοκῆς ἐλευθερώσας καὶ ἐφοδιάσας τῶι μεγά‐ λωι πατρὶ ἀπέστειλεν, τὸν δὲ Γαιανὸν κρατήσας Εὐθυμίου σπέρμα βουλόμενος παρ’ ἑαυτῶι ἔχειν ἐπίσκοπον αὐτὸν τῆς πόλεως Μηδάβων ἐχειροτόνησεν. | |
5 | Ἡ δὲ μακαρία Εὐδοκία ἐκκλησίας μὲν ὅτι πλείστας τῶι Χριστῶι ὠικοδόμησεν, μοναστήρια δὲ καὶ πτωχεῖα καὶ γηροκομεῖα τοσαῦτα ἅπερ τῆς ἐμῆς οὐκ ἔστι δυνάμεως ἀριθμεῖν. μία δὲ τῶν ὑπ’ αὐτῆς κτισθεισῶν ἐκκλησιῶν ἀντικρύς ἐστι τῆς τοῦ μεγάλου Εὐθυμίου μονῆς ὡς ἀπὸ σταδίων εἴκοσι ὀνομαζομένη τοῦ ἁγίου Πέτρου. ἐν | |
10 | ταύτηι λάκκον μέγαν ἐπιτάξασα γενέσθαι ἐν ταῖς τῆς ἁγίας πεντηκο‐ στῆς ἡμέραις παρεγένετο τὸ ἔργον τοῦ λάκκου ἐπισκέψασθαι καὶ ἀτενίσασα εἶδεν τὴν λαύραν τοῦ μεγάλου Εὐθυμίου ἡπλωμένην ἔχου‐ σαν τὰ κελλία τὰ μοναχικὰ διεσπαρμένα κατὰ τὴν ἔρημον. καὶ κατ‐ ενύγη σφόδρα καὶ τὸ γραφικὸν ἐκεῖνο ἀναλογισαμένη τὸ φάσκον ὡς | |
15 | καλοὶ οἱ οἶκοι σου Ἰακώβ· αἱ σκηναί σου, Ἰσραήλ, ἀπέ‐ στειλεν τὸν ἡγούμενον τοῦ ἁγίου Στεφάνου Γαβριήλιον πρὸς τὸν μέγαν Εὐθύμιον παρακαλοῦσα ἐλθεῖν καὶ ἀπολαῦσαι τῆς αὐτοῦ εὐχῆς καὶ διδασκαλίας. ὁ δὲ μέγας Εὐθύμιος ἐδήλωσεν αὐτῆι λέγων· ἐμὲ μὲν ἐν σαρκὶ ὁρᾶν ἔτι μὴ προσδοκήσηις· σὺ δέ, ὦ τέκνον, τί | |
20 | περισπᾶσαι περὶ πολλά; καὶ νομίζω σε πρὸ χειμῶνος πρὸς κύριον ἀποδημεῖν. θέλησον τοίνυν διὰ τοῦ θέρους τούτου ἐπισυνάξαι ἑαυτὴν καὶ πρὸς τὴν ἔξοδον ἑτοιμασθῆναι καὶ μὴ προσθήσηις ἐν σαρκὶ οὖσα ἐμοῦ μνημονεῦσαι μήτε ἐγγράφως μήτε ἀγράφως, περὶ δόσεως λέγω καὶ λήψεως· ἀλλ’ ὅτε πρὸς τὸν τῶν πάντων ἀπέλθηις δεσπότην, | |
25 | ἐκεῖ μνημόνευσόν μου, ἵνα κἀμὲ μετ’ εἰρήνης προσλάβηται, ὅταν θέληι καὶ ὡς θέλει ἡ αὐτοῦ φιλανθρωπία. ταῦτα ἀκούσασα ἡ μακαρία ἐλυπήθη σφόδρα, μάλιστα ἐπὶ τῶι λόγωι ὧι εἰρήκει μὴ προσθήσηις ἐμοῦ μνημονεῦσαι ἐγγράφως ἢ ἀγράφως· ἐβούλετο γὰρ καταλεῖψαι | |
αὐτῶι κατὰ διαθήκας πρόσοδον ἱκανήν. καὶ δρομαίως ἐπὶ τὴν ἁγίαν | 53 | |
54 | πόλιν ὁρμήσασα καὶ τὸν ἀρχιεπίσκοπον μεταστειλαμένη καὶ τὰ παρὰ τοῦ μεγάλου Εὐθυμίου ῥηθέντα διηγησαμένη ἀπλήρωτον ὄντα τὸν ναὸν τοῦ ἁγίου πρωτομάρτυρος Στεφάνου ἐγκαινισθῆναι παρεσκεύ‐ ασεν τῆι πεντεκαιδεκάτηι τοῦ Ἰουνίου μηνὸς καὶ τούτωι πολλὴν | |
5 | ἀφορίσασα πρόσοδον κύριον πάσης τῆς διοικήσεως κατέστησεν τὸν Γαβριήλιον. καὶ περιήρχετο πάσας τὰς ὑπ’ αὐτῆς κτισθείσας ἐκκλη‐ σίας ἐγκαινίζουσα καὶ ἑκάστηι ἀρκοῦσαν ἀφορίζουσα πρόσοδον. τεσσάρων δὲ μηνῶν πληρωθέντων μετὰ τὸν ἐγκαινισμὸν εὐσεβῶς καὶ θεαρέστως διαθεμένη εἰς χεῖρας θεοῦ τὸ πνεῦμα παρέθετο μηνὶ | |
10 | Ὀκτωβρίωι εἰκάδι τῆς τεσσαρεσκαιδεκάτης ἰνδικτιόνος. Τῶι ἐνενηκοστῶι τῆς τοῦ μεγάλου Εὐθυμίου ἡλικίας χρόνωι ὁ μέγας πατὴρ ἡμῶν Θεόκτιστος ἠσθένησεν ἀσθένειαν μεγάλην, εἰς ἣν καὶ ἐκοιμήθη μηνὶ Σεπτεμβρίωι τρίτηι ἀρχῆι τῆς πέμπτης ἰνδικ‐ τιόνος πρεσβύτης καὶ πλήρης ἡμερῶν. ὁ μέντοι ἡγιασμένος Εὐθύ‐ | |
15 | μιος κατελθὼν ἐπισκέψασθαι αὐτὸν καὶ βαρέως ἀσθενοῦντα θεασά‐ μενος προσκαρτερήσας ἡμέρας τινὰς τὸν δρόμον τελέσαντα καὶ πρὸς τὸν θεὸν ἐκδημήσαντα τὸν τρισμακάριον ἐκήδευσεν. ὁ δὲ ἀρχιεπίσκο‐ πος Ἀναστάσιος γνοὺς τὸν μακάριον τελειωθέντα Θεόκτιστον καὶ τὸν μέγαν Εὐθύμιον τῆι κηδείαι προσκαρτεροῦντα προφάσεως δραξά‐ | |
20 | μενος ἀσπάσασθαι αὐτὸν κατέρχεται μετὰ σπουδῆς καὶ τὸ λείψανον τοῦ τιμίου πατρὸς καταθέμενος τὰς χεῖρας τοῦ ἁγίου κρατήσας Εὐθυμίου κατεφίλει λέγων· ἀπὸ χρόνου ἐπεθύμουν τὰς ἁγίας ταύτας χεῖρας καταφιλῆσαι, καὶ ἰδοὺ ἠξίωσέν με ὁ θεός· καὶ τὰ νῦν παρακαλῶ σε, τίμιε πάτερ, πρῶτον μὲν εὔχεσθαι τῶι θεῶι ὥστε τὴν εἰς ἐμὲ | |
25 | πληρωθεῖσάν σου προφητείαν ἕως τέλους φυλαχθῆναι, ἔπειτα δὲ συνε‐ | |
χῶς γράφειν μοι καὶ κελεύειν περὶ τῶν δοκούντων. ὁ δὲ μέγας Εὐθύ‐ | 54 | |
55 | μιος μετὰ τῆς προσούσης αὐτῶι θεόθεν χάριτος ἀπεκρίνατο· τοῦτο ἐγὼ τὴν μακαριότητα τὴν σὴν παρακαλῶ μνημονεύειν μου ἐν ταῖς πρὸς θεὸν πρεσβείαις. ὁ δὲ ἀρχιεπίσκοπος ἔφη· τοῦτο ἐγὼ μᾶλλον αἰτῶ καὶ αἰτῶν οὐ παύομαι· οἶδα γὰρ τῶν ἐν σοὶ θείων χαρισμάτων τὴν | |
5 | ἐνέργειαν καὶ τῆς τούτων πεπείραμαι δυνάμεως. ὁ δὲ γέρων μετὰ ταπεινοφροσύνης ἀπεκρίνατο· συγχώρησόν μοι, τίμιε πάτερ, καὶ δυσω‐ πούμενος· πρόνοιαν ποιοῦ τούτου τοῦ μοναστηρίου. καὶ λέγει ὁ ἀρ‐ χιεπίσκοπος· καὶ Θεοκτίστου τοῦ μακαρίου περιόντος σὺ ἦσθα ὁ τοῦ τόπου τούτου ἀντιλαμβανόμενος ὁ καὶ συστησάμενος αὐτὸν καὶ ἅγιον | |
10 | ἐξ ἀγρίου παραστήσας αὐτὸν τῶι Χριστῶι τῆι δυνάμει τοῦ ἐν σοὶ ἁγίου πνεύματος, καὶ νῦν σοὶ τὰ σὰ παρατίθημι. καὶ ταῦτα εἰπὼν ὁ ἀρχιεπί‐ σκοπος καὶ συνταξάμενος αὐτῶι ἀνῆλθεν εἰς τὸν τόπον αὐτοῦ. ὁ δὲ μέγας Εὐθύμιος Μάριν τὸν τοῦ Τερέβωνος θεῖον ἐνάρετον ὄντα καὶ ἤδη προβεβηκότα ἄξιον κρίνας καὶ ἱκανώτατον ψυχὰς ὁδηγῆσαι πρὸς τὸ | |
15 | θεῖον θέλημα ἡγούμενον τῆς μονῆς καταστήσας ἀνῆλθεν εἰς τὴν λαύ‐ ραν αὐτοῦ. ὅστις Μάρις ἐπὶ δύο χρόνους τῆι ἡγουμενίαι ἐπιμείνας ἐτελεύτησεν καὶ κατελθὼν ὁ μέγας Εὐθύμιος τὸν μὲν ἀββᾶν Μάριν κατέθετο ἐν τῆι τοῦ μεγάλου Θεοκτίστου θήκηι, Λογγῖνον δέ τινα ἀξιέπαινον κατέστησεν τῆς μονῆς ἡγούμενον. | |
20 | Μετὰ μέντοι τὴν τελευτὴν τοῦ μεγάλου Θεοκτίστου τοῦ ἐπισκόπου Σκυθοπόλεως τελευτήσαντος Ὀλυμπίου χειροτονεῖται Κοσμᾶς ὁ σταυροφύλαξ ἐπίσκοπος τῆς αὐτῆς μητροπόλεως καὶ ὁ Χρύσιππος τὴν τοῦ σταυροφύλακος ἐγχειρίζεται λειτουργίαν, ἵνα καὶ ἡ περὶ τού‐ του προφητεία πληρωθῆι τοῦ μεγάλου Εὐθυμίου· δι’ ὃ κἀμοὶ τῶι | |
25 | ἁμαρτωλῶι ἐπῆλθεν ἐν θαύματι γεγονότι εἰπεῖν ἐκεῖνο τὸ γραφικὸν διότι οὐ μὴ ποιήσηι κύριος ὁ θεὸς πρᾶγμα, ἐὰν μὴ ἀπο‐ | |
καλύψηι παιδείαν αὐτοῦ πρὸς τοὺς δούλους αὐτοῦ τοὺς | 55 | |
56 | προφήτας. οὗτος τοίνυν ὁ μακαρίτης Κοσμᾶς μεγάλως ἐν τῆι δευτέραι τῶν Παλαιστινῶν διέλαμψεν ἐπαρχίαι ἐπὶ τριάκοντα χρό‐ νους τὴν αὐτόθι ἐκκλησίαν κρατύνας τε καὶ φαιδρύνας εἰς δύναμιν. ὁ δὲ τούτου ἀδελφὸς Χρύσιππος δώδεκα χρόνους ἀμέμπτως ὑπούργησεν | |
5 | ἐν τῆι τοῦ τιμίου σταυροῦ φυλακῆι, θαυμαστὸς συγγραφεὺς γεγονώς. ὁμοίως δὲ καὶ ὁ Γαβριήλιος πρεσβύτερος, ὡς εἴρηται, τῆς ἁγίας Ἀναστάσεως καὶ ἡγούμενος τοῦ ἁγίου Στεφάνου ἐπὶ εἴκοσι τέσσαρας χρόνους διαμείνας κτίσας ἑαυτῶι μικρὸν μοναστήριον ἐν τῆι ἐξ ἀνα‐ τολῶν κοιλάδι τοῦ σεβασμίου βουνοῦ τῆς ἁγίας Ἀναλήψεως ἀνεχώρει | |
10 | ἐκεῖσε ἀπὸ τῆς ὀγδόης ἡμέρας τῶν ἁγίων θεοφανίων καὶ ἡσύχαζεν ἕως τῆς τῶν βαίων ἑορτῆς κατὰ τὴν παράδοσιν τοῦ ἁγίου πατρὸς ἡμῶν Εὐθυμίου. καὶ τελευτήσας ἐν αὐτῶι τῶι μοναστηρίωι ἐν ταῖς τῆς ἁγίας τεσσαρακοστῆς ἡμέραις ἐτάφη ἐκεῖσε ὀγδοήκοντα ἐτῶν γεγονὼς καὶ σημειοφόρος ἀναδειχθείς. εὐφυὴς δὲ λίαν ὑπάρχων καὶ | |
15 | φιλομαθὴς ἔμαθεν ὀρθῶς λαλεῖν τε καὶ γράφειν κατά τε τὴν Ῥωμαίων καὶ Ἑλλήνων καὶ Σύρων φωνήν. καὶ ταῦτα μὲν περὶ τῶν μαθητῶν τοῦ μεγάλου Εὐθυμίου ἐνταῦθα εἴρηται· ἐγὼ δὲ ἐπ’ αὐτὸν τὸν πατέρα ἡμῶν ἐπανέρχομαι. Διηγήσαντό μοι ὁ ἀββᾶς Ἰωάννης ὁ ἐπίσκοπος καὶ ἡσυχαστὴς | |
20 | καὶ ὁ ἀββᾶς Θαλλέλαιος ὁ πρεσβύτερος λέγοντες ὅτι ποτὲ ὄντων ἡμῶν εἰς τὴν πανέρημον διηγεῖτο ἡμῖν ὁ μακαρίτης Σάβας λέγων ὅτι ὅτε ἤμην ἐν τῶι κοινοβίωι, μετὰ τὴν τοῦ μακαρίτου Θεοκτίστου κοίμησιν ἀνέβην μετὰ τοῦ ἀββᾶ Λογγίνου τοῦ ἡγουμένου ἡμῶν πρὸς τὸν μέγαν Εὐθύμιον κατὰ τὸν Ἰαννουάριον μῆνα διὰ τὸ προπέμψαι | |
25 | αὐτὸν ἐπὶ τὴν πανέρημον. καὶ πρόθυμόν με θεωρήσας ἔλαβεν κἀμὲ μεθ’ ἑαυτοῦ, καὶ ποιήσαντες εἰς τὸν Ῥουβᾶν ἡμέρας τινὰς μετὰ τῶν περὶ Μαρτύριον καὶ Ἡλίαν ὄντος αὐτόθι σὺν ἡμῖν καὶ τοῦ ἐν ἁγίοις Γερασίμου λαβὼν ἐμὲ καὶ τὸν μακαρίτην Δομετιανὸν ὁ μέγας Εὐθύ‐ μιος ἐχώρει ἐπὶ τὴν ἐνδοτέραν ἔρημον. καὶ ἐν τῶι ταύτην ἡμᾶς | |
30 | διέρχεσθαι ἤλθομεν εἰς τόπους ἀνύδρους ἐκ ῥιζῶν μελαγρίων διαι‐ | 56 |
57 | τώμενοι, ἐγὼ δὲ ἔτι ἄπειρος ὢν τῆς ἐν ἐρήμωι διαγωγῆς ἐδίψησα λίαν, ὥστε ἐκ τῆς πολλῆς δίψης μηκέτι με δύνασθαι βαδίζειν. στραφεὶς δὲ ὁ μέγας Εὐθύμιος καὶ θεωρήσας με ἐκλείποντα ἐσπλαγχνίσθη καὶ διαχωρίσας ἑαυτὸν ἀφ’ ἡμῶν ὡσεὶ λίθου βολὴν ἔπεσεν ἐπὶ πρό‐ | |
5 | σωπον δεόμενος τοῦ θεοῦ καὶ λέγων· κύριε ὁ θεὸς τῶν δυνάμεων, δὸς ὕδωρ ἐν γῆι διψώσηι τὴν δίψαν τοῦ ἀδελφοῦ παραμυθούμενον. καὶ μετὰ τὴν εὐχὴν λαβὼν τὸ μικρὸν σκαλίδιον ὃ ἐπεφερόμεθα διὰ τὰς τῶν μελαγρίων ῥίζας, ἔβαλεν μικρὸν ὀρύσσειν. ὡς οὖν ἐφάνη ὕδωρ, καλεῖ με καὶ δείκνυσί μοι αὐτὸ καὶ πιὼν καὶ εἰς ἑαυτὸν ἐλθὼν | |
10 | ἐδόξασα τὸν θεὸν τὸν τοιαῦτα θαυματουργοῦντα διὰ τῶν ἁγίων αὐτοῦ. Πρὸς τοῖς ἄλλοις χαρίσμασιν οἷς ἐκτήσατο ὁ μέγας Εὐθύμιος, καὶ τοῦτο ἐδωρήθη αὐτῶι τὸ προγνῶναι αὐτὸν τήν τε τῆς κοιμήσεως ἡμέραν καὶ τὸ τί μέλλει συμβαίνειν τῶι ἑαυτοῦ τόπωι. ἐγὼ οὖν | |
15 | οὐκ ὀκνήσω καὶ τὰς περὶ τῆς αὐτοῦ κοιμήσεως τῶν πατέρων διηγήσεις ἐκθέσθαι σαφῶς. τῆι ὀγδόηι τοίνυν ἡμέραι τῶν ἁγίων θεοφανίων, ἐν ἧι μάλιστα ἔθος ἦν αὐτῶι ἐξιέναι ἐπὶ τὴν πανέρημον, συνελθόντες οἵ τε προπέμψαι αὐτὸν καὶ οἱ ἐξελθεῖν μετ’ αὐτοῦ προσδοκῶντες, ἐν οἷς ἦσαν οἱ περὶ Μαρτύριον καὶ Ἡλίαν, θεασάμενοι ὅτι οὐδὲν διε‐ | |
20 | τάξατο ἢ ἑτοιμάσατο, ὡς ἦν αὐτῶι ἔθος, λέγουσιν αὐτῶι· οὐκ ἐξέρχηι αὔριον, τίμιε πάτερ; ὁ δὲ ἅγιος ἀπεκρίθη λέγων· μένω τὴν ἑβδομάδα ταύτην καὶ τῶι σαββάτωι ἀπὸ νυκτῶν ἐξέρχομαι, προμηνύων τὴν ἑαυτοῦ τελευτήν. τῆι δὲ τρίτηι ἡμέραι ἐκέλευσεν παννυχίδα γενέσθαι τῆς μνήμης τοῦ ἁγίου πατρὸς ἡμῶν Ἀντωνίου· ἐν ἧι ἀγρυπνίαι λαβὼν | |
25 | τοὺς πρεσβυτέρους εἰς τὸ διακονικὸν λέγει αὐτοῖς· ἀπὸ τοῦ νῦν ἄλλην ἀγρυπνίαν οὐ ποιῶ μεθ’ ὑμῶν ἐν τῶιδε τῶι σαρκίωι. προσκέκληται | |
γάρ με ὁ θεός· τοίνυν ἐξελθόντες πέμψατέ μοι Δομετιανὸν καὶ | 57 | |
58 | συνάξατέ μοι τὸ πρωὶ πάντας ἐνταῦθα τοὺς πατέρας. καὶ πάντων παρ’ αὐτῶι συναχθέντων εἶπεν· ἀδελφοί μου ἀγαπητοί, ἐγὼ μὲν πορεύομαι εἰς τὴν ὁδὸν τῶν πατέρων μου· ὑμεῖς δὲ ἐὰν ἀγαπᾶτε με, ταύτας φυλάξατε τὰς ἐντολάς. ἀρχὴν καὶ τέλος πάσης ἀγαθοεργίας | |
5 | τὴν εἰλικρινῆ ἀγάπην διὰ παντὸς κτήσασθε σύνδεσμον οὖσαν τῆς τελειότητος. ὥσπερ γὰρ οὐκ ἐνδέχεται βρωθῆναι ἄρτον ἄνευ ἁλός, οὕτως ἀμήχανον χωρὶς ἀγάπης ἀρετὴν κατορθῶσαι. πᾶσα γὰρ ἀρετὴ δι’ ἀγάπης καὶ ταπεινοφροσύνης βεβαιοῦται πείραι καὶ χρόνωι καὶ χάριτι. ἡ μέντοι ταπεινοφροσύνη ὑψοῖ, ἡ δὲ ἀγάπη τοῦ ὕψους | |
10 | πεσεῖν οὐκ ἐᾶι, ἐπείπερ ὁ μὲν ταπεινῶν ἑαυτὸν ὑψωθήσεται, ἡ δὲ ἀγάπη οὐδέποτε ἐκπίπτει. μείζων δέ ἐστιν ἡ ἀγάπη τῆς ταπεινοφροσύνης· διὰ γὰρ τὴν πρὸς ἡμᾶς ἀγάπην ἐταπείνωσεν ἑαυτὸν ὁ θεὸς λόγος καθ’ ἡμᾶς γεγονώς. δι’ ὃ ὀφείλομεν ἀδιαλείπτως αὐτῶι ἐκ θελήματος ἐξομολογεῖσθαι καὶ ὕμνους ἀναπέμπειν καὶ εὐχαριστίας, | |
15 | μάλιστα ἡμεῖς οἱ πραγμάτων κεχωρισμένοι βιωτικῶν καὶ ποικίλων, οὐ μόνον διὰ τὰς πρὸς αὐτὸν συνθήκας, ἀλλὰ καὶ ὑπὲρ αὐτῆς ἡμῶν τῆς ἀπερισπάστου ζωῆς οὕτω τῆς κοσμικῆς ἐλευθερωθέντες συγχύ‐ σεως. δι’ ὅπερ τὴν τῆς ψυχῆς καθαρότητα καὶ τὴν τοῦ σώματος ἁγνείαν καὶ τὴν εἰλικρινῆ ἀγάπην πάσηι σπουδῆι προσοίσωμεν | |
20 | αὐτῶι. καὶ ταῦτα εἰπὼν ἠρώτα αὐτοὺς λέγων· τίνα βούλεσθε ἔχειν ἡγούμενον; οἳ δὲ συμφώνως ἐψηφίσαντο Δομετιανόν. καὶ λέγει ὁ μέγας Εὐθύμιος· τοῦτο οὐκ ἔστιν δυνατόν· Δομετιανὸς γὰρ οὐ μένει μετ’ ἐμὲ ἐν τῶιδε τῶι βίωι εἰ μὴ ἡμέρας ἑπτά. καὶ ἐκπλαγέντες οἱ πατέρες ὅτι οὕτως μετὰ παρρησίας τὰ μέλλοντα προεμήνυεν, Ἡλίαν | |
25 | τινὰ οἰκονόμον τῆς κάτω μονῆς Ἱεριχούντιον τῶι γένει αἰτοῦνται ἡγούμενον. ὁ δὲ μέγας Εὐθύμιος λέγει αὐτῶι ἐπὶ πάντων· ἰδοὺ πάντες οἱ πατέρες ἐψηφίσαντό σε πατέρα ἑαυτῶν καὶ ποιμένα· πρόσεχε τοίνυν σεαυτῶι καὶ παντὶ τῶι ποιμνίωι σου καὶ τοῦτο πρῶτον γίνωσκε | |
ὅτι εὐδόκησεν ὁ θεὸς κοινόβιον ταύτην γενέσθαι τὴν λαύραν καὶ | 58 | |
59 | τοῦτο γίνεται οὐ μετὰ πολὺν χρόνον. καὶ διετάξατο ἐν ποίωι τόπωι οἰκοδομηθῆναι μέλλει τὸ κοινόβιον καὶ περὶ τῆς τούτου συστάσεως καὶ ξενοδοχίας καὶ τῆς εἰς τὸν τῆς ψαλμωιδίας κανόνα σπουδῆς καὶ περὶ τοῦ μὴ ἀμελεῖν τῶν ἐν θλίψει ἀδελφῶν τῶν μάλιστα ὑπὸ λογι‐ | |
5 | σμῶν βαρουμένων, ἀλλὰ διεγείρειν αὐτοὺς ἀεὶ καὶ νουθετεῖν. καὶ ταῦτα μὲν πρὸς τὸν προβληθέντα ἡγούμενον· κηρύσσει δὲ τοῖς πᾶσι λέγων· ἀδελφοί μου ἀγαπητοί, τὸν πυλεῶνα τοῦ μέλλοντος κτίζεσθαι κοινο‐ βίου μὴ κλείσητε ἀπὸ παντὸς ἀνθρώπου, καὶ τὴν εὐλογίαν χορηγήσει ὑμῖν ὁ θεός· τὰς ἐντολάς μου ἀτρώτους φυλάξατε καὶ ἐὰν εὕρω παρρη‐ | |
10 | σίαν πρὸς τὸν θεόν, ταύτην πρώτην αἴτησιν αἰτῶ παρ’ αὐτοῦ εἶναί με τῶι πνεύματι μεθ’ ὑμῶν καὶ τῶν μεθ’ ὑμᾶς ἕως τοῦ αἰῶνος. καὶ ταῦτα εἰπὼν ἀπέλυσεν ἅπαντας πλὴν Δομετιανοῦ μόνου. μείνας οὖν τὰς τρεῖς ἡμέρας ἐν τῶι διακονικῶι τῆι νυκτὶ τοῦ σαββάτου ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ πρεσβύτης καὶ | |
15 | πλήρης ἡμερῶν. Λέγεται δὲ περὶ αὐτοῦ ὅτι ἦν τὸ εἶδος αὐτοῦ ἀγγελικόν, ἡ ἕξις ἄπλαστος, τὸ ἦθος πραύτατον. ἡ δὲ φαινομένη τοῦ σώματος αὐτοῦ ὄψις στρογγυλοειδής τε ὑπῆρχεν καὶ φαιδρὰ καὶ λευκὴ καὶ εὐόμματος· ἦν δὲ ὑποκόλοβος τὴν ἡλικίαν καὶ ὁλοπόλιος ἔχων τὸν πώγωνα | |
20 | μέγαν καὶ φθάνοντα ἕως τῆς κοιλίας καὶ ἀσινῆ πάντα τὰ μέλη αὐτοῦ. οὔτε γὰρ οἱ ὀφθαλμοὶ αὐτοῦ ἢ οἱ ὀδόντες τὸ παράπαν ἐβλάβησαν, ἀλλὰ στερρός τε καὶ πρόθυμος ὢν ἐτελειώθη, ἡ δὲ τελείωσις αὐτοῦ | |
γέγονεν κατὰ τὴν εἰκάδα τοῦ Ἰαννουαρίου μηνὸς τῆς ἑνδεκάτης | 59 | |
60 | ἰνδικτιόνος ἀπὸ μὲν κτίσεως κόσμου, ἀφ’ οὗπερ χρόνος ἤρξατο τῆι τοῦ ἡλίου φορᾶι μετρεῖσθαι, ἔτους πέμπτου ἑξηκοστοῦ ἐνακοσιοστοῦ πεντακισχιλιοστοῦ, ἀπὸ δὲ τῆς τοῦ θεοῦ λόγου ἐκ παρθένου ἐνανθρω‐ πήσεως καὶ κατὰ σάρκα γεννήσεως ἔτους πέμπτου ἑξηκοστοῦ τετρα‐ | |
5 | κοσιοστοῦ κατὰ τοὺς συγγραφέντας χρόνους ὑπὸ τῶν ἁγίων πατέρων Ἱππολύτου τε τοῦ παλαιοῦ καὶ γνωρίμου τῶν ἀποστόλων καὶ Ἐπι‐ φανίου τοῦ Κυπριώτου καὶ Ἥρωνος τοῦ φιλοσόφου καὶ ὁμολογητοῦ. ὁ δὲ χρόνος τῆς αὐτοῦ ἐν σαρκὶ ζωῆς οὗτός ἐστιν· ἐξ ἀποκαλύψεως γεννηθεὶς καὶ τριέτης γεγονὼς ἀφιερώθη τῶι θεῶι ἐν ἀρχῆι τῆς | |
10 | Θεοδοσίου τοῦ μεγάλου βασιλείας καὶ διελθὼν διὰ πάντων τῶν ἐκκλησιαστικῶν βαθμῶν ἦλθεν εἰς Ἱεροσόλυμα τῶι εἰκοστῶι ἐνάτωι ἔτει τῆς ἑαυτοῦ ἡλικίας καὶ ποιήσας ἐν τῆι ἐρήμωι ἔτη ἑξήκοντα ὀκτὼ τελευτᾶι ἐτῶν ἐνενήκοντα ἑπτὰ ἐπὶ τῆς πέμπτης Λέοντος τοῦ βασι‐ λέως ὑπατείας τῶι ἑξκαιδεκάτωι ἔτει τῆς αὐτοῦ βασιλείας. φήμη δὲ | |
15 | διαδραμοῦσα καθ’ ὅλης τῆς περιχώρου συνήγαγεν ἄπειρον ὄχλον μοναχῶν τε καὶ λαικῶν, οὐ μὴν ἀλλὰ καὶ ὁ ἁγιώτατος ἀρχιεπίσκοπος Ἀναστάσιος παραλαβὼν πλῆθος κληρικῶν τε καὶ στρατιωτῶν παρ‐ εγένετο εἰς τὴν λαύραν, μεθ’ οὗ παρῆσαν Χρύσιππός τε καὶ Γαβριήλιος καὶ Φίδος ὁ διάκονος. συνήχθησαν δὲ πάντοθεν καὶ οἱ τῆς ἐρήμου | |
20 | ἀναχωρηταί, ἐν οἷς ἦν καὶ ὁ μέγας πατὴρ ἡμῶν Γεράσιμος. πολλὰ δὲ παράδοξα θαύματα ἐποίησεν ὁ θεὸς διὰ τοῦ ἁγίου αὐτοῦ λειψάνου, ὥστε θαυμάζειν τὸν ἀρχιεπίσκοπον καὶ τοὺς παρόντας καὶ μέχρις ὥρας ἐνάτης μὴ ἰσχύειν αὐτὸ καταθέσθαι, ἕως οὗ οἱ στρατιῶται κατ’ ἐπιτροπὴν τοῦ ἀρχιεπισκόπου ἐδίωξαν τὸν ὄχλον. καὶ οὕτως οἱ | |
25 | πατέρες ἐνέβαλον αὐτὸ ἐν γλωσσοκόμωι καὶ κατέθεντο ἐν τόπωι τινὶ ἐπιτηδείωι. Μαρτύριος δὲ καὶ Ἡλίας ἔκλαιόν τε καὶ ἐθρήνουν τὴν στέρησιν τοῦ πατρός. τούτους ὁ ἀρχιεπίσκοπος διὰ τῆς παρα‐ θέσεως Χρυσίππου τοῦ σταυροφύλακος προετρέψατο πυκνάζειν | |
αὐτῶι καὶ καταλείψας ἐν τῆι λαύραι Φίδον τὸν διάκονον ὡς ὀφεί‐ | 60 | |
61 | λοντα φροντίζειν τῆς οἰκοδομῆς τοῦ κοιμητηρίου πρὸς τὸ μετατεθῆναι τὸ τίμιον λείψανον εἰς πρέποντα τόπον ἀνελθὼν εἰς τὴν ἁγίαν πόλιν ἀπέστειλεν τεχνίτας καὶ τὴν εἰς τὴν οἰκοδομὴν ὑπουργίαν ἅπασαν. Ὁ δὲ μέγας Δομετιανὸς ὁ τοῦ ἁγίου πατρὸς ἡμῶν γνήσιος μαθητής, | |
5 | ὁ ἐν κοινοβίωι εὐδοκιμήσας καὶ ἐν τῆι λαύραι ἀνδραγαθήσας καὶ ἐν ταῖς ἐρήμοις διαπρέψας καὶ ὑπὲρ τὰ πεντήκοντα ἔτη τῶι ἁγίωι πατρὶ διακονησάμενος, ὁ συναθλήσας αὐτῶι ἐπὶ τῆς γῆς καὶ συμβασιλεύειν ἀξιωθεὶς ἐν τῆι τῶν οὐρανῶν βασιλείαι, ὁ εὐάρεστος τῶι θεῶι καὶ δόκιμος τοῖς ἀνθρώποις ἀναδειχθεὶς οὐκ ἀπέστη τοῦ τόπου ἔνθα | |
10 | κατέκειτο τὸ τίμιον λείψανον τοῦ ἁγίου πατρός, ἕως συμπληρώ‐ σεως τῶν ἓξ ἡμερῶν. καὶ τῆι νυκτὶ τῆς ἑβδόμης ἡμέρας ἐπιφαίνεται αὐτῶι ὁ μέγας Εὐθύμιος ἐν δόξηι μεγάληι φαιδρῶι τῶι προσώπωι λέγων· δεῦρο ἐν τῆι ἡτοιμασμένηι σοι δόξηι· δυσωπηθεὶς γὰρ ὁ δεσπότης Χριστὸς ἐχαρίσατό μοι τὸ εἶναί σε σὺν ἐμοί. ταῦτα ἀκού‐ | |
15 | σας ὁ Δομετιανὸς ἐλθὼν εἰς τὴν ἐκκλησίαν καὶ τὴν ὀπτασίαν τοῖς πατράσι διηγησάμενος ἐκοιμήθη ἐν χαρᾶι. Ὁ δὲ διάκονος Φίδος πολλὴν σπουδὴν θέμενος ὠικοδόμησεν τὸ κοιμητήριον ἐν τῶι τόπωι τοῦ σπηλαίου ἔνθα ἐν ἀρχῆι ἡσύχαζεν ὁ μέγας Εὐθύμιος. ὅπερ σπήλαιον καταλύσας ἐν μόνοις τρισὶ μησὶν | |
20 | ἔκτισεν οἶκον μέγαν καὶ θαυμαστὸν κεκαμαρωμένον. καὶ ἐν μὲν τῶι μέσωι τὴν τοῦ ἁγίου θήκην πεποίηκεν· ἑκατέρωθεν δὲ ἐσκεύασεν θήκας ἡγουμένων τε καὶ πρεσβυτέρων καὶ λοιπῶν ὁσίων ἀνδρῶν. ὁ δὲ ἀρχιεπίσκοπος προπέμψας τήν τε ἐπικειμένην πλάκα μετὰ τῆς ἀργυρᾶς χώνης καὶ τὰ κυκλοῦντα κάγκελλα κατῆλθεν εἰς τὴν λαύραν | |
25 | καὶ μετήνεγκεν τὸ τίμιον λείψανον εἰς τὸν ἑτοιμασθέντα τόπον οἰκείαις βαστάσας χερσὶν καὶ τοῦτο καταθέμενος ἀσφαλῶς πρὸς τὸ μηδένα δύνασθαι ἀνοῖξαι καὶ λείψανον ἀποσυλῆσαι ἐπέθηκεν τὴν πλάκα πήξας τὴν χώνην ὑπεράνω τοῦ στήθους αὐτοῦ. ἥτις χώνη ἀπὸ τότε μέχρι τῆς σήμερον ἀναβλύζει παντοδαπὰς εὐεργεσίας τοῖς μετὰ | |
30 | πίστεως προσιοῦσι. γέγονε δὲ ἡ τοῦ λειψάνου μετάθεσις μηνὶ Μαίωι | |
ἑβδόμηι. καὶ οὕτως ὁ ἀρχιεπίσκοπος τὴν σύναξιν ἐπιτελέσας Μαρ‐ | 61 | |
62 | τύριον καὶ Ἡλίαν μεθ’ ἑαυτοῦ λαβὼν εἰς τὴν ἁγίαν πόλιν πρεσβυτέρους τῆς ἁγίας ἐχειροτόνησεν Ἀναστάσεως. Καλεῖ δέ με ὁ καιρὸς διηγήσασθαι πῶς ἡ τοῦ μεγάλου Εὐθυμίου λαύρα εἰς κοινοβίου τάξιν μετεσκευάσθη. τοῦ πρώτου ἐνιαυτοῦ | |
5 | πληρουμένου ἀπὸ τῆς Εὐθυμίου τοῦ μεγάλου κοιμήσεως ὁ εὐ‐ σεβέστατος βασιλεὺς Λέων Λέοντα τὸν ἔκγονον αὐτοῦ κομιδῆι νήπιον ὄντα διάδοχον τῆς βασιλείας καταλείψας ἐτελεύτησεν. ὅντινα ἐπ’ ὀλίγους μῆνας τῆι βασιλείαι ἐπιζήσαντα Ζήνων ὁ γεννήσας αὐτὸν διεδέξατο τελευτήσαντα. τότε δὴ Βασιλίσκος τις τυραννήσας | |
10 | καὶ τὴν βασιλείαν ἁρπάσας Ζήνωνος ἐπὶ τὴν Ἰσαυρίαν φυγόντος ποιεῖ ἐγκύκλιον κατὰ τῆς ἐν Χαλκηδόνι συνόδου. τῶι δὲ ἕκτωι τῆς κοιμήσεως τοῦ μεγάλου Εὐθυμίου χρόνωι ὁ μὲν ἀρχιεπίσκοπος Ἀναστάσιος ἐτελειώθη ἐν Χριστῶι ἐν ἀρχῆι τοῦ Ἰουλίου μηνός· Ζήνων δὲ ὁ βασιλεὺς εἰς τὴν βασιλείαν ὑπέστρεψεν Βασιλίσκον χειρω‐ | |
15 | σάμενος. τότε δὴ Μαρτύριος ὁ ἀνωτέρω πολλάκις μνημονευθεὶς τὴν πατριαρχείαν διαδεξάμενος παρρησιαστικώτερον γράφει τῶι βασιλεῖ Ζήνωνι καὶ Ἀκακίωι τῶι ἀρχιεπισκόπωι Κωνσταντινουπόλεως περί τε τῆς τῶν Ἀποσχιστῶν ἀκαταστασίας καὶ τῶν ὑπ’ αὐτῶν γενομένων ἐν τῆι ἁγίαι πόλει νεωτερισμῶν. τότε γὰρ οἱ καταλει‐ | |
20 | φθέντες ἐν τῆι ἁγίαι πόλει Ἀποσχισταὶ Γερόντιον ἀρχιμανδρίτην | 62 |
63 | ἔχοντες παραπλήσια τῶν πάλαι ὑπὸ Θεοδοσίου τολμηθέντων ἐπε‐ χείρουν διαπράξασθαι τῶι ῥηθέντι ἐγκυκλίωι ἐπερειδόμενοι. καὶ ἀποστέλλεται Φίδος ὁ διάκονος μετὰ τῶν γραμμάτων ἐν Κωνσταν‐ τινουπόλει. ὅστις Φίδος τὰς τοῦ πατριάρχου δεξάμενος ἀποκρίσεις | |
5 | κατελθὼν εἰς Ἰόππην καὶ ἐπιβὰς πλοίωι διαπερῶντι εἰς Κούρικον καὶ κατὰ τὸ Παρθενικὸν γεγονὼς πέλαγος τοῦ πλοίου συναρπασθέντος ναυαγίωι περιέπεσεν νυκτὸς ἐπικειμένης. καὶ ὁ θέλων αὐτὸν σωθῆναι θεὸς ὠικονόμησεν ξύλου τινὸς αὐτὸν ἐπιλαβέσθαι. ἐν τοιαύτηι οὖν θλίψει καὶ ἀνάγκηι γεγονὼς ὑπόμνησιν τοῦ θεοῦ καὶ τοῦ μεγάλου | |
10 | Εὐθυμίου λαβὼν προσηύχετο λέγων· ὁ θεὸς τῶν δυνάμεων ὁ πάντα τὰ δυσχερῆ εὐχερῆ ποιῶν, διὰ τῶν εὐχῶν τοῦ ὁσίου Εὐθυμίου ἐξελοῦ με ἐκ τῆς φρικτῆς ταύτης καὶ φοβερωτάτης ἀνάγκης. καὶ πάλιν ἔλεγεν· ἅγιε πάτερ Εὐθύμιε, ἰδοὺ καιρὸς βοηθείας· βοήθησόν μοι καὶ λύτρωσαί με ἐκ ταύτης τῆς ἀνάγκης. καὶ ταῦτα τῶι Φίδωι | |
15 | εἰπόντι ἐπιφαίνεται ὁ μέγας Εὐθύμιος περιπατῶν ἐπὶ τῶν ὑδάτων. ἐμφόβου δὲ τοῦ Φίδου γεγονότος λέγει ὁ μέγας Εὐθύμιος· μὴ φοβοῦ· ἐγώ εἰμι Εὐθύμιος ὁ τοῦ θεοῦ δοῦλος. γίνωσκε δὲ ὅτι οὐκ ἀστεία ἡ ὁδός σου ἐνώπιον τοῦ θεοῦ. οὐδὲ γάρ τινα ὄνησιν φέρει τῆι μητρὶ τῶν ἐκκλησιῶν τὸ σὲ νῦν ἀνέρχεσθαι ἐν Κωνσταντινουπόλει. πορεύου | |
20 | τοίνυν καὶ τῶι μὲν ἀποστείλαντί σε εἶπον· τάδε λέγει ὁ δοῦλος τοῦ θεοῦ Εὐθύμιος· μηδὲν περὶ τῶν Ἀποσχιστῶν τὸ σύνολον μεριμνήσηις. παρὰ γὰρ κυρίου γίνεται ἐν ταύταις ἡ τελεία ἕνωσις καὶ ἐπὶ τῆς σῆς ἱεραρχίας γενήσεται ἐν Ἱεροσολύμοις μία ποίμνη ἑνὸς ποιμένος. αὐτὸς δὲ ἄπελθε εἰς τὴν ἐμὴν λαύραν καὶ κοινόβιον οἰκοδόμησον | |
25 | ἐν ὧι τόπωι τὸ ἐμὸν ὠικοδόμησας κοιμητήριον τὰ κελλία πάντα ἐκ θεμελίων καταλύσας· οὐ γὰρ βούλεται ὁ θεὸς λαύραν εἶναι ἐν ἐκείνωι τῶι τόπωι, κοινόβιον δὲ μᾶλλον τὴν λαύραν γενέσθαι ηὐδόκησεν. ταῦτα ἀκούσας ὁ Φίδος συνέθετο τῶι ἁγίωι οὕτως ποιεῖν, οὐκ ἤιδει | |
δὲ ὅτι ἀληθές ἐστι τὸ γινόμενον διὰ τοῦ ἁγίου, ἀλλ’ ἐδόκει ὅραμα | 63 | |
64 | βλέπειν. ὁ δὲ μέγας Εὐθύμιος σκεπάσας αὐτὸν τῶι ἑαυτοῦ παλλίωι ἀπέλυσεν ἐν εἰρήνηι καὶ ἀναρπασθεὶς ὁ Φίδος καὶ ὡς οἶμαι κατὰ τὸν Ἀμβακοὺμ μετάρσιος γεγονὼς ὡς ἐν ῥιπῆι ὀφθαλμοῦ ηὑρέθη εἰς τὸν αἰγιαλὸν καὶ εἰς τὴν ἁγίαν πόλιν μηδενὸς τῶν ἀνθρωπίνων αἰσθανόμε‐ | |
5 | νος. καὶ εἰσελθὼν εἰς τὸν ἑαυτοῦ οἶκον καὶ τὸ θεόσδοτον ἐκεῖνο παλλίον ἀποθέμενος, ὅπερ ἦν περιβεβλημένος, καὶ τὰ ἴδια ἱμάτια ἐνδυσάμενος, τὸ μὲν παλλίον ἄφαντον γέγονεν, αὐτὸς δὲ εἰς ἑαυτὸν ἐλθὼν λέγει· νῦν οἶδα ἀληθῶς ὅτι ἀπέστειλεν κύριος τὸν ἅγιον αὐτοῦ καὶ ἐξείλατό με ἀπὸ πικροῦ θανάτου. καὶ ταῦτα διηγησάμενος τῆι ἑαυτοῦ μητρὶ | |
10 | φιλοχρίστωι οὔσηι καὶ ἀκούσας παρ’ αὐτῆς ὅτι ὅσα συνέθου τῶι ἁγίωι, ἀνυπερθέτως ποίησον, εἰσελθὼν πρὸς τὸν ἀρχιεπίσκοπον πάντα καθεξῆς διηγήσατο. ὃ δὲ θαυμάσας ἀποκρίθη λέγων· ὄντως προφήτης κυρίου ὁ μέγας Εὐθύμιος. τοῦτο γὰρ πᾶσιν ἡμῖν προεῖπεν μέλλων ἐν Χριστῶι τελειοῦσθαι. ἄπιθι τοίνυν ἐπὶ τὴν τοῦ κοινοβίου | |
15 | οἰκοδομὴν καὶ ἔχεις κἀμὲ συνεργοῦντά σοι ἐν πᾶσιν. λαβὼν οὖν ὁ Φίδος ἕνα μηχανικὸν καὶ πλῆθος τεχνιτῶν καὶ ὑπουργίαν πολλὴν κατέβη εἰς τὴν λαύραν καὶ ὠικοδόμησεν τὸ κοινόβιον καὶ περιετείχισεν καὶ ὠχύ‐ ρωσεν αὐτό. καὶ τὴν μὲν παλαιὰν ἐκκλησίαν ἀριστητήριον πεποίηκεν καὶ ὑπεράνωθεν τὴν νέαν ὠικοδόμησεν ἐκκλησίαν, ἔκτισεν δὲ καὶ πύργον | |
20 | ἔνδον τοῦ κοινοβίου ὀχυρώτατον ἐν ταὐτῶι καὶ ὡραιότατον, συνέφθα‐ σεν δὲ ἐν τῶι μέσωι εἶναι τοῦ κοινοβίου τὸ κοιμητήριον. τὴν δὲ τοῦ κοινοβίου τοποθεσίαν καλὴν οὖσαν τοῦ ὁρᾶσθαι διὰ τὴν ἐνάρετον ὁμαλότητα καὶ μοναχοῖς πρὸς ἄσκησιν ἐπιτηδείαν διὰ τὴν τῶν αὐτῆς ἀέρων εὐκρασίαν τε καὶ μεσότητα διαγράψαι τῶι λόγωι πειράσομαι. | |
25 | λόφος τοίνυν ἐστὶ σμικρότατος ἐξ ἀνατολῆς τε καὶ δύσεως περιεχό‐ μενος ὑπὸ δύο κοιλάδων σεμνοτάτων συνερχομένων κατὰ τὸ νότιον μέρος καὶ ἀλλήλαις ἑνουμένων. ἐπὶ μέντοι τὸ βόρειον μέρος πεδιάς ἐστι λίαν τερπνοτάτη ἐπὶ τρισὶ περί που ἡπλωμένη σταδίοις, τῆς | |
δὲ πεδιάδος πρὸς βορρᾶν χείμαρρός ἐστι καταφερόμενος ἐξ αὐτῆς | 64 | |
65 | που τῆς ἀνατολικῆς ῥίζης τοῦ σεβασμίου βουνοῦ τῆς ἁγίας Χρι‐ στοῦ τοῦ θεοῦ ἡμῶν Ἀναλήψεως. κατ’ αὐτὴν δὲ τὴν πεδιάδα ὅ τε πύργος ἐστήρικται καὶ τὸ τοῦ κοινοβίου ἐκβάλλει θυρώριον. καὶ ἔστιν ὁ τόπος ὅλος ἥμερος καὶ πάνυ θαυμάσιος, μέσους, ὡς | |
5 | εἴρηται, λαχὼν ἀέρας. τῶν μὲν γὰρ ψυχροτέρων τόπων ὑπάρχει θερμότερος, τῶν δὲ καυματηρῶν ψυχρότερος· οὐ μὴν ἀλλὰ καὶ τῶν λίαν ὑγροτέρων τόπων ὑπάρχει ξηρότερος καὶ τῶν πάνυ ξηροτέρων ὑγρότερος. Πληρωθείσης δὲ τῆς τοῦ κοινοβίου οἰκοδομῆς τε καὶ κοσμήσεως | |
10 | ἐν μόνοις τρισὶν ἔτεσιν τῆι πολυχειρίαι καὶ σπουδῆι ἐβούλοντο οἱ πατέρες κατ’ αὐτὴν τὴν ἡμέραν καθ’ ἣν μετετέθη τὸ τίμιον λείψανον τοῦ ἁγίου πατρὸς ἡμῶν καὶ ἐν τῶι καινῶι κατετέθη κοιμητηρίωι, τὴν ἐκκλησίαν καὶ τὸ κοινόβιον ἐγκαινίσαι· ἀλλ’ ἐστενοχωροῦντο ὕδωρ μὴ ἔχοντες. ὀλιγομβρίας γὰρ γενομένης κατ’ αὐτὴν τὴν ἔρημον | |
15 | λάκκος ὕδωρ οὐκ ἐδέξατο καὶ τοῦ Μαίου μηνὸς εἰσεληλυθότος τῆς αὐτῆς ἐρήμου μόλις τῶι χειμῶνι βρεχομένης, ὡς ἴσασιν οἱ πολυ‐ χρόνιον πεῖραν αὐτῆς ἐσχηκότες, εἰκότως βροχὴ οὐ προσεδοκᾶτο. δι’ ὃ ἐν ἀπορίαι πολλῆι γεγονότες οἱ περὶ τὸν ἡγούμενον Ἡλίαν καὶ τὸν διάκονον Φίδον ἐδήλωσαν τῶι τε ἀββᾶι Λογγίνωι τῆς κάτω | |
20 | μονῆς καὶ τῶι ἀββᾶι Παύλωι ἡγουμένωι ὄντι τῆς Μαρτυρίου μονῆς ἀποστεῖλαι τὰ ἄλογα τῶν ἀμφοτέρων μοναστηρίων, ὅπως μετὰ τῶν ἀλόγων τῆς ἡμετέρας μονῆς μετακομίσωσιν ὕδωρ ἀπὸ Φαρῶν, καὶ ἡτοιμάζοντο τῆι νυκτὶ ἐξιέναι ἀπὸ τοῦ κρούσματος. ἐν ἧι νυκτὶ φαίνεται ὁ μέγας Εὐθύμιος τῶι μακαρίτηι Ἡλίαι λέγων· | |
25 | τί ποιοῦσιν τὰ ἄλογα σήμερον; καὶ εἰπόντι αὐτῶι· διὰ τὸ μὴ ἔχειν ἡμᾶς ὕδωρ εἰς Φαρὰν ὑπάγουσιν, ἐπετίμησεν λέγων· καὶ διὰ τί ἀμελή‐ σαντες οὐκ ἐδεήθητε τοῦ θεοῦ, ὀλιγόπιστοι; μὴ οὐκ ἰσχύει ἡ χεὶρ κυρίου δοῦναι ὑμῖν ὕδωρ; ὁ ἐκ τῆς ἀκροτόμου πέτρας ἐξαγαγὼν | |
ὕδωρ θεὸς λαῶι ἀπειθοῦντι καὶ ἀντιλέγοντι καὶ διψῶντι τῶι Σαμψὼν | 65 | |
66 | ἀπὸ σιαγόνος ὄνου ἀναβλύσας ὕδωρ οὐ δώσει καὶ ὑμῖν χρήιζουσιν; ναὶ λέγω ὑμῖν δώσει, ἐὰν μετὰ πίστεως αἰτήσητε αὐτόν. μὴ τοίνυν τὰ ἄλογα ἐπὶ τὸ ὕδωρ πέμψητε, ἀλλ’ ἐπιρίψατε ἐπὶ τὸν θεὸν τὴν μέριμναν ὑμῶν, καὶ σήμερον πρὸ ὥρας τρίτης γομοῦνται ὑμῶν οἱ | |
5 | δύο μεγάλοι λάκκοι. ἀναστὰς οὖν καὶ διηγησάμενος τὸ ὅραμα τῶι τε μακαρίτηι Φίδωι καὶ πᾶσι τοῖς λοιποῖς ἀπέστειλεν τὰ ἄλογα εἰς τοὺς τόπους αὐτῶν. ὅτε οὖν ὁ ἥλιος ἀνέτειλεν, ἀνέβη νέφος καὶ ἐξεχέθη ὄμβρος πολὺς κύκλωι τοῦ μοναστηρίου καὶ μόνου, καὶ πρὸ ὥρας τρίτης ἐγομώθησαν οἱ δύο μεγάλοι λάκκοι καὶ εὐθὺς | |
10 | ἐπαύσατο ἡ βροχή. ὁ τοίνυν ἀρχιεπίσκοπος Μαρτύριος γνοὺς τὸ γενό‐ μενον θαῦμα μετὰ πολλῆς δαψιλείας παραγέγονεν εἰς τὸν ἐγκαινισμὸν τοῦ μοναστηρίου. καὶ γέγονεν ἡ ἀγρυπνία μετὰ λαμπρᾶς φωταγω‐ γίας καὶ ποιοῦντες τὴν σύναξιν κατέθεντο ὑπὸ τὸ θυσιαστήριον λεί‐ ψανα ἁγίων καὶ καλλινίκων μαρτύρων, Ταράχου καὶ Πρόβου καὶ | |
15 | Ἀνδρονίκου, μηνὶ Μαίωι ἑβδόμηι ἔτους δεκάτου ἀπὸ τῆς τοῦ μεγάλου Εὐθυμίου κοιμήσεως. χρόνου δέ τινος διελθόντος ὁ διάκονος Φίδος ἐπίσκοπος ἐχειροτονήθη πόλεως Δώρων προσαγορευομένης. Δίκαιον δὲ ἡγοῦμαι ἐν τῶι παρόντι λόγωι ἐπιμνησθῆναι τῆς τῶν ἐν Ἱεροσολύμοις Ἀποσχιστῶν τελείας ἑνώσεως πρὸς τὸ δεῖξαι ἐναργῶς | |
20 | τὰ παρὰ τοῦ μεγάλου Εὐθυμίου ἐν τῆι θαλάσσηι ῥηθέντα εἰς τὸν αὐτὸν πληρωθέντα καιρόν. τοῦ γὰρ ἀρχιεπισκόπου Μαρτυρίου τῆι γενομένηι ἐν τῆι θαλάσσηι ὀπτασίαι καὶ ὑποσχέσει τοῦ μεγάλου Εὐθυμίου πιστεύσαντος καὶ πᾶσαν μέριμναν ἀποτιναξαμένου ὀλίγων ἡμερῶν διελθουσῶν ὁ ἀνωτέρω μνημονευθεὶς ἀββᾶς Μαρκιανὸς | |
25 | ἐν τοῖς περὶ τὴν ἁγίαν Βηθλεὲμ τόποις ἤδη κοινόβιον συστησάμενος πάντας τοὺς Ἀποσχιστὰς αὐτόθι συναθροίσας ἐκ θείας τινὸς ἐπιπνοίας κινηθεὶς λέγει πρὸς αὐτούς· ἕως πότε, πατέρες, φιλονικοῦμεν διελεῖν τὸ σῶμα τῆς ἐκκλησίας μὴ ἐπιστάμενοι τὸ τέλειον θέλημα τοῦ θεοῦ; | |
σκοπήσωμεν τοίνυν ἑαυτοὺς μήπως οἰόμενοι τὴν βασιλικὴν κα‐ | 66 | |
67 | τέχειν ὁδὸν ἀνοδίαι ὁδεύομεν. τὸ γὰρ οἴεσθαι κωλύει τὸ εἶναι. ἑαυτοὺς τοίνυν δοκιμάσωμεν εἰ ἐσμὲν ἐν τῆι πίστει, καὶ τῶι ἀποστολικῶι ἀκολουθοῦντες ὑποδείγματι βάλωμεν κλήρους ἐκ προσώπου τῶν ἐπισκόπων καὶ τῶν μοναχῶν καὶ εἰ μὲν ὁ κλῆρος ἐπὶ τοὺς μοναχοὺς | |
5 | ἔλθηι, μείνωμεν ὅπερ ἐσμέν· εἰ δὲ ἐπὶ τοὺς ἐπισκόπους, τῆι ἐκκλησίαι κοινωνήσωμεν. καὶ τούτων οὕτως λεχθέντων ὁμονοήσαντες ἔβαλον τοὺς κλήρους καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ τοὺς ἐπισκόπους. καὶ πληρο‐ φορηθέντες ἅπαντες ἐκ συμφώνου εἰς τὴν ἁγίαν πόλιν εἰσῆλθον ἐκδε‐ δωκότες ἑαυτοὺς τῆι πρὸς τὴν ἁγίαν ἐκκλησίαν ἑνώσει. ὁ δὲ ἀρχι‐ | |
10 | επίσκοπος τούτους δεξάμενος ἐκέλευσεν τὰ φῶτα γενέσθαι τῆς ἁγίας Ἀναστάσεως καὶ ἐπετέλεσεν πάνδημον ἑορτὴν μετὰ παντὸς τοῦ πλήθους τῶν τε μοναχῶν καὶ τῶν πολιτῶν καὶ γέγονεν εὐφροσύνη μεγάλη ἐν ταῖς πλατείαις Ἱερουσαλὴμ ἐπὶ τῆι τῆς ἑνώσεως χαρᾶι. καὶ ἐκοινώνησεν ἅπαν τὸ πλῆθος τῶν Ἀποσχιστῶν πλὴν Γερον‐ | |
15 | τίου τοῦ ἀρχιμανδρίτου τοῦ ἐπὶ τεσσαρακονταπέντε ἔτη τὰ τῆς μακαρίας Μελάνης μοναστήρια κυβερνήσαντος καὶ Ῥωμανοῦ τοῦ ἐπὶ Θεκώαν μοναστήριον συστησαμένου, οἵτινες τῆι ἀλόγωι φιλονι‐ κίαι ἐμμείναντες καὶ διὰ τοῦτο τῶν ἰδίων ἐκβληθέντες μοναστηρίων ὧδε κἀκεῖσε περιφερόμενοι ἐτελεύτησαν ἀκοινώνητοι. καὶ ταῦτα | |
20 | μὲν οὕτως γέγονεν ἐπὶ τῆς βασιλείας Ζήνωνος· ἐν δὲ τοῖς Ἀναστασίου τοῦ βασιλέως χρόνοις αἱ σκηναὶ τῶν Σαρακηνῶν αἱ συστᾶσαι ὑπὸ τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Εὐθυμίου ὑπὸ βαρβάρων ἐρημώθησαν, οἱ δὲ πρῶτοι τῶν ἐν αὐταῖς Σαρακηνῶν ἄλλας σκηνὰς ἔκτισαν πλησίον τῆς τοῦ ἀββᾶ Μαρτυρίου μονῆς ἐκκλησίαν κἀκεῖσε | |
25 | συστησάμενοι. ἀλλ’ οἱ βάρβαροι πάλιν ἐπελθόντες αὐτοῖς κἀκεῖσε τοὺς μὲν ἀπέκτειναν, τοὺς δὲ αἰχμαλώτισαν· οἱ δὲ λοιποὶ εἰς διαφόρους | |
ἐσκορπίσθησαν κώμας. γέγονε γὰρ τότε σύγχυσις μεγάλη καὶ | 67 | |
68 | φοβερὰ κατὰ τὴν χώραν ταύτην ὑπὸ τῆς ἐπ’ ἀδείας τῶν βαρβάρων ἐπιδρομῆς. Ὁ μὲν οὖν μακαρίτης Ἡλίας ὁ καλὸς τῆς Εὐθυμίου ἀγέλης ποιμὴν ἐπὶ τριάκοντα καὶ ὀκτὼ χρόνους τὴν μονὴν κυβερνήσας καὶ πλεῖστα | |
5 | κατορθώματα ἐν αὐτῆι διαπραξάμενος ἐτελεύτησεν. Συμεωνίου δέ τινος Ἀπαμέως ἐπὶ τρεῖς χρόνους τῆς αὐτῆς μονῆς κρατήσαντος καὶ ἐν Χριστῶι τελειωθέντος Στέφανός τις Ἄραψ τῶι γένει τὴν ἡγουμενίαν διεδέξατο γνήσιον ἀδελφὸν ἔχων Προκόπιον μὲν ὀνο‐ μαζόμενον, τῆς δὲ Καισαρέων ἐκκλησίας πρεσβύτερον, οὗτινος | |
10 | τελευτήσαντος πᾶσαν ὁ Στέφανος τὴν γονικὴν περιουσίαν τῶι μονα‐ στηρίωι προσεκύρωσεν. ἐν τοῖς αὐτοῦ χρόνοις Ἀντιοχεύς τις Και‐ σάριος καλούμενος καὶ ἐν ἀρχαῖς πολιτικαῖς πολλάκις εὐδοκιμήσας ἐλθὼν εἰς τὴν ἁγίαν πόλιν καὶ χρονοτριβήσας πάθει σωματικῶι περιέπεσεν δεινοτάτωι καὶ ἠνέχθη εἰς τὴν μονὴν καὶ ἐκ τοῦ ἐλαίου | |
15 | τῆς τοῦ σημειοφόρου Εὐθυμίου θήκης ἀλειψάμενος πάσης σωματικῆς ἀθρόως ἀπηλλάγη νόσου. ταύτης οὖν τυχὼν τῆς εὐεργεσίας πολλὴν μὲν προσήνεγκεν εὐλογίαν, ἑτέραν δὲ ὑπέσχετο διδόναι καθ’ ἕκαστον ἐνιαυτόν. ὁδεύων δὲ ἐπὶ τὴν Ἀντιόχειαν παρέβαλεν ἐν Τριπόλει Στεφάνωι τῶι ἐπισκόπωι. ὧιτινι διηγεῖτο περί τε τῆς τοῦ μεγάλου | |
20 | Εὐθυμίου χάριτος καὶ τῆς εἰς αὐτὸν προελθούσης εὐεργεσίας· Λεόντιος δέ τις νεώτερος τοῦ ἐπισκόπου ἀνεψιὸς ἀκούσας καὶ ἀναπτερωθεὶς τὴν διάνοιαν ἦλθεν εἰς τὴν μονὴν καὶ ἀπετάξατο. καὶ ἐν τῆι μονα‐ χικῆι προκόψαντα αὐτὸν πολιτείαι μεταπεμψάμενος ὁ ἐπίσκοπος Στέφανος ἡγούμενον πεποίηκεν τοῦ σεβασμίου οἴκου τοῦ ἁγίου | |
25 | μάρτυρος Λεοντίου καὶ διάδοχον τῆς ἐπισκοπῆς οὐ μετὰ πολὺ κατα‐ λιπὼν αὐτὸν ἐτελεύτησεν. Νεῖλος δέ τις τοῦ μοναστηρίου πρεσβύτερος ἐπέμπετο εἰς Ἀντιό‐ χειαν διὰ τὴν ὑποσχεθεῖσαν παρὰ Καισαρίου εὐλογίαν. ὅστις ἐν Τριπόλει κατὰ πάροδον γεγονὼς καὶ παρὰ Λεοντίωι τῶι ἐπισκόπωι | |
30 | δεξιωθεὶς ἐπίσκοπος χειροτονεῖται Ὀρθωσιάδος. ὁ δὲ πατὴρ ἡμῶν Στέφανος τὴν Εὐθυμίου μονὴν αὐξήσας καὶ πλουτίσας εἰς δύναμιν | |
καὶ ἑξακόσια νομίσματα ἐν χαράγματι ἐκ περιουσίας γονικῆς ταύτηι | 68 | |
69 | καταλιπὼν ἐτελειώθη μηνὶ Ἰαννουαρίωι εἰκάδι δευτέραι τὸν εἰκοστὸν πρῶτον ἐν τῆι ἡγουμενίαι πληρώσας χρόνον. Θωμᾶς δέ τις Ἀπαμεὺς τὴν Εὐθυμίου ἀγέλην παραλαβὼν εὐθηνοῦσαν ἠλάττωσεν. ἐν τοῖς αὐτοῦ χρόνοις ἦλθεν πάλιν εἰς τὴν μονὴν ὁ ἐνδοξότατος Καισάριος | |
5 | καὶ ὑπ’ αὐτοῦ εἰς ἑστίασιν προτραπεὶς καὶ ἐν τῶι ἀρίστωι παρ’ αὐτοῦ ἀκούσας ὅτι ἔχομεν ἐν τῶι διακονικῶι μερίδας τινὰς τοῦ τιμίου ξύλου τοῦ πανσέπτου σταυροῦ, ἅσπερ τῶι μοναστηρίωι Κοσμᾶς τε καὶ Χρύσιππος οἱ σταυροφύλακες κατὰ καιροὺς ἐδωρήσαντο, ἐξ ὧν μερίδων ὁ ἡγούμενος Στέφανος ἐνέβαλεν εἰς τὸν παρ’ αὐτοῦ γεγονότα τῶι | |
10 | μοναστηρίωι σταυρὸν ὁλόχρυσόν τε καὶ διάλιθον, εἶπεν ὁ Καισάριος· διὰ τὸν κύριον, ἀξιωθῶμεν προσκυνῆσαι καὶ ἵνα δώσηις ἡμῖν μίαν μερίδα. ὁ δὲ ἡγούμενος τοῦτο ποιῆσαι συνθέμενος λαβὼν αὐτοὺς ἐν ἐκείνηι τῆι ὥραι τῆς μεσημβρίας ἐν τῶι διακονικῶι ἤνοιξεν τὰ ἀρμάρια τῶν κειμηλίων καὶ προσκυνήσαντες οἱ περὶ Καισάριον | |
15 | ἔλαβον τὴν μερίδα. καὶ εἰσελθόντες εἰς τὸ ἐνδότερον τοῦ διακονικοῦ κελλίον προετράπησαν εἰς ἀγάπην. Θεόδοτος δέ τις Γαλάτης τὴν τοῦ ἀριστητηρίου διακονίαν ἐκπληρῶν τούτοις ὑπηρέτει. ὅστις εἰσ‐ ερχόμενος διὰ τοῦ διακονικοῦ καὶ ἐξερχόμενος τῶν ἀρμαρίων ἠνεω‐ γμένων τὰ ῥηθέντα ἑξακόσια νομίσματα ἐν τρισὶν ὄντα κοδρίοις | |
20 | ἀπὸ ἑνὸς τῶν ἀρμαρίων κλέψας ἔμεινεν ὑπηρετῶν. ὁ μέντοι ἡγού‐ μενος ἀπολῦσαι θέλων τοὺς περὶ Καισάριον κλείσας μετὰ θορύβου τὰ ἀρμάρια καὶ μὴ νοήσας τὸ γεγονὸς ἀπέλυσεν ἐκείνους μετὰ εὐχῆς. ὁ δὲ Θεόδοτος ἕωθεν ἀναστὰς προσεποιήσατο τὸν ὀργιζόμενον καὶ κατεβόα τοῦ ἡγουμένου λέγων· οὐκ ἔνι σωθῆναι εἰς τὸν τόπον τοῦτον, | |
25 | ὅτι πολὺς αὐτοῦ ἐστιν ὁ περισπασμός· καὶ ἄλλα τινὰ φλυαρήσας ἐξῆλθεν τοῦ μοναστηρίου τὸ χρυσίον ἔχων. ἀνερχόμενος δὲ ἐπὶ τὴν ἁγίαν πόλιν ἄντικρυς τῆς μονῆς τοῦ ἀββᾶ Μαρτυρίου καθίσας καὶ ἀπὸ ἑνὸς τῶν κοδρίων πεντήκοντα νομίσματα λαβὼν ἔθηκεν τὰ τρία ὑποκάτω λίθου μεγάλου καὶ σημειωσάμενος τὸν τόπον εἰσῆλθεν | |
30 | εἰς Ἱεροσόλυμα. καὶ μισθωσάμενος ἄλογα ἐπὶ Ἰόππην καὶ δοὺς τὸν ἀρραβῶνα κατέβη λαβεῖν τὸ χρυσίον. καὶ ἐγγίσας τῶι λίθωι | |
ὑπὸ ὄφεως φοβερωτάτου ὑποκάτωθεν τοῦ λίθου ἐξελθόντος καταδιω‐ | 69 | |
70 | χθεὶς ἐνεποδίσθη τὴν ἡμέραν ἐκείνην. καὶ τῆι ἑξῆς πάλιν κατελθὼν καὶ ὑπὸ τοῦ αὐτοῦ θηρίου ἐπὶ πολὺ διάστημα καταδιωχθεὶς οὐ παρε‐ χωρήθη. τῆι τρίτηι τοίνυν ἡμέραι πάλιν περὶ τὸν τόπον γεγονότα αὐτὸν ἐναέριός τις δύναμις ἐπελθοῦσα ἀσώματος ὥσπερ βάκλωι τινὶ | |
5 | πλήξασα ἔρριψεν κατὰ τὴν ὁδὸν ἡμιθανῆ. Λαζαριῶται δέ τινες κατὰ τὸν τόπον γενόμενοι τοῦτον ἐρριμμένον εὑρόντες εἰς τὴν ἁγίαν πόλιν εἰσήγαγον καὶ ἐν τῶι νοσοκομείωι ἀπήγαγον. ἐν ὧι χρονοτριβήσας τῶν πόνων ἐπιτεινομένων βλέπει τινὰ κατ’ ὄναρ ἱεροπρεπῆ ὀργίλως πρὸς αὐτὸν λέγοντα· ἀδύνατόν σέ ἐστιν τῆς κλίνης ταύτης ἀναστῆναι, | |
10 | εἰ μὴ τὸ κλαπὲν χρυσίον τῆι Εὐθυμίου μονῆι ἀποδώσηις. τότε μετα‐ στειλάμενος τὸν τοῦ μοναστηρίου ξενοδόχον ὡμολόγησεν περὶ τοῦ χρυσίου. καὶ μαθόντες οἱ περὶ τὸν ἡγούμενον Θωμᾶν καὶ Λεόντιον τὸν δευτεράριον ἀνέβησαν εἰς τὴν ἁγίαν πόλιν καὶ ἀκούσαντες παρ’ αὐτοῦ ὅτι οὐδεὶς δύναται ἐγγίσαι τῶι τόπωι ἔνθα ἐστὶν τὸ χρυσίον, | |
15 | διὰ τὸ κατοικοῦν θηρίον, λέγει ὁ ἀββᾶς Λεόντιος· ἐλθὲ καὶ δεῖξον ἡμῖν τὸν λίθον μακρόθεν· ἡμεῖς γὰρ τὸν ὄφιν ἐκεῖνον οὐ φοβούμεθα. καὶ λαβόντες αὐτὸν ζώιωι ἐπικαθήμενον εἰς τὸν τόπον ἤγαγον καὶ τὸ μὲν χρυσίον ὑπὸ τὸν λίθον εὗρον πεφυλαγμένον μηδαμῶς τοῦ θηρίου φανέντος, τὸν δὲ Θεόδοτον ἀβλαβῆ ἀπέλυσαν τῶν παρ’ αὐτοῦ σκορ‐ | |
20 | πισθέντων περιφρονήσαντες. ὀκτὼ τοίνυν χρόνους τὴν Εὐθυμίου τοῦ μεγάλου κυβερνήσας μονὴν ὁ Θωμᾶς ἐτελεύτησεν μηνὶ Μαρτίωι εἰκάδι πέμπτηι τῆς πέμπτης ἰνδικτιόνος ἔτους ἑβδομηκοστοῦ τῆς τοῦ με‐ γάλου Εὐθυμίου κοιμήσεως· Λεόντιος δὲ τὴν ἡγουμενίαν παρέ‐ λαβεν ὁ ἐμὲ τὸν ἁμαρτωλὸν εἰς τὴν ἐμοὶ σεβασμίαν μονὴν εἰσδεξά‐ | |
25 | μενος. | 70 |
71 | Ὅσα μὲν οὖν περὶ τοῦ θεοφόρου Εὐθυμίου ἤκουσα καὶ ἔγνων καὶ οἱ πατέρες μου διηγήσαντό μοι, οὐκ ἀπέκρυψα ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν, ἀλλὰ ἀπήγγειλα καὶ ἀνεγραψάμην πρὸς τὸ ταῦτα ταῖς μετέπειτα γενεαῖς παραπεμφθῆναι· ἀναγκαῖον δὲ ἡγοῦμαι καὶ | |
5 | τὰ ἐπὶ ἐμοῦ γεγονότα θαύματα ἀπὸ τῆς τούτου θήκης καὶ μνήμης γραφῆι παραδοῦναι ἔτι τῶν εὐεργετηθέντων περιόντων καὶ τῶν ταῦτα θεασαμένων. τὰ γὰρ νῦν ἐπ’ ὄψεσιν πάντων ἐκ τῆς αὐτοῦ θήκης προερχόμενα θαύματα οὐ μόνον ἀξιοθαύμαστα τυγχάνει, ἀλλὰ καὶ ἀξιομνημόνευτα· πείθει γὰρ τοὺς ἐντυγχάνοντας καὶ τοῖς ἤδη | |
10 | περὶ αὐτοῦ ῥηθεῖσιν μὴ ἀπιστεῖν. ποίωι δὲ τρόπωι καὶ χρόνωι τὴν μονὴν οἰκῆσαι ἠξιώθην, ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐρῶ. ἔτους τοίνυν ἑξκαι‐ δεκάτου τῆς παρούσης θεοφυλάκτου βασιλείας ἐν κλήρωι ἐκκλησιαστι‐ κῶι καταλεγόμενος ἀπεταξάμην ἐν τῶι τῆς ὑμετέρας ἁγιωσύνης εὐαγεῖ μοναστηρίωι, ὡς καὶ αὐτὸς οἶσθα, ὦ πατέρων ἄριστε καὶ | |
15 | φιλοτεκνότατε Γεώργιε, καὶ τοῦ τῶν μοναχῶν σχήματος διὰ τῆς ὑμετέρας χειρὸς ἀξιωθεὶς μετὰ εὐχῆς καὶ παραθέσεως ὑμῶν ἀπελύθην ἐπὶ τὰ Ἱεροσόλυμα κατὰ τὸν Νοέμβριον μῆνα, ἀφορμὴν μὲν ποιη‐ σάμενος τὸν γεγονότα ἐν Ἱεροσολύμοις τῆς νέας ἐκκλησίας ἐγκαινι‐ σμὸν τῆς πανενδόξου καὶ θεοτόκου Μαρίας, τὸ δὲ ἀληθὲς εἰπεῖν, ἐπι‐ | |
20 | ποθήσας τὴν ἔρημον οἰκῆσαι. μέλλων δὲ ἐξιέναι ἐκ τῆς Σκυθοπολι‐ τῶν μητροπόλεως ἐντολὰς ἔλαβον παρὰ τῆς ἐμῆς φιλοχρίστου μητρὸς μηδὲν τὸ σύνολον τῶν εἰς ψυχὴν συντεινόντων διαπράξασθαι χωρὶς γνώμης καὶ ἐπιτροπῆς τοῦ θεσπεσίου ἡσυχαστοῦ Ἰωάννου τοῦ ἐπι‐ σκόπου οἰκοῦντος ἐν τῆι λαύραι τοῦ μακαρίου Σάβα καὶ πάσαις | |
25 | λάμποντος ταῖς κατὰ θεὸν ἀρεταῖς, μήποτε, λέγουσά μοι, τῆι τῶν Ὠριγενιαστῶν πλάνηι συναπαχθεὶς ἐκπέσηις ἐκ προοιμίων τοῦ ἰδίου | |
στηριγμοῦ. ἐγὼ τοίνυν ἐν τῆι ἁγίαι πόλει γεγονὼς καὶ τοὺς ἁγίους | 71 | |
72 | καὶ σεβασμίους προσκυνήσας τόπους σὺν τῶι ζωοποιῶι ξύλωι τοῦ παναγίου σταυροῦ καὶ πρὸς τὸν μνημονευθέντα θεσπέσιον ἄνδρα γενόμενος καὶ ἀκούσας παρ’ αὐτοῦ ὅτι εἰ βούληι σωθῆναι, τὴν τοῦ μεγάλου Εὐθυμίου οἴκησον μονήν, κατῆλθον διὰ τῆς ἐρήμου εἰς τὸν | |
5 | Ἰορδάνην καὶ παρὰ τοῖς ἐκεῖσε πατράσι χρονοτριβήσας περὶ τὸν Ἰούλιον μῆνα ἐνεχθεὶς εἰς τὴν τοῦ μεγάλου Εὐθυμίου μονὴν ἐδέχθην ὑπὸ Λεοντίου τοῦ πατρὸς τῆς μονῆς. Ἐν ταύταις δὲ ταῖς ἡμέραις ἠνέχθη τις μοναχὸς ἀπὸ τῆς μονῆς τοῦ ἀββᾶ Μαρτυρίου ὑπὸ πνεύματος ἀκαθάρτου δεινῶς ἐνοχλούμενος, | |
10 | ἀπὸ μὲν τῆς πρώτης Κιλικίας κώμης Τομεσσοῦ ὁρμώμενος, Παῦλος δὲ προσαγορευόμενος, καὶ ἐτέθη ἐν τῶι κοιμητηρίωι παρὰ τῆι θήκηι τοῦ ἁγίου πατρὸς ἡμῶν Εὐθυμίου. οὗτινος μετ’ ὀλίγας ἡμέρας ὀφθέν‐ τος ἐν μεσονυκτίωι καὶ τὸ ἀκάθαρτον πνεῦμα ἀπελάσαντος ἀνελθὼν ὁ Παῦλος ἐν τῆι ἐκκλησίαι τῆι ὥραι τῆς νυκτερινῆς ψαλμωιδίας | |
15 | ἐπὶ πάντων ἡμῶν ἐξωμολογεῖτο τῶι θεῶι κηρύττων τὸ γενόμενον εἰς αὐτὸν θαῦμα. καὶ γνόντες οἱ τοῦ κοινοβίου αὐτοῦ ἦλθον ἰαθέντα αὐτὸν λαβεῖν· αὐτὸς δὲ οὐ κατεδέξατο, ἀλλὰ μετὰ πάσης προθυμίας ἐξήιει μεθ’ ἡμῶν εἰς τὰ ἔργα τοῦ κοινοβίου. καὶ ποτὲ ὄντων ἡμῶν ἔξω εἰς τὴν ἔρημον συλλογῆς ἕνεκεν μαννουθίων ἠρωτήθη παρ’ ἡμῶν | |
20 | ὁ Παῦλος πῶς καὶ δι’ ἣν αἰτίαν ἔπαθεν καὶ ποίωι τρόπωι ἰάθη. καὶ τῆι πρὸς ἡμᾶς ἀγάπηι θαρρῶν ἀνυποστόλως διηγεῖτο ἡμῖν λέγων· ἐγὼ εἰς τὸ κοινόβιον διακονίαν πιστευθεὶς καὶ ἐκ τοῦ σεπτοῦ θυσιαστηρίου τὰ κλειδία λαβὼν τὸν τοῦ θεοῦ φόβον παρωσάμενος τὰ μὲν ἐνοσφισά‐ μην, τὰ δὲ περιφρονήσας ἐσκόρπισα ἀγνοῶν ὅτι πάντα τὰ τῶν μονα‐ | |
25 | στηρίων καὶ τῶν λοιπῶν εὐαγῶν οἴκων τῶι θεῶι ἀφιέρωται ὡς ἀπὸ καρποφοριῶν ὄντα. πληρώσας τοίνυν τὴν διακονίαν καὶ ἀποδοὺς τῶι ἁγίωι θυσιαστηρίωι τὰ κλειδία ὑπό τινων ἀδελφῶν προετράπην εἰς δεῖπνον καὶ πιὼν οἶνον εἰς κόρον ἦλθον τοῦ καθευδῆσαι. καὶ ἄφνω ἐπέρχονταί μοι αἰσχροὶ λογισμοὶ καὶ παραδεχόμενόν με εὑρηκότες | |
30 | τὸν νοῦν μου σφοδρῶς διετάραξαν καὶ λοιπὸν οὕτως διεγενόμην ὡς | |
συμπαρούσης μοι γυναικὸς καὶ συνανακειμένης. τοῖς τοιούτοις οὖν | 72 | |
73 | συνδυάζων λογισμοῖς αἰφνίδιον, φησίν, θεωρῶ τοῦ δαίμονος τὴν ἐνέρ‐ γειαν ἐρχομένην κατ’ ἐμοῦ ὡς νέφος σκοτεινόν, ἐξ οὗ τὴν διάνοιαν σκοτωθεὶς ἔμεινα παιδευόμενος καὶ βασανιζόμενος ἐπὶ ἡμέρας πλείους ὑπὸ τοῦ δαίμονος. ὅντινα θρασυνόμενον κατ’ ἐμοῦ ἡμέραν | |
5 | ἐξ ἡμέρας βλέποντες οἱ τοῦ κοινοβίου κατήγαγόν με ἐνταῦθα· ἐγὼ δέ, φησίν, παρ’ αὐτῆι τῆι ἁγίαι θήκηι τεθεὶς καὶ παραυτὰ εἰς συναίσθη‐ σιν ἐλθὼν ἐδεόμην μετὰ δακρύων τοῦ ἁγίου πατρὸς ἐλευθερῶσαί με τοῦ θλίβοντός με δαίμονος καὶ καθαρίσαι με τῆς τούτου ἐνεργείας. τῆι οὖν νυκτὶ ἐν ἧι εἴδετέ με ἐν τῆι ἐκκλησίαι ἐξομολογούμενον, ὡς περὶ | |
10 | ὥραν πέμπτην τῆς νυκτὸς προσηυχόμην μετὰ οἴκτου καὶ δακρύων, καὶ γίνομαι ὡς ἐν ἐκστάσει καὶ θεωρῶ ὡς ὅτι ἤμην εἰς τόπον ἔνδοξον καὶ φοβερόν, οὗ τὴν δόξαν ἀδύνατόν τινα διηγήσασθαι, καὶ ἐδόκουν φορεῖν ἐπὶ τὴν κεφαλήν μου κουκούλλιον μελανὸν μαλλωτόν, ὅπερ ἦν κατὰ τὸ γραφικὸν ἐργαλεῖον ἀκανθῶδες μαλλὶν ἔχον κεντοῦν με | |
15 | σφοδρῶς καὶ δεινῶς βασανίζον. καὶ τοῦ στόματός μου ἀνοιχθέντος εἶπον· ἐλέησόν με, ἅγιε πάτερ Εὐθύμιε, καὶ ἐλευθέρωσόν με ἐκ τῆς ἐπικειμένης μοι συμφορᾶς. καὶ παραυτίκα θεωρῶ τὸν ἅγιον φωτὶ ἀπαστράπτοντα, πολιὸν τὴν τρίχα, ὑποκόλοβον τὴν ἡλικίαν, ἔχοντα τὸν πώγωνα μέγαν, τὴν ὄψιν στρογγυλοειδῆ καὶ τοὺς ὀφθαλμοὺς | |
20 | χαροποιούς, φοροῦντα μαντὶν μελανότερον καὶ κονδότερον τοῦ κολο‐ βίου, κατέχοντα τῆι χειρὶ ῥάβδον καὶ λέγοντά μοι· τί μοι παρενοχλεῖς; τί θέλεις ἵνα σοι ποιήσω; ἐμοῦ δὲ μετὰ φόβου εἰρηκότος· ἐλεηθῆναι παρακαλῶ, ἀπεκρίνατό μοι μετὰ στυφότητος· ἐπείσθης ὅτι οὐδὲν δύναται λαθεῖν τὸν θεόν; ἔμαθες ἀφ’ ὧν ἔπαθες, ἡλίκον κακόν ἐστι | |
25 | καταφρονῆσαι διακονίας Χριστοῦ καὶ ὡς ἔτυχεν φέρεσθαι ἐν μοναστη‐ ρίωι; ἔγνως ἀκριβῶς ὅτι πάντα τὰ ἐν τοῖς μοναστηρίοις ἱερὰ τυγχάνει ὡς ὄντα ἀπὸ καρποφοριῶν; ὥσπερ τοίνυν οἱ καρποφοροῦντες μοναστη‐ ρίωι θεῶι προσφέρουσιν καὶ παρ’ αὐτοῦ λαμβάνουσιν τὸν μισθόν, | |
οὕτως οἱ κακῶς χρώμενοι τοῖς τῶι θεῶι προσενεχθεῖσιν αὐτὸν ἀδι‐ | 73 | |
74 | κοῦσιν καὶ παρ’ αὐτοῦ ἀξίως παιδεύονται. εἰ γὰρ ὁ Ἀνανίας ἐκεῖνος σὺν τῆι ἑαυτοῦ γυναικὶ ἐκ τῶν ἰδίων ὧν τῆι κοινωνίαι προσήνεγκαν, νοσφισάμενοι μετὰ τοσαύτης κατακρίσεως τῶι κλέμματι ἐναπέθανον, ποίας τεύξεται συγγνώμης ὁ ἀπὸ ἀλλοτρίας προσφορᾶς νοσφιζό‐ | |
5 | μενος; πλὴν ἐὰν διδῶις μοι λόγον τοῦ μηκέτι ἀδικεῖν πρᾶγμα μονα‐ στηρίωι διαφέρον, ἀλλὰ καὶ φυλάττεις ἑαυτὸν ἀπὸ συνδυασμοῦ αἰσχρῶν λογισμῶν, παρακαλεῖται ὁ θεὸς καὶ ἰᾶταί σε. φιλάνθρωπος γάρ ἐστιν καὶ οὐ βούλεται τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὣς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν· τοῦτο γάρ σοι συνέβη, ὅτι διακονίαν ἱερῶν πραγμά‐ | |
10 | των πιστευθεὶς οὐκ ἐφύλαξας τῶι θεῶι τὰ πιστά, ἀλλὰ παρέδωκας ἑαυτὸν τῆι φιλαργυρίαι νοσφισάμενος ἐκ τῶν σοι πιστευθέντων καὶ τῆι κενοδοξίαι σκορπίσας ἀδεῶς τὰ τοῦ θεοῦ καὶ τῆι φιληδονίαι τοῖς αἰσχροῖς συμμιαινόμενος λογισμοῖς. δι’ ὃ ἐγκαταλειφθεὶς ὑπὸ τῆς τοῦ θεοῦ χάριτος ἐκλυδωνίσθης τοσοῦτον ὑπὸ τῆς πονηροτάτης τρι‐ | |
15 | κυμίας, ὥστε σε ναυαγίωι δαιμονικῶι περιπεσεῖν δεινοτάτωι. ταῦτα, φησίν, ἀκούσας ἐγὼ δέδωκα αὐτῶι λόγον μὴ ἀδικῆσαι ποτὲ μοναστή‐ ριον ἢ ἕτερον εὐκτήριον οἶκον. τότε ἐμβριμησάμενος ὁ ἅγιος καὶ τοῦ κουκουλλίου τοῦ μελανοῦ δραξάμενος μόλις αὐτὸ ἀνέσπασεν ἐκ τῆς ἐμῆς κεφαλῆς. ὅπερ ἐφαίνετο ἐν τῆι χειρὶ αὐτοῦ ὡς μικρὸς Αἰθίωψ πῦρ ἐκ | |
20 | τῶν ὀφθαλμῶν ἐκπέμπων. καὶ κατανοήσας θεωρῶ ἐν τῆι γῆι ἔμ‐ προσθεν αὐτοῦ βόθρον βαθύτατον λίαν καὶ φοβερώτατον, ἐν ὧι βόθρωι κατηκόντισεν ὁ ἅγιος τὸν Αἰθίοπα. καὶ στραφεὶς πρός με λέγει μοι· ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἀλλὰ πρόσεχε σεαυτῶι, ἵνα μὴ χεῖρόν τί σοι γένηται. ἐγὼ δὲ εἰς ἑαυτὸν ἐλθὼν | |
25 | εὐχαρίστησα τῶι θεῶι καὶ ἀπὸ τότε οὐδὲν προσήγγισέν μοι πονηρόν. ταῦτα ἡμεῖς παρὰ Παύλου ἀκούσαντες τὸν θεὸν ἐδοξάσαμεν καὶ | |
τὴν χάριν τοῦ σημειοφόρου πατρὸς Εὐθυμίου ἐθαυμάσαμεν. | 74 | |
75 | Ὡς ἀπὸ σταδίων δύο τῆς τοῦ μεγάλου Εὐθυμίου μονῆς δύο λάκκοι μεγάλοι εἰσὶν πάλαι ὑπὸ τῶν Ἀμορραίων, ὡς λόγος, ὀρυχθέντες. οὓς ὕστερον ὁ μέγας Εὐθύμιος, ἡνίκα ἐν σαρκὶ ὑπῆρχεν, ἀνανεώσας τῶι μὲν ἑνὶ θύραν τῶι στόματι ἐπέθηκεν πρὸς ὑπηρεσίαν τῶν τῆς ἑαυτοῦ λαύρας | |
5 | πατέρων· τὸν δὲ ἕτερον παρεχώρησεν τοῖς ὑπ’ αὐτοῦ βαπτισθεῖσιν Σαρακηνοῖς πρὸς καιρὸν τακτόν. ἐν ταύταις δὲ ταῖς ἡμέραις λείψεως ὑδάτων γενομένης ἠσφαλισάμεθα τὸν τοῦ μοναστηρίου λάκκον. τῶν δὲ δύο φυλάρχων τῶν ὑποσπόνδων Ῥωμαίοις Σαρακηνῶν Ἀρέθα καὶ Ἀσουάδου κατ’ ἀλλήλων ἀσπόνδως κινουμένων καὶ ἀκαταστασίας | |
10 | οὔσης βάρβαροι διασπαρέντες κατὰ τὴν ἔρημον ταύτην πολλὰ ἀθέ‐ μιτα ἔπραξαν, ἅπερ ἴσασιν οἱ πολλοί. ἐν μιᾶι τοίνυν καθημένων ἡμῶν ἔμπροσθεν τοῦ θυρωρίου ἔρχονται ἄφνω δύο τῶν βαρβάρων μετά τινος Χριστιανοῦ Σαρακηνοῦ Θαλαβᾶ καλουμένου τοῦ σπέρματος ὄντος τῶν ὑπὸ τοῦ μεγάλου Εὐθυμίου βαπτισθέντων πάλαι Σαρα‐ | |
15 | κηνῶν, ἔχοντες μεθ’ ἑαυτῶν βάρβαρόν τινα δεινῶς δαιμονιζόμενον. καὶ ἔλεγεν ἡμῖν ὁ Θαλαβᾶς ὅτι τούτων ἐλθόντων ποτίσαι τὰς ἰδίας καμήλους καὶ τὸν τῆς μονῆς λάκκον ἠσφαλισμένον εὑρόντων οὗτος βαρβαρικώτερον κινηθεὶς λαβὼν λίθον μέγαν ἔκλασεν τὴν θύραν καὶ ἅμα τῶι ταύτην κλασθῆναι κρουσθεὶς ὑπὸ δαίμονος ἔπεσεν καὶ | |
20 | ἔμεινεν σπαράσσων ἑαυτόν. ταύτης τῆς συμφορᾶς τὴν αἰτίαν μαθὼν διὰ τοῦ τόπου, φησίν, παριὼν εἶπον αὐτοῖς· φέρετε αὐτὸν εἰς τὴν μονὴν τοῦ ἁγίου καὶ γνῶτε καὶ ἴδετε ὅτι οὐκ ἐνδέχεται τινὰ ἀδικοῦντα πρᾶγμα τῆς αὐτοῦ μονῆς λαθεῖν. ταῦτα ἡμεῖς παρὰ Θαλαβᾶ ἀκού‐ σαντες τὸν πάσχοντα εἰς τὸ κοιμητήριον καταγαγόντες ἐθήκαμεν | |
25 | παρὰ τῆι θήκηι τοῦ ἁγίου πατρός· καὶ ταύτηι προσκαρτερήσαντα αὐτὸν ἐκαθάρισεν ὁ ἅγιος τῆς τοῦ δαίμονος ἐνεργείας καὶ ψυχικῶς ἐφώτισεν. ἔγνωμεν γὰρ τοῦτον μετ’ ὀλίγας ἡμέρας ἀξιωθέντα τοῦ ἁγίου βαπτίσματος. Ὁ μνημονευθεὶς Θαλαβᾶς ἐν τῶι Λαζαρίωι οἰκῶν θυγατέρα | |
30 | ἀδελφοῦ ἰδίου ὑπὸ πνεύματος ἀκαθάρτου ἐνοχλουμένην κατενέγκας | 75 |
76 | εἰς τὸ μοναστήριον καὶ ἐπὶ τρεῖς ἡμέρας προσκαρτερήσας αὐτῆι ἀλει‐ φομένηι καθ’ ἑκάστην ἡμέραν ἐκ τοῦ ἁγιάσματος τῆς τοῦ ἁγίου πατρὸς ἡμῶν Εὐθυμίου θήκης τῆι τρίτηι ἡμέραι σπαραχθεῖσαν αὐτὴν καὶ ἀποθεραπευθεῖσαν καὶ τελείως καθαρισθεῖσαν ἀπολαβὼν αὐτὴν | |
5 | ἀπῆλθεν μετὰ χαρᾶς εἰς τὰ ἴδια. Ἄλλου Σαρακηνοῦ τοῦ αὐτοῦ κτήματος ὁρμωμένου Ἀργὼβ κα‐ λουμένου νέμων ὁ υἱὸς πρόβατα κατὰ τὴν ἔρημον ὑπὸ δαίμονος ληφθεὶς μετὰ κραυγῆς τὸν ἅγιον ἐπεκαλεῖτο Εὐθύμιον. ὅστις τὴν ὄψιν ἔχων ὑπὸ τοῦ πονηροῦ πνεύματος ἐξεστραμμένην ἐνεχθεὶς εἰς τὴν μονὴν | |
10 | καὶ τεθεὶς πρὸς τῆι θήκηι τοῦ σημειοφόρου πατρὸς ἐν ὀλίγαις ἡμέ‐ ραις καὶ τοῦ δαίμονος ἐκαθαρίσθη καὶ τὴν τῆς ὄψεως διαστροφὴν ἀνωρθώθη. Γυνή τις ἀπὸ Βηταβουδισσῶν τῆς κώμης καθημένη ἐν τῶι οἴκωι τοῦ ἀνδρὸς αὐτῆς μεσημβρίας ἐκρούσθη ὑπὸ δαίμονος χαλε‐ | |
15 | πωτάτου καὶ ἔμεινεν σεληνιαζομένη ἐπὶ ἑπτὰ μῆνας. ὁ δὲ ταύτης ἀνὴρ ἐπένθει καὶ ἐσκυθρώπαζεν ἐπὶ τῆι ἀφορήτωι συμφορᾶι τῆς ἰδίας γυναικός, ἔννοιαν δὲ λαβὼν περὶ τοῦ ἁγίου κατήγαγεν αὐτὴν εἰς τὸ μοναστήριον. καὶ διὰ τὸ μὴ εἰσέρχεσθαι γυναῖκα ἔνδον ἔμεινεν ἡ γυνὴ τρία νυχθήμερα ἔμπροσθεν τοῦ μοναστηρίου νηστεύουσα καὶ προσ‐ | |
20 | ευχομένη ἐκτενῶς καὶ καθ’ ἑσπέραν λαμβάνουσα ἁγίασμα ἀπὸ τῆς τοῦ ἁγίου θήκης καὶ τὸ ὕδωρ τῆς ἀσβέστου αὐτοῦ κανδήλας πίνουσα. καὶ οὕτως ἠλευθερώθη ἀπὸ τοῦ δαίμονος φανέντος αὐτῆι τῆι τρίτηι νυκτὶ τοῦ ἁγίου καὶ εἰπόντος· ἴδε ὑγιὴς γέγονας· πορεύου εἰς τὸν οἶκόν σου. καὶ ἀπὸ τότε κατέρχεται εὐγνωμόνως κατ’ ἐνιαυτὸν εἰς | |
25 | τὸ μοναστήριον εὐχαριστοῦσα τῶι θεῶι καὶ τῶι ἁγίωι καὶ καταφι‐ λοῦσα τὴν φλιὰν τοῦ θυρωρίου καὶ ποιοῦσα ὑπὲρ εὐχαριστίας τοῖς | |
ἐν τῶι μοναστηρίωι πατράσιν ἀγάπην. | 76 | |
77 | Ἔστι τὶς ἀδελφὸς ἐν τῶι μοναστηρίωι τῶι μὲν γένει Γαλάτης, τῆι δὲ προσηγορίαι Προκόπιος. ὅστις πρὸ πολλῶν ἐτῶν πνεῦμα πονηρὸν ἔσχεν ἔνδον κεκρυμμένον ἀεὶ ἐκφοβοῦν αὐτὸν καὶ ἄλλα τινὰ ἐνεργοῦν εἰς αὐτόν, ὡς αὐτὸς ἡμῖν διηγήσατο. ὅτε οὖν ἐδέχθη εἰς τὴν μονὴν | |
5 | καὶ τὴν τοῦ ἁγίου προσεκύνησεν θήκην, ἠλέγχθη τὸ πνεῦμα καὶ εἰς τὸ ἐμφανὲς ἠνέχθη καὶ ὁ Προκόπιος ἐφανερώθη δαιμονιῶν. καὶ ἐρ‐ ρίπτετο πυκνῶς καὶ ἐδεσμεῖτο τὴν γλῶσσαν καὶ οὐ συνεχωρεῖτο λαλεῖν ἡμῖν· εἰ δὲ πάνυ ἐβιάζετο, Γαλατιστὶ ἐφθέγγετο. καὶ τί πολλὰ λέγω; καὶ τοῦτον ἐθεράπευσεν ὁ ἅγιος καὶ τὸν δαίμονα ἀπήλασεν καὶ | |
10 | τὸν δεσμὸν τῆς γλώσσης διέλυσεν. ὅστις καὶ μέχρι τοῦ νῦν μένει ἐν τῶι μοναστηρίωι σωφροσύνηι καὶ ὑπομονῆι διαπρέπων μετὰ πάσης σεμ‐ νότητος καὶ ἁπλῶς εἰπεῖν τὸν ζυγὸν τοῦ Χριστοῦ φέρων κατὰ δύναμιν. Ἐν μιᾶι τῶν ἡμερῶν καθεζομένων ἡμῶν καὶ μαλωὰν καθαρι‐ | |
15 | ζόντων εἰς τὸ θυρώριον θεωροῦμεν τινὰ ξενικὸν ῥοίζωι μεγάλωι ἐλαυ‐ νόμενον ὑπὸ πνεύματος πικροτάτου καὶ ἐρχόμενον ἐπὶ τὸ μοναστήριον. ἔκραζεν δὲ αὐταῖς λέξεσιν καὶ ἔλεγεν οὕτως· τί ἐμοὶ καὶ σοί, δοῦλε τοῦ θεοῦ Εὐθύμιε; ποῦ με ἕλκεις; οὐκ ἐξέρχομαι. καὶ οὕτως ἔρριψεν αὐτὸν ἔμπροσθεν τοῦ θυρωρίου· ἀναστάντες δὲ ἡμεῖς σὺν τῶι θυρω‐ | |
20 | ρῶι Βαβυλᾶι λεγομένωι μόλις μετὰ βίας ἰσχύσαμεν τοῦτον καταγαγεῖν εἰς τὸ κοιμητήριον κράζοντα καὶ οὕτως λέγοντα· τί ἀποφέρετέ με πρὸς τὸν πολέμιόν μου; τί λαμβάνετέ με πρὸς τὸν ἐχθρόν μου; τί σύρετέ με πρὸς τὸν καίοντά με; ὦ βία· οὐ πορεύομαι μεθ’ ὑμῶν· ἐξέρχομαι, οὐ μένω. καὶ οὕτως μετὰ κόπου κατενεχθέντα τὸν ξενικὸν | |
25 | ἔρριψεν πάλιν ἐπὶ τὴν θήκην τοῦ ἁγίου, ὥστε κεῖσθαι ἄφωνον ἕως ἑσπέρας. ὅστις πρωὶ ἀνέστη καὶ ἐγεύσατο φρονῶν καὶ συνετῶς διαλεγόμενος, ἐλευθερωθεὶς παντοίως πάσης δαιμονικῆς ἐνεργείας. καὶ ἐρωτηθεὶς παρ’ ἡμῶν λεγόντων αὐτῶι· πῶς ἦλθες ἐνταῦθα | |
καὶ τί ἔκραζες χθές; ἀπεκρίνατο λέγων ὅτι οὐκ οἶδα τί λέγετε οὐδὲ | 77 | |
78 | πῶς ἦλθον ὧδε. καὶ ταῦτα ἡμεῖς ἀκούσαντες τὸν θεὸν ἐδοξάσαμεν τὸν δοξάζοντα τοὺς αὐτὸν ἀγαπῶντας. Ἦν τις πρεσβύτερος ἐν τῶι μοναστηρίωι Ἀχθάβιος ὀνομαζόμενος ἀπὸ Βητακαβέων τῆς ἀπὸ δώδεκα σημείων τῆς Γαζαίων διακειμένης | |
5 | κώμης ὁρμώμενος, ὅστις τεσσαράκοντα πέντε χρόνους ἐν τῆι μονῆι πληρώσας τῶν τοῦ κυρίου ἐντολῶν ἐργάτης ἀνεδείχθη ἀνεπαίσχυντος. τούτου τοίνυν τοῦ ἀββᾶ Ἀχθαβίου ἀδελφός τίς ἐστι γνήσιος ἐν τῆι μνημονευθείσηι κώμηι Ῥωμανὸς καλούμενος. οὗτινος Ῥωμανοῦ τὰ διαφέροντα ἀνήρ τις φθόνωι σατανικῶι κατεχόμενος ἐπειρᾶτο | |
10 | διαρπάσαι. καὶ τοῦ σκοποῦ ἀποτυχὼν ἀπομανεὶς κατ’ αὐτοῦ ἀπέρ‐ χεται ἐν Ἐλευθεροπόλει καὶ προσομιλεῖ γόητί τινι ἐπιθυμῶν ἀποκτεῖ‐ ναι τὸν ἄνδρα. καὶ ὁ μὲν γόης λαβὼν τὸ ἱκανὸν ἐχρήσατο ταῖς δια‐ βολικαῖς μαγγανείαις· ὁ δὲ Ῥωμανὸς ἐξελθὼν ἐν τῶι ἰδίωι ἀγρῶι μετά τινων ἐργατῶν κἀκεῖ ναρκιάσας εἰσήχθη εἰς τὸν ἴδιον οἶκον | |
15 | καὶ τῆς νόσου κατὰ μικρὸν προκοψάσης ὑδρωπιάσας παρείθη καὶ μεθ’ ἡμέρας ὑπὸ τῶν ἰατρῶν ἀπεγνώσθη. τῶν δὲ συγγενῶν παρακαθεζο‐ μένων αὐτῶι καὶ κλαιόντων ἀνοίξας τοὺς ὀφθαλμοὺς παρεκάλεσεν ἅπαντας ἐξελθεῖν ἀπ’ αὐτοῦ καὶ στρέψας ἑαυτὸν πρὸς τὸν τοῖχον, καθάπερ ὁ μέγας ἐκεῖνος Ἐζεκίας ποτέ, προσηύξατο λέγων· ὁ θεὸς | |
20 | τῶν δυνάμεων, ὁ εἰπὼν ὅταν ἀποστραφεὶς στενάξηις, τότε σωθήσηι, αὐτὸς ἐπιβλέψας ἐπ’ ἐμὲ τὸν ἀνάξιον ἐξελοῦ με ἐκ τῆς ἐπικειμένης μοι συμφορᾶς. καὶ πάλιν ἔλεγεν· ἅγιε πάτερ Εὐθύμιε, ποίησον ἔλεος εἰς ἐμὲ καὶ δεήθητι τοῦ θεοῦ λυτρωθῆναί με ἐκ τῆσδε τῆς πικροτάτης νόσου. ταῦτα καὶ τὰ τοιαῦτα εἰπὼν καὶ εὐξάμενος | |
25 | γίνεται ἐν ἐκστάσει καὶ θεωρεῖ τινὰ μοναχὸν ὁλοπόλιον λέγοντα αὐτῶι· τί θέλεις ἵνα ποιήσω σοι; ὃ δὲ φόβωι καὶ χαρᾶι συσχεθεὶς λέγει· τίς εἶ σύ, δέσποτα; καὶ φησὶν πρὸς αὐτόν· ἐγώ εἰμι Εὐθύμιος ὁ νῦν | |
μετὰ πίστεως κληθεὶς παρὰ σοῦ· μὴ οὖν δειλιάσηις, ἀλλὰ δεῖξόν μοι | 78 | |
79 | τί πάσχεις. τοῦ δὲ τὴν κοιλίαν ὑποδείξαντος τοὺς δακτύλους εἰς ὀρ‐ θὸν συζεύξας ὁ φανεὶς καὶ ὥσπερ ξίφει διχοτομήσας τὸν τόπον ἐξή‐ νεγκεν ἐκ τῆς γαστρὸς πέταλον κασσιτέρινον ἔχον χαρακτῆράς τινας καὶ τίθησιν αὐτὸ ἐνώπιον αὐτοῦ ἐπὶ τραπεζίου τινός. καὶ τὸν τόπον | |
5 | τῆι χειρὶ καταμάξας ἀπήλειψεν τὸ διχοτόμημα καὶ ἀπεθεράπευσεν καὶ λέγει αὐτῶι· τοῦτό σοι συνέβη, ἐπειδὴ πολλῶν παρελθουσῶν ἡμερῶν οὔτε εἰς ἐκκλησίαν εἰσῆλθες οὔτε τοῖς θείοις προσῆλθες μυστηρίοις, καὶ διὰ τοῦτο κατεδυναστεύθης. ἀπελθὼν γάρ τις εἰς Ἐλευθερόπολιν δαίμονας κατὰ σοῦ ἐμισθώσατο, οἵτινες σοῦ ἀμελοῦν‐ | |
10 | τος τῆς ἑαυτοῦ σωτηρίας κατὰ σοῦ ἴσχυσαν. ἰδοὺ τοίνυν ἠλέησέν σε ὁ θεός· μηκέτι ἀμέλει τῆς προσευχῆς σου. καὶ ταῦτα εἰπὼν ἀφανὴς ἐγένετο· ὁ δὲ Ῥωμανὸς εἰς ἑαυτὸν ἐλθὼν παραυτίκα ἀναστὰς ἐξέ‐ κρινεν πᾶσαν τὴν νοσοποιὸν αἰτίαν καὶ ἀπεκατέστη ὑγιὴς καὶ καλέσας τοὺς ἰδίους πάντα τὰ τῆς ὀπτασίας ἐξηγήσατο. οἵτινες τὴν τοσαύτην | |
15 | ἀθρόαν μεταβολὴν θεασάμενοι ἐδόξασαν τὸν θεὸν τὸν παρέχοντα τοιαῦτα τοῖς ἁγίοις χαρίσματα. ὁ μέντοι Ῥωμανὸς λαβὼν αὐτοὺς ἦλθεν εἰς τὴν μονὴν καὶ προσκυνήσας τὴν θήκην τοῦ σημειοφόρου πατρὸς Εὐθυμίου ἐξηγεῖτο ταῦτα πάντα τῶι τε μακαρίτηι Ἀχθαβίωι καὶ τῶι ἡγουμένωι καὶ πᾶσιν ἡμῖν καὶ οὕτως τὴν θαυματουργίαν | |
20 | κηρύξας ὑπέστρεψεν εἰς τὰ ἴδια. κατ’ αὐτὴν δὲ τὴν τῆς θαυματουρ‐ γίας ἡμέραν πάνδημον ἑορτὴν ἐν αὐτῆι τῆι κώμηι ἐπιτελεῖ μνήμην ποιούμενος τῆς διὰ τοῦ θεοφόρου Εὐθυμίου εἰς αὐτὸν προελθούσης εὐεργεσίας. Ἀπὸ σταδίων δέκα τῆς λαύρας Φαρῶν κώμη τίς ἐστι κατὰ τὸ | |
25 | ἀνατολικὸν μέρος Φαρὰν καλουμένη, ὅθεν, ὡς οἶμαι, καὶ ἡ λαύρα τὴν ἐπωνυμίαν ἐδέξατο. ἀνὴρ δέ τις ἐκ ταύτης ὁρμώμενος τῆς κώμης Κυριακὸς καλούμενος ποίμνιον ἔχων ἐν τῆι ἐρήμωι βοσκόμενον ἔλαβεν καὶ παρά τινος πτωχοῦ τῆς αὐτῆς κώμης δέκα θρέμματα πρὸς τὸ τῆι ἰδίαι ποίμνηι ταῦτα συμβόσκειν συμφώνου τινὸς μεταξὺ | |
30 | αὐτῶν προελθόντος. χρόνου δὲ διελθόντος ὁ μὲν πτωχὸς ὑπό τινος | |
χρείας κατεπειγόμενος πωλῆσαι τὰ ἴδια ἠβουλήθη θρέμματα, ὁ δὲ | 79 | |
80 | Κυριακὸς ὀκτὼ ἀντὶ τῶν δέκα παρεῖχεν. τοῦ δὲ λέγοντος δέκα εἶναι τὰ παρ’ αὐτοῦ παρασχεθέντα θρέμματα ἠρνεῖτο ὁ Κυριακός. φιλο‐ νικούντων τοίνυν αὐτῶν καὶ διαμαχομένων μεσῖταί τινες μεταξὺ γεγονότες ὅρκον αὐτοῖς προέτειναν διαλῦσαι τὴν μάχην βουλόμενοι. | |
5 | τοῦ οὖν Κυριακοῦ ὀμνύειν καταδεξαμένου ὁ πτωχὸς εἰς τὴν θήκην τοῦ ἁγίου Εὐθυμίου ἤιτει τὸν ὅρκον γενέσθαι. καὶ δὴ τάξαντες ἡμέραν ἤρχοντο ἐπὶ τὸ μοναστήριον καὶ φθασάντων αὐτῶν τὴν βασιλικὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, ὡς διηγήσατο ὕστερον ὁ τὸν ὅρκον δεξάμενος, ἀναφανέντος τοῦ | |
10 | μοναστηρίου βλέπων ἐκεῖνον ἐκδιδόντα ἑαυτὸν τῆι ἐπιορκίαι διακρι‐ θεὶς λέγει αὐτῶι· ἄγωμεν ὑποστρέψωμεν, ἀδελφέ· ἰδοὺ ἐπληροφορή‐ θην ἐφ’ ὅσον ἐφθάσαμεν ἕως ὧδε ἐλθεῖν. ὃ δὲ οὐκ ἠνέσχετο ὑποστρέ‐ ψαι. ὡς οὖν εἰσῆλθον ἐν τῶι μοναστηρίωι, ὤμοσεν ὁ ἐλεεινὸς κατὰ τῆς θήκης τοῦ σεβασμίου πατρὸς καὶ ἐξῆλθεν τοῦ μοναστηρίου | |
15 | μηδὲν κακὸν ἔχων. ἐνόμιζεν δὲ λαθεῖν τὸν θεόν, μᾶλλον δὲ αὐτὸς λήθην λαβὼν τοῦ θεοῦ ὡς ἀληθῶς ἄφρων εἶπεν ἐν καρδίαι αὐτοῦ· οὐκ ἔστιν θεός. τῆς οὖν μιᾶς ἡμέρας παρελθούσης τῆι δευτέραι νυκτὶ περὶ ὥραν ἕκτην ἀνέκειτο μόνος εἰς τὸν ἴδιον οἶκον γρηγορῶν καὶ λογισμοῖς ματαίοις ἐνασχολούμενος, καὶ θεωρεῖ | |
20 | ἄφνω τὴν θύραν τοῦ οἴκου αὐτομάτως ἀνοιγομένην καί τινα γέροντα μοναχὸν εἰσερχόμενον, φωτὶ λάμποντα καὶ τὸν οἶκον φωτίζοντα, πέντε νεωτέρους ἔχοντα καὶ ῥάβδον τῆι χειρὶ κατέχοντα καὶ λέγοντα πρὸς αὐτὸν αὐστηρᾶι τῆι φωνῆι καὶ βλοσυρῶι τῶι βλέμματι· εἰπέ, ἀνέλπιστε τῶν ἀνθρώπων, τί ἀπῆλθες ποιῆσαι εἰς τὴν Εὐθυμίου | |
25 | μονήν; ὡς οὖν ἐκεῖνος ἐφιμώθη μηδὲν εἰς ἀπολογίαν εὑρών, εἶπεν ὁ ἅγιος τοῖς νεωτέροις· ἐπάρατε αὐτόν. οἳ δὲ εὐθέως κρατήσαντες | |
αὐτὸν ἔτειναν ἐκ τεσσάρων. καὶ δίδωσιν τῶι πέμπτωι τὴν ἐν τῆι | 80 | |
81 | χειρὶ ῥάβδον λέγων· τύπτε αὐτὸν καὶ λέγε· μή, ἐπίορκος· μή, ἀποστε‐ ρητής· μὴ καταφρόνει τῆς τοῦ θεοῦ ἀνεξικακίας. ὡς δὲ ἐπὶ πλέον τυπτόμενος ἐβασανίζετο, λέγει ὁ ἅγιος τῶι τύπτοντι· καλῶς ἔχει, καὶ κρατήσας αὐτὸν ἀπὸ τῶν τριχῶν λέγει αὐτῶι· ἔγνως, ἀνόσιε, | |
5 | ὅτι ἔστιν θεὸς ἀποδιδοὺς ἑκάστωι τὰ πρὸς ἀξίαν; ἰδοὺ δὴ ταύτηι τῆι νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦμεν ἀπὸ σοῦ, ἃ δὲ ἀπεστέ‐ ρησας, τίνι ἔσται; ἐπειδὴ οὖν τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας τοῦ θεοῦ κατεφρόνησας, ἐθησαύρισας σεαυτῶι τὴν ὀργὴν ταύτην, ἵνα ἀπὸ σοῦ μάθωσιν ἅπαντες μηδένα ἀποστερεῖν μηδὲ ὅλως εἰς | |
10 | ὅρκον ἑαυτοὺς ἐκδιδόναι, εἰ καὶ ἀληθεύειν μέλλουσιν. καὶ οὕτως ἀπέστησαν ἀπ’ αὐτοῦ· αὐτὸς δὲ φόβωι συσχεθεὶς ἔκραξεν λέγων· ἐλεήσατέ με διὰ τὸν θεόν. καὶ συναχθέντες πρὸς αὐτὸν οἱ ἐγγύτατοι τά τε συμβάντα ἀκούσαντες καὶ τὸν νῶτον σεσηπότα ἀπὸ τῶν πληγῶν θεωρήσαντες ἐφοβήθησαν φόβον μέγαν. ὅντινα παρακαλέσαντα | |
15 | ἀπενεχθῆναι εἰς τὴν μονὴν καὶ πολλὰ ἡμαρτηκέναι κατὰ τοῦ ἁγίου τόπου καθομολογήσαντα ἐπιθήσαντες ὄνωι δύο σακκίων ἀχύρου μέσον ἤγαγον εἰς τὴν μονὴν καὶ διηγησάμενοι ἡμῖν πάντα τὰ συμ‐ βεβηκότα ἔδειξαν καὶ τὰς ἐν τῶι νώτωι πληγὰς καὶ εἴδομεν τὸν νῶτον αὐτοῦ ὄντα ὡς ἀπὸ βουνεύρων πολλῶν. διὰ τοῦτο φόβωι | |
20 | συσχεθέντες οἱ τοῦ μοναστηρίου ἀπὸ τότε οὐ συγχωροῦσίν τινα, ὅσον τὸ ἐπ’ αὐτοῖς, ὁρκίζειν ἢ ὀμνύειν ἐν τῆι τοῦ ἁγίου πατρὸς θήκηι. ἐκεῖνοι δὲ μίαν ἡμέραν ποιήσαντες ἐν τῶι μοναστηρίωι καὶ μὴ ἰσχύσαντες ἐν τῶι κοιμητηρίωι κοιμῆσαι αὐτὸν τῆς γαστρὸς λυομένης αὐτοῦ καὶ αἱμορροούσης καὶ τοῦ στόματος ἐμοῦντος πυκνό‐ | |
25 | τερον λαβόντες αὐτὸν ἡμιθανῆ ἀπῆλθον καὶ τῆι ἑξῆς ἐτελεύτησεν ὑπόδειγμα μελλόντων ἐπιορκεῖν γεγονώς. Ἐν ταύταις δὲ ταῖς ἡμέραις ἦλθέν τις ἀποδημητὴς ξενικὸς εἰς τὸ μοναστήριον καὶ φιλοφρόνως ξενοδοχηθεὶς περὶ τὸ μεσονύκτιον | |
καταβὰς εἰς τὸ κοιμητήριον τὴν ἀργυρᾶν χώνην τοῦ σημειοφόρου | 81 | |
82 | πατρὸς ἀπερίζωσεν καὶ ταύτην λαβὼν συνεξῆλθεν τοῖς ἀλόγοις τοῦ μοναστηρίου ἐν αὐτῆι τῆι νυκτί. Προκόπιος δὲ ὁ πρώην ἰαθεὶς ὑπὸ τοῦ ἁγίου τὴν τοῦ θυρωρίου διακονίαν πεπιστευμένος ἐξελθὼν πρωὶ εὗρεν τὸν τὴν χώνην κλέψαντα ἐστηλωμένον καὶ τρόπον τινὰ προση‐ | |
5 | λωμένον ἔμπροσθεν τοῦ μοναστηρίου καὶ μαθὼν τῆς στηλώσεως τὴν αἰτίαν εἰσήγαγεν αὐτὸν εἰς τὴν μονήν. ὅστις ὡμολόγησεν ἡμῖν ὅτι διάστημα μιλίων τριάκοντα σχεδὸν περιπατήσας καὶ ἱκανῶς συγκλασθεὶς τὰ μεθόρια τοῦ μοναστηρίου οὐκ ἴσχυσα παρελθεῖν. ἡμεῖς δὲ τὴν χώνην λαβόντες τὴν μὲν δύναμιν τε καὶ ἀνεξικακίαν | |
10 | τοῦ σημειοφόρου πατρὸς ἡμῶν ἐθαυμάσαμεν, τὸν δὲ ἄνδρα ἐφοδιά‐ σαντες ἐνδεῆ ὄντα ἀπελύσαμεν. Ταῦτα ὀλίγα ἐκ πολλῶν ἀναλεξάμενος ἀνεγραψάμην, ἅπερ τοῖς ὀφθαλμοῖς ἑώρακα, συνάψας αὐτὰ τοῖς ἐξ ἀκοῆς ἀναγραφεῖσι περὶ τῆς ἐν σαρκὶ πολιτείας τοῦ πατρὸς ἡμῶν πρὸς τὸ γνῶναι τούς τε | |
15 | ἐντυγχάνοντας καὶ τὴν ὁσιότητα τὴν σὴν τὴν τῆς παρεδρευούσης τῆι Εὐθυμίου θήκηι θείας χάριτος δύναμιν καὶ ἀναλογίσασθαι ὅτιπερ μαρτυρεῖ τῆι λαμπρότητι τῆς ἐκείνου ἐν σαρκὶ πολιτείας τὰ μετὰ τὴν αὐτοῦ κοίμησιν ἐνεργούμενα θαύματα. οὐ μόνον γὰρ ἡνίκα ἐν σαρκὶ ὑπῆρχεν, ἐθαυματούργει ἐν τοῖς ἀνθρώποις, ἀλλὰ | |
20 | καὶ μετὰ τὴν αὐτοῦ τελευτήν, ὅτε τοῖς ἀγγέλοις ἀνεμίχθη, μεγάλας ἐν ἡμῖν ἐργάζεται θαυματουργίας καὶ ἐν ἀμείνονι λήξει ὑπάρχων οὐκ ἀπέστη ἡμῶν, ἀλλὰ μετὰ μείζονος βοηθείας κήδεταί τε καὶ ἐπιμελεῖται ἡμῶν. ὅθεν κἀγὼ ὁ ἀνάξιος αὐτοῦ δοῦλος πλειστάκις παρ’ αὐτοῦ εὐεργετηθεὶς ψυχικῶς τε καὶ σωματικῶς καὶ βλέπων | |
25 | τὰς ἐκ τῆς θήκης αὐτοῦ ἀναβλυζούσας εὐεργεσίας κατὰ διάνοιαν ἐκπληττόμενος ἐλογιζόμην ὅτι ἄρα πῶς παρελθὼν τὸν ἀνθρώπινον τοῦτον βίον καὶ ἐν τίσιν εὐαρεστήσας τῶι θεῶι κατορθώμασιν ὁ ἅγιος οὗτος Εὐθύμιος τοιαύτης θείας τετύχηκε χάριτος; ἐντεῦθεν θερμοτάτη μοι ἐπῆλθεν ἐπιθυμία τὴν ἐν σαρκὶ αὐτοῦ πολιτείαν καὶ | |
30 | διαγωγὴν καταμαθεῖν καὶ ἀναγράψασθαι, καὶ διερώτων ἐπιμελῶς | |
τοὺς κατὰ τὴν ἔρημον ταύτην θεοφόρους τε καὶ ἀρχαιοτάτους πατέρας | 82 | |
83 | τὰ περὶ Εὐθυμίου μὲν τοῦ μεγάλου ἀκριβῶς ἀκοῆι μεμαθηκότας, τοῦ δὲ πανευφήμου Σάβα συγχρόνους τε καὶ συναγωνιστὰς γεγονότας, καὶ ὅσα παρ’ ἑκάστου τούτων μαθεῖν καὶ ἀναλέξασθαι ἴσχυσα, οὐ μόνον τὰ Εὐθυμίωι τῶι μεγάλωι τεθαυματουργημένα τε καὶ πεπολι‐ | |
5 | τευμένα, ἀλλὰ καὶ περὶ τῆς τοῦ ἐν ἁγίοις Σάβα πολιτείας τε καὶ διαγωγῆς ἀναμεμιγμένα ἐν διαφόροις χάρταις ἀνεγραψάμην ἀτάκτοις τισὶ καὶ συγκεχυμένοις διηγήμασιν. ὀλίγον δέ τινος χρόνου διελθόντος καὶ τῆς οἰκουμενικῆς ἁγίας πέμπτης συνόδου ἐν Κωνσταντινουπόλει συναθροισθείσης καὶ τῶν Ὠριγένους καὶ Νεστορίου δογμάτων ὑπ’ | |
10 | αὐτῆς ἀναθεματισθέντων οἱ προενοικοῦντες τὴν Νέαν λαύραν τῆς Ὠριγένους αἱρέσεως ἀντιλαμβανόμενοι τῆς τε καθολικῆς κοινωνίας ἀπέστησαν καὶ τῆς Νέας λαύρας ἐδιώχθησαν. ἐν ἧι Νέαι λαύραι ὀρθόδοξοι πατέρες ἐκείνων ἀναχωρησάντων κατωικίσθησαν ἔκ τε τῆς λαύρας τοῦ μακαρίου Σάβα καὶ ἑτέρων εὐαγῶν καὶ ἀνεπιλήπτων | |
15 | μοναστηρίων. τότε δὴ γνώμηι καὶ ἐπιτροπῆι τοῦ θεσπεσίου Ἰωάννου τοῦ ἐπισκόπου καὶ ἡσυχαστοῦ ἀποστὰς τοῦ κοινοβίου τὴν Νέαν ὤικησα λαύραν ἔχων μεθ’ ἑαυτοῦ τοὺς περὶ Εὐθυμίου καὶ Σάβα ἐγγεγραμμένους χάρτας καὶ κελευσθεὶς παρὰ τῆς ὑμετέρας ὁσιό‐ τητος μαθούσης περὶ τῶν εἰρημένων χαρτῶν τὰ τούτοις ἐμφερόμενα | |
20 | κεφάλαια ἁρμοδίως συντάξαι μετὰ τῆς ἐνδεχομένης φράσεώς τε καὶ συντάξεως καὶ ταῦτα αὐτῆι ἀποστεῖλαι ἔμεινα περί που δύο χρόνους ἐν ταύτηι ἡσυχάζων τῆι Νέαι λαύραι καὶ τῆς εἰς τοὺς χάρτας ἀδολεσ‐ χίας μὴ ἀφιστάμενος. καὶ ἀρχὴν τῆς συντάξεως ἠπόρουν ποιήσασθαι καὶ ὡς ἰδιώτης καὶ μηδ’ ὅλως ἀχθεὶς διὰ παιδείας τῆς ἔξωθεν καὶ | |
25 | ὡς ἄπειρος τῶν θείων λογίων καὶ βραδύγλωσσος· ἀλλ’ ὁ τῶν θαυμα‐ σίων θεὸς ὁ πᾶσίν τε γλῶσσαν ἐμπήξας καὶ τοῖς ἀπόροις πόρον διδοὺς καὶ τὰ δυσχερῆ τῶν πραγμάτων ἐξομαλίζων καὶ τὰς τῶν μογγι‐ λάλων γλώσσας τρανὰς ἐργαζόμενος παράδοξόν τι πεποίηκε καὶ ἐπὶ τῆι ἐμῆι ταπεινώσει δι’ Εὐθυμίου καὶ Σάβα τῶν θεραπόντων αὐτοῦ | |
30 | ἐμοῦ ἐξ ἀπορίας λόγων τε καὶ φράσεων ἤδη καὶ καταλιπεῖν τοὺς χάρτας | |
διενθυμηθέντος, πλὴν προσευχῆι καὶ δεήσει θερμοτάτηι χρωμένου. | 83 | |
84 | ἐν μιᾶι γὰρ τῶν ἡμερῶν ἐπὶ τῆς συνήθους καθέδρας καθεστῶτί μοι καὶ τοὺς χάρτας μετὰ χεῖρας ἔχοντι περὶ δευτέραν ὥραν τῆς ἡμέρας ἐπιφαίνονταί μοι ὕπνωι κατασχεθέντι οἱ ὅσιοι πατέρες Εὐθύμιός τε καὶ Σάβας μετὰ στολῆς ἱεροπρεποῦς τῆς συνήθους αὐτοῖς. καὶ | |
5 | ἤκουσα τοῦ ἐν ἁγίοις Σάβα πρὸς τὸν μέγαν Εὐθύμιον λέγοντος· ἰδοὺ δὴ ὁ Κύριλλος, σοῦ τοὺς χάρτας ἔχει μετὰ χεῖρας καὶ σπουδὴν ἐνδείκνυται θερμοτάτην καὶ τοσοῦτον πονήσας καὶ μοχθήσας ἀρχὴν συντάξεως ποιήσασθαι οὐκ ἰσχύει. ὁ δὲ μέγας πρὸς αὐτὸν ἀπεκρίθη Εὐθύμιος· πῶς γὰρ δυνήσεται τὴν περὶ ἡμῶν ποιήσασθαι σύνταξιν | |
10 | μήπω εἰληφὼς προσφόρου λόγου χάριν ἐν ἀνοίξει τοῦ στόματος; τοῦ δὲ ἐν ἁγίοις Σάβα εἰπόντος· καὶ δὸς αὐτῶι, πάτερ, τὴν χάριν, ἐπινεύσας ὁ μέγας Εὐθύμιος καὶ ἐκ τοῦ ἑαυτοῦ κόλπου ἀλάβαστρον ἀργυροῦν μετὰ μήλης ἐξαγαγὼν καὶ ἐμβάψας τὴν μήλην ἐκ τοῦ ἀλαβάστρου δέδωκεν τρίτον εἰς τὸ στόμα μου. τοῦ δὲ ἐμβληθέντος | |
15 | διὰ τῆς μήλης τὸ μὲν εἶδος ὑπῆρχεν ἐλαίου, ἡ δὲ γεῦσις γλυκυτέρα ἐτύγχανε μέλιτος καὶ ὄντως τοῦ θείου λογίου δήλωσις. ὡς γλυκεῖα γάρ φησιν τῶι λάρυγγί μου τὰ λόγιά σου· ὑπὲρ μέλι τῶι στόματί μου, ὥστε με ἐκ τῆς ἀφάτου ἐκείνης γλυκύτητος διυ‐ πνισθέντα ἔτι τὴν πνευματικὴν ἐκείνην εὐωδίαν τε καὶ γλυκύτητα | |
20 | ἐπὶ τῶν χειλέων καὶ τοῦ στόματος ἔχοντα ἀρχὴν εὐθὺς τοῦ προοι‐ μίου τῆς παρούσης ποιήσασθαι συγγραφῆς. καὶ οὕτω τῆι τοιαύτηι χάριτι τὸν περὶ Εὐθυμίου τοῦ μεγάλου διεξῆλθον λόγον, ἐπειγόμενος τῆι τοιαύτηι χάριτι ἐπερειδόμενος τὴν ὑπόσχεσιν πληρῶσαι καὶ τὰ περὶ τῆς τοῦ οὐρανοπολίτου Σάβα πολιτείας τε καὶ διαγωγῆς ἐν δευτέ‐ | |
25 | ρωι διηγήσασθαι λόγωι. ἀξιῶ δὲ τοὺς ἀμφοτέρους αὐτοὺς πρὸς τῆι δοθείσηι χάριτι καὶ πρεσβείαν ὑπὲρ ἐμοῦ ποιήσασθαι καὶ ἱλασμὸν | |
τῶν ἐμοὶ ἐπταισμένων αἰτῆσαι πρὸς τὸ ἐμὲ τὸν ἁμαρτωλὸν καὶ ἐλεεινὸν | 84 | |
85 | καὶ ἐνταῦθα καὶ ἐν τῆι μελλούσηι ἀναστάσει ἀκαταίσχυντον διατη‐ ρηθῆναι καὶ εὑρεῖν ἔλεος ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ. αὐτῶι ἡ δόξα σὺν τῶι πατρὶ καὶ τῶι ἁγίωι πνεύματι εἰς τοὺς αἰῶνος | |
τῶν αἰώνων. ἀμήν. | 85 |