TLG 2871 002 :: JOANNES MALALAS :: Chronologica (fort. auctore anonymo excerptorum chronologicorum) JOANNES MALALAS Chronogr., fiq Joannes III Scholasticus Chronologica (fort. auctore anonymo excerptorum chronologicorum) Citation: Page — (line) | ||
3(t) | ANONYMI CHRONOLOGICA. | |
1 | Βίβλος γενέσεως ἀνθρώπων ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν Ἀδὰμ κατ’ εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ. οὕτω μὲν οὖν ὁ πρῶτος ἐγένετο ἄνθρωπος παρὰ θεοῦ, ᾧ ὄνομα Ἀδάμ, καὶ ἡ γυνὴ αὐτοῦ Εὔα· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς ὁ θεός. ὁ δὲ Ἀδὰμ ἐγέννησεν | |
---|---|---|
5 | ἐκ τῆς γυναικὸς αὐτοῦ υἱοὺς τρεῖς, τὸν Καΐν, τὸν Ἀβέλ, καὶ τὸν Σήθ, καὶ θυγατέρας δύο, τὴν Ἀζουρὰν καὶ τὴν Ἀσουάμ. καὶ ὁ μὲν Ἀδὰμ κατὰ κέλευσιν θεοῦ ἐπέθηκεν ὀνόματα πᾶσι τοῖς τετραπόδοις καὶ πετεινοῖς καὶ ἀμφιβίοις καὶ ἑρπετοῖς καὶ ἰχθύσι καὶ τοῖς ἑαυτοῦ τέκνοις· τὸ δὲ αὐτοῦ ὄνομα καὶ τῆς γυναικὸς αὐ‐ | |
10 | τοῦ ἄγγελος κυρίου εἶπεν αὐτοῖς. καὶ ὁ μὲν Κάϊν ἔλαβε γυναῖκα τὴν πρώτην ἀδελφὴν αὐτοῦ Ἀζουράν, Σὴθ δὲ τὴν δευτέραν Ἀσουάμ· καὶ ὁ μὲν Ἀβὲλ παρθένος τε καὶ δίκαιος ὑπῆρχε καὶ ποιμὴν προβάτων, ἐξ ὧν θυσίας προσαγαγὼν τῷ θεῷ καὶ δεχθεὶς | |
ἀναιρεῖται, φθονηθεὶς ὑπὸ τοῦ ἀδελφοῦ αὐτοῦ Καΐν. | 3 | |
4 | Ὁ δὲ Καῒν γεωργὸς τυγχάνων, καὶ μετὰ τὴν καταδίκην χει‐ ρόνως βιώσας, πρῶτος μέτρα καὶ στάθμια καὶ γῆς ὅρους ἐπενόη‐ σεν· εἶτα κτίσας ἐν γῇ Ναῒδ πόλιν κατέναντι Ἐδὲμ ἐπωνόμασεν αὐτὴν εἰς ὄνομα τοῦ υἱοῦ αὐτοῦ Ἐνώς, καὶ εἰς ἓν συνελθεῖν τοὺς | |
5 | οἰκείους αὐτοῦ ἀναγκάσας εἰς πολέμους ἑαυτὸν ἀπησχόλει. κατὰ δὲ ταῦτα τῆς οἰκίας ἐπ’ αὐτὸν πεσούσης ἀπέθανεν, ὡς ἔνιοί φασιν, ἕτεροι δὲ ὅτι Λαμὲχ αὐτὸν ἀπέκτεινεν. ἀλλ’ ὁ μὲν Καῒν ἐγέννησε τὸν Ἐνώς, ὁ δὲ Ἐνὼς τὸν Γαϊδάδ, ὁ δὲ Γαϊδὰδ τὸν Μαλελεήλ, ὁ δὲ Μαλελεὴλ τὸν Μαθουσάλα, ὁ δὲ Μαθουσάλα τὸν Λαμέχ, | |
10 | ὃς καὶ δύο γυναῖκας ἀγόμενος, Ἐλδὰν καὶ Σελάν, ἐγέννησε τὸν Ἰοβὴλ καὶ τὸν Ἰουβὰλ καὶ τὸν Θοβέλ. ὁ δὲ μὲν Ἰοβὴλ κατέδειξε κτηνοτροφίαν, ὁ δὲ Ἰουβὰλ κατέδειξε ψαλτήριον καὶ κιθάραν, ὁ δὲ Θοβὲλ σφυροκοπίαν χαλκοῦ καὶ σιδήρου. καὶ ὁ μὲν ἐν σκη‐ ναῖς κατοικεῖν κτηνοτροφεῖν τε καὶ γεωργεῖν ᾑρετίσατο, ὁ δὲ κι‐ | |
15 | θαρῳδίας καὶ τραγῳδίας τοῖς δαιμονικοῖς ἐπιτηδεύμασι προσεπε‐ νόησεν, ὁ δὲ ξίφη τε καὶ ὅπλα χορηγεῖν εἰς πολέμους ἐμηχανήσα‐ το. τὸ οὖν γένος Κάϊν μέχρι τούτου ἀξιωθὲν μνήμης τοῦ ἀρι‐ θμοῦ τῶν πατέρων ἀποκρίνεται, ἵνα μήτε τοῖς πρώτοις ᾖ συνταττόμενος μήτε τῶν ἑξῆς ἀφηγούμενος. τὸ τοίνυν „πᾶς | |
20 | ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει“ τοιαύτην ἔχει | |
τὴν λύσιν· ἕκαστος μὲν τῷ ἑαυτοῦ ἁμαρτήματι ἀποθανεῖται, σὺ | 4 | |
5 | δὲ ὁ τοῦ φόνου κατάρξας καὶ τοῖς ἄλλοις ὑφηγητὴς τοῦ ἁμαρτή‐ ματος γενόμενος ἑπτὰ ἐκδικούμενα παραλύσεις, τουτέστιν ἑπτα‐ πλασίως τιμωρηθήσῃ καὶ πάμπολλα. σύνηθες γὰρ τῇ γραφῇ τὸν ἀριθμὸν τοῦτον ἑπταπλασίονα κεχρῆσθαι, καὶ ἔστιν ἀδιορίστου | |
5 | πλήθους σημαντικόν, ὡς τὸ „ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπτα‐ πλασίονα“ καὶ τὸ „ἡ στεῖρα ἔτεκεν ἑπτά“ καὶ „οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ’ ἕως ἑβδομήκοντα ζʹ.“ ἐν μὲν γὰρ τοῖς παρὰ τοῦ Κάϊν τετολμημένοις πρῶτον ἁμάρτημα φθόνος, βʹ δόλος, γʹ φό‐ νος, δʹ ὅτι ἀδελφοῦ, εʹ ὅτι πρῶτος φόνος, ϛʹ ὅτι γονεῦσι πέν‐ | |
10 | θος ἐποίησεν, ζʹ ὅτι θεῷ ἐψεύσατο· ταῦτα μὲν τὰ τοῦ Κάϊν ζʹ ἁμαρτήματα. αἱ δὲ εἰς κόλασιν αὐτοῦ παρὰ τῆς θείας δίκης ἐπε‐ νεχθεῖσαι τιμωρίαι εἰσὶν αὗται. αʹ ἐπικατάρατος ἡ γῆ ἀπό σου, βʹ ἐργᾷ τὴν γῆν, γʹ οὐ προσθήσει τοῦ δοῦναί σοι τὴν ἰσχὺν αὐ‐ τῆς, δʹ στένων καὶ τρέμων, μετὰ τὴν εʹ ὁμοῦ, ἔσῃ ἐπὶ τῆς γῆς, | |
15 | ϛʹ ἣν αὐτὸς ἀπεκάλυψεν ὁ Κάϊν, εἰπών, Εἰ ἐκβάλλῃς με νῦν ἀπό σου καὶ ἀπὸ προσώπου σοῦ κρυβήσομαι, ζʹ τὸ μηδὲ κρύ‐ πτεσθαι τὴν τιμωρίαν, ἀλλὰ σημείῳ προδήλῳ πᾶσι δηλοποιεῖ‐ σθαι· ἔθετο γάρ, φησί, κύριος ὁ θεὸς τῷ Κάϊν σημεῖον τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν. | |
20 | Ὁ δὲ Ἀδὰμ σλʹ ἐτῶν ἦν, ὅτε ἐγέννησε τὸν Σήθ. οὗτος ὁ | |
Σὴθ πρῶτος ἐξεῦρε γράμματα Ἑβραϊκὰ καὶ σοφίαν καὶ τὰ σημεῖα | 5 | |
6 | τοῦ οὐρανοῦ καὶ τὰς τροπὰς τῶν ἐνιαυτῶν καὶ τοὺς μῆνας καὶ τὰς ἑβδομάδας, καὶ τοῖς ἄστροις ἐπέθηκεν ὀνόματα καὶ τοῖς πέν‐ τε πλανήταις, εἰς τὸ γνωρίζεσθαι ὑπὸ τῶν ἀνθρώπων καὶ μόνον, καὶ τὸν μὲν αʹ πλανήτην ἀστέρα ἐκάλεσε Κρόνον, τὸν δὲ βʹ Δία, | |
5 | τὸν δὲ γʹ Ἄρεα, τὸν δὲ δʹ Ἀφροδίτην, τὸν δὲ εʹ Ἑρμῆν· τοὺς γὰρ δύο φωστῆρας ἥλιον καὶ σελήνην ὁ θεὸς ἐκάλεσε. Σὴθ δὲ ὢν ἐτῶν σεʹ ἐγέννησε τὸν Ἐνὼς ἕτερον, ὃς ἤλπισεν ἐπικαλεῖσθαι τὸν κύριον. μετὰ τοῦτον οἱ αὐτοῦ ἀπόγονοι καὶ ὁ Σήθ, προμηνυθέντες ἄνωθεν, ἔγραφον τὰ μέλλοντα περὶ τοῦ | |
10 | κατακλυσμοῦ ἐν λιθίναις καὶ ὀστρακίναις πλαξί, σημαίνοντες ὅτι ἀναλωθῆναι καὶ φθαρῆναι μέλλει τὸ πᾶν ἢ ὑπὸ πυρὸς ἢ ὑπὸ ὕδατος, καὶ εἰ μὲν ὑπὸ πυρός, σωθήσονται τὰ γράμματα ἐν ὀστρακίναις πλαξί, εἰ δὲ ὑπὸ ὕδατος, ἐν λιθίναις. ἐλθόντος δὲ τοῦ κατακλυσμοῦ καὶ ἅπαντας ἀπολέσαντος, μόνος ἐσώθη Νῶε | |
15 | καὶ οἱ υἱοὶ αὐτοῦ καὶ αἱ θυγατέρες πρὸς δευτέρου ἀνακαίνισιν κό‐ σμου. μετὰ δὲ τὸν κατακλυσμὸν Καϊνάν, ὁ υἱὸς Ἀρφαξάδ, συν‐ εγράψατο τὴν ἀστρονομίαν, εὑρηκὼς τὴν τοῦ Σὴθ καὶ τῶν αὐ‐ τοῦ τέκνων ὀνομασίαν, ὡς εἴρηται, τῶν ἀστέρων ἐν πλακὶ λιθί‐ νῃ γεγραμμένην· ἥτις στήλη μετὰ τὸν κατακλυσμὸν εἰς τὸ Σίρι‐ | |
20 | δος ὄρος ἔμεινε, καὶ ἔστιν ἕως ἄρτι, ὥς φησιν Ἰώσηπος. | |
Ἀδὰμ τοίνυν κατὰ τὸν σοφώτατον καὶ θεῖον ὑποφήτην | 6 | |
7 | Μωϋσῆν γενόμενος ἐτῶν σλʹ ἐγέννησε τὸν Σήθ, θνήσκει δὲ κατὰ τὴν παραβάσεως ἡμέραν· χιλιονταετίας γὰρ τῆς τοῦ θεοῦ ἡμέρας ἐχούσης τὸ διάστημα, ϡλʹ ἔτη μόνον ζήσας τελευτᾷ. τοῦτον λέγε‐ ται ταφῆναι κατὰ τὴν τῶν Ἱεροσολύμων γῆν, ὥς φησιν Ἰώσηπος. | |
5 | Σὴθ δὲ γενόμενος ἐτῶν σεʹ ἐγέννησε τὸν Ἐνώς, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ψζʹ, καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη ϡιβʹ. περὶ οὗ εἴρηται „εἰσῆλθον οἱ υἱοὶ τοῦ θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων,“ ἤτοι τὰς ἀπὸ τοῦ Κάϊν. θεὸν γὰρ αὐτὸν οἱ τότε ἄνθρωποι προσηγόρευον διὰ τὸ ἐξευρεῖν τὰ Ἰουδαϊκὰ γράμμα‐ | |
10 | τα, τὰς τῶν ἀστέρων ὀνομασίας, καὶ πρὸς τούτοις καὶ τὴν πολ‐ λὴν αὐτοῦ εὐσέβειαν θαυμάσαντες, ὥστε καὶ πρῶτον ἐπικαλεῖ‐ σθαι θεὸν καὶ ὀνομάζεσθαι, καθὰ καὶ τῷ Μωϋσεῖ λέγει κύριος, „θεὸν δέδωκά σε τῷ Φαραῷ,“ καὶ περὶ τῶν ἐναρέτων καὶ πνευ‐ ματικῶν καὶ τῶν κριτῶν ἔφη, „θεοὺς οὐ κακολογήσεις καὶ ἄρ‐ | |
15 | χοντας τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.“ εἰκότως οἱ τοῦ Σὴθ καὶ τοῦ Ἐνὼς καὶ Ἐνὼχ παῖδες υἱοὶ θεοῦ καὶ υἱοὶ τῶν θεῶν κα‐ τὰ τὸν Σύμμαχον νοείσθωσαν, οἵτινες ἁλόντες ἀκολασίᾳ πρὸς | |
τὰς θυγατέρας Κάϊν εἰσῆλθον, ἐξ ὧν οἱ ἐκ τῆς καταλλήλου μιαι‐ | 7 | |
8 | γαμίας γίνονται γίγαντες, διὰ μὲν τὸν δίκαιον Σὴθ ἰσχυροὶ καὶ μέγιστοι, διὰ δὲ τὸν ἄδικον καὶ βέβηλον Κάϊν πονηροὶ καὶ κά‐ κιστοι. Ἐνὼς δὲ γενόμενος ἐτῶν ρμʹ ἐγέννησε τὸν Καϊνᾶν, καὶ μετὰ | |
5 | τοῦτο ἔζησεν ἔτη ψμʹ, καὶ ἐγέννησε τὸν Μαλελεήλ, καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη ϡιʹ. Μαλελεὴλ δὲ γενόμενος ἐτῶν ρξεʹ ἐγέννησε τὸν Ἰάρεδ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ψλʹ, καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη ωϟεʹ. Ἰάρεδ δὲ γενόμενος ἐτῶν ρξβʹ ἐγέννησε τὸν Ἐνώχ, καὶ μετὰ | |
10 | τοῦτο ἔζησεν ἔτη ωʹ, καὶ ἀπέθανε, περὶ οὗ εἴρηται ἡ μετάθεσις, ζήσας τὰ πάντα ἔτη ϡξβʹ. Ἐνὼχ δὲ γενόμενος ἐτῶν ρξεʹ ἐγέννησε τὸν Μαθουσάλα, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ωβʹ, καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη ϡξθʹ. | |
15 | Λάμεχ δὲ γενόμενος ρπηʹ ἐγέννησε τὸν Νῶε, καὶ μετὰ τοῦτο | |
ἔζησεν ἔτη φξεʹ, καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη ψνγʹ. δύο | 8 | |
9 | τοίνυν Λάμεχ ἡ γραφὴ μνημονεύει, ἕνα μὲν τὸν ἀπὸ τοῦ Κάϊν, ἕτερον δὲ τὸν πατέρα Νῶε· γεγέννηται γὰρ Νῶε διὰ Λάμεχ οὐκ ἐκ τοῦ Καῒν τοῦ καὶ πεφονευκότος ἄνδρα καὶ νεανίσκον, ἀλλ’ ἐκ μεταγενεστέρου καὶ ἐξ ὁμωνύμου τοῦ ἀπὸ Σήθ· ἐκεῖνος γὰρ λέγει | |
5 | „ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ καὶ νεανίσκον εἰς μώλωπα ἐμοί.“ καὶ ὡς δύο φόνους πεποιηκὼς καὶ τῶν δύο τὰς γυναῖκας εἰληφώς, Ἐλδὰν καὶ Σελάν, ἑαυτὸν καταμέμφεται ἑβδομηκον‐ τάκις ἑπτὰ ἄξιον εἶναι κολάσεως, ὅτι ἐκ Κάϊν μέν, φησίν, ἐκδι‐ κεῖται ἑπτάκις, ἐκ δὲ Λαμὲχ ἑβδομηκοντάκις ἑπτά, διὰ τοῦτο | |
10 | μειζόνως κολάζεται, ὥσπερ καὶ ὁ Λάμεχ οὕτως πέπονθε· τοῦ δι‐ καίου γὰρ Ἐνὼχ ἀδελφοὺς ἀνεῖλε, τοῦ πίστει διὰ τούτων προσευ‐ ξαμένου μὴ ἰδεῖν τοιοῦτον θάνατον, καὶ ἀκουσθεὶς μετετέθη. ἦν δὲ Ἐνὼχ ἐκ τοῦ δικαίου Σήθ, ἐξ οὗ Χριστὸς κατάγεται, γενεα‐ λογούμενος κατὰ τὴν τοῦ θείου καὶ εὐσεβοῦς Λουκᾶ ἀναπόδισιν | |
15 | ἕως τοῦ Σὴθ καὶ τοῦ Ἀδὰμ καὶ τοῦ θεοῦ. Νῶε δὲ γενόμενος ἐτῶν φʹ ἐγέννησεν υἱοὺς τρεῖς, τὸν Σήμ, τὸν Χάμ, τὸν Ἰάφεθ. μετὰ δὲ ἔτη ρʹ τοὺς ἑαυτοῦ τεχθῆναι υἱοὺς εἰσῆλθεν εἰς τὴν κιβωτόν, ὑπάρχων ἐτῶν χʹ, καὶ οὕτω γί‐ νεται ὁ κατακλυσμός. καὶ ἐν τῷ ἑνὶ καὶ χʹ ἔτει τῆς ζωῆς αὐτοῦ | |
20 | ἐξῆλθεν ἐκ τῆς κιβωτοῦ, καὶ μετὰ τὸν κατακλυσμὸν ἔζησεν ἔτη | 9 |
10 | τνʹ, καὶ ἀπέθανεν ζήσας τὰ πάντα ἔτη ϡνʹ. ἐπειδὴ δέ ποτε ὁ κατακλυσμὸς ἐπαύσατο, ὁ μὲν φόβος ἐνεδίδου λοιπόν, ἐπετείνετο δὲ τὰ τῆς ἀθυμίας αὐτῷ σφόδρα, καὶ τὸ προφητικὸν ἔπασχεν, ὃ περὶ τῆς ἡμέρας κυρίου φησὶν Ἀμώς, „ὃν τρόπον ἐὰν ἐκφύγῃ ἄν‐ | |
5 | θρωπος ἀπὸ προσώπου λέοντος καὶ ἐμπέσῃ αὐτῷ ἡ ἄρκος καὶ εἰσ‐ έλθῃ εἰς τὴν οἰκίαν αὐτοῦ καὶ ἀπερείσῃ τὰς χεῖρας αὐτοῦ εἰς τὸν τοῖχον καὶ δάκῃ αὐτὸν ὄφις,“ οὕτω συνέβαινε τότε. καὶ γὰρ τῆς κιβωτοῦ προκύψαντα καὶ τῆς δυσώδους καὶ στενοχωρουμένης εἰρκτῆς ἐκείνης ἀπαλλαγέντα χειμὼν ἕτερος διεδέχετο τοῦ προ‐ | |
10 | τέρου οὐχ ἥττων, τὴν ἀπορίαν καὶ ἀπώλειαν ἐννοήσας τοῦ γένους. Σὴμ δὲ μετὰ δύο ἔτη τοῦ κατακλυσμοῦ, γενόμενος ρβʹ ἐτῶν, ἐγέννησε τὸν Ἀρφαξάδ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη φʹ, καὶ ἀπέ‐ θανε ζήσας τὸ πάντα ἔτη χβʹ. Ἀρφαξὰδ δὲ γενόμενος ρλεʹ ἐγέννησε τὸν Καϊνᾶν, καὶ μετὰ | |
15 | τοῦτο ἔζησεν ἔτη υγʹ, καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη φληʹ. | |
Καϊνᾶν δὲ γενόμενος ἐτῶν ρθʹ ἐγέννησε τὸν Σάλα, καὶ μετὰ | 10 | |
11 | τοῦτο ἔζησεν ἔτη τλʹ, καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη τξζʹ. τὸν δὲ Σάλα ὁ πατὴρ αὐξηθέντα γράμματα ἐξεπαίδευσε· καὶ δή ποτε ὁ Σάλα πορευθεὶς ἀποικίαν κατασκέψασθαι, ἐλθὼν κατὰ γῆν Χαλδαίων γράμματα ἐπί τινων διακεχαραγμένα πετρῶν ἐντυ‐ | |
5 | χών· τὰ δ’ ἦν ἄρα τῶν Ἐγρηγόρων παράδοσις· ταῦτα δὲ ἐγγρα‐ ψάμενος ὁ Σάλα αὐτός τε ἐν αὐτοῖς ἐξημάρτανε καὶ τοῖς ἄλλοις τὴν αὐτὴν ἀτοπίαν ἐξεπαίδευσεν. ὁ δὲ Σάλα γενόμενος ἐτῶν ρλʹ ἐγέννησε τὸν Ἕβερ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη υʹ τρία, καὶ ἀπέ‐ θανε ζήσας τὰ πάντα ἔτη φλγʹ. | |
10 | Ἕβερ δὲ γενόμενος ρλδʹ ἐγέννησε τὸν Ἰεκτὰν καὶ τὸν Φάλεκ. ἐπὶ δὲ τοῦ Ἕβερ ἐννοοῦσιν οἱ ἄνθρωποι πύργον κατασκευάσαι οὐ‐ ρανομήκη πρὸς ἀποφυγὴν τοῦ κατακλυσμοῦ, ὡς τοῦ θεοῦ ἐπι‐ βουλεύοντος αὐτοῖς· ἦσαν γὰρ πάντες μιᾷ φωνῇ. Νεβρὼδ δὲ ὁ γίγας, Χουσαὶ τοῦ Αἰθίοπος υἱός, προσέτασσε καὶ εἰς βρῶσιν | |
15 | ἀγρεύων ἐχορήγει ζῶα. ὁ δὲ Ἕβερ, ὁ τοῦ Σάλα υἱός, ἐπείγειν ἐγκεχείριστο τὴν οἰκοδομὴν τοῦ πύργου καὶ τῆς Βαβυλῶνος, ὅ ἐστι σύγχυσις. τῶν δὲ πάντων ἐπὶ τὴν τοῦ πύργου καὶ τῆς πό‐ λεως ὁρμησάντων οἰκοδομὴν ἀρχηγοὺς εἶχεν οβʹ, μόνος δὲ Ἕβερ οὐ συνέθετο τῇ τούτων ἀλογίστῳ ἐργασίᾳ· διὸ καὶ πάντων αἱ | |
20 | γλῶσσαι συνεχύθησαν, τῶν συντεθειμένων εἰς οβʹ γλώσσας διαι‐ | |
ρεθέντων κατὰ τὸν ἀριθμὸν τῶν ἀρχόντων αὐτῶν· τούτῳ μόνῳ | 11 | |
12 | τῷ Ἕβερ θεὸς οὐχ ὑστέρησε τὴν ἀρχαίαν φωνήν. ὅθεν οἱ ἀπο‐ μείναντες ἐν τῇ προτέρᾳ γλώσσῃ Ἑβραῒς αὐτὴν ἐπωνόμασαν κατὰ τὴν τοῦ κρατήσαντος αὐτὴν ἐπωνυμίαν Ἕβερ εἰς τὸ γένος τῶν Ἑβραίων, οἵτινες πατρωνυμικῶς καὶ φερωνύμως Ἑβραῖοι καλοῦν‐ | |
5 | ται. διὸ καὶ τῇ τῶν Ἑβραίων γλώσσῃ ἐχρῶντο οἱ ἀπὸ τοῦ Ἀδάμ, καὶ τοὺς ἀμφὶ τὸν Ἀβραὰμ καὶ τὸν Νῶε καταγομένους καὶ τὸν δεύτερον Ἀδάμ, τὸν Χριστὸν λέγω, τῇ τῶν Ἑβραίων φωνῇ δῆ‐ λον κατὰ τὸν πρῶτον πάντων Ἀδὰμ χρώμενον, ὡς τὸ ἐφαθὰ καὶ ταλιθὰ κοῦμι καὶ λιμὰ σαβαχθανὶ καὶ τὰ ὅμοια. καὶ μέντοι | |
10 | καὶ πρὸς τούτοις καὶ τὰ τῶν παλαιῶν ὀνόματα ἐναργὲς τεκμήριον τοῦ ταύτην εἶναι φωνὴν τὴν πρὸ τῆς συγχύσεως, καὶ ταύτῃ τὸ ζητούμενον ἑρμηνεύεται, ἐφ’ ὧν κατ’ οὐδεμίαν ἔστι γλῶσσαν τὸ σημαινόμενον ἐπιλύσασθαι, οἷον τοῦ Ἀδὰμ καὶ τῶν λοιπῶν αἱ προσηγορίαι δι’ ἑτέρας οὐδεμιᾶς ἑρμηνεύονται, εἰ μὴ διὰ τῆς | |
15 | Ἑβραϊκῆς καὶ μόνης. ταύτην γὰρ τὴν γλῶσσαν καὶ Συριακὴν λέ‐ γουσιν, ὡς ὁ πολυμαθὴς οὕτω μαρτυρεῖ Ὠριγένης, ἑρμηνεύων ἐκ τῆς Συριακῆς βίβλου καὶ ἑξῆς Συριακὴν εἰπὼν τὴν Ἑβραίων διάλεκτον, ἐπειδὴ γὰρ Συρίαν τὴν Ἰουδαίαν καὶ Σύρους οἱ πα‐ λαιοὶ τοὺς Παλαιστίνους ὠνόμαζον. ὁ μὲν οὖν πύργος οἰκοδο‐ | |
20 | μήθη ἐπὶ Ἑβὲρ ἐν ἔτεσι τεσσαράκοντα, καὶ ἔστι κεχαλασμένος τὰ | 12 |
13 | ἴχνη αὐτοῦ φυλασσόμενα μόνον ἀνὰ μέσον Ἀσοὺρ καὶ Βαβυλῶνος. ἦν δὲ ͵ευλγʹ. Φάλεκ δὲ γενόμενος ἐτῶν ρλʹ ἐγέννησε τὸν Ῥαγαῦ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη σθʹ, καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη τλθʹ. | |
5 | Γίνονται οὖν ἀπὸ τοῦ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ ἔτη ͵βσξβʹ, καὶ ἀπὸ τοῦ κατακλυσμοῦ ἕως τῆς συγχύσεως τῆς πυργοποιίας καὶ τῆς τελευτῆς Φάλεκ, ὅ ἐστι μερισμός, ἔτη φλϛʹ. Καὶ οὕτω γίνεται διαμερισμὸς ἤτοι διασπορὰ τῶν υἱῶν Νῶε καὶ τῶν ἐξ αὐτῶν γεννηθέντων· διόπερ καὶ μέροπες ἐκλήθησαν | |
10 | ἀπό τε τῆς μεμερισμένης φωνῆς ἀπό τε τοῦ μερισμοῦ τῆς γῆς. ὁ μέντοι Σὴμ ἐγέννησε τὸν Ἐλὰμ καὶ Ἀσοὺρ καὶ τὸν Ἀρφαξὰδ καὶ τὸν Λούδ, ὁ δὲ Χὰμ τὸν Χοὺς καὶ τὸν Μεσραῒμ καὶ τὸν Φοὺδ καὶ τὸν Χανάν, ὁ δὲ Ἰάφεθ τὸν Γάμερ καὶ τὸν Μαγὼγ καὶ τὸν Θηρὰν καὶ τὸν Ἰωΰαν καὶ τὸν Ἰεκτὰν καὶ τὸν Θόβελ καὶ τὸν Μο‐ | |
15 | σὸχ καὶ τὸν Μαδαΐ, ἀφ’ οὗ Μῆδοι γενόμενοι καὶ τῶν Βαβυλω‐ νίων κρατήσαντες, ἡ χώρα Μηδία προσηγορεύθη κυρίως καὶ φε‐ ρωνύμως. Μετὰ γοῦν τὴν σύγχυσιν καὶ τὴν τοῦ πύργου διάλυσιν μετα‐ στέλλονται οἱ τρεῖς υἱοὶ τοῦ Νῶε πάντας τοὺς ἐξ αὐτῶν γενομέ‐ | |
20 | νους, καὶ διδόασιν αὐτοῖς ἔγγραφον τῶν τόπων τὴν κατανέμησιν, | 13 |
14 | ἥνπερ ἐκ τοῦ πατρὸς Νῶε παρειλήφασι, καὶ λαγχάνουσιν ἑκά‐ στῳ καὶ ταῖς ἑκάστου φυλαῖς καὶ πατριαῖς τόπον καὶ κλίματα καὶ χώρας καὶ νήσους καὶ ποταμοὺς κατὰ τὴν ὑποκειμένην ἔκθε‐ σιν, καὶ κατακληροῦνται τῷ μὲν πρωτοτόκῳ υἱῷ Νῶε Σὴμ ἀπὸ | |
5 | Περσίδος καὶ Βάκτρων ἕως Ἰνδικῆς καὶ Ῥινοκουρούρων τὰ πρὸς ἀνατολήν, τῷ δὲ Χὰμ ἀπὸ Ῥινοκουρούρων ἕως Γαδείρων τὰ πρὸς νότον, τῷ δὲ Ἰάφεθ ἀπὸ Μηδίας ἕως Γαδείρων τὰ πρὸς βοῤῥᾶν. Αἱ δὲ λαχοῦσαι χῶραι τῷ μὲν Σὴμ εἰσὶν αὗται, Περσίς, | |
10 | Βακτριανή, Ὑρκανία, Βαβυλωνία, Κορδυαία, Ἀσσυρία, Με‐ σοποταμία, Ἀραβία ἡ ἀρχαία, Ἐλυμαΐς, Ἰνδική, Ἀραβία ἡ εὐδαίμων, κοίλη Συρία, Κομμαγηνὴ καὶ Φοινίκη πᾶσα καὶ πο‐ ταμὸς Εὐφράτης· τῷ δὲ Χὰμ Αἴγυπτος, Αἰθιοπία ἡ βλέπουσα κατ’ Ἰνδούς, ἑτέρα Αἰθιοπία, ὅθεν ἐκπορεύεται ὁ ποταμὸς τῶν | |
15 | Αἰθιόπων, ἐρυθρὰ βλέπουσα κατ’ ἀνατολάς, Θηβαΐς, Λιβύη ἡ παρεκτείνουσα μέχρι Κυρήνης, Μαρμαρίς, Σύρτις, Λιβύη ἄλλη, Νουμιδία, Μασσυρίς, Μαυριτανία ἡ κατέναντι Γαδεί‐ | |
ρων· ἐν δὲ τοῖς κατὰ βοῤῥᾶν τὰ παρὰ θάλασσαν ἔχει Κιλικίαν, | 14 | |
15 | Παμφυλίαν, Πισιδίαν, Μυσίαν, Λυκαονίαν, Φρυγίαν, Κα‐ μαλίαν, Λυκίαν, Καρίαν, Λυδίαν, Μυσίαν ἄλλην, Τρωάδα, Αἰολίδα, Βιθυνίαν, τὴν ἀρχαίαν Φρυγίαν, καὶ νήσους ὁμοίως Σαρδανίαν, Κρήτην, Κύπρον, καὶ ποταμὸν Γειὼν τὸν καὶ Νεῖ‐ | |
5 | λον καλούμενον· τῷ δὲ Ἰάφεθ Μηδία, Ἀλβανία, Ἀρμενία μι‐ κρά τε καὶ μεγάλη, Καππαδοκία, Παμφλαγονία, Γαλατία, Κολχίς, Βόσπορος, Μαιῶτις, Δέρβη, Σαρματίς, Ταυριανίς, Βασταρνίς, Σκυθία, Θρᾴκη, Μακεδονία, Δαλματία, Μολοσ‐ σή, Θεσσαλία, Λοκρίς, Βοιωτία, Αἰτωλία, Ἀττική, Ἀχαΐα, | |
10 | Πελλήνη, ἡ καλουμένη Πελοπόννησος, Ἀρκαδία, Ἠπειρῶτις, Ἰλλυρίς, Λυχνῖτις, Ἀδριακή, ἐξ ἧς τὸ Ἀδριακὸν πέλαγος· ἔχει δὲ καὶ νήσους Βρεττανίαν, Σικελίαν, Εὔβοιαν, Ῥόδον, Χίον, Λέσβον, Κύθηραν, Ζάκυνθον, Κεφαλληνίαν, Ἰθάκην, Κέρ‐ κυραν, καὶ μέρος τι τῆς Ἀσίας, τὴν καλουμένην Ἰωνίαν, καὶ πο‐ | |
15 | ταμὸν Τίγριν τὸν διορίζοντα μεταξὺ Μηδίας καὶ Βαβυλωνίας. | 15 |
16 | Τούτων οὖν τῶν κληροδοτηθέντων ὁ τοῦ Χὰμ υἱὸς Χαναὰν ἰδὼν τὴν πρὸς τῷ Λιβάνῳ γῆν ὡς ἀγαθή τε καὶ εὔφορος καὶ κατὰ πολὺ τῆς ἑαυτοῦ διαλλάττουσα γῆς, τυραννικῶς καθήρπασεν αὐ‐ τήν, καὶ τοὺς ἐκ τοῦ Σὴμ κλήρους ἐξήλασε, καὶ οὕτω πᾶσα ἡ γῆ | |
5 | τῆς ἐπαγγελίας τοῦ Χαναὰν προσηγόρευται. κἀντεῦθεν τοίνυν ὁ δίκαιος κριτὴς μετὰ ταῦτα τοῖς ἐκ τοῦ Σὴμ υἱοῖς Ἰσραὴλ ἀπέ‐ δωκεν αὐτὴν διὰ Ἰησοῦ τοῦ Ναυῆ, καθὼς καὶ τῷ Ἀβραὰμ προε‐ πηγγείλατο. Ῥαγαῦ δὲ γενόμενος ἐτῶν ρλβʹ ἐγέννησε τὸν Σερούχ, καὶ με‐ | |
10 | τὰ τοῦτο ἔζησεν ἔτη σζʹ, καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη τλθʹ. Σεροὺχ δὲ γενόμενος ἐτῶν ρλʹ ἐγέννησε τὸν Ναχώρ, καὶ με‐ τὰ τοῦτο ἔζησεν ἔτη ϛʹ, καὶ ἀπέθανεν ἃ καὶ ζήσας τὰ πάντα τλʹ. Ὁ δέ γε Ναχώρ, ὁ υἱὸς Σερούχ, γενόμενος ἐτῶν οθʹ ἐγέν‐ νησε τὸν Θάῤῥα, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ρκθʹ, καὶ ἀπέθανε | |
15 | ζήσας τὰ πάντα ἔτη σηʹ. Θάῤῥα δὲ γενόμενος ἐτῶν οʹ ἐγέννησε τὸν Ἀβραὰμ καὶ τὸν Ναχὼρ καὶ τὸν Ἀράν, τὸν πατέρα τοῦ Λώτ, ὃς καὶ ἀπέθανε πρὸ τοῦ πατρὸς αὐτοῦ Θάῤῥα, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ρλεʹ ὁ Θάῤῥας, καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη σεʹ. | |
20 | Ἐν δὲ τοῖς προειρημένοις χρόνοις γέγονέ τις γίγας, τοὔνομα | 16 |
17 | Νεβρώδ, υἱὸς Χοῦς τοῦ Αἰθίοπος, ἐκ φυλῆς Χάμ, ὃς κτίσας τὴν Βαβυλῶνα πόλιν καὶ πρῶτος καταδείξας κυνηγίαν καὶ μα‐ γείαν Περσῶν ἐπρώτευσε, διδάξας αὐτοὺς ἀστρονομίαν καὶ ἀστρολογίαν, τῇ οὐρανίῳ κινήσει τὰ περὶ τοὺς τικτομένους πάντα | |
5 | δῆθεν σημαίνοντα· ἀφ’ ὧν Ἕλληνες τὴν γενεθλιαλογίαν μαθόν‐ τες ἤρξαντο τοὺς γενομένους ὑπὸ τὴν τῶν ἄστρων κίνησιν διαφέ‐ ρειν. οὐκοῦν ἀστρονομία τε καὶ ἀστρολογία καὶ μαγεία ἀπὸ Μα‐ γουσαίων, ἤτοι Περσῶν, ἤρξαντο· οἱ γὰρ Πέρσαι Μαγὼγ ὑπὸ τῶν ἐγχωρίων προσαγορεύονται, οἵ γε τὸν Νεβρὼδ λέγουσιν ἀπο‐ | |
10 | θεωθέντα καὶ γενόμενον ἐν τοῖς ἄστροις τοῦ οὐρανοῦ ὃν καλοῦσιν Ὠρίωνα, περὶ οὗ φησι Μωσῆς ὅτι γέγονεν ἡ ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν καὶ Χαλάνη ἐν γῇ Σεναάρ, ὅθεν ἐξῆλθε Φιλι‐ στιεὶμ ἐκ τῆς φυλῆς τοῦ Σὴμ τοῦ Ἀσσούρ, ἀφ’ οὗ Ἀσσύριοι. Καὶ κρατήσας τὴν Συρίαν καὶ τὴν Περσίδα καὶ τὰ λοιπὰ μέ‐ | |
15 | ρη τῆς ἀνατολῆς ἀνεφάνη καὶ ἄλλος, υἱός τινος Οὐρανοῦ λεγο‐ μένου καὶ Ἀφροδίτης, γυναικὸς αὐτοῦ, γιγαντιαῖος, ὀνόματι Κρόνος κατὰ τὸ ὄνομα τοῦ πλανήτου ἀστέρος· γενόμενος δὲ καὶ οὗτος δυνατὸς πάνυ καὶ πολλοὺς ὑποτάξας καὶ κυριεύσας πρῶτος κατέδειξε τὸ βασιλεύειν καὶ κρατεῖν τῶν ἄλλων ἀνθρώ‐ | |
20 | πων. ὃς καὶ βασιλεύσας πρῶτος Συρίας ἔτη νϛʹ ὑπέταξε πᾶσαν | 17 |
18 | τὴν Περσίδα, ἀρξάμενος ἀπὸ τῆς Συρίας. ἔχων δὲ γυναῖκα Σε‐ μίραμιν, τὴν καὶ Ῥέαν καλουμένην παρὰ Ἀσσυρίοις, ἔσχεν καὶ υἱοὺς δύο καὶ θυγατέρα μίαν, καὶ τὸν μὲν προσηγόρευσε Δία εἰς ὄνομα τοῦ πλανήτου ἀστέρος, τὸν δὲ ἐπωνόμασε Νίνον, καὶ | |
5 | τὴν θυγατέρα Ἥραν, ἣν καὶ ἔλαβεν εἰς γυναῖκα Πῖκος ὁ καὶ Ζεύς, τὴν ἰδίαν ἀδελφήν. Μετὰ δὲ Κρόνον ἐβασίλευσε Νίνος, ὁ υἱὸς αὐτοῦ, ἔτη νβʹ. ὅς γε τὴν ἰδίαν μητέρα Σεμίραμιν λαβὼν εἰς γυναῖκα, νόμος ἐγέ‐ νετο Πέρσαις λαμβάνειν τὰς ἑαυτῶν μητέρας καὶ ἀδελφὰς διὰ τὸ | |
10 | καὶ τὸν Δία λαβεῖν τὴν ἰδίαν αὐτοῦ ἀδελφὴν Ἥραν ὁ καὶ Πῖκος λεγόμενος. ὁ δὲ Νίνος ἐπικρατὴς γενόμενος τῆς Συρίας, καὶ κτίσας πόλιν μεγίστην σφόδρα, πορείας ὁδοῦ ἡμερῶν τριῶν, ἐκά‐ λεσεν αὐτὴν εἰς ὄνομα αὐτοῦ Νινευί, καὶ πρῶτος ἐν αὐτῇ βασι‐ λεύει. ἐξ οὗ ἐγένετο καὶ Ζωρόαστρος ὁ περιβόητος Περσῶν | |
15 | ἀστρονόμος· ὃς μέλλων τελευτᾶν ηὔχετο ὑπὸ οὐρανίου πυρὸς ἀναλωθῆναι, εἰπὼν τοῖς Πέρσαις, Ἐὰν καύσῃ με τὸ πῦρ, ἐκ τῶν καιομένων μου ὀστέων λάβετε καὶ φυλάξατε, καὶ οὐκ ἐκλείψει τὸ βασίλειον ἐκ τῆς χώρας ὑμῶν, ἕως οὗ φυλάττεται τὰ ὀστᾶ μου. καὶ εὐξάμενος τῷ Ὠρίωνι ὑπὸ ἀερίου πυρὸς ἀνηλώθη, καὶ λα‐ | |
20 | βόντες οἱ Πέρσαι ἀπὸ τῶν τεφρωθέντων ὀστέων αὐτοῦ ἔχουσι | |
φυλάττοντες ἕως ἄρτι. | 18 | |
19 | Μετὰ δὲ Νίνον ἐβασίλευσεν Ἀσσυρίων Θούρας τις τοὔνομα ἔτη λʹ, ὃν καὶ μετωνόμασαν Ἄρεα εἰς ὄνομα τοῦ πλανήτου ἀστέ‐ ρος. ᾧτινι Ἄρεϊ πρῶτον στήλην ἀναστήσαντες Ἀσσύριοι καὶ ὡς θεὸν μέχρι τοῦ νῦν προσκυνοῦντες καλοῦσι περσιστὶ Βάαλ | |
5 | θεόν, τουτέστιν Ἄρης πολεμικός. οὗ καὶ Δανιὴλ μέμνηται ὡς προσκυνουμένου παρὰ Περσῶν καὶ λατρευομένου. Μετὰ δὲ Ἄρεα ἐβασίλευσε Λάμης ἔτη κʹ. μετὰ δὲ Λάμην ἐβασίλευσε Σαρδανάπαλλος ὁ μέγας ἔτη λεʹ, καὶ ἐσφάγη ὑπὸ τοῦ Περσέως. οἱ δέ γε κόλακες καὶ μιμηταὶ τῆς ἐκείνου φιλοσαρκίας | |
10 | καὶ γαστριμαργίας καὶ οἰστρηλασίας ἐπέγραψαν ὡς ἐξ αὐτοῦ δῆ‐ θεν τῷ τάφῳ αὐτοῦ τοιάδε. Τός’ ἔχω ὅς’ ἐφύβρισα καὶ ἔφαγόν τε καὶ ἔπιον καὶ μετ’ ἔρωτος τερπνοῦ ἐπολιτευσάμην. παθόντα δὲ πολλὰ καὶ ὄλβια πάντα λέλειπται· καὶ γὰρ νῦν σπόδος εἰμὶ Νίνου μεγάλης βασιλεύσας. | |
15 | Ὁ δὲ ἀδελφὸς τοῦ Νίνου Πῖκος ὁ καὶ Ζεὺς βασιλεύων | |
τῆς Ἰταλίας ἐπέμεινεν. ἐν δὲ τοῖς αὐτοῖς χρόνοις οὔτε πόλις οὔ‐ | 19 | |
20 | τε διοίκησίς τις ἦν ἐν τῇ δύσει, ἀλλὰ ἁπλῶς ᾠκεῖτο πᾶσα ἡ γῆ ἐκείνη ἀπὸ τῶν μετοικησάντων ἐκεῖ ἐκ τῆς φυλῆς τοῦ Ἰάφεθ, υἱοῦ Νῶε. Ἔζησεν δὲ Πῖκος ὁ καὶ Ζεὺς ἔτη ρκʹ, κρατῶν τὴν δύσιν καὶ | |
5 | βασιλεύων αὐτῆς. καὶ ἔσχεν υἱοὺς πολλοὺς καὶ θυγατέρας ἀπὸ τῶν εὐπρεπῶν γυναικῶν. ἔσχεν δὲ αὐτὸς Πῖκος ὁ καὶ Ζεὺς υἱὸν ὀνόματι Φαῦνον, ὃν καὶ Ἑρμῆν ἐκάλεσεν εἰς ὄνομα τοῦ πλανήτου ἀστέρος. Μετὰ δὲ τὴν τελευτὴν τοῦ αὐτοῦ Πίκου τοῦ καὶ Διὸς ἐβασί‐ | |
10 | λευσεν ὁ υἱὸς αὐτοῦ Φαῦνος ὁ καὶ Ἑρμῆς τῆς Ἰταλίας ἔτη τριάκοντα πέντε, ὃς ἦν ἀνὴρ πανοῦργος καὶ μαθηματικός· ὅστις ἐφεῦρεν τὸ μέταλλον τοῦ χρυσίου ἐν τῇ δύσει πρῶτος καὶ τὸ χω‐ νεύειν. γνοὺς δὲ ὅτι διαφθονοῦνται αὐτῷ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἀπὸ τῶν γυναικῶν ὧν ἔσχεν Πῖκος ὁ καὶ Ζεύς, ὁ αὐτοῦ πατήρ· | |
15 | ἠβούλοντο γὰρ αὐτὸν φονεῦσαι, ὡς ὄντες πολλοί, περί που ἑβδο‐ μήκοντα· μετὰ γὰρ πολλῶν συμμιγνύμενος γυναικῶν ἐτεκνοποίη‐ σεν ὁ Ζεύς· πολὺ χρυσίον ἐγκολπωσάμενος εἰς ὑπερβολὴν ἀνεχώ‐ ρησεν, καὶ ἀπέρχεται εἰς τὴν Αἴγυπτον πρὸς τὴν φυλὴν τοῦ Χάμ, υἱοῦ Νῶε, οἵτινες ἐδέξαντο αὐτὸν ἐν τιμῇ. καὶ διέτριβεν ἐκεῖ | |
20 | ὑπερηφανῶν πάντας, καὶ φορῶν τὴν χρυσῆν στολὴν ἐφιλοσόφει παρὰ τοῖς Αἰγυπτίοις, λέγων αὐτοῖς μαντείας μελλόντων· ἦν γὰρ φύσει σφόδρα λογικός· καὶ προσεκύνουν αὐτόν, λέγοντες θεὸν | |
Ἑρμῆν, ὡς λέγοντα τὰ μέλλοντα καὶ διακονοῦντα αὐτοῖς ἐκ τοῦ | 20 | |
21 | θεοῦ τῶν μελλόντων τὴν ἀπόκρισιν καὶ παρέχοντα αὐτοῖς χρήμα‐ τα. ὅντινα καὶ πλουτοδότην ἐκάλουν, ὡς τὸν χρυσὸν θεὸν ὀνο‐ μάζοντες. Ὅτε οὖν αὐτὸς Ἑρμῆς εἰς τὴν Αἴγυπτον ἦλθεν, ἐβασίλευσε | |
5 | τῶν Αἰγυπτίων τότε ἐκ τοῦ γένους τοῦ Χὰμ ὁ Μεστραΐμ. οὗ‐ τινος τελευτήσαντος ἐποίησαν οἱ Αἰγύπτιοι τὸν Ἑρμῆν βασιλέα. καὶ ἐβασίλευσε τῶν Αἰγυπτίων ἔτη λθʹ ἐν ὑπερηφανίᾳ. Καὶ μετ’ αὐτὸν ἐβασίλευσε τῶν Αἰγυπτίων ὁ Ἥφαιστος ἡμέ‐ ρας ͵αχπʹ, ὡς γενέσθαι ἔτη δʹ, μῆνας ζʹ, ἡμέρας γʹ· οὐκ ᾔδεισαν | |
10 | γὰρ τότε ἐνιαυτοὺς μετρεῖν οἱ Αἰγύπτιοι, ἀλλὰ τὴν περίοδον τῆς ἡμέρας ἐνιαυτοὺς ἔλεγον. τὸν δὲ αὐτὸν Ἥφαιστον θεὸν ἐκάλουν· ἦν γὰρ πολεμιστὴς καὶ μυστικός. ὅστις ἐλθὼν εἰς πόλεμον συνέ‐ πεσεν σὺν τῷ ἵππῳ αὐτοῦ, καὶ πληγεὶς ἔμεινε χωλεύων. Ὁ δὲ αὐτὸς Ἥφαιστος νόμον ἔθηκε τὰς Αἰγυπτίας γυναῖκας | |
15 | μονανδρεῖν καὶ σωφρόνως διάγειν, τὰς δὲ ἐπὶ μοιχείαν εὑρισκο‐ μένας τιμωρεῖσθαι. καὶ ηὐχαρίστησαν αὐτῷ οἱ Αἰγύπτιοι, διότι πρῶτον νόμον σωφροσύνης τοῦτον ἐδέξαντο. Ὁ δὲ αὐτὸς Ἥφαιστος ἀπὸ μυστικῆς τινος εὐχῆς τὴν ὀξυλά‐ βην ἐδέξατο ἐκ τοῦ ἀέρος εἰς τὸ κατασκευάζειν ἐκ σιδήρου ὅπλα· | |
20 | ὅθεν καὶ ἐπικρατὴς σιδήρου ηὑρέθη εἰς τοὺς πολέμους· ἀπεθέω‐ | 21 |
22 | σαν οὖν αὐτόν, ὡς σωφροσύνην νομοθετήσαντα καὶ τροφὴν ἀν‐ θρώποις διὰ κατασκευῆς ὅπλων εὑρηκότα καὶ ἐν τοῖς πολέμοις δύ‐ ναμιν καὶ σωτηρίαν ποιήσαντα· πρὸ γὰρ αὐτοῦ ῥοπάλοις καὶ λί‐ | |
θοις ἐπολέμουν. | 22 |