TLG 2871 003 :: JOANNES MALALAS :: Chronographia (eclogae e cod. Paris. gr. 1336) JOANNES MALALAS Chronogr., fiq Joannes III Scholasticus Chronographia (eclogae e cod. Paris. gr. 1336) Citation: Page — (line) | ||
231(2t) | Ἐκλογὴ τῶν Χρονικῶν ἀπὸ Ἰωάννου Ἱστορικοῦ ἀπὸ | |
3t | Ἀδὰμ ἕως βασιλείας Καίσαρος. | |
---|---|---|
20 | Ὁ ΠΡΩΤΟΣ ἄνθρωπος ἐκ τῆς γῆς Ἀδὰμ, εἶχε μέτρον ἡλικίας πόδας ἓξ, μετὰ τῆς αὐτοῦ κεφαλῆς, ὡς εἶναι τὴν αὐτοῦ ἡλικίαν δακτύλων ϙϛ. ἡ δὲ σπιθαμὴ αὐτοῦ εἶχε δακτύλους ιδ. ὁ δὲ πή‐ χυς αὐτοῦ εἶχε δακτύλους κδ. ὁ δὲ ποῦς αὐτοῦ εἶχε δακτύλους ιϛ. ἔζησε δὲ ἔτη ϡλ. ἡ δὲ τούτου γυνὴ Εὔα ἐγέννησεν υἱοὺς τρεῖς, | |
25 | τὸν Κάϊν, τὸν Ἄβελ, τὸν Σήθ· καὶ θυγατέρας δύο, τὴν Ἀζουρὰν, καὶ τὴν Ἀσουὰμ. καὶ ὁ μὲν Ἄβελ ἦν ποιμὴν προβάτων, ὁ δὲ Κάϊν ἐργαζόμενος τὴν γῆν, καὶ προσήνεγκεν ἕκαστος αὐτῶν θυσίαν τῷ· Θεῷ. καὶ ἔπιδεν ὁ θεὸς ἐπὶ Ἄβελ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ, ἐπὶ | |
δὲ Κάϊν οὐ προσέσχε, καὶ ἐλυπήθη Κάϊν, καὶ ἀπέκτεινε τὸν Ἄβελ. | 231 | |
232 | ὀργίσθη δὲ Κύριος τῷ Κάϊν, καὶ εἶπεν αὐτῷ “στένων καὶ τρέμων “ἔση ἐπὶ τῆς γῆς.“ Ὁ δὲ Ἀδὰμ κατὰ κέλευσιν Θεοῦ ἔθηκεν ὀνόματα πᾶσι τοῖς τετραπόδοις καὶ ἑρπετοῖς καὶ ἰχθύσι καὶ ἀμφιβίοις, καὶ τοῖς | |
5 | ἑαυτοῦ τέκνοις. τὸ γὰρ ἑαυτοῦ ὄνομα καὶ τῆς γυναικὸς αὐτοῦ, ἄγγελος Κυρίου εἶπεν αὐτῷ. ὁ δὲ υἱὸς αὐτοῦ ὁ Σὴθ συνέταξε τὰ ὀνόματα τῶν ἑπτὰ ἀστέρων, σοφίαν λαβὼν παρὰ Θεοῦ· καὶ κατὰ κέλευσιν Θεοῦ ἔθηκεν ὀνόματα τοῖς ἄστροις πᾶσι, καὶ τοῖς πέντε πλανῖταις, εἰς τὸ γνωρίζεσθαι ὑπὸ τῶν ἀνθρώπων. καὶ | |
10 | τὸν πρῶτον πλανίτην ἀστέρα ἐκάλεσε Κρόνον, τὸν β Δία, τὸν τρί‐ τον Ἄρεα, τὸν δ Ἀφροδίτην, τὸν ε Ἑρμῆν· καὶ τὰ ζ φωνήεντα ἐκ τῶν ε ἀστέρων, καὶ τῶν δύο φωστήρων ἐξέθετο· ἐξέθετο δὲ καὶ γράμματα Ἑβραϊκά· πρῶτος γὰρ ταῦτα ἐξεῦρεν, καὶ ταῦτα συν‐ εγράψατο. τῶν δὲ δύο φωστήρων τὰ ὀνόματα, αὐτὸς ὁ θεὸς ἐκά‐ | |
15 | λεσε, ἥλιον καὶ σελήνην. ταῦτα ὁ σοφώτατος Φουρτῖνος ὁ Ῥωμαῖος χρονογράφος συνεγράψατο. Ὁ δὲ Σὴθ ἔλαβε γυναῖκα τὴν Ἀσουὰμ ἑαυτοῦ ἀδελφὴν, καὶ ἐτεκνοποίησε, καὶ ἐγένετο γενναίᾳ πολλῇ, καὶ ἐπλήσθη ἡ γῆ ἐξ αὐτῶν, ἀνδρῶν καὶ γυναικῶν· ὁ δὲ Κάϊν ἔλαβε γυναῖκα Ἀζουρὰν | |
20 | τὴν ἑαυτοῦ ἀδελφὴν, καὶ ἐγένετο ἐξ αὐτοῦ γενέᾳ πολλῇ. ἐν τοῖς οὖν μέσοις χρόνοις, ἐτέχθη Ἐνὼχ δίκαιος υἱὸς Ἰαρὲδ, καὶ οὐκ ἀπέθανε. μετὰ δὲ τὸν Ἀδὰμ, μετὰ ͵ας ἔτη μετετέθη ὁ Ἐνὼχ, ἕβδομος ὢν ἀπὸ Ἀδάμ. “ἰδόντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας “τῶν ἀνθρώπων, ὅτι καλαὶ ἦσαν, ἔλαβον αὐτὰς γυναῖκας, καὶ ἐγέν‐ | |
25 | “νησαν υἱοὺς, καὶ ἦσαν γίγαντες ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκεί‐ “ναις, οἱ ἀπ’ αἰῶνος ὀνομαστοὶ ἄνθρωποι.“ ἐγένετο δὲ ἀπὸ Ἀδὰμ ἕως τοῦ ἐπιθυμῆσαι τοὺς υἱοὺς τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ἔτη ͵βρκβ. Ὁ δὲ Πλούταρχος φησὶν ὅτι σφαίρα πυρὸς κατενέχθη εἰς τὴν | |
30 | Κελτικὴν χώραν ὑπὸ τοῦ Θεοῦ, κατέκαυσε τοὺς γίγαντας, καὶ εἰς τὸν Κρηδανὸν ποταμὸν ἐνεχθεῖσα ἡ σφαίρα, ἐσβέσθη. τοῦτο τὸ πῦρ ἱστοροῦσιν οἱ Ἕλληνες, καὶ λέγουσι τὸν υἱὸν τοῦ ἡλίου εἶναι τὸν Φαέθοντα, πεπτωκότα ἐκ τοῦ ἅρματος τοῦ ἡλίου εἰς τὴν | |
γῆν. οἱ δὲ λοιποὶ γίγαντες, ἰδόντες τοὺς ἐξ αὐτῶν κρανοθέντας, | 232 | |
233 | ἔμειναν ἀπειθεῖς· καὶ ὀργισθεὶς ὁ Θεὸς, εἶπε πρὸς αὐτοὺς, “ὅτι “οὐ μὴ καταμείνῃ τὸ πνεῦμα μου,“ καὶ τὰ ἑξῆς, ὡς ἐμφέρεται ἐν τοῖς Μωσαϊκοῖς συγγράμμασιν. Καὶ ἐγένετο ἄνθρωπος ἀγαπώμενος ὑπὸ τοῦ Θεοῦ, ὀνόματι Νῶε, | |
5 | καὶ ἐποίησε Θεοῦ προστάξει κιβωτὸν, καὶ εἰσῆλθεν αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ πάντες, καὶ ἐκ τῶν θηρίων καὶ ἑρπετῶν καὶ πετεινῶν. καὶ ἐγένετο ὁ κατακλυσμὸς ἡμέρας μ, καὶ ἀπέθανε πᾶσα σὰρξ ἔχουσα πνεῦμα ζωῆς. Ἐγένετο δὲ ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ ἔτει ͵βφηβ, καὶ γενεαὶ ι. μετὰ δὲ τὸ παῦσαι τὸν κατακλυσμὸν, εὑρέθη | |
10 | ἡ κιβωτὸς εἰς τὰ ὄρη Ἀραρὰτ τῆς Πισσιδίας, καὶ ἔστιν ἐν αὐτῷ ξύλα ἕως τοῦ νῦν. Ἡ δὲ γενεὰ τοῦ Νῶε, ἐτεκνοποίησε, καὶ ἐγένετο πλῆθος ἀνδρῶν τε καὶ γυναικῶν, καὶ ἐποίουν πυργοποΐαν, οἵ τινες καὶ τὴν κατα‐ σκευὴν τῆς κιβωτοῦ ἐπιστάμενοι, πρῶτοι ἐποίησαν πλοῖα. ἐγένετο | |
15 | δὲ ἀπὸ τοῦ κατακλυσμοῦ ἕως τῆς πυργοποιΐας ἔτη ἐν δὲ τῷ μέσῳ χρόνῳ μετὰ τὸν κατακλυσμὸν, συνεγρά‐ ψατο τὴν ἀστρονομίαν Ἀρφαξὰθ εὑρηκὼς τὴν τοῦ Σὴθ υἱοῦ Ἀδὰμ καὶ τῶν αὐτοῦ τέκνων τὴν ὀνομασίαν τῶν ἀστέρων, ἐν λιθίνῃ πλακὶ γεγραμμένην. οἱ γὰρ ἔγγονοι τοῦ Σὴθ, θεοσεβεῖς ὄντες, καὶ προ‐ | |
20 | εγνωκότες τὴν μέλλουσαν ἔσεσθαι φθορὰν τῶν ἀνθρώπων, ἤτοι ἐναλλαγὴν, ποιήσαντες στήλας δύο, μίαν λιθίνην καὶ μίαν πλιν‐ θίνην, ἔγραψαν τοῖς τὰ ἐκ τοῦ Σὴθ τοῦ πάππου αὐτῶν ἐκτεθέντα πάντα οὐράνια· λογισάμενοι ὅτι εἰ μὲν δι’ ὕδατος γένηται ἡ ἐναλ‐ λαγὴ, ἡ λιθίνη στήλη μενῇ καὶ τὰ ἐν αὐτῇ γεγραμμένα, εἰ δὲ | |
25 | διὰ πυρὸς, ἡ πλινθίνη, καὶ τὰ ἐν αὐτῇ γεγραμμένα τοῖς μετὰ ταῦτα ἀνθρώποις γινώσκεται· ἤ τι στήλη μετὰ τὸν κατακλυσμὸν εὑρέθη εἰς τὸ Σηριδὸς ὄρος, καὶ ἔστιν ἕως ἄρτι. καὶ λοιπὸν τὸ γένος τοῦ Ἀρφαξὰδ διέμεινεν ἕως τῆς πυργοποιΐας· ἔζησε δὴ Ἀρ‐ φαξὰδ ἔτη ρκε. | |
30 | Γίνονται οὖν ἀπὸ Ἀδὰμ ἕως τῆς πυργοποιΐας ἔτη ͵βϡκβ· καὶ λοιπὸν οἱ τὸν πύργον οἰκοδομοῦντες ἦσαν ἔθνη ο, οἳ καὶ εἰς γλώσ‐ σας διεμερίσθησαν ἐπὶ προσώπου πάσης τῆς γῆς· ὁ δὲ Χοῦς | |
ὁ Αἰθίοψ ἐκ τῆς φυλῆς τοῦ Σὴμ ἐγέννησε τὸν Νεβρὼδ τὸν | 233 | |
234 | γίγαντα, τὸν τὴν Βαβυλῶνα κτίσαντα, ὃν λέγουσιν οἱ Πέρσαι, ἀποθεωθέντα καὶ γενόμενον ἐν τοῖς ἄστροις τοῦ οὐρανοῦ. τοῦτον καλοῦσιν Ὠρίονα· αὐτὸς γὰρ πρῶτος κατέδειξε τὸ κυνηγεῖν, καὶ ἐχορήγει αὐτοῖς τὰ θηρία εἰς βρῶσιν, ὅθεν καὶ ἐπρώτευσεν. | |
5 | Ἐν δὲ τοῖς ἀνωτέρω χρόνοις ἐκ τοῦ γένους τοῦ Ἀρφαξὰδ ἀνε‐ φύει τίς Ἰνδὸς σοφὸς ἀνὴρ ἀστρονόμος, ὀνόματι Γανδουβάριος, ὅστις συνεγράψατο πρῶτος ἀστρονομίαν Ἰνδοῖς· ἐκ δὲ τῆς αὐτῆς φυλῆς τοῦ Σὴμ, τῆς κρατησάσης τὴν Ἀσσυρίαν καὶ τὴν Περ‐ σῖδα, καὶ τὰ μέρη τῆς ἀνατολῆς, ἀνεφάνη ἄνθρωπος γίγας τὸ | |
10 | γένος, ὀνόματι Κρόνος, ἐπικληθεὶς ὑπὸ τοῦ ἰδίου πατρὸς Δόμνος, εἰς τὴν ἐπωνυμίαν τοῦ πλανήτου ἀστέρος Κρόνου. ἐγένετο δὲ δυνα‐ τὸς, ὅστις πρῶτος κατέδειξε τὸ βασιλεύειν καὶ ἄρχειν καὶ κρατεῖν τῶν πολλῶν ἀνθρώπων. καὶ ἐβασίλευσεν αὐτὸς τῶν Ἀσσυρίων ἔτη πολλὰ, καὶ ὑπέταξε πᾶσαν τὴν γῆν Περσῖδος· ἦν δὲ φοβερὸς | |
15 | πρὸς πάντας, εἶχε δὲ γυναῖκα τὴν Σεμίραμιν, τὴν καὶ Ῥαίαν κα‐ λουμένην παρὰ Ἀσσυρίοις, διὰ τὸ εἶναι αὐτὴν ἀλαζόνα καὶ ὑπερή‐ φανον. ἦν δὲ καὶ αὐτὴ ἐκ τῆς φυλῆς τοῦ Σὴμ υἱοῦ Νῶε. Ἔσχε δὲ υἱὸν ὁ Κρόνος Πῖκον, ὅστις ἐκλήθη ὑπὸ τοῦ ἰδίου πατρὸς Ζεὺς, εἰς ὄνομα καὶ αὐτὸς τῆς ἐπωνυμίας τοῦ πλανήτου | |
20 | ἀστέρος. ἔσχε δὲ καὶ ἄλλον υἱὸν ὁ αὐτὸς Κρόνος, ὀνόματι Νῖνον, καὶ θυγατέρα ὀνόματι Ἥραν. ἔλαβε δὲ Πῖκος, ὁ καὶ Ζεὺς, γυναῖ‐ κα, τὴν ἰδίαν αὐτοῦ ἀδελφὴν Ἥραν, ἐξ ἧς ἔσχεν υἱὸν ὀνόματι Σένβελον. ὁ δὲ προπάτωρ Κρόνος, ἐάσας τὸν ἑαυτοῦ υἱὸν Πῖκον ἐν τῇ Ἀσσυρίᾳ, καὶ τὴν ἑαυτοῦ γυναῖκα Ῥαίαν, τὴν καὶ Σεμίρα‐ | |
25 | μιν, μετὰ τοῦ υἱοῦ αὐτοῦ Πίκου βασιλεύειν τῶν Ἀσσυρίων, αὐτὸς λαβὼν βοήθειαν ἀνθρώπων γενναίων, κατῆλθεν εἰς δύσιν μὴ κρα‐ τουμένην παρά τινος, καὶ ἐβασίλευσε τῶν δυτικῶν μερῶν, ἀφανὴς γενόμενος ἐκ τῆς Ἀσσυρίας, καὶ ἐβασίλευσε τῶν δυτικῶν ἔτη πολλά. | |
30 | Ἔσχε δὲ καὶ ἐκεῖ γυναῖκα ὀνόματι Φυλλάραν, ἐξ ἧς ἔσχεν υἱὸν ὀνόματι Ἀφρὸν, ᾧ τινι δέδωκε τὴν πρὸς Λιβύην γῆν βασι‐ λεύειν. ὁ δὲ Ἀφρὸς ἔλαβε τὴν Ἀστυμόνην, καὶ ἐγέννησε θυγα‐ τέρα, ἣν ἐκάλεσεν Ἀφροδίτην, εἰς ὄνομα τοῦ πλανήτου ἀστέρος. ἔσχε δὲ ὁ Κρόνος ἐκ τῆς Φυλλάρας καὶ ἄλλον υἱὸν, τὸν λεγό‐ | |
35 | μενον Χείρωνα φιλόσοφον. ὁ δὲ Πῖκος καὶ Ζεὺς βασιλεύσας τῶν | 234 |
235 | Ἀσσυρίων ἔτη λ, ἐάσας καὶ αὐτὸς τὴν ἑαυτοῦ μητέρα Ῥαίαν, τὴν καὶ Σεμίραμιν, καὶ τὴν ἑαυτοῦ ἀδελφήν τε καὶ γυναῖκα Ἥραν, καὶ ποιήσας τὸν ἑαυτοῦ υἱὸν Βῆλον βασιλέα τῶν Ἀσσυρίων, κατ‐ ῆλθε πρὸς τὸν ἴδιον πατέρα Κρόνον. | |
5 | Ὁ δὲ Βῆλος ἐβασίλευσε τῶν Ἀσσυρίων ἔτη β, καὶ ἐτελεύτη‐ σεν· ὅν τινα οἱ Πέρσαι ἀπεθέωσαν. Ὁ δὲ Κρόνος ἐλθόντα τὸν ἑαυτοῦ υἱὸν Πῖκον πρὸς ἑαυτὸν εἰς τὴν δύσιν, παρεχώρησεν αὐτῷ τὴν βασιλείαν τῆς δύσεως. ἦν γὰρ ἀδυνατήσας, καὶ ἐβασίλευσε Πῖκος τῆς δύσεως ὁ καὶ Ζεὺς, ἤτοι τῆς Ἰταλίας, ἔτη ξβ. | |
10 | Τῆς δὲ Ἀσσυρίας μετὰ τὸν Βῆλον ἐβασίλευσε Νῖνος ὁ ἄλλος υἱὸς Κρόνου, ὅστις καὶ τὴν ἑαυτοῦ μητέρα Ῥαίαν, τὴν καὶ Σεμί‐ ραμιν, ἔλαβε γυναῖκα, ἐξ οὗ μόνοις τοῖς Πέρσαις γαμεῖν τὰς ἑαυτῶν μητέρας καὶ ἀδελφὰς, διὰ τὸ καὶ Πῖκον λαβεῖν τὴν ἀδελ‐ φὴν ἑαυτοῦ Ἥραν. ὁ δὲ Νῖνος ἐπικρατὴς γενόμενος, κτίζει τὴν | |
15 | Νινευῒ πόλιν Ἀσσυρίων, πρῶτος βασιλεύσας ἐν αὐτῇ, ἔχων τὴν ἑαυτοῦ μητέρα γυναῖκα. Ἐξ αὐτοῦ οὖν τοῦ γένους ἐγεννήθη ὁϊοζορᾶς ἀστρονόμος Περ‐ σῶν περιβόητος· ὅστις μέλλων τελευτᾷν, ηὔξατο ὑπὸ πυρὸς ἀνα‐ λωθῆναι οὐρανίου, εἰπὼν τοῖς Πέρσαις, “ὅτι ἐὰν καύσῃ με τὸ | |
20 | “πῦρ, ἐκ τῶν κεκαυμένων μου ὀστέων φυλάξατε, καὶ οὐ μὴ ἐκλεί‐ “ψῃ ἡ βασιλεία ἀφ’ ὑμῶν.“ Καὶ εὐξάμενος τὸν Ὠρίονα, ὑπὸ πυρὸς ἀνῃρέθη, καὶ φυλάττουσι τὸ λείψανον αὐτοῦ οἱ Πέρσαι τε‐ φρωθὲν ἕως τῆς νῦν. Μετὰ δὲ τὸν Νῖνον ἐβασίλευσε τῶν Ἀσσυρίων ὀνόματι Θύρας, | |
25 | ὅν τινα μετεκάλεσεν ὁ τούτου πατὴρ Ζάμης, ὁ τῆς Ἥρας ἀδελφὸς, εἰς ὄνομα τοῦ πλανήτου ἀστέρος Ἄρεα. οὗτος ἐγένετο πικρὸς πολεμιστὴς, ὅστις ἐπῆλθε Καυκασίῳ τινὶ καὶ αὐτῷ δυνατῷ, ἐκ τῆς τοῦ Ἰάφεθ καταγόμενος, ἐπὶ τὰ ἀρκτῶα μέρη· ὅν τινα ἐφό‐ νευσεν, καὶ παρέλαβε τὴν χώραν αὐτοῦ, καὶ ἐλθὼν ἐν τῇ Θράκῃ, | |
30 | ἐκεῖ τελευτήσας κεῖται. ᾧ τινι Ἄρειαν ἐστήλωσαν στήλην οἱ Αἰγύπτιοι, Ἀσσύριοι, καὶ ὡς Θεὸν προσεκύνουν, καὶ ἕως τοῦ νῦν καλοῦσι Βάαλ θεὸν, ὅ ἐστιν ἑρμηνευόμενον, Ἄρης πολέμου θεός. τούτου μνημονεύει καὶ ὁ προφήτης Δανιήλ. | |
Μετὰ δὲ τὴν τελευτὴν Ἄρεος, ἐβασίλευσεν Ἀσσυρίων Ἐλά‐ | 235 | |
236 | μης, καὶ μετὰ Λάμην, Σαρδανάπαλος ὁ μέγας, ὅν τινα ἐφόνευσε Περσεὺς ὁ Δανάης, καὶ ἀφείλετο τὴν βασιλείαν ἀπὸ Ἀσσυρίων· καὶ βασιλεύσας αὐτῶν, εἰς τὸ ἴδιον ὄνομα ἐκάλεσαν αὐτοὺς Πέρ‐ σας. ὁ δὲ Περσεὺς ἦν υἱὸς Πίκου, τοῦ καὶ Διὸς, καὶ ἐξ αὐτοῦ | |
5 | ἔμαθε μαγίας καὶ τελετὰς τοῦ μυσαροῦ σκύφους, ὅθεν καὶ κόρην παρθένον κρατήσας, ἔκοψεν αὐτῆς τὴν κεφαλὴν, καὶ τελέσας αὐτὴν, εἶχεν αὐτὴν εἰς ὄλεθρον παντὸς τοῦ ἀνθισταμένου αὐτῷ, ἣν ἐκάλει Γοργῶ, διὰ τὸ ὀξὺν ἐπάγειν θάνατον τοὺς ὁρῶντας αὐτήν. Ὁ δὲ ἀδελφὸς Νίνου, Πῖκος, ὁ καὶ Ζεὺς, ἐβασίλευσε τῆς | |
10 | Ἰταλίας, ἔτη ρκ κρατῶν τῆς δύσεως· ἔσχε δὲ υἱοὺς καὶ θυγατέρας πολλὰς ἀπὸ τῶν εὐπρεπεστάτων γυναικῶν. καὶ γὰρ καὶ μυστικὰς φαντασίας ποιῶν τινὰς, καὶ ὑπονοθεύων αὐτὰς, αἵτινες γυναῖκες καὶ ὡς θεὸν αὐτὸν εἶχον, φθειρόμεναι ὑπ’ αὐτοῦ. ἔσχε δὲ ὁ αὐτὸς Πῖκος, ὁ καὶ Ζεὺς, υἱὸν ὀνόματι Φαῦνον, ὃν καὶ Ἑρμῆν ἐκάλεσεν, | |
15 | εἰς ὄνομα τοῦ πλανήτου ἀστέρος. μέλλων δὲ τελευτᾷν ὁ Ζεὺς, ἐκέλευσε τὸ λείψανον αὐτοῦ τεθῆναι ἐν τῇ Κρήτῃ νήσῳ, καὶ κτί‐ σαντες αὐτῷ ναὸν οἱ αὐτοῦ παῖδες ἔθηκαν αὐτὸν ἐκεῖ, ὅπερ μνῆμά ἐστι μέχρι τῆς σήμερον, ᾧ καὶ ἐπιγέγραπται, “ἐνθάδε κατάκει‐ “ται Πῖκος ὁ καὶ Ζεὺς, ὃν καὶ Δία καλοῦσι,“ περὶ οὗ συνεγρά‐ | |
20 | ψατο Διόδωρος ὁ σοφώτατος χρονογράφος. Μετὰ δὲ τὴν τελευτὴν Πίκου τοῦ καὶ Διὸς, ἐβασίλευσε Φαῦ‐ νος ὁ υἱὸς αὐτοῦ, ὁ καὶ Ἑρμῆς, τῆς Ἰταλίας ἔτη λε. ἀνὴρ πανουργὸς καὶ μαθηματικὸς, ὅστις ἐξεῦρε τὸν μετάλλον τὸ χρυσοῦν ἐν τῇ δύσει πρῶτος, καὶ τὸ χωνεύειν, γνοὺς δὲ τὴν τῶν ἀδελφῶν | |
25 | αὐτοῦ κατ’ αὐτοῦ ἐπιβουλὴν, ἦσαν γὰρ περὶ τοὺς ο, οὓς ἔσχεν ἐκ διαφόρων γυναικῶν ὁ πατὴρ αὐτοῦ Πίκος, ὁ καὶ Ζεὺς, ἀνεχώρησε, πολὺν χρυσοῦν ἐπιφερόμενος εἰς ὑπερβολὴν, καὶ ἀπῆλθεν εἰς Αἴγυπτον πρὸς τὴν φυλὴν τοῦ Χάμ· οἵ τινες μετὰ τιμῆς πολλῆς ἐδέξαντο αὐτὸν φορῶν στολὴν χρυσῆν, καὶ ὑπερηφανῶν ἅπαντας. | |
30 | ἦν γὰρ καὶ φυσιολόγος καὶ ἐφιλοσόφει παρὰ τοῖς Αἰγυπτίοις, λέγων αὐτοῖς καὶ μαντικά τινα, καὶ προσεκύνουν αὐτὸν λέγοντες θεὸν Ἑρμῆν, ὡς προλέγοντα αὐτοῖς τὰ μέλλοντα· παρεῖχε δὲ αὐ‐ τοῖς καὶ χρήματα, ὅν τινα καὶ πλουτοδότην ἐκάλουν. Τελευτήσαντος δὲ τοῦ βασιλέως τῶν Αἰγυπτίων Στρεμουντίνου, | |
35 | ὄντος ἐκ τοῦ γένος τοῦ Χὰμ, ἐποίησαν οἱ Αἰγύπτιοι τὸν Ἑρμῆν | 236 |
237 | βασιλέα, καὶ ἐβασίλευσεν αὐτῶν ἔτη λθ ἐν ὑπερηφανίᾳ πολλῇ. καὶ μετ’ αὐτὸν ἐβασίλευσεν ὁ Ἥφαιστος, ὅστις ἦν πολεμιστὴς καὶ μαντικός. ἐκάλουν δὲ αὐτὸν Ἥφαιστον θεὸν, ὅστις ἐξελθὼν εἰς πόλεμον, συνέπεσε σὺν τῷ ἵππῳ αὐτοῦ, καὶ πληγεὶς τὸν πόδα | |
5 | ἔμεινε χωλεύων. ἐδέξατο δὲ, ὥς φασιν, ἐκ μαντείας τινὸς, τουτέσ‐ τιν ἐκ τοῦ ἰδίου νοὸς ἐκ τοῦ ἀστέρος τὴν ὀξυλάβην εἰς τὸ κατα‐ σκευάζειν ἐκ σιδήρου ὅπλα· ὅθεν καὶ ἐπικρατὴς ἐγένετο εἰς τοὺς πολέμους, ὅν τινα καὶ ἀπεθεώσαν. πρὸ γὰρ τούτου ῥοπάλοις καὶ λίθοις ἐχρῶντο καὶ ἐπολέμουν. | |
10 | Μετὰ δὲ τὸν Ἥφαιστον, ἐβασίλευσεν Ἥλιος ὁ υἱὸς αὐτοῦ. μετὰ δὲ τοῦτον Σέσωστρις, καὶ μετὰ τοῦτον Ὄσιρις, καὶ μετὰ τὸν Ὄσιριν, Ὅρος· καὶ μετ’ αὐτὸν Θοῦλος, ὅστις πολλὰ κατορθώ‐ ματα ποιήσας, ἀπῆλθεν εἰς τὸ μαντεῖον ἐρωτῆσαι, λέγων, “Προ‐ “φήτευσον ἡμῖν πυρισθενὲς ἀψευδὲς μακαριστὸν αἰθέριον πόλον· | |
15 | “μετεγκλήνον τῆς πρώτης ἐμῆς βασιλείας ἠδυνήθη ὑποτάξαι τὰ “πάντα, ἢ τίς μετεμέ.“ καὶ ἐδόθη αὐτῷ χρησμὸς οὕτως· “πρῶτα θεὸς, μετέπειτα λόγος, καὶ πνεῦμα σὺν αὐτοῖς· σύμ‐ “φυτα δὲ ταῦτα πάντα καὶ ἓν καὶ εἰς ἓν ἰόντα, οὗ κράτος αἰώ‐ “νιον· ὠκέσι δὲ ποσὶ βαδίζε θνητὲ, ἄδηλον διανύων βίον.“ | |
20 | Αἱ δὲ ἐπωνυμίαι τῶν ζ ἀστέρων τῶν πλανητῶν εἰσὶν οὗτοι. ὁ γὰρ λεγόμενος Κρόνος καλεῖται λάμπον, ὁ δὲ Διὸς, Φαέθων, ὁ δὲ Ἄρεως, πυρώης, ὁ δὲ Ἀφροδίτης, κάλλιστος, ὁ δὲ Ἑρμοῦ, ὁ στέμων. καὶ ταῦτα περὶ τῶν ἑπτὰ ἀστέρων τῶν πλανήτων, ὧν τινων ὁ Σὴθ τὰς ὀνομασίας ἐξέθετο, παρὰ θεοῦ λαβὼν σοφίαν. | |
25 | ἄνθρωποι δὲ εἰς τὰ ὀνομασίας αὐτῶν τοὺς παῖδας αὐτῶν ἐπονομά‐ σαντες, θεοὶ ψευδώνυμοι ἀνηγορεύθησαν. μετὰ πολλοὺς δὲ βασι‐ λεῖς τῶν Αἰγυπτίων, ἐβασίλευσε Σώστρις, ὅστις ὑπέταξεν Ἀσσυ‐ ρίους καὶ Χαλδαίους καὶ Πέρσας ἕως Βαβυλῶνος, καὶ τὴν Ἀσίαν πᾶσαν καὶ Εὐρώπην καὶ Σκυθίαν καὶ Μυσίαν. καὶ ἐν τῷ ὑπο‐ | |
30 | στρέφειν αὐτὸν, ἐξελέξατο ἄνδρας γενναίους Σύθας, χιλιάδας ιε, καὶ ἀπέστειλεν αὐτοὺς οἰκεῖν ἐν Περσίδι, καὶ ἔμειναν οἱ αὐτοὶ Σκύθαι ἐν Περσίδι, μέχρι τῆς νῦν, οἵτινες μετεβλήθησαν ὑπὸ τῶν Περσῶν Πάρθοι· οἳ καὶ τὴν φορεσίαν καὶ τὴν λαλιὰν καὶ τὰ ἔθη | |
Σκυθῶν ἔχουσιν. | 237 | |
238 | Ἐπὶ δὲ τούτου τοῦ Σώστρι βασιλέως Αἰγύπτου ἦν Ἑρμῆς ὁ Τρισμέγιστος, ὃς ἔφρασε τρεῖς μεγίστας εἶναι δυνάμεις τὸ τοῦ ἀρρήτου καὶ δημιουργοῦ ὄνομα, μίαν δὲ θεότητα εἶναι εἶπεν, διὸ ἐκλήθη ἀπὸ τῶν Αἰγυπτίων τρεῖς μέγιστος. ἐμφέρεται γὰρ ἐν | |
5 | διαφόροις αὐτοῦ λόγοις, πρὸς Ἀσκληπιὸν περὶ θεοῦ εἰρηκὼς φύ‐ σεως ταῦτα. “εἰ μὴ πρόνοιά τις ἦν τοῦ πάντων Κυρίου ὥστε “μοι τὸν λόγον τοῦτον ἀποκαλύψαι, οὐδὲ ὑμᾶς τοιοῦτος ἔρως “κατεῖχεν, ἵνα περὶ τούτου ζητήσητε. οὐ γὰρ ἐφικτόν ἐστι εἰς “ἀμυήτους τοιαῦτα μυστήρια παρέχεσθαι, ἀλλὰ τῷ νοῒ ἀκού‐ | |
10 | “σατε. ἓν μόνον φῶς ἦν νοερὸν, καὶ ἦν ἀεὶ νοῦς νοὸς φωτεινὸς, “καὶ οὐδὲν ἕτερον ἦν ἡ τούτου ἑνότης ἀεὶ ἐν ἑαυτῷ, ὢν ἀεὶ τῷ “ἑαυτοῦ νοῒ καὶ φωτὶ καὶ πνεύματι πάντα παρέχει. ἐκτὸς τού‐ “του, οὐ θεὸς, οὐκ ἄγγελος, οὐ δαίμων, οὐκ οὐσία τις ἄλλη. “πάντων γὰρ κύριος καὶ πατὴρ καὶ θεὸς πάντων, ὑπ’ αὐτῶν καὶ | |
15 | “ἐν αὐτῷ ἐστί· ὁ γὰρ λόγος αὐτοῦ προελθὼν, παντέλειος ὢν καὶ “δημιουργὸς, ἐν γονίμῳ φύσει πεσὼν ἐπὶ γονίμῳ ὕδατι, ἔγκυον “τὸ ὕδωρ ἐποίησεν,“ καὶ ταῦτα εἰρηκὼς ἤρξατο λέγειν· “ὁρκίζω “σε οὐρανὲ Θεοῦ μεγάλου σοφὸν ἔργον, ἵλαος ἔσο, ὁρκίζω σε “φωνὴν πατρὸς, ἣν ἐφθέγξατο πρώτην πρὸς τὸν μονογενῆ λόγον | |
20 | “αὐτοῦ, ἡνίκα κόσμον ἅπαντα ἐστηρίξατο, ἵλαος ἔσο Κύριε.“ Ὅτι Λιβύη ἡ θυγάτηρ τῆς Ἰὼ καὶ Διός· ἡ δὲ Ἰὼ ἦν θυγάτηρ Ἰνάχου βασιλέως τῆς δύσεως, ἐκ τῆς φυλῆς τοῦ Ἰάφεθ, ἣν καὶ ἥρπασε Πῖκος ὁ καὶ Ζεὺς, ἐγαμήθη τινὶ Ποσειδῶνι, ἐξ οὗ ἐτέχθη ὁ Ἀγήνωρ, καὶ ἐλθὼν ὁ Ἀγήνωρ ἐπὶ τὴν Φοινίκην, ἔλαβε γυναῖκα | |
25 | ὀνόματι Τύρων, καὶ κτίζει πόλιν, εἰς ὄνομα τῆς γυναικὸς αὐτοῦ, ἣν ἐκάλουν Τύρον, καὶ ἐβασίλευσεν ἐκεῖ. Ἔσχε δὲ υἱὸν ἐκ τῆς Τύρου Κάδμον τὸν Φοίνικα, τὸν Σύρον καὶ τὸν Κίλικα. τελευτῶν δὲ ὁ Ἀγήνωρ, πᾶσαν ἣν ὑπέταξε γῆν, ἐμέρισε τοῖς τρισὶν αὐτοῦ υἱοῖς, καὶ ἔλαβεν ὁ Φοίνιξ Τύρον καὶ | |
30 | τὴν ἐνορίαν αὐτῆς, καλέσας τὴν ὑπ’ αὐτοῦ χώραν Φοινίκην εἰς τὸ ἴδιον ὄνομα, ὁμοίως καὶ ὁ Σύρος τὴν ἐπιλαχοῦσαν αὐτῷ χώραν, εἰς τὸ ἴδιον ὄνομα ἐκάλεσε Συρίαν· καὶ ὁ Κήληξ τὸ ἐπιλαχὸν | |
αὐτῷ κλῖμα, ἐκάλεσε Κιλικίαν. | 238 | |
239 | Ὅτι Κάδμος ὁ τοῦ Ἀγήνορος υἱὸς, ἐκ τῆς ἐξορίας ἀνακαλέσατο Τιρεσίαν τὸν φιλόσοφον καὶ θηρολέτην, περὶ οὗ φησι Σοφο‐ κλῆς, ὅτι τὴν Παλλάδα εἶδε λουομένην ὁ Τηρεσίας, καὶ γυνὴ ἐγένετο· φησὶ δὲ ὅτι τὴν σοφίαν τοῦ Θεοῦ ἐζήτησε γνῶναι, καὶ | |
5 | οὐκ ἠδυνήθη· οὕτως δὲ ὁ Σοφοκλῆς ἐρέθετο ἐν τοῖς συγγράμμασιν αὐτοῦ ταῦτα. “ὡς ἕνα τῆς ἀληθείας εἶναι· εἶ ἔστι Θεὸς ὃς οὐρα‐ “νὸν ἔτευξε καὶ γαῖαν μακρὰν, πόντου τε χαροπὸν οἶδμα καὶ “ἀνέμων βίας· θνητοὶ δὲ πολλοὶ καρδίαν πεπλανημένοι, ἱδρυσά‐ “μεθα πεμμάτων παραψυχὰς, θεῶν ἀγάλματα ἐκ λίθων καὶ | |
10 | “ξύλων χρυσοτεύκτων ἐλεφαντίνων τύπων, θυσίας τε τούτοις καὶ “κοινὰς πανηγύρεις τεύχοντες, εὐσεβεῖν νομίζομεν.“ μοναρχίαν γὰρ ἐδόκει δοξάζειν Σοφοκλῆς. Ἐν δὲ τοῖς χρόνοις τοῦ υἱοῦ αὐτοῦ Φοίνικος ἦν Ἡρακλῆς ὁ φιλόσοφος Σύρος, ὅστις ἐφεῦρε τὴν κογχύλην. διερχόμενος γὰρ | |
15 | περὶ τὸ παράλιον μέρος τῆς πόλεως Τύρου, εἶδεν κύνα ποιμένος ἐσθίοντα τὴν λεγομένην κογχύλην, καὶ τὸν ποιμένα λαβόντα πόκον ἐρίου ἀπὸ τῶν προβάτων, νομίζοντα αἱμάττειν τὸν κύνα τὸ κατα‐ φερόμενον αἷμα ἐκ τοῦ στόματος αὐτοῦ τοῦ κυνὸς, κατέβαψε τὸν πόκον. ὁ δὲ Ἡρακλῆς προσεσχηκὼς μὴ εἶναι αὐτῷ αἶμα, ἀλλὰ | |
20 | βάμματος παραξένου ἀρετὴν, ἐθαύμασε, καὶ ἄρας ἐκ τοῦ ποιμένος τὸν πόκον, καὶ γνοὺς ὅτι ἐκ τῆς κογχύλης ἐστὶ τὸ καταρέον αἷμα, ὡς μέγα τί δῶρον προσήγαγε τῷ βασιλεῖ τῆς Τύρου Φοίνικι, ὅστις θαυμάσας, ἐκέλευσε ἐξ αὐτοῦ τοῦ βάματος τῆς κογχύλης βα‐ φῆναι ἔριον, καὶ γενέσθαι αὐτὸ περιβόλαιον βα**** | |
25 | θυσίαν καὶ ἑορτὴν αὐτοῖς ἐπετέλουν, λέγοντες εἰς τὰς τῶν μακάρων νήσους εἶναι τὰς ψυχὰς αὐτῶν καὶ μὴ κρίνεσθαι. Ἦν γὰρ Θάρρας ὁ πατὴρ Ἀβραὰμ, καὶ τῶν ἄλλων ὑλῶν, καὶ ποιῶν θεοὺς καὶ πιπράσκων, πλάνην ἀγαλμάτων καὶ εἰδωλολα‐ τρείας εἰσάγων τοῖς ἀνθρώποις διὰ τῶν εἰ...σμάτων | |
30 | τῶν προγόνων αὐτῶν· μάλιστα τῶν εὑρισκόντων τὰ συγγράμματα καὶ τὰς τέχνας, οἷς καὶ συνέτρεχε σπουδαίως οἱ Αἰγύπτιοι, καὶ οἱ Βαβυλώνιοι, καὶ οἱ Φρύγες, καὶ οἱ ἐκ τῆς Ἑλλάδος. ταύτης | |
γὰρ τῆς θρησκείας ὑπῆρχον ἀγαλματοποιοὶ, καὶ μυστηρίων ἐξη‐ | 239 | |
240 | γηταὶ καὶ τελεταὶ, ὑφ’ ὧν μάλιστα εἰς Ἕλληνας ἤχθη ἡ τοιαύτη θρησκεία, καὶ ἀπό τινος Ἕλληνος ὀνόματι, υἱοῦ καὶ αὐτοῦ Πίκου, τοῦ καὶ Διὸς, μυστικά τινα ποιοῦντος. ὅστις Ἕλλην ἐδίδαξε τοὺς ἐν Ἑλλάδι οἰκοῦντας, ἐκ τῆς φυλῆς τοῦ Ἰάφεθ υἱοῦ Νῶε· οὕστι‐ | |
5 | νας μεμφόμενος ὁ Χερρονήσιος Πλούταρχος τῇ παλαιᾷ φιλο‐ σοφίᾳ, παρ’ Ἕλλησι καὶ βαρβάροις ἐπαινουμένῃ ἐξέθετο, ὡς πλάνην ἀγαλμάτων τινὲς εἰσάγουσιν, αὐτὸς δέ φησι τοὺς κατ’ οὐρανὸν φωστῆρας θεοποιεῖν ἔδοξεν, ἥλιον καὶ σελήνην, παρεισά‐ γων ὡς τρέφοντας καὶ αὔξοντας πάντα τῇ τρίτῃ μερικῇ κινήσει | |
10 | τῶν πέντε πλανητῶν, καὶ τῆς λοιπῆς ἀστροθεσίας. καὶ τὰ κατὰ γένεσιν καὶ ἀέρα διοικοῦντας. Ἀβραὰμ δὲ ἐπιγνοὺς τὴν ὄντος θεογνωσίαν, καὶ λογισάμενος ὅτι τὰ ἀγάλματα ἃ ἐποίει ὁ πατὴρ αὐτοῦ, ἀνθρώπων τεθνηκότων εἰσὶ, καὶ οὐκ ἐχρῆν αὐτοὺς τιμᾶσθαι, ὡς μὴ γενομένους θεοὺς ἐν τῷ | |
15 | οὐρανῷ, ἀλλὰ γῆν καὶ κόνιν, καὶ κατεγίνωσκε τοῦ ἰδίου πατρὸς Θάρρα, λέγων, “τί πλανᾷς τοὺς ἀνθρώπους διὰ κέρδος, οὐ γάρ “ἐστιν ἄλλος θεὸς, εἰ μὴ ὁ ἐν τοῖς οὐρανοῖς, ὁ δημιουργήσας “τὰ ὁρώμενα ταῦτα πάντα;“ καὶ ἀνεχώρησεν εἰς τὴν Μεσοπο‐ ταμίαν. | |
20 | Εἰσὶ δὲ ἀπὸ Ἀδὰμ ἕως Ἀβραὰμ ἔτη ͵γυκγ· ἐν δὲ τοῖς χρόνοις Ἀβραὰμ ἦν καὶ ὁ Μελχισεδὲκ, ἀνὴρ θεοσεβὴς, καταγόμενος ἐκ τοῦ γένους τοῦ Σίδου υἱοῦ Αἰγύπτου βασιλέως τῆς Λιβύης χώ‐ ρας, ἐξ οὗ καὶ Αἰγύπτιοι καλοῦνται· ὅστις Σῖδος ἐκ τῆς ἐπελθὼν παρέλαβε τὴν χώραν τῶν λεγομένων Χαναναίων, τὴν νῦν λεγο‐ | |
25 | μένην Παλαιστίνην· καὶ ὑποτάξας αὐτὴν, ὡς ᾤκησεν ἐν αὐτῇ, καὶ κτίζει πόλιν, ἣν ἐκάλεσε Σιδῶνα εἰς ἴδιον ὄνομα. καὶ λοιπὸν ἐκ τοῦ γένους τοῦ Σίδου υἱοῦ Αἰγύπτου βασιλέως τῆς Λιβύης χώρας κατήχθη Μελχισεδέκ· ὅστις Μελχισεδὲκ γενόμενος ἱερεὺς καὶ βασιλεὺς τῶν Χαναναίων, κτίζει πόλιν ἐν τῷ ὄρει Σιὼν λεγομένῳ, | |
30 | ἥν τινα ἐκάλεσε Σαλὴμ, ὅ ἐστιν ἑρμηνευόμενον πόλις εἰρήνης, καὶ ἐβασίλευσεν ἐν αὐτῇ ἔτη ριγ, καὶ τελευτᾷ δίκαιος καὶ παρ‐ θένος, καθὼς Ἰώσηπος ἐξέθετο. ἀπὸ οὖν τοῦ κατακλυσμοῦ ἕως τῆς | |
πυργοποιΐας ἕως Ἀβραὰμ ἔτη ρκγ, καὶ ἐγένετο θεογνωσία ἀπὸ | 240 | |
241 | Ἀβραὰμ καὶ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ, καὶ Ἰακὼβ ἐγγόνου αὐτοῦ, καὶ τοῦ σπέρματος αὐτῶν, ἐξ ὧν εἰσὶν Ἑβραῖοι ἀπὸ τοῦ χρόνου Ἀβραὰμ τὸν χαρακτῆρα τοῦ ἔθνους διὰ περιτομῆς εἰληφότες· ἡ δὲ τοῦ Ἰούδα φυλὴ τοῦ τετάρτου ω Ἰακὼβ, ἐκράτει τῶν Ἰουδαίων | |
5 | καὶ ἐδιοίκει, ὅθεν καὶ τὸ ὄνομα εἶχον. Ἐν δὲ τοῖς χρόνοις τούτοις ἀνεφάνη τίς ἐκ φυλῆς τοῦ Ἰάφεθ, ὀνόματι Ἡσίοδος, ὅστις ἐφεῦρε τὰ Ἑλληνικὰ γράμματα, ὁ καὶ θεολόγος τῶν Ἑλλήνων. Ὅτι ἐν τοῖς χρόνοις Φαραὼ τοῦ καὶ Ἀχὼρ βασιλέως Αἰγύπτου, | |
10 | ἀνεφάνη τις ἐκ τῆς φυλῆς Ἰάφεθ γιγαντοειδὴς φιλόσοφος, ὀνόματι Ἐνδυμίων, ἐν τῇ Καρίᾳ χώρᾳ, ὅστις μυστικὰς εὐχὰς ἔχων καὶ λέγων εἰς τὴν σελήνην, ἠτεῖτο μαθεῖν παρ’ αὐτῆς τὸ θεῖον ὄνομα ἐν ὁράματι. ἐν τῷ οὖν εὔχεσθαι αὐτὸν ἦλθεν εἰς ὕπνον, καὶ ἤκουσεν ἐν ὁράματι, καὶ οὐκ ἀνέστη, ἀλλ’ ἔστη τὸ λείψανον αὐτοῦ ἐν | |
15 | Καρίᾳ χώρᾳ δωνούμενον. περὶ οὗ φασι τὴν σελήνην φιλεῖν αὐτόν. Ἐβασίλευσε δὲ τῶν Αἰγυπτίων Περσώνιος, ὅτε γέγονεν ἡ ἔξο‐ δος τῶν υἱῶν Ἰσραὴλ, καὶ ὅτι θεωρῶν τὰ τέρατα τὰ ὑπὸ Θεοῦ διὰ Μωσέως γινόμενα, ἀπελθὼν εἰς Μέμφιν εἰς τὸ περιβόητον μαν‐ τεῖον, καὶ ποιήσας θυσίαν, ἠρώτα τὴν Πυθίαν λέγων, “σαφήνι‐ | |
20 | “σόν μοι τίς ἐστι πρῶτος ὑμῶν, καὶ εἰ μέγας ὁ Θεὸς τοῦ Ἰσ‐ “ραὴλ,“ καὶ ἐδόθη αὐτῷ χρησμὸς οὕτως· “Ἔσται κατ’ οὐρανοῖο “μεγάλοιο βεβηκὼς φλογὸς ὑπερβάλλον αἰθέριον ἀέναον ἀθάνα‐ “τον πῦρ, ὃν τρέμει πᾶς οὐρανὸς, γαῖά τε καὶ θάλασσα, τάρταρος “βυθὸς, δαίμονες ἐρράγησαν. οὗτο οι Θεὸς αὐτοπάτωρ πατὴρ, | |
25 | “υἱὸς αὐτὸς ἑαυτοῦ τρισόλβιος, εἰς μικρὸν δὲ μέρος ἀγγέλων “ἡμεῖς, μαθὼν ἄπειθι σιγῶν.“ Ἐν τοῖς χρόνοις Γεδαιὼν τοῦ Κριτῶν, ἦν Ὀρφεὺς ὁ Θρὰξ, ὁ λυρικὸς, ὁ σοφώτατος καὶ περιβόητος ποιητὴς, ὅστις ἐξέθετο θεο‐ γνωσίαν καὶ κόσμου κτίσιν καὶ ἀνθρώπων πλαστουργίαν, εἰρηκὼς | |
30 | ἐν τῇ ἀρχῇ τοῦ συγγράμματος αὐτοῦ, “ὅτι ἐκ τῆς ἰδίας αὐτοῦ “ἐνθυμήσεως, οὐκ ἐξέθετο τί περὶ θεοῦ, ἢ τῆς κοσμικῆς κτίσεως, “ἀλλ’ αἰτησάμενος μαθεῖν περὶ τοῦ ἡλίου καὶ τῆς κτίσεως, καὶ “τίς ποιητὴς αὐτῶν.“ | |
Καὶ πολλοὺς περὶ τούτου εἰπὼν στίχους, ὁ αὐτὸς Ὀρφεὺς περὶ | 241 | |
242 | θεογνωσίας καὶ κτίσεως κόσμου, καὶ συνεγράψατο διὰ στίχων πολλῶν ποιητικῶς. ἔστι δὲ ἅπερ ἐξέθετο ταῦτα, “ὅτι ἐξ ἀρχῆς “ἀνεδείχθη τῷ κόσμῳ ὁ αἰθὴρ ἀπὸ Θεοῦ δημιουργηθεὶς, καὶ ἔνθεν “κακεῖθεν τοῦ αἰθέρος ἦν χάος, καὶ νὺξ ζοφερὰ πάντα κατεῖχε | |
5 | “καὶ ἐκάλυπτε τὰ ὑπὸ τὸν αἰθέρα, τὴν νύκτα προτερεύειν τῆς “ἡμέρας.“ εἰρηκὼς ἐν τῇ αὐτοῦ ἐκθέσει, “ἀκατάληπτον τινὰ “εἶναι καὶ προγενέστερον καὶ δημιουργὸν πάντων, καὶ τοῦ αἰθέρος “αὐτοῦ καὶ τῆς νυκτὸς, καὶ τῆς ὑπὸ τὸν αἰθέρα οὔσης καὶ κα‐ “λυπτομένης κτίσεως· τὴν δὲ γῆν εἶπεν ὑπὸ τοῦ σκότους ἀόρατον | |
10 | “οὖσαν, καὶ ὅτι τὸ φῶς ῥήξαν τὸν αἰθέρα, ἐφώτισε τὴν γῆν καὶ “πᾶσαν τὴν κτίσιν, εἰπὼν ἐκεῖνο εἶναι τὸ φῶς τὸ ῥήξαν τὸν αἰθέ‐ “ρα, τὸ προειρημένον, τὸ ὑπέρπαντα τῶν πάντων.“ οὗ τὸ ὄνομα Ὀρφεὺς ἀκούσας ἐκ τῆς μαντείας, “βουλὴ, φῶς, ζωοδοτὴρ,“ εἰπὼν τὰς αὐτὰς τρεῖς τῶν ὀνομάτων θείας δυνάμεις ἐν τῇ αὐτοῦ | |
15 | ἐκθέσει. “μίαν δύναμιν εἶναι καὶ κράτος οὐρανίου θεοῦ, ὃν οὐδεὶς “ὁρᾷν ἢ δύναται γνῶναι ἰδέαν ἢ φύσιν. ἐξ αὐτῆς δὲ τῆς δυνά‐ “μεως τὰ πάντα γενέσθαι κατ’ ἀρχὰς ἀσωμάτους, ἥλιον καὶ “σελήνην καὶ ἄστρα πάντα, γῆν καὶ θάλασσαν, καὶ τὰ ὁρώμενα “ἐν αὐτοῖς καὶ τὰ ἀόρατα πάντα. τὸ δὲ τῶν ἀνθρώπων γένος, εἶπεν | |
20 | “ὑπὸ αὐτοῦ τοῦ Θεοῦ πλασθὲν ἐκ τῆς γῆς, καὶ ψυχὴν ὑπ’ αὐτοῦ “λαβόντα λογικὴν,“ καθὼς καὶ Μωϋσῆς ὁ σοφώτατος ἐξέθετο. Ὁ δὲ αὐτὸς Ὀρφεὺς ἐξέθετο, ὅτι διὰ τῶν τριῶν ὀνομάτων μιᾶς θεότητος τὰ πάντα ἐγένετο. ταῦτα δὲ ὁ σοφώτατος Τιμόθεος χρονογράφος ἐξέθετο λέγων, πρὸ πόσων χρόνων τὸν Ὀρφέα εἰπόντα | |
25 | Τριάδα ὁμοούσιον. | 242 |