TLG 2871 001 :: JOANNES MALALAS :: Chronographia

JOANNES MALALAS Chronogr., fiq Joannes III Scholasticus
(Antiochenus: A.D. 5–6)

Chronographia

Source: Dindorf, L. (ed.), Ioannis Malalae chronographia [Corpus scriptorum historiae Byzantinae] Bonn: Weber, 1831: 23–496.

Citation: Page — (line)

Chron
.

23

(t1)

ΙΩΑΝΝΟΥ ΜΑΛΑΛΑ
t2ΧΡΟΝΟΓΡΑΦΙΑ.
t3ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ.
1Μετὰ δὲ τελευτὴν Ἡφαίστου ἐβασίλευσεν Αἰγυπτίων ὁ υἱὸς αὐ‐ τοῦ Ἥλιος ἡμέρας ͵δυοζʹ, ὡς εἶναι ἔτη ιβʹ καὶ ἡμέρας ϟζʹ· οὐ γὰρ ᾔδεισαν οἱ Αἰγύπτιοι τότε ἢ ἄλλοι τινὲς ἀριθμὸν ψηφίσαι, ἀλλ’ οἱ μὲν τὰς περιόδους τῆς σελήνης ἐψήφιζον εἰς ἐνιαυτούς, οἱ
5δὲ τὰς περιόδους τῶν ἡμερῶν εἰς ἔτη ἐψήφιζον· οἱ γὰρ τῶν ιβʹ23
Chron
.

24

μηνῶν ἀριθμοὶ μετὰ ταῦτα ἐπενοήθησαν, ἐξότε ἐπωνομάσθη τὸ ὑποτελεῖς εἶναι τοὺς ἀνθρώπους τοῖς βασιλεῦσιν. ὁ δὲ αὐτὸς Ἥλιος, ὁ υἱὸς Ἡφαίστου, ἦν φιλότιμος δυνατός· ὅστις ἐδιδά‐ χθη ὑπό τινος ὡς γυνή τις Αἰγυπτία τῶν ἐν εὐπορίᾳ καὶ ἀξίᾳ
5οὐσῶν παρ’ αὐτοῖς ἐρῶσά τινος ἐμοιχεύετο ὑπ’ αὐτοῦ. καὶ ἀκούσας ὁ Ἥλιος ἐζήτησεν αὐτὴν πιάσαι διὰ τὴν τοῦ πατρὸς αὑ‐ τοῦ Ἡφαίστου νομοθεσίαν, ἵνα μὴ λυθῇ· καὶ λαβὼν στρατιώ‐ τας ἐκ τοῦ ἰδίου στρατοῦ, μαθὼν τὸν καιρὸν τῆς μοιχείας αὐτῆς γίνεσθαι νυκτῶν, ἐπιῤῥίψας αὐτῇ τοῦ ἀνδρὸς αὐτῆς μὴ ὄντος
10αὐτόθι, εὗρεν αὐτὴν μετὰ ἄλλου καθεύδουσαν τοῦ ἐρωμένου παρ’ αὐτῆς. ἥντινα εὐθέως καταγαγὼν ἐπόμπευσεν ἐν πάσῃ τῇ χώρᾳ τῆς Αἰγύπτου τιμωρησάμενος· καὶ γέγονε σωφροσύνη μεγάλη ἐν τῇ γῇ τῆς Αἰγύπτου· κἀκεῖνον δὲ τὸν μοιχὸν ἀνεῖλε, καὶ εὐχαρι‐ στήθη. περὶ οὗ ἱστορεῖ ποιητικῶς Ὅμηρος ὁ ποιητὴς ὡς ὁ Ἥλιος,
15φησίν, ἤλεγξε τὴν Ἀφροδίτην συμμιγνυμένην νυκτὸς Ἄρεϊ· Ἀφρο‐ δίτην δὲ ἐκάλεσε τὴν ἐπιθυμίαν τῆς πορνείας ἀπὸ τοῦ Ἡλίου βα‐ σιλέως ἐλεγχθεῖσαν. τὸ δὲ ἀληθές, ὡς προγέγραπται, Παλαί‐ φατος ὁ σοφώτατος χρονογράφος συνεγράψατο. Μετὰ δὲ τὴν τελευτὴν Ἡλίου βασιλέως, υἱοῦ Ἡφαίστου,
20ἐβασίλευσε τῶν Αἰγυπτίων Σῶσις, καὶ μετὰ τὴν βασιλείαν αὐτοῦ ἐβασίλευσεν Ὄσιρις, καὶ μετὰ Ὄσιριν ἐβασίλευσεν Ὧρος, καὶ
μετὰ Ὧρον ἐβασίλευσε Θοῦλις, ὃς παρέλαβε μετὰ δυνάμεως πολ‐24
Chron
.

25

λῆς πᾶσαν τὴν γῆν ἕως τοῦ Ὠκεανοῦ. καὶ ἐν τῷ ὑποστρέφειν ἦλ‐ θεν ἐπὶ τὴν Ἀφρικὴν χώραν εἰς τὸ μαντεῖον ἐν ὑπερηφανίᾳ· καὶ θυσιάσας ἐπυνθάνετο λέγων, Φράσον μοι, πυρισθενές, ἀψευ‐ δές, μάκαρ, ὁ τὸν αἰθέριον μετεγκλίνων δρόμον, τίς πρὸ τῆς
5ἐμῆς βασιλείας ἠδυνήθη ὑποτάξαι τὰ πάντα, ἢ τίς μετ’ ἐμέ; καὶ ἐδόθη αὐτῷ χρησμὸς οὗτος. Πρῶτα θεός, μετέπειτα λόγος καὶ πνεῦμα σὺν αὐτοῖς· σύμφυτα δὲ πάντα καὶ εἰς ἓν ἰόντα, οὗ κράτος αἰώνιον. ὠκέσι ποσὶ βάδιζε, θνητέ, ἄδηλον διανύων βίον. καὶ εὐθέως ἐξελθὼν ἐκ τοῦ μαντείου, συσκευασθεὶς ὑπὸ
10τῶν ἰδίων [εὐθέως] ἐσφάγη ἐν τῇ Ἀφρικῇ. ταῦτα δὲ τὰ παλαιὰ καὶ ἀρχαῖα βασίλεια τῶν Αἰγυπτίων Μανέθων συνεγράψατο· ἐν οἷς συγγράμμασιν αὐτοῦ ἐμφέρεται ἄλλως λέγεσθαι τὰς ἐπωνυ‐ μίας τῶν πέντε πλανητῶν ἀστέρων. τὸν γὰρ λεγόμενον Κρόνον ἀστέρα ἐκάλουν τὸν λάμποντα, τὸν δὲ Διὸς τὸν φαέθοντα, τὸν
15δὲ Ἄρεος τὸν πυρώδη, τὸν δὲ Ἀφροδίτης τὸν κάλλιστον, τὸν δὲ Ἑρμοῦ τὸν στίλβοντα· ἅτινα μετὰ ταῦτα Σωτάτης ὁ σοφώτατος ἡρμήνευσε. Καὶ λοιπὸν ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἐβασίλευσεν Αἰγυ‐ πτίων πρῶτος ἐκ τῆς φυλῆς τοῦ Χὰμ Σῶστρις· ὅστις ὁπλισάμε‐
20νος ἐπολέμησεν Ἀσσυρίοις, καὶ ὑπέταξεν αὐτοὺς καὶ τοὺς Χαλ‐ δαίους καὶ Πέρσας ἕως Βαβυλῶνος. ὁμοίως δὲ ὑπέταξε καὶ τὴν
Ἀσίαν καὶ τὴν Εὐρώπην πᾶσαν καὶ τὴν Σκυθίαν καὶ τὴν Μυ‐25
Chron
.

26

σίαν. καὶ ἐν τῷ ὑποστρέφειν αὐτὸν ἐπὶ τὴν Αἴγυπτον ἐκ τῆς χώρας τῆς Σκυθίας ἐπελέξατο ἀνδρῶν νεανίσκων πολεμιστῶν χι‐ λιάδας ιεʹ· οὕστινας μετανάστας ποιήσας ἐκέλευσεν αὐτοὺς οἰκεῖν ἐν Περσίδι, δόσας αὐτοῖς χώραν ἐκεῖ οἵαν αὐτοὶ ἐπελέξαντο. καὶ
5ἔμειναν ἐν Περσίδι οἱ αὐτοὶ Σκύθαι ἐξ ἐκείνου ἕως τῆς νῦν· οἵτι‐ νες ἐκλήθησαν ἀπὸ τῶν Περσῶν Πάρθοι, ὅ ἐστιν ἑρμηνευόμενον Περσικῇ διαλέκτῳ Σκύθαι· οἳ καὶ τὴν φορεσίαν καὶ τὴν λαλιὰν καὶ τοὺς νόμους Σκυθῶν ἔχουσιν ἕως τῆς νῦν, καὶ εἰσὶ μαχιμώ‐ τατοι ἐν πολέμοις, καθὼς Ἡρόδοτος ὁ σοφώτατος συνεγράψατο.
10 Ἐν τοῖς χρόνοις τῆς βασιλείας τοῦ προειρημένου Σώστρου ἦν Ἑρμῆς ὁ Τρισμέγιστος ὁ Αἰγύπτιος, ἀνὴρ φοβερὸς ἐν σοφίᾳ· ὃς ἔφρασε τρεῖς μεγίστας ὑποστάσεις εἶναι τὸ τοῦ ἀῤῥήτου καὶ δη‐ μιουργοῦ ὄνομα, μίαν δὲ θεότητα εἶπε· διὸ καὶ ἐκλήθη ἀπὸ τῶν Αἰγυπτίων Τρισμέγιστος Ἑρμῆς. ἐμφέρεται γὰρ ἐν διαφόροις
15αὐτοῦ λόγοις πρὸς Ἀσκληπιὸν εἰρηκὼς περὶ θεοῦ φύσεως ταῦτα. εἰ μὴ πρόνοιά τις ἦν τοῦ πάντων κυρίου ὥστε μοι τὸν λόγον τοῦ‐ τον ἀποκαλύψαι, οὐδὲ ὑμᾶς τοιοῦτος ἔρως κατεῖχεν, ἵνα περὶ τούτου ζητήσητε· οὐ γὰρ ἐφικτόν ἐστιν εἰς ἀμυήτους τοιαῦτα μυ‐ στήρια παρέχεσθαι, ἀλλὰ τῷ νοῒ ἀκούσατε. ἓν μόνον ἐστὶ τὸ
20φῶς νοερὸν πρὸ φωτὸς νοεροῦ· καὶ ἦν ἀεὶ νοῦς νοὸς φωτεινός,26
Chron
.

27

καὶ οὐδὲν ἕτερον ἦν ἢ ἡ τούτου ἑνότης, ἀεὶ ἐν αὑτῷ ὢν ἀεὶ τῷ αὑτοῦ νοῒ καὶ φωτὶ καὶ πνεύματι πάντα περιέχει. ἐκτὸς τούτου οὐ θεός, οὐκ ἄγγελος, οὐ δαίμων, οὐκ οὐσία τις ἄλλη· πάν‐ των γὰρ κύριος καὶ θεός, καὶ πάντα ὑπ’ αὐτὸν καὶ ἐν αὐτῷ ἐστιν.
5ὁ γὰρ λόγος αὐτοῦ προελθὼν παντέλειος ὢν καὶ γόνιμος καὶ δη‐ μιουργός, ἐν γονίμῳ φύσει πεσών, ἐν γονίμῳ ὕδατι, ἔγκυον τὸ ὕδωρ ἐποίησε. καὶ ταῦτα εἰρηκὼς ηὔξατο λέγων, Ὁρκίζω σε, οὐ‐ ρανέ, θεοῦ μεγάλου σοφὸν ἔργον, ἵλαος ἔσο· ὁρκίζω σε, φωνὴ πατρός, ἣν ἐφθέγξατο πρώτην, ἡνίκα κόσμον ἅπαντα ἐστηρί‐
10ξατο βουλῇ. φωνὴν πατρός, ἣν ἐφθέγξατο πρώτην, τὸν μο‐ νογενῆ λόγον αὐτοῦ. ταῦτα δὲ καὶ ἐν τοῖς κατὰ Ἰουλιανοῦ τοῦ βασιλέως ὑπὸ τοῦ ὁσιωτάτου Κυρίλλου συναχθεῖσιν ἐμφέρεται, ὅτι καὶ ὁ Τρισμέγιστος Ἑρμῆς ἀγνοῶν τὸ μέλλον τριάδα ὁμοού‐ σιον ὡμολόγησεν.
15 Ὁ δὲ Σῶστρις βασιλεὺς μετὰ τὴν νίκην καταλαβὼν τὴν Αἴ‐ γυπτον τελευτᾷ· καὶ ἐβασίλευσε μετ’ αὐτὸν τῆς τῶν Αἰγυπτίων χώρας Φαραὼ ὁ καὶ Μαραχὼ καλούμενος. καὶ ἐκ τοῦ αὐτοῦ
γένους ἐβασίλευσαν Αἰγυπτίων οἱ λοιποί.27
Chron
.

28

Ἐν δὲ τοῖς προειρημένοις τοῦ Πίκου Διὸς χρόνοις ἐπὶ τὰ δυ‐ τικὰ μέρη ἀναφαίνεταί τις ἐκ τῆς φυλῆς τοῦ Ἰάφεθ ἐν τῇ χώρᾳ τῶν Ἀργείων, ὀνόματι Ἴναχος· ὅστις πρῶτος ἐβασίλευσεν ἐν τῇ χώρᾳ ἐκείνῃ, καὶ κτίζει πόλιν ἐκεῖ εἰς ὄνομα τῆς σελήνης, ἐτίμα
5γὰρ αὐτήν, ἣν ἐκάλεσεν Ἰώπολιν· οἱ γὰρ Ἀργεῖοι μυστικῶς τὸ ὄνομα τῆς σελήνης τὸ ἀπόκρυφον Ἰὼ λέγουσιν ἕως ἄρτι. ἔκτισε δὲ καὶ ἱερὸν ἐν τῇ πόλει τῇ σελήνῃ, ἀναστήσας αὐτῇ στήλην χαλ‐ κῆν, ἐν ᾗ ἐπέγραψεν, Ἰὼ μάκαιρα λαμπαδηφόρε. ὁ δὲ αὐτὸς Ἴναχος ἠγάγετο γυναῖκα Μελίαν ὀνόματι· ἐξ ἧς ἔσχε παῖδας
10τρεῖς, Κάσον καὶ Βῆλον καὶ θυγατέρα, ἣν ἐπωνόμασεν Ἰὼ εἰς ὄνομα τῆς σελήνης· ἦν γὰρ ἡ κόρη εὐπρεπεστάτη πάνυ. τότε ὁ Πῖκος ὁ καὶ Ζεὺς ἀκούσας περὶ τοῦ Ἰνάχου ὅτι ἔχει θυγατέρα παρθένον εὐπρεπῆ, ὁ βασιλεὺς τῶν δυτικῶν μερῶν πέμψας ἥρ‐ πασε τὴν Ἰώ, θυγατέρα τοῦ Ἰνάχου, καὶ ταύτην φθείρει, καὶ
15ἔγκυον ποιήσας ἔσχεν ἐξ αὐτῆς θυγατέρα, ἥντινα ἐκάλεσε Λιβύην. ἡ δὲ Ἰὼ ἐπαχθῶς ἔφερεν ἐπὶ τῷ συμβάντι αὐτῇ, καὶ μὴ θέλουσα συνεῖναι τῷ Πίκῳ, διαλαθοῦσα αὐτὸν καὶ πάντας καὶ τὴν θυ‐ γατέρα αὐτῆς ἐάσασα, καὶ τὸν πατέρα αὐτῆς Ἴναχον αἰσχυνομέ‐ νη, ἔφυγεν, εἰς Αἴγυπτον καταπλεύσασα. καὶ εἰσελθοῦσα ἐν
20τῇ χώρᾳ τῆς Αἰγύπτου ἡ Ἰὼ ἐκεῖ διῆγε· καὶ μαθοῦσα μετὰ χρό‐ νον ὅτι Ἑρμῆς βασιλεύει τῆς Αἰγύπτου, ὁ υἱὸς Πίκου Διός, καὶ
φοβηθεῖσα τὸν αὐτὸν Ἑρμῆν, φεύγει ἐκεῖθεν ἐπὶ τὴν Συρίαν εἰς28
Chron
.

29

τὸ Σίλπιον ὄρος· εἰς ὅπερ Σέλευκος ὁ Νικάτωρ ὁ Μακεδὼν ἔκτισε πόλιν μετὰ χρόνους καὶ ἐκάλεσεν εἰς τὸ ὄνομα τοῦ ἰδίου αὐτοῦ υἱοῦ Ἀντιόχειαν τὴν μεγάλην. ἀπελθοῦσα δὲ εἰς τὴν Συρίαν ἡ Ἰὼ ἐκεῖ ἐτελεύτησεν, ὡς Θεόφιλος ὁ σοφώτατος συνεγράψατο.
5ἕτεροι δὲ ἐξέθεντο ὅτι ἐν τῇ Αἰγύπτῳ ἐτελεύτα ἡ Ἰώ. ὁ δὲ Ἴναχος, ὁ πατὴρ αὐτῆς, εἰς ἀναζήτησιν αὐτῆς ἔπεμψε τοὺς ἀδελ‐ φοὺς αὐτῆς καὶ τοὺς συγγενεῖς καὶ τὸν Τριπτόλεμον καὶ Ἀρ‐ γείους μετ’ αὐτῶν, οἵτινες πανταχοῦ ζητήσαντες οὐχ εὗρον αὐ‐ τήν· γνόντες δὲ οἱ Ἀργεῖοι Ἰωπολῖται ὅτι ἐτελεύτα εἰς γῆν Συρίαν
10ἡ Ἰώ, ἐλθόντες ἔμειναν ἐκεῖ πρὸς μικρόν, κρούοντες εἰς ἕκαστον οἶκον αὐτοῦ καὶ λέγοντες, Ψυχὴ Ἰοῦς σωζέσθω. καὶ ἐν ὁράματι χρηματισθέντες εἶδον δάμαλιν, λέγουσαν αὐτοῖς ἀνθρωπίνῃ φω‐ νῇ ὅτι Ἐνταῦθά εἰμι ἐγὼ ἡ Ἰώ. καὶ διυπνισθέντες, τὴν τοῦ ὁράματος δύναμιν θαυμάζοντες ἔμειναν. καὶ λογισάμενοι ὅτι
15ἐν τῷ ὄρει αὐτῷ κεῖται ἡ Ἰώ, κτίσαντες αὐτῇ ἱερὸν ᾤκησαν ἐκεῖ εἰς τὸ Σίλπιον ὄρος, κτίσαντες καὶ πόλιν ἑαυτοῖς, ἣν ἐκάλεσαν Ἰώπολιν· οἵτινες ἐκλήθησαν παρὰ τοῖς αὐτοῖς Σύροις Ἰωνῖται ἕως τῆς νῦν. οἱ οὖν Σύροι Ἀντιοχεῖς ἐξ ἐκείνου τοῦ χρόνου ἀφ’ οὗ οἱ Ἀργεῖοι ἐλθόντες ἐζήτησαν τὴν Ἰὼ ποιοῦσιν οὖν τὴν μνή‐
20μην, κρούοντες τῷ καιρῷ αὐτῷ κατ’ ἔτος εἰς τοὺς οἴκους τῶν Ἑλ‐ λήνων ἕως ἄρτι. διὰ τοῦτο δὲ οἱ Ἀργεῖοι ἔμειναν αὐτοὶ ἐκεῖ εἰς τὴν Συρίαν, ἐπειδὴ ἐκελεύσθησαν ἀπολυόμενοι ἀπὸ τῆς Ἀργείων
χώρας ὑπὸ τοῦ Ἰνάχου βασιλέως, τοῦ πατρὸς τῆς Ἰώ, ὅτι Εἰ μὴ29
Chron
.

30

ἀγάγητε τὴν θυγατέρα μου Ἰώ, μὴ ὑποστρέψητε ἐπὶ τὴν Ἀρ‐ γείων χώραν. ἔκτισαν οὖν ἐκεῖ οἱ αὐτοὶ Ἰωνῖται ἱερὸν Κρόνου εἰς τὸ Σίλπιον ὄρος. Ἡ δὲ Λιβύη, ἡ θυγάτηρ τῆς Ἰὼ καὶ τοῦ Πίκου τοῦ καὶ
5Διός, ἐγαμήθη τινὶ ὀνόματι Ποσειδῶνι· ἐξ ὧν ἐνέχθησαν ὁ Ἀγήνωρ καὶ Βῆλος καὶ Ἐνυάλιος, παῖδες τρεῖς. ὁ δὲ Ἀγήνωρ καὶ Βῆλος κατέλαβον τὴν Συρίαν καὶ αὐτοὶ εἰς ἀναζήτησιν τῆς Ἰοῦς, εἰ ἔτι ζῇ, καὶ τῶν ἀδελφῶν αὐτῆς, εἴπερ εἰσίν· ἦσαν γὰρ αὐτῶν συγγενεῖς. καὶ μηδένα εὑρηκότες, ὑπέστρεψαν. καὶ ὁ
10μὲν Βῆλος ἐπὶ τὴν Αἴγυπτον ἀπῆλθε, κἀκεῖ γαμήσας τὴν Σίδα ἔσχεν υἱοὺς δύο, Αἴγυπτον καὶ Δαναόν. ὁ δὲ Ἀγήνωρ ἐπὶ τὴν Φοινίκην ἐλθὼν ἠγάγετο τὴν Τυρώ· καὶ κτίζει πόλιν, ἣν ἐκάλεσε Τύρον εἰς ὄνομα τῆς ἑαυτοῦ γαμετῆς. ἐβασίλευσεν οὖν ἐκεῖ, καὶ ἔσχεν υἱοὺς ἐκ τῆς Τυρώ, τὸν Κάδμον καὶ τὸν Φοίνικα καὶ τὸν
15Σύρον καὶ τὸν Κίλικα, καὶ θυγατέρα, ἣν ἐκάλεσεν Εὐρώπην. καὶ βασιλεύει ὁ Ἀγήνωρ τῶν μερῶν ἐκείνων ἔτη ξγʹ. τὴν δὲ Εὐ‐ ρώπην οἱ ποιηταὶ ἐξέθεντο θυγατέρα εἶναι τοῦ Φοίνικος, τοῦ υἱοῦ Ἀγήνορος βασιλέως, μὴ ὁμοφωνήσαντες τοῖς χρονογράφοις. ἐπιῤῥίψας δὲ τῇ πόλει Τύρῳ Ταῦρος ὁ τῆς Κρήτης βασιλεύς,
20ναυμαχίᾳ πολεμήσας παρέλαβε τὴν αὐτὴν Τύρον πόλιν ἑσπέρας· καὶ πραιδεύσας ἔλαβεν αἰχμαλώτους ἐκ τῆς πόλεως πολλούς· ἐν οἷς ἔλαβε καὶ τὴν Εὐρώπην, θυγατέρα τοῦ Ἀγήνορος βασιλέως.
ὁ δὲ Ἀγήνωρ καὶ οἱ υἱοὶ αὐτοῦ ἐπολέμουν ἐπὶ τὸ λίμιτον· τοῦτο30
Chron
.

31

Ταῦρος ὁ τῆς Κρήτης βασιλεὺς ἐξαίφνης ἐπέῤῥιψε τῇ χώρᾳ διὰ θαλάττης· ἧστινος ἑσπέρας μνήμην ποιοῦνται οἱ Τύριοι ἕως τῆς νῦν, λέγοντες Κακὴν ὀψινήν. ἀπήγαγε δὲ τὴν Εὐρώπην εἰς τὴν ἰδίαν πατρίδα ὁ Ταῦρος, ἥντινα καὶ γυναῖκα ἔλαβε, παρθένον
5οὖσαν καὶ εὐπρεπῆ· καὶ ἐκάλεσε τὰ μέρη ἐκεῖνα εἰς ὄνομα αὐτῆς Εὐρώπεια. ἐξ ἧς ἔσχεν υἱὸν τὸν Μίνω, καθὼς καὶ Εὐριπίδης ὁ σοφώτατος ποιητικῶς συνεγράψατο, ὅς φησι, Ζεὺς μεταβληθεὶς εἰς Ταῦρον τὴν Εὐρώπην ἥρπασεν. ἔκτισε δὲ ἐν τῇ αὐτῇ Κρήτῃ νήσῳ ὁ αὐτὸς Ταῦρος βασιλεὺς πόλιν μεγάλην, ἣν ἐκάλεσε Γόρ‐
10τυναν εἰς ὄνομα τῆς αὐτοῦ μητρὸς τῆς ἐκ γένους Πίκου Διός· τὴν δὲ τῆς αὐτῆς πόλεως τύχην ἐκάλεσε Καλλινίκην εἰς ὄνομα τῆς σφαγιασθείσης παρ’ αὐτοῦ κόρης. ὁ δὲ Ἀγήνωρ βασιλεὺς ἐλθὼν ἐκ τοῦ πολέμου ἐν τῇ Τύρῳ, καὶ μαθὼν τὴν γενομένην παρὰ τοῦ Ταύρου ἐξαίφνης ἔφοδόν τε καὶ ἁρπαγήν, εὐθέως ἐξέπεμψε τὸν
15Κάδμον διὰ τὴν Εὐρώπην μετὰ χρημάτων πολλῶν καὶ στρατοῦ. μέλλων δὲ τελευτᾶν ὁ αὐτὸς βασιλεὺς Ἀγήνωρ διετάξατο πᾶσαν ἣν ὑπέταξε γῆν μερίσασθαι τοὺς τρεῖς αὐτοῦ υἱούς. καὶ ἔλαβεν ὁ Φοῖνιξ τὴν Τύρον καὶ τὴν αὐτῆς ἐνορίαν, καλέσας τὴν ὑπ’ αὐ‐ τὸν γενομένην γῆν Φοινίκην· ὁμοίως δὲ καὶ ὁ Σύρος, εἰς τὸ ἴδιον
20ὄνομα καλέσας τὴν ἐπιλαχοῦσαν αὐτῷ χώραν Συρίαν· ὡσαύτως δὲ καὶ ὁ Κίλιξ τὸ ἐπιλαγχάνον αὐτῷ κλῖμα ἐκάλεσε Κιλικία εἰς τὸ
ἴδιον αὐτοῦ ὄνομα.31
Chron
.

32

Ἐν δὲ τοῖς χρόνοις τῆς βασιλείας τοῦ Φοίνικος ἦν Ἡρακλῆς ὁ φιλόσοφος, ὁ λεγόμενος Τύριος, ὅστις ἐφεῦρε τὴν κογχύλην· ἐωριζόμενος γὰρ ἐπὶ τὸ παράλιον μέρος τῆς Τύρου πόλεως εἶδε ποιμενικὸν κύνα ἐσθίοντα τὴν λεγομένην κογχύλην, ὅπερ ἐστὶ μι‐
5κρὸν εἶδος θαλάσσιον κοχλιοειδές, καὶ τὸν ποιμένα, νομίζοντα αἱμάσσειν τὸν κύνα, λαβόντα ἀπὸ τῶν προβάτων πόκον ἐρέας καὶ καταμάσσοντα τὸ καταφερόμενον ἐκ τοῦ στόματος τοῦ κυνὸς καὶ βάπτοντα τὸν πόκον. ὁ δὲ Ἡρακλῆς, προσεσχηκὼς μὴ εἶναι αὐτὸ αἷμα, ἀλλὰ βάμματος παραξένου ἀρετήν, ἐθαύμασε· καὶ γνοὺς
10ὅτι ἐκ τῆς κογχύλης ἐστὶ τὸ κατιὸν βάμμα τοῦ πόκου, εἰληφὼς ἐκ τοῦ ποιμένος τὸν πόκον ὡς μέγα δῶρον τοῦτο προσήγαγε τᾷ βασιλεῖ τῆς Τύρου Φοίνικι. καὶ ἐκπλαγεὶς καὶ αὐτὸς ἐπὶ τῇ θέᾳ τῆς ξένης χρόας τοῦ βάμματος, θαυμάζων τὴν τούτου εὕρεσιν ἐκέλευσεν ἐξ αὐτοῦ τοῦ βάμματος κογχύλης βαφῆναι ἐρέαν καὶ
15γενέσθαι αὐτῷ περιβόλαιον βασιλικόν· καὶ ἐφόρεσεν αὐτὸς πρῶ‐ τος ἐκ πορφύρας περιβόλαιον, καὶ πάντες ἐθαύμασαν τὴν αὐτοῦ βασιλικὴν ἐσθῆτα, ὡς ξένην θέαν. καὶ ἔκτοτε ἐκέλευσεν ὁ βα‐ σιλεὺς Φοῖνιξ μηδένα [τῶν] ὑπὸ τὴν αὐτοῦ ὄντα βασιλείαν τολ‐ μᾶν φορεῖν τὴν τοιαύτην ἐνάρετον ἐκ γῆς καὶ θαλάσσης οὖσαν
20φορεσίαν, εἰ μήτι αὐτὸν καὶ τοὺς μετ’ αὐτὸν βασιλεύοντας τῆς Φοινίκης, διὰ τὸ γινώσκεσθαι τὸν βασιλέα τῷ στρατῷ καὶ παντὶ
τῷ πλήθει ἐκ τῆς θαυμαστῆς καὶ παραξένου φορεσίας. πρώην32
Chron
.

33

γὰρ οὐκ ἐγίνωσκον οἱ ἄνθρωποι βάπτειν χρόας ἱματίων, ἀλλὰ τὰς τῶν προβάτων ἐρέας, οἷαι κἂν ἦσαν, ταύτας ἐποίουν ἱμάτια καὶ ἐφόρουν. καὶ οἱ βασιλεῖς δὲ τὰς αὐτὰς χρόας τῆς τυχούσης ἐρέας ἱμάτια ἐφόρουν, καὶ οὐκ εὐχερῶς ἐγνωρίζοντο τῷ ὑπηκόῳ
5πλήθει οἱ βασιλεῖς. λοιπὸν οὖν οἱ κατὰ τόπον βασιλεῖς, ἤτοι ῥῆγες καὶ τοπάρχαι, ἀκηκοότες τοῦτο, οἱ μὲν περιβόλαια, οἱ δὲ φίβλας χρυσᾶς καὶ μανδύας ἐπενόησαν ἑαυτοῖς, πορφύρεα ἢ ῥού‐ σεα βάπτοντες αὐτὰ ἀπὸ βοτανῶν τινων, καὶ ἐφόρουν διὰ τὸ γινώσκεσθαι τῷ ἰδίῳ πλήθει, καθὼς Παλαίφατος ὁ σοφώτατος
10συνεγράψατο. μετὰ οὖν χρόνους πολλοὺς οἱ Ῥωμαῖοι τὴν Φοι‐ νίκην ὑποτάξαντες χώραν τὸ ἐξ ἀρχῆς ἀναδειχθὲν ἐκ τῆς κογχύ‐ λης ἀληθινὸν σχῆμα βασιλικὸν ἐφόρεσαν, ὅπερ ἐκάλεσαν ῥωμαϊ‐ στὶ τόγαν· ἥντινα καὶ ὕπατοι Ῥωμαίων ἕως τῆς νῦν φοροῦσι. Νουμμᾶς δὲ ὁ καὶ Πομπήλιος, βασιλεύσας Ῥωμαίων μετὰ τὸν
15Ῥῶμον καὶ τὸν Ῥῆμον, δεξάμενος πρεσβευτὰς ἐκ τῆς χώρας τῶν λεγομένων Πελασγῶν, φοροῦντας χλαμύδας ἐχούσας ταβλία ῥού‐ σεα, καθάπερ οἱ ἀπὸ τῆς τῶν Ἰσαύρων χώρας, καὶ τερφθεὶς τοῦ σχήματος, πρῶτος ἐν τῇ Ῥώμῃ ἐπενόησε χλαμύδας φορεῖσθαι, τὰς μὲν βασιλικὰς πορφυρᾶς, ἐχούσας ταβλία χρυσᾶ, τὰς δὲ τῶν
20συγκλητικῶν αὐτοῦ καὶ τῶν ἐν ἀξίαις καὶ στρατείαις χλαμύδας ἐχούσας σήμαντρον τῆς βασιλικῆς φορεσίας ταβλία πορφυρᾶ, δη‐
λοῦντα ἀξίαν Ῥωμαϊκῆς πολιτείας καὶ ὑποταγήν, κελεύσας μηδέ‐33
Chron
.

34

να συγχωρεῖσθαι εἰσελθεῖν εἰς τὸ παλάτιον πρὸς αὐτὸν δίχα τοῦ σχήματος τῆς αὐτῆς χλαμύδος, καὶ οὐ συνεχώρουν τινὰ εἰσελθεῖν οἱ φυλάττοντες τὸ παλάτιον, εἰ μὴ ἐφόρει χλαμύδα ἔχουσαν φι‐ λοτιμίαν βασιλικῆς ἐσθῆτος, καθὼς ὁ σοφώτατος Τραγκύλλος,
5Ῥωμαίων ἱστορικός, ταῦτα συνεγράψατο. Ὁ δὲ Σύρος, ὁ υἱὸς τοῦ Ἀγήνορος, ἀνὴρ ἐγένετο σοφός, ὃς συνεγράψατο Φοινικικοῖς γράμμασι τὴν ἀριθμητικὴν φιλοσοφίαν· ὑπέθετο δὲ ἀσωμάτους εἶναι ἀρχάς, καὶ σώματα μεταβάλλεσθαι καὶ τὰς ψυχὰς εἰς ἀλλογενῆ ζῶα. οὗτος πρῶτος ἐξέθετο ταῦτα,
10ὡς Κλήμιος ὁ σοφώτατος συνεγράψατο. Ἐν τοῖς χρόνοις τούτοις ἐγένετο Φάλεκ, υἱὸς Ἕβερ, ἀνὴρ θεοσεβὴς καὶ σοφός, ζήσας ἔτη τλθʹ, περὶ οὗ Μωσῆς ὁ προφή‐ της συνεγράψατο. ἔστιν οὖν ἀπὸ Ἀδὰμ ἕως τοῦ Φάλεκ ἔτη ͵γʹ κατὰ τὴν προφητείαν.
15 Ὁ δὲ προειρημένος Πῖκος ὁ καὶ Ζεὺς ἐν τοῖς ἀνωτέροις χρόνοις ἔσχε μετὰ τὸν Ἑρμῆν καὶ τὸν Ἡρακλέα καὶ ἄλλον υἱόν, τὸν Περσέα, ἀπὸ εὐπρεποῦς γυναικὸς ὀνόματι Δανάης, θυγα‐ τρὸς τοῦ Ἀκρισίου τοῦ καταγομένου ἐκ τῆς Ἀργείων χώρας· περὶ ἧς ἐμυθολόγησεν Εὐριπίδης ὁ σοφώτατος ἐν τῇ συντάξει τοῦ αὐ‐
20τοῦ δράματος ἐν κιβωτίῳ τινὶ βληθεῖσαν καὶ ῥιφεῖσαν τὴν Δα‐ νάην, ὡς φθαρεῖσαν ὑπὸ Διὸς μεταβληθέντος εἰς χρυσόν. ὁ δὲ
σοφώτατος Βούττιος, ἱστορικὸς χρονογράφος, ἐξέθετο ὡς ὁ αὐτὸς34
Chron
.

35

Πῖκος ὁ καὶ Ζεὺς οὖσαν ταύτην ἐν κουβουκλείῳ παρακειμένῳ τῇ θαλάσσῃ πολλῷ χρυσῷ πείσας ἠδυνήθη προτρεψάμενος· ἥν‐ τινα ἁρπάσας ὡς πάνυ εὐπρεπῆ ἔφθειρεν, καὶ ἐξ αὐτῆς ἔσχεν υἱὸν ὀνόματι Περσέα, τὸν προειρημένον. ὅντινα πτερωτὸν γρά‐
5φουσι διὰ τὸ ἐκ παιδόθεν περίγοργον εἶναι τὸν παῖδα· ὅθεν καὶ ὁ τούτου πατὴρ Πῖκος ὁ καὶ Ζεὺς ἐδίδαξεν αὐτὸν πράττειν καὶ τελεῖν τὴν μαγγανείαν τοῦ μυσεροῦ σκύφους, διδάξας αὐτὸν πάν‐ τα τὰ περὶ αὐτοῦ μυστικὰ καὶ δυσσεβῆ πλανήματα, λέγων αὐτῷ ὅτι Νικᾷς πάντας τοὺς πολεμίους ἐξ αὐτοῦ καὶ τοὺς ἐχθρούς σου
10καὶ πάντα ἄνθρωπον ἐναντίον καὶ πάντας τοὺς βλέποντας ἐν αὐ‐ τῷ τῷ προσώπῳ τυφλουμένους καὶ μένοντας ὡσεὶ νεκροὺς καὶ κα‐ τασφαζομένους ὑπό σου. καὶ λοιπὸν ὁ Περσεὺς πεισθεὶς τῷ ἰδίῳ πατρὶ Πίκῳ τῷ καὶ Διί, εἰς τὸν μετὰ ταῦτα χρόνον μετὰ τε‐ λευτὴν τοῦ αὐτοῦ πατρὸς Πίκου τελείας ἡλικίας γενόμενος, ἐπεθύ‐
15μησε τῆς τῶν Ἀσσυρίων βασιλείας, διαφθονούμενος τοῖς τέκνοις τοῦ Νίνου, τοῦ θείου αὐτοῦ, τοῦ ἀδελφοῦ τοῦ πατρὸς αὐτοῦ. καὶ χρηματισθεὶς ἀπῆλθεν ἐν τῇ χώρᾳ τῆς Λιβύης· καὶ κατὰ τὴν ὁδὸν ὑπήντησε τῷ αὐτῷ Περσεῖ μία παρθένος, κόρη χωρική, ἀγρίας ἔχουσα τὰς τρίχας καὶ ὀφθαλμούς. καὶ στήσας ἐπηρώ‐
20τησεν αὐτὴν λέγων, Τί σου τὸ ὄνομα; ἡ δὲ εἶπε μετὰ παῤῥησίας Μέδουσα· καὶ κρατήσας αὐτῆς τὰς τρίχας ᾧ ἐβάσταζε λογχοδρε‐ πάνῳ ξίφει ἀπέτεμεν αὐτῆς τὴν κάραν. καὶ λαβὼν ὁ Περσεὺς εὐθέως ἐτέλεσε τὴν αὐτὴν κάραν μυστικῶς, καθὼς ἐδιδάχθη
ὑπὸ τοῦ ἰδίου πατρὸς Πίκου τῆς μυσερᾶς μαγγανείας τὴν πλά‐35
Chron
.

36

νην· ἥντινα ἐβάσταζεν εἰς ἰδίαν βοήθειαν πρὸς πάντας ἐχθροὺς καὶ πολεμίους εἰς τὸ ὑποτάσσειν καὶ ἀναιρεῖν. τὴν δὲ κάραν ἐκά‐ λεσε Γοργόνα διὰ τὸ ὀξὺ τοῦ βοηθήματος καὶ διὰ τὸ ἐνεργὲς πρὸς τοὺς ὑπεναντίους. κἀκεῖθεν περάσας ἦλθεν ἐπὶ τὴν τῆς Αἰθιο‐
5πίας χώραν, ἥτις ἐβασιλεύετο ὑπὸ τοῦ Κηφέως, καὶ εὑρηκὼς ἐκεῖ ἱερὸν Ποσειδῶνος, εἰσῆλθεν ἐν αὐτῷ καὶ εἶδεν ἐν τῷ ἱερῷ παραμένουσαν κόρην, κατὰ τάγμα τοῦ ἰδίου αὐτῆς πατρὸς τοῦ Κηφέως ἐκδοθεῖσαν, τὴν λεγομένην Ἀνδρομέδαν παρθένον. καὶ ταύτην ἀπέσπασεν ἐκ τοῦ ἱεροῦ, καὶ φθείρας αὐτὴν ὡς εὐπρεπῆ
10ἔλαβεν εἰς γυναῖκα. καὶ καταπλεύσας ἀνεχώρησεν ἐκ τῆς χώρας ἐκείνης· ἐρχόμενος κατὰ τὴν Ἀσσυρίων χώραν κατήντησεν ἐν τῇ χώρᾳ τῆς Λυκαονίας· καὶ γνόντες εὐθέως ἀντιστάντες ἐπολέμη‐ σαν αὐτῷ· καὶ χρησάμενος τῇ βοηθείᾳ τῆς κάρας τῆς Γοργόνης ἐνίκησε τοὺς Λυκάονας. καὶ εὑρηκὼς κώμην λεγομένην Ἄμαν‐
15δραν ἐποίησεν αὐτὴν πόλιν, καὶ ἔστησεν ἑαυτῷ στήλην ἔξω τῶν πυλῶν, βαστάζουσαν τὸ ἀντεικόνισμα τῆς Γοργόνος, καὶ θυσίαν ποιήσας ἐκάλεσε τὴν τύχην τῆς πόλεως Περσίδα εἰς τὸ ἴδιον αὐ‐ τοῦ ὄνομα· ἥτις στήλη ἕως τοῦ παρόντος ἵσταται ἐκεῖ. ἥντινα πόλιν ἐκάλεσε τὸ Ἰκόνιον, διότι πρώτης νίκης εἰκόνα σὺν τῇ Γορ‐
20γόνῃ ἐκεῖ ἔλαβεν. ὑπέταξε δὲ καὶ τὰς ἄλλας χώρας μηδενὸς ἀν‐ θισταμένου. ἐρχόμενος δὲ ἐπὶ τὴν Ἰσαυρίαν καὶ Κιλικίαν, καὶ ἀντιστάσεις αὐτοῦ πολεμίων ὑπομένοντος, ἐχρηματίσθη ταῦτα
ὅτι Ἀπὸ τοῦ ἰδίου ἵππου ἀποβὰς τὸν σὸν ταρσὸν τοῦ ποδὸς εἰς36
Chron
.

37

τὴν χθόνα πήξας νίκην λάβοις. καὶ κατελθὼν ἐκ τοῦ ἰδίου ἵππου ἐν τῇ λεγομένῃ κώμῃ Ἀνδρασῷ, ἐκεῖ τὸν ταρσὸν τοῦ ποδὸς ἔπηξεν· καὶ νικήσας τῇ χρήσει τῆς Γοργόνος, ἐποίησε τὴν αὐτὴν κώμην πόλιν, ἥντινα ἐκάλεσε Ταρσὸν ἐκ τοῦ χρησμοῦ τοῦ ἰδίου αὐτοῦ
5ποδός, θυσιάσας κόρην ἀδαῆ ὀνόματι Παρθενόπην εἰς ἀποκα‐ θαρισμὸν τῆς πόλεως. καὶ εὐχαριστήσας ὥρμησεν ἐκεῖθεν διὰ τοῦ Ἀργαίου ὄρους κατὰ Ἀσσυρίων· καὶ νικήσας αὐτοὺς καὶ φο‐ νεύσας τὸν Σαρδανάπαλλον, βασιλέα αὐτῶν, τὸν ἐκ τοῦ γένους αὐτοῦ καταγόμενον, ὑπέταξεν αὐτούς, καὶ ἐβασίλευσεν αὐτῶν
10ἔτη νγʹ, καὶ ἐπ’ ὀνόματι αὐτοῦ ἐκάλεσεν αὐτοὺς Πέρσας, ἀφελό‐ μενος ἀπὸ Ἀσσυρίων τὴν βασιλείαν καὶ τὸ ὄνομα. καὶ ἐφύτευσε δένδρα, καὶ ἐκάλεσε περσέας· οὐ μόνον δὲ ἐκεῖ, ἀλλὰ καὶ ἐν τοῖς Αἰγυπτίοις μέρεσιν ἐφύτευσε τὰς περσέας εἰς μνήμην ἑαυτοῦ. ἐδίδαξε δὲ καὶ τοὺς Πέρσας τὴν τελετὴν τοῦ μυσεροῦ καὶ ἀθέου
15σκύφους τῆς Μεδούσης· ὧντινων ἐκάλεσε τὴν χώραν Μήδων διὰ τὸ μάθημα. Ὁ δὲ αὐτὸς Περσεὺς μετὰ τὸ βασιλεῦσαι τῆς Περσικῆς χώ‐ ρας ἔτη πολλά, μαθὼν ὅτι ἐν τῇ Συρίᾳ χώρᾳ διάγουσιν ἐκ τοῦ Ἄργους Ἰωνῖται, ἦλθεν εἰς τὴν Συρίαν πρὸς αὐτοὺς εἰς τὸ Σίλ‐
20πιον ὄρος, ὡς πρὸς ἰδίους συγγενεῖς· οἵτινες δεξάμενοι αὐτὸν μετὰ πάσης τιμῆς προσεκύνησαν· γνόντες αὐτὸν οἱ αὐτοὶ Ἀργεῖοι Ἰω‐
πολῖται ὅτι καὶ οὗτος ἐκ τοῦ γένους τῶν Ἀργείων κατάγεται, χα‐37
Chron
.

38

ρέντες ἀνύμνουν αὐτόν. χειμῶνος δὲ γενομένου, καὶ πλημμυρή‐ σαντος πολὺ τοῦ παρακειμένου ποταμοῦ τῇ Ἰωνιτῶν πόλει τοῦ λεγομένου Δράκοντος, νυνὶ δὲ Ὀρόντου, ᾔτησε τοὺς Ἰωνίτας εὔξασθαι· καὶ ἐν τῷ εὔχεσθαι αὐτοὺς καὶ μυσταγωγεῖν κατηνέ‐
5χθη σφαῖρα πυρὸς κεραυνοῦ ἐκ τοῦ οὐρανοῦ, ἥτις ἐποίησε παυ‐ θῆναι τὸν χειμῶνα καὶ τὰ τοῦ ποταμοῦ ἐπισχεθῆναι ῥεῖθρα. καὶ θαυμάσας ἐπὶ τῷ γεγονότι ὁ Περσεὺς ἐξ ἐκείνου τοῦ πυρὸς εὐθέως ἀνῆψε πῦρ, καὶ εἶχε φυλαττόμενον μεθ’ ἑαυτοῦ· ὅπερ πῦρ ἐβά‐ σταζεν ἐπὶ τὰ Περσικὰ μέρη εἰς τὰ ἴδια βασίλεια. καὶ ἐδίδαξεν
10αὐτοὺς τιμᾶν ἐκεῖνο τὸ πῦρ, ὅπερ ἔλεγεν αὐτοῖς ἑωρακέναι ἐκ τοῦ οὐρανοῦ κατενεχθέντα· ὅπερ πῦρ ἕως τοῦ παρόντος ἐν τιμῇ ἔχου‐ σιν οἱ Πέρσαι, ὡς θεῖον. ὁ δὲ αὐτὸς Περσεὺς ἔκτισε τοῖς Ἰω‐ νίταις ἱερόν, ὃ ἐπωνόμασε πυρὸς ἀθανάτου. ὁμοίως δὲ καὶ εἰς τὰ Περσικὰ ἔκτισεν ἱερὸν πυρός, καταστήσας ἐκεῖ διακονεῖν αὐ‐
15τῷ εὐλαβεῖς ἄνδρας, οὕστινας ἐκάλεσε μάγους. ταῦτα δὲ Παυ‐ σανίας ὁ σοφώτατος χρονογράφος συνεγράψατο. Καὶ μετὰ καιρὸν ἐλθὼν ὁ Κηφεὺς βασιλεὺς κατ’ αὐτοῦ ἐκ τῆς Αἰθιοπίας, ὁ πατὴρ τῆς Ἀνδρομέδας, ἐπολέμησεν αὐτῷ· ἦν δὲ ὁ Κηφεὺς ἐκ τοῦ γήρως μὴ βλέπων. καὶ ἀκούσας ὁ Περ‐
20σεὺς ὅτι πολεμεῖ αὐτῷ, ὀργισθεὶς πάνυ, ἐξῆλθε κατ’ αὐτοῦ βα‐38
Chron
.

39

στάζων τὴν κάραν, καὶ ὑπέδειξεν αὐτῷ αὐτήν. καὶ ὁ Κηφεὺς μὴ βλέπων ἐπέβαινεν αὐτῷ ἔφιππος· ὁ δὲ Περσεὺς ἀγνοῶν ὅτι οὐ καθορᾷ, ἐλογίσατο μηκέτι ἐνεργεῖν τὴν κάραν ἧς κατεῖχε Γοργό‐ νος· καὶ στρέψας αὐτὴν πρὸς ἑαυτὸν προσέσχεν αὐτῇ· καὶ τυ‐
5φλωθεὶς ἔμεινεν ὡσεὶ νεκρὸς καὶ ἀνῃρέθη. καὶ λοιπὸν ἐβασίλευ‐ σε Περσῶν ὁ υἱὸς τοῦ Περσέως καὶ τῆς Ἀνδρομέδας, προβλη‐ θεὶς ἐκ τοῦ ἰδίου αὐτοῦ πάππου τοῦ Κηφέως, τοῦ βασιλέως τῆς Αἰθιοπίας· ὅστις ἐκέλευσε, καὶ ἐκαύθη ἡ μυσερὰ κεφαλὴ τῆς Γοργόνος, καὶ ἀνεχώρησεν ἐπὶ τὴν ἰδίαν αὐτοῦ χώραν. καὶ
10ἔμεινε λοιπὸν τὸ γένος τοῦ Περσέως βασιλεῦον τῆς Βαβυλωνίας χώρας. Ἐν δὲ τοῖς προειρημένοις ἀνωτέροις χρόνοις κατέλαβε τὴν Βοιωτίαν χώραν ἐκ τῆς Φοινίκης Κάδμος, ὁ Ἀγήνορος υἱός· ὅντινα ἔπεμψεν ὁ αὐτοῦ πατὴρ εἰς ἀναζήτησιν καὶ ἀνάῤῥυσιν τῆς
15Εὐρώπης, ἀδελφῆς αὐτοῦ. καὶ μαθὼν ὁ αὐτὸς Κάδμος ὅτι βα‐ σιλεύει τῆς Κρήτης, ἐπὶ τὴν Βοιωτίαν ὥρμησε· καὶ διατρίψας εἰς τὴν Βοιωτίαν ἐδίδαξεν αὐτοὺς τὰ Φοινίκων ἀγνοοῦντας γράμ‐ ματα, καὶ ἐτίμουν αὐτὸν καὶ ἐποίησαν αὐτὸν βασιλέα τῆς Βοιω‐ τίας· ἦν γὰρ καὶ εὐειδὴς τῇ θέᾳ· ὅστις βασιλεύει τῶν Βοιωτῶν
20ἔτη ξβʹ. καὶ ἠγάγετο γυναῖκα ἐκεῖθεν ὀνόματι Ἁρμονίαν· ἐξ ἧς ἔσχε θυγατέρας ἕξ, Ἰνὼ καὶ Ἀγαύην καὶ Σεμέλην καὶ Εὐρυνό‐
μην καὶ Κλεανθὼ καὶ Εὐρυδίκην· αἵτινες ἐλέγοντο προϊοῦσαι αἱ39
Chron
.

40

Καδμιάδες. κτίζει δὲ καὶ πόλιν ἐν τῇ Βοιωτίᾳ μεγάλην, ἥντινα ἐκάλεσεν εἰς ἴδιον ὄνομα Καδμείαν. καὶ βασιλεύει ὁ αὐτὸς Κά‐ δμος ἐκεῖ· ἀνεκαλέσατο δὲ ἐκ τῆς ἐξορίας τὸν Τειρεσίαν, Βοιώ‐ τιον ὄντα φιλόσοφον, τὸν θηρολέτην, ὄντα πλούσιον καὶ χρή‐
5μασι καὶ ἀξίᾳ καὶ σοφίᾳ. ὅστις παρεισήγαγε δόγμα τοῖς Ἕλλησι τὸ αὐτομάτως φέρεσθαι τὰ πάντα καὶ ἀπρονόητον εἶναι τὸν κό‐ σμον· καὶ οἱ ἱερεῖς συνεσκευάσαντο αὐτόν, καὶ ἐξωρίσθη εἰς τὸ ἱερὸν Δαφναίου Ἀπόλλωνος, ὡς γυναικώδεις ἔχων φρένας, καὶ πολυπραγμονοῦντα πῶς μιγνυμένη γυνὴ μετὰ ἀνδρὸς συλλαμβά‐
10νει, καὶ ἡ φύσις τοῦ αἵματος μερίζεται εἰς ὀστέα καὶ σάρκας καὶ φλέβας καὶ νεῦρα καὶ αἷμα, καὶ ζωογονεῖται βρέφος καὶ τίκτεται· ἅτινα ὁ σοφώτατος Κεφαλίων συνεγράψατο. ὁ γὰρ σοφώτατος Σοφοκλῆς δρᾶμα ἐξέθετο καὶ ποιητικῶς εἶπεν ὅτι τὴν Παλλάδα εἶδε λουομένην καὶ γυνὴ ἐγένετο· ὁ Τειρεσίας, φησί, τὴν σοφίαν
15τοῦ δημιουργοῦ ἐζήτησε γνῶναι καὶ οὐκ ἠδυνήθη· ὅθεν ἐξέθετο ὁ αὐτὸς Σοφοκλῆς ἐν τοῖς αὐτοῦ συγγράμμασι ταῦτα ἀληθείας εἶναι· εἷς ἐστιν ὁ θεός, ὃς τὸν οὐρανὸν ἔτευξε καὶ γαῖαν μακρὰν πόντου τε χαροποῦ οἶδμα καὶ ἀνέμων βίας· θνητοὶ δὲ πολὺ καρ‐
δίᾳ πλανώμενοι, ἱδρυσάμεθα πημάτων παραψυχὰς θεῶν ἀγάλ‐40
Chron
.

41

ματα ἐκ λίθων καὶ ξύλων ἢ χρυσοτεύκτων ἢ ἐλεφαντίνων τύπους, θυσίας τε τούτοις καὶ κενὰς πανηγύρεις τεύχοντες εὐσεβεῖν νομί‐ ζομεν. μοναρχίαν γὰρ ἐδόκει δοξάζειν ὁ αὐτὸς Σοφοκλῆς. Ὁ δὲ Κάδμος ἐξέδωκε τὴν ἑαυτοῦ θυγατέρα τὴν Ἀγαύην
5Ἐχίονί τινι συγκλητικῷ· ὅστις Ἐχίων ἔσχεν ἐξ αὐτῆς υἱὸν ὀνό‐ ματι Πενθέα, ἄνδρα συνετὸν καὶ ἐν φρονήσει καὶ ἐν πᾶσι. τὴν δὲ Σεμέλην, τὴν ἄλλην αὐτοῦ θυγατέρα, εὐπρεπεστάτην οὖσαν πάνυ, ἐφίλησέ τις ὀνόματι Πολυμήδων, υἱὸς Αἰθερίωνος συγ‐ κλητικοῦ, ἐκ τοῦ γένους καταγομένου τοῦ Πίκου Διός· ἣν προ‐
10τρεψάμενος ἔφθειρεν, ἀφ’ ἧς ἔσχεν υἱόν. καὶ ἐν τῷ ἔχειν αὐ‐ τὴν ἐν γαστρὶ τὸν παῖδα χειμῶνος ὄντος ἐγένοντο ἀστραπαὶ μεγάλαι καὶ βρονταί· καὶ ἐθροήθη ἡ κόρη Σεμέλη, καὶ τὸ μὲν βρέφος παρευθὺς ἐγέννησε μηνῶν ἑπτά, αὐτὴ δὲ μὴ ὑπενέγκασα τοὺς πόνους ἐτελεύτησε· καὶ ἔπεμψεν ὁ Κάδμος τὸ βρέφος εἰς
15τὴν Νυσίαν χώραν, κἀκεῖ ἐτράφη· διὰ τοῦτο δὲ συνεγράψατο ὅτι ὁ Ζεὺς τὸν λοιπὸν χρόνον τῆς μητρικῆς αὐτοῦ γαστρὸς ἐν τῷ ἰδίῳ κόλπῳ ἐφύλαξε, διότι μέρος ζωῆς ἔσχε παρὰ τὸν χρόνον τῆς γεν‐ νήσεως αὐτοῦ ἐκτρωθείς, καθὼς Παλαίφατος ὁ σοφώτατος συν‐ εγράψατο. ὅντινα ὁ αὐτοῦ πάππος Κάδμος Νύσιον ἐκάλεσεν,
20ἀλλ’ οἱ λοιποὶ ὡς θαύματά τινα ποιοῦντα ἐκ τῆς ἡλιακῆς εὐχῆς
Διόνυσον μετεκάλεσαν, ὡς ἐκ γένους ὄντα πατρῴου, καὶ ἀπε‐41
Chron
.

42

θέωσαν αὐτὸν εὑρηκότα δι’ ἀμπέλου τροφὴν ἀνθρώποις. ἐξέ‐ θετο γὰρ καὶ περὶ τῆς ἀμπέλου καὶ τῆς γεωργικῆς τινα· ἔμαθε δὲ καὶ μυστικά τινα καὶ ἐγένετο ἀνὴρ σοφὸς καὶ ἐν μυσταγωγίαις ὁ αὐτὸς Διόνυσος, καὶ ἐποίει φαντασίας τινὰς θαυμάτων. ὅστις
5καὶ πρὸς Πέρσας καὶ πρὸς Ἰνδοὺς καὶ εἰς πολλὰς χώρας ἀπῆλθε, καὶ πολεμῶν φαντασίας τινὰς θαυμάτων ἐδείκνυεν, ἔχων καὶ στρατὸν μεθ’ ἑαυτοῦ πολύν. ὁ δὲ Κάδμος γεγηρακὼς παρεχώ‐ ρησε τῆς διοικήσεως τῆς βασιλείας τῶν Βοιωτῶν τῷ υἱῷ τοῦ Ἐχίο‐ νος, τῷ Πενθεῖ, τῷ ἐκγόνῳ αὐτοῦ· ὅστις ἐπῃνεῖτο παρὰ τῶν
10συγκλητικῶν καὶ παρὰ πάντων. ὁ Κάδμος δὲ λαβὼν τὸν Τειρε‐ σίαν διῆγεν ἐν τῇ χώρᾳ τῆς Βοιωτίας ἐπὶ τὸ Κιθαιρώνιον ὄρος τὸν πολὺν χρόνον. τοῦτο δὲ ἀκούσας ὁ Διόνυσος, ὅτι ἐγήρασεν ὁ αὐτοῦ πάππος, ἦλθεν ἐπὶ τὴν Καδμείαν πόλιν μετὰ πολλῆς ἀξίας καὶ ὅπλων, ὀφείλων βασιλεῦσαι. καὶ ἑωρακὼς αὐτὸν φαν‐
15τασίας τινὰς ποιοῦντα καὶ ὁπλίτας ἔχοντα, καὶ προσκαλούμενον πᾶσαν τὴν συγγένειαν αὐτοῦ, καὶ τὰς συγγενίδας διδάσκοντα μυ‐ σταγωγίας ἡλιακῶν βακχευμάτων, ἃς ἔλεγον βάκχας, ὡσαύτως δὲ καὶ τοὺς πολίτας καὶ τελετάς τινων εὐχῶν διδάσκοντα ἡλια‐
κῶν πρὸς τὸ πεῖσαι τοὺς Βοιωτοὺς δύνασθαι αὐτὸν ἀντέχεσθαι42
Chron
.

43

τῆς βασιλείας, κεκοσμημένον ὅπλῳ καὶ στρατῷ, οὕς, φησί, σκίρ‐ τους ἐκάλει, ὡς γοργοὺς καὶ ἐξαλλομένους· ἦσαν γὰρ ἐκ τῆς Βεσ‐ σικῆς χώρας, καὶ σοφίᾳ μυστικῇ πεπαιδευμένοι· ταῦτα γνοὺς ὁ Πενθεὺς ἐφθόνει αὐτῷ, ἀκούσας ὅτι καὶ τῆς βασιλείας τῶν Βοιω‐
5τῶν ἐπιθυμεῖ. καὶ γενόμενοι ἐχθροὶ συνέβαλον πόλεμον ἐν τῇ πόλει· καὶ ὁ Πενθεὺς νικήσας αὐτὸν παρέλαβεν αὐτόν, καὶ δήσας ἐφύλαξεν αὐτὸν διὰ τὴν παρουσίαν τοῦ Κάδμου, τοῦ πάππου αὐ‐ τῶν. ἡ δὲ Ἀγαύη, ὡς θεία αὐτοῦ καὶ μήτηρ τοῦ Πενθέως, πείσασα τὸν ἴδιον υἱὸν ἐποίησεν αὐτὸν ἀπολῦσαι αὐτόν. ὅστις
10ἀπολυθεὶς ἐβουλεύετο πῶς ἀνέλῃ τὸν Πενθέα· καὶ ὁπλισάμενος μετεστείλατο τὴν Ἀγαύην, καὶ ᾔτησε φιλιωθῆναι αὐτὴν τῷ Πεν‐ θεῖ καὶ ἅμα αὐτῷ ἀπελθεῖν πρὸς τὸν Κάδμον. ἡ δὲ πολλὰ ποιήσασα τῷ Πενθεῖ, τῷ ἑαυτῆς υἱῷ, ἔπεισεν αὐτὸν φιλιωθῆ‐ ναι αὐτῷ καὶ ἀπελθεῖν πρὸς τὸν Κάδμον, ὅτι ἐλυπήθη πρὸς αὐ‐
15τούς, τῆς Ἀγαύης συνταξαμένης ἅμα αὐτοῖς ἀπιέναι καὶ πείθειν τὸν ἴδιον πατέρα. ὁ δὲ Διόνυσος ὠργίζετο κατὰ τοῦ Πενθέως, ὡς δεθεὶς καὶ λοιδορούμενος παρ’ αὐτοῦ· ἔλεγε γὰρ πᾶσιν ὅτι ἐκ πορνείας ἐτέχθη ὁ αὐτὸς Διόνυσος. διὰ τοῦτο δὲ καὶ ὁ Εὐριπί‐ δης μετὰ χρόνους εὑρηκὼς τὸ τοιοῦτον σύγγραμμα τῶν Βακχῶν
20ἐξέθετο δρᾶμα, ὡς ἀπὸ Πενθέως εἰπὼν ταῦτα· Σεμέλη δὲ λο‐43
Chron
.

44

χευθεῖσα ἐκ βροτοῦ τινος εἰς Ζῆνα φέρουσα τὴν ἁμαρτίαν λέγει. φιλιωθέντων δὲ αὐτῶν ἐκέλευσε τῷ ἰδίῳ στρατῷ ὁ Διόνυσος προ‐ λαβεῖν κατὰ τὴν ὁδὸν ἐν στενῷ τόπῳ καὶ συσχεῖν τὸν Πενθέα. ἐν δὲ τῷ μέλλειν αὐτοὺς ἐξιέναι μετὰ ὀλίγων ἀνδρῶν ἦλθεν ὁ
5Διόνυσος πρὸς αὐτόν· καὶ λοιπὸν ὁ Πενθεύς, ἀγνοῶν τὸ σκέμ‐ μα, καὶ αὐτὸς ὀλίγους μεθ’ ἑαυτοῦ ἔλαβεν ἄνδρας· καὶ ἡ Ἀγαύη ἦν μετ’ αὐτῶν. ἐν δὲ τῷ αὐτοὺς ἀπιέναι ἐπέῤῥιψεν αὐτῷ ὁ στρα‐ τὸς τοῦ Διονύσου, καὶ συνέσχον τὸν Πενθέα· καὶ εὐθέως ἐκέ‐ λευσεν ὁ Διόνυσος ἀποτμηθῆναι αὐτόν, καὶ τὴν κεφαλὴν δοθῆ‐
10ναι τῇ μητρὶ αὐτοῦ, ὡς ὑβριζούσῃ τὸν αὐτὸν Διόνυσον. καὶ ὑπέστρεψεν ὁ Διόνυσος εἰς τὴν Καδμείαν εἰς τὸ βασιλεῦσαι. διὰ τοῦτο δὲ λέγουσι τὴν Ἀγαύην ἀποκεφαλίσασαν τὸν ἴδιον αὐ‐ τῆς υἱόν, διότι ἔπεισε τὸν Πενθέα φιλιωθῆναι τῷ Διονύσῳ καὶ αἰτία γέγονε τοῦ θανάτου τοῦ ἰδίου αὐτῆς υἱοῦ. οἱ οὖν συγκλη‐
15τικοὶ καὶ πολῖται τῆς Καδμείας πόλεως οὐκ ἐδέξαντο τὸν αὐτὸν Διόνυσον διοικῆσαι τὴν βασιλείαν αὐτῶν, λέγοντες ὅτι τὸν ἴδιον ἐξάδελφον ἐφόνευσε μὴ ὢν βασιλεύς· ἐὰν βασιλεύσῃ, ἀπολεῖ τὴν Βοιωτίαν. καὶ προετρέψαντο παρακαλέσαντες τὸν Λυκοῦργον, ἄνδρα σοφόν, εἰπόντες αὐτῷ τὰ συμβάντα. καὶ ὡπλίσατο κατ’
20αὐτοῦ, καὶ ἐκβάλλει αὐτὸν ἐκ τῆς Καδμείας πόλεως καὶ τῆς Βοιω‐
τίας. καὶ γνοὺς τοῦτο ὁ Διόνυσος, ὅτι ὡπλίσατο κατ’ αὐτοῦ,44
Chron
.

45

ἔφυγε τὸν Λυκοῦργον· καὶ εἰς Δελφοὺς ἀπελθὼν ἐκεῖ τελευτᾷ. καὶ ἐτέθη τὸ λείψανον τοῦ αὐτοῦ Διονύσου ἐκεῖ ἐν σορῷ· καὶ τὰ ὅπλα δὲ αὐτοῦ αὐτὸς ἐκεῖ εἰς τὸ ἱερὸν ἐκρέμασε, καθὼς Δείναρ‐ χος ὁ σοφώτατος συνεγράψατο περὶ τοῦ αὐτοῦ Διονύσου. ὡσαύ‐
5τως δὲ καὶ ὁ σοφώτατος Φιλόχορος τὰ αὐτὰ συνεγράψατο, ἐν ᾗ ἐκθέσει εἶπε περὶ τοῦ αὐτοῦ Διονύσου, ἔστιν ἰδεῖν τὴν ταφὴν αὐ‐ τοῦ ἐν Δελφοῖς παρὰ τὸν Ἀπόλλωνα τὸν χρυσοῦν. βάθρον δέ τι εἶναι ὑπονοεῖται ἡ σορός, ἐν ᾧ γράφεται, Ἐνθάδε κεῖται θανὼν Διόνυσος ἐκ Σεμέλης. ὁμοίως δὲ καὶ ὁ σοφώτατος Κεφαλίων τὰ
10αὐτὰ ἐν τῷ ἰδίῳ συγγράμματι ἐξέθετο. Μετὰ οὖν τὴν τελευτὴν τοῦ Κάδμου, βασιλέως τῆς Βοιω‐ τίας, ἐβασίλευσεν ὁ Νυκτεύς. οὗτος ἔχει θυγατέρα, ἱέρειαν τοῦ ναοῦ Ἡλίου, ὀνόματι Ἀντιόπην· ἥτις ἐδιδάχθη τὴν ἡλιακὴν εὐ‐ χήν, ἤτοι μυσταγωγίαν τῶν Διονυσιακῶν βακχευμάτων, κἀκεῖθεν
15ἐλέγετο βάκχη. ὁ δὲ αὐτῆς πατήρ, ὁ Νυκτεύς, εἶχεν ἀδελφὸν ὀνό‐ ματι Λύκον, βασιλέα τοῦ Ἄργους· ὅστις Λύκος βασιλεὺς εἶχε συγκλητικὸν ὀνόματι Θεόβοον, υἱὸν γενόμενον Βρόντονός τινος, ἐξαδέλφου τῆς Δίρκης, ἐκ τοῦ γένους τοῦ Πίκου Διὸς καταγο‐ μένου. ὁ αὐτὸς δὲ Θεόβοος ὁ συγκλητικὸς κατὰ τάγμα ἐλθὼν ἐκ
20τοῦ Ἄργους ἐν τῷ ἱερῷ τοῦ Ἡλίου παρακοιμηθῆναι, καὶ ἑωρακὼς
τὴν ἱέρειαν Ἀντιόπην, εὐπρεπεστάτην οὖσαν καὶ εὐμήκη, ἐβλήθη45
Chron
.

46

εἰς ἔρωτα αὐτῆς. καὶ παραμείνας ἐν τῷ ἱερῷ προφάσει τοῦ τά‐ γματος τῆς εὐχῆς, ὡς συγγενὴς αὐτῆς, ὑπονοθεύσας ἔφθειρεν αὐ‐ τὴν καὶ ἔγκυον ἐποίησε· καὶ φοβηθεὶς τὸν Νυκτέα, βασιλέα τῆς Βοιωτίας, ἀνεχώρησεν εἰς τὴν ἰδίαν αὐτοῦ χώραν. μαθὼν δὲ ὁ
5Νυκτεὺς βασιλεύς, ὁ ταύτης πατήρ, ὅτι ἐφθάρη, ἔλαβεν αὐ‐ τὴν ἐκ τοῦ ἱεροῦ· καὶ ἐξετάσας αὐτὴν ἔμαθε παρ’ αὐτῆς τὸν φθορέα Θεόβοον ὅτι ἐκ τῶν συγκλητικῶν ἐστι τοῦ ἀδελφοῦ αὐτοῦ Λύκου καὶ τῆς αὐτοῦ γυναικὸς γένος. ἀγνοῶν δὲ ὁ Νυκτεύς, ὁ πατὴρ αὐτῆς, ὅτι ἔγκυός ἐστιν, ἔπεμψεν αὐτὴν εἰς τὸν ἴδιον αὐ‐
10τοῦ ἀδελφόν, τὸν Λύκον, βασιλέα τοῦ Ἄργους, ἵνα ἐξετάσῃ καὶ αὐτὸς τὸ πρᾶγμα τῆς φθορᾶς αὐτῆς, καὶ εἰ ἀληθές ἐστιν ὅτι ἐκ τοῦ Ἄργους ἐστὶν ὁ αὐτῆς φθορεύς, καὶ αὐτὴν τιμωρήσηται, ὡς φθαρεῖσαν ἱέρειαν οὖσαν, καὶ ἐκεῖνον δὲ ἀμύνηται, ὡς τοιοῦ‐ τόν τι τολμήσαντα κατὰ ἱερατικοῦ σώματος. ὁ δὲ βασιλεὺς Λύ‐
15κος εἰσαγαγὼν τὴν αὐτὴν Ἀντιόπην εἰς ἐξέτασιν, καὶ ἑωρακὼς αὐτῆς τὴν εὐπρέπειαν, καὶ μαθὼν ὅτι ἔγκυός ἐστιν, ἠλέησεν αὐ‐ τήν, λέγων ὅτι δεῖ περιμεῖναι, ἄχρις οὗ τέκῃ, καὶ τότε τιμωρή‐ σασθαι αὐτήν, ὡς ἱερατικὸν ὑβρίσασαν σχῆμα. ὁ δὲ αὐτὸς Λύ‐ κος βασιλεὺς εἶχε γυναῖκα τὴν Δίρκην· καὶ παραδοὺς αὐτῇ τὴν
20Ἀντιόπην εἶπεν αὐτὴν φυλάττεσθαι παρ’ αὐτῇ, ἄχρις οὗ τέκῃ· ὁ δὲ Λύκος βασιλεὺς ἦν θεῖος τῆς Ἀντιόπης. ἡ δὲ αὐτὴ Ἀντιόπη
ἐγέννησε δίδυμα, οὕστινας ἐκάλεσεν Ἀμφίονα καὶ Ζῆθον. καὶ46
Chron
.

47

ἐῤῥίφησαν γεννηθέντα τὰ βρέφη κατὰ κέλευσιν τοῦ Λύκου βασι‐ λέως ἐν τῇ κώμῃ τῇ λεγομένῃ Ῥασθέᾳ πλησίον τοῦ Κιθαιρωνίου ὄρους. οὕστινας παῖδας οἴκτου χάριν ἔλαβε παρὰ τῶν ῥιπτόν‐ των τὰ αὐτὰ βρέφη Ὀρδίων τις γεηπόνος, ἄπαις ὤν, γνοὺς ὅτι
5τέκνα ὑπῆρχον τῆς ἱερείας Ἀντιόπης· ᾔδει γὰρ αὐτήν, ὡς ἱέρειαν· καὶ ἀνεθρέψατο αὐτά. μετὰ δὲ χρόνον πολέμου κινηθέντος τῇ Ἀργείων χώρᾳ, ἐξῆλθεν ὁ Λύκος βασιλεὺς ἐπὶ τὸν πόλεμον· καὶ ἐχρόνισε πολεμῶν. ἡ δὲ Δίρκη, τοῦ Λύκου βασιλέως γυνή, λο‐ γισαμένη ὅτι οὐκέτι μετὰ τὸν τοκετὸν ἐτιμωρήσατο τὴν αὐτὴν
10Ἀντιόπην, ἀλλ’ εἴασεν αὐτήν, ὡς ἐρῶν αὐτῆς καὶ λάθρᾳ μιγνύ‐ μενος μετ’ αὐτῆς, ὡς εὐπρεπεστάτης, λαβοῦσα αὐτὴν μετὰ ὀλί‐ γων στρατιωτῶν ὡς ἐπὶ χώραν ἀπῆλθεν ἐπὶ τὸ Κιθαιρώνιον ὄρος ἐν τῇ κώμῃ ὅπου οἱ αὐτῆς υἱεῖς ἦσαν ἀνατραφέντες. τοῦτο δὲ ἀγνοοῦσα ἡ Δίρκη, καὶ ἐξαγαγοῦσα ἐκ τοῦ αὐτοῦ χωρίου ταῦρον
15ἄγριον, καὶ πήξασα δᾷδα ἐν τοῖς αὐτοῦ κέρασι, τὴν Ἀντιόπην ἐκέλευσε δεθῆναι, καὶ τὸν σχοῖνον εἰς τὸν τράχηλον τοῦ ταύρου εἱλιγῆναι, καὶ οὕτως συρῆναι τὴν Ἀντιόπην ὑπὸ τοῦ ταύρου καὶ ἀπολέσθαι. καὶ ἀκούσαντες πάντες οἱ τοῦ αὐτοῦ κτήματος τὸν μέλλοντα γίνεσθαι τῆς Ἀντιόπης θάνατον καὶ τοὺς αὐτῆς ὀλολυ‐
20γμούς, ἐξῆλθον ἐκ τοῦ Δέρας Θέας χωρίου οὕτως λεγομένου·
ἦσαν δὲ ἐν πλήθει πολλοὶ ἐν αὐτῷ ἄγροικοι· ὡσαύτως δὲ καὶ οἱ47
Chron
.

48

δύο υἱοὶ τῆς Ἀντιόπης ἦσαν μετ’ αὐτῶν ἅμα τῷ ἀναθρεψαμένῳ αὐτοὺς Ὀρδίωνι γεωργῷ. καὶ παρεκάλουν τὴν Δίρκην μὴ τοιού‐ τῳ μόρῳ ἀνελεῖν αὐτήν· ἡ δὲ ἐξεῖπεν αὐτοῖς ὅτι ἱέρεια ἦν τοῦ Ἡλίου, καὶ ἐφθάρη καὶ ἐγέννησε δύο παῖδας ἐκ πορνείας, καὶ
5δεῖ αὐτὴν τιμωρηθῆναι. καὶ ἀκούσαντες οἱ τῆς Ἀντιόπης υἱοί, Ζῆθος καὶ Ἀμφίων, παρὰ τοῦ ἀναθρεψαμένου αὐτοὺς Ὀρδίω‐ νος ὅτι ἡ μήτηρ αὐτῶν ἐστιν ἡ μέλλουσα τιμωρεῖσθαι, ἡ Ἀντιό‐ πη, συναθροίσαντες πᾶσαν τὴν ἀγροικικὴν χώραν, ἅμα αὐτοῖς ἀπελθόντες ἐφόνευσαν τοὺς στρατιώτας. καὶ λαβόντες τὴν Δίρ‐
10κην ἀφείλοντο ἃ ἐφόρει βασιλικὰ κοσμήματα, καὶ ἔλυσαν τὴν Ἀν‐ τιόπην. καὶ λυθεῖσα τῶν δεσμῶν ἡ Ἀντιόπη ἐπέτρεψε τοῖς ἰδίοις αὐτῆς παισίν, Ἀμφίονι καὶ Ζήθῳ, φονεῦσαι τὴν Δίρκην· καὶ λαβόντες τὴν Δίρκην ἔδησαν εἰς τὸν αὐτὸν ἄγριον ταῦρον, καὶ συρεῖσα ὑπὸ τοῦ ταύρου ἡ Δίρκη ἀπώλετο. ὁ δὲ ταῦρος ἐκ τῆς
15ἐλασίας ἐδίψησε, καὶ εὑρὼν πηγὴν ἔστη πιεῖν· καὶ κοπεῖσα ἡ σχοῖνος εἴασε πλησίον τῆς πηγῆς τὸ λείψανον τῆς Δίρκης· καὶ ἐκλήθη ἡ αὐτὴ πηγὴ ἐξ ἐκείνου ἕως τῆς νῦν ἐν τῇ χώρᾳ ἐκείνῃ ἡ Δίρκη. καὶ λοιπὸν ὁ Ζῆθος καὶ ὁ Ἀμφίων ἔλαβον τὴν ἑαυτῶν μητέρα, τὴν Ἀντιόπην, καὶ ἔφυγον ἐπὶ τὴν ἰδίαν χώραν αὐτῶν,
20τὴν Βοιωτίαν· καὶ ἐκεῖ ἀναφανέντες ἐγνώσθησαν τοῖς Βοιωτοῖς. ὁ δὲ αὐτῶν πάππος ὁ Νυκτεύς, ὁ βασιλεὺς τῆς αὐτῆς Βοιωτίας χώρας, γεγήρακε, καὶ νόσῳ βληθεὶς τελευτᾷ. καὶ λοιπὸν μετὰ
τὴν τελευτὴν τοῦ Νυκτέως βασιλέως οἱ τῆς Βοιωτίας πάντες ᾔτη‐48
Chron
.

49

σαν αὐτοὺς βασιλεῦσαι αὐτῶν τὸν Ἀμφίονα καὶ τὸν Ζῆθον, ὡς ἐκ γένους βασιλικοῦ ὑπάρχοντας τοῦ Νυκτέως. καὶ ἀνηγορεύθησαν βασιλεῖς, καὶ ἐβασίλευσαν ὁ Ἀμφίων καὶ ὁ Ζῆθος τῆς Βοιωτίας χώρας οἱ μουσικοί. καὶ εὐθέως Ἀμφίων ὁ λυρικὸς κτίζει πόλιν
5μεγάλην πάνυ, δωδεκάπυλον, τὴν πρώην μὲν οὖσαν κώμην λε‐ γομένην Ἐνχιλίαν· ἣν ὠνόμασαν οἱ αὐτοὶ ἀδελφοὶ πόλιν Θήβας εἰς τὸ ὄνομα τοῦ αὐτῶν πατρὸς κατὰ κέλευσιν τῆς αὐτῶν μητρός, τῆς Ἀντιόπης. καὶ ἐβασίλευσαν ἔτη πολλὰ τῶν Θηβῶν· καὶ λοι‐ πὸν ἐκλήθη ἡ αὐτὴ χώρα Θῆβαι. ὁ δὲ Λύκος βασιλεύς, ὁ τῆς
10Δίρκης ἀνήρ, ὁ θεῖος αὐτῶν, ἐτελεύτα ἐν τῷ πολέμῳ. ἅτινα συνεγράψατο Κεφαλίων μετὰ ἀληθείας· ὁ γὰρ σοφώτατος Εὐρι‐ πίδης ποιητικῶς ἐξέθετο δρᾶμα ὡς ὅτι ὁ Ζεὺς εἰς Σάτυρον [με‐ ταβληθεὶς] ἔφθειρε τὴν Ἀντιόπην, κἀκεῖθεν ἐγεννήθη ὁ Ζῆθος καὶ ὁ Ἀμφίων οἱ μουσικοί. κατὰ δὲ μετάστασιν μετεμψυχώσεως
15καταχθέντα τὸν πατέρα αὐτῶν Θεόβοον ἐκ τοῦ Πίκου Διὸς εἶπεν, ὅτι ὁ Ζεὺς μεταβληθεὶς εἰς Σάτυρον, ὅ ἐστι κατὰ τὴν Βοιωτῶν γλῶσσαν εἰς ἄλλο σῶμα εὐτελέστερον, ἔφθειρε τὴν Ἀντιόπην. Μετὰ δὲ τὴν βασιλείαν τοῦ Ἀμφίονος καὶ τοῦ Ζήθου ἐβασί‐ λευσαν οἱ ἐκ τοῦ γένους αὐτῶν τῶν Θηβῶν ἕως τῆς βασιλείας
20τοῦ Οἰδίποδος, υἱοῦ Λαΐου καὶ τῆς Ἰοκάστης. ὅστις Λάϊος,49
Chron
.

50

βασιλεὺς Θηβῶν, ἔσχεν υἱὸν Ἰώκκαν, μετακληθέντα τὸν αὐτὸν προειρημένον Οἰδίποδα. καὶ χρησμοδοτηθεὶς ὅτι τῇ ἰδίᾳ αὐτοῦ μητρὶ Ἰοκάστῃ συμμιγήσεται, ἐκέλευσε τοῖς παραμένουσιν αὐτῷ στρατιώταις λαβεῖν τὸν αὐτὸν Οἰδίποδα εἰς τὰς ὕλας, καὶ βλη‐
5θῆναι τοὺς πόδας αὐτοῦ ἐν ξύλῳ γλυφέντι καὶ ἔχοντι ὀπὰς καὶ ἡλωθῆναι τὸ ξύλον· ἐξ αὐτοῦ οὖν ἐπινενόηται ὁ λεγόμενος παρὰ τοῖς στρατιώταις ἕως τῆς νῦν κοῦσπος· καὶ ποιήσαντες ὡς ἐκε‐ λεύσθησαν οἱ στρατιῶται εἴασαν τὸν Οἰδίποδα εἰς τὰς ὕλας, ὅπως θηριόβρωτος γένηται. καὶ ἐλθών τις ἄγροικος ὀνόματι Μελί‐
10βοιος ἐπὶ τὴν ὕλην κόψαι ξύλα, εὗρεν αὐτὸν συρόμενον ἐπὶ τὴν γῆν καὶ τοὺς πόδας αὐτοῦ ὀγκωθέντας. καὶ λαβὼν ἐν ᾗ ἐβάστα‐ ζεν ἀξίνῃ ἔκλασε τὸ ξύλον ὅπου ἐσφάληντο οἱ αὐτοῦ πόδες, καὶ λαβὼν αὐτὸν ἀνεθρέψατο, καλέσας αὐτὸν Οἰδίποδα διὰ τὸ οἰδά‐ νειν τοὺς πόδας αὐτοῦ· καὶ ἐγένετο γενναῖος αὐξηθείς. ἐν δὲ τῇ
15χώρᾳ ἐκείνῃ ἀνεφάνη γυνή τις χήρα ὀνόματι Σφίγξ, δυσειδής, κατάμασθος, χωρική· ἥτις μετὰ τὴν ἀποβολὴν τοῦ ἰδίου αὐτῆς ἀνδρὸς συναγαγοῦσα πλῆθος ἀγροίκων λῃστῶν ὁμοφρόνων αὐτῇ ἐν τῇ ἰδίᾳ αὐτῆς κώμῃ τῇ λεγομένῃ Μωάβῃ, κειμένῃ δὲ μεταξὺ δύο ὀρέων, ἐχόντων ἐν μέσῳ στενὴν ὁδὸν μίαν μόνην, καὶ κα‐
20θημένη ἐν τῇ μιᾷ κορυφῇ τοῦ ὄρους, ἔχουσα τὴν ἅμα αὐτῇ λῃ‐ στρικὴν χεῖρα, καὶ πάντας τοὺς παριόντας ὁδοιπόρους καὶ πραγ‐ ματευτὰς ἐφόνευσε καὶ τὰ αὐτῶν πάντα ἐκομίζετο. ἥτις περι‐
βόητος ἐγένετο εἰς τὰς Θήβας, καὶ πολλῶν ἐξελθόντων στρα‐50
Chron
.

51

τηγῶν, καὶ μετ’ αὐτῶν στρατὸς πολὺς ἐκ τοῦ Λαΐου βασιλέως, καὶ ταύτης οὐδεὶς ἠδυνήθη περιγενέσθαι διὰ τὸ ἰσχυρὸν τῶν ὀρέων καὶ διὰ τὸ πλῆθος τῶν ἀγροίκων λῃστῶν τῶν μετ’ αὐτῆς συμμε‐ ριζομένων τὰ τῶν παριόντων ξένων καὶ πολιτῶν. ὁ δὲ Οἰδίπους
5τέλειος γενόμενος ἔμαθεν ὅτι ἀπὸ τῆς πόλεως κατάγεται τῶν Θη‐ βῶν· καὶ ἀκούσας ὅτι γυνή τις ὀνόματι Σφίγξ, λῃστρίς, ἐλυ‐ μαίνετο πάντας τοὺς ἐπὶ τὰς Θήβας ἐρχομένους, καὶ στενὸν τὴν πόλιν· σοφὸν οὖν τι βουλευσάμενος εἰς τὸ ἀναιρεῖν τὴν Σφίγγα ἔλαβεν ἐκ τοῦ κτήματος ὅπου ἀνετράφη ἀγροίκους γενναίους, ὡς,
10φησί, θέλων ἅμα τῇ Σφιγγὶ λῃστεύειν. καὶ ἀπῆλθε πρὸς αὐτὴν αἰτῶν αὐτὴν συλλῃστεύειν αὐτῇ· ἥτις θεασαμένη τοῦ νεωτέρου τὴν θέαν καὶ τῶν μετ’ αὐτοῦ, ἐδέξατο αὐτὸν καὶ τοὺς σὺν αὐτῷ· καὶ ἐπήρχετο καὶ αὐτὸς τοῖς παριοῦσιν. εὑρηκὼς δὲ καιρὸν ὅτε οὐκ ἔσχεν ὄχλον λῃστῶν μετ’ αὐτῆς, λαβὼν λόγχην ἀνεῖλεν αὐτήν,
15καὶ ἀφείλετο πάντα τὰ αὐτῆς, φονεύσας ἅμα τοῖς αὐτῆς πολλούς. καὶ εἰσήγαγε τὸ λείψανον αὐτῆς ἐν τῇ τῶν Θηβῶν πόλει, ὡς ὀφεί‐ λων κομίσασθαι ἅμα τοῖς αὐτοῦ χρήματα ἀπὸ τοῦ βασιλέως Λαΐου. καὶ θαυμάζοντες πάντες οἱ Θηβαῖοι πολῖται ἀνύμνουν
αὐτὸν καὶ ἔκραζον αὐτὸν βασιλέα τῶν Θηβῶν γενέσθαι. καὶ51
Chron
.

52

ἠγανάκτησεν ὁ βασιλεὺς κατὰ τῶν τῆς πόλεως, καὶ ἔπεμψε στρα‐ τὸν κατ’ αὐτῶν· καὶ γενομένου ἐμφυλίου πολέμου ἐξῆλθεν ὁ Λάϊος ἀπολογήσασθαι αὐτοῖς. καὶ ῥιφείσης κατ’ αὐτοῦ σαγίτ‐ τας ἐφονεύθη ὁ Λάϊος· καὶ λοιπὸν ἡ Ἰοκάστη, μὴ θέλουσα ἐκ‐
5βληθῆναι τῆς βασιλείας, εὐθέως ἀγαγοῦσα τὸν Οἰδίποδα ἐποίησεν αὐτὸν βασιλέα, μαθοῦσα ὅτι οὐκ ἔχει γυναῖκα. καὶ ἐγαμήθη αὐτῷ πρὸς θεραπείαν τῶν τῆς πόλεως καὶ τῆς συγκλήτου· καὶ ἐβασίλευσε τῶν Θηβῶν ὁ Οἰδίπους ἔτη ιθʹ, καὶ τῆς Ἰοκάστης ἀγνοούσης καὶ τοῦ Οἰδίποδος ὅτι μήτηρ αὐτοῦ ὑπῆρχε· καὶ ἔσχε
10δύο υἱοὺς παρ’ αὐτῆς, τὸν Ἐτεοκλέα καὶ τὸν Πολυνείκην, καὶ θυγατέρας δύο, Ἰσμήνην καὶ Ἀντιγόνην. μετὰ δὲ χρόνον τινὰ ἐπηρώτησεν ἡ αὐτὴ Ἰοκάστη τὸν Οἰδίποδα πόθεν ἐστὶ καὶ τίς αὐ‐ τοῦ πατήρ; ὁ δὲ εἶπε τὸν Μελίβοιον τὸν ἀναθρεψάμενον αὐτόν. καὶ μεταστειλαμένη τὸν Μελίβοιον τὸν ἀναθρέψαντα αὐτὸν ἔμαθε
15παρ’ αὐτοῦ ὅτι οὐκ ἔστιν αὐτοῦ υἱός, ἀλλ’ εὗρεν αὐτὸν εἰς τὰς ὕλας. καὶ ἐπερωτήσασα τὸν χρόνον, ἔγνω ὅτι υἱὸς αὐτῆς ἐστι· καὶ εἶπεν αὐτῷ. καὶ ἀκούσας ὁ Οἰδίπους ἔλαβεν ἥλους, καὶ πή‐ ξας τοῖς ἰδίοις αὐτοῦ ὀφθαλμοῖς τελευτᾷ, ἐάσας τὸ βασίλειον τοῖς δυσὶν αὐτοῦ υἱοῖς, ἐνιαυτὸν παρ’ ἐνιαυτὸν βασιλεύειν κελεύ‐
20σας· οἵτινες εἰς ἔχθραν ἐλθόντες διὰ τὴν βασιλείαν, ἐπολέμησαν μετ’ ἀλλήλων, καὶ ἑαυτοὺς ἔσφαξαν μονομαχήσαντες. ὁ γὰρ
Πολυνείκης, ἐκβληθεὶς ἀπὸ τῆς βασιλείας καὶ διωχθεὶς ἀπὸ τῶν52
Chron
.

53

Θηβῶν ἀπὸ τοῦ Ἐτεοκλέους, ἀδελφοῦ αὐτοῦ, ἀπῆλθεν εἰς τὸ Ἄργος· καὶ ἠγάγετο γυναῖκα τὴν θυγατέρα Ἀδράστου τοῦ βασι‐ λέως τοῦ Ἄργους. καὶ προτρεψάμενος τὸν Ἄδραστον βασιλέα καὶ ἄλλους βασιλεῖς μετὰ πλήθους στρατοῦ κατὰ τοῦ ἰδίου ἀδελ‐
5φοῦ ἦλθε κατὰ τῶν Θηβῶν· οἱ δὲ προτραπέντες καὶ μετ’ αὐτοῦ ἐπιστρατεύσαντες ἦσαν αὐτοί, Ἄδραστος, Καπανεύς, Ἀμφιάραος, Παρθενοπεύς, Ἱππομέδων. καὶ τῶν δύο ἀδελφῶν, ὡς εἴρηται, τελευτησάντων, ἀνεχώρησαν οἱ βασιλεῖς μετὰ τῶν ἰδίων στρατευ‐ μάτων ἐπὶ τὰς αὐτῶν χώρας, καὶ ἐλύθη ἡ βασιλεία τῶν Θηβῶν,
10ἤτοι Βοιωτῶν, κατασχοῦσα ἔτη τξθʹ. τὰ δὲ προγεγραμμένα ταῦτα πάντα ὁ σοφώτατος Παλαίφατος ἀληθῆ ἐξέθετο. ὁ γὰρ σοφώτατος Εὐριπίδης ποιητικῶς ἐξέθετο δρᾶμα περὶ τοῦ Οἰδί‐ ποδος καὶ τῆς Ἰοκάστης καὶ τῆς Σφιγγός. τὰ γὰρ τῶν Θηβῶν βασίλεια Ἀφρικανὸς ὁ χρονογράφος ἐξέθετο.
15 Ἐν δὲ τοῖς ἀνωτέρω προγεγραμμένοις [χρόνοις] ἐκ τῆς φυ‐ λῆς τοῦ Ἰάφεθ ἐγεννήθη ὁ Σερούχ· ὅστις ἐνήρξατο πρῶτος τὸ τοῦ ἑλληνισμοῦ δόγματος διὰ τῆς εἰδωλολατρίας, καθὼς Εὐσέ‐
βιος ὁ Παμφίλου συνεγράψατο, διὰ τὸ τοὺς πάλαι γενομένους53
Chron
.

54

πολεμιστάς, ἡγεμόνας, ἢ πράξαντάς τι ἀνδρεῖον ἢ ἀρετῆς ἐν τῷ βίῳ τοῦ μνημονεύεσθαι εἶναι ἄξιον, μάλιστα τοὺς ποιήσαντας διὰ δυ‐ νάμεώς τινος μυστήρια, ὡς ὄντας αὐτῶν προπάτορας, ἀνδριᾶσι στηλῶν ἐτίμησαν, καὶ πάντες ὡς εὐεργέτας εἰς θεὸν προσεκύνουν,
5καὶ ἐθυσίαζον αὐτοὺς τιμῶντες, ὅτι ἀγαθὸν εὑρηκότες, ἢ διὰ τέ‐ χνης ἢ διὰ κτίσματος ἢ διὰ σοφίας ἢ δι’ ἄλλης οἵας δήποτε ἀρε‐ τῆς ἐλθόντας, οὕστινας ἀπεθέωσαν, καθὼς Ῥηγῖνος ὁ σοφώτατος συνεγράψατο τῶν ἀποθεωθέντων ὀνόματα. οἱ δὲ μετὰ ταῦτα ἄνθρωποι, ἀγνοοῦντες τὴν τῶν προγόνων γνώμην, ὅτι ὡς προπά‐
10τορας καὶ ἀγαθῶν ἐπινοητὰς ἐτίμησαν μνήμης καὶ μόνης χάριν, ὡς θεοὺς ἐπουρανίους ἐτίμουν καὶ ἐθυσίαζον αὐτοῖς, οὐχ ὡς γε‐ νομένους ἀνθρώπους θνητοὺς καὶ ὁμοιοπαθεῖς. περὶ ὧν ἐν ταῖς συγγραφαῖς αὐτοῦ λέγει καὶ ὁ Διόδωρος ὁ σοφώτατος ταῦτα ὅτι ἄνθρωποι γεγόνασιν οἱ θεοί, οὕστινας οἱ ἄνθρωποι ὡς νομίζον‐
15τες δι’ εὐεργεσίαν ἀθανάτους προσηγόρευον· τινὰς δὲ καὶ ὀνομά‐ των προσηγορίας ἐσχηκέναι καὶ κρατήσαντας χώρας. τοῦτο δὲ
ἐποίουν οἱ ἄνθρωποι ἀγνοίᾳ πλησθέντες. ἦν δὲ τὸ τῆς ἀποθεώ‐54
Chron
.

55

σεως σχῆμα τοῦτο. ἐν τοῖς ἱερατικοῖς αὐτῶν βιβλίοις τὰ ὀνόμα‐ τα αὐτῶν ἐτάσσετο, ὅτε ἐτελεύτησαν, καὶ κατὰ τὸν αὐτὸν και‐ ρὸν ἑορτὴν καὶ θυσίαν αὐτῶν ἐπετέλουν ἐν οἷς ἔκειντο μνήμασι, λέγοντες εἰς τὰς τῶν μακάρων νήσους εἶναι τὰς αὐτῶν ψυχὰς καὶ
5μηκέτι κρίνεσθαι ἢ καίεσθαι πυρί. καὶ διέμειναν ἕως τῶν χρό‐ νων Θάῤῥα, τοῦ πατρὸς τοῦ Ἀβραάμ. ἦν γὰρ Θάῤῥα ἀγαλμα‐ τοποιὸς πλαστουργῶν, ἀπὸ λίθων καὶ ξύλων θεοὺς ποιῶν καὶ πι‐ πράσκων, καὶ πλάνην ἀγαλμάτων καὶ εἰδωλολατρίας εἰσῆγε τοῖς ἀνθρώποις διὰ ἀπεικονισμάτων τῶν προγόνων αὐτῶν, μάλιστα
10τῶν εὑρηκότων τὰ γράμματα καὶ τὰς τέχνας· οἷς συνέτρεχον σπουδαίως οἱ Αἰγύπτιοι καὶ οἱ Βαβυλώνιοι καὶ Φρύγες οἱ ἐκ τῆς Ἑλλάδος· ταύτης γὰρ τῆς θρησκείας ὑπῆρχον. ἦσαν γὰρ καὶ αὐτοὶ ἀγαλμάτων ποιηταὶ καὶ μυστηρίων ἐξηγηταὶ καὶ τελεσταί· ἀφ’ ὧν μάλιστα εἰς Ἕλληνας ἤχθη ἡ αὐτὴ θρησκεία, ἀπό τινος
15Ἕλληνος ὀνόματι, υἱοῦ καὶ αὐτοῦ Πίκου Διός, μυστικά τινα ποιοῦντος ἀνδρὸς τῶν ἐν Ἑλλάδι κατοικησάντων, ἐκ τῆς φυλῆς ὄντος τοῦ Ἰάφεθ, υἱοῦ Νῶε τοῦ τρίτου. Ἴωνες δὲ οἱ ἐκ τῆς Ἰὼ τούτων [γὰρ] ἀρχηγοὶ ἐγένοντο· ἦσαν γὰρ διδαχθέντες ἐκ τοῦ
Ἰωανέως γίγαντος τοῦ οἰκοδομήσαντος σὺν τοῖς ἄλλοις τὸν πύρ‐55
Chron
.

56

γον· ὧντινων καὶ γλῶσσαι διεμερίσθησαν, διὸ καὶ μέροπες κέ‐ κληνται οἱ ἄνθρωποι διὰ τὸ μερισθῆναι αὐτῶν τὰς λαλιὰς εἰς πολλὰς γλώσσας καὶ φωνάς. οὕστινας μεμφόμενος ὁ Χερονήσιος Πλούταρχος ἡ παλαιὰ φιλοσοφία παρ’ Ἕλλησι καὶ βαρβάροις ἐξέ‐
5θετο ὡς πλάνην ἀγαλμάτων τινὲς εἰσάγουσιν· αὐτὸς δέ, φησί, τοὺς κατ’ οὐρανὸν φωστῆρας θεοποιεῖν ἔδοξε, τὸν ἥλιον καὶ τὴν σελήνην παρεισάγων, ὡς ἡ τῶν Αἰγυπτίων θεολογία ἔχει, αὐ‐ τοὺς τὸν σύμπαντα κόσμον διοικεῖν τρέφοντας καὶ αὐξάνοντας τὰ πάντα τῇ τρίτῃ κινήσει τῶν εʹ πλανητῶν καὶ τῆς λοιπῆς ἀστρο‐
10θεσίας κατὰ γένεσιν καὶ ἀέρα. τὸν δὲ Πλούταρχον τὸν Χερο‐
νήσιον Πορφύριος ἐν τῇ φιλοσόφῳ αὐτοῦ χρονογραφίᾳ ἐδόξασε.56
Chron
.

57

(t1)

ΛΟΓΟΣ ΤΡΙΤΟΣ
t2ΧΡΟΝΩΝ ΘΕΟΓΝΩΣΙΑΣ ΑΒΡΑΑΜ.
1Ὁ δὲ Ἀβραὰμ θεογνωσίαν ἐπιγνούς, καὶ λογισάμενος ὅτι τὰ ἀγάλματα, ἃ ἐποίει ὁ πατὴρ αὐτοῦ Θάῤῥας, ἀνθρώπων τεθνη‐ κότων ὑπάρχει, καὶ οὐκ ἐχρῆν τιμᾶσθαι αὐτοὺς ὡς θεοὺς ἐν τῷ οὐρανῷ, γενομένους γῆν καὶ κόνιν· κατεγίνωσκεν οὖν τῷ ἰδίῳ
5πατρὶ Θάῤῥᾳ λέγων, Τί πλανᾷς τοὺς ἀνθρώπους διὰ κέρδος; οὐκ ἔστι γὰρ ἄλλος θεός, εἰ μὴ ὁ ἐν τοῖς οὐρανοῖς, ὁ δημιουργήσας τὰ ὁρώμενα ταῦτα πάντα· καὶ λαβὼν ἔκλασε τὰ ἀγάλματα πάντα, καὶ ἀνεχώρησεν ἐξ αὐτοῦ καὶ ἀπῆλθεν εἰς τὴν Μεσοποταμίαν, καθὼς Εὐσέβιος ὁ Παμφίλου, ὁ σοφὸς χρονογράφος, ἐξέθετο.
10 Ἐν δὲ τοῖς χρόνοις τοῦ Ἀβραὰμ ἦν καὶ ὁ Μελχισεδέκ, ἀνὴρ θεοσεβής, ἐθνικός, καταγόμενος ἐκ τοῦ γένους Σίδου, υἱοῦ Αἰ‐
γύπτου, βασιλέως τῆς Λιβύης χώρας· ἐξ οὗ Αἰγύπτιοι κέκλην‐57
Chron
.

58

ται. ὅστις Σίδος ἐκ τῆς Αἰγύπτου ἐπελθὼν παρέλαβε τὴν χώραν τῶν λεγομένων Χαναναίων ἐθνικῶν, τοῦτ’ ἐστὶ τὴν νῦν λεγομέ‐ νην Παλαιστίνην. καὶ ὑποτάξας αὐτὴν ᾤκησεν ἐκεῖ ἐν αὐτῇ· καὶ κτίζει πόλιν, ἣν ἐκάλεσε Σιδόνα εἰς ὄνομα ἴδιον, ἥτις νῦν ἐστιν
5ὑπὸ τὴν Φοινίκην χώραν. καὶ λοιπὸν ἐκ τοῦ γένους τοῦ Σίδου κατήχθη ὁ Μέλχι, ὁ πατὴρ τοῦ Σεδέκ, γενόμενος ἱερεὺς καὶ βα‐ σιλεὺς ἐπεκλήθη Μελχισεδέκ, ὡς προγέγραπται. οὗτος οὖν ὑπῆρ‐ χεν ἱερεὺς καὶ βασιλεὺς τῶν Χαναναίων, καὶ ἔκτισε πόλιν ἐν τῷ ὄρει τῷ λεγομένῳ Σιών, ἥντινα ἐκάλεσε Σαλήμ, ὅπερ ἐστὶν εἰ‐
10ρήνης πόλις. καὶ ἐβασίλευσεν ἐν αὐτῇ ἔτη ριγʹ, καὶ τελευτᾷ, δί‐ καιος καὶ παρθένος, καθὼς Ἰώσηπος ἐν τῇ ἀρχαιολογίᾳ ἐξέ‐ θετο. καὶ Ἰωάννης δὲ καὶ Κύριλλος, οἱ ὁσιώτατοι ἐπίσκοποι, τὰ αὐτὰ εἶπον. Ἀπὸ οὖν τοῦ κατακλυσμοῦ ἕως Ἀβραὰμ ἔτη εἰσὶν ωϟγʹ, ἀπὸ
15δὲ τῆς πυργοποιίας ἔτη εἰσὶ φκγʹ. καὶ ἐγένετο μετέπειτα ἀπὸ Ἀβραὰμ καὶ Ἰσαάκ, τοῦ υἱοῦ, καὶ Ἰακώβ, τοῦ ἐκγόνου αὐτοῦ, καὶ τοῦ σπέρματος αὐτῶν, ἐξ ὧν εἰσιν Ἑβραῖοι, ἀπὸ τῶν χρόνων τοῦ Ἀβραὰμ τὸν χαρακτῆρα τοῦ ἔθνους διὰ περιτομῆς εἰληφότες. ἐστὶν οὖν ἀπὸ Ἀδὰμ ἕως τοῦ Ἀβραὰμ ἔτη ͵σψμεʹ.
20Ὁ δὲ Ἀβραὰμ ἦν ἐτῶν ρʹ, ὅτε ἐγέννησε τὸν Ἰσαάκ, καὶ58
Chron
.

59

Ἰσαὰκ τὸν Ἰακὼβ τὸν λεγόμενον Ἰσραήλ. ἐκλήθησαν δὲ οἱ Ἰου‐ δαῖοι ἀπὸ Ἰούδα τοῦ τετάρτου υἱοῦ τοῦ Ἰακώβ· ἔσχε γὰρ υἱοὺς δώδεκα. ἡ δὲ τοῦ Ἰούδα φυλὴ ἐκράτει τῶν Ἰουδαίων καὶ διῴ‐ κει· ὅθεν καὶ τὸ ὄνομα ἔσχον.
5 Ἐν δὲ τοῖς χρόνοις τούτοις ἐκ τῆς φυλῆς τοῦ Ἰάφεθ ἀνεφαί‐ νετό τις ὀνόματι Ἡσίοδος· ὅστις ἐξεῦρε τὰ Ἑλλήνων γράμματα, καὶ συντάξας γράμματα ἐξέθετο τοῖς Ἕλλησι πρῶτος. Ἐν δὲ τοῖς χρόνοις τοῦ Ἀβραὰμ ἐβασίλευσεν Ἀσσυρίων ὁ ἐκ φυλῆς τοῦ Σήμ, υἱοῦ Νῶε, Ἐνδελεχός, βασιλεύσας αὐτῶν πρῶ‐
10τος μετὰ τὸ ἐκλεῖψαι τὸ γένος τοῦ Περσέως. καὶ ἦλθε πάλιν τὸ βασίλειον εἰς τοὺς Ἀσσυρίους. Αἰγυπτίων δὲ ἐβασίλευσε πρῶτος βασιλεὺς τῆς φυλῆς τοῦ Χάμ, υἱοῦ Νῶε, Φαραώ, ὁ καὶ Ναραχὼ καλούμενος. τὰ οὖν πρὸ τούτου παλαιὰ βασίλεια Αἰγυπτίων ἐξέθετο Μανεθὼν ὁ σο‐
15φώτατος, ὡς προείρηται. τὰ δὲ μεταγενέστερα βασίλεια Αἰγυ‐ πτίων, λέγω δὲ ἀπὸ τοῦ Ναραχὼ καὶ κάτω, συνεγράψατο οὖν ταῦτα Θεόφιλος ὁ σοφώτατος χρονογράφος. Ἐν δὲ τοῖς χρόνοις τοῦ Ἀβραὰμ ἐβασίλευσεν Αἰγυπτίων ὁ ἐκ τῆς φυλῆς τοῦ Χὰμ Ναραχώ. ἠγόρασε δὲ ἀπὸ τῶν Σαρακηνῶν
20Πετεφρῆς, ὁ ἀρχιμάγειρος τοῦ αὐτοῦ Φαραὼ βασιλέως, τὸν Ἰωσήφ, υἱὸν τοῦ Ἰακώβ· ὅντινα ἐπώλησαν οἱ αὐτοῦ ἀδελφοὶ τοῖς
Σαρακηνοῖς, διαφθονούμενοι αὐτῷ, ὡς φιλούμενον ὑπὸ τοῦ ἰδίου59
Chron
.

60

πατρός· ἦν δὲ ὁ Ἰωσὴφ ὡραῖος τῇ θέᾳ. ὅστις Ἰωσὴφ ἡρμήνευσε τὸ ὅραμα τῷ βασιλεῖ Φαραώ, ὅπερ εἶδεν ἕνεκεν τοῦ μέλλοντος γίνεσθαι λιμοῦ εἰς τὴν Αἴγυπτον καὶ εἰς πᾶσαν χώραν ἐπὶ ἔτη ζʹ. καὶ θαυμάσας ὁ βασιλεὺς τὴν τοῦ Ἰωσὴφ φρόνησιν, ἠλευθέρωσεν
5αὐτόν, καὶ ἔδωκεν αὐτῷ ἀξίαν μεγάλην καὶ τὴν θυγατέρα τοῦ ἀρχιερέως Ἡλιουπόλεως τῆς οὔσης ἐν Αἰγύπτῳ εἰς γυναῖκα, κε‐ λεύσας αὐτὸν διοικεῖν τὴν Αἴγυπτον πᾶσαν ἐπὶ ζʹ ἔτη καὶ ἔχειν ἐξουσίαν ὡς βούλεται πράττειν. ὅστις Ἰωσὴφ κτίζει ὡρεῖα, καὶ ἀποτίθεται σῖτον ἐν αὐτοῖς τῶν ἑπτὰ ἐνιαυτῶν, καὶ ἐχορήγησε
10πανταχοῦ δι’ ἑαυτοῦ τήν τε ἀγορασίαν καὶ τὴν ἔξοδον τῆς πρά‐ σεως, ποιήσας ὡς ἠβουλήθη αὐτός. καὶ τῆς λιμοῦ γενομένης εἰς πᾶσαν τὴν γῆν, ἦλθον οἱ ἀδελφοὶ αὐτοῦ ἀπὸ τῆς γῆς Χαναὰν εἰς Αἴγυπτον ἀγοράσαι σῖτον. καὶ ἐπιγνοὺς αὐτοὺς Ἰωσὴφ ἐκέ‐ λευσε κρατηθῆναι αὐτούς, καὶ ἐθάῤῥησεν αὐτοῖς ὅτι ἀδελφὸς αὐ‐
15τῶν ὑπάρχει, καὶ ἠνάγκασεν αὐτοὺς ἀπελθεῖν καὶ ἀγαγεῖν πρὸς αὐτὸν τὸν ἀδελφὸν αὐτοῦ τὸν μικρότερον τὸν Βενιαμὶν καὶ τὸν πατέρα αὐτοῦ Ἰακὼβ καὶ τὴν συγγένειαν αὐτοῦ πᾶσαν. οἱ δὲ ἀδελφοὶ αὐτοῦ ἀπελθόντες ἤνεγκαν πρὸς τὸν Ἰωσὴφ τὸν πατέρα αὐτῶν καὶ τὸν ἀδελφὸν αὐτῶν τὸν Βενιαμὶν καὶ τὴν συγγένειαν
20αὐτῶν πᾶσαν, ὀνόματα οεʹ ἀῤῥενικῶν τε καὶ θηλυκῶν. καὶ ἐκρά‐ τησεν αὐτοὺς Ἰωσὴφ ἐκεῖ, καὶ ᾤκησαν τὴν Αἴγυπτον ἐπὶ ἔτη πολ‐ λά· καὶ ἐγένετο πλῆθος ἄπειρον ἐξ αὐτῶν τῶν Ἑβραίων, οἰκοῦντα
ἐν Αἰγύπτῳ ἕως Μωσέως τοῦ κελευσθέντος ὑπὸ θεοῦ ἐκβάλαι60
Chron
.

61

τὸν λαὸν τῶν Ἑβραίων ἐκ τῆς γῆς Αἰγύπτου, καθὼς ταῦτα πάντα ἐντέτακται ἀκριβῶς ἐν τοῖς Ἑβραϊκοῖς συγγράμμασιν. Ἐν δὲ τοῖς χρόνοις τῶν βασιλέων τῶν προγεγραμμένων ἀνε‐ φάνη τις ἐν τῇ Καρίᾳ χώρᾳ γιγαντογενὴς φιλόσοφος ἐκ τῆς φυλῆς
5τοῦ Ἰάφεθ, ὀνόματι Ἐνδυμίων· ὅστις μυστικὰς εὐχὰς λέγων εἰς σελήνην ᾔτει αὐτὴν μαθεῖν παρ’ αὐτῆς τὸ θεϊκὸν ὄνομα ἐν ὁρά‐ ματι. καὶ ἐν τῷ αὐτὸν εὔχεσθαι ἦλθεν εἰς ὕπνον καὶ ἤκουσε τὸ θεϊκὸν ὄνομα ἐν ὁράματι· καὶ οὐκέτι ἀνέστη, ἀλλ’ ἐστὶ τὸ λεί‐ ψανον αὐτοῦ ἕως τῆς νῦν εἰς τὴν Καρίαν, οὕτως ὄντα νεκρὸν
10δονούμενον· καὶ καθ’ ἕκαστον ἔτος ἀνοίγουσι τὴν αὐτοῦ σορὸν ἐν τῇ χώρᾳ ἐκείνῃ, καὶ ὁρῶσι τὸ λείψανον αὐτοῦ δονούμενον νε‐ κρόν, ὡς λέγουσιν. ἅτινα συνεγράψατο Αὐλέας ὁ σοφώτατος· περὶ οὗ, φησί, τὴν σελήνην φιλεῖν τὸν Ἐνδυμίωνα ἱστοριογρα‐ φοῦσιν.
15 Ἔστιν οὖν ἀπὸ Ἀβραὰμ ἕως τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ μετὰ Μωσέα ἀπὸ Αἰγύπτου γενεαὶ εʹ, ἔτη υμγʹ. ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἕως τῆς γενέσεως Μωσέως εἰσὶν ἔτη ͵αυπδʹ. ἀπὸ δὲ Ἀδὰμ ἕως τῆς γεννήσεως Μωσέως εἰσὶν ἔτη ͵δλϛʹ. ἔζησε δὲ Μωσῆς ἔτη ρκʹ. καὶ διῴκουν τὸν Ἰσραὴλ μετὰ Μωσῆν Ἰησοῦς
20ὁ τοῦ Ναυὴ καὶ Φινεές. ἀπὸ οὖν Ἀδὰμ ἕως τῆς τελευτῆς Μω‐ σέως καὶ Ἀαρὼν εἰσὶν ἔτη ͵δρνϛʹ.
Ἐν δὲ τοῖς χρόνοις Ἰησοῦ τοῦ Ναυὴ ἐκ τῆς φυλῆς τοῦ Ἰά‐61
Chron
.

62

φεθ ἐβασίλευσε τῆς Ἀττικῆς χώρας τις ὀνόματι Ὠγύγης, αὐτό‐ χθων, ἔτη λβʹ. καὶ γέγονε κατακλυσμὸς μέγας ἐν τῇ αὐτοῦ βα‐ σιλείᾳ, καὶ ἀπώλετο αὐτὸς καὶ πᾶσα ἡ χώρα ἐκείνη καὶ πᾶσα ψυχὴ οἰκοῦσα τὴν χώραν ἐκείνην τῆς Ἀττικῆς καὶ μόνης. καὶ
5ἔμεινεν ἐξ ἐκείνου ἔρημος καὶ ἀοίκητος ἡ αὐτὴ χώρα ἐπὶ ἔτη σοʹ, καθὼς ἐν τοῖς Ἀφρικανοῦ ἐμφέρεται συγγράμμασιν. Ἐν δὲ ταῖς ἡμέραις τῆς ἐξ Αἰγύπτου μελλούσης γίνεσθαι ἐξό‐ δου τῶν υἱῶν Ἰσραὴλ μετὰ Μωσέως ἐβασίλευσε τῆς τῶν Μολοσ‐ σῶν χώρας αὐτόχθων τις ὀνόματι Ἀΐδης· ὃς ἐγάμησε τὴν λεγο‐
10μένην Μελινδίαν· ἔσχεν ἐξ αὐτῆς θυγατέρα εὐπρεπῆ, ἣν ἐκάλεσε Περσεφόνην· τὰς δὲ εὐμόρφους γυναῖκας οἱ Μολοσσαῖοι τῇ ἰδίᾳ γλώσσῃ κόρας ἐκάλουν. ταύτην δὲ ἔδοξε φιλεῖν ἔρωτι ὁ Περί‐ θους, συγκλητικὸς τοῦ αὐτοῦ Ἀΐδου βασιλέως, νεώτερος ὢν καὶ εὔπορος· καὶ κατὰ σύνταξιν τῆς κόρης ἠβουλήθη νυκτὸς ἁρπάσαι
15αὐτήν. καὶ γνοὺς τοῦτο ὁ αὐτῆς πατήρ, Ἀΐδης βασιλεύς, ἐθυ‐ μώθη· καὶ βουλευόμενος ἐν τῷ λεληθότι ἀμύνασθαι τῷ αὐτῷ Περίθῳ, ἵνα ἄγνοιαν προφασίσηται πρὸς πάντας, ὃν εἶχε ποι‐ μενικὸν κύνα ἄγριον μέγαν, ὃν καὶ Τρικέρβερον ὠνόμαζον διὰ τὸ τριῶν κυνῶν ἔχειν κεφαλὴν καὶ μέγεθος σώματος, ἀπέκλεισεν
20ἔξω ὅπου ἡ κόρη διῆγε. μετὰ οὖν τὴν τελευτὴν τῆς αὐτῆς μη‐ τρός, ἀγνοούσης τοῦτο τῆς κόρης, καὶ τοῦ Περίθου παραγενομέ‐ νου νυκτὸς καὶ εἰσελθόντος εἰς ἁρπαγὴν τῆς κόρης, ὥρμησεν ὁ
κύων καὶ ἀνεῖλεν αὐτόν. ἀκούσασα δὲ καὶ αὐτὴ ἡ κόρη τῆς τα‐62
Chron
.

63

ραχῆς, ἐξῆλθε, καὶ ἐφόνευσε καὶ αὐτὴν ὁ κύων· περὶ ἧς, φησί, λέγουσιν ὅτι Πλούτων ἥρπασε τὴν κόρην· ἅτινα Παλαίφατος ὁ σοφώτατος συνεγράψατο. Ἐν τοῖς χρόνοις δὲ τοῦ Μωσέως ἐβασίλευσε τῶν Ἀσσυρίων
5Ἐρεχθεύς, τῶν δὲ Αἰγυπτίων ἐβασίλευσε Πετισσώνιος ὁ κωμῳ‐ δὸς Φαραώ. οὗτος εἶχε μάγους μεθ’ ἑαυτοῦ δυνατούς, τὸν Ἰαν‐ νὴν καὶ τὸν Ἰαμβρήν. ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἐπληθύνθη τὸ γένος τῶν Ἰουδαίων ἐν τῇ Αἰγύπτῳ ἀπὸ τῆς γενεᾶς τοῦ Ἰακὼβ τοῦ ἐλθόντος ἐν Αἰγύπτῳ πρὸς τὸν υἱὸν αὐτοῦ Ἰωσὴφ ἕως Μω‐
10σέως ἡγουμένου αὐτῶν καὶ Ἀαρὼν ἀδελφοῦ αὐτοῦ. ὅστις Μω‐ σῆς ἔλαβε γυναῖκα Αἰγυπτίαν, τὴν θυγατέρα Ἰοθόρ, τοῦ ἀρχιε‐ ρέως τῶν Ἑλλήνων, ἀνδρὸς τιμωμένου ἀπὸ Φαραὼ βασιλέως καὶ τῶν Αἰγυπτίων. ὁ δὲ αὐτὸς Μωσῆς ἦν πεπαιδευμένος πᾶσαν σοφίαν Αἰγύπτου· οἱ δὲ Αἰγύπτιοι ἐφοβοῦντο τοὺς Ἰουδαίους ὡς
15γενομένους πολλούς, καὶ ἀνήγαγον τῷ Φαραὼ περὶ αὐτῶν, καὶ ἐκέλευσε Φαραὼ βασιλεὺς ποιεῖν τοὺς Ἰουδαίους τοῖς Αἰγυπτίοις ἐργατείας καὶ βάλλειν πλίνθους ἀνάγκῃ. εἴ τις οὖν ἐὰν ἐβούλετο τῶν Αἰγυπτίων κτίσαι εἴτε οἶκον εἴτε ἀγρόν, αὐτοὺς ἠνάγκαζε ποιεῖν ἐργατείαν καὶ πλίνθους, καὶ ἐστέναζον κοπιῶντες οἱ Ἰου‐
20δαῖοι πάντες. καὶ προσεσχηκὼς Μωσῆς καὶ ὁ τούτου ἀδελφὸς Ἀαρὼν τὸν ἀναστεναγμὸν τῶν υἱῶν Ἰσραήλ, ηὔξαντο τὸν θεόν· καὶ ἐκέλευσε Μωσεῖ κύριος ὁ θεὸς εἰσελθεῖν πρὸς Φαραὼ βασιλέα
Αἰγύπτου, καὶ εἰπεῖν αὐτῷ, Ἀπόλυσον τὸν λαὸν τοῦ Ἰσραὴλ λα‐63
Chron
.

64

τρεῦσαι αὐτῷ. καὶ λαβὼν Μωσῆς τὸν ἴδιον αὐτοῦ ἀδελφὸν Ἀα‐ ρὼν εἰσῆλθε πρὸς Πετισσώνιον Φαραώ, βασιλέα Αἰγύπτου· εἶχε γὰρ παῤῥησίαν, ὡς ἀπὸ τοῦ αὐτοῦ πενθεροῦ Ἰοθόρ, τοῦ ἱερέως τῶν Ἑλλήνων, καὶ ὡς ἡγούμενος τῶν Ἰουδαίων· καὶ ἀνήγγειλεν
5αὐτῷ τὴν τοῦ θεοῦ κέλευσιν καὶ ὅτι λέγει ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς ἵνα ἀπολύσῃς τὸν λαὸν αὐτοῦ λατρεῦσαι αὐτῷ. ὁ δὲ Φαραὼ ἀκούσας λέγει αὐτῷ, Εἰ ἀληθεύεις ὅτι ὁ θεός σου ἐκέλευσέ σοι εἰπεῖν μοι ταῦτα, ἰδοὺ εἰσὶν Αἰγύπτιοι μετ’ ἐμοῦ ποιοῦντες θαύ‐
10ματα. ἐὰν νικήσῃς αὐτοὺς αἰτούμενος τὸν θεόν σου, παρέχω σοι ἅπερ ἐκέλευσέ σοι ὡς λέγεις. καὶ ἔστησεν ἐναντίον ἀλλήλων τὸν Ἰαννὴν καὶ τὸν Ἰαμβρὴν καὶ τὸν Μωσέα καὶ Ἀαρών. καὶ ἐκάθητο Φαραὼ καὶ οἱ μεγιστᾶνες αὐτοῦ· καὶ ἐποίησαν οἱ περὶ Ἰαννὴν καὶ Ἰαμβρὴν διὰ γοητείας τὴν ῥάβδον αὐτῶν ὄφιν, καὶ
15ἐπήρχετο τῷ Μωσεῖ. καὶ εὐξάμενος Μωσῆς ἔῤῥιψε καὶ αὐτὸς ἣν κατεῖχε ῥάβδον εἰς τὴν γῆν· καὶ ἐγένετο καὶ ἡ αὐτοῦ ῥάβδος ὄφις μέγας πάνυ, καὶ κατέπιε τὸν ὄφιν ὃν ἐποίησαν Ἰαννὴς καὶ Ἰαμβρής· καὶ ἐνίκησε Μωσῆς, καὶ ἐθαύμασεν ὁ βασιλεὺς καὶ πάντες. ὁμοίως δὲ καὶ ποταμὸν ὑδάτων διαυγεστάτων ἐποίησαν
20ὁ Ἰαννὴς καὶ Ἰαμβρὴς γενέσθαι αἷμα παρουσίᾳ τοῦ βασιλέως καὶ πάντων. καὶ ηὔξατο Μωσῆς, καὶ πάλιν ἐγένετο ὕδατα κα‐ θαρὰ τὰ τοῦ ποταμοῦ ῥεύματα, ὡς ἦν πρώην. ἐποίησαν δὲ
καὶ ἄλλα τινὰ κατέναντι ἀλλήλων· καὶ ἐνίκησεν αὐτοὺς Μωσῆς.64
Chron
.

65

καὶ λέγει τῷ Φαραὼ Μωσῆς, Ἰδοὺ εἶδες τὴν δύναμιν τοῦ θεοῦ Ἰσραήλ. ἀπόλυσον ἡμᾶς, ἵνα αὐτῷ λατρεύσωμεν. ὁ δὲ Φα‐ ραὼ συντασσόμενος αὐτῷ ἀνεβάλλετο· καὶ ηὔξατο Μωσῆς τὸν θεὸν ὥστε πέμψαι αὐτῷ πληγὰς καὶ τοῖς Αἰγυπτίοις, ἵνα ἀναγ‐
5κασθῇ ὁ βασιλεὺς αὐτῶν ἀπολῦσαι τὸν Ἰσραήλ. καὶ ἔπεμψεν ὁ θεὸς Ἰσραὴλ ἑπτάπληγον ὀργήν, ὥστε τὸν βασιλέα παρακαλέσαι τὸν Μωσέα καὶ εἰπεῖν αὐτῷ ὅτι Εὖξαι τῷ θεῷ σου ἵνα ῥυσθῇ ἡ χώρα αὕτη τῶν τοσούτων κακῶν, καὶ ζῇ κύριος ὁ θεός σου, οὐ κωλύσω σε λαβεῖν τὸν λαόν σου τὸν Ἰσραὴλ εἰς τὸ λατρεῦσαι
10ὑμᾶς αὐτῷ. ταῦτα δὲ ἐν ταῖς Ἑβραϊκαῖς ἐμφέρεται γραφαῖς. ὁ δὲ Μωσῆς ἀκούσας ταῦτα παρὰ τοῦ βασιλέως, ἐξῆλθεν εὔξα‐ σθαι τῷ θεῷ Ἰσραήλ, καὶ εἶπε τοῖς Ἰουδαίοις, Ἀπέλυσεν ὑμᾶς πάντας ὁ βασιλεὺς ἐξελθεῖν λατρεῦσαι τῷ θεῷ. ὁ δὲ Πετισσώ‐ νιος Φαραὼ βασιλεὺς εὐθέως ἀπῆλθεν ἐν τῇ Μέμφῃ εἰς τὸ μαν‐
15τεῖον τὸ περιβόητον· καὶ ποιήσας θυσίαν ἐπηρώτα τὴν Πυθίαν λέγων, Σαφήνισόν μοι τίς ἐστιν πρῶτος ὑμῶν καὶ μέγας θεὸς τοῦ Ἰσραήλ; καὶ ἐδόθη αὐτῷ χρησμὸς οὗτος. Ἔστι κατ’ οὐρα‐ νοῖο μεγάλοιο βεβηκὸς φλογὸς ὑπερβάλλον αἴθριον, ἀέναον, ἀθά‐ νατον πῦρ, ὃ τρέμει πᾶν, οὐρανός, γαῖά τε καὶ θάλασσα, ταρ‐
20τάριοί τε βύθιοι δαίμονες ἐῤῥίγησαν. οὗτος ὁ θεὸς αὐτοπάτωρ,65
Chron
.

66

ἀπάτωρ, πατὴρ υἱὸς αὐτὸς ἑαυτοῦ, τρισόλβιος· εἰς μικρὸν δὲ μέρος ἀγγέλων ἡμεῖς. μαθὼν ἄπιθι σιγῶν. Ὁ δὲ βασιλεὺς Φαραὼ ἀκούσας ταῦτα παρὰ τῆς μαντείας, ἐκέλευσε πλάκα λιθίνην γλυφῆναι τὰ παρὰ τοῦ χρησμοῦ δοθέντα
5αὐτῷ ῥήματα· ἅτινα ἕως τῆς νῦν ἐγγέγραπται ἐν τῇ πλακὶ γλυ‐ φέντα ἄνω ἐν τῷ ἱερῷ Μέμφης, ὅθεν ὁ Νεῖλος ποταμὸς πορεύε‐ ται. ὁ δὲ βασιλεὺς Φαραὼ ἀπὸ τοῦ μαντείου κατελθὼν εὐθέως ἀπέλυσε τὸν Ἰσραὴλ καὶ Μωσέα καὶ Ἀαρών. καὶ ἐξῆλθεν ὁ λαὸς τῶν Ἰουδαίων ἐξ Αἰγύπτου ἅπας, καὶ ἔλαβον ὡς ἐν χρήσει ἀπὸ τῶν
10Αἰγυπτίων γυναικῶν καὶ ἀνθρώπων κόσμια καὶ ἄργυρον ἄπειρον. καὶ μετὰ τὸ ἐξελθεῖν αὐτοὺς μετεμελήθη Φαραώ, ὁ βασιλεὺς Αἰ‐ γύπτου, διδαχθεὶς ὅτι καὶ κόσμια καὶ ἄργυρον καὶ χρήματα ἐχρήσαντο καὶ ἔφυγαν. καὶ κατεδίωξεν αὐτοὺς μετὰ τῶν ἁρμά‐ των αὐτοῦ καὶ πάσης τῆς ἐνόπλου δυνάμεως· καὶ κατέφθασεν
15αὐτοὺς παρὰ τὴν θάλασσαν. καὶ στραφέντες οἱ Ἰσραηλῖται, καὶ ἑωρακότες τὸν βασιλέα Φαραὼ καὶ τὸν στρατὸν αὐτοῦ ὄπισθεν ἐρχόμενον καὶ τὴν θάλασσαν ἔμπροσθεν ἑαυτῶν, ἀνεβόησαν κραυγῇ μεγάλῃ πρὸς τὸν θεόν· καὶ ὁ προηγούμενος Μωσῆς τὸν λαὸν ἔκρουσε τῇ ῥάβδῳ τοῖς θαλασσίοις ὕδασι, καὶ ἐγένετο ξηρά,
20καὶ ἐβάδιζον. καὶ ἀπομείνας Μωσῆς ὄπισθεν τοῦ λαοῦ παντὸς καὶ στραφεὶς εἰς τὰ ὀπίσω αὐτοῦ, ἔκρουσε πάλιν τῇ ῥάβδῳ εἰς τὴν
ξηρὰν γῆν, καὶ ἐγένετο θάλασσα κυμαινομένη. καὶ κατεποντί‐66
Chron
.

67

σθη ὁ Πετισσώνιος Φαραώ, ὁ βασιλεὺς τῶν Αἰγυπτίων, ἐν τῇ θαλάσσῃ καὶ τὰ ἅρματα αὐτοῦ καὶ πᾶσαι αἱ δυνάμεις αὐτοῦ, καὶ πόντου κύματα ἐκάλυψεν αὐτὸν καὶ τοὺς μετ’ αὐτοῦ. τὸν δὲ λαὸν τῶν Ἰουδαίων μετὰ Μωσέως καὶ Ἀαρὼν διέσωσεν ὁ κύριος
5βαδίζοντας ἐν θαλασσίοις κύμασιν ὡς ἐν ξηρᾷ γῇ, ἐξ Αἰγύπτου φεύγοντα μετὰ χιλιάδων χλʹ, καθὼς καὶ ὁ αὐτὸς Μωσῆς συνε‐
γράψατο ἐν τῇ σοφωτάτῃ αὐτοῦ χρονογραφίᾳ.67
Chron
.

68

(t1)

ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ
t2ΧΡΟΝΩΝ ΒΑΣΙΛΕΙΑΣ ΑΡΓΕΙΩΝ ΧΩΡΑΣ.
1Τῶν δὲ Ἀργείων μετὰ τὸν Ἴναχον ἐβασίλευσεν ὁ Φορωνεὺς καὶ ἄλλοι πολλοὶ ἕως τῆς βασιλείας Λυγκέως τοῦ ἀγαγομένου τὴν Ὑπερμνήστραν γυναῖκα τῶν Δαναοῦ θυγατέρων. ὅστις Λυγ‐ κεὺς πολεμήσας τῷ Δαναῷ βασιλεῖ τοῦτον ἐφόνευσε καὶ ἔλαβε τὴν
5βασιλείαν καὶ τὴν θυγατέρα αὐτοῦ, καθὼς Ἀρχίλοχος ὁ σοφώ‐ τατος συνεγράψατο. καὶ μετὰ τὴν βασιλείαν Λυγκέως ἐβασί‐ λευσε Τριόπας ἐν τῇ Ἀργείων χώρᾳ ἔτη εʹ. καὶ τῷ αὐτῷ πέμπτῳ ἔτει τῆς βασιλείας αὐτοῦ κατελύθη ἡ βασιλεία τῶν Ἀργείων, καὶ κατέσχον τὴν βασιλείαν αὐτῶν οἱ Σικυώνιοι. κατέσχεν οὖν ἡ
10βασιλεία, ἤτοι τοπαρχία, τῶν Ἀργείων ἔτη φμθʹ, καθὼς καὶ Διό‐ δωρος ὁ σοφώτατος συνεγράψατο. τῶν δὲ Σικυωνίων τῶν νυνὶ
λεγομένων Ἑλλαδικῶν ἐβασίλευσε πρῶτος ὁ Αἰγιαλεὺς ἔτη νβʹ,68
Chron
.

69

καὶ λοιπὸν ἄλλοι βασιλεῖς κϛʹ ἕως Ζευξίππου τοῦ βασιλεύσαντος αὐτῶν ἔτη λβʹ. καὶ λοιπὸν οἱ ἱερεῖς αὐτῶν ἐδιοίκουν τὴν χώραν, καὶ κατέσχεν ἡ βασιλεία αὐτῶν ἔτη ϡπεʹ, καθὼς Ἀφρικανὸς ὁ σοφώτατος συνεγράψατο.
5 Ἡ δὲ δύσις, ὅ ἐστι τὰ ἐπὶ τὴν Ἰταλίαν, ἦν τότε ἀβασίλευ‐ τος, διοικουμένη δὲ ἀπὸ τῶν υἱῶν Πίκου τοῦ καὶ Διὸς καὶ τοῦ γένους αὐτῶν. ἐν οἷς χρόνοις ἐτελεύτησε Μωσῆς καὶ Ἀαρὼν ἐν τῇ ἐρήμῳ· καὶ ἐδιοίκει τὸν Ἰσραὴλ Ἰησοῦς ὁ τοῦ Ναυή, ὡς προείρηται. ὅστις πολεμῶν παρέλαβε τὴν Ἰεριχὼ καὶ τὴν ἀνω‐
10τέρω εἰρημένην πόλιν Ἱερουσαλήμ, ἥντινα μετεκάλεσεν ὁ αὐτὸς Ἰησοῦς, υἱὸς Ναυή, Ἰεβοῦν. αὐτὸς δὲ παραλαβὼν τὴν χώραν ᾤκησε τὴν λεγομένην πόλιν Συχέμ, μετακαλέσας αὐτὴν Νεάπο‐ λιν. καὶ μετὰ τὴν τελευτὴν Ἰησοῦ, υἱοῦ Ναυή, τοῦ ποιήσαντος περᾶσαι τὸν λαὸν τῶν Ἰουδαίων τὸν Ἰορδάνην ποταμὸν κατὰ κέ‐
15λευσιν θεοῦ καὶ ἐλθεῖν ἐπὶ τὴν τῆς Παλαιστίνης χώραν καὶ σάλ‐ πιγγι μυστικῇ λῦσαι τὰ τείχη Ἰεριχώ, μετὰ δὲ τοῦτον ἡγεῖτο τοῦ Ἰσραὴλ Φινεές· μετὰ δὲ Φινεὲς ἐδιῴκουν τὸν Ἰσραὴλ ιγʹ κριταί, ἐπιλεγέντες ἐκ τοῦ λαοῦ. Ἐν δὲ τοῖς τούτων χρόνοις ἦν παρ’ Ἕλλησιν ὁ Προμηθεὺς
20καὶ ὁ Ἐπιμηθεὺς καὶ ὁ Ἄτλας καὶ ὁ πανόπτης Ἄργος, ὃν ἑκα‐
τοντόφθαλμον ἐκάλουν διὰ τὸ περίβλεπτον εἶναι τὸν ἄνδρα καὶ69
Chron
.

70

γοργόν, καὶ Δευκαλίων, ὁ υἱὸς Ἕλληνος τοῦ Πίκου. ὁ δὲ Ἄρ‐ γος αὐτὸς εὗρε τὴν τεχνικὴν ἐπὶ τὰ δυτικὰ μέρη· ὁ δὲ Ἄτλας ἡρ‐ μήνευσε τὴν ἀστρονομίαν· διὰ τοῦτο λέγουσιν ὅτι τὸν οὐρανὸν βαστάζει, διότι τὰ οὐρανοῦ ἔχει ἐν τῇ καρδίᾳ αὐτοῦ· ὁ δὲ Προ‐
5μηθεὺς τὴν γραμματικὴν ἐξεῦρε φιλοσοφίαν· περὶ οὗ λέγουσιν ὅτι ἀνθρώπους ἔπλαττε, καθ’ ὃ ἰδιώτας ὄντας ἐποίησεν ἐπιγινώ‐ σκειν διὰ φιλοσοφίας καὶ τῷ πρώην χρόνῳ εἰδέναι τὰ συμβάντα· ὁ δὲ Ἐπιμηθεὺς τὴν μουσικὴν ἐξεῦρεν· ὁ δὲ Δευκαλίων τὰ τοῦ κατακλυσμοῦ τοῦ μερικοῦ ἐξέθετο, καθὼς Εὐσέβιος ὁ Παμφίλου
10ὁ σοφώτατος συνεγράψατο. Μετὰ δὲ τὸ ἀποθανεῖν τοὺς κριτὰς τῶν Ἰουδαίων ἡγεῖτο τοῦ λαοῦ Βαρὰχ ὁ τοῦ Ἀβινοέμ. ἦν δέ τις γυνὴ προφῆτις ὀνόματι Δεββῶρα, ἥτις ἔλεγε τοῖς Ἰουδαίοις πάντα τὰ μέλλοντα. Ἐν δὲ τοῖς καιροῖς ἐκείνοις ἦν καὶ παρ’ Ἕλλησι μάντις Σί‐
15βυλλα· καὶ ἐν αὐτοῖς τοῖς χρόνοις Αἰγυπτίων ἐβασίλευσε Φαραὼ ὁ καὶ Ναραχώ· τῶν δὲ Ἀθηναίων ἐβασίλευσε Κέκροψ τις, ὅστις ἐξ Αἰγύπτου κατήγετο· ἦν δὲ παμμεγέθης, διὸ καὶ διφυῆ αὐτὸν ἐκάλουν. οὗτος δὲ πρῶτος βασιλεὺς ἐγένετο Ἀθηναίων μετὰ τὸν κατακλυσμὸν τῆς Ἀττικῆς· μετὰ δὲ τὸν κατακλυσμὸν τῆς Ἀττι‐
20κῆς εἰς Ἀθηναίους ἦλθε τὸ βασίλειον. ἢ μόνον δὲ αὐτὸς ἐβασί‐70
Chron
.

71

λευσε Κέκροψ Ἀθηναίων, ἐκέλευσε νομοθετῆσαι τὰς γυναῖκας τὰς ὑπὸ τὴν βασιλείαν αὐτοῦ οὔσας ἐν ᾧ εἰσι παρθένοι γαμεῖσθαι ἑνὶ ἀνδρί· ἅστινας ἐκάλεσε νύμφας ἐν τῇ νομοθεσίᾳ αὐτοῦ διὰ τὸ πηγαῖς ἐοικέναι τὰς παρθένους κόρας, αἳ τίκτουσι καὶ ἀπὸ
5ἀδήλων πόρων πηγάζουσι γάλα. πρὸ γὰρ τῆς βασιλείας αὐτοῦ πᾶσαι αἱ γυναῖκες τῶν Ἀττικῶν καὶ τῶν Ἀθηναίων καὶ τῆς πλη‐ σίον χώρας θηριώδει μίξει ἐμίγνυντο, ἑκάστῳ συγγινόμεναι τῷ ἀρεσκομένῳ αὐταῖς, ἐὰν κἀκείνη ἠβούλετο· καὶ ἐκαλεῖτο ἡ ἁρ‐ παζομένη γυνὴ οὐδενός, ἀλλὰ τοῖς πᾶσι προσήρχοντο, διδοῦσαι
10ἑαυτὰς εἰς πορνείαν. καὶ ὅσας ἠβουλήθη τις κρατῆσαι αὐτὰς ἡμέρας, κατ’ οἶκον παρέμενον αὐτῷ τρεφόμεναι· καὶ εἰ ἤθελε, πάλιν ἀπέλυσεν αὐτὴν τοῖς βουλομένοις. τοῦτο ἀπὸ τῆς Ἀττι‐ κῆς εἴρχθη, τὸ μὴ ἀναγκάζεσθαι αὐτὰς συνεῖναι ἀνδρὶ πρὸς ὃν βούλονται· οὐδεὶς οὖν ᾔδει τίς ἦν υἱὸς ἢ θυγάτηρ, καὶ ἐδίδου τὸ
15τεχθὲν ᾧ ἠβούλετο ἀνδρὶ συμμιγέντι αὐτῇ, εἴτε ἄῤῥεν εἴτε θῆλυ ἔτεκε, καὶ ἔχαιρον δεχόμενοι. ὁ δὲ Κέκροψ ἐκ τῆς Αἰγύπτου καταγόμενος ἐξεφώνησε τὸν νόμον τοῦτον, εἰρηκὼς ὅτι ἡ Ἀττικὴ χώρα διὰ τοῦτο ἀπώλετο. καὶ λοιπὸν ἐσωφρόνησαν πᾶσαι, καὶ ἀνδράσιν ἐζεύγνυον ἑαυτὰς αἱ ἄγαμοι παρθένοι, ἡ δὲ πορνευθεῖ‐
20σα ἐγαμεῖτο ἑνὶ ᾧ ἠβούλετο ἀνδρί· καὶ ἐθαύμασαν οἱ Ἀθηναῖοι τὸν τοῦ βασιλέως νόμον· ὡς δὲ καί τινες ἐξέθεντο ὅτι διὰ τοῦτο αὐτὸν οἱ Ἀθηναῖοι εἶπαν διφυῆ, ὅτι ἐξευγένισε τὰ τέκνα τοῦ εἰ‐
δέναι τοὺς ἑαυτῶν γονεῖς. ἐβασίλευσε δὲ ὁ Κέκροψ τῶν Ἀθη‐71
Chron
.

72

ναίων ἔτη νʹ, καὶ μετ’ αὐτὸν ἐβασίλευσε Κραναὸς ἔτη θʹ. ἐν ἐκείνοις δὲ τοῖς χρόνοις Σαπφὼ πρώτη μουσικὴ ἐγνωρίζετο. καὶ μετὰ Κραναὸν ἐβασίλευσε Φορωνεὺς καὶ ἄλλοι ἕως Κοδρῶνος, βασιλεύσαντος αὐτῶν ἔτη καʹ. κατέσχεν οὖν ἡ βασιλεία αὐτῶν
5ἔτη υϟβʹ. Ἐν δὲ τοῖς χρόνοις τῶν ἀρχόντων ἐνομοθέτει Ἀθηναίους πρῶτος ὀνόματι Δράκων, καὶ μετ’ αὐτὸν Σόλων, καὶ ἔλυσε τοὺς νόμους Δράκοντος Σόλων. καὶ πάλιν ἐνομοθέτησε Θαλῆς ὁ Μι‐ λήσιος. καὶ πάλιν ἐβασίλευσεν αὐτῶν πρῶτος Αἰσχύλος ἔτος καʹ,
10καὶ μετὰ Αἰσχύλον ἐβασίλευσεν αὐτῶν Ἀκμαίων ἔτη δύο· περὶ οὗ Εὐριπίδης ὁ σοφώτατος δρᾶμα ἐξέθετο. καὶ μετὰ Ἀκμαίοντα ἐβασίλευσαν αὐτῶν ἄλλοι ιηʹ ἕως Ἀρεξίωνος, ὃς ἐβασίλευσεν αὐ‐ τῶν ἔτη ιβʹ. καὶ κατελύθη ἡ βασιλεία τῶν Ἀθηναίων, κρατή‐ σασα ἔτη ϡζʹ, καθὼς Ἀφρικανὸς ὁ σοφώτατος χρονογράφος
15ἐξέθετο. Μετὰ δὲ βραχὺ ἡγήσατο τοῦ Ἰσραὴλ Γεδεών. ἐν αὐτῷ δὲ τῷ χρόνῳ ἦν Ὀρφεὺς ὁ Θρᾴξ, ὁ λυρικὸς Ὀδρυσαῖος, ὁ σοφώ‐ τατος καὶ περιβόητος ποιητής· ὅστις ἐξέθετο θεογονίαν καὶ κό‐ σμου κτίσιν καὶ ἀνθρώπων πλαστουργίαν, εἰρηκὼς ἐν τῇ ἀρχῇ
20τοῦ συντάγματος αὐτοῦ ὅτι ἐκ τῆς ἰδίας αὐτοῦ ἐνθυμήσεως οὐκ
ἐξέθετό τί ποτε περὶ θεοῦ ἢ τῆς κοσμικῆς κτίσεως, ἀλλ’ εἶπεν ὅτι72
Chron
.

73

αἰτησαμένου διὰ ἰδίας αὐτοῦ εὐχῆς μαθεῖν παρὰ τοῦ Φοίβου Τι‐ τᾶνος ἡλίου τὴν θεογονίαν καὶ τὴν τοῦ κόσμου κτίσιν καὶ τίς ἐποίησεν αὐτήν. ἐμφέρεται γὰρ ἐν τῇ αὐτοῦ ἐκθέσει διὰ ποιητι‐ κῶν στίχων οὕτως.
5
Ὦ ἄναξ, Λητοῦς υἱέ, ἑκατηβόλε, Φοῖβε κραταιέ, ὦ δέσποτα, ἡμέρας υἱέ, ὁ τὰ πάντα πόῤῥωθεν ταῖς ἀκτῖσί σου τοξεύων, ἀμίαντε καὶ δυνατέ,
πανδερκές, θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσων, ὁ τὰ πάντα ἐπιβλέπων, θνητῶν καὶ ἀθανάτων βασιλεύων,
10
Ἥλιε χρυσέαισιν ἀειρόμενε πτερύγεσσιν, Ἥλιε τιμίαις εἰς τὸν ἀέρα ὑψούμενε πτέρυξι,
δωδεκάτην δὴ τήνδε παρὰ σεῖο ἔκλυον ὀμφήν, δωδεκάτην δὴ ταύτην παρά σου ἤκουσα θείαν φωνήν,
σεῖο φαμένου, σὲ δ’ αὐτόν, ἑκηβόλε, μάρτυρα θείην.
15σοῦ εἰρηκότος μοι, σὲ δ’ αὐτὸν τὸν ἀπὸ μακρόθεν λάμπον‐ τα τίθημι. καὶ ἄλλους δὲ πολλοὺς περὶ τούτου εἶπε στίχους ὁ αὐτὸς Ὀρφεύς· ἔφρασε δὲ ὡς ἐκ τῶν προειρημένων στίχων ποιη‐
τικῶν ἐξέθετο· καὶ οὐκ ἐνεδέχετο ἐντάξαι τὸ πλῆθος τῶν στίχων73
Chron
.

74

ἐν τῇ συγγραφῇ ταύτῃ. ἔστι δὲ ἅπερ ἐξέθετο Ὀρφεὺς ταῦτα. ὅτι ἐξ ἀρχῆς ἀνεδείχθη τῷ χρόνῳ ὁ αἰθὴρ ἀπὸ τοῦ θεοῦ δημιουρ‐ γηθείς, καὶ ἐντεῦθεν κἀκεῖθεν τοῦ αἰθέρος ἦν χάος, καὶ νὺξ ζο‐ φερὰ πάντα κατεῖχε καὶ ἐκάλυπτε τὰ ὑπὸ τὸν αἰθέρα, σημαίνων
5τὴν νύκτα πρωτεύειν, εἰρηκὼς ἐν τῇ αὐτοῦ ἐκθέσει ἀκατάληπτόν τινα καὶ πάντων ὑπέρτατον εἶναι, καὶ προγενέστερον δὲ καὶ δη‐ μιουργὸν ἁπάντων καὶ τοῦ αἰθέρος αὐτοῦ καὶ τῆς νυκτὸς καὶ πάσης τῆς ὑπὸ τὸν αἰθέρα οὔσης καὶ καλυπτομένης κτίσεως· τὴν δὲ γῆν εἶπεν ὑπὸ τοῦ σκότους ἀόρατον οὖσαν· ἔφρασε δὲ ὅτι τὸ
10φῶς ῥῆξαν τὸν αἰθέρα ἐφώτισε τὴν γῆν καὶ πᾶσαν τὴν κτίσιν, εἰπὼν ἐκεῖνο εἶναι τὸ φῶς τὸ ῥῆξαν τὸν αἰθέρα τὸ προειρημένον, τὸ ὑπέρτατον πάντων, οὗ ὄνομα ὁ αὐτὸς Ὀρφεὺς ἀκούσας ἐκ τῆς μαντείας ἐξεῖπε, Μῆτιν, Φάνητα, Ἐρικεπαῖον· ὅπερ ἑρμηνεύεται τῇ κοινῇ γλώσσῃ βουλή, φῶς, ζωοδοτήρ· εἰπὼν ἐν τῇ αὐτοῦ
15ἐκθέσει τὰς αὐτὰς τρεῖς θείας τῶν ὀνομάτων δυνάμεις μίαν εἶναι δύναμιν καὶ κράτος τοῦ μόνου θεοῦ, ὃν οὐδεὶς ὁρᾷ, ἧστινος δυ‐ νάμεως οὐδεὶς δύναται γνῶναι ἰδέαν ἢ φύσιν· ἐξ αὐτῆς δὲ τῆς δυνάμεως τὰ πάντα γεγενῆσθαι, καὶ ἀρχὰς ἀσωμάτους καὶ ἥλιον καὶ σελήνην, ἐξουσίας καὶ ἄστρα πάντα καὶ γῆν καὶ θάλασσαν,
20τὰ ὁρώμενα ἐν αὐτοῖς πάντα καὶ τὰ ἀόρατα. τὸ δὲ τῶν ἀνθρώ‐74
Chron
.

75

πων γένος εἶπεν ὑπ’ αὐτοῦ τοῦ θεοῦ πλασθέντα ἐκ γῆς καὶ ψυχὴν ὑπ’ αὐτοῦ λαβόντα λογικήν, καθὼς Μωσῆς ὁ πάνσοφος ἐξέθετο ταῦτα. ὁ δὲ αὐτὸς Ὀρφεὺς ἐν τῇ αὐτοῦ βίβλῳ συνέταξεν ὅτι διὰ τῶν αὐτῶν τριῶν ὀνομάτων, μιᾶς δὲ θεότητος, τὰ πάντα ἐγέ‐
5νετο, καὶ αὐτός ἐστι τὰ πάντα. Περὶ δὲ τοῦ ταλαιπώρου γένους τῶν ἀνθρώπων ὁ αὐτὸς Ὀρ‐ φεὺς ἐξέθετο ποιητικῶς στίχους πολλούς, ὧν μέρος εἰσὶν οὗτοι.
θῆρές τε οἰωνοί τε βροτῶν τ’ ἀλιτήρια φῦλα, ἑρμηνεία. θηρία, ὄρνεά τε, τῶν ἀνθρώπων τὰ καταναλισκό‐
10μενα ἔθνη,
ἄχθεα γῆς, εἴδωλα τετυγμένα, μὴ διὰ μηδὲν ἑρμηνεία. τὸ βάρος τῆς γῆς, εἶδος κατεσκευασμένον, μηδὲ διὰ τί ἐγεννήθησαν μηδὲ διὰ τί ἀποθνήσκουσιν
εἰδότες, οὔτε κακοῖο προσερχομένοιο νοῆσαι
15γινώσκοντες. ἑρμηνεία. οὔτε κακοῦ ἐρχομένου κατ’ αὐτῶν αἰ‐ σθανόμενοι,
φράδμονες, οὔτε ποῖον μάλ’ ἀποστρέψαι κακότητος ἀσφαλίσασθαι, οὔτε ἀπὸ μακρόθεν πολὺ ἀποστρέψαι ἐκ τοῦ κακοῦ,
20οὔτε ἀγαθοῦ παρεόντος ἐπιστρέψαι καὶ εἶρξαι75
Chron
.

76

οὔτε ἀγαθοῦ ἐρχομένου ὑποστρέψαι ἐκ τοῦ κακοῦ καὶ κρατῆσαι καλὸν
ἴδριες, ἀλλὰ μάτην ἀδαήμονες, ἀπρονόητοι. ἔμπειροι. ἑρμηνεία. ἀλλ’ ὡς ἔτυχεν [ἅμα] ἀμαθεστάτως φέ‐
5ρονται, μηδὲν προεννοούμενοι. καὶ ἄλλους δὲ πολλοὺς στίχους ἐξέθετο ὁ αὐτὸς σοφώτατος Ὀρφεύς. ταῦτα δὲ πάντα ἐξέθετο ὁ σοφώτατος Τιμόθεος χρονογράφος, λέγων τὸν αὐτὸν Ὀρφέα πρὸ τοσούτων χρόνων εἰπόντα τριάδα ὁμοούσιον δημιουργῆσαι τὰ πάντα.
10 Μετὰ δὲ Γεδεὼν ἡγεῖτο τοῦ Ἰσραὴλ Θῶλας. ἐν δὲ τοῖς και‐ ροῖς τοῦ Θῶλα ἦν ἐν τῇ Φρυγίᾳ χώρᾳ Μαρσύας ὁ φιλόσοφος, ὅστις ἐφεῦρε διὰ μουσικῆς αὐλοὺς ἀπὸ καλάμων. καὶ ἀπενοεῖτο ἀποθεῶν ἑαυτὸν καὶ λέγων, Εὗρον τροφὴν ἀνθρώποις διὰ τοῦ μέλους τῶν μουσικῶν καλάμων. ᾤκει δὲ ὁ αὐτὸς Μαρσύας εἰς
15τοὺς ἰδίους ἀγροὺς τὸν ἅπαντα χρόνον· ὅστις Μαρσύας θεοχο‐ λωτηθεὶς ἐξέστη τοῦ ἰδίου νοός, καὶ παραφρονήσας ἔῤῥιψεν ἑαυ‐ τὸν εἰς τὸν ποταμὸν καὶ ἀπώλετο· ὅντινα ποταμὸν οἱ τῆς αὐτῆς χώρας Μαρσύαν καλοῦσιν ἕως τῆς νῦν. περὶ οὗ ἱστοροῦσιν οἱ ποιηταὶ ὅτι πρὸς ἔριν τοῦ Ἀπόλλωνος ἦλθε· τοῦτο λέγουσι, φη‐
20σίν, ὅτι οὗτος βλασφημήσας ἐξέστη τοῦ ἰδίου νοὸς καὶ ἐφονεύ‐
θη, καθὰ καὶ ὁ σοφώτατος Νίνος συνεγράψατο. καὶ ὁ σοφώ‐76
Chron
.

77

τατος δὲ Λουκιανὸς ἐμνημόνευσε τῆς ἱστορίας ταύτης, ὅστις εἶ‐ πεν αὐτὸν ἀπὸ Κολχίδος εἶναι. Ἐν δὲ τοῖς καιροῖς τοῦ Θῶλα ἦν Ἡρακλῆς ὁ ἥρως καὶ οἱ Ἀρ‐ γοναῦται οἱ περὶ Ἰάσονα τὸν Θεσσαλὸν καὶ Κάστορα καὶ Πο‐
5λυδεύκην καὶ Ὕλαν καὶ Τελαμῶνα καὶ τοὺς λοιπούς. οἵτινες ἀνιόντες τὸν Ἑλλήσποντον ἐπολεμήθησαν ἐξαίφνης ὑπὸ Κυζίκου, βασιλέως τῆς Ἑλλησπόντου. καὶ συγκρούσαντες ναυμαχίᾳ ἐφό‐ νευσαν τὸν Κύζικον βασιλέα· καὶ εἰσελθόντες νυκτὸς παρέλαβον τὴν Κύζικον, μητρόπολιν τῆς Ἑλλησπόντου ἐπαρχίας. καὶ με‐
10μαθηκότες ἀπὸ τῶν πολιτῶν καὶ τῶν συγκλητικῶν ὅτι Κύζικός ἐστιν ὁ σφαγεὶς παρ’ αὐτῶν, ἐπένθησαν δι’ αὐτόν, ὅτι συγγενὴς αὐτῶν ὑπῆρχε καὶ ἐκ τῆς αὐτῶν χώρας ἔφερε τὸ γένος. καὶ ᾔτουν συγγνώμην τῇ τῶν ἀμφοτέρων ἀγνοίᾳ, καὶ ἀπολογησάμε‐ νοι πρὸς τούτους ἔκτισαν ἐν τῇ αὐτῇ Κυζίκῳ πόλει μετὰ τὴν νί‐
15κην ἱερόν. καὶ ἀπελθόντες οἱ Ἀργοναῦται εἰς τὸ μαντεῖον, ἔνθα λέγεται τὰ Πύθια θερμά, καὶ ποιήσαντες θυσίαν ἐπηρώτησαν λέγοντες ταῦτα. Προφήτευσον ἡμῖν, προφῆτα, Τιτάν, Φοῖβε Ἄπολλον, τίνος ἔσται δόμος οὗτος, εἰ τί δὲ ἔσται; καὶ ἐδόθη αὐτοῖς χρησμὸς παρὰ τῆς Πυθίας οὗτος. Ὅσα μὲν πρὸς ἀρετὴν
20καὶ κόσμον ὄρωρε ποιεῖτε. ἐγὼ δὲ ἐφετμέω τρεῖν ἕνα μοῦνον ὑψιμέδοντα θεόν, οὗ λόγος ἄφθιτος ἐν ἀδαεῖ κόρῃ ἔγκυος ἔσται.
οὗτος ὥσπερ τόξον πυριφόρον μέσον διαδραμὼν ἅπαντα κόσμον,77
Chron
.

78

ζωγρεύσας πατρὶ προσάξει δῶρον. αὐτῆς ἔσται δόμος, Μαρία δὲ τοὔνομα αὐτῆς. καὶ γράψαντες τὸν χρησμὸν οἱ ἥρωες ἐν λί‐ θῳ, ἤτοι μαρμάρῳ, χαλκέοις γράμμασιν, ἔθηκαν εἰς τὸ ὑπέρ‐ θυρον τοῦ ναοῦ, καλέσαντες τὸν οἶκον Ῥέας μητρὸς θεῶν. ὅστις
5οἶκος μετὰ χρόνους πολλοὺς ἐγένετο ἐκκλησία τῆς ἁγίας καὶ θεο‐ τόκου Μαρίας ὑπὸ Ζήνωνος βασιλέως. Οἱ δὲ Ἀργοναῦται ἐκ τῆς Ἑλλησπόντου ἐξορμήσαντες κατέ‐ πλευσαν ἐπὶ τὰς Πριγκιπίους νήσους· κἀκεῖθεν ἀνῆλθον τὸν Χαλκηδόνος πλοῦν, περᾶσαι βουλόμενοι τὸν ἀνάπλουν τῆς Πον‐
10τικῆς θαλάσσης. καὶ ἐπολεμήθησαν πάλιν ὑπὸ τοῦ Ἀμύκου καὶ φοβηθέντες τοῦ ἀνδρὸς τὴν δύναμιν κατέφυγον ἐν κόλπῳ τινὶ κατάλσῳ, δασυτάτῳ πάνυ καὶ ἀγρίῳ· καὶ ἐθεάσαντο ἐν ὀπτασίᾳ δύναμίν τινα ὡς ἐκ τοῦ οὐρανοῦ προσπελάσασαν πρὸς αὐτοὺς ἀν‐ δρὸς φοβεροῦ φέροντος τοῖς ὤμοις πτέρυγας ὡς ἀετοῦ, ὅστις
15ἐχρημάτισεν αὐτοῖς τὴν κατὰ τοῦ Ἀμύκου νίκην. οἵτινες θαῤῥή‐ σαντες συνέβαλον τῷ Ἀμύκῳ· καὶ νικήσαντες αὐτὸν καὶ εὐχαρι‐ στοῦντες ἔκτισαν ἐν τῷ αὐτῷ τόπῳ ὅπου τὴν δύναμιν ἑωράκασιν ἱερόν, στήσαντες ἐκεῖ ἐκτύπωμα τῆς παρ’ αὐτῶν θεαθείσης δυ‐ νάμεως, καλέσαντες τὸν αὐτὸν τόπον ἢ τὸ ἱερὸν αὐτὸ Σωσθένην,
20διότι ἐκεῖ φυγόντες ἐσώθησαν· ὅστις τόπος οὕτως κέκληται ἕως
τῆς νῦν. ὅπερ ἱερὸν μετὰ τὸ βασιλεῦσαι Βυζάντιον ἐθεάσατο78
Chron
.

79

ἀπελθὼν ἀσφαλίσασθαι αὐτὸ Κωνσταντῖνος ὁ μέγας βασιλεύς· ὃς γενόμενος χριστιανός, καὶ τῷ ἐκτυπώματι τῆς στήλης προσεσχη‐ κὼς τῷ ἑστῶτι ἐκεῖ, εἶπεν ὅτι ἀγγέλου σημεῖον σχήματι μοναχοῦ παρὰ τοῦ δόγματος τῶν χριστιανῶν. καὶ ἐκπλαγεὶς ἐπὶ τῷ τό‐
5πῳ καὶ τῷ κτίσματι, καὶ εὐξάμενος γνῶναι ποίας ἐστὶ δυνάμεως ἀγγέλου τὸ ἐκτύπωμα, παρεκοιμήθη τῷ τόπῳ. καὶ ἀκούσας ἐν ὁράματι τὸ ὄνομα τῆς δυνάμεως, εὐθέως ἐγερθεὶς ἐκόσμησε τὸν τόπον, ποιήσας κατὰ ἀνατολὰς εὐχήν. καὶ ἐπωνόμασε τὸ εὐ‐ κτήριον, ἤτοι τὸν τόπον, τοῦ ἁγίου ἀρχαγγέλου Μιχαήλ.
10 Οἱ δὲ Ἀργοναῦται μετὰ τὴν νίκην τοῦ Ἀμύκου ἐκεῖθεν ἐξορ‐ μήσαντες ἐπὶ τὴν Ποντικὴν ἀνέπλευσαν διὰ τὸ χρύσεον δέρας. οἵτινες ἔλαβον αὐτὸ καὶ τὴν Μήδειαν, τὴν τοῦ Ἀέτου θυγατέρα, βασιλέως τῆς Σκυθίας, ἀπὸ Κολχίδος χώρας· ὅθεν ἱστορεῖται τὰ κατὰ Ἰάσονα καὶ Γλαύκην, τοῦ Κρέοντος θυγατέρα, βασιλέως
15τῆς Θεσσαλίας, τὴν καὶ ἐμπρησθεῖσαν ἐκ συμβάντος τινὸς ἅμα τῷ πατρὶ ἐν τοῖς ὑμεναίοις, καὶ τὰ ἄλλα τῆς ἱστορίας, ἅτινα ὁ σοφώτατος Ἀπολλώνιος ὁ ἱστορικὸς συνεγράψατο. Μετὰ δὲ Θῶλαν ἡγεῖτο τοῦ Ἰσραὴλ Αἰγλὼμ ὁ Ζαβουλωνί‐ της· ἐν ἐκείνοις δὲ τοῖς χρόνοις ἦν παρ’ Ἕλλησι μάντις ἄλλη,
20Σίβυλλα ἡ Ἐρυθραία. ἐν οἷς χρόνοις ἐβασίλευσε τῆς Φρυγίας ὁ Τρῶος, ὃς ἐγένετο πατὴρ Ἰλίου καὶ Γανυμήδους. οὗτος ἔκτι‐
σε πόλεις δύο, τὴν Τροίαν εἰς ὄνομα ἴδιον καὶ τὸ Ἴλιον εἰς79
Chron
.

80

ὄνομα Ἰλίου τοῦ μείζονος αὐτοῦ υἱοῦ. ὅστις πληρώσας τὰ τεί‐ χη τῶν πόλεων, τοὺς τοπαρχοῦντας, ἤτοι βασιλεύοντας, τῆς Εὐ‐ ρώπης χώρας πάντας προετρέψατο δίχα τοῦ Ταντάλου, βασιλέως τῆς Μυκηναίων χώρας. καὶ πρὸς τοῦτο ἐλυπήθη ὁ Τάνταλος,
5καὶ ἔσχεν ἔχθραν μεγάλην πρὸς αὐτόν· ἦν δὲ ταξάμενος ὁ Τρῶος πρὸ τοῦ ἄρχεσθαι κτίζειν τὰς πόλεις δῶρα πέμπειν καὶ θυσίας ποιεῖν ἐν τῷ ἱερῷ τοῦ Διὸς τοῦ εἰς τὴν Εὐρώπην χώραν. ὅστις πληρώσας τὰ τείχη μετὰ δύο ἔτη ἔπεμψε τὸν ἴδιον αὐτοῦ ἀδελ‐ φὸν τὸν μικρότερον, τὸν λεγόμενον Γανυμήδην, ὃν ἠγάπα, ὡς
10εὐπρεπῆ καὶ μικρότερον, εἰς τὸ ἀπενέγκαι τὰ δῶρα εἰς τὸ ἱερὸν τοῦ Διὸς καὶ πληρῶσαι τὴν θυσίαν τοῦ τάγματος, δεδωκὼς αὐτῷ ἄνδρας νʹ. καὶ ἀντιπεράσας τὴν θάλασσαν ἀπήρχετο ἐπὶ τὸ ἱερὸν τοῦ Διός. μαθὼν δὲ ὁ Τάνταλος, νομίσας ὅτι κατασκοπῆσαι ἦλθε τὴν Εὐρώπην χώραν, ἔπεμψε πολλοὺς ὡπλισμένους, καὶ
15ἥρπασαν τὸν Γανυμήδην πρὸ τοῦ φθάσαι τὸ ἱερὸν καὶ τοὺς μετ’ αὐτοῦ. ὁ δὲ Γανυμήδης ἐκ τῆς δειλίας ἠῤῥώστησεν· ἐπηρώτησε δὲ αὐτὸν ὁ Τάνταλος λέγων, Ἐν ἀλλοτρίοις βασιλείοις πῶς ἐτόλ‐ μησας ἐλθεῖν κατάσκοπος; καὶ εἶπεν αὐτῷ ὅτι Θυσίας χάριν τοῦ Διὸς ἦλθον ἐγὼ καὶ οἱ μετ’ ἐμοῦ. καὶ γνοὺς τοῦτο ὁ Τάνταλος,
20ἐκέλευσεν αὐτῷ περιμεῖναι καὶ ἀνεθῆναι διὰ τὴν νόσον. ὁ δὲ αὐ‐ τὸς Γανυμήδης τρεῖς ἡμέρας ἀῤῥωστήσας τελευτᾷ· καὶ ἐκέλευ‐ σεν ὁ Τάνταλος ἀποδοθῆναι ἃ ἤνεγκε δῶρα καὶ τὴν θυσίαν εἰς
τὸ ἱερὸν τοῦ Διός· καὶ τὸ λείψανον δὲ τοῦ αὐτοῦ Γανυμήδους80
Chron
.

81

τεθῆναι ἔσω ἐν τῷ ναῷ τοῦ Διὸς πρὸς τιμήν. οἱ δὲ μετ’ αὐτοῦ ἀποσταλέντες ποιήσαντες αὐτῷ σορόν, ἔθηκαν αὐτὸν ἐπιγράψαν‐ τες ἐν αὐτῷ, Τρῶος, βασιλεὺς Ἀσίας, σὺν τῇ θυσίᾳ τὸν ἐνταῦθα κείμενον Γανυμήδην, υἱὸν αὐτοῦ, ἀνέθετο Διί. τοῦτο δὲ
5ἐποίησεν ὁ Τάνταλος πρὸς θεραπείαν τοῦ πατρὸς αὐτοῦ· οὐκ ἦν γὰρ ἔθος Ἕλλησι θάπτειν ἔνδον ἱεροῦ οἴκου λείψανον θνητοῦ ἀνθρώπου διὰ τὸ μὴ κοινοῦσθαι τὰ θεῖα. ταῦ‐ τα δὲ συνεγράψατο ὁ σοφώτατος Δίδυμος ὁ ἱστορικὸς χρονο‐ γράφος. λέγουσιν οὖν τινες τὸν Γανυμήδην ἁρπαγέντα ὑπὸ ἀε‐
10τοῦ διὰ τὸ συμβὰν αὐτῷ ὀξύτατον τοῦ θανάτου. Μετὰ δὲ Τρῶον ἐβασίλευσε τῶν Φρυγῶν ὁ Ἴλιος· ἐν αὐτῷ δὲ τῷ καιρῷ ἐλαλεῖτο ἡ νίκη τοῦ ἀγῶνος Πέλοπος τοῦ Λυδοῦ καὶ Οἰνομάου τοῦ Πισαίου, ἐπιτελεσθεῖσα ἐν τῇ ἡλιακῇ ἑορτῇ· ἅτινα συνεγράψατο Χάραξ ὁ ἱστορικός.
15 Μετὰ δὲ τοὺς χρόνους τούτους ἦν κριτὴς καὶ ἡγούμενος τοῦ Ἰσραὴλ Σαμψών, ἀνὴρ γενναῖος καὶ μυστικὸς καὶ θαύματα ποι‐ ῶν, καθὰ ἐν τῇ Ἑβραϊκῇ ἐμφέρεται συγγραφῇ. ἐν οἷς χρόνοις ἐβασίλευσε τῆς Αἰγύπτου χώρας ὁ Λάπαθος· ἔσχε δὲ υἱοὺς δύο, τὸν Ἀχαὸν καὶ τὸν Λάκωνα. μέλλων δὲ τελευτᾶν ἐκέλευσε τοῖς
20ἑαυτοῦ υἱοῖς διαμερίσασθαι τὸ βασίλειον αὐτοῦ καὶ τὴν χώραν
εἰς δύο· ὅστις Ἀχαὸς μετὰ τὴν τελευτὴν τοῦ αὐτοῦ πατρὸς ἀπο‐81
Chron
.

82

μερίσας τὴν χώραν πᾶσαν εἰς δύο ἔδωκε τῷ αὐτοῦ ἀδελφῷ Λά‐ κωνι τὸ ἥμισυ τῆς χώρας ἐκ τῆς πατρικῆς αὐτῶν βασιλείας. καὶ ἐκάλεσε τὴν ὑπ’ αὐτοῦ βασιλευομένην χώραν εἰς ὄνομα ἴδιον Λα‐ κωνικήν· καὶ ἐβασίλευσε Λάκων ἔτη λγʹ, καὶ κτίζει πόλιν ὀνόματι
5Γιθιλλίαν εἰς τὴν πάραλον. καὶ μετ’ αὐτὸν ἐβασίλευσαν Λακώνων ἄλλοι πολλοὶ ἕως τῆς βασιλείας τοῦ Θεστίου, βασιλέως Λακώνων· ὃς ἔκτισε πόλιν εἰς ἴδιον ὄνομα Θεστίαν παρὰ τὸν ποταμὸν τὸν λε‐ γόμενον Εὐρώταν. καὶ ἔσχεν ὁ αὐτὸς Θέστιος θυγατέρας τρεῖς, εὐ‐ πρεπεῖς πᾶσαν ὑπερβολήν, τὴν Λήδαν καὶ τὴν Κλυτίαν καὶ τὴν Με‐
10λανίππην· αἵτινες ἐκαλοῦντο προϊοῦσαι Λακωνίδες. τὴν δὲ Λή‐ δαν ἐξέδωκεν ὁ πατὴρ αὐτῆς Θέστιος πρὸς γάμον τινὶ ὀνόματι Τυνδαρίῳ· ὅστις μετὰ τὴν τελευτὴν τοῦ Θεστίου ἐβασίλευσε τῆς τῶν Λακώνων χώρας. ἔσχε δὲ θυγατέρα ἐκ τῆς Λήδας ὁ αὐτὸς Τύνδαρος ὀνόματι Κλυταιμνήστραν· ἥντινα μετὰ χρόνον αὐξη‐
15θεῖσαν ἠγάγετο γυναῖκα Ἀγαμέμνων, ὁ βασιλεὺς τῆς Μυκηναίων χώρας. ἡ δὲ ἐπορνεύθη μοιχευθεῖσα ὑπό τινος νεωτέρου συγ‐ κλητικοῦ, ὀνόματι Κύκνου, υἱοῦ Ἐδερίωνος, βασιλέως τῆς Ἀχαΐας, τοῦ καταγομένου ἐκ τοῦ Πίκου Διός, Τυνδαρίου, τοῦ τῆς Λήδας ἀνδρός, ἀγνοοῦντος τὴν μοιχείαν. ἡ δὲ Λήδα ἐπορ‐
20νεύθη μετεωριζομένη ἐν προαστείῳ ἰδίῳ κειμένῳ παρὰ τὸν Εὐρώ‐ ταν ποταμόν, καὶ ἔγκυος γενομένη ὑπὸ Κύκνου τοῦ μοιχοῦ, υἱοῦ
Ἐδερίωνος βασιλέως, ἔτεκεν ἐν ἑνὶ τοκετῷ βρέφη τρία, Κάστο‐82
Chron
.

83

ρα καὶ Πολυδεύκην καὶ Ἑλένην. ἥτις Ἑλένη εἶχε φοβερὸν κάλ‐ λος, ἣν ἐξέδωκε μετὰ ταῦτα ὁ αὐτὸς Τυνδάριος εἰς γάμον Με‐ νελάῳ, τῷ βασιλεῖ τῶν Ἀργείων, συντρόφῳ τοῦ Ἀγαμέμνονος, καθὼς Παλαίφατος ὁ σοφώτατος συνεγράψατο, ὅτι μάτην οἱ
5ποιηταὶ ἱστοροῦσι ποιητικῶς λέγοντες ὅτι ὁ Ζεὺς γέγονε κύκνος καὶ Λήδαν ᾔσχυνε. Τῆς δὲ τῶν Φρυγῶν χώρας ἐπὶ τῶν χρόνων τοῦ Σαμψὼν ἐβασίλευσε Δάρδανος, υἱὸς Ἰλίου. Ἐν αὐτοῖς δὲ τοῖς χρόνοις ἐβασίλευσε τῶν Ἑλλήνων, τοῦτ’
10ἐστὶ τῆς Ἑλλάδος, τὶς ὀνόματι Ἄβας ἔτη κγʹ. καὶ μετ’ αὐτὸν ἐβασίλευσεν ὁ Προῖτος ἔτη ιζʹ. τούτου ἡ γυνὴ ἡ Σθενέβοια, ἡ καὶ Ἄντεια, ἐφίλησε τὸν Βελλεροφόντην· καὶ προσέπεμψεν αὐ‐ τῷ τινας, καὶ οὐκ ἐπείσθη, λέγων ὅτι χαμεύρετόν με εὗρεν ὁ βα‐ σιλεὺς Προῖτος πρὸ τῆς βασιλείας αὐτοῦ καὶ ἀνεθρέψατο καὶ τι‐
15μῆς με ἠξίωσεν υἱοῦ συνεσθίειν αὐτῷ· καὶ πράξω τι τοιοῦτον κατ’ αὐτοῦ; οὐκ ἔστι νόμος Ἕλλησι. καὶ τοῦτο ἀκούσασα ἡ Σθενέβοια, λογισαμένη μήποτε, ὡς ἔχων παῤῥησίαν υἱοῦ πρὸς αὐτόν, εἴπῃ αὐτῷ ὅτι προσέπεμψεν αὐτῷ τινας ὡς ἐρῶσα αὐτοῦ, λάθρᾳ εἶπε τῷ ἰδίῳ ἀνδρὶ ὅτι ἐρᾷ μου ὁ Βελλεροφόντης καὶ
20ἐπέρχεταί μοι, καὶ μὴ φάρμακόν μοι δώσει καὶ θάνω φυλάττου‐
σά σοι σωφροσύνην, ὡς ἀνδρὸς ἐρῶσα, φοβοῦμαι. καὶ λέγει83
Chron
.

84

αὐτῇ ὁ Προῖτος, Νόμος ἐστὶν Ἕλλησι μὴ ποιεῖν κακῶς τῷ συνε‐ σθίοντι. ἀλλὰ πέμπω αὐτὸν πρὸς τὸν ἴδιόν σου πατέρα Ἰοβάτην, μεθ’ οὗ οὐδέποτε ἔφαγε, γράφων αὐτῷ φονεῦσαι αὐτὸν ὡς ἐπί‐ βουλον τῆς ἐμῆς βασιλείας καὶ σοῦ αὐτῆς. ὁ δὲ ποιήσας οὕτως
5ἔδωκεν αὐτῷ γράμματα, σφραγίσας αὐτὰ βασιλικῇ σφραγῖδι. καὶ λαβὼν τὰ γράμματα ὁ Βελλεροφόντης, ἀγνοῶν τὴν κατα‐ σκευὴν τὴν κατ’ αὐτοῦ ἀπῆλθε πρὸς τὸν Ἰοβάτην βασιλέα, καὶ εὗρεν αὐτὸν ἐν τῷ ἀρίστῳ. καὶ μαθὼν ὁ Ἰοβάτης ὅτι ἦλθεν, ἐκάλεσεν αὐτόν, καὶ ὡς φιλούμενον παρὰ τοῦ Προίτου, γαμβροῦ
10αὐτοῦ, ὡς υἱὸν ἐκέλευσε συνεσθίειν αὐτῷ. καὶ δεξάμενος τὰ γράμματα καὶ ἀναγνοὺς τὰ γραφέντα αὐτῷ, καὶ εἰδὼς ὁ Ἰοβά‐ της ὅτι συνέφαγεν αὐτῷ εἶπε καθ’ ἑαυτὸν ὅτι μᾶλλον κατηγορεῖ‐ ται οὗτος· εἰ γὰρ συνῄδει κακῷ, οὐκ ἂν ἡ δίκη ἐποίησεν αὐτὸν φαγεῖν μετ’ ἐμοῦ, ὅτι νόμος ἐστὶν Ἕλλησι τῷ συνεσθίοντι μὴ
15ποιεῖν κακῶς. καὶ τὰ αὐτὰ ἔγραψε τῷ ἰδίῳ γαμβρῷ καὶ τὰ λοι‐ πά, καθὼς συνεγράψατο Εὐριπίδης ὁ τραγικὸς ποιητής, πλη‐ ρώσας τὸ δρᾶμα. Μετὰ δὲ τὴν βασιλείαν τοῦ Προίτου ἐβασίλευσεν ὁ δεύτερος Ἀκρίσιος ἔτη λαʹ, καὶ λοιπὸν μετὰ τὴν νίκην τὴν κατὰ Οἰνομάου
20ἐβασίλευσεν ὁ Πέλοψ ἔτη λβʹ, ἐξ οὗ καὶ Πελοποννήσιοι ἐκλήθη‐
σαν οἱ Ἑλλαδικοί. ἔκτισε δὲ καὶ πόλιν, ἥντινα καὶ Πελοπόν‐84
Chron
.

85

νησον ἐκάλεσεν· ἔκτοτε καὶ Πελοποννήσιον ἐκλήθη τὸ βασίλειον Ἑλλάδος. Ἐν αὐτοῖς δὲ τοῖς χρόνοις ἦν ὁ Δημόκριτος, φιλοσοφούμενα διδάσκων· ὅστις καὶ ἐν τῇ φιλοσόφῳ αὐτοῦ συγγραφῇ ἐξέθετο
5ταῦτα ὅτι δεῖ τὸν θέλοντα φιλόσοφον γενέσθαι ἀσκεῖν σωφρονεῖν, πάντων ἀπέχεσθαι κακῶν, πάντα δὲ ὀρθῶς νοεῖν καὶ πράττειν, καὶ ὅτε οὕτως φιλοσοφήσει, τότε μαθήσεται τὸ ἐννάγραμμον ὄνομα καὶ ὄψεται τὸν υἱὸν τὸν θεοῦ λόγον τὸν ἀπαθῆ, παθητὸν μελλοφανῆ. φέρεται δὲ ταῦτα εἰς τὸ σύγγραμμα Θεοφίλου τοῦ
10σοφωτάτου χρονογράφου. Ἐν δὲ τοῖς αὐτοῖς χρόνοις ἐφιλοσόφει Ἱπποκράτης, ἰατρικὴν φιλοσοφίαν ἐκτιθέμενος. Μετὰ δὲ τὴν βασιλείαν Πέλοπος ἐβασίλευσεν ὁ Ἀτρεὺς ἔτη κʹ, καὶ μετ’ αὐτὸν ὁ Θυέστης ἔτη ιϛʹ, καὶ μετ’ αὐτὸν ὁ Ἀγαμέ‐
15μνων ἔτη ιηʹ, καὶ μετ’ αὐτὸν ἐβασίλευσεν ὁ Αἴγισθος ἔτη ζʹ. κα‐ τέσχεν οὖν ἡ βασιλεία τῶν Ἑλλήνων, ἤτοι Πελοποννησίων, ἔτη ρξδʹ. Ἐν δὲ τοῖς προειρημένοις ἀνωτέρω χρόνοις τῆς Κρήτης ἐβα‐ σίλευσε πρῶτος ὁ Μίνωος, ὁ υἱὸς τῆς Εὐρώπης· ὅστις καὶ ἐθα‐
20λασσοκράτει πολεμήσας Ἀθηναίοις καὶ νόμους ἐτίθη· περὶ οὗ, φησί, Πλάτων ὁ σοφώτατος ἐν τοῖς περὶ νόμων ὑπομνήμασιν
ἐμνημόνευσεν. ἐν οἷς χρόνοις ἦσαν ὁ Δαίδαλος καὶ ὁ Ἴκαρος,85
Chron
.

86

θρυλούμενοι ἕνεκεν τῆς Πασιφάης, γυναικὸς τοῦ Μίνωος βασι‐ λέως καὶ τοῦ Ταύρου τοῦ νοταρίου αὐτῆς· ἐξ οὗ ἔτεκε μοιχευ‐ θεῖσα υἱὸν τὸν κληθέντα Μινώταυρον, μεσάσαντος τῇ μοιχείᾳ τῆς πορνείας τοῦ Δαιδάλου καὶ τοῦ Ἰκάρου. ὁ δὲ Μίνωος βα‐
5σιλεὺς τὴν Πασιφάην ἀποκλείσας ἐν τῷ κουβουκλείῳ μετὰ δύο δουλίδων παρεῖχεν αὐτῇ τροφήν, καὶ εἴασεν αὐτὴν ἐκεῖ, μηκέτι ἑωρακὼς αὐτήν. καὶ ἐκείνη θλιβομένη, ὡς λυθεῖσα τῆς βασι‐ λικῆς ἀξίας, νόσῳ βληθεῖσα ἐτελεύτα· ὁ δὲ Δαίδαλος καὶ ὁ Ἴκα‐ ρος ἐφονεύθησαν· ὁ μὲν Ἴκαρος φεύγων τῆς φρουρᾶς, ὡς πλέει,
10ἐποντίσθη, ὁ δὲ Δαίδαλος ἐσφάγη. περὶ δὲ τῆς Πασιφάης ἐξέ‐ θετο δρᾶμα ὁ Εὐριπίδης ὁ ποιητής. Ἐν αὐτοῖς δὲ τοῖς χρόνοις Ἡρακλῆς ὁ τελεστὴς ὁ μυστικὸς ἄθλους ποιήσας, ἀπελθὼν ἐν τῇ Λιβύῃ χώρᾳ συνέβαλε τῷ Ἀν‐ τέωνι, καὶ αὐτῷ ὄντι μυστικῷ, ποιοῦντι δὲ γήινά τινα. καὶ
15νικήσας αὐτὸν ὁ Ἡρακλῆς ἐφόνευσεν αὐτόν· ὅστις Ἡρακλῆς, με‐ τὰ τὴν νίκην νόσῳ βληθείς, ἑαυτὸν εἰς πῦρ ἔβαλε καὶ ἐτελεύτα· περὶ οὗ Δίδυμος ὁ σοφώτατος συνεγράψατο. τοῦ δὲ Ἰλίου τότε ἐβασίλευσε μετὰ Δάρδανον Λαομέδων, ὁ αὐτοῦ υἱός. Μετὰ δὲ Σαμψὼν ἡγεῖτο τοῦ Ἰσραὴλ Ἠλὶ ὁ ἱερεύς.
20Ἐν δὲ τοῖς ἀνωτέρω χρόνοις ἐτελεύτα ὁ Ἀνδρόγηος, ὁ υἱὸς
τῆς Πασιφάης καὶ τοῦ Μίνωος, βασιλέως τῆς Κρήτης· ὡσαύ‐86
Chron
.

87

τως δὲ καὶ αὐτὸς Μίνωος ἐτελεύτησε, καὶ ἐκέλευσε μέλλων τε‐ λευτᾶν βασιλεῦσαι τῆς Κρήτης τὸν Μινώταυρον. καὶ μετὰ τὴν τούτου τελευτὴν τοῦ Μίνωος ἐβασίλευσε τῆς Κρήτης ὁ Μινώ‐ ταυρος, ὁ Πασιφάης υἱὸς καὶ Ταύρου τοῦ νοταρίου αὐτῆς. καὶ
5ὕβριν λογιζόμενοι οἱ συγκλητικοὶ τῆς Κρήτης τὸ βασιλευθῆναι ὑπὸ τοῦ Μινωταύρου, ὡς μοιχογεννήτου, συσκευάζονται αὐτῷ καὶ προτρέπονται τὸν Θησέα, ὡς γενναῖον, τὸν υἱὸν τοῦ Αἰγέως, βασιλέως τῆς Θεσσαλίας, εἰς τὸ πολεμῆσαι αὐτῷ, συνταξάμενοι προδίδειν τὸν Μινώταυρον καὶ τὴν χώραν πᾶσαν, καὶ διδόναι
10αὐτῷ καὶ τὴν ἀδελφὴν αὐτοῦ εἰς γυναῖκα, τὴν Ἀριάδνην, τὴν ἐκ Πασιφάης καὶ τοῦ Μίνωος βασιλέως· εἶχε γὰρ ἀπὸ τῆς Πασι‐ φάης καὶ τοῦ Μίνωος τὸν Ἀνδρόγηον καὶ τὴν Ἀριάδνην. καὶ ἦλθε κατ’ αὐτοῦ ὁ Θησεὺς εἰς τὴν Κρήτην ἐξαίφνης, καὶ πάντες ἐάσαντες τὸν Μινώταυρον οἱ συγκλητικοὶ καὶ ὁ στρατὸς ἔδοξαν
15φεύγειν τὴν πόλιν Γόρτυναν. καὶ γνοὺς ὁ Μινώταυρος τὴν προ‐ δοσίαν ἔφυγε καὶ αὐτὸς εἰς τὴν Λαβύρινθον χώραν· καὶ ἀνελθὼν ἐν ὄρει εἰσῆλθεν εἰς σπήλαιον κρυπτόμενος. καὶ καταδιώξας αὐ‐ τὸν ὁ Θησεὺς ἔμαθεν ὑπό τινος ποῦ κέκρυπται· ὅντινα ἐκβαλὼν ἐφόνευσεν εὐθέως. καὶ εἰσελθὼν ἐν τῇ πόλει Γορτύνῃ ἐθριάμ‐
20βευσε τὴν κατὰ τοῦ Μινωταύρου νίκην· καὶ εὐφημεῖτο ἀπὸ τῶν συγκλητικῶν καὶ ἀπὸ πάσης τῆς χώρας. καὶ ᾔτησεν αὐτοὺς ἀπελ‐ θεῖν πρὸς τὸν Αἰγέα, τὸν αὐτοῦ πατέρα, ἵνα καὶ πρὸς αὐτὸν θριαμβεύσῃ τὴν νίκην. πρὸ τοῦ δὲ αὐτὸν καταπλεῦσαι πρὸς
τὸν πατέρα αὐτοῦ, ἀπελθών τις ναύτης ἀνήγγειλε τῷ βασιλεῖ87
Chron
.

88

Αἰγεῖ, τῷ πατρὶ τοῦ Θησέως, ὅτι ἐξέφυγεν ἐκ τῆς πόλεως ὁ Μι‐ νώταυρος· καὶ ὑπέλαβεν ὅτι ἄλην αὐτῷ ἐποίησαν οἱ Κρῆτες· ἐξέθεντο γὰρ περὶ αὐτῶν, Κρῆτες ἀεὶ ψεῦσται· καὶ ἔῤῥιψεν ἑαυτὸν εἰς τὴν θάλασσαν καὶ ἀπώλετο. ἐλθὼν οὖν ὁ Θησεὺς εὗ‐
5ρεν αὐτὸν τελευτήσαντα· καὶ πεισθεὶς τῇ ἰδίᾳ συγκλήτῳ περιε‐ φρόνησε τῆς βασιλείας τῆς Κρήτης καὶ τῆς Ἀριάδνης, βασιλεύ‐ σαντος τοῦ ἰδίου πατρὸς τῆς Θεσσαλίας, καὶ ἠγάγετο γυναῖκα τὴν Ἰλίαν τὴν λεγομένην Φαίδραν. ἡ δὲ Ἀριάδνη εἰσελθοῦσα ἐν τῷ ἱερῷ τοῦ Διὸς ἔμενεν ἱέρεια παρθένος, ἕως οὗ ἐκεῖ ἐτε‐
10λεύτησε. Ἐν αὐτοῖς δὲ τοῖς χρόνοις ἐθρυλεῖτο ἐν τῇ Θεσσαλίᾳ ὁ ψεύ‐ στης πόθος τῆς Φαίδρας ὁ πρὸς Ἱππόλυτον, τὸν πρόγονον αὐτῆς, υἱὸν δὲ Θησέως ἐκ παλλακῆς· περὶ ἧς ὁ σοφώτατος Εὐριπίδης μετὰ ταῦτα συνεγράψατο δρᾶμα ποιητικῶς. μετὰ οὖν νβʹ ἔτη
15τοῦ τελευτῆσαι τὴν Πασιφάην ἐστὶ τὰ κατὰ τὴν Φαίδραν, κα‐ θὼς ὁ σοφώτατος Δομνῖνος ὁ χρονογράφος ὑπεμνημάτισε. τῇ δὲ θέᾳ ἦν ἡ Φαίδρα τελεία, εὔστολος, μάκροψις, σώφρων. ὁ δὲ Ἱππόλυτος τῇ θέᾳ ἦν τέλειος, εὐσθενής, μελάγχροος, κονδό‐ θριξ, ὑπόσιμος, πλατόψις, ὀδόντας ἔχων μεγάλους, σπανὸς
20τὸ γένειον, κυνηγέτης, σώφρων δὲ καὶ ἥσυχος. ὁ δὲ Θησεὺς ὁ βασιλεὺς ἀκούσας τὰ θρυλούμενα ἐν τῇ πόλει περὶ τῆς αὐτοῦ
γυναικὸς Ἰλίας Φαίδρας, ἐλυπεῖτο πρὸς αὐτήν· καὶ ἀγανακτήσας88
Chron
.

89

κατὰ τοῦ ἰδίου υἱοῦ Ἱππολύτου οὐκ ἔδειξεν αὐτοῖς· λαβὼν δὲ ταῦρον λευκὸν ἔδωκεν αὐτὸν θυσίαν τῷ Ποσειδῶνι, καταρώμενος τὸν υἱὸν αὐτοῦ Ἱππόλυτον καὶ αἰτούμενος κακῶς αὐτὸν ἀπολέ‐ σθαι. καὶ συνέβη μετὰ μῆνας τρεῖς ἐν τῷ ἐξελθεῖν τὸν Ἱππό‐
5λυτον εἰς θήραν ἔφιππον καὶ διῶξαι σύαγρον, τοῦ ἵππου αὐτοῦ προσκόψαντος ἐξεσελλίσθη καὶ ἔπεσε χαμαί, κατέχων τῇ ἀριστε‐ ρᾷ χειρὶ τὸν χαλινὸν τοῦ ἵππου, καὶ εἱλιγέντος τοῦ λωρίου ἐν τῇ χειρὶ αὐτοῦ ἐσύρη ὑπὸ τοῦ ἵππου· πληγὴν δὲ λαβὼν ἐν τῇ αὐτοῦ κεφαλῇ εἰσηνέχθη ὑπὸ τῶν δούλων εἰς τὴν πόλιν ἐν τῷ παλατίῳ·
10καὶ τῇ ἕκτῃ ἡμέρᾳ ἐκ τῆς πληγῆς τῆς αὐτοῦ κεφαλῆς τελευτᾷ· ἦν δὲ ἐτῶν κβʹ. ὁ δὲ Θησεὺς βασιλεὺς πενθῶν αὐτὸν ἐξεῖπε τῇ Φαίδρᾳ τὴν ἑαυτοῦ λύπην, ὀνειδίζων αὐτήν, εἰρηκὼς αὐτῇ καὶ τὸ θρυλούμενα ἐν τῇ πόλει καὶ τῇ χώρᾳ ἕνεκεν τοῦ Ἱππολύτου καὶ αὐτῆς. ἡ δὲ Φαίδρα ἀκούσασα ταῦτα ἐξωμόσατο αὐτῷ μὴ εἰδέναι
15τοιοῦτον, ἀλλὰ καὶ ἀποκειμένην αὐτῷ καὶ μάτην τὴν λοιδορίαν ταύ‐ την τοὺς τῆς πόλεως φημίσαι ὑπονοήσαντας. ὁ δὲ Θησεὺς μὴ πει‐ σθεὶς αὐτῇ, αἰσχυνόμενος δὲ καὶ τὴν σύγκλητον αὐτοῦ, ἐποίησεν αὐ‐ τὴν ἀπὸ ὄψεως, κελεύσας μηκέτι αὐτῷ ὁρᾶσθαι, λυπούμενος δὲ καὶ διὰ τὸν θάνατον τοῦ ἰδίου αὐτοῦ υἱοῦ· ἐφίλει γὰρ αὐτόν. ἡ δὲ Φαί‐
20δρα, ὡς πάνυ σώφρων, θλιβομένη δὲ καὶ διὰ τὴν ψευδῆ κατηγορίαν τῶν τῆς πόλεως καὶ τῆς χώρας, καὶ τοῦ ἀνδρὸς τὸν ἀποδιωγμὸν αἰ‐
σχυνομένη, ἑαυτῇ ἀπεχρήσατο, καὶ τελευτᾷ οὖσα ἐτῶν λθʹ, καθὼς89
Chron
.

90

Κεφαλίων ὁ σοφώτατος συνεγράψατο ταῦτα, λέγων ὅτι μάτην πε‐ ρὶ τῆς σώφρονος Φαίδρας τὸν κατὰ Ἱππόλυτον πόθον ἐμυθολό‐ γησαν, ποιητικῶς περὶ τῆς αὐτῆς πλασάμενοι. Ἐν αὐτοῖς δὲ τοῖς χρόνοις ἐβασίλευσε τῶν Λακεδαιμονίων
5πρῶτος Εὐρυσθεὺς ἔτη μβʹ, καὶ ἄλλοι βασιλεῖς μετ’ αὐτὸν ηʹ, ὁμοῦ ἐβασίλευσαν ἔτη σμϛʹ. καὶ ὁ Ἄλκμαινος ἔτη λζʹ. καὶ κατέσχεν ἡ βασιλεία Λακεδαιμονίων τὰ πάντα ἔτη τκεʹ, ὡς Ἀφρικανὸς ὁ σοφώτατος συνεγράψατο. Μετὰ δὲ Ἠλεὶ τὸν προφήτην τῶν Ἰουδαίων πρῶτος ἐβασί‐
10λευσε τῶν Ἰουδαίων Σαούλ, ὁ τοῦ Κίς, ἐκ φυλῆς Βενιαμίν, ἔτη κʹ, ἐν Γαβαὼν τῇ πόλει. τῶν δὲ Κορινθίων μετὰ τοὺς Λακε‐ δαιμονίους ἐβασίλευσε τότε Ἀλήτης ἔτη λεʹ, καὶ ἄλλοι βασιλεῖς ιαʹ ἔτη σοζʹ. καὶ ὕστερον ἐβασίλευσεν * ἔτος αʹ. κατέσχε δὲ ἡ βασιλεία Κορινθίων τὰ πάντα ἔτη τιγʹ.
15 Ἐν τοῖς χρόνοις τοῦ Σαοὺλ ἐπενόησαν πρῶτον ἀγῶνα οἱ Πι‐ σαῖοι Ὀλυμπίων, τότε τὴν ἑορτὴν ἐπιτελέσαντες τὴν κοσμικὴν τῷ Διὶ Ὀλυμπίῳ, περὶ ὧν ὁ σοφώτατος Ἀφρικανὸς ἐχρονογράφησεν. Ἐν αὐτῷ δὲ τῷ καιρῷ ἐγένετο ἱερεὺς τῶν Ἰουδαίων Σαμουὴλ ὁ προφήτης· καὶ προεβάλετο κατὰ κέλευσιν θεοῦ βασιλέα τὸν
20Δαβὶδ τοῦ Ἰουδαϊκοῦ ἔθνους, τὸν υἱὸν τοῦ Ἰεσσαί.90
Chron
.

91

(t1)

ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ
t2ΧΡΟΝΩΝ ΤΡΩΙΚΩΝ.
1Ἐν δὲ τοῖς χρόνοις τοῦ Δαβὶδ ἐβασίλευσε τοῦ Ἰλίου, ἤτοι τῆς Φρυγῶν χώρας, Πρίαμος, υἱὸς Λαομέδοντος. ἐν δὲ τῇ αὐτοῦ βασιλείᾳ τότε καὶ τὸ Ἴλιον καὶ τὸ Δάρδανον καὶ ἡ Τροία καὶ πᾶ‐ σα ἡ χώρα τῆς Φρυγίας πορθεῖται ὑπὸ τῶν Ἀχαιῶν· ἐν οἷς ἱστο‐
5ρεῖται Ἀγαμέμνων καὶ Μενέλαος καὶ οἱ λοιποὶ σὺν τῷ Νεοπτολέ‐ μῳ Πύῤῥῳ, ὅσοι ἐπεστράτευσαν κατὰ τοῦ Ἰλίου διὰ τὴν ὑπὸ Πάριδος τοῦ καὶ Ἀλεξάνδρου κλοπὴν τῆς Ἑλένης· ἐτρώθη γὰρ εἰς αὐτήν. ἡ γὰρ Ἑλένη ἦν τελεία, εὔστολος, εὔμασθος, λευκὴ ὡσεὶ χιών, εὔοφρυς, εὔρινος, εὐχαράκτηρος, οὐλόθριξ,
10ὑπόξανθος, μεγάλους ἔχουσα ὀφθαλμούς, εὐχαρής, καλλίφωνος, φοβερὸν θέαμα εἰς γυναῖκας· ἦν δὲ ἐνιαυτῶν κϛʹ. ἡ δὲ ἀρχὴ τῶν κακῶν τοῦ ἀπολέσθαι τὴν Τροίαν καὶ πᾶσαν τὴν Φρυγῶν
χώραν καὶ τὰ βασίλεια αὐτῆς εὑρέθη ἡ πρόφασις αὕτη.91
Chron
.

92

Τοῦ Πάριδος γεννηθέντος ὑπὸ τῆς Ἑκάβης, Πρίαμος, ὁ τού‐ του πατήρ, ἀπελθὼν ἐν τῷ μαντείῳ τοῦ Φοίβου ἐπυνθάνετο περὶ τοῦ τεχθέντος αὐτῷ υἱοῦ. καὶ ἐδόθη αὐτῷ ὁ χρησμὸς οὗτος. Ἐτέχθη σοι υἱὸς Πάρις, παῖς δύσπαρις, τριακοντούτης γενόμενος
5ὀλέσει τὰ βασίλεια Φρυγῶν. καὶ ταῦτα ἀκούσας ὁ Πρίαμος εὐ‐ θέως μετωνόμασεν αὐτὸν Ἀλέξανδρον, καὶ ἔπεμψεν αὐτὸν ἐν ἀγρῷ ὀνόματι Ἀμάνδρᾳ, γαλακτοτροφῆναι παρὰ γεηπόνῳ τινί, ἄχρις οὗ διέλθῃ τὰ τριάκοντα ἔτη, ἅπερ ὁ χρησμὸς εἶπεν, ἐάσας τὸν αὐτὸν Ἀλέξανδρον τὸν καὶ Πάριδα Πρίαμος, ὁ αὐτοῦ πα‐
10τήρ, ἐν τῷ ἀγρῷ· ποιήσας δὲ τεῖχος ἐν τῷ αὐτῷ ἀγρῷ μέγα ἐκά‐ λεσεν αὐτὸ πόλιν τὸ Πάριον. καὶ ἔμεινεν ἐκεῖ ὁ Πάρις ἀνατρε‐ φόμενος καὶ ἐν αὐτῷ διάγων καὶ ἀναγινώσκων· ὅστις ἐλλόγιμος καὶ εὐπαίδευτος ἐγένετο, καὶ ἐξέθετο λόγον ἐγκωμιαστικὸν εἰς τὴν Ἀφροδίτην, λέγων μείζονα αὐτῆς θεὰν μὴ εἶναι μήτε τὴν Ἥραν
15μήτε τὴν Ἀθηνᾶν. τὴν γὰρ Ἀφροδίτην τὴν ἐπιθυμίαν εἶπεν εἶ‐ ναι· ἐκ τῆς ἐπιθυμίας οὖν πάντα τίκτεσθαι εἶπεν ἐν τῇ ἑαυτοῦ ἐκθέσει. διὰ τοῦτο ἱστοροῦσιν ὅτι ὁ Πάρις ἔκρινε μεταξὺ Παλ‐ λάδος καὶ Ἥρας καὶ Ἀφροδίτης καὶ τῇ Ἀφροδίτῃ ἔδωκε τὸ μῆ‐ λον, ὅ ἐστι τὴν νίκην, εἰπὼν ὅτι ἡ ἐπιθυμία, ὅ ἐστιν ἡ Ἀφρο‐
20δίτη, πάντα τίκτει καὶ τέκνα καὶ σοφίαν καὶ σωφροσύνην καὶ τέ‐92
Chron
.

93

χνας καὶ τὰ ἄλλα πάντα ἐν λογικοῖς καὶ ἀλόγοις· μεῖζον δὲ αὐτῆς καὶ βέλτιον μὴ εἶναι. ἐξέθετο δὲ καὶ ὕμνον εἰς αὐτὴν τὸν λεγό‐ μενον κεστὸν ὁ αὐτὸς Πάρις. μετὰ δὲ τὸ διελθεῖν τὸ λβʹ ἔτος λογισάμενος ὁ Πρίαμος ὅτι παρῆλθεν ὁ χρόνος τοῦ δοθέντος χρη‐
5σμοῦ περὶ τοῦ Πάριδος τῶν λʹ ἐνιαυτῶν, πέμψας ἤγαγεν ἀπὸ τοῦ ἀγροῦ τὸν αὐτὸν Ἀλέξανδρον τὸν καὶ Πάριδα μετὰ πάσης τι‐ μῆς· ἐφίλει γὰρ αὐτόν. καὶ ἐξῆλθεν ὁ αὐτὸς Πρίαμος εἰς ἀπάν‐ τησιν αὐτοῦ καὶ οἱ συγκλητικοὶ αὐτοῦ μετ’ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ πάντες καὶ πάντες οἱ τῆς πόλεως. καὶ εἰσῆλθεν ἐν τῇ
10Τροίᾳ ὁ αὐτὸς Πάρις τῷ λγʹ αὐτοῦ ἔτει μηνὶ ξανθικῷ τῷ καὶ ἀπριλλίῳ. καὶ ἑωρακὼς αὐτὸν ὁ Πρίαμος οὕτως εὐπρεπῆ καὶ τῇ θέᾳ καὶ τῷ σθένει καὶ τῇ διαλέκτῳ, ἐκέλευσεν αὐτῷ λαβεῖν δῶρα καὶ ἀπελθεῖν θυσιάσαι ἐν Ἑλλάδι Δαφναίῳ Ἀπόλλωνι, λέγων ὅτι ἠλέησέ μου τὸ γῆρας καὶ παρήνεγκε τὰ κακά. ἰδοὺ γὰρ παρῆλ‐
15θεν ὁ χρόνος τοῦ χρησμοῦ. καὶ ποιήσας τῷ αὐτῷ Πάριδι πρὸς πάντας τοὺς βασιλεῖς, ἤτοι τοπάρχας, τῆς Εὐρώπης χώρας γράμ‐ ματα ὁ Πρίαμος βασιλεύς, ὥστε δέξασθαι τὸν αὐτοῦ υἱὸν Πά‐ ριδα τὸν καὶ Ἀλέξανδρον ἀπιόντα εἰς εὐχὴν θυσιάσαι τῷ Ἀπόλλωνι, ἀπέλυσε τὸν αὐτὸν Πάριδα, πέμψας καὶ τοῖς βασι‐
20λεῦσι δι’ αὐτοῦ δῶρα. καὶ ἐξῆλθε τῷ δαισίῳ τῷ καὶ ἰουνίῳ μηνὶ ιηʹ μετὰ νʹ καὶ ζʹ ἡμέρας τῆς ἐν τῇ Τροίᾳ παρουσίας αὐτοῦ, καὶ ἀποπλεύσας μετὰ πολλῶν δώρων βασιλικῶν, ἔχων μεθ’ ἑαυ‐
τοῦ ἄνδρας Φρύγας νεανίσκους ρʹ. καὶ κατήντησεν ἐν τῇ πόλει93
Chron
.

94

τῇ λεγομένῃ Σπάρτῳ τῆς Ἑλλάδος, τῇ βασιλευομένῃ, ἤτοι το‐ παρχουμένῃ, ὑπὸ Μενελάου, υἱοῦ Πλεισθένους· ὅστις Μενέλαος ἀνετράφη εἰς τὰ βασίλεια τοῦ Ἀτρέως, βασιλέως τῶν Ἀργείων, ἅμα Ἀγαμέμνονι, υἱῷ αὐτοῦ· κἀκεῖθεν ἐλέγοντο οἱ δύο Ἀτρεῖδαι.
5ὁ δὲ Μενέλαος ἕτοιμος ἦν ἀποπλέειν εὐθέως ἐν τῇ Κρήτῃ ἅμα τοῖς συγγενεῦσιν αὐτοῦ, ὀφείλων θυσιάσαι τῷ Διὶ καὶ τῇ Εὐρώπῃ ἐν τῇ Γορτύνῃ, πόλει τῆς Κρήτης, ὅτε ἦλθεν ὁ Πάρις ἐν τῇ Σπάρτῳ πόλει πρὸς αὐτόν. ἔθος γὰρ εἶχεν ὁ Μενέλαος ποιεῖν ἑορτὰς καὶ θυσίας ἐν τῷ αὐτῷ χρόνῳ κατ’ ἔτος εἰς μνήμην τῆς
10Εὐρώπης, ὡς ἐκ γένους αὐτῆς. δεξάμενος δὲ τὸν Ἀλέξανδρον τὸν καὶ Πάριδα καὶ γράμματα τοῦ βασιλέως Πριάμου τῆς Φρυ‐ γίας καὶ Ἀσίας καὶ τὰ βασιλικὰ δῶρα τὰ παρ’ αὐτοῦ δοθέντα, περιεπτύξατο τὸν Πάριδα Ἀλέξανδρον, καὶ εὐμενῶς δεξάμενος αὐτόν, ὡς ἴδιον υἱόν, ἐν πάσῃ τιμῇ ἀφώρισεν αὐτῷ ἐν τῷ ἰδίῳ
15παλατίῳ δίαιταν καὶ παντοῖα ἀναλώματα καὶ τοῖς αὐτοῦ καὶ πᾶ‐ σαν θεραπείαν, εἰρηκὼς αὐτῷ διατρῖψαι ἐν τῇ αὐτῇ πόλει ὅσας ἐὰν βούληται ἡμέρας, αἰτῶν αὐτὸν μείναντα ἀνεθῆναι διὰ τὴν τοῦ πλοὸς ἀθυμίαν καὶ εἶθ’ οὕτως ἀπελθεῖν πληρῶσαι τὸ τά‐ γμα τῆς θυσίας εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος. καὶ εὐθέως ὁ Με‐
20νέλαος καταστήσας αὐτὸν ἐν πολλῇ θεραπείᾳ ἀπέπλευσεν ἐπὶ τὴν Κρήτην, ἐάσας αὐτὸν εἰς τὸ ἴδιον παλάτιον. Ἐν τῷ δὲ διάγειν τὸν Μενέλαον ἐπὶ τὴν Κρήτην θυσιάζοντα
Διὶ Ἀστερίῳ καὶ τῇ Εὐρώπῃ ἐν τῇ Γορτύνῃ πόλει συνέβη τὴν94
Chron
.

95

Ἑλένην κατελθεῖν ἐν τῷ παραδείσῳ τοῦ παλατίου αὐτῆς εἰς τὸ ἐωρισθῆναι μετὰ τῆς Αἴθρας τῆς συγγενίδος τοῦ Μενελάου ἐκ Πέλοπος καὶ τῆς Κλυταιμνήστρας ἐκ γένους τῆς Εὐρώπης. ὁ δὲ Πάρις παρακύψας εἰς τὸν παράδεισον καὶ προσεσχηκὼς τῷ
5κάλλει τῆς Ἑλένης καὶ τὴν νεότητα, βληθεὶς ἔρωτι εἰς αὐτὴν καὶ διὰ τῆς Αἴθρας τῆς συγγενίδος Μενελάου τῆς Πελοπίδος καὶ τῆς Κλυταιμνήστρας ἐκ γένους τῆς Εὐρώπης ὑπονοθεύσας τὴν Ἑλέ‐ νην, ἔλαβεν αὐτὴν καὶ ἔφυγε διὰ τῶν εἶχε μεθ’ ἑαυτοῦ πλοίων ἐκ τῆς Τροίης μετὰ χρημάτων λιτρῶν τριακοσίων καὶ κόσμου
10πολλοῦ πολυτίμου καὶ ἀργύρου ἅμα τῆς Αἴθρας τῆς ἐκ γένους τοῦ Πέλοπος καὶ τῆς Κλυταιμνήστρας τῆς ἐκ γένους Εὐρώπης καὶ εʹ δουλίδων κουβικουλαρίων αὐτῆς. καὶ ἀντεπέρασεν εἰς τὴν Σιδῶνα, κἀκεῖθεν πρὸς τὸν Πρωτέα, βασιλέα τῆς Αἰγύ‐ πτου, μηκέτι ἀπελθὼν εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος καὶ ποιήσας
15τὴν θυσίαν ἐν Ἑλλάδι. μεμαθηκότες δὲ οἱ φυλάττοντες τὸ πα‐ λάτιον Μενελάου στρατιῶται τὴν τῆς Ἑλένης φυγήν, φοβούμε‐ νοι εὐθέως ἐξέπεμψαν στρατιώτας τρεῖς ἐκ τῆς πόλεως Σπάρ‐ του τῆς Ἑλλάδος ἐν τῇ Γορτύνῃ πόλει τῆς Κρήτης ἀπαγγελοῦν‐ τας τῷ Μενελάῳ βασιλεῖ τὴν κλοπὴν τῆς Ἑλένης τὴν ὑπὸ Πάρι‐
20δος, καὶ ὅτι μετ’ αὐτῆς ἔλαβε καὶ τὴν Αἴθραν τὴν συγγενίδα αὐτοῦ καὶ τῆς Κλυταιμνήστρας. καὶ ἀπέμεινεν ἀκούσας ὁ Με‐
νέλαος ὡς ἔξηχος· πολὺ γὰρ ἐλυπήθη διὰ τὴν Αἴθραν· ἦν γὰρ95
Chron
.

96

ἔχουσα ὑπόληψιν παρ’ αὐτῷ σώφρονος πάνυ. καὶ εὐθέως κα‐ ταπλεύσας ὑπέστρεψεν ἐν τῇ Ἑλλάδι ἐν πόλει Σπάρτῳ, παντα‐ χοῦ πέμπων εἰς ἀναζήτησιν τῆς Ἑλένης καὶ τοῦ Πάριδος καὶ τῶν μετ’ αὐτῆς. καὶ οὐχ εὗρον.
5 Μετὰ δὲ χρόνον ἦλθεν ἐκ τῆς Αἰγύπτου ὁ Πάρις ἔχων τὴν Ἑλένην καὶ τὰ χρήματα καὶ τὸν πλοῦτον ὅλον τὸν αὐτῆς. ὁ δὲ Πρίαμος καὶ ἡ Ἑκάβη ἑωρακότες τὴν Ἑλένην μετὰ Πάριδος καὶ ὅτι τοιοῦτον εἶχε κάλλος θαυμάζοντες, ἐπυνθάνοντο παρ’ αὐτῆς τίς εἴη ἢ τίνων ἀπόγονος. ἡ δὲ Ἑλένη ἔφη Ἀλεξάνδρου τοῦ καὶ
10Πάριδός εἰμι συγγενίς, καὶ μᾶλλον προσήκειν Πριάμῳ καὶ τῇ Ἑκάβῃ, καὶ οὐ τῷ Πλεισθένους υἱῷ Μενελάῳ· Δαναοῦ γὰρ ἔφη καὶ Ἀγήνορος τῶν Σιδονίων καὶ ἐκ γένους τοῦ Πριάμου καὶ αὐτὴν ὑπάρχειν ἐκ τοῦ γένους αὐτοῦ. ἐκ Πλησιόνης γὰρ τῆς Δαναοῦ θυγατρὸς ἐγενήθη ὁ Ἄτλας καὶ ἡ Ἠλέκτρα, ἐξ ἧς ὁ
15Δάρδανος βασιλεύς, ἐξ οὗ ὁ Τρῶος καὶ οἱ τοῦ Ἰλίου βασιλεῖς. καὶ διὰ Φοίνικα, τὸν Ἀγήνορος υἱόν, οὗτινος ἐγένετο ἀπόγονος Δύνας βασιλεύς, ὁ Ἑκάβης πατήρ· ἐκ τοῦ γένους δὲ τοῦ Δύ‐ να καὶ ἡ Λήδα ἔλεγεν εἶναι. ταῦτα δὲ εἰποῦσα ἡ Ἑλένη τῷ Πριάμῳ καὶ τῇ Ἑκάβῃ ᾔτησεν αὐτοὺς ὁρκώσασα μὴ προδοθῆ‐
20ναι, καὶ λέγουσα μηδὲν τῶν Μενελάου εἰληφέναι, ἀλλὰ τὰ ἴδια96
Chron
.

97

μόνα ἔλεγεν ἔχειν. καὶ λοιπὸν ἡ Ἑκάβη περιλαβοῦσα αὐτὴν κα‐ τεφίλει καὶ πλείω πάντων αὐτῆς ἀντείχετο. Γνόντες δὲ οἱ περὶ Ἀγαμέμνονα καὶ Μενέλαον τὴν τῆς Ἑλέ‐ νης ἐπὶ τὴν Τροίην μετὰ Πάριδος παρουσίαν, ἔπεμψαν πρέσβεις
5ἀποδοθῆναι τὴν Ἑλένην· ὤχλει γὰρ καὶ ἡ ἀδελφὴ αὐτῆς Κλυ‐ ταιμνήστρα τῷ ἰδίῳ ἀνδρὶ Ἀγαμέμνονι, τῷ βασιλεῖ τοῦ Ἄργους, διὰ τὸ ἐλθεῖν τὴν Ἑλένην, τὴν αὐτῆς ἀδελφήν· ἥτις καὶ ἐποίησε πρὸς αὐτὴν γράμματα καὶ ἔδωκε Μενελάῳ ὀφείλοντα πεῖσαι τὴν Ἑλένην. καὶ ἦλθεν ὁ Μενέλαος πρὸς Πρίαμον ζητῶν τὴν Ἑλέ‐
10νην, τὴν ἑαυτοῦ γυναῖκα, πρὸ τοῦ πολέμου· καὶ οὐκ ἐπείσθη‐ σαν οἱ Πριαμίδαι δοῦναι αὐτήν. καὶ λοιπὸν ἐπεστράτευσαν κατὰ τοῦ Ἰλίου οἱ Ἀτρεῖδαι βασιλεῖς, προμάχους, ἤτοι τοπάρχας, προ‐ τρεπόμενοι. καὶ ἐδυσώπησαν τὸν Πηλέα καὶ τὴν αὐτοῦ γυναῖκα, τὴν Θέτιν, καὶ τὸν αὐτῆς πατέρα Χείρωνα, τὸν φιλόσοφον βα‐
15σιλέα, παρασχεῖν αὐτοῖς τὸν Ἀχιλλέα, υἱὸν τῆς Θέτιδος καὶ τοῦ αὐτοῦ Πηλέως, ἔκγονον δὲ Χείρωνος. ὅστις Χείρων πέμ‐ ψας ἤγαγεν αὐτόν· διῆγε γὰρ μετὰ Λυκομήδους βασιλέως, τοῦ πενθεροῦ τοῦ αὐτοῦ Ἀχιλλέως, πατρὸς δὲ τῆς Δηιδαμείης, ἐν τῇ νήσῳ. καὶ ἀπῆλθε μετὰ τῶν Ἀτρειδῶν ὁ αὐτὸς Ἀχιλλεύς,
20ἔχων ἴδιον στρατὸν τῶν λεγομένων Μυρμιδόνων τότε, νυνὶ δὲ λεγομένων Βουλγάρων, τριῶν χιλιάδων, ἅμα Πατρόκλῳ στρα‐ τοπεδάρχῃ καὶ Νέστορι· οἵτινες ἐδυσωπήθησαν παρὰ Χείρωνος
καὶ Πηλέως καὶ Θέτιδος συνεῖναι τῷ Ἀχιλλεῖ. ἀπῆλθε δὲ ὁ97
Chron
.

98

Ἀχιλλεὺς μόνος μετὰ τοῦ ἰδίου στρατοῦ ἐπὶ τὸ Ἴλιον τῶν Ἀρ‐ γείων καὶ τῶν Μυρμιδόνων. προετρέψαντο δέ, ἤτοι ἐδυσώπη‐ σαν, οἱ αὐτοὶ Ἀτρεῖδαι βασιλεῖς καὶ τοὺς λοιποὺς βασιλεῖς, ἤτοι τοπάρχας, καὶ προμάχους τοὺς ἀπὸ ἑκάστης χώρας τῆς Εὐρώ‐
5πης, ἕκαστον μετὰ τοῦ ἰδίου στρατοῦ καὶ τῶν νηῶν. καὶ ἀπέ‐ πλευσαν πάντες συναχθέντες ἐν Αὐλίδι χώρᾳ οὕτω λεγομένῃ. χει‐ μῶνος δὲ γενομένου καὶ τοῦ μάντεως Κάλχαντος εἰρηκότος θυ‐ σίαν ὀφείλειν δοῦναι τὸν Ἀγαμέμνονα Ἀρτέμιδι τῇ θεᾷ τῆς χώ‐ ρας ἐκείνης τὴν ἑαυτοῦ θυγατέρα· ὁ δὲ Ὀδυσσεὺς ἀπελθὼν διὰ
10δόλου ὡς ἀπὸ γραμμάτων τοῦ Ἀγαμέμνονος εἰς τὸ Ἄργος ἤνεγκε τὴν αὐτοῦ θυγατέρα Ἰφιγένειαν. καὶ ἑωρακὼς αὐτὴν ὁ Ἀγαμέ‐ μνων ἐλθοῦσαν ἔκλαυσε πικρῶς· φοβηθεὶς δὲ τὸν στρατὸν καὶ τοὺς τοπάρχας, ἐξέδωκεν αὐτὴν ἐπὶ θυσίαν Ἀρτέμιδι. καὶ ἐν τῷ ἀπιέναι αὐτὴν εἰς τὸ ἱερὸν Ἀρτέμιδος καὶ σφαγῆναι ἔλαφος
15ἔκοψε τὴν ὁδὸν διαδραμοῦσα ἔμπροσθεν ἐν μέσῳ τῶν βασιλέων καὶ τοῦ στρατοῦ καὶ τοῦ ἱερέως καὶ τῆς παρθένου Ἰφιγενείης. καὶ ἑωρακὼς αὐτὴν ὁ ἱερεὺς καὶ μάντις Τὴν ἔλαφον πιάσαντες ἄξατε εἰς θυσίαν ἀντὶ τῆς παρθένου τῇ Ἀρτέμιδι. καὶ ληφθεῖ‐ σα ἡ ἔλαφος ἐσφάγη τῇ Ἀρτέμιδι· τὴν δὲ Ἰφιγένειαν ἀποδέδωκε
20τῷ ἰδίῳ πατρὶ Ἀγαμέμνονι· ἥντινα ὁ Ἀγαμέμνων εἴασεν ἐκεῖ ἐν τῷ ἱερῷ Ἀρτέμιδος ἱέρειαν. καὶ λοιπὸν ἀνηγορεύθη βασιλεὺς ἐκεῖ ἐπὶ πάντων ὁ Ἀγαμέμνων ἐκ τοῦ ἐξπεδίτου· κἀκεῖθεν ὁρμή‐
σαντες ἦλθον ἐπὶ τὴν Τροίαν.98
Chron
.

99

Ἐλθόντων δὲ τῶν αὐτῶν Ἑλλήνων ἐπὶ τὴν Τροίαν, ἀντέ‐ στησαν αὐτοῖς οἱ Τρῶες καὶ οὐ συνεχώρησαν αὐτοῖς παραβαλεῖν. καὶ πολλῶν σφαγέντων ἐξ ἀμφοτέρων τῶν μερῶν, ἐν οἷς καὶ ὁ Πρωτεσίλαος ἐσφάγη, πρόμαχος Δαναῶν, καὶ οὐ παρεχώρησαν
5οἱ Δαναοί, ἕως οὗ περιεγένοντο. καὶ κατέβησαν ἐπὶ τὴν παρά‐ λιον γῆν τῆς Τροίης καὶ ἔδησαν τὰ πλοῖα σχοινίοις. ἑσπέρας δὲ γενομένης εἰσῆλθον οἱ Τρῶες ἐν τῇ πόλει καὶ ἠσφαλίσαντο τὰς πόρτας· μέσῃ δὲ νυκτὶ Κύκνος τις ὀνόματι, ἐκ γένους ὑπάρχων τοῦ Πριάμου, ἐκ τοῦ πλησίον ὑπάρχων, ἀκούσας τὴν τῶν Ἑλ‐
10λήνων εἰς τὴν Τροίαν παρουσίαν, ἐξελθὼν ἐκ τῆς Νέαν Ἄνδρου πόλεως μετὰ πλήθους πολλοῦ πολεμικοῦ ἐπέῤῥιψεν αὐτοῖς· καὶ γενομένης συμβολῆς νυκτὸς φονεύεται ὑπὸ Ἀχιλλέως ὁ αὐτὸς Κύ‐ κνος καὶ ἔπεσαν οἱ μετ’ αὐτοῦ πρὸ ἡμέρας. καὶ λοιπὸν ἔδοξε τοῖς Δαναοῖς παραλαβεῖν τὰς πόλεις τὰς πλησίον τοῦ Ἰλίου καὶ
15τῆς Τροίης, ὡς συμμαχούσας Πριάμῳ· καὶ ποιήσαντες συνωμο‐ σίας, ὅτι πάντα τὰ παρ’ αὐτῶν παραλαμβανόμενα ἄγουσιν εἰς μέσον τῶν βασιλέων καὶ προμάχων καὶ τοῦ στρατοπέδου, ἀφορί‐ ζουσι τὸν Ἀχιλλέα καὶ τὸν Τελαμῶνος Αἴαντα καὶ Διομήδην. καὶ εὐθέως ἐξώρμησεν ὁ Διομήδης καὶ παραλαμβάνει τὴν πόλιν
20τοῦ αὐτοῦ Κύκνου προμάχου, τὴν Νέαν Ἄνδρου, καὶ τὴν χώραν αὐτῆς πραιδεύει· παραλαβὼν δὲ καὶ τοὺς δύο αὐτοῦ υἱούς, Κώ‐ βην καὶ Κόκαρκον, καὶ τὴν θυγατέρα αὐτοῦ ὀνόματι Γλαύκην,
οὖσαν ἐνιαυτῶν ιαʹ, εὐπρεπῆ, καὶ πάντα τὰ αὐτοῦ καὶ τὰ τῆς99
Chron
.

100

χώρας, καὶ ἄγει ἐν μέσῳ τοῦ στρατοῦ παντός. ὁ δὲ Ἀχιλλεὺς εὐθέως ἀπελθὼν μετὰ τῶν Ἀργείων καὶ τῶν Μυρμιδόνων, τοῦτ’ ἐστὶ τοῦ ἰδίου στρατοῦ, ἐπέρχεται τῇ Λέσβῳ πόλει καὶ τῇ χώρᾳ αὐτῆς τῇ βασιλευομένῃ ὑπὸ Φόρβαντος, συγγενέως Πριάμου·
5ὅστις καὶ πολλὴν ἔχθραν εἶχε μετὰ τῶν Ἑλλήνων. παραλαβὼν δὲ τὴν χώραν καὶ τὴν πόλιν ὁ Ἀχιλλεὺς τὸν Φόρβαντα φονεύει, καὶ λαμβάνει πάντα τὰ τῆς βασιλείας αὐτοῦ, καὶ τὴν θυγατέρα αὐτοῦ Διομήδαν ἄγει· ἦν δὲ ἡ κόρη λευκή, στρογγυλόψις, γλαυ‐ κή, τελεία, ὑπόξανθος, ὑπόσιμος, οὖσα ἐνιαυτῶν κβʹ, παρθέ‐
10νος· ἦλθε κομίσας τὰ ἐκ Λέσβου πάντα εἰς τὸν στρατὸν τῶν Ἑλλήνων. καὶ λοιπὸν ὁρμήσας πάλιν ἐξῆλθεν ἐπὶ τὸν Εὔξεινον πόντον, καὶ ἀφανίζει τὴν χώραν πραιδεύων, καὶ παραλαμβάνει τὴν Λυρνησὸν πόλιν, καὶ φονεύει κρατοῦντα αὐτῆς τὸν Ἠετίωνα βασιλέα, καὶ λαμβάνει τὴν γυναῖκα αὐτοῦ αἰχμάλωτον, τὴν Χρύ‐
15σου θυγατέρα, ἱερέως Ἀπόλλωνος, Ἀστυνόμην, τὴν μετακλη‐ θεῖσαν Χρυσηίδα, καὶ τὸν αὐτοῦ πλοῦτον καὶ τῆς χώρας, καὶ ἄγει εἰς τὰς ναῦς· ἦν δὲ ἡ αὐτὴ Ἀστυνόμη ἡ καὶ Χρυσηὶς κον‐ δοειδής, λεπτή, λευκή, ξανθόκομος, εὔρινος, μικρόμασθος, οὖ‐ σα ἐνιαυτῶν ιθʹ. ἐφόνευσε δὲ καὶ ὃν προετρέψατο στρατὸν ὁ
20Ἠετίων τῶν λεγομένων Κιλικίων τῶν ἐλθόντων εἰς συμμαχίαν αὐτοῦ καὶ τῶν Τρώων. κἀκεῖθεν ἐξορμήσας ἔρχεται πρὸς τοὺς παῖδας Βρίσου, γενομένου ἐξαδέλφου Πριάμου, ἐν τῇ λεγομένῃ
Λεγῷ πόλει· καὶ πραιδεύσας τὴν χώραν αὐτῆς πᾶσαν μένει πο‐100
Chron
.

101

λιορκῶν τὴν πόλιν καὶ κτείνει πολλοὺς ἄνδρας καὶ παραλαμβάνει τὴν πόλιν καὶ τὴν Βρίσου θυγατέρα αἰχμάλωτον, τὴν Ἱπποδά‐ μειαν, τὴν μετακληθεῖσαν Βρισηίδα, οὖσαν γυναῖκα τοῦ Μενέ‐ του, βασιλέως τῆς Λεγοῦ πόλεως, ἀνελὼν τοὺς αὐτῆς ἀδελφούς,
5Ἄνδρον καὶ Θύαντα. ὁ δὲ Μενέτης, ὁ τῆς Ἱπποδαμείας τῆς καὶ Βρισηίδος ἀνήρ, οὐκ ἦν ἐν τῇ αὐτῇ πόλει Λεγῷ, ἀλλὰ ἦν ἀπελθὼν προτρέψασθαι βοήθειαν εἰς συμμαχίαν Φρυγῶν ἀπὸ τῆς Λυκίας καὶ Λυκαονίας. ὅστις Μενέτης βασιλεὺς κατέφθασεν εὐθέως μετὰ τῆς βοηθείας τῶν Λυκίων καὶ Λυκαόνων μετὰ τὸ
10παραληφθῆναι τὴν αὐτοῦ χώραν ὑπὸ τοῦ Ἀχιλλέως καὶ τὴν πόλιν καὶ τὴν αὐτοῦ γυναῖκα Ἱπποδάμειαν τὴν καὶ Βρισηίδα. καὶ οὐ παρεχώρησεν, ἀλλ’ εὐθέως ἀπὸ τοῦ κόπου τῆς ὁδοῦ ἅμα τοῖς μετ’ αὐτοῦ συμβαλὼν οὖν μάχεται μετὰ Ἀχιλλέως πικρῶς, ἕως ἐβλήθη δόρατι ὑπὸ Εὐρυτίωνός τινος τῶν ὄντων μετὰ Ἀχιλλέως
15ἐξάρχων τοῦ διαφέροντος αὐτῷ στρατοῦ, καὶ ἀπώλοντο οἱ μετ’ αὐτοῦ τοῦ Μενέτου πάντες. ἡ δὲ Ἱπποδάμεια ἡ καὶ Βρισηὶς ἦν μακρή, λευκή, καλλίμασθος, εὔστολος, σύνοφρυς, εὔρινος, μεγαλόφθαλμος, κεχολλαϊσμένα ἔχουσα βλέφαρα, οὐλόθριξ, ὀπι‐ σθόκομος, φιλόγελως, οὖσα ἐνιαυτῶν καʹ. ἥντινα ἑωρακὼς ὁ
20Ἀχιλλεὺς ἐπόθησε· καὶ πεσὼν εἰς ἔρωτα αὐτῆς, λαβὼν ἀποκρύ‐ βει αὐτὴν ἐν τῷ ἰδίῳ παπυλεῶνι, μὴ ἀγαγὼν αὐτὴν εἰς τὸ πλῆ‐ θος τῶν Ἑλλήνων· τὰ δὲ χρήματα καὶ τὴν Ἀστυνόμην Χρυσηίδα
καὶ πάντα τὰ ἄλλα ἤγαγεν ἔγγιστα τῶν προμάχων καὶ τοῦ στρα‐101
Chron
.

102

τοῦ καὶ τῶν βασιλέων. γνόντες δὲ πάντες διὰ τὴν Βρίσου θυ‐ γατέρα, γυναῖκα δὲ τοῦ Μενέτου, ὅτι ἀπέκρυψεν αὐτὴν ὁ Ἀχιλ‐ λεὺς μετὰ τοῦ ἐφόρει κοσμίου, ἐλυπήθησαν πρὸς αὐτὸν καὶ ὠρ‐ γίσθησαν κατ’ αὐτοῦ, διότι ἐπιώρκησε διὰ τὸν εἶχε πρὸς αὐτὴν
5ἔρωτα. καὶ πάντες ἐλοιδόρουν αὐτὸν ὅτι ἀπέκρυψεν αὐτήν, καὶ συναχθέντες ἐν κομβέντῳ ἐκώλυσαν τὸν αὐτὸν Ἀχιλλέα τοῦ ἐπιῤ‐ ῥίπτειν καὶ παραλαμβάνειν πόλεις καὶ πραιδεύειν χώρας, ἄλλους ἀντ’ αὐτοῦ καταστήσαντες τὸν Τεῦκρον, τὸν ἀδελφὸν Αἴαντος τοῦ Τελαμωνίου, καὶ τὸν Ἰδομενέα. οἵτινες παρέλαβον τὴν Κύ‐
10προν καὶ τὴν Ἰσαυρίαν καὶ τὴν Λυκίαν πραιδεύσαντες καὶ ἀπολέ‐ σαντες αὐτάς. ὁ δὲ Τελαμώνιος Αἴας ὁρμήσας τοὺς Θρᾳκοὺς τοὺς ἐν Χεῤῥονήσῳ ἐπολιόρκει καὶ τὸν Πολυμήστορα τὸν βασιλέα αὐτῶν. ὁ δὲ Πολυμήστωρ φοβηθεὶς τὴν τοῦ ἀνδρὸς ἀλκήν, χρυ‐ σὸν αὐτῷ πολὺν δοὺς καὶ σῖτον ἑνὸς ἐνιαυτοῦ εἰς ἀνάλωμα τοῦ
15Ἀχαϊκοῦ στρατοῦ, καὶ ἔκδοτον δοὺς τὸν υἱὸν τοῦ Πριάμου τὸν μικρότερον πάντων, Πολύδωρον ὀνόματι, παρατεθέντα αὐτῷ παρὰ τοῦ Πριάμου τοῦ πατρὸς αὐτοῦ μετὰ χρημάτων πολλῶν· ἠγάπα γὰρ τὸν Πολύδωρον, ὡς μικρότερον πάντων, ὁ Πρίαμος, καὶ ὡς εὐπρεπῆ· διὰ γὰρ τοῦτο καὶ ἐν ἄλλῃ χώρᾳ αὐτὸν παρέ‐
20θετο, ἵνα μὴ ὡς παιδίον ταράττηται, ἀκούων πολέμων· ποιή‐ σας ὁ αὐτὸς Πολυμήστωρ συνθήκας μετὰ τοῦ Αἴαντος ἐγγράφως
μὴ συμμαχεῖν Πριάμῳ. καὶ ἐκ τῶν ἐκεῖθεν ὁρμήσας ὁ Αἴας ἦλ‐102
Chron
.

103

θε πρὸς τὸν Τεύθραντα βασιλέα, καὶ συμβαλὼν αὐτῷ πόλεμον ξίφει ἀναιρεῖ αὐτόν· ἐκπορθήσας δὲ τὴν τούτου πόλιν καὶ τὰ αὐ‐ τοῦ πάντα λαβών, καὶ τὴν θυγατέρα αὐτοῦ Τέκμησσαν ἄγει καὶ τὸν αὐτοῦ πλοῦτον καὶ πάντα νυκτὸς ἐπὶ τοὺς Ἕλληνας. ἦν δὲ
5ἡ Τέκμησσα τῇ ἡλικίᾳ εὔστολος, μελάγχροος, εὐόφθαλμος, λε‐ πτόρινος, μελάνθριξ, λεπτοχαράκτηρος, παρθένος, οὖσα ἐτῶν ιζʹ. τὸν δὲ Πολύδωρον, τὸν υἱὸν τοῦ Πριάμου, οἱ Δαναοὶ στή‐ σαντες κατέναντι τοῦ τείχους ἐδήλωσαν τῷ Πριάμῳ πέμψαι τὴν Ἑλένην καὶ λαβεῖν τὸν Πολύδωρον υἱὸν αὐτοῦ καὶ γενέσθαι εἰρή‐
10νην· ἐπεὶ φονεύομεν αὐτόν. καὶ οὐχ εἵλοντο *** ***ρεν ἐκ τῆς κινήσεως τῶν ἑπτὰ πλανητῶν κατὰ μοιρικὴν τύχην ἐπαγόντων τοῖς ἀνθρώποις χαρὰς καὶ λύπας, ὁρίσας τὴν τάβλαν τὸν γήινον κόσμον, τοὺς δὲ δυοκαίδεκα κάσους τὸν ζω‐ διακὸν ἀριθμόν, τὸ δὲ ψηφόβολον καὶ τὰ ἐν αὐτῷ ἑπτὰ κοκκία
15τὰ ἑπτὰ ἄστρα, τὸν δὲ πύργον τὸ ὕψος τοῦ οὐρανοῦ, ἐξ οὗ ἀν‐ ταποδίδοται πᾶσι καλὰ καὶ κακά. Μηριόνης κονδοειδής, πλατύς, λευκός, εὐπώγων, μεγαλό‐ φθαλμος, μελάγκορος, οὐλόθριξ, πλατόψις, στρεβλόρινος, πε‐ ρίγοργος, μεγαλόψυχος, πολεμιστής.
20Ἰδομενεὺς διμοιριαῖος, μελάγχροος, εὐόφθαλμος, εὔθετος,103
Chron
.

104

ἰσχυρός, εὔρινος, δασυπώγων, εὐκέφαλος, οὐλόθριξ, ἀπονε‐ νοημένος πολεμιστής. Φιλοκτήτης εὐμήκης, εὔθετος, μελάγχροος, σύνοφρυς, γεν‐ ναῖος, εὐόφθαλμος, εὔρινος, μελάνθριξ, πολύθριξ, φρόνιμος,
5τοξότης εὔστοχος, μεγαλόψυχος. Αἴας ὁ Λοκρὸς μακρός, εὐσθενής, μελίχρους, στραβός, εὔρινος, οὐλόθριξ, μελάνθριξ, δασυπώγων, μάκροψις, τολ‐ μηρὸς πολεμιστής, μεγαλόψυχος, καταγύναιος. Πύῤῥος ὁ καὶ Νεοπτόλεμος εὐῆλιξ, εὐθώραξ, λεπτός,
10λευκός, εὔρινος, πυῤῥόθριξ, οὖλος, ὑπόγλαυκος, μεγαλόφθαλ‐ μος, ξάνθοφρυς, ξανθοαρχιγένειος, στρογγυλόψις, προπετής, τολμηρός, εὔσκυλτος, πικρὸς πολεμιστής. οὗτος δὲ ὑπῆρχεν υἱὸς τοῦ Ἀχιλλέως ἐκ Δηιδαμείης, θυγατρὸς Λυκομήδους, ὅστις μετὰ τὴν τελευτὴν τοῦ ἰδίου πατρὸς ἐξεπέμφθη ὑπὸ Θέτιδος καὶ
15Πηλέως, [ὡς] πάππου αὐτοῦ, αἰτηθεὶς ὑπὸ τῶν Ἀχαιῶν, ὡς τοῦ Ἀχιλλέως δόλῳ φονευθέντος, ἐκδικῆσαι τὸ πατρῷον αἷμα. καὶ ὁπλισάμενος ἐπεστράτευσεν εἰς τὸ Ἴλιον σὺν ναυσὶν κβʹ ἐκ τοῦ Πηλέως λαβὼν ἴδιον στρατὸν Μυρμιδόνων, τὸν ἀριθμὸν ͵αχνʹ. καὶ ἀποπλεύσας κατέλαβε τὴν Τροίαν, καὶ εὗρεν εἰς τὰς σκηνὰς
20τοῦ ἰδίου πατρὸς Ἀχιλλέως Ἱπποδάμειαν τὴν καὶ Βρισηίδα, φύ‐
λακα τῶν τοῦ Ἀχιλλέως πάντων. ἥντινα ἀποδεξάμενος εἶχεν ἐν104
Chron
.

105

πολλῇ τιμῇ, αἰτήσας αὐτὴν φύλακα εἶναι καὶ τῶν ἑαυτοῦ ἐν τῇ πατρῴα σκηνῇ. καὶ μετ’ ὀλίγον καιρὸν τελευτᾷ ἡ Βρισηὶς νόσῳ βληθεῖσα. Κάλχας κονδοειδής, λευκός, ὁλοπόλιος καὶ τὸ γένειον, πο‐
5λύθριξ, μάντις καὶ οἰωνοσκόπος ἄριστος. Τῆς δὲ Τροίης οἱ ἄριστοι ἄνδρες οὗτοι. Πρίαμος τῇ ἡλικίᾳ εὐμήκης, μέγας, καλός, πυῤῥόχροος, ὑπόγλαυκος, μακρόρινος, σύνοφρυς, εὐόφθαλμος, πολιός, κα‐ τεσταλμένος.
10 Ἕκτωρ μελάγχροος, μακρός, πάνυ εὔογκος, δυνατὸς ἐν ἰσχύϊ, εὔρινος, οὖλος, εὐπώγων, στραβός, ψελλός, εὐγενής, φοβερὸς πολεμιστὴς καὶ βαρύφωνος. Δηίφοβος διμοιριαῖος, εὐόφθαλμος, ὑπόσιμος, μελάγχροος, πλατόψις, γενναῖος, εὐπώγων.
15 Ἕλενος μακρός, εὔθετος, λευκός, ἰσχυρός, ξανθός, οἰνο‐ παεῖς τοὺς ὀφθαλμοὺς ἔχων, μακρόρινος, ἀρχιγένειος, ὑπόκυρ‐ τος, φρόνιμος, πολεμιστής. Τρωίλος μέγας, ἔρινος, ἁπλόθριξ, μελίχρους, εὐόφθαλ‐ μος, μελάνθριξ, δασυπώγων, ἰσχυρὸς πολεμιστὴς καὶ δρόμαξ.
20Πάρις ὁ καὶ Ἀλέξανδρος, εὐῆλιξ, εὐσθενής, λευκός, εὔ‐
ρινος, εὐόφθαλμος, μελάγκορος, μελάνθριξ, ἀρχιγένειος, μα‐105
Chron
.

106

κρόψις, κάτοφρυς, μεγαλόστομος, εὐχαρής, ἐλλόγιμος, εὐκίνη‐ τος, τοξότης εὔστοχος, δειλός, φιλήδονος. Αἰνείας κονδοειδής, παχύς, εὔστηθος, ἰσχυρός, πυῤῥάκης, πλατόψις, εὔρινος, λευκός, ἀναφάλας, εὐπώγων.
5 Γλαῦκος ἰσχυρός, φρόνιμος, εὐσεβής. Ἀντήνωρ μακρός, λεπτός, λευκός, ξανθός, μικρόφθαλμος, ἀγκυλόρινος, δόλιος, δειλός, ἀσφαλής, πολυίστωρ, ἐλλόγιμος. Ἑκάβη μελίχροος, εὐόφθαλμος, τελεία, εὔρινος, ὡραία, φι‐ λότιμος, εὐόμιλος, ἥσυχος.
10 Ἀνδρομάχη διμοιριαία, λεπτή, εὔστολος, εὔρινος, εὔμα‐ σθος, εὐόφθαλμος, εὔοφρυς, οὔλη, ὑπόξανθος, ὀπισθόκομος, μακροχαράκτηρος, εὐτράχηλος, γελασίνας ἔχουσα ἐν ταῖς πα‐ ρειαῖς, εὐχαρής, γοργή. Κασσάνδρα κονδοειδής, στρογγυλόψις, λευκή, ἀνδροειδὴς
15τὴν πλάσιν, εὔρινος, εὐόφθαλμος, μελάγκορος, ὑπόξανθος, οὔλη, εὐτράχηλος, ὀγκόμασθος, μικρόπους, ἥσυχος, εὐγενής, ἱερατική, μάντις ἀκριβὴς καὶ πάντα προλέγουσα, ἀσκητική, παρθένος. Πολυξένη μακρή, καθαρία, λευκὴ πάνυ, μεγαλόφθαλμος,
20μελάνθριξ, ὀπισθόκομος, εὔρινος, εὐπάρειος, μικρόσιμος, ἀν‐
θηρόχειλος, μικρόπους, παρθένος, εὐχαρής, ὡραία πολύ, οὖσα106
Chron
.

107

ἐνιαυτῶν ιηʹ ἐσφάγη, καθὼς ὁ σοφώτατος Δίκτυς ὁ ἐκ τῆς Κρή‐ της ὑπεμνημάτισε μετὰ ἀληθείας τὰ προγεγραμμένα καὶ τὰ λοιπὰ πάντα τῶν ἐπὶ τὸ Ἴλιον ἐπιστρατευσάντων Ἑλλήνων. ἦν γὰρ μετὰ τοῦ Ἰδομενέως τοῦ προμάχου τῶν Δαναῶν τοῦ κατελθόντος
5εἰς τὸν πόλεμον ἅμα τοῖς ἄλλοις Ἀχαιοῖς· συγγραφεὺς γὰρ αὐτοῦ τοῦ Ἰδομενέως ἐτύγχανεν ὁ αὐτὸς Δίκτυς καὶ ἑωρακὼς ἀκριβῶς τὰ τοῦ πολέμου καὶ συγγραψάμενος, ὡς παρὼν τότε ἐν τοῖς χρό‐ νοις ἐκείνοις μετὰ Ἑλλήνων. ὅστις ἐξέθετο καὶ τοὺς προτραπέν‐ τας ὑπὸ Ἀγαμέμνονος καὶ Μενελάου βασιλέων καὶ τοὺς ὁπλισα‐
10μένους καὶ κατελθόντας μετὰ τοῦ στόλου ἐπὶ τὸ Ἴλιον, ἕκαστον ἔχοντα ἴδιον στρατὸν καὶ ναῦς. ὅστις πρὸ πάντων ἐξώρμησεν Ἀγαμέμνων, υἱὸς Ἀτρέως, Μυκηναίων βασιλεύς, σὺν νηυσὶν ρʹ, καὶ εἰς λόγον ἀποτροφῆς τῶν στρατοπέδων νῆας λʹ, Μενέλαος καὶ Λήιστος καὶ Ἀρκεσίλαος καὶ Προθοήνωρ καὶ Κλονίος σὺν νηυ‐
15σὶν νʹ, Ἐλεφήνωρ ἐξ Εὐβοίας σὺν νηυσὶν ξʹ, Μενέλαος δὲ υἱὸς Πλεισθένους, ὁ τῆς Σπάρτου βασιλεύς, σὺν νηυσὶν ξʹ, Διομήδης ἐξ Ἄργους νηυσὶν πʹ, Ἀσκάλαφος καὶ Ἰάλμενος σὺν νηυσὶν λʹ, Σχεδίος καὶ Ἐπίστροφος σὺν νηυσὶ μʹ, Μέγης ἐκ Δολίχης τῆς Ἑλ‐ λάδος σὺν νηυσὶ μʹ, Αἴας Τελαμώνιος ἐκ τῆς Σαλαμίνου σὺν
20νηυσὶ μʹ, Νέστωρ σὺν νηυσὶν ϟʹ, Θόας σὺν νηυσὶ μʹ, Ἀγήνωρ καὶ Τευθίδης σὺν νηυσὶν ξʹ, Πρόθωος καὶ Μαγνίτωρ σὺν νηυσὶ
μʹ, Εὔμενος σὺν νηυσὶν ιαʹ, Νηρεὺς ἐκ Μυκήνης σὺν νηυσὶ γʹ,107
Chron
.

108

Χαλίας ἐκ Τρίκκης σὺν νηυσὶ μʹ, Λεοντεὺς καὶ Πολυπήτης σὺν νηυσὶ μʹ, Ἀμφιγενείας ἐξ Ἰλίου σὺν νηυσὶ μγʹ, Μενεσθεὺς ἐξ Ἀθηνῶν νηυσὶ νʹ, Ἰδομενεὺς καὶ Μηριόνης ἐκ Κρήτης σὺν νηυ‐ σὶν πʹ, Ὀδυσσεὺς ἐκ Κεφαληνίας Ἰθάκης σὺν νηυσὶν ιβʹ, Τλη‐
5πόλεμος σὺν νηυσὶν θʹ, Αἴας ὁ Λοκρὸς σὺν νηυσὶν θʹ, Ἀχιλ‐ λεὺς ἐκ τοῦ Ἄργους τῆς Ἑλλάδος σὺν Πατρόκλῳ σὺν νηυσὶ νʹ, Πρωτεσίλαος καὶ Ποδάρκης σὺν νηυσὶ μʹ, Παλαμήδης σὺν νηυ‐ σὶ ιβʹ, Φιλοκτήτης ἐκ Μοθόνης σὺν νηυσὶν κβʹ, Σώρθης, Φί‐ λιππος, Ἄντιφος σὺν νηυσὶν οηʹ. αἱ πᾶσαι νῆες τῶν Ἑλλήνων
10͵ασνʹ. οἳ ἀπέπλευσαν κατὰ τὰ ἴδια μανδᾶτα πρῶτον εἰς τὴν Αὐ‐ λίδα χώραν, κἀκεῖθεν ἐπιστάντες τῇ χώρᾳ τῶν Φρυγῶν ἐξεπόρ‐ θησαν τὰ αὐτῶν βασίλεια, ὡς προγέγραπται, παραλαβόντες Πρίαμον βασιλέα καὶ φονεύσαντες αὐτὸν καὶ Ἑκάβην βασιλίδα, τοὺς δὲ αὐτῶν παῖδας αἰχμαλώτους εἰληφότες καὶ πάντα τὰ βα‐
15σίλεια διαρπασάμενοι ὑπέστρεψαν εἰς τὰς ἰδίας χώρας. κατέσχεν οὖν ἡ βασιλεία Ἐφέσου τῆς Ἀσίας πάσης καὶ Τροίης τῆς Φρυγίας τὰ πάντα ἔτη ωιθʹ. Μετὰ οὖν τὴν ἅλωσιν τῆς Τροίης πάντες οἱ Ἀχαιοὶ μερισά‐ μενοι τὴν πραῖδαν καὶ τὰ χρήματα, ἐξορμῆσαι βουλόμενοι ἐπὶ
20τὰς ἰδίας πατρίδας, τὰς ναῦς ἑαυτῶν ἑτοιμάσαντες, ἔνιοι μὲν ἀπέπλευσαν, φανεροὶ δὲ προσέμειναν, Αἴαντος τοῦ Τελαμωνίου
καὶ Ὀδυσσέως καὶ Διομήδους εἰς μάχην ἐλθόντων. ὁ γὰρ Τε‐108
Chron
.

109

λαμώνιος Αἴας ἐζήτει λαβεῖν τὸ βρέτας, ὅπερ ἐστὶ τὸ Παλλά‐ διον, ζώδιον τῆς Παλλάδος μικρὸν ξύλινον, ὃ ἔλεγον εἶναι τετε‐ λεσμένον εἰς νίκην, φυλάττοντα τὴν πόλιν ἔνθα ἀπόκειται ἀπαρά‐ ληπτον. τὸ δὲ αὐτὸ Παλλάδιον ἔδωκε τῷ Τρώῳ βασιλεῖ μέλ‐
5λοντι κτίζειν τὴν πόλιν Ἄσιός τις, φιλόσοφος καὶ τελεστής. καὶ ὑπὲρ εὐχαριστίας ὁ Τρῶος βασιλεὺς εἰς μνήμην αὐτοῦ τὴν ὑπ’ αὐτὸν οὖσαν χώραν πᾶσαν τὴν πρῴην λεγομένην Ἐπίτροπον [ἣν] μετεκάλεσεν Ἀσίαν. τοῦτο δὲ τὸ βρέτας Ὀδυσσεὺς καὶ Διομή‐ δης ἔκλεψαν κατὰ γνώμην τοῦ Ἀντήνορος, ἐξάρχου τῶν Τρώων,
10οὗτινος ἡ γυνή, ὀνόματι Θεανώ, ἦν ἱέρεια τῆς Παλλάδος, ὅπου τὸ αὐτὸ βρέτας ἀπέκειτο, εἰσελθόντες νυκτὸς οἱ περὶ τὸν Ὀδυσ‐ σέα καὶ Διομήδην ἐν τῇ Τροίῃ, καὶ παρακοιμηθέντες εἰς τὸ ἱερὸν τῆς Παλλάδος, ὅτε τὰς ἑορτὰς τῶν ἀναθημάτων εἶχον οἱ Φρύ‐ γες καὶ οἱ Ἕλληνες. ἐποίησαν δὲ τοῦτο οἱ Δαναοί, ἐπειδὴ ἐδόθη
15αὐτοῖς χρησμὸς ὅτι Οὐ δυνατὸν ὑμᾶς παραλαβεῖν τὴν Τροίην, εἰ μὴ τὸ Παλλάδιον ἀφέλησθε. καὶ ἐζήτει λαβεῖν αὐτὸ ὁ Τελαμώ‐ νιος Αἴας εἰς τὴν ἰδίαν αὐτοῦ πατρίδα, λέγων, Ἐμοὶ ἐχρεώστη‐ ται· ἔκαμον γὰρ Ἀχαιοῖς. ἀρκεῖ μοι γὰρ ἡ παρὰ Ἕκτορος εἰς ἐμὲ γεναμένη παραίτησις ἐν τῇ παρ’ ἐμοῦ πρὸς αὐτὸν μονομαχίᾳ.
20καὶ πάλιν ἐποίησα ἔφοδον ἐπὶ τὴν πύλην τοῦ Ἰλίου, μόνος διώξας τοὺς Τρῶας, καὶ σώσας τὰς νῆας πάντων ὑμῶν Ἑλλήνων, καὶ
πολλοὺς τῶν Τρώων ἥρωας ἄνδρας βαλὼν οὐκ ἐτρώθην. ἀρκεῖ109
Chron
.

110

δέ μοι, νομίζω, καὶ τοῦτο πρὸς δόξαν, τὸ ἀγάγαι τὸ σῶμα τοῦ Ἀχιλλέως εἰς τὰς σκηνὰς ἐκ τοῦ ἱεροῦ τοῦ Θυμβρίου Ἀπόλλωνος. Ὁ δὲ Ὀδυσσεὺς ἀνθίστατο αὐτῷ λέγων ὅτι Ἐγὼ αὐτὸ λαμ‐ βάνω εἰς τὴν ἐμὴν πόλιν· οὔτε γὰρ πλέον μου κέκμηκας Ἕλλησιν.
5ἐξ ἀρχῆς γὰρ μετὰ τὴν τῆς Ἑλένης ὑπὸ Πάριδος κλοπὴν εἰς τὸ Ἴλιον ἐξώρμησα σὺν Παλαμήδῃ καὶ Μενελάῳ βασιλεῖ. ὁμοίως δὲ καὶ τοὺς βασιλεῖς καὶ τοὺς ἥρωας ἐγὼ πανταχόθεν προσεκαλε‐ σάμην. ὡσαύτως δὲ καὶ τὸν θάνατον τοῦ Πάριδος ἐγὼ κατειρ‐ γασάμην. συμβολῆς γάρ, ὡς ἴστε, Τρώων καὶ Ἑλλήνων γενο‐
10μένης, καὶ πολλῶν πεσόντων, ἱσταμένων τῶν τὰ πρῶτα φερόντων τῆς Τροίης καὶ ὑμῶν τῶν ἡγεμόνων Ἑλλήνων καὶ πρὸς ἀλλήλους ἐπικειμένων κρῖναι τὸν πόλεμον, ἐγὼ προετρεψάμην τὸν ἥρωα Φιλοκτήτην κατὰ Πάριδος προκαλέσασθαι τοξικὴν μονομαχίαν. καὶ ἐξαίφνης διὰ μέσον τῶν βασιλέων ὁ Φιλοκτήτης ἐξελθὼν
15προκαλεῖται τὸν Πάριδα εἰς μονομαχίαν τοξικήν. ἀκούσας δὲ ὁ Πάρις ἐξώρμησε καὶ αὐτὸς κατέναντι αὐτοῦ τοξότης καὶ ἅμα Δηιφόβῳ, ἀδελφῷ αὐτοῦ. ἐξελθὼν δὲ διεμέτρησα αὐτοῖς δια‐ στήματος τόπον, ποῦ ἐχρῆν αὐτοὺς ἑστάναι. καὶ λαβόντων αὐ‐ τῶν κλῆρον ἔλαχε τῷ Πάριδι πρώτῳ τοξεῦσαι· ῥίψας δὲ ὁ Πάρις
20ἀποτυγχάνει· θαρσεῖν δὲ Φιλοκτήτῃ κράξας, ἀντετόξευσεν ὁ Φι‐ λοκτήτης, καὶ διαπείρει τοῦ Πάριδος τὴν ἀριστερὰν χεῖρα. καὶ
εὐθὺς δευτέραν ἀκοντίσας τὸν δεξιὸν αὐτοῦ ὀφθαλμὸν ἐπήρωσεν·110
Chron
.

111

οἰμώζοντος δὲ αὐτοῦ καὶ ἀποστραφέντος, πέμψας ἑτέραν σαγίτ‐ ταν τοὺς αὐτοῦ πόδας φιβλοῖ ἐπὶ τὰ σφυρά, καὶ πίπτει ὁ Πάρις. καὶ φεύγουσι πάντες, ἁρπάσαντες τὸ σῶμα Πάριδος· καὶ ἐν τῇ πόλει εἰσελθὼν ἐκάλεσε τοὺς τρεῖς υἱοὺς αὐτοῦ, οὓς εἶχεν ἐκ τῆς
5Ἑλένης, τὸν Βούνιμον καὶ Κορυθαῖον καὶ Ἰδαῖον· οὕστινας ἑω‐ ρακὼς μικροὺς ἄπνοος ἔμεινε καὶ διὰ μέσης νυκτὸς τὴν ψυχὴν ἔδωκε. καὶ ἑωρακοῦσα αὐτὸν ἡ προτέρα γυνὴ αὐτοῦ Οἰνόη ἑαυ‐ τῇ ἀπεχρήσατο ἀγχόνῃ. καὶ ἔλαβε τὴν Ἑλένην γυναῖκα Δηίφο‐ βος, ὁ ἄλλος υἱὸς τοῦ Πριάμου, ὃς ἠκρωτηριάσθη ὑπὸ Μενε‐
10λάου βασιλέως, ὡς πάντες ἐπίστασθε. καὶ Πολυξένην δὲ ἐγὼ συμβουλεύσας ἧξαι πρὸς τύμβον Ἀχιλλέως σφαγιασθῆναι ὑπὸ τοῦ ἥρωος Πύῤῥου. καὶ ἀνακράξας Ὀδυσσεὺς ἔφη, Τίνος ἀν‐ τάξιός εἰμι, κατασκευάσας ὀλέσθαι Πάριδα πρὸς ἐκδίκησιν Με‐ νελάου καὶ Ἀχιλλέως καὶ τῶν Ἑλλήνων πάντων;
15 Καὶ εὐφήμησεν αὐτὸν ὁ Ἀγαμέμνων καὶ πολλοὶ τοῦ στρατοῦ. καὶ πάλιν Ὀδυσσεὺς εἶπεν, Οὐ σιγήσομαι καὶ τοὺς λοιπούς μου κινδύνους, οὓς ἅμα Διομήδῃ ὑπέστην, ὅτε τὸ θεῖον βρέτας ἀφε‐ λέσθαι ἠβουλήθημεν, πῶς ἐν Ἰλίῳ διατρίβοντες σὺν τοῖς βαρβά‐ ροις καὶ τὰ συμβαίνοντα αὐτοῖς ἅπαντα νυκτὸς εἰς τὸ στρατόπε‐
20δον ἐξερχόμενοι ἀπηγγείλαμεν ὑμῖν τοῖς βασιλεῦσι, διηγούμενοι
ἅτινα καὶ νῦν εἴπω. θυσίαν γὰρ τότε ἐπιτελούντων τῶν Τρώων111
Chron
.

112

κατὰ τὸν καιρὸν τῶν ἀναθημάτων, συμβαίνει σημεῖον γενέσθαι τοιοῦτον εἰς τὴν πόλιν ἐπὶ τὸν βωμὸν τοῦ Ἀπόλλωνος. βάλλουσι πῦρ εἰς τὸν βωμὸν διὰ τὴν θυσίαν· τὰ δὲ οὐκ ἐκαίοντο. καὶ πολλάκις προσφερομένου τοῦ πυρὸς καὶ μὴ καιομένου, πίπτει τὰ
5ἐν τῷ βωμῷ πάντα εἰς τὸ ἔδαφος. γινομένων δὲ καὶ ἄλλων ση‐ μείων, οἱ Τρῶες εἰδότες λέγουσιν οὐκ ἀγαθὸν αὐτοῖς εἶναι τὸν οἰωνόν. καὶ ἀναγκάζουσι τὸν Ἀντήνορα οἱ ἔξαρχοι τῶν Τρώων καὶ ὁ Πρίαμος καὶ ὁ στρατὸς ὥστε ἐξελθεῖν πρὸς ὑμᾶς τοὺς βασι‐ λεῖς καὶ διὰ τῆς ἰδίας πρεσβείας πεῖσαι τοὺς Δαναοὺς ὑμᾶς λα‐
10βεῖν λύτρα καὶ διαλῦσαι τὸν πόλεμον. καὶ ταῦτα πάντα ἱστορή‐ σαντες ἡμεῖς ἐξελθόντες ἀνηγγείλαμεν πᾶσιν ὑμῖν. ὁ δὲ Ἀντή‐ νωρ κατέφθασεν ἐξελθὼν εἰς πρεσβείαν, καὶ ἔφη ταῦτα ὡς ἐκ Πριάμου καὶ τῶν λοιπῶν. Βασιλεῖς Ἑλλήνων ὄντες, φίλων ἔργα διαπράξασθε καὶ μὴ πολεμίων. πάντα ἐπάθομεν ὅσα ἐχρῆν πα‐
15θεῖν τοὺς ἡμαρτηκότας. ἀνθ’ ὧν γὰρ Ἀλέξανδρος ὁ καὶ Πά‐ ρις Μενέλαον ἠδίκησε δίκας δέδωκε τὸ Ἴλιον· καὶ μαρτυροῦσιν οἱ τάφοι τῶν ἐν ταῖς μάχαις ἀπολομένων. οἱ οὖν περιλειφθέντες ἡμεῖς λύτρα φέρομεν ὑμῖν ὑπὲρ θεῶν, ὑπὲρ πατρίδος, ὑπὲρ παί‐ δων. ἀλλ’ Ἕλληνες ὄντες τοὺς τότε ἀπειθεῖς, νῦν δὲ ἱκέτας, σώ‐
20σατε, χρημάτων τυπουμένων. πεισθέντες δὲ ὑμεῖς πάντες τοῦ Ἀντήνορος, ἐξεπέμψατέ με καὶ σὺν ἐμοὶ τὸν Διομήδην πρὸς Πρία‐
μον τυπῶσαι τὴν ποσότητα τῶν χρημάτων. εἰσελθόντων δὲ ἡμῶν112
Chron
.

113

ἐν τῇ Τροίῃ πρὸς Πρίαμον, καὶ πολλῶν κινηθέντων, ἐτυπώσαμεν δοθῆναι ὑμῖν χρυσίου τάλαντα ͵β καὶ πρὸς τούτοις ἴσα ἀργύρου. καὶ ἐπανήλθαμεν πρὸς ὑμᾶς ἀπαγγείλαντες τὰ δόξαντα. καὶ ἐκο‐ μισάμεθα τὰ τυπωθέντα, πάντας ὑμᾶς ἐνορκώσας ἐν ταῖς θυ‐
5σίαις μὴ ἀποπλεῦσαι ἐξ Ἰλίου, πρὶν ἂν ποιήσαντες τὸν δούριον ἵππον ἁρμοδίοις ξύλοις καὶ κοσμήσαντες αὐτὸν πάσῃ ἀρετῇ δό‐ ξομεν ἀποπλέειν ἄντικρυς εἰς τὴν Τένεδον, καίοντες τὰς σκηνὰς ἡμῶν, καὶ νομίσαντες οἱ βάρβαροι ὅτι ἐξωρμήσαμεν, μένωσιν ἀνετοὶ εὐωχούμενοι, καὶ νυκτὸς ὑποστρέψαντες ἀπὸ τῆς Τενέδου
10καὶ εἰσελθόντες, πυρίκαυστον τὴν πόλιν ποιήσαντες καὶ Πρίαμον ἀνελόντες ἀποδώσομεν τὴν Ἑλένην εἰς τὰ βασίλεια τοῦ Πλεισθέ‐ νους. καὶ τῆς ἐμῆς βουλῆς κρατησάσης παρέσχον ἡμῖν οἱ θεοὶ νίκην κατὰ τῶν βαρβάρων. ὑμεῖς οὖν, οἱ βασιλεῖς καὶ ἥρωες, κριταὶ γένεσθε τῶν ἐμῶν καμάτων.
15 Καὶ ἀντεποιοῦντο τοῦ Ὀδυσσέως ὁ Ἀγαμέμνων καὶ ὁ Διομή‐ δης καὶ ὁ τούτων στρατός, τοῦ δὲ Τελαμωνίου Αἴαντος ἀντεί‐ χετο ὁ Νεοπτόλεμος Πύῤῥος, ὡς ἐκ γένους αὐτοῦ ὑπάρχων, καὶ ὁ τούτου στρατός. πολλῶν δὲ ἄλλων κινηθέντων μεταξὺ αὐτῶν ἄχρις ἑσπέρας, τέλος ἔδοξεν ὥστε λαβεῖν ἐν παραθήκῃ ἕως τῆς
20ἐπιφωσκούσης ἡμέρας τὸν Διομήδην τὸ Παλλάδιον καὶ τοῦτο φυ‐ λάξαι, καὶ ἕκαστον αὐτῶν ἀνεθῆναι, ἵνα κατὰ τὴν ἑξῆς τύπος
δοθῇ τίνι ἐξ αὐτῶν χρὴ δοθῆναι τὸ Παλλάδιον. ὁ δὲ Αἴας, γε‐113
Chron
.

114

νόμενος κατὰ τοῦ Ὀδυσσέως καὶ Ἀγαμέμνονος καὶ Διομήδους, ἀνεχώρησεν εἰς τὸν ἴδιον αὐτοῦ παπυλεῶνα· καὶ διὰ νυκτὸς σι‐ δήρῳ ἐσφάγη ὁ Αἴας. καὶ τῇ πρωὶ ηὑρέθη τὸ λείψανον αὐτοῦ· καὶ ἐστασίασεν ὁ στρατὸς αὐτοῦ καὶ τοῦ Πύῤῥου κατὰ τοῦ Ὀδυσ‐
5σέως, θέλων αὐτὸν φονεῦσαι. καὶ λαβὼν τὰ ἴδια πλοῖα ὁ Ὀδυσ‐ σεὺς ἔφυγεν, ἀποπλεύσας ἐπὶ τὴν Ποντικὴν θάλασσαν. καὶ δια‐ τρίψας ἐκεῖ καιρὸν ἐπανῆλθεν ἐκεῖθεν, βουλόμενος εἰς τὴν Ἰθά‐ κην πόλιν εἰς τὴν ἰδίαν αὐτοῦ πατρίδα μετὰ τῶν ἰδίων νηῶν αὐ‐ τοῦ καὶ τοῦ ἰδίου στρατοῦ. καταντήσας δὲ εἰς χώραν λεγομέ‐
10νην Μαρωνίδα, ἀντίστασιν ὑπέστη ἀπὸ τῶν τῆς χώρας. καὶ πολεμήσας ἐνίκησεν αὐτούς, καὶ πολλῶν χρημάτων κύριος ἐγένετο. καὶ ὑπολαβὼν ὅτι εἰς οἱανδήποτε χώραν καταντῶν πάντως [ὅτι] καὶ τοὺς τῆς αὐτῆς χώρας νικᾷ καὶ τὸν πλοῦτον ἑκάστης αὐτῷ χώ‐ ρας ἀπαντώσης κομίζεται, καταφθάσας τὴν Λωτοφάγων λεγο‐
15μένην χώραν συνέβαλε μετ’ αὐτῶν πόλεμον. καὶ ἐνίκησαν αὐτὸν οἱ τῆς αὐτῆς χώρας μικροῦ δεῖν ὀλέσαι πάντας· κἀκεῖθεν φυγὼν ἀνήχθη χειμαζόμενος μετὰ πλεῖστον πλοῦν εἰς τὴν λεγομένην Σι‐ κίλαν νῆσον, τὴν νυνὶ λεγομένην Σικελίαν. ἡ δὲ νῆσος αὕτη ἦν μεγάλη πάνυ, διῃρημένη εἰς τρεῖς ἀδελφοὺς μεγάλους καὶ δυνα‐
20τοὺς καὶ τὰ ἀλλήλων φρονοῦντας, λέγω δὴ εἰς Κύκλωπα καὶ Ἀν‐ τιφάντην καὶ Πολύφημον, υἱοὺς γεναμένους τοῦ Σικάνου, βα‐ σιλέως τῆς αὐτῆς νήσου. ἦσαν δὲ οἱ αὐτοὶ τρεῖς ἀδελφοὶ ἄνδρες
χαλεποὶ καὶ μηδέποτε ξένους ὑποδεχόμενοι, ἀλλὰ καὶ ἀναιροῦντες.114
Chron
.

115

καὶ καταντήσας σὺν ταῖς ναυσὶν αὐτοῦ καὶ τῷ στρατῷ ὁ Ὀδυσ‐ σεὺς εἰς τὸ διαφέρον μέρος τῷ Ἀντιφάντῃ συνέβαλε πόλεμον μετὰ τοῦ Ἀντιφάντου καὶ τοῦ στρατοῦ αὐτοῦ τῶν λεγομένων Λαι‐ στρυγόνων. καὶ κτείνουσιν ἱκανοὺς ἐκ τοῦ στρατοῦ τοῦ Ὀδυσ‐
5σέως· καὶ λαβὼν τὰς ἑαυτοῦ ναῦς ἀποπλεύσας ἔφυγεν ἐκεῖθεν εἰς ἄλλο μέρος τῆς νήσου, τὸ διαφέρον τῷ Κύκλωπι, ἔνθα τὰ Κυ‐ κλώπια λέγεται ὄρη. καὶ γνοὺς τοῦτο ὁ Κύκλωψ ἦλθε κατ’ αὐ‐ τοῦ μετὰ τῆς ἰδίας βοηθείας· ἦν δὲ μέγας τοῖς σώμασι καὶ δυσ‐ ειδής· καὶ ἐπελθὼν ἄφνω τῷ Ὀδυσσεῖ παραβαλόντι ἐπὶ τὴν δια‐
10φέρουσαν αὐτῷ γῆν κατέκοψεν αὐτοῦ πολλούς, καὶ συλλαβόμενος τὸν Ὀδυσσέα καί τινας τοῦ στρατοῦ αὐτοῦ ὁ Κύκλωψ, λαβὼν ἕνα τῶν ἅμα αὐτῷ συλληφθέντων ὀνόματι Μικκαλίωνα, ἄνδρα γενναῖον καὶ ἀριστεύσαντα ἐν τῇ Τροίῃ καὶ ὄντα ἡγούμενον τοῦ στρατοῦ τοῦ Ὀδυσσέως, ὅντινα κρατήσας τῆς κόμης τῆς κεφα‐
15λῆς ἐπ’ ὄψεσι τοῦ Ὀδυσσέως καὶ πάντων τῶν μετ’ αὐτοῦ ᾧ ἐβά‐ σταζε ξίφει ἀνεντέρισεν, ὡς μαχησάμενον αὐτῷ. τοὺς δὲ λοι‐ ποὺς ἀπέκλεισε, βουλόμενος κατὰ μέρος τοὺς πάντας φονεῦσαι. ὁ δὲ Ὀδυσσεὺς προσπεσὼν αὐτῷ ἔπεισεν αὐτὸν διὰ χρημάτων πολλῶν καὶ ξενίων ἀπολῦσαι αὐτὸν καὶ τοὺς ὑπολειφθέντας αὐτῷ
20ἄνδρας. πεισθεὶς δὲ μόλις ὁ Κύκλωψ διὰ τῆς τῶν χρημάτων δό‐ σεως, ἐπηγγείλατο περὶ ἑσπέραν ἀπολύειν αὐτόν· καὶ αὐτὸς βου‐ λόμενος ἐν τῇ νυκτὶ αὐτῇ ἀπελθεῖν καὶ φονεῦσαι αὐτὸν καὶ τοὺς
αὐτοῦ καὶ ἀφελέσθαι πάντα ὃν ἐπιφέρεται πλοῦτον καὶ τὰς ναῦς115
Chron
.

116

αὐτοῦ, περὶ ἑσπέραν ἀπέλυσεν αὐτὸν καὶ τοὺς μετ’ αὐτοῦ ἢ μό‐ νον δὲ ἀπελύθη Ὀδυσσεύς, δειλιῶν τὴν τοῦ ἀνδρὸς ὠμότητα εὐ‐ θέως ἀπέπλευσεν ἐκ τῶν μερῶν αὐτοῦ. ἐπιῤῥίψας δὲ νυκτὸς ὁ Κύκλωψ καὶ μὴ εὑρηκὼς τὰ πλοῖα, ἐκ τῆς μανίας εἰς τὴν θάλασ‐
5σαν ῥίπτεσθαι λίθους ἐκέλευσε, μήπως ἔνδον τῆς γῆς ἐμεθώρμη‐ σαν. νυκτὸς δὲ βαθείας οὔσης καὶ σκότους καλύπτοντος τὴν γῆν καὶ τὴν θάλασσαν, ἀγνοοῦντες δὲ καὶ τοὺς αὐτοὺς τόπους, παρέβαλον εἰς ἄλλα μέρη τῆς νήσου, διαφέροντα τῷ Πολυφήμῳ, ἀδελφῷ τοῦ Κύκλωπος καὶ τοῦ Ἀντιφάντου. ὅστις Πολύφημος
10μαθὼν ὅτι τινὲς κατέπλευσαν νυκτὸς καὶ παρέβαλον εἰς τὴν δια‐ φέρουσαν αὐτῷ χώραν, εὐθέως λαβὼν τὴν ἑαυτοῦ βοήθειαν, ἐλ‐ θὼν κατὰ τοῦ Ὀδυσσέως συνέβαλεν αὐτῷ πόλεμον. καὶ πᾶσαν τὴν νύκτα ἐπολέμουν, καὶ ἔπεσον ἀπὸ τοῦ Ὀδυσσέως πολλοί. πρωίας δὲ γενομένης προσήγαγεν ὁ Ὀδυσσεὺς καὶ τῷ Πολυφήμῳ
15ξένια καὶ προσέπεσεν αὐτῷ, εἰπὼν ὅτι ἀπὸ τῶν Τρωικῶν τόπων ἐλήλυθε πεπλανημένος ἀπὸ πολλῆς κυμάτων ἀνάγκης, ἀπαριθμή‐ σας αὐτῷ καὶ τὰς συμβάσας αὐτῷ κατὰ θάλασσαν διαφόρους συμφοράς. ὅστις Πολύφημος συμπαθήσας αὐτῷ ἠλέησεν αὐτόν, καὶ ὑπεδέξατο αὐτὸν καὶ τοὺς αὐτοῦ, ἕως οὗ ἐγένετο ἐπιτήδειος
20ὁ πλοῦς. ἡ δὲ θυγάτηρ τοῦ Πολυφήμου ὀνόματι Ἔλπη ἐρω‐ τικῶς διετέθη πρός τινα εὐπρεπῆ ἄνδρα τῶν μετὰ τοῦ Ὀδυσσέως ὀνόματι Λεΐωνα· καὶ ἐπιτηδείου ἀνέμου πνεύσαντος ταύτην
ἀφαρπάσαντες ἐξώρμησαν ἐκ τῆς Σικελίας νήσου. ἅτινα ὁ σο‐116
Chron
.

117

φώτατος Σίσυφος ὁ Κῷος ἐξέθετο. ὁ γὰρ σοφὸς Εὐριπίδης δρᾶμα ἐξέθετο περὶ τοῦ Κύκλωπος ὅτι τρεῖς εἶχεν ὀφθαλμούς, σημαίνων τοὺς τρεῖς ἀδελφούς, ὡς συμπαθοῦντας ἀλλήλοις καὶ διαβλεπομένους τοὺς ἀλλήλων τόπους τῆς νήσου καὶ συμμαχοῦν‐
5τας καὶ ἐκδικοῦντας ἀλλήλους, καὶ ὅτι οἴνῳ μεθύσας τὸν Κύ‐ κλωπα ἐκφυγεῖν ἠδυνήθη, διότι χρήμασι πολλοῖς καὶ δώροις ἐμέ‐ θυσε τὸν αὐτὸν Κύκλωπα ὁ Ὀδυσσεὺς πρὸς τὸ μὴ κατεσθίειν τοὺς μετ’ αὐτοῦ, καὶ ὅτι λαβὼν Ὀδυσσεὺς λαμπάδα πυρὸς ἐτύ‐ φλωσε τὸν ὀφθαλμὸν αὐτοῦ τὸν ἕνα, διότι τὴν θυγατέρα τὴν
10μονογενῆ τοῦ ἀδελφοῦ αὐτοῦ Πολυφήμου, Ἔλπην, παρθένον οὖσαν, λαμπάδι πυρὸς ἐρωτικοῦ καυθεῖσαν, ἥρπασε, τοῦτ’ ἐστὶν ἕνα τῶν ὀφθαλμῶν τοῦ Κύκλωπος ἐφλόγισε, τὸν Πολύφημον, τὴν αὐτοῦ θυγατέρα ἀφελόμενος. ἥντινα ἑρμηνείαν ὁ σοφώτατος Φειδίας ὁ Κορίνθιος ἐξέθετο, εἰρηκὼς ὅτι ὁ σοφὸς Εὐριπίδης
15ποιητικῶς πάντα μετέφρασε, μὴ συμφωνήσας τῷ σοφωτάτῳ Ὁμήρῳ ἐκθεμένῳ τὴν Ὀδυσσέως πλάνην. Ὁ δὲ Ὀδυσσεὺς ἀπὸ τῆς Σικελίας ἦλθεν εἰς τὰς Αἰολίας νή‐ σους· καὶ ἐδεξιώθη παρὰ τοῦ Αἰόλου, βασιλέως τῶν νήσων. ὅστις μέλλων τελευτᾶν διένειμε τὰς δύο νήσους ταῖς θυγατράσιν
20αὐτοῦ, καὶ ἦσαν βασιλίδες τῶν δύο νήσων. ἡ δὲ Κίρκη ὑπῆρ‐ χεν ἱέρεια Ἡλίου, δοθεῖσα ὑπὸ τοῦ ἰδίου πατρὸς ἐκ νηπιόθεν ἀνα‐
τραφῆναι εἰς τὸ ἱερὸν ἐν τῇ νήσῳ τῇ λεγομένῃ Αἰαίᾳ· ἥτις αὐ‐117
Chron
.

118

ξηθεῖσα ἐγένετο μυστικὴ μάγος· ἦν δὲ εὐπρεπὴς πάνυ. ἡ δὲ ταύτης ἀδελφὴ Καλυψώ, διαφθονουμένη αὐτῇ, ἔχθραν εἶχε πρὸς αὐτὴν μεγάλην, λέγουσα, φησί, Διὰ τί ἀρνεῖται τὸν ἴδιον πατέρα τὸν Ἄτλαντα καὶ λέγει ἑαυτὴν θυγατέρα Τιτᾶνος Ἡλίου;
5καὶ ἐφοβεῖτο αὐτὴν ἡ Κίρκη, ἐπειδὴ ἡ Καλυψὼ εἶχε πλῆθος ἀν‐ δρῶν γενναίων ἐν τῇ ἰδίᾳ αὐτῆς νήσῳ, μήποτε ὀργιζομένη ἐπέλ‐ θοι καὶ κακῶς αὐτῇ χρήσεται. λοιπὸν ἡ Κίρκη, ὡς μὴ δυνα‐ μένη τινὰς προτρέψασθαι εἰς συμμαχίαν καὶ παραφυλακὴν ἑαυ‐ τῆς, κατασκευάσασα διὰ βοτανῶν τινων φάρμακον, τοὺς πα‐
10ριόντας, φησί, ξένους ἐδεξιοῦτο καὶ διὰ ποτοῦ δόσεως ὑποταγὴν φίλτρου δεινοῦ καὶ παραμονῆς καὶ λήθης πατρίδος ἰδίας τοὺς πί‐ νοντας ξένους ἐποίει συνεῖναι αὐτῇ· καὶ πάντες αὐτῇ εἰς ὑπερβο‐ λὴν παρέμενον εἰς τὴν αὐτὴν νῆσον ληθαργοῦντες τῆς ἑαυτῶν πα‐ τρίδος, καὶ συνῆγε πολλούς. μαθοῦσα δὲ ἡ Κίρκη τὰ πλοῖα
15τοῦ Ὀδυσσέως ἐν τῇ αὐτῆς νήσῳ καταντῆσαι, ἐκέλευσε καὶ τοὺς ἰδίους δεξιώσασθαι σπουδαίως τὸν Ὀδυσσέα καὶ τὸν αὐτοῦ στρα‐ τόν· ἠβούλετο γὰρ ἔχειν αὐτὸν καὶ τοὺς αὐτοῦ ὡς πολεμικοὺς εἰς συμμαχίαν ἑαυτῆς. ὁ δὲ Ὀδυσσεὺς ἢ μόνον παρέβαλεν ἐν τῇ αὐτῆς νήσῳ, εἶδε πολλοὺς ἄνδρας ἐν τῇ αὐτῇ νήσῳ ἀπὸ διαφό‐
20ρων πατρίδων· ἐπιγνοὺς δέ τινας ἄνδρας ἐκ τοῦ Ἀχαϊκοῦ ὄντας στρατοῦ, πρὸς αὐτὸν ἐληλυθότας ἐπηρώτησεν αὐτοὺς λέγων, Τί‐
νος χάριν ἐν τῇ νήσῳ ταύτῃ οἰκεῖτε; οἱ δὲ εἶπον αὐτῷ ὅτι Ἐκ τοῦ118
Chron
.

119

Ἀχαϊκοῦ ὑπάρχομεν στρατοῦ, καὶ θαλαττίων κυμάτων βίᾳ προσ‐ επελάσαμεν τῇ νήσῳ ταύτῃ, καὶ πόμα λαβόντες μαγικὸν ὑπὸ τῆς βασιλίδος Κίρκης, ἔρωτι δεινῷ βληθέντες εἰς αὐτὴν ταύτην ἔχομεν νῦν πατρίδα, ἐξειπόντες καὶ ἄλλα τινά. καὶ ταῦτα ἀκηκοὼς ὁ
5Ὀδυσσεύς, συνάξας πάντας τοὺς ἰδίους αὐτοῦ ἐκέλευσεν αὐτοὺς μηδενὸς μετασχεῖν τῶν ἐπιδιδομένων αὐτοῖς παρὰ τῆς Κίρκης εἴτε βρωμάτων εἴτε πομάτων διὰ τὸ μαγγανείαν τινὰ ἔχειν αὐτά, ἀλλὰ ἐκ τῆς παρασχεθείσης αὐτῷ ἐκ τοῦ Αἰόλου βασιλέως σιταρχίας καὶ τῶν πρῴην ὄντων ἀποθέτων ἐν τοῖς πλοίοις βρωμάτων τε καὶ
10πομάτων ἐξ αὐτῶν μεταλαμβάνειν. τῆς δὲ Κίρκης προσενεγκού‐ σης αὐτῷ καὶ τῷ στρατῷ αὐτοῦ καὶ τοῖς ναύταις τροφὰς βρωμά‐ των καὶ πομάτων, οὐκ ἐδέξαντο παρ’ αὐτῆς τὸ παράπαν. καὶ μαθοῦσα τοῦτο ἡ Κίρκη ὑπέλαβεν εἰδέναι τὸν Ὀδυσσέα τινὰς μυ‐ στικὰς μαγείας καὶ προγνόντα αὐτῆς τὰ βουλεύματα, καὶ πέμ‐
15ψασα μετεστείλατο αὐτὸν ἐν τῷ ἱερῷ· καὶ ἦλθε πρὸς αὐτὴν με‐ τὰ ὁπλικῆς βοηθείας καὶ ἀπονοίας Ἀχαϊκῆς, ἀγαγὼν αὐτῇ δῶρα Τρωικά. ἡ δὲ ἑωρακυῖα αὐτὸν καὶ τοὺς μετ’ αὐτοῦ, ᾔτησεν αὐ‐ τὸν προσμεῖναι τῇ νήσῳ, ἄχρις οὗ διέλθῃ ὁ τοῦ χειμῶνος καιρός, δεδωκυῖα αὐτῷ ἐν τῷ ἱερῷ ὅρκους μηδὲν ποιεῖν εἰς βλάβην αὐτοῦ
20ἤ τινος τῶν ἅμα αὐτῷ. καὶ πεισθεὶς ὁ Ὀδυσσεὺς διέτριψε μετ’ αὐτῆς ὀλίγον καιρόν, συμμιγεὶς αὐτῇ πρὸς γάμον, ἐκείνης βου‐ ληθείσης· περὶ ἧς Κίρκης ἐξέθεντο ταῦτα οἱ σοφώτατοι Σίσυφος
Κῷος καὶ Δίκτυς ἐκ τῆς Κρήτης. ὁ δὲ σοφώτατος Ὅμηρος ποιη‐119
Chron
.

120

τικῶς ἔφρασεν ὅτι διὰ πόματος μαγικοῦ τοὺς συλλαμβανομένους πρὸς αὐτὴν ἄνδρας μετεμόρφου, ποιοῦσα τοὺς μὲν λεοντομόρ‐ φους, τοὺς δὲ κυνοκεφάλους, ἄλλους δὲ συομόρφους, ἑτέρους δὲ ἀρκομόρφους καὶ χοιροκεφάλους. ὁ δὲ προγεγραμμένος σοφὸς
5Φειδαλίος ὁ Κορίνθιος ἐξέθετο τὴν ποιητικὴν ταύτην σύνταξιν ἑρμηνεύσας οὕτως. ὅτι τῇ Κίρκῃ οὐδὲν ἥρμοζε πρὸς ἣν ἠβού‐ λετο ἐπιθυμίαν πολυοχλίαν ποιεῖν τοὺς ἀνθρώπους θηριομόρ‐ φους, ἀλλὰ τρόπον σημαίνων ὁ ποιητὴς τῶν ἀντερώντων ἀν‐ δρῶν, ὅτι ὡς θηρία ἐποίει αὐτοὺς ἐκεῖ ἡ Κίρκη βρύχειν καὶ μαί‐
10νεσθαι καὶ λυσσᾶν ἐκ πόθου, καθὼς ἐκέλευσεν ἡ Κίρκη. φυ‐ σικὸν γὰρ τῶν ἐρώντων ἀντέχεσθαι τῆς ἐρωμένης καὶ ὑπεραπο‐ θνήσκειν· τοιοῦτοι γὰρ ὑπάρχουσιν οἱ ἐρῶντες. ἐκ γὰρ τῆς ἐπι‐ θυμίας ἀποθηριοῦνται, μηδὲν ἔμφρενον λογιζόμενοι, ἀλλὰ ἀλ‐ λοιούμενοι τὰς μορφὰς καὶ τῷ σώματι ὡς θηριόμορφοι γίνονται
15καὶ τῇ θέᾳ καὶ τοῖς τρόποις, ἐπερχόμενοι τοῖς ἀντερασταῖς· φυ‐ σικὸν γὰρ τοὺς ἀντεραστὰς ὁρᾶν ἀλλήλους ὡς θηρία καὶ πρὸς ἀλ‐ λήλους ἐπερχομένους ἄχρις φόνου. οἳ καὶ διαφόρως ἔχουσι πρὸς τοὺς τῆς τοιαύτης ἐπιθυμίας τρόπους· οἱ μὲν γὰρ ὡς κύνες ἐπέρ‐ χονται τῇ μίξει, πολλὰ συμμιγνύμενοι, οἱ δὲ ὡς λέοντες τὴν
20ὁρμὴν καὶ μόνην τὴν ἐπιθυμίαν ζητοῦσιν, ἄλλοι δὲ ὡς ἄρκτοι120
Chron
.

121

μιαρῶς κέχρηνται τῇ συνουσίᾳ. καὶ μᾶλλον σαφέστερον οὗτος καὶ ἀληθινώτερον ἡρμήνευσεν ἐν τῇ ἰδίᾳ ἐκθέσει. Ἀπὸ δὲ τῆς νήσου τῆς Κίρκης ἐξορμήσας ὁ Ὀδυσσεὺς ἀνή‐ χθη εἰς τὴν ἄλλην νῆσον, ὑπὸ ἀνέμων ἐναντίων ἐκριφείς· ὅντι‐
5να ἐδέξατο καὶ ἡ Καλυψώ, ἡ ἀδελφὴ τῆς Κίρκης, καὶ πολλῆς θεραπείας ἠξίωσεν αὐτόν, συμμιγεῖσα αὐτῷ καὶ πρὸς γάμον. κἀκεῖθεν ἀνήχθη, ἔνθα λίμνη ὑπῆρχε μεγάλη πλησίον τῆς θα‐ λάσσης, λεγομένη ἡ Νεκυόπομπος, καὶ οἱ οἰκοῦντες ἐν αὐτῇ ἄν‐ δρες μάντεις· οἵτινες ἐξεῖπον αὐτῷ πάντα τὰ συμβάντα αὐτῷ
10καὶ τὰ μέλλοντα. καὶ ἀναχθεὶς ἐκεῖθεν χειμῶνος μεγάλου γενο‐ μένου θαλάσσης ἐκρίπτεται εἰς τὰς Σερενίδας οὕτω καλουμένας πέτρας, αἳ ἐκ τῶν κρουσμάτων τῶν κυμάτων ἦχος ἀποτελοῦσιν ἴδιον. κἀκεῖθεν ἐξειλήσας ἦλθεν εἰς τὴν καλουμένην Χάρυβδιν, εἰς τόπους ἀγρίους καὶ ἀποτόμους· κἀκεῖ πάσας τὰς ὑπολειφθεί‐
15σας αὐτῷ ναῦς καὶ τὸν στρατὸν ἀπώλεσεν, αὐτὸς δὲ ὁ Ὀδυσσεὺς μόνος ἐν σανίδι τοῦ πλοίου ἐν τῷ πελάγει ἐφέρετο, ἀναμένων τὸν μετὰ βίας θάνατον. τοῦτον δὲ ἑωρακότες τινὲς ἀποπλέοντες ναῦται Φοίνικες νηχόμενον ἐν τοῖς ὕδασιν ἐλεήσαντες διέσωσαν, καὶ ἤγαγον αὐτὸν ἐν τῇ Κρήτῃ νήσῳ πρὸς τὸν Ἰδομενέα, ἔξαρ‐
20χον Ἑλλήνων. καὶ ἑωρακὼς τὸν Ὀδυσσέα ὁ Ἰδομενεὺς γυμνὸν καὶ δεόμενον, συμπαθῶς φερόμενος, δῶρα αὐτῷ πλεῖστα δεδω‐
κὼς σὺν στρατῷ καὶ στρατηγῷ αὐτοῦ καὶ δύο νῆας καὶ δια‐121
Chron
.

122

σώζοντας αὐτόν τινας, ἐξέπεμψεν αὐτὸν εἰς Ἰθάκην. ἅτινα καὶ ὁ σοφὸς Δίκτυς παρὰ τοῦ Ὀδυσσέως ἀκηκοὼς συνεγράψατο. Ὁμοίως δὲ καὶ ὁ Διομήδης λαβὼν τὸ Παλλάδιον ἐξώρμησεν ἀπὸ τῆς Τροίας εἰς τὴν ἰδίαν πατρίδα.
5 Ὁ δὲ Ἀγαμέμνων ἔχων τὴν Κασσάνδραν, ἣ ἐπόθει, ἐπέ‐ ρασε τὸ τῆς Ῥόδου πέλαγος, βουλόμενος ἐπὶ Μυκηναίων πόλιν ὁρμῆσαι. Λοιπὸν ὁ Πύῤῥος ἑωρακὼς πάντας ἀποπλεύσαντας, τεφρώ‐ σας τὸν Τελαμώνιον Αἴαντα καὶ λαβὼν ἐν ὑδρίᾳ ἔθαψε μετὰ
10τιμῆς μεγάλης πλησίον τοῦ τύμβου τοῦ Ἀχιλλέως, τοῦ ἐξαδέλ‐ φου αὐτοῦ, πατρὸς δὲ τοῦ Πύῤῥου, εἰς τόπον λεγόμενον Σίγριν. Ὁ δὲ Τεῦκρος, ὁ ἀδελφὸς τοῦ Αἴαντος τοῦ Τελαμωνίου, κα‐ τέφθασεν εὐθέως, ἐλθὼν ἀπὸ τῆς Σαλαμῖνος, πόλεως τῆς Κύ‐ πρου, πρὸς βοήθειαν τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ εὗρε τὸν Πύῤῥον.
15καὶ μεμαθηκὼς παρ’ αὐτοῦ τὰ συμβάντα, ἀκούσας δὲ καὶ τὴν γεναμένην τιμὴν τῶν λειψάνων τοῦ Αἴαντος, ἐπαινῶν καὶ ἐπευχό‐ μενος τῷ Πύῤῥῳ ἔφη, Οὐδὲν ξένον πεποίηκας· ἐκείνης γὰρ τῆς Ἀχιλλέως θείας φρενὸς ὑπάρχεις υἱός. λείψανα γὰρ τῶν ἀγαθῶν ἀνδρῶν ἀφαιρεῖται ὁ χρόνος, ἡ δὲ ἀρετὴ καὶ θανοῦσα λάμπει.
20καὶ παρακαλεῖ ὁ Πύῤῥος τὸν Τεῦκρον ἅμα αὐτῷ μεταλαβεῖν βρω‐
τοῦ καὶ ποτοῦ. καὶ ἐν τῷ συμποσίῳ, ὡς ὄντα ἐκ τοῦ ἰδίου γέ‐122
Chron
.

123

νους, τὸν Τεῦκρον ὁ Πύῤῥος ᾔτει διηγεῖσθαι αὐτῷ πάντα ἐξ ἀρ‐ χῆς τὰ συμβάντα τῷ αὐτοῦ πατρί, φήσας ἀγνοεῖν τὸ ἀκριβές. ὁ δὲ Τεῦκρος ἤρξατο λέγειν οὕτως. Ὁ πᾶς αἰὼν οὐκ ἐξαλείψει τὴν Ἀχιλλέως κατὰ Ἕκτορος νί‐
5κην· ὃς μαθὼν Ἕκτορα νυκτὸς βουλόμενον ἀπαντῆσαι τῇ βασι‐ λίδι Πενθεσιλείᾳ, προποιήσας λάθρᾳ ἅμα τῷ ἰδίῳ στρατῷ καὶ ἑαυτὸν σὺν αὐτοῖς ἀποκρύψας, τὸν ποταμὸν διαβαίνοντα τὸν Ἕκτορα κτείνει καὶ ἅπαντας τοὺς αὐτῷ ἑπομένους, ἕνα μόνον κα‐ ταλιπὼν ζῶντα· ὅντινα χειροκοπήσας Πριάμῳ ἔπεμψεν ἀγγε‐
10λοῦντα τὸν Ἕκτορος θάνατον. καὶ τὰ συμβάντα μηδενὸς τῶν Ἑλλήνων γνόντος, ἤγαγε τὸ τοῦ Ἕκτορος λείψανον εἰς δάπεδον πρὸ αὔγους· καὶ ἐν δίφρῳ ἀναρτήσας αὐτὸν τοὺς ἵππους ἐλαύ‐ νοντος Αὐτομέδοντος σὺν αὐτῷ μαστιγόπληκτον αὐτοῦ τὸ σῶμα ὁ σὸς γενέτης ποιῶν οὐκ ἐπαύετο. ἀκούσας δὲ Πρίαμος τὸν τοῦ
15Ἕκτορος μόρον, ὠλόλυξε, καὶ πάντες σὺν αὐτῷ· καὶ τοσαύτη βοὴ ἐγένετο ἐκ τοῦ πλήθους τῶν Τρώων, ὥστε καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ ταραχθῆναι. καὶ οἱ Ἕλληνες δὲ χαίροντες ἀντεβόη‐ σαν ὁμοίως· καὶ κλείονται αἱ πύλαι τοῦ Ἰλίου. ὁ σὸς γενέτης ἐπετέλεσεν ἀγῶνος ἑορτὴν τοῖς βασιλεῦσι καὶ πᾶσι, πολλὰ φιλο‐
20τιμησάμενος. τῇ δὲ ἑξῆς ἡμέρᾳ ὁ Πρίαμος πένθιμον φορῶν σχῆμα, ἄξας μεθ’ ἑαυτοῦ Πολυξένην τὴν θυγατέρα αὐτοῦ, παρ‐ θένον, καὶ Ἀνδρομάχην, τὴν Ἕκτορος γυναῖκα, καὶ Ἀστυάνακτα
καὶ Λαοδάμαντα, υἱοὺς αὐτοῦ νηπίους, παραγίνεται πρὸς τοὺς123
Chron
.

124

Ἕλληνας, ἀγαγὼν μεθ’ ἑαυτοῦ καὶ κόσμον πολὺν καὶ χρυσὸν καὶ ἄργυρον καὶ ἐσθῆτα. οὔσης δὲ σιγῆς ἐν τοῖς ἡγεμόσι τῶν Ἑλλή‐ νων, πλησίον δὲ αὐτοῦ γενομένου, ἐθαύμαζον πάντες τὴν εὐ‐ τολμίαν τοῦ αὐτοῦ Πριάμου, καὶ ἀπαντῶσιν αὐτῷ βουλόμενοι
5μαθεῖν τὴν αἰτίαν τῆς ἀφίξεως. ἑωρακὼς δὲ αὐτοὺς ὁ Πρίαμος, ἑαυτὸν εἰς τὸ ἔδαφος ῥίψας, κόνιν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ φέρων καὶ δεόμενος αὐτῶν συνικέτας γενέσθαι πρὸς τὸν Ἀχιλλέα ὑπὲρ τοῦ σώματος τοῦ Ἕκτορος. οἰκτείρει δὲ αὐτὸν Νέστωρ καὶ Ἰδο‐ μενεὺς αὐτῷ γενέσθαι συνικέτας πρὸς τὸν Ἀχιλλέα ὑπὲρ τοῦ σώ‐
10ματος τοῦ Ἕκτορος, οἵτινες ἐδυσώπησαν τὸν σὸν πατέρα περὶ τοῦ Πριάμου. καὶ ἐκέλευσεν αὐτὸν εἰσελθεῖν εἰς τὴν σκηνὴν αὐτοῦ· ὁ δὲ Πρίαμος εἰσελθὼν ἔπεσεν εἰς τοὺς πόδας αὐτοῦ πλωτὸς ἱκε‐ τεύων, ὡσαύτως δὲ καὶ Ἀνδρομάχη σὺν τοῖς παισίν, ἡ δὲ Πο‐ λυξένη περιπλακεῖσα τοῖς ποσὶ τοῦ σοῦ γενέτου περὶ τοῦ αὐτῆς
15ἀδελφοῦ Ἕκτορος, δουλεύειν ἐπαγγειλαμένη καὶ μένειν σὺν αὐτῷ, εἰ ἀποδῷ τὸν νεκρόν. οἱ δὲ βασιλεῖς τὸ γῆρας αὐτοῦ οἰκτείραντες παρεκάλουν ὑπὲρ Πριάμου. ὁ δὲ σὸς γενέτης Ἀχιλλεὺς πρὸς αὐ‐ τοὺς ἔφη, Κρατεῖν αὐτὸν ἐξ ἀρχῆς ἔδει τῶν παίδων καὶ μὴ συνεξα‐ μαρτάνειν· ἀλλ’ εἶχεν αὐτὸν ἔρως τῶν ἀλλοτρίων χρημάτων· οὐ
20γὰρ Ἑλένης γυναικὸς τὴν ἐπιθυμίαν εἶχεν, ἀλλὰ τῶν Ἀτρέως καὶ Πέλοπος χρημάτων τὸν πόθον εἶχε. δότε οὖν δίκας ἀνθ’ ὧν ἠσε‐ βήσατε· σωφρονιζέσθωσαν οὖν δι’ ὑμᾶς Ἕλληνες καὶ βάρβαροι.
Οἱ δὲ πείθουσιν αὐτὸν λύτρα λαβόντα τὸν νεκρὸν παραχω‐124
Chron
.

125

ρῆσαι· ὁ δὲ τὰ τοῦ βίου τερπνὰ ἐννοήσας, τὸν Πρίαμον ἀνί‐ στησι καὶ Πολυξένην καὶ Ἀνδρομάχην, καὶ κελεύει τῷ Πριάμῳ λούσασθαι καὶ σίτου καὶ οἴνου γεύσασθαι ἅμα αὐτῷ· ἄλλως γὰρ οὐκ ἂν παραχωρήσειεν αὐτῷ τὸν νεκρόν. ὁ δὲ Πρίαμος φόβῳ
5κατεχόμενος καὶ ἐλπίδι τῶν μελλόντων, ταπεινῶς παραγίνεται ὑπὸ Πολυξένης παρακρατούμενος πρὸς Ἀχιλλέα τὸν σὸν γενέτην καὶ βρωτοῦ καὶ ποτοῦ μετέσχε. καὶ πολλῶν λαληθέντων ἀνέστη‐ σαν· καὶ τεθέντων τῶν λύτρων ἐπὶ τῆς γῆς, ἰδὼν ὁ Ἀχιλλεὺς τὸ πλῆθος τῶν δώρων, τόν τε χρυσὸν καὶ τὸν ἄργυρον δέχεται καὶ
10ἐκ τοῦ ἱματισμοῦ μέρος, τὰ δὲ λοιπὰ Πολυξένῃ χαρισάμενος ἀπέδωκε τὸν νεκρόν. ὁ δὲ Πρίαμος παρακαλεῖ τὸν Ἀχιλλέα Πο‐ λυξένην παρ’ αὐτῷ καταλιπεῖν· ὁ δὲ εἶπεν αὐτῷ εἰς τὸ Ἴλιον αὐ‐ τὴν ἀγαγεῖν, εἰς ἄλλον καιρὸν τὰ κατ’ αὐτὴν ἀναβαλλόμενος. Ὁ δὲ Πρίαμος ἀνελθὼν εἰς τὸ ὄχημα, ἔχων τὸ σῶμα τοῦ
15Ἕκτορος ἅμα τοῖς σὺν αὐτῷ εἰς τὴν πόλιν εἰσῆλθε· καὶ τεφρώ‐ σαντες τὸ σῶμα τοῦ Ἕκτορος θάπτουσιν αὐτὸν ἔξω παρὰ τὸ τεῖ‐ χος τοῦ Ἰλίου, πενθήσαντες αὐτὸν πικρῶς. Καὶ ἐν τῷ μεταξὺ παραγίνεται ἡ Πενθεσίλεια ἐκ τῆς ἀντιπέ‐ ραν Χεῤῥονήσου, πολὺ πλῆθος ἐπαγομένη Ἀμαζόνων καὶ ἀνδρῶν
20γενναίων. μαθοῦσα δὲ Ἕκτορα ἀναιρεῖσθαι, ὑποστρέφειν ἠπεί‐ γετο· Πάρις δὲ τοῦτο μαθών, ἔπεισεν αὐτὴν μένειν, χρυσὸν δοὺς
αὐτῇ πολύν. ἀνεθεῖσα δὲ μετὰ τοῦ ἰδίου στρατοῦ, μεθ’ ἡμέρας125
Chron
.

126

ὀλίγας ὁπλισαμένη σὺν τῷ πλήθει ἐξέρχεται ἐπὶ τὸ δάπεδον, διαιρεθέντος δὲ τοῦ στρατοῦ αὐτῆς εἰς δύο μέρη, ἵστανται οἱ μὲν τοξόται τὸ δεξιὸν λαβόντες μέρος, οἱ δὲ ὁπλῖται πεζοί, πλείω τῶν ἱππέων ὄντες, τὸν μέσον ἔχοντες τόπον· ἡ δὲ Πενθεσίλεια
5μέσον τῶν ἱππέων ὑπῆρχε σὺν τῷ σίγνῳ. καὶ λοιπὸν οἱ Δαναοὶ τάξαντες ἑαυτοὺς ἀνθίστανται, τοῖς μὲν τοξόταις ὁ Μενέλαος κἀγὼ Τεῦκρος καὶ Μηριόνης καὶ Ὀδυσσεύς, τοῖς δὲ ὁπλίταις Διομήδης, Ἀγαμέμνων, Τληπόλεμος καὶ Ἰάλμενος καὶ Ἀσκά‐ λαφος, τοῖς δὲ ἱππεῦσιν ὁ σὸς γενέτης Ἀχιλλεὺς καὶ οἱ Αἴαντες
10οἱ δύο, καὶ ὁ Ἰδομενεὺς δὲ καὶ ὁ Φιλοκτήτης καὶ οἱ λοιποὶ ἡγε‐ μόνες ἅμα τοῖς αὐτῶν στρατοῖς. καὶ κτείνω ἐγὼ Τεῦκρος πολὺ πλῆθος, ὥστε ἐπαινεθῆναί με, ὡς ἀριστεύσαντα, τοὺς δὲ ὁπλί‐ τας ἀφανίζουσιν οἱ Αἴαντες, ἐν μέσῳ αὐτῶν εἰσελθόντες. ὁ δὲ σὸς πατὴρ Ἀχιλλεὺς μεταξὺ αὐτῶν ὑπάρχων, ἀπεβλέπετο τὴν
15Πενθεσίλειαν, ζητῶν ἀποκτεῖναι αὐτὴν μαχομένην πικρῶς. καὶ πλησίον ἵππου αὐτῆς φθάσας, δόρατι κρούσας αὐτὴν ἀπὸ τοῦ ἵππου καταβάλλει, καὶ ἔτι ζῶσαν αὐτὴν ἕλκει πεσοῦσαν ἐκ τῆς κόμης. καὶ ἑωρακότες αὐτὴν πεσοῦσαν οἱ λοιποὶ τοῦ στρατοῦ αὐτῆς εἰς φυγὴν ἐτράπησαν· τῶν δὲ Τρώων τὰς πύλας κλεισάν‐
20των διὰ τοὺς φεύγοντας, οἱ Ἕλληνες ἡμεῖς τοὺς περιλειφθέντας126
Chron
.

127

ἐπιδιώξαντες παρὰ τὸ τεῖχος κτείνομεν, ἀποσχόμενοι τῶν γυναι‐ κῶν Ἀμαζόνων, ἅστινας ὁ στρατὸς ἅπας δεσμεύσας ἐμερίσατο. τῆς δὲ Πενθεσιλείας ἔτι ἐμπνεούσης βουλὴ ἡμῖν ἐνέστη ὥστε ζῶσαν εἰς τὸν ποταμὸν ῥιφῆναι ἢ κυσὶν εἰς βρῶσιν παραδοθῆναι· ὁ δὲ
5Ἀχιλλεὺς ᾔτει ἡμᾶς θανοῦσαν ταφῆναι· καὶ γνόντα τὰ πλήθη ἐφώνησαν εἰς τὸν ποταμὸν ῥιφῆναι. καὶ εὐθέως ὁ Διομήδης ἐπι‐ λαβόμενος αὐτῆς τῶν ποδῶν εἰς τὸν Σκάμανδρον ποταμὸν βάλλει· καὶ θνήσκει παραχρῆμα. Μετὰ δὲ ὀλίγας ἡμέρας ὁ Τιθών τις ὀνόματι ὑπὸ τοῦ Πριά‐
10μου παρακληθεὶς παραγίνεται, ἄγων Ἰνδοὺς ἐφίππους καὶ πεζοὺς καὶ Φοίνικας μαχιμωτάτους μετ’ αὐτῶν καὶ τὸν βασιλέα αὐτῶν Πολυδάμαντα. καὶ τοσοῦτον ὑπῆρχε πλῆθος ὅσον οὔτε τὸ Ἴλιον οὔτε τὸ δάπεδον ἅπαν ἐδέχετο. καὶ διὰ ναυτικοῦ στόλου ἦλθον πολλοὶ Ἰνδοὶ καὶ οἱ αὐτῶν βασιλεῖς· ἐδιῳκοῦντο δὲ τασσόμενοι
15πάντες οἱ βασιλεῖς καὶ πᾶς ὁ στρατὸς ὑπὸ τοῦ δυνατοῦ Μέμνο‐ νος, βασιλέως Ἰνδῶν. εἶχε δὲ ὁ Μέμνων μεθ’ ἑαυτοῦ καὶ πλοῦ‐ τον πολὺν εἰς τὰς ναῦς. καὶ ἀναπαύσαντες ἑαυτοὺς ἐξῆλθον εἰς τὸ δάπεδον, ξίφη παράξενα φοροῦντες καὶ σφενδοβόλα καὶ ἀσπί‐ δας τετραγώνους. καὶ σὺν αὐτοῖς μιγέντες οἱ τοῦ Ἰλίου σύμμα‐
20χοι καὶ οἱ Πριάμου παῖδες καὶ ὁ Μέμνων ἦλθεν ἐν ἅρματι ἐπο‐ χούμενος εἰς τὸ πεδίον. ὁπλισθέντες δὲ καὶ ἡμεῖς οἱ Ἕλληνες
προηρχόμεθα, πάντα δεινῶς ἔχοντες· ἰδόντες γὰρ καὶ ἡμεῖς οἱ127
Chron
.

128

ἡγεμόνες καὶ ὁ ἡμῶν στρατὸς ἐθαμβήθημεν. καὶ μετὰ κραυγῆς οἱ Τρῶες ἅμα τῷ Μέμνονι καὶ τοῖς λοιποῖς ἐπέρχονται ἡμῖν· καὶ δεχόμεθα τὴν ὁρμὴν αὐτῶν καὶ πολλοὶ τραυματίζονται. πιπτόν‐ των δὲ πολλῶν ὄχλων ἐξ ἡμῶν, ἡμεῖς οἱ ἡγεμόνες Ἑλλήνων ἀνε‐
5χωροῦμεν μὴ ὑποφέροντες τὴν τοῦ πλήθους βίαν· εἶχον δὲ καὶ τὰς ἡμῶν ναῦς καῦσαι οἱ βάρβαροι, εἰ μὴ νὺξ ἐπῆλθε. τῆς δὲ νυκτὸς γενομένης, συνελθόντων Ἑλλήνων ἅμα τῷ ἰδίῳ στρατῷ, καὶ συναγαγόντες τὰ σώματα τεφροῦμεν. τῇ δὲ αὐτῇ νυκτὶ βου‐ λευόμεθα τίς τῶν βασιλέων δύναται ἀντιστῆναι καὶ ὁρμῆσαι κατὰ
10τοῦ Μέμνονος, τῶν ἄλλων εἰς τὰ πλήθη ἀσχολουμένων καὶ μα‐ χομένων. κλήρου δὲ γενομένου πάντων ἡμῶν ἡγεμόνων κληροῦ‐ ται κατά τινα τύχην Αἴας ὁ Τελαμώνιος, ὁ ἐμὸς ἀδελφός. καὶ πρὶν ἢ ἥλιον ἀνελθεῖν ἐξερχόμεθα οἱ Ἕλληνες ὁπλισάμενοι πάν‐ τες, ὁμοίως δὲ καὶ οἱ Τρῶες καὶ ὁ Μέμνων, βασιλεὺς Ἰνδῶν,
15καὶ πάντα τὰ πλήθη αὐτῶν. καὶ συμβολῆς γενομένης καὶ πολ‐ λῶν πεσόντων, ὁ ἐμὸς ἀδελφὸς Αἴας κελεύσας τοῖς βασιλεῦσι τῶν Ἑλλήνων τοὺς ἄλλους ἀμύνασθαι Ἰνδοὺς καὶ Τρῶας, ὁρμᾷ κατὰ τοῦ Μέμνονος, βασιλέως Ἰνδῶν, τοῦ ἥρωος Ἀχιλλέως, τοῦ σοῦ γενέτου, ὄπισθεν συνεπισχύοντος τῷ Αἴαντι, ἑαυτὸν ἀποκρύ‐
20πτων. ὁ δὲ Μέμνων προσεσχηκὼς τῷ Αἴαντι κατ’ αὐτοῦ ὁρμή‐128
Chron
.

129

σαντι, καταβὰς ἀπὸ τοῦ ἅρματος εὐθὺς πλησίον ἐγένετο· καὶ ἀλλήλους τοῖς δόρασι πειράζουσιν. ὁ Αἴας δὲ πρῶτος ἀνατρέπει τὴν ἀσπίδα αὐτοῦ τῷ δόρατι στρέψας, ἐπιπεσὼν αὐτῷ βαρέως. τῶν δὲ ὄντων ἐγγὺς τοῦ Μέμνονος ἐπελθόντων τῷ Αἴαντι ἐν τῷ
5ἔχειν τὸν Μέμνονα, ἰδὼν ὁ σὸς πατὴρ Ἀχιλλεύς, τὸ δόρυ αὐτοῦ βαλὼν εἰς τὸν τράχηλον τοῦ αὐτοῦ Μέμνονος, γυμνωθέντος τοῦ τένοντος, κτείνει αὐτὸν ἀνελπίστως. καὶ πεσόντος αὐτοῦ αἰφνι‐ δίως γίνεται θόρυβος καὶ φυγὴ τῶν βαρβάρων· καὶ ἡμεῖς οἱ Ἕλ‐ ληνες γνόντες καὶ πλησθέντες θάρσους πάντας τοὺς Αἰθίοπας
10κτείνομεν. Πολυδάμαντος δὲ ἐπὶ τὸν Αἴαντα ἐπιβάντος, ὁρμή‐ σας ὁ Τελαμώνιος Αἴας κατ’ αὐτοῦ, δόρατι πλήξας τὸν βουβῶνα αὐτοῦ ἀναιρεῖ αὐτόν. θανόντος δὲ κἀκείνου καὶ ἄλλων πολλῶν, οἱ Αἰθίοπες φεύγοντες ἀνῃροῦντο, τῶν ἱππέων αὐτοὺς καταπα‐ τούντων. καὶ ἐπλήσθη τὸ δάπεδον νεκρῶν, καὶ γέγονεν ἑσπέρα·
15ᾔτησαν οὖν οἱ Τρῶες περὶ τῶν νεκρῶν ἔνδοσιν. καὶ ἡμῶν τῶν Ἑλλήνων συνθεμένων ἀμφότεροι ἐποιήσαμεν πυρὰς καὶ ἐτεφρώ‐ σαμεν τοὺς νεκρούς. καὶ ἀσφαλισάμενοι οἱ Τρῶες τὰς πύλας ἔμειναν πενθοῦντες διὰ τοὺς αὐτῶν προμάχους καὶ διὰ Μέμνονα. ὀλίγων δὲ ἡμερῶν διαδραμουσῶν, τοῦ σοῦ γενέτου Ἀχιλλέως προ‐
20καλουμένου ἅμα ἡμῖν τοῖς Ἀχαιοῖς τοὺς Τρῶας, ἐξῆλθεν ἡγού‐ μενος τῶν βαρβάρων ὁ Πάρις καὶ Δηίφοβος ἀδελφοί· ἦσαν δὲ μετ’ αὐτῶν σὺν τῷ πλήθει Λυκάων καὶ Τρωίλος, παῖδες καὶ αὐ‐ τοὶ Πριάμου. καὶ ὁρμήσας πάλιν Ἀχιλλεύς, ὁ σὸς γενέτης, μεθ’
ἡμῶν τῶν Ἑλλήνων πάντων καταδιώκει τοὺς βαρβάρους· καὶ129
Chron
.

130

φεύγοντες ἔπεσον εἰς τὸν Σκάμανδρον ποταμὸν πολλοὶ καὶ ἀπώ‐ λοντο, καὶ ζῶντες δὲ φανεροὶ ἐλήφθησαν. ἀναιρεῖ δὲ Ἀχιλλεὺς τοὺς Πριάμου παῖδας, Τρωίλον καὶ Λυκάονα, τοὺς δὲ λοιποὺς ἡμεῖς οἱ Ἀχαιοί. καὶ μέγα πένθος ἐν τῷ Ἰλίῳ περὶ Τρωίλον ἦν·
5ἦν γὰρ ἔτι νέος καὶ γενναῖος καὶ ὡραῖος. Μετὰ δέ τινας ἡμέρας ἐνίσταται ἡ τῶν ἀναθημάτων ἑορτή, καὶ ἀνοχὴ γέγονε τοῦ πολέμου, θυσιῶν γενομένων, θυόντων τῷ Θυμβρίῳ Ἀπόλλωνι ἐν τῷ ἄλσει τῷ ἀπὸ μικροῦ ὄντι τῆς πόλεως τῶν Δαναῶν καὶ τῶν Τρώων. καὶ ἐξελθούσης Πολυξένης μετὰ
10Ἑκάβης εἰς τὸ ἱερὸν Ἀχιλλεὺς ταύτην ἐθαύμασεν ἑωρακώς. Πρίαμος δὲ ἑωρακὼς τὸν Ἀχιλλέα, πέμπει τινὰ Ἰδαῖον ὀνόματι πρὸς αὐτὸν λόγους φέροντα περὶ τῆς Πολυξένης ἐν τῷ ἀναπα‐ τεῖν τὸν Ἀχιλλέα ἐν τῷ ἄλσει τοῦ Ἀπόλλωνος μόνον. καὶ ἀκού‐ σας ὁ Ἀχιλλεὺς τὸν περὶ αὐτῆς λόγον ἀνήφθη· ἑωρακότες δὲ
15ἡμεῖς οἱ Ἕλληνες τὸν Ἰδαῖον ἰδιάζοντα τῷ Ἀχιλλεῖ ἐν θορύβῳ πολλῷ ἐγενόμεθα, ὡς τοῦ σοῦ γενέτου Ἀχιλλέως προδιδόντος ἡμᾶς. καὶ ἐπέμψαμεν πρὸς αὐτὸν ἀπόκρισιν διὰ τοῦ ἀδελφοῦ μου Αἴαντος καὶ Διομήδους καὶ Ὀδυσσέως, ἵνα αὐτῷ παραγγεί‐ λωσι μὴ θαῤῥεῖν ἑαυτὸν τοῖς βαρβάροις μόνον. οἱ δὲ ἀπελθόν‐
20τες περιέμειναν αὐτὸν ἔξω τοῦ ἄλσους, ἵνα αὐτῷ εἴπωσι τὴν ἀπό‐ κρισιν. ὁ δὲ σὸς πατὴρ Ἀχιλλεὺς συντάσσεται τῷ Ἰδαίῳ λαμβά‐
νειν Πολυξένην πρὸς γάμον. καὶ μετ’ ὀλίγον ὁ Πάρις παραγίνε‐130
Chron
.

131

ται πρὸς τὸν Ἀχιλλέα κρύφα καὶ ὁ Δηίφοβος, ὁ ἀδελφὸς αὐτοῦ, παρακαλοῦντες αὐτὸν περὶ τοῦ γάμου τῆς Πολυξένης. καὶ δέχε‐ ται αὐτοὺς ὁ Ἀχιλλεὺς κατ’ ἰδίαν ἀγνώστως, μηδὲν ὑποπτεύσας φαῦλον διὰ τὸ ἐν τῷ τοῦ Ἀπόλλωνος ἄλσει εἶναι. καὶ ὁ μὲν Πά‐
5ρις ὡς ὅρκῳ βεβαιῶν τὰ μετ’ αὐτοῦ καὶ τοῦ Ἀχιλλέως εἰρημένα παρὰ τὸν βωμὸν ἵσταται. περιπλακέντος δὲ τοῦ Δηιφόβου τῷ Ἀχιλλεῖ, καὶ ὁ Πάρις ἀπὸ τῶν πλευρῶν, αὐτοῦ καταφιλοῦντος αὐτόν, ἐβάπτισεν ὃ ἐπεφέρετο ξίφος. τοῦ δὲ Δηιφόβου κατα‐ σχόντος τὸν Ἀχιλλέα, δευτέραν ἐπιφέρεται πληγὴν ὁ Πάρις τῷ
10Ἀχιλλεῖ, καὶ λοιπὸν ἔκλυτος ἐγένετο καὶ ἔπεσε. καὶ ἐξέρχονται οἱ περὶ Πάριδα καὶ Δηίφοβον ἀνυπόπτως δι’ ἄλλης ἐξόδου τοῦ ἄλσους· ὡς δὲ μικρὸν ἀπεῖχον, δρόμῳ πολλῷ χρησάμενοι ἀπῆλ‐ θον εἰς τὴν πόλιν. ἰδὼν δὲ αὐτοὺς ὁ Ὀδυσσεὺς ἔφη πρὸς Αἴαν‐ τα καὶ Διομήδην ὅτι Οὐκ ἀγαθόν τι εἰσὶν ἐργασάμενοι οὗτοι·
15εἰσέλθωμεν πρὸς τὸν Ἀχιλλέα. εἰσελθόντες οὖν εἰς τὸ ἄλσος ὁρῶ‐ σι τὸν σὸν γενέτην Ἀχιλλέα κείμενον παρὰ τὸν βωμὸν εἰς τὸ ἔδα‐ φος καθῃμαγμένον καὶ ἔτι ἐμπνέοντα. εἶπεν οὖν πρὸς αὐτὸν ὁ ἐμὸς ἀδελφὸς Αἴας, Ἦν ἄρα ἀληθῶς ὅστις ἀνθρώπων ἠδύνατο κτεῖναί σε ἀλκῇ διαφέροντα πάντων; ἀλλ’ ἡ σὴ προπέτεια ἀπώ‐
20λεσέ σε. ὁ δὲ Ἀχιλλεὺς εἶπε, Δόλῳ εἰργάσαντό με Πάρις καὶ Δηίφοβος διὰ Πολυξένην. καὶ ἐτελεύτησε. νεκρὸν δὲ γενόμενον, βαστάσαντος αὐτοῦ τὸ σῶμα τοῦ ἐμοῦ ἀδελφοῦ Αἴαντος ἐπ’
ὤμων, φέρουσιν εἰς τὰς σκηνάς. ἰδόντες δὲ οἱ Τρῶες ἐξέρχον‐131
Chron
.

132

ται, ἵνα ἁρπάσαντες αὐτοῦ τὸ σῶμα αἰκίσωνται. ἡμεῖς δὲ οἱ Ἕλληνες ἰδόντες τὸ γενόμενον ἐν ἀμηχανίᾳ πολλῇ ἐγενόμεθα· καὶ τεφροῦμεν αὐτοῦ τὸ σῶμα, καὶ βαλόντες ἐν ὑδρίᾳ θάπτομεν σιγῇ.
5 Ὁ δὲ Πύῤῥος ἀκούσας ἐστέναξε πικρῶς· καὶ προσεσχηκὼς ὁ Τεῦκρος ἐπαινῶν αὐτὸν ἔφη, Τίς δυνατός ἐστι τὰς σὰς ἀρετὰς ἐξειπεῖν; ἐκ πατρὸς αἷμα φέρεις Πηλέως βασιλέως πόλεως μὲν Φθίας, χώρας δὲ Θετταλίας, ἐκ μητρὸς δὲ αἷμα φέρεις Λυκο‐ μήδους, βασιλέως τῶν Σκυρίων. εἰς ἐκδίκησιν δὲ πατρὸς ἅπαν
10τὸ Ἴλιον καὶ τὴν Τροίαν ἀπώλεσας. καὶ ἀναστὰς περιεπλάκη τῷ Πύῤῥῳ ὁ Τεῦκρος, καὶ ᾔτησεν αὐτὸν τοὺς τοῦ Αἴαντος, τοῦ αὐτοῦ ἀδελφοῦ, λαβεῖν υἱούς, τὸν Αἰαντίδην τὸν ἀπὸ Γλαύκης, τῆς προτέρας γυναικὸς Αἴαντος, καὶ τὸν Εὐρυσάκην τὸν ἀπὸ τῆς Τεκμήσσης, καὶ αὐτὴν Τέκμησσαν· καὶ παρέσχεν αὐτῷ ὁ
15Πύῤῥος. καὶ λαβὼν ὁ Τεῦκρος εὐθὺς ἀπέπλευσεν ἐπὶ τὴν Σα‐ λαμῖνα. Ὁμοίως δὲ καὶ ὁ Πύῤῥος λαβὼν τὸν ἴδιον στόλον ἀπέ‐ πλευσε, καὶ πᾶς ὁ Ἀχαϊκὸς στρατὸς καὶ οἱ ἥρωες ἀπῆλθον εἰς τὰς ἰδίας πατρίδας. ταῦτα δὲ Σίσυφος ὁ Κῷος συνεγράψατο ἐν
20τῷ πολέμῳ ὑπάρχων σὺν τῷ Τεύκρῳ· ἥντινα συγγραφὴν εὑρη‐ κὼς Ὅμηρος ὁ ποιητὴς τὴν Ἰλιάδα ἐξέθετο, καὶ Βεργίλλιος τὰ
λοιπά. ἅτινα καὶ ἐν ταῖς τοῦ Δίκτυος ἐμφέρεται συγγραφαῖς,132
Chron
.

133

ὅπερ πόνημα μετὰ πολλὰ ἔτη Ὁμήρου καὶ Βεργιλλίου ηὑρέθη ἐπὶ Κλαυδίου Νέρωνος βασιλέως ἐν κιβωτίῳ. Ἡ δὲ Κλυταιμνήστρα, ἡ γυνὴ τοῦ Ἀγαμέμνονος, πρῴην ἀκούσασα διὰ τὸν ἑαυτῆς ἄνδρα ὅτι τὴν Κασάνδραν φιλεῖ, καὶ
5ἀφορμὴν εὑρηκυῖα, δέδωκεν ἑαυτὴν εἰς μοιχείαν τῷ Αἰγίσθῳ τῷ συγκλητικῷ, υἱῷ τοῦ Θυέστου. καὶ ἀκούσασα τὴν τοῦ Ἀγαμέ‐ μνονος μέλλουσαν ἐπὶ τὴν Μυκηναίων παρουσίαν, ἐβουλεύσατο μετὰ τοῦ Αἰγίσθου πῶς ὀφείλει δόλῳ φονευθῆναι ἐρχόμενος ὁ Ἀγαμέμνων ὑπὸ τοῦ Αἰγίσθου. καὶ καταφθάσαντος τοῦ Ἀγα‐
10μέμνονος ἐν τῇ Μυκηναίων πόλει, καὶ δεχθέντος ὑπὸ τῆς πόλεως καὶ τῆς συγκλήτου καὶ τοῦ Αἰγίσθου, εἰσελθὼν εἰς τὸ ἴδιον πα‐ λάτιον ἐσφάγη. καὶ ἐποίησεν εὐθέως ἡ γυνὴ αὐτοῦ βασιλέα τὸν Αἴγισθον, καὶ ἐγαμήθη αὐτῷ νόμῳ. καὶ ἔσχεν ἐξ αὐτοῦ θυγατέρα, ἣν ἐκάλεσεν Ἐνιγόνην· ἥτις μετὰ θάνατον τοῦ πα‐
15τρὸς καὶ τῆς μητρὸς φοβηθεῖσα τὸν Ὀρέστην ἑαυτὴν ἀγχόνῃ ἀναιρεῖ. ἡ δὲ σύγκλητος καὶ ἡ πόλις καὶ ὁ στρατὸς ἐμίσει τὸν Αἴγισθον· ἀκούσας δὲ ὁ Ὀρέστης, ὁ τοῦ Ἀγαμέμνονος υἱός, τὴν τοῦ ἰδίου πατρὸς ἐπὶ τὴν Μυκηναίων πόλιν παρουσίαν, ἦλ‐ θεν ἀπὸ τοῦ Σχοινέως, ᾧτινι ἔδωκεν αὐτὸν μέλλων ἐπὶ τὸν πό‐
20λεμον ἐλθεῖν ὁ Ἀγαμέμνων ἀνατραφῆναι ὑπ’ αὐτοῦ καὶ παι‐ δευθῆναι. καὶ λαβοῦσα αὐτὸν ἡ ἀδελφὴ αὐτοῦ κρύφα ἐξεῖπεν αὐτῷ ὅτι βουλεύεται ὁ Αἴγισθος ἀνελεῖν αὐτόν. καὶ βουλευομέ‐
νου τοῦ Ὀρέστου τί δεῖ αὐτὸν πρᾶξαι, ἐν τῷ μεταξὺ παραγίνεται133
Chron
.

134

ὁ Στρόφιος εἰς τὴν Μυκήνην, ἐκ γένους ὑπάρχων τοῦ Ἀγαμέμνο‐ νος, ἅμα τῷ υἱῷ αὐτοῦ Πυλάδῃ τῷ συνανεγνωκότι. καὶ μαθὼν ὁ Στρόφιος τὰ συμβάντα τῷ Ἀγαμέμνονι, συνεβουλεύετο τῷ Ὀρέστῃ πόλεμον ποιῆσαι πρὸς τὸν Αἴγισθον. καὶ λαβὼν Ὀρέ‐
5στην ἔρχεται εἰς τὸ Ἀπόλλωνος μαντεῖον μαθεῖν περὶ τοῦ Ὀρέ‐ στου. καὶ λαμβάνει χρησμὸν ὅτι δεῖ τὸν Ὀρέστην κτεῖναι τὴν μητέρα καὶ τὸν Αἴγισθον. εἶτα ᾔτει μαθεῖν καὶ Ὀρέστης εἰ περισώζεται κτείνας αὐτούς· καὶ ἐῤῥήθη αὐτῷ ὅτι κρατήσει τῶν πατρῴων καὶ τῆς Πελοποννήσου πάσης.
10 Καὶ παρεκάλεσε τὸν Στρόφιον ὑποστρέψαι εἰς τὴν ἰδίαν αὐ‐ τοῦ πατρίδα, ἐάσαντα αὐτῷ τὸν υἱὸν αὐτοῦ τὸν Πυλάδην· καὶ πεισθεὶς ὁ Στρόφιος ἐποίησεν οὕτως. καὶ λοιπὸν ἦλθον εἰς τὴν Μυκηναίων πόλιν ὁ Ὀρέστης καὶ ὁ Πυλάδης κατὰ τὸν χρησμόν· καὶ λάθρᾳ εἰσῆλθε πρὸς τὴν Ἠλέκτραν, ἀδελφὴν αὐτοῦ, καὶ πα‐
15ρακαλεῖ αὐτὴν πεῖσαι τὴν μητέρα αὐτοῦ Κλυταιμνήστραν δέξα‐ σθαι αὐτόν· ἥτις Ἠλέκτρα ἔπεισε τὴν ἰδίαν μητέρα, καὶ ἐδέξατο τὸν Ὀρέστην. καὶ παρακληθεῖσα ἡ Κλυταιμνήστρα ἐδυσώπησε τὸν Αἴγισθον· καὶ δεχθεὶς παρὰ τοῦ Αἰγίσθου ὁ Ὀρέστης μαι‐ νόμενος ἐκαρτέρει, βουλόμενος ἐκδικῆσαι τοῦ ἰδίου πατρὸς τὸ
20αἷμα, λέγων πᾶσιν ὅτι Ἐμόν ἐστι τὸ βασίλειον. καὶ εὑρηκὼς καιρὸν ἔσφαξε τὴν ἰδίαν μητέρα καὶ τὸν Αἴγισθον βασιλέα,
τὸν αὐτοῦ πατρωόν. καὶ εἰς ἐξηχίαν ἦλθεν ἀπὸ τῆς μανίας παρ’134
Chron
.

135

ἑαυτὸν γενόμενος, καὶ ποτὲ μὲν ἐφρόνει καὶ διῆγεν ἐν ἀνέσει, ποτὲ δὲ ἐμαίνετο. πρὸς θεραπείαν τῶν τῆς πόλεως καὶ τῆς συγ‐ κλήτου, ὅτι ἐφίλουν τὸν Ὀρέστην καὶ αὐτὸν ἠβούλοντο βασι‐ λεῦσαι, οἱ ἱερεῖς ἁγνεύσαντες τὸν Ὀρέστην καὶ ἀποκαθαρίσαν‐
5τες ἐξιλεώσαντο αὐτὸν τοῦ μητρῴου φόνου τοῦ μαίνεσθαι· καὶ ἀπαγαγόντες ἐν τῷ ἱερῷ τῆς Ἀθηνᾶς τὸν Ὀρέστην, ἐφ’ ᾧ ὁ Ἄρειος πάγος ὑπῆρχε, τῆς δίκης ἀκούσαντος μεταξὺ Οἴακος τοῦ μετὰ τοῦ Τυνδαρίου τῆς Κλυταιμνήστρας καὶ τοῦ Ὀρέστου. ὅστις Μενεσθεὺς ἐξεῖπε ψῆφον δικαίως τὸν Ὀρέστην ἐκδικῆσαι
10τὸν φόνον τοῦ ἰδίου πατρός, μάλιστα καὶ διὰ τὰς ἄλλας γυναῖ‐ κας, ὅπως μή τις ἑτέρα γυνὴ τοιοῦτόν τι δεινὸν ἐργάσηται. ταῦ‐ τα Δίκτυς ἐν τῇ ἕκτῃ αὐτοῦ ῥαψῳδίᾳ ἐξέθετο. Οἱ οὖν ἱερεῖς λαβόντες τὸν Ὀρέστην ἐκ τῆς κρίσεως τοῦ Ἀρείου πάγου μετὰ τὴν ψῆφον ἀπήγαγον ἐν Δελφοῖς εἰς τὸ
15ἱερὸν τοῦ Ἀπόλλωνος παραμεῖναι, ἵνα τὴν μανίαν ἀποθέμενος βασιλεύσῃ. ὁ δὲ Ὀρέστης ἀπελθὼν εἰς τὸ ἱερόν, ἔχων τὰς ἰδίας φρένας, ἅμα τῷ Πυλάδῃ, καὶ ποιήσας θυσίαν, ᾔτει τὴν Πυ‐ θίαν ἐκφυγεῖν τῆς μανιώδους νόσου. καὶ ἐδόθη αὐτῷ διὰ τῆς
Πυθίας χρησμὸς διὰ στίχων, ὅ ἐστι τῇ κοινῇ διαλέκτῳ οὕτως.135
Chron
.

136

Ὀρέστα, οὐκ ἄλλως σε δεῖ ἀργαλέας νόσου μανίαν ἀποθέσθαι, εἰ μὴ περάσας Πόντου κύματα Σκυθίης τε γαῖαν καταλάβοις Αὐλίδος τε χώραν. ἐν ἱερῷ Ἀρτέμιδος ληφθεὶς σωθήσῃ ἐκ βω‐ μῶν· κἀκεῖθεν ἐκφυγὼν ἐκ χθονίης βαρβάρων χθόνα περάσας
5καταλάβῃς Συρίης γαῖαν σειομένην, αὐλῶνος Σιλπῆς τε ὄρους ἄντικρυς εὑρήσεις Μελάντιον τοὔνομα ἔχον ὄρος, ἔνθα μέγας ἐστὶ ναὸς Ἑστίας. ἐκεῖ λυσσώδη μανίαν ἀποτίθει· θᾶττον ἴθι. ταῦτα ἔφη ἃ γίνεται. Καὶ τοῦτο χρησμοδοτηθεὶς ὁ Ὀρέστης ἐσημειώσατο· καὶ εὐ‐
10θέως καταπλεύσας ἅμα τῷ Πυλάδῃ κατέφθασεν ἐπὶ τὴν Αὐλί‐ δα χώραν τῆς Σκυθίας. καὶ ἀνελθόντων αὐτῶν ἐκ τοῦ πλοίου, προσέσχεν ὁ Ὀρέστης ἱερὸν ἑστὼς ὡς ἀπὸ μιλίων δύο τῆς θα‐ λάττης καὶ θανόντων ἀνθρώπων ἐῤῥιμμένα ὀστέα. καὶ λέγει Πυλάδῃ ὁ Ὀρέστης, Δοκεῖ σοι θεᾶς εἶναι τάδε μέλαθρα, ἔνθα
15σὺν νηυσὶν ἥκαμεν; ὁρῶ δὲ καὶ τῶν θανόντων ξένων τὰ ὀστέα. καὶ προσεσχηκὼς Πυλάδης λέγει τῷ Ὀρέστῃ, Φύγωμεν, ἐὰν σω‐ θησόμεθα. ὁ δὲ Ὀρέστης ἔφη, Οὐ φεύγομεν· οὔτε γὰρ φεύγειν εἰώθαμεν οὐδὲ τὸν χρησμὸν κακιστεύσομεν.
Τούτους δὲ ἑωρακότες βουκόλοι ἔδραμον πρὸς τὴν Ἰφιγέ‐136
Chron
.

137

νειαν, λέγοντες αὐτῇ, Ἀγαμέμνονος καὶ Κλυταιμνήστρης κόρη, ἥκασι δύο νεανίσκοι παρὰ τὴν Κυανέαν. ἡ δὲ πρὸς αὐτούς, Πο‐ ταποί; τίνος γῆς; τί τοὔνομα ἔχουσιν οἱ ξένοι; ἐπηρώτα γὰρ πάντας ἡ Ἰφιγένεια τοὺς συλλαμβανομένους καὶ ἀγομένους εἰς
5θυσίαν ἀπὸ οἵας εἰσὶ χώρας, καὶ τότε αὐτοὺς ἔσφαζε, βουλομένη μαθεῖν περὶ τοῦ ἰδίου πατρὸς αὐτῆς Ἀγαμέμνονος καὶ τῶν αὐ‐ τοῦ καὶ περὶ τοῦ κατὰ Φρυγῶν πολέμου τί ἐγένετο. οἱ δὲ βουκό‐ λοι λέγουσιν αὐτῇ, Ἕτερος πρὸς τὸν ἕτερον ἔφη, Πυλάδη· τοῦ δὲ συζύγου τὸ ὄνομα οὐκ ἴσμεν· οὐδὲ γὰρ ἔφη. ἡ δὲ πρὸς αὐτούς,
10Τί γὰρ κοινὸν βουκόλου ἐν θαλάττῃ; οἱ δὲ εἶπον, Βοῦς ἥκαμεν νίψαι ἐν ἁλίᾳ δρόσῳ. καὶ πέμψασα Σκύθας συνέσχεν αὐτούς· καὶ ἤχθησαν εἰς θυσίαν δέσμιοι· καθὼς ὁ σοφώτατος Εὐριπίδης ἐξέθετο δρᾶμα ποιητικῶς, ὧν μέρος ὀλίγον ἐστὶ ταῦτα. Καὶ δεσμευθέντων αὐτῶν, ἐκέλευσεν ἀφορισθῆναι τὸν ἕνα,
15καὶ ἀχθῆναι τὸν ἄλλον εἰς θυσίαν. καὶ ἀφώρισαν παρὰ μίαν οἱ Σκύθαι τὸν Ὀρέστην· τὸν δὲ Πυλάδην ἤγαγον πρὸς θυσίαν παρὰ τὸν βωμὸν τῆς Ἀρτέμιδος. καὶ ἐπηρώτησεν αὐτὸν ἡ Ἰφιγένεια ποίας ἂν εἴη χώρας. ὁ δὲ ἔφη, Χώρας μὲν Ἑλλάδος, πόλεως δὲ Μυκήνης, ὁ δυστυχὴς πάρειμι. ἡ δὲ ἀκούσασα τὴν χώραν
20καὶ τὴν πόλιν, ἔνθα ἐβασίλευσεν ὁ αὐτῆς πατήρ, ἐδάκρυσε.
νομίσασα δὲ ὅτι ὑπὸ τῶν βουκόλων ἐδιδάχθησαν, λέγει αὐτῷ,137
Chron
.

138

Εἰ ἐκ Μυκήνης παρεγένου, οἶδας καὶ τίς ἐν αὐτῇ βασιλεύς. ὁ δὲ εἶπεν, Ἀγαμέμνων ἦν πρῴην. ἡ δὲ πάλιν πρὸς αὐτόν, Εἰ τὸν Ἀγαμέμνονα ἠκρίβωσαι, τίς ἡ τούτου γυνή, καὶ τίνας ἐξ αὐτῆς παῖδας ἔσχεν; ὁ δὲ εἶπεν, Ἔσχεν ἐκ Κλυταιμνήστρας Ὀρέστην καὶ
5Ἠλέκτραν καὶ Ἰφιγένειαν, ἥτις, ὡς λέγουσι, θυσία προσήχθη Ἀρτέμιδι, καὶ ἡ θεὸς ἐῤῥύσατο αὐτήν· καὶ οὐκ ἐγνώσθη ποῦ ὑπάρχει. ἔσχε δὲ καὶ Χρυσόθεμιν καὶ Λαοδίκην θυγατέρας. ἡ δὲ ἀκούσασα ταῦτα ἐκέλευσεν αὐτὸν λυθῆναι τῶν δεσμῶν· καὶ γράψασα εἰς δίπτυχον ἐπέδωκεν αὐτῷ, εἰποῦσα, Ἰδοὺ τὸ ζῆν
10ἡ θεός σοι παρέσχε δι’ ἐμοῦ. ἐπόμοσαι κατ’ αὐτῆς ὅτι τὸ δί‐ πτυχον τοῦτο ἐπιδίδως τῷ Ὀρέστῃ καὶ κομίζεις μοι παρ’ αὐτοῦ γράμματα. ὁ δὲ ἐπωμόσατο αὐτῇ ὅτι Εἰς τὰς χεῖρας αὐτοῦ δί‐ δωμι αὐτὸ καὶ πρὸς σὲ αὐτὸν φέρω. καὶ λαβὼν τὸ δίπτυχον ἐξῆλθε πρὸ τοῦ ἱεροῦ, ὅπου ἐφυλάττετο ὁ Ὀρέστης, καὶ ᾔτησε
15τοὺς Σκύθας λαλῆσαι αὐτῷ. καὶ ἐπιδέδωκεν αὐτῷ τὸ δίπτυ‐ χον, εἰπὼν αὐτῷ, Ἐλθὲ πρὸς τὴν σὴν ἀδελφήν. καὶ ἔμειναν οἱ Σκύθαι θαυμάζοντες τὸ συμβάν· καὶ εἰσήγαγον αὐτὸν ἅμα τῷ Πυλάδῃ πρὸς τὴν Ἰφιγένειαν. καὶ λέγει αὐτῇ ὁ Πυλάδης, Ἰδὲ ὁ Ὀρέστης· καὶ οὐκ ἐγνώρισεν αὐτόν. νομίσασα δὲ ὅτι οὐκ
20ἔστιν αὐτός, λέγει, Ὁ ἐμὸς ἀδελφὸς τοῦ Πελοπείου γένους σή‐
μαντρον ἔχει ἐλαίαν ἐν τῷ ὤμῳ. προσεσχηκυῖα δὲ ἐπὶ τὸν ὠμο‐138
Chron
.

139

πλάτην αὐτοῦ τὸν δεξιὸν εἶδε τὸ Πελόπειον σύσσημον ἔχοντα αὐτόν· καὶ περιεπτύξατο τὸν Ὀρέστην, καὶ ἐκέλευσεν ἀνενεχθῆ‐ ναι τὰ πλοῖα εἰς τὴν γῆν καὶ τοὺς ἐν αὐτοῖς ναύτας· καὶ νεωλκή‐ σαντες αὐτὰ ἔμειναν τὸν χειμῶνα.
5 Τοῦ δὲ θέρους καταφθάσαντος, τὴν Ἰφιγένειαν καὶ τὸ ὁλό‐ χρυσον ἄγαλμα τῆς Ἀρτέμιδος λάθρᾳ λαμβάνων ὁ Ὀρέστης καὶ ὁ Πυλάδης ἔφυγον διὰ ὧν εἶχον ἰδίων πλοίων· καὶ ἀντεπέρασαν ἐπὶ τὴν χώραν τῶν Ἀδιαβηνῶν. κἀκεῖθεν ἦλθον εἰς τὴν ἀνατο‐ λὴν εἰς τὸ Σαρακηνικὸν λίμιτον· καὶ ἀνῆλθον εἰς τὴν χώραν τῆς
10Παλαιστίνης ἐπὶ τὴν Τρικωμίαν. καὶ προσεσχηκότες οἱ τῆς Τρικωμίας τὸ ἱερατικὸν τῆς Ἰφιγενείας σχῆμα, ἐδέξαντο αὐτὴν ἐν τιμῇ· καὶ διέτριβον ἐκεῖ, τοῦ Ὀρέστου ληφθέντος ἐκεῖ καὶ μαινομένου. κτίσαντες δὲ οἱ Τρικωμῖται ἱερὸν Ἀρτέμιδος μέγα, παρεκάλεσαν τὴν Ἰφιγένειαν θυσιάσαι Ἀρτέμιδι κόρην παρθένον,
15καὶ τὸ ὄνομα αὐτῆς ἐπιθεῖναι τῇ κώμῃ· ἥντινα κόρην ὀνόματι Νύσσαν προσαγαγόντες αὐτῇ ἐποίησαν θυσίαν Ἀρτέμιδι. καὶ ποιήσαντες τῆς σφαγιασθείσης κόρης στήλην χαλκῆν τυχαίας, ἐκά‐ λεσε τὴν πόλιν τὴν πρῴην οὖσαν κώμην πόλιν Νύσσαν ἡ Ἰφι‐ γένεια εἰς ὄνομα τῆς ὑπ’ αὐτῆς σφαγιασθείσης κόρης, ποιήσασα
20αὐτῇ καὶ βωμόν, ἐν ᾧ ἐπέγραψε ταῦτα· Τοὺς ἐκ Σκυθίης φεύ‐
γοντας δέχνυσο, θεὰ πόα Νύσα. ἅτινα ἕως νῦν ἐγγέγραπται.139
Chron
.

140

Τοῦ δὲ Ὀρέστου ἀναλαβόντος τὰς ἰδίας φρένας, ἡ Ἰφιγένεια εἶδεν ἐν ὁράματι ἔλαφον λέγουσαν αὐτῇ, Φεῦγε ἐκ τῆς χώρας ἐκείνης. καὶ ἀναστᾶσα τῷ πρωὶ ἅμα τῷ Ὀρέστῃ καὶ τῷ Πυ‐ λάδῃ ἔφυγεν ἐπὶ τὴν πάραλον τῆς Παλαιστίνης· κἀκεῖθεν ἀπο‐
5πλεύσαντες ἦλθον ἐπὶ τὴν Συρίαν κατὰ τὸν χρησμόν. Ὁ δὲ βασιλεὺς τῆς Σκυθίας ὀνόματι Θόας ἀκούσας ὅτι τὸ ἄγαλμα τῆς Ἀρτέμιδος τὸ ὁλόχρυσον ἔλαβεν ἡ Ἰφιγένεια καὶ ἔφυγεν, ἐξέπεμψε Σκύθας πολλοὺς καταδιώκοντας αὐτήν, εἰρη‐ κὼς αὐτοῖς ὅτι Μὴ ὑποστρέψητε εἰς τὴν Σκυθίαν, εἰ μὴ τὸ ἄγαλ‐
10μα τὸ ὁλόχρυσον τῆς Ἀρτέμιδος ἀγάγητέ μοι μεθ’ ἑαυτῶν. οἱ δὲ καταδιώκοντες καὶ ἐπιζητήσαντες πανταχῇ ἔφθασαν τὴν Παλαιστίνην χώραν καὶ τὴν πρῴην λεγομένην Τρικωμίαν πό‐ λιν Νύσσαν. καὶ μαθόντες ὅτι κατῆλθον οἱ περὶ τὴν Ἰφιγέ‐ νειαν καὶ τὸν Ὀρέστην ἐπὶ τὴν πάραλον καὶ εὐθέως ἀπέπλευσαν,
15τερφθέντες τῆς τοποθεσίας καὶ τῆς πόλεως Νύσσης καὶ τοῦ ἱεροῦ τῆς Ἀρτέμιδος, καὶ τὸν βασιλέα δὲ αὐτῶν φοβούμενοι, ἔμειναν αὐτοὶ ἐκεῖ οἰκοῦντες, μετακαλέσαντες τὴν πόλιν εἰς ἴδιον ὄνομα Σκυθῶν πόλιν. Ὁ δὲ Ὀρέστης ἅμα τοῖς σὺν αὐτῷ κατέλαβε τὴν Συρίαν·
20καὶ ἀνελθὼν ἐκ τοῦ πλοίου ἐπηρώτα ποῦ ἐστι τὸ Μελάντιον
ὄρος καὶ τὸ ἱερὸν τῆς Ἑστίας; καὶ εὑρηκώς, εἰσῆλθεν ἐν τῷ140
Chron
.

141

ἱερῷ· καὶ θυσίαν ποιήσας παρέμεινεν ἐκεῖ παρακοιμώμενος. καὶ ἀπαλλαγεὶς ὁ Ὀρέστης τῆς χαλεπωτάτης νόσου ἀνεχώρησεν ἐκ τοῦ ἱεροῦ· καὶ κατελθὼν ἐν τοῖς ῥείθροις τῶν δύο ποταμῶν τῶν λεγομένων Μελάντων ὑπὸ τῶν Σύρων, διότι ἐκ τοῦ Μελαν‐
5τίου ὄρους κατέρχονται, ἀπελούσατο. καὶ περάσας ὁ αὐτὸς Ὀρέ‐ στης τὸν Τυφῶνα ποταμόν, τὸν νυνὶ λεγόμενον Ὀρόντην, ἦλθεν ἐπὶ τὸ Σίλπιον ὄρος, προσκυνῆσαι τοὺς Ἰωνίτας. οἱ δὲ τὴν Συ‐ ρίαν οἰκοῦντες Ἀργεῖοι Ἰωνῖται, ἀκηκοότες ὅτι τῆς νόσου ἀπηλ‐ λάγη ὁ Ὀρέστης, ἀπῆλθον πρὸς αὐτόν, ἐπειδὴ ἐκ τῆς χώρας κα‐
10τήγετο καὶ ἐξ αἵματος βασιλικοῦ ὑπῆρχε. καὶ ἀπαντήσαντες αὐ‐ τῷ ἐγνώρισαν τοὺς ὄντας μετ’ αὐτοῦ ἐκ τοῦ ἱεροῦ τῆς Ἑστίας· καὶ ἐπερωτήσαντες αὐτούς, Τίς ἐστιν οὗτος; εἶπον αὐτοῖς ὅτι Ὁ Ὀρέστης ἐστί, καὶ πρὸς ὑμᾶς αὐτὸν φέρομεν. οἱ δὲ Ἰωνῖται εὐθέως ἠσπάσαντο αὐτόν, εἰρηκότες αὐτῷ, Ὀρέστα, ποῦ τὴν
15μανίαν ἀπέθου; ὁ δὲ Ὀρέστης, φοβούμενος ἔτι τῆς νόσου τὴν ὀργήν, οὐκ ἀπεστράφη καὶ ὑπέδειξεν αὐτοῖς τὸ ἱερὸν ἢ τὸ ὄρος ὅπου ἐῤῥύσθη τῆς νόσου, ἀλλὰ κουφίσας τὴν δεξιὰν αὐτοῦ χεῖρα ὑπεράνω τῆς αὐτοῦ κορυφῆς τῷ δακτύλῳ τῆς χειρὸς αὐτοῦ ὑπέ‐ δειξεν αὐτοῖς τὸ ὄρος καὶ τὸ ἱερόν, εἰρηκὼς αὐτοῖς ὅτι Ἐν
20ἐκείνῳ τῷ ὄρει εἰς τὸ ἱερὸν τῆς θείας Ἑστίας τὴν χαλεπὴν μα‐ νίαν ἀπεθέμην. καὶ εὐθέως οἱ Ἰωνῖται ποιήσαντες τῷ αὐτῷ Ὀρέ‐ στῃ στήλην χαλκῆν τῷ σχήματι αὐτῷ ᾧ ὑπέδειξεν αὐτοῖς, ὑπερ‐ άνω κίονος ἵσταται εἰς μνήμην καὶ δόξαν τῆς χώρας καὶ τοῦ
ἱεροῦ καὶ τῆς Ἑστίας, σημαίνοντες τοῖς μετὰ ταῦτα ποῦ ὁ141
Chron
.

142

Ὀρέστης τὴν λυσσώδη μανίαν ἀπέθετο, ἥτις στήλη χαλκῆ ἕως τῆς νῦν ἵσταται, μετακαλέσαντες οἱ Ἰωνῖται καὶ τοῦ Μελαντίου ὄρους τὸ ὄνομα Ἀμανόν. ὁ δὲ Ὀρέστης προσκυνήσας τοὺς Ἰω‐ νίτας κατῆλθεν εἰς τὴν πάραλον τῆς λεγομένης πρῴην Παλαιο‐
5πόλεως, νυνὶ δὲ Σελευκείας· καὶ εὑρηκὼς νῆας ἐκεῖ, ἀπέπλευσε μετὰ τῆς Ἰφιγενείας καὶ τοῦ Πυλάδου ἐπὶ τὴν Ἑλλάδα. καὶ ζεύξας πρὸς γάμον τὴν ἑαυτοῦ ἀδελφὴν Ἠλέκτραν τῷ Πυλάδῃ, κατέσχε τῆς Μυκηναίων χώρας ἕως θανάτου. οἱ δὲ Σύροι προσε‐ σχηκότες τὸ σχῆμα τῆς στήλης τοῦ Ὀρέστου, καὶ μαθόντες παρὰ
10τῶν Ἰωνιτῶν τὸν τρόπον, ὀργισθέντες ἐπεκάλεσαν αὐτὸν δρα‐ πέτην, διότι τοιούτου ἀγαθοῦ συμβάντος αὐτῷ ἐν τῇ αὐτῶν χώ‐ ρᾳ, καὶ ἐκφυγόντος τὴν τοιαύτην ἀπειλήν, στραφεὶς καὶ προσε‐ σχηκὼς καὶ ἀνυμνήσας τὰ θεῖα καὶ εὐχαριστῶν οὐχ ὑπέδειξε τοῖς Ἰωνίταις τὸ ἱερὸν τῆς Ἑστίας, ἀλλὰ δραπετεύσας τὸν λογι‐
15σμόν, ἀντ’ εὐχαριστίας ἀποστρεφόμενος τῷ δακτύλῳ τῆς χει‐ ρὸς αὐτοῦ ὑπέδειξε τὸ ἱερὸν καὶ τὸ ὄρος, ὅπου τῆς ἀνημέρου μανίης ἀπαλλαγεὶς ἐσώθη. ἥτις στήλη τοῦ Ὀρέστου ὁ δρα‐ πέτης καλεῖται παρὰ τοῖς Ἀντιοχεῦσιν ἕως τοῦ παρόντος· πρὸ γὰρ μικροῦ τῆς πόλεώς ἐστιν ὁ αὐτὸς ἀνδριὰς τοῦ Ὀρέστου.
20ταῦτα δὲ ὁ σοφὸς Δομνῖνος συνεγράψατο. Ἐν τοῖς χρόνοις δὲ τοῖς μετὰ τὴν ἅλωσιν Τροίας παρ’ Ἕλ‐ λησιν ἐθαυμάζετο πρῶτος Θέμις ὀνόματι· ἐξηῦρε γὰρ οὗτος τρα‐
γικὰς μελῳδίας καὶ ἐξέθετο πρῶτος δράματα. καὶ μετὰ τοῦτο142
Chron
.

143

Μίνως, καὶ μετὰ Μίνωα Αὐλέας τραγικοὺς χοροὺς δραμάτων συνεγράψατο. καὶ λοιπὸν τὸν μετὰ ταῦτα χρόνον ἐξ αὐτῶν Εὐριπίδης εὑρὼν πολλὰς ἱστορίας δραμάτων συνεγράψατο. Καὶ λοιπὸν ἐβασίλευσε Δαβὶδ ὁ τοῦ Ἰεσσαὶ ἐπὶ τὸν Ἰσραὴλ
5ἔτη τεσσαράκοντα καὶ μῆνας δύο· ὅστις ἀνενέωσε τὴν πρῴην πό‐ λιν λεγομένην Σαλὴμ καὶ μετὰ Ἰεβοῦν, μετακαλέσας αὐτὴν Ἱε‐ ρουσαλήμ. Ἔστιν οὖν ἀπὸ Ἀδὰμ ἕως Δαβὶδ ἔτη ͵δψνεʹ. Μετὰ δὲ Δαβὶδ ἐβασίλευσε Σολομών, υἱὸς Δαβίδ, ἔτη μʹ.
10ὅστις ἔκτισε τὸ ἱερὸν ἐν Ἱεροσολύμοις, πήξας τὰ Χερουβὶμ καὶ Σεραφὶμ ἐν αὐτῷ τῷ ναῷ χαλκᾶ· ὃς ἐνήρξατο πρῶτος κτίζειν Ἰουδαίοις ἱερά· οὐκ εἶχον γάρ. ἔκτισε δὲ καὶ ἐν τῷ λιμίτῳ πό‐ λιν, ἣν ἐκάλεσε Παλμοῖραν διὰ τὸ πάλαι μοῖραν γενέσθαι τὴν κώμην τῷ Γολιὰθ τῷ παρὰ τοῦ πατρὸς αὐτοῦ φονευθέντι.
15 Ἔστιν οὖν ἀπὸ Ἀδὰμ ἕως Σολομῶντος ἔτη ͵δψϟεʹ. Καὶ μετὰ τὴν βασιλείαν Σολομῶντος ἐβασίλευσαν ἄλλοι· ἐν οἷς ἐβασίλευσεν Ἀχαάβ, βασιλεὺς Ἰουδαίων. ἐπὶ δὲ τῆς αὐ‐ τοῦ βασιλείας ἦν ὁ προφήτης Ἠλίας ὁ Θεσβίτης, ὅστις ἀνε‐ λήφθη.
20 Ἐβασίλευσαν δὲ καὶ ἕτεροι ἕως Ἐζεκίου· ἐν οἷς χρόνοις ἤκμαζεν ὁ σοφὸς Ὅμηρος ὁ ποιητὴς ὁ συγγραψάμενος τὸν πόλε‐
μον τῶν Τρώων καὶ Δαναῶν.143
Chron
.

144

Ἔστιν οὖν ἀπὸ Ἀδὰμ ἕως Ἐζεκίου, βασιλέως Ἰουδαίων, ἔτη ͵εσξϛʹ. ἦν δὲ τότε ἐπὶ Ἐζεκίου προφήτης τις τῶν Ἰουδαίων Ἠσαΐας. Ἐγένετο δὲ ἐν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει τῆς βασιλείας τοῦ
5αὐτοῦ Ἐζεκίου, βασιλέως Ἰουδαίων, ἀνέβη Σεναχηρείμ, βασι‐ λεὺς Ἀσσυρίων, ἐπὶ τὰς πόλεις τῆς Ἰουδαίας τὰς ὀχυράς, καὶ ἔλαβεν αὐτάς. καὶ ἀπέστειλε βασιλεὺς Ἀσσυρίων Ῥαψάκην ἐκ Λάχεις εἰς Ἱερουσαλὴμ πρὸς βασιλέα Ἐζεκίαν μετὰ δυνά‐ μεως πολλῆς. καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς
10ἄνω ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ κναφέως. καὶ ἐξῆλθε πρὸς αὐ‐ τὸν Ἐλιακεὶμ ὁ τοῦ Χελκίου ὁ οἰκονόμος καὶ Σομνᾶς ὁ γραμ‐ ματεὺς καὶ Ἰωὰς ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογράφος. καὶ εἶπεν αὐτοῖς Ῥαψάκης, Εἴπατε Ἐζεκίᾳ, τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων. Τίνι πεποιθὼς εἶ; μὴ ἐν βουλῇ ἢ ἐν λόγοις χειλέων
15παράταξις γίνεται; καὶ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τε‐ θλασμένην ταύτην ἐπ’ Αἴγυπτον; ὃς ἐὰν ἐπ’ αὐτὴν ἐπιστηριχθῇ, εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ. οὕτως ἐστὶ Φαραὼ βασιλεὺς Αἰγύπτου καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτῷ. εἰ δὲ λέγετε, Ἐπὶ κύριον τὸν θεὸν ἡμῶν πεποίθαμεν, νυνὶ μίχθητε τῷ κυρίῳ μου,
20τῷ βασιλεῖ Ἀσσυρίων· καὶ δώσει ὑμῖν δισχιλίους ἵππους, εἰ δυ‐ νήσεσθε ἀναβάτας ἐπ’ αὐτοὺς δοῦναι. καὶ πῶς δυνήσεσθε ἀπο‐ βλέψαι εἰς πρόσωπον τοπάρχου ἑνός; οἰκέται εἰσὶν οἱ πεποιθότες
ἐπ’ Αἴγυπτον εἰς ἵππον καὶ ἀναβάτην. καὶ νῦν μὴ ἄνευ κυρίου144
Chron
.

145

ὑμῶν ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην πολεμῆσαι αὐτήν; καὶ εἶπεν πρὸς αὐτὸν Ἐλιακεὶμ ὁ τοῦ Χελκίου καὶ Σομνᾶς ὁ γραμματεὺς καὶ Ἰωάς, Λάλησον πρὸς τοὺς παῖδάς σου συριστί· καὶ ἵνα τί λαλεῖτε εἰς τὰ ὦτα τῶν ἀνθρώπων τῶν ἐπὶ τῷ τείχει;
5καὶ εἶπε Ῥαψάκης πρὸς αὐτούς, Μὴ πρὸς κύριον ὑμῶν ἢ πρὸς ὑμᾶς ἀπέσταλκέ με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους, οὐχὶ πρὸς τοὺς ἀνθρώπους τοὺς καθημένους ἐπὶ τῷ τείχει, ἵνα [μὴ] φάγωσι κόπρον καὶ πίωσιν οὖρον μεθ’ ὑμῶν ἅμα; καὶ ἔστη Ῥαψάκης καὶ ἐβόησε φωνῇ μεγάλῃ ἰουδαϊστὶ καὶ εἶπεν,
10Ἀκούσατε τοὺς λόγους τοῦ μεγάλου βασιλέως Ἀσσυρίων. τάδε λέγει ὁ βασιλεύς. Μὴ ἀπατάτω ὑμᾶς Ἐζεκίας λόγοις· οὐ δύνηται ῥύσασθαι ὑμᾶς. καὶ μὴ λεγέτω ὑμῖν Ἐζεκίας ὅτι ῥύσεται ὑμᾶς θεός, καὶ οὐ μὴ παραδοθῇ ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Ἀσ‐ συρίων. μὴ ἀκούετε Ἐζεκίου. τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων.
15Βουλεύσασθε εὐλογηθῆναι· ἐκπορεύεσθε πρός με, καὶ φάγεται ἕκαστος τὴν ἄμπελον αὐτοῦ καὶ τὰ σῦκα αὐτοῦ, καὶ πίεσθε ὕδωρ ἐκ τοῦ λάκκου ὑμῶν, ἕως ἂν ἔλθω καὶ λάβω ὑμᾶς εἰς γῆν, ὡς ἡ γῆ ὑμῶν, γῆ σίτου καὶ οἴνου καὶ ἄρτου καὶ ἀμπέλων. μὴ οὖν ὑμᾶς ἀπατάτω Ἐζεκίας λέγων, Ὁ θεὸς ὑμᾶς ῥύσεται. μὴ
20ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς
βασιλέως Ἀσσυρίων; ποῦ ἐστιν ὁ θεὸς Αἰθὰμ καὶ Ἀρφάδ; καὶ145
Chron
.

146

ποῦ ἐστιν ὁ θεὸς Σεπφαρωθείμ; μὴ ἠδυνήθη Σαμάρεια ῥυσθῆναι ἐκ τῆς χειρός μου; τίς τῶν θεῶν πάντων τῶν ἐθνῶν τούτων ἐῤ‐ ῥύσατο τὴν ἑαυτοῦ γῆν ἐκ τῆς χειρός μου, ὅτι λέγει, Ῥύσεταί σε κύριος ὁ θεὸς Ἰσραὴλ ἐκ χειρός μου;
5 Καὶ ἐσιώπησαν καὶ οὐδεὶς ἀπεκρίθη αὐτῷ διὰ τὸ προστά‐ ξαι τὸν βασιλέα μηδένα ἀποκριθῆναι αὐτῷ. καὶ εἰσῆλθεν Ἐλια‐ κεὶμ ὁ τοῦ Χελκίου ὁ οἰκονόμος καὶ Σομνᾶς ὁ γραμματεὺς καὶ Ἰωὰς ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογράφος πρὸς Ἐζεκίαν, ἐσχισμένοι τοὺς χιτῶνας, καὶ ἀπήγγειλαν αὐτῷ τοὺς λόγους Ῥα‐
10ψάκου. καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα Ἐζεκίαν, ἔσχισε τὰ ἱμάτια καὶ σάκκον περιεβάλετο, καὶ ἀνέβη εἰς τὸν ναὸν τοῦ κυρίου· καὶ ἀπέστειλεν Ἐλιακεὶμ τὸν οἰκονόμον καὶ Σομνᾶν τὸν γραμματέα καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων, περιβεβλημένους σάκκους, πρὸς Ἠσαΐαν, υἱὸν Ἀμώς, τὸν προφήτην, καὶ εἶπον
15αὐτῷ, Τάδε λέγει Ἐζεκίας. Ἡμέρα θλίψεως, δεσμοῦ καὶ ἐλε‐ γμοῦ καὶ ὀργῆς ἡ σήμερον ἡμέρα, ὅτι ἥκει ἡ ὠδὶν τῇ τικτού‐ σῃ, ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν. εἰσακούσῃ κύριος ὁ θεός σου τοὺς λόγους Ῥαψάκου, οὓς ἀπέστειλε βασιλεὺς Ἀσσυρίων ὀνειδί‐ ζειν θεὸν ζῶντα καὶ ὀνειδίζειν λόγοις οἷς ἤκουσε κύριος ὁ θεός
20σου, καὶ δεηθήσῃ πρὸς κύριον τὸν θεόν σου περὶ τῶν καταλε‐ λειμμένων τούτων. καὶ ἦλθον οἱ παῖδες τοῦ βασιλέως πρὸς
Ἠσαΐαν· καὶ εἶπεν αὐτοῖς Ἠσαΐας, Οὕτως ἐρεῖτε πρὸς τὸν κύ‐146
Chron
.

147

ριον ὑμῶν. Τάδε λέγει κύριος. Μὴ φοβηθῇς ἀπὸ τῶν λόγων ὧν ἤκουσας, οὓς ὠνείδισάν με οἱ πρέσβεις βασιλέως Ἀσσυρίων. καὶ ἰδοὺ ἐγὼ ἐμβαλῶ εἰς αὐτὸν πνεῦμα, καὶ ἀκούσας ἀγγελίαν ἀποστραφήσεται εἰς τὴν χώραν αὐτοῦ, καὶ πεσεῖται μάχαιρα ἐν
5τῇ γῇ αὐτοῦ. καὶ ἀπέστρεψε Ῥαψάκης, καὶ κατέλαβε τὸν βασιλέα Ἀσσυρίων πολιορκοῦντα Λομνᾶ. καὶ ἤκουσε βασι‐ λεὺς Ἀσσυρίων ὅτι ἐξῆλθε Θάρα, βασιλεὺς Αἰθιόπων, πο‐ λιορκῆσαι αὐτόν. καὶ ἀκούσας ἀπέστειλεν εἰς ἀπάντησιν αὐτοῦ τὸν Ῥαψάκην μετὰ δυνάμεως πολλῆς· καὶ αὐτὸς μείνας ἀπέ‐
10στειλεν ἀγγέλους πρὸς Ἐζεκίαν λέγων, Οὕτως ἐρεῖτε Ἐζεκίᾳ, βα‐ σιλεῖ τῆς Ἰουδαίας. Μή σε ἀπατάτω ὁ θεός σου, ἐφ’ ᾧ πεποι‐ θὼς εἶ ἐπ’ αὐτῷ, λέγων, Οὐ μὴ παραδοθῇ Ἱερουσαλὴμ εἰς χεῖρας βασιλέως Ἀσσυρίων. ἢ οὐκ ἤκουσας ἃ ἐποίησαν βασιλεῖς Ἀσ‐ συρίων πάσῃ τῇ γῇ, καὶ μὴ ἐῤῥύσαντο αὐτοὺς οἱ θεοὶ τῶν
15ἐθνῶν; οὐχὶ οἱ πατέρες μου ἀπώλεσαν τήν τε Γωζὰν καὶ Χα‐ ρὰν καὶ Ῥαφεῖς, αἵ εἰσιν ἐν χώρᾳ Θαιμᾶν; ποῦ εἰσιν οἱ βασι‐ λεῖς Αἰμὰθ καὶ Ἀρφὰδ καὶ πόλεως Σεπφαρείμ; Καὶ ἔλαβεν Ἐζεκίας τὸ βιβλίον παρὰ τῶν ἀγγέλων, καὶ ἀνέ‐ γνω αὐτὸ ἐναντίον κυρίου· καὶ προσηύξατο πρὸς κύριον Ἐζε‐
20κίας λέγων, Ὁ θεὸς Ἰσραὴλ ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, ὅτι
σὺ θεὸς μόνος εἶ βασιλεὺς τῆς οἰκουμένης, ὁ ποιήσας τὸν οὐρα‐147
Chron
.

148

νὸν καὶ τὴν γῆν, εἰσάκουσον, κύριε, ἐπίβλεψον, κύριε, καὶ ἴδε τοὺς λόγους, οὓς ἀπέστειλε Σενναχηρείμ, ὀνειδίζων θεὸν ζῶντα. ἐπ’ ἀληθείας γὰρ ἠρήμωσαν βασιλεῖς Ἀσσυρίων τὴν οἰκουμένην ὅλην καὶ τὰς χώρας αὐτῆς, καὶ ἔβαλον τὰ εἴδωλα αὐτῶν εἰς τὸ
5πῦρ· οὐ γὰρ θεοὶ ἦσαν, ἀλλ’ ἔργα χειρῶν ἀνθρώπων, ξύλα καὶ λίθοι· καὶ ἀπώλεσαν αὐτούς. καὶ νῦν, κύριε ὁ θεὸς ἡμῶν, σῶ‐ σον ἡμᾶς ἐκ χειρὸς αὐτῶν, ἵνα γνῷ πᾶσα βασιλεία τῆς γῆς ὅτι σὺ εἶ θεὸς μόνος. Καὶ ἀπεστάλη Ἠσαΐας, υἱὸς Ἀμώς, πρὸς Ἐζεκίαν, καὶ εἶ‐
10πεν αὐτῷ, Τάδε λέγει κύριος ὁ θεὸς Ἰσραήλ. Ἤκουσα, ἃ προσηύξω πρός με περὶ Σενναχηρείμ, βασιλέως Ἀσσυρίων. οὕτως λέγει κύ‐ ριος ἐπὶ βασιλέα Ἀσσυρίων. Οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν ταύτην, οὐδὲ μὴ βάλῃ ἐπ’ αὐτὴν βέλος, οὐδὲ μὴ στήσῃ ἐπ’ αὐτὴν θυρεόν, οὐδὲ μὴ κυκλώσῃ ἐπ’ αὐτὴν χάρακα, ἀλλὰ τῇ ὁδῷ ᾗ ἦλθεν, ἐν
15αὐτῇ ἀποστραφήσεται, ὅτι τάδε λέγει κύριος. Ὑπερασπιῶ τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτὴν δι’ ἐμὲ καὶ διὰ Δαβίδ, τὸν παῖδά μου. Καὶ ἐξῆλθεν ἄγγελος κυρίου νυκτός, καὶ ἀνεῖλεν ἐκ τῆς πα‐ ρεμβολῆς τῶν Ἀσσυρίων ρπεʹ χιλιάδας. καὶ ἀναστάντες τὸ πρωὶ
20ηὗρον πάντα τὰ σώματα νεκρά· καὶ ἀποστραφεὶς ἀπῆλθεν ὁ βα‐ σιλεὺς Ἀσσυρίων, καὶ ᾤκησε τὴν Νινευή. καὶ ἐν τῷ αὐτὸν
προσκυνεῖν ἐν οἴκῳ Σαρὰχ τὸν πάτραρχον Ἀδραμέλεχ καὶ148
Chron
.

149

Σαρσάρ, υἱοὶ αὐτοῦ, ἐπάταξαν αὐτὸν μαχαίραις, αὐτοὶ δὲ διε‐ σώθησαν εἰς Ἀρμενίαν. καὶ ἐβασίλευσε Ναχορδάν, ὁ υἱὸς αὐ‐ τοῦ ἄλλος, Ἀσσυρίων. Μετὰ δὲ τὴν βασιλείαν Ἐζεκίου ἐβασίλευσε τῶν Ἰουδαίων
5Μανασσῆς ἔτη νεʹ. Εἰσὶν οὖν τὰ πάντα ἀπὸ Ἀδὰμ ἕως Μανασσῆ ἔτη ͵ετκαʹ. Ἐν τοῖς ἔτεσι δὲ τούτοις οἱ Ῥόδιοι, ὡς μηδενὶ ὑποταγέντες ἐν πολέμοις, ἀλλ’ αὐτονομοῦντες καὶ θαλασσοκρατοῦντες, εὐ‐ χαρίστως φερόμενοι, ἀνέστησαν ἐν τῇ αὐτῇ νήσῳ στήλην χαλκῆν
10τῷ Ἡλίῳ μεγάλην πάνυ· ἥντινα ἐκάλεσαν κολοσσόν, ὡς φοβερὸν θέαμα, καὶ ἐχρημάτισαν ἑαυτοὺς ἔκτοτε Κολοσσαεῖς. Μετὰ δὲ Μανασσῆν ἐβασίλευσε τῆς Ἰουδαίας Ἐλιακεὶμ καὶ Ἰωακείμ, ἀδελφοὶ αὐτοῦ, ἔτη μδʹ.
Γίνεται οὖν ἀπὸ Ἀδὰμ τὰ πάντα ἔτη ͵ετξεʹ.149
Chron
.

150

(t1)

ΛΟΓΟΣ ΕΚΤΟΣ
t2ΧΡΟΝΩΝ ΒΑΣΙΛΕΙΑΣ ΑΣΣΥΡΙΩΝ ΚΑΙ
t3ΑΙΝΕΙΟΥ ΑΣΚΑΝΙΟΥ.
1Ἐπὶ οὖν τῆς βασιλείας Ἰωακεὶμ βασιλέως ὁπλισάμενος κατὰ Ἰουδαίων ἀνῆλθε Ναβουχοδονόσορ, βασιλεὺς Ἀσσυρίων· καὶ παρέλαβε τὴν Ἱερουσαλὴμ καὶ πᾶσαν τὴν γῆν τῆς Ἰουδαίας, καθὼς οἱ προφῆται προέλεγον τῷ Ἰσραήλ. καὶ ἀπήγαγε τὸν
5Ἰωακείμ, βασιλέα τῶν Ἰουδαίων, αἰχμάλωτον καὶ πάντα τὰ βασιλικὰ σκεύη καὶ πάντας δοριαλώτους ἐποίησε, καὶ οὐκέτι ἐβασίλευσε τῶν Ἰουδαίων οὔτε Ἱερουσαλήμ, πόλις τῆς Ἰουδαίας, οὔτε Σαμάρεια. καὶ λοιπὸν παρεδόθη ἡ βασιλεία τῶν Ἰουδαίων εἰς χεῖρας Ἀσσυρίων, καὶ ἐκυρίευσαν αὐτῶν. ἐν δὲ τῷ πέμπτῳ
10ἔτει τῆς βασιλείας Ναβουχοδονόσορ πᾶσα ἡ αἰχμαλωσία τῶν Ἰουδαίων ἐγένετο ἐν Βαβυλῶνι, καθὼς Εὐσέβιος ὁ Παμφίλου
ἐχρονογράφησεν.150
Chron
.

151

Ἐν δὲ τοῖς αὐτοῖς χρόνοις οἱ Λυδοὶ ἔλαβον τὰς βασιλείας, ἤτοι τοπαρχίας, δυνάμει ἀπὸ τῶν πλησίον ὄντων ἄλλων ἐθνῶν. καὶ ἐβασίλευσε τῶν Λυδῶν πρῶτος ὁ Ἀρδεὺς ἔτη λϛʹ. ὅστις καὶ ὑπέταξε τὰ πλησίον ἔθνη καὶ βασίλεια, καὶ διῆγεν ἐν ὑπερη‐
5φανίᾳ. Μετὰ δὲ τὴν βασιλείαν Ναβουχοδονόσορ, βασιλέως Ἀσσυ‐ ρίων, ἐβασίλευσε Βαλτάσαρ, ὁ υἱὸς αὐτοῦ. ὅστις εἰς τὰ ἱερατι‐ κὰ σκεύη τῶν Ἰουδαίων ὑπηρετεῖτο· ἐκίρνα δὲ καὶ ταῖς παλλακαῖς αὐτοῦ εἰς αὐτὰ καὶ πᾶσι τοῖς συνεσθίουσιν αὐτῷ, ἐνυβρίζων
10αὐτά. καὶ ἐν τῷ ἀνακεῖσθαι αὐτὸν ἐν ἀπονοίᾳ καὶ δειπνεῖν ἑώρα ἔνθα ἀνέκειτο ἐν τῷ κατέναντι τοίχῳ τοῦ παλατίου ἐξαί‐ φνης ἀστράγαλον χειρὸς ἀνθρώπου γράφοντα, Μανῆ, θεκέλ, φαρές. καὶ ταῦτα γράψας ὁ ἀστράγαλος τῆς χειρὸς ἀφανὴς ἐγέ‐ νετο. ὁ δὲ Βαλτάσαρ ἀναγνοὺς τὰ γράμματα ἐκάλεσε πάντας
15τοὺς ἐπαοιδοὺς καὶ μάγους καὶ ἀστρονόμους καὶ ὀνειροκρίτας τῆς χώρας αὐτοῦ, ἐπερωτῶν αὐτούς, Τίς ἐστιν ἡ δύναμις αὕτη τοῦ ἀστραγάλου ἢ τίς ἡ ἑρμηνεία τῶν γραφέντων ὑπ’ αὐτοῦ; καὶ οὐδεὶς ἠδυνήθη ἑρμηνεῦσαι αὐτῷ. καὶ ἀκούσας ὅτι ὁ αὐτοῦ πατὴρ ἐν πολλῇ τιμῇ εἶχε τὸν Δανιήλ, ὄντα ἐκ τῆς Ἑβραίων
20αἰχμαλωσίας, ὅστις τὰ ὁράματα αὐτοῦ ἡρμήνευε, μετεστείλατο τὸν Δανιὴλ καὶ λέγει αὐτῷ, Ἐπειδὴ χάρις ἐστὶ θεοῦ παρά σοι, ἑρμήνευσόν μοι ὅπερ εἶδον τοῖς ἐμοῖς ὀφθαλμοῖς, καὶ τὴν τῶν
γραμμάτων δύναμιν σαφήνισόν μοι. ὁ δὲ Δανιὴλ ἀκούσας καὶ151
Chron
.

152

ἑωρακὼς τὴν δύναμιν τῶν γραμμάτων, λέγει αὐτῷ, Μακροθύμη‐ σον ἐπ’ ἐμοί, βασιλεῦ, καὶ μὴ ὀργισθῇς, καὶ ἑρμηνεύσω σοι τὴν τῶν γραμμάτων δύναμιν. ὁ δὲ ἐπωμόσατο μὴ ποιεῖν αὐτῷ κα‐ κὸν ἑρμηνεύοντι. καὶ λέγει αὐτῷ ὁ Δανιήλ, Ὁ θεὸς τοῦ οὐρα‐
5νοῦ καὶ τῆς γῆς ἀγανακτήσας κατά σου ἐπλήρωσε τὴν βασιλείαν σου. καὶ τοῦτο ἀκούσας ἀπέλυσεν αὐτὸν ἰδεῖν εἰ ἀληθεύει. καὶ μεθ’ ἡμέρας Δαρεῖος ὁ Μῆδος, ὢν ἐτῶν ξʹ, τυραννήσας ἐπῆλθε καὶ ἔσφαξεν αὐτόν, καὶ ἔλαβε τὴν βασιλείαν αὐτοῦ. Μετὰ δὲ τὴν βασιλείαν Δαρείου ἐβασίλευσαν ἕτεροι βασι‐
10λεῖς Ἀσσυρίων ἕως Ἀστυάγους. καὶ λοιπὸν ὁ Ἀστυάγης ἐβα‐ σίλευσε Περσῶν, ὃς ἐπεστράτευσε κατὰ τῶν Λυδῶν, ἀνελθὼν μετὰ δυνάμεως πολλῆς. ἐν ᾧ χρόνῳ ὁ ἥλιος ἐξέλειψεν ἐπὶ πολλὰς ὥρας τῆς ἡμέρας, προειπόντος Θαλοῦ τοῦ φιλοσόφου τὴν ἔκλει‐ ψιν τοῦ ἡλίου. ἐν τοῖς αὐτοῖς χρόνοις Πεισίστρατος πολεμῶν
15δημαγωγεῖ, τῶν Λυδῶν μὴ ἡττηθέντων τῷ πολέμῳ, ἀλλὰ τοῦ Ἀστυάγους ἀφ’ ἑαυτοῦ ἀναχωρήσαντος. τότε τοῦτο γνόντες οἱ Πισαῖοι δευτέραν ἑορτὴν ἐπετέλεσαν ἀγῶνος Πυθίων, εὐχαρι‐ στοῦντες τῷ Ἡλίῳ, παρατιθέμενοι ἑαυτοὺς Λυδοῖς καὶ τῷ κρά‐ τει τῆς δυνάμεως αὐτοῦ.
20Καὶ λοιπὸν ἐν τοῖς μετὰ ταῦτα ἐφηῦρον ἑορτὴν ἀγῶνος τρί‐152
Chron
.

153

του οἱ αὐτοὶ Πισαῖοι, τὰ Ἴσθμια τῷ Πλούτωνι. τετάρτην δὲ ἑορτὴν ἐφηῦρον ἀγῶνος οἱ αὐτοὶ Πισαῖοι, καὶ ἐπετέλεσαν τὰ Νέ‐ μεια τῷ Διονύσῳ. Μετὰ δὲ τὴν βασιλείαν τοῦ Ἀρδέως ἐβασίλευσαν Λυδῶν
5ὀκτὼ ἕως Κροίσου τοῦ ὑπερηφάνου· ἐβασίλευσε δὲ ὁ αὐτὸς Κροῖσος ἔτη ιεʹ. κατέσχεν οὖν ἡ βασιλεία Λυδῶν τὰ πάντα ἔτη σλβʹ. Ἐν δὲ τοῖς χρόνοις τῆς βασιλείας αὐτοῦ ὁ αὐτὸς Κροῖσος ὑπέταξε πάσας τὰς ἐπαρχίας, ἤτοι βασιλείας, τὰς πλησίον αὐ‐
10τοῦ καὶ τὰς πόῤῥωθεν, λαμβάνων ἀπὸ μὲν τῶν πειθομένων αὐτῷ φόρους, ἀπὸ δὲ τῶν ἀνθισταμένων αὐτῷ αὐτοὺς καὶ τὰς βασιλείας αὐτῶν. καὶ εἶχε φόβον πολύν, ὡς εὐτυχὴς καὶ νικητής· καὶ ὑπτιώθη. ἐν οἷς χρόνοις Σόλων ἐφιλοσόφει. Μετὰ δὲ τὴν βασιλείαν Ἀστυάγους, βασιλέως Περσῶν, ἐγέ‐
15νετο βασιλεὺς Κῦρος ὁ Πέρσης· ὅστις ἐφίλησε τὴν γυναῖκα τοῦ πρὸ αὐτοῦ βασιλέως Δαρείου Βαρδάνην, καὶ ἔλαβεν αὐτήν. τῷ δὲ τεσσαρεσκαιδεκάτῳ ἔτει τῆς βασιλείας Κύρου Κροῖσος ὁ βα‐ σιλεὺς τῶν Λυδῶν διδαχθεὶς ἀπὸ τῶν συγκλητικῶν αὐτοῦ τὴν πρῴην τοῦ Ἀστυάγους, βασιλέως Περσῶν, ἐπὶ τὴν Λυδίαν πο‐
20λεμικὴν παρουσίαν, ἠγανάκτησε. καὶ δηλοῖ Κύρῳ, τῷ βασιλεῖ Περσῶν, παραχωρῆσαι αὐτῷ τὴν βασιλείαν αὐτοῦ καὶ ἀναχω‐ ρῆσαι, ἢ δέξασθαι τὴν παρουσίαν τῆς εὐτυχεστάτης αὐτοῦ βασι‐
λείας πολεμοῦσαν. ὁ δὲ Κῦρος, βασιλεὺς Περσῶν, δεξάμενος τοὺς153
Chron
.

154

σταλέντας πρέσβεις, καὶ ἀναγνοὺς τὰ παρ’ αὐτοῦ γραφέντα, εἶπε τοῖς πρεσβευταῖς, Τί γὰρ ἠδίκηται παρ’ ἐμοῦ Κροῖσος, τοσαύ‐ την γῆν ἀφεστηκὼς ἀπ’ ἐμοῦ καὶ τῶν ἐμῶν βασιλείων; ἢ πῶς τοσούτων διαδραμόντων χρόνων βλάβην χώρας διεκδικεῖ; καὶ
5ἀδημονῶν ἠβούλετο φυγεῖν ἐπὶ τὴν Ἰνδικὴν χώραν. ἰδοῦσα δὲ αὐτὸν ἀθυμοῦντα ἡ γυνὴ αὐτοῦ, καὶ ἐπερωτήσασα καὶ μαθοῦ‐ σα παρ’ αὐτοῦ τὸ πρᾶγμα, λέγει αὐτῷ ὅτι Ἐπὶ Δαρείου, τοῦ πρώτου μου ἀνδρός, ἦν ἀνήρ τις Ἑβραῖος, προφήτης, σοφίαν ἔχων θεοῦ, ᾧ ὄνομα Δανιήλ, ἐκ τῆς αἰχμαλωσίας τῶν υἱῶν Ἰσ‐
10ραήλ, ὅντινα ἐν πολλῇ τιμῇ εἶχεν ὁ βασιλεὺς Δαρεῖος, καὶ δίχα αὐτοῦ οὐδὲν ἔπραττεν ἐν τοῖς πολέμοις. καὶ ἐπερωτῶν αὐτὸν ἡνίκα εἶχε πόλεμον, κατεπολέμει τοὺς ἐναντίους· ὅστις μετὰ τὴν τελευτὴν ἐκείνου, πλούσιος ὢν καὶ γεγηρακώς, ἰδιάζει εἰς τὴν Μα‐ ραβίτιδα χώραν. ὁ δὲ Κῦρος ἀκούσας ταῦτα, ἔπεμψε πρὸς αὐ‐
15τὸν τοὺς μεγιστᾶνας αὐτοῦ, ὅπως μετὰ τιμῆς ἀγάγωσιν αὐτόν. οἱ δὲ ἀποσταλέντες ἀπὸ Κροίσου πρὸς Κῦρον ὑποστρέψαντες εἰς τὴν Λυδῶν χώραν τὴν ἀπόκρισιν τὴν δοθεῖσαν αὐτοῖς ἀπὸ Κύρου τῷ ἰδίῳ βασιλεῖ ἀπήγαγον. Ὁ δὲ Κροῖσος, βασιλεὺς Λυδῶν, ἐπιλεξάμενός τινας ἐκ τῶν
20ἰδίων αὐτοῦ ἀνθρώπων πιστούς, καὶ δοὺς αὐτοῖς δῶρα εὐτελῆ καὶ ἕτερα δῶρα βασιλικά, ἀποστέλλει εἰς Δελφοὺς εἰς τὸ μαν‐ τεῖον, εἰρηκὼς αὐτοῖς ὅτι Ἀλλάξατε τὸ σχῆμα ὑμῶν καὶ φορέ‐
σατε Αἰγύπτιον σχῆμα, καὶ ἀνελθόντες εἰς τὸ μαντεῖον ἐπίδοτε154
Chron
.

155

τὰ εὐτελῆ δῶρα τῷ ἱερεῖ, λέγοντες αὐτῷ ὅτι Αἰγύπτιοί ἐσμεν, καὶ ἤλθομεν ἐπερωτῆσαι τὴν Πυθίαν, καὶ ἐκ τοῦ μήκους τῆς ὁδοῦ ἐληθαργήσαμεν διὰ τί ἤλθομεν ἐπερωτῆσαι ἢ αἰτῆσαι· ἀλλ’ εὖξαι καὶ ἐπερώτησον τὴν θεὰν διὰ τί ἤλθομεν. καὶ εἰ μὲν
5εἴπῃ ὑμῖν διὰ τί ἤλθετε, δότε καὶ τὰ βασιλικὰ δῶρα καὶ εἴπατε τῷ ἱερεῖ μαθεῖν εἰ νικῶ τὸν βασιλέα Περσῶν τὸν Κῦρον. οἱ δὲ λαβόντες τὰ δῶρα ἀπῆλθον εἰς Δελφοὺς εἰς τὸ ἱερόν, καὶ ἔδωκαν τὰ δῶρα τὰ εὐτελῆ, καὶ εἶπον ἑαυτοὺς Αἰγυπτίους, καὶ ὅτι Ἐληθαργήσαμεν διὸ ἤλθομεν. καὶ ἀκούσας ὁ ἱερεὺς ἐξεπλάγη,
10καὶ δεξάμενος τὰ δῶρα τὰ εὐτελῆ, εἰσελθὼν ηὔξατο, καὶ ἔλαβε τὴν ἀπόκρισιν ταύτην παρὰ τῆς Πυθίας. Οἶδα ψάμμου τὸν ἀριθμὸν καὶ μέτρα θαλάττης· οὐ λαλέοντος δὲ ἀκούω καὶ κωφοῦ ξυνίη‐ μι. παίζειν δέ με πειρᾶται Κροῖσος ὁ βασιλεὺς καὶ οἱ τούτου Λυδοί. καὶ ἐξελθὼν ὁ ἱερεὺς εἶπεν αὐτοῖς, Οὐκ ἐστὲ Αἰγύπτιοι,
15ἀλλὰ Λυδοί, καὶ οὐκ ἐληθαργήσατε, ἀλλὰ παίζοντες τὰ θεῖα εἰ‐ ρήκατε ταῦτα. καὶ ἐπιδέδωκεν αὐτοῖς γράψας τὸν χρησμὸν ἐν διπτύχοις εἰς τὸ εἰδέναι Κροῖσον τὸ θαῦμα. ἐκπλαγέντες δὲ οἱ ἀπελθόντες ἐπιδεδώκασι καὶ τὰ ἄλλα βασιλικὰ δῶρα τῷ ἱερεῖ, εἰπόντες αὐτῷ ὅτι Κροῖσος ὁ βασιλεὺς ἡμᾶς ἔπεμψεν, ἐπειδὴ πό‐
20λεμον ἔχει πρὸς Κῦρον, τὸν Περσῶν βασιλέα· ἀλλὰ μάθε εἰ νι‐ κᾷ αὐτόν. καὶ εἰσελθὼν πάλιν ὁ ἱερεὺς καὶ εὐξάμενος ἔλαβε
τὸν χρησμὸν τοῦτον. Κροῖσος Ἅλυν ποταμὸν διαβὰς μεγάλην155
Chron
.

156

ἀρχὴν καταλύσει. καὶ γράψας καὶ τοῦτον τὸν χρησμὸν ἐν διπτύ‐ χοις δέδωκεν αὐτοῖς ἀπενεγκεῖν τῷ βασιλεῖ Κροίσῳ· καὶ ἀπέ‐ λυσεν αὐτούς. Ὁ δὲ προφήτης Δανιὴλ εἰσῆλθε πρὸς τὸν βασιλέα Περσῶν
5Κῦρον· καὶ λέγει αὐτῷ, Εἰπέ μοι εἰ νικῶ Κροῖσον τὸν βασιλέα Λυδῶν. καὶ ἀνεβάλετο τοῦ εἰπεῖν ὁ Δανιήλ· καὶ ἀγανακτήσας κατ’ αὐτοῦ ὁ βασιλεὺς ἔβαλεν αὐτὸν εἰς λάκκον λεόντων. καὶ μαθὼν ὅτι οὐδὲν ἔπαθεν ὑπὸ τῶν θηρίων, ἀνήνεγκεν αὐτὸν καὶ προσέπεσεν αὐτῷ λέγων, Ἥμαρτον εἰς σε· ἀλλ’ εὖξαι τῷ θεῷ
10σου καὶ εἰπέ μοι εἰ δύναμαι ἀντιστῆναι τῷ ἅρπαγι τούτῳ καὶ ὑπερηφάνῳ Κροίσῳ, ὅτι πᾶσαν τὴν γῆν ὑπέταξε καὶ οὐκ ἐκορέ‐ σθη. καὶ ὁ Δανιὴλ εὐξάμενος εἶπεν αὐτῷ ὅτι Νικᾷς τὸν Κροῖ‐ σον καὶ λαμβάνεις αὐτὸν αἰχμάλωτον. περὶ σοῦ γὰρ εἶπεν ὁ θεὸς ὁ ποιήσας πάντα τὰ ὁρώμενα ταῦτα διὰ τοῦ προφήτου
15Ἠσαΐου, Οὕτως λέγει κύριος ὁ θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκρά‐ τησα τῆς δεξιᾶς αὐτοῦ τοῦ ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαῤῥήξω· ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται. ἐγὼ ἔμπροσθεν αὐτοῦ προπο‐ ρεύσομαι καὶ ὄρη ὁμαλιῶ καὶ θύρας χαλκᾶς συντρίψω καὶ μο‐
20χλοὺς σιδηροῦς συγκλάσω καὶ δώσω σοι θησαυροὺς σκοτεινοὺς ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι, ἵνα γνῷς ὅτι ἐγὼ κύριος
ὁ θεός. ἐγὼ ἐγείρω αὐτὸν μετὰ δικαιοσύνης, πᾶσαι αἱ ὁδοὶ αὐ‐156
Chron
.

157

τοῦ εὐθεῖαι. αὐτὸς οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμα‐ λωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων. εἶπε κύριος ὁ θεὸς σαβαώθ. Ὁ δὲ βασιλεὺς Κῦρος ἀκούσας ταῦτα, ἔπεσε πρὸς τοὺς πό‐
5δας τοῦ Δανιὴλ λέγων, Ζῇ κύριος ὁ θεός σου, ἐγὼ ἀπολύσω ἐκ τῆς ἐμῆς γῆς τὸν Ἰσραήλ, ἵνα λατρεύσωσι τῷ θεῷ αὐτῶν ἐν Ἱε‐ ρουσαλήμ. καὶ ὁπλισάμενος παρετάξατο τῷ Κροίσῳ. Ὁ δὲ βασιλεὺς Κροῖσος ἀκούσας τὴν τοῦ χρησμοῦ ἀπόκρι‐ σιν, ἐξῆλθε κατὰ Κύρου μετὰ δυνάμεως πολλῆς· καὶ παρῆλθε
10τὸν Ἅλυν, ποταμὸν τῆς Καππαδοκίας. καὶ συνέκρουσε Κύρῳ χειμῶνος ὄντος μεγάλου· καὶ ἡττηθεὶς ἠθέλησε φυγεῖν αὐτὸς καὶ τὰ πλήθη αὐτοῦ· καὶ πλημμυρήσαντος τοῦ ποταμοῦ ἐκ τοῦ χει‐ μῶνος, οὐκ ἠδυνήθη φυγεῖν οὐδὲ περᾶσαι· καὶ ἐλήφθη αἰχμά‐ λωτος αὐτὸς καὶ τὰ πλήθη αὐτοῦ, χιλιάδες υʹ. τοὺς δὲ ζήσαν‐
15τας ἐξ αὐτῶν ἔλαβεν αἰχμαλώτους ὁ Κῦρος ἅμα Κροίσῳ. καὶ στήσας αὐτὸν ἐν ξυλίνῳ τρίποδι ἐν ὕψει δεδεμένον ἐθριάμ‐ βευσεν αὐτὸν τῷ στρατῷ αὐτοῦ. καὶ ἔλαβεν αὐτὸν καὶ κατήγα‐ γεν ἐν Περσίδι. ταῦτα δὲ ἱστόρησαν οἱ σοφώτατοι Θάλης καὶ Κάστωρ καὶ Πολύβιος συγγραψάμενοι καὶ μετ’ αὐτοὺς Ἡρόδο‐
20τος ὁ ἱστοριογράφος· ἅτινα καὶ ὁ σοφὸς Θεόφιλος ἐχρονογρά‐ φησεν. Ὁ δὲ Κῦρος ὁ βασιλεὺς Περσῶν ἀπέλυσεν ἐκ τῆς αἰχμα‐
λωσίας τοὺς υἱοὺς Ἰσραὴλ πάντας εὐθέως ἢ μόνον τὰ βασίλεια157
Chron
.

158

αὑτοῦ κατέλαβεν ἐπὶ Ἱεροσόλυμα μετὰ Ζοροβάβελ ἐξελθεῖν· σκῆ‐ πτρα δὲ δύο ἥμισυ, ἄνδρες καὶ γυναῖκες καὶ παιδία, τὸν ἀρι‐ θμὸν μυριάδες πέντε, ἔμειναν εἰς τὰ Περσικὰ ἰδίᾳ προαιρέσει, φοβηθέντες τὰ ὄντα ἔθνη πέριξ. τὰ δὲ ἐννέα ἥμισυ ἐπανῆλθον,
5καθὼς Τιμόθεος ὁ χρονογράφος συνεγράψατο. ἀπέλυσε δὲ αὐ‐ τοὺς τοῦ Δανιὴλ αἰτήσαντος αὐτόν. Μετὰ δὲ τὸ ἀπολέσθαι τὴν βασιλείαν τῶν Λυδῶν οἱ Σάμιοι θαλασσοκρατήσαντες ἐβασίλευσαν τῶν μερῶν ἐκείνων. καὶ ἀκού‐ σας μετὰ χρόνους Κῦρος ὁ βασιλεὺς Περσῶν, ἐπεστράτευσε κατ’
10αὐτῶν, καὶ συμβαλὼν αὐτοῖς ναυμαχίᾳ πολεμήσας ἡττήθη καὶ ἔφυγε, καὶ ἐλθὼν εἰς τὴν χώραν αὐτοῦ ἐσφάγη· περὶ οὗ πολέ‐ μου Κύρου καὶ τῶν Σαμίων ὁ σοφώτατος Πυθαγόρας ὁ Σάμιος συνεγράψατο· ὅστις καὶ εἶπεν αὐτὸν Κῦρον τεθνάναι εἰς τὸν πόλεμον. ταῦτα δὲ πάντα καὶ ὁ σοφὸς Ἀφρικανὸς ἐχρονογρά‐
15φησε. Μετὰ δὲ τὴν βασιλείαν Κύρου ὁ υἱὸς αὐτοῦ Δαρεῖος ὁ καὶ Καμβύσης καὶ ἄλλοι πολλοὶ ἐβασίλευσαν Ἀσσυρίων. ἐπὶ δὲ τῶν χρόνων τῆς βασιλείας Δαρείου, τοῦ υἱοῦ Κύρου, ἐφιλοσόφει παρ’ Ἕλλησιν Ἀναξίμανδρος. ὅστις εἶπε τὴν γῆν μέσην εἶναι τοῦ
20παντὸς κόσμου, καὶ τὸν ἥλιον οὐκ ἐλάττω τῆς γῆς ὑπάρχειν, ἀρ‐ χὴν δὲ τῶν πάντων ἀέρα· ἐξ αὐτοῦ γενέσθαι καὶ τὰ πάντα εἰς αὐτὸν ἀναλύεσθαι. καὶ τὴν τοῦ ἀνθρώπου ψυχὴν ἀερίαν καὶ τὸ
πᾶν πνεῦμα ἀπεφήνατο, μάταιον λογισμὸν πλάνης παρεισάγων.158
Chron
.

159

καὶ τὰς ἰσημερίας δὲ καὶ τὰς τροπὰς αὐτὸς ἐξέθετο. καὶ ὁ προει‐ ρημένος δὲ Πυθαγόρας ὁ Σάμιος τὴν ἀριθμητικὴν συνεγράψατο· καὶ δόγμα παρεισήγαγεν Ἕλλησιν δοξάζων ἀσωμάτους τινὰς εἶ‐ ναι ἀρχάς. ταῦτα δὲ ὁ σοφὸς Τιμόθεος ἐν τοῖς συγγράμμασιν
5αὐτοῦ ἀπεμνημόνευσεν. Ἐν δὲ τῇ βασιλείᾳ Δαρείου, υἱοῦ Κύρου, πόλεμος ἐκινήθη ἀπὸ Αἰθιόπων κατ’ αὐτοῦ· οἵτινες κακῶς αὐτὸν ἔφερον. τοῦτο δὲ γνόντες οἱ ἐν τῇ Μήδων χώρᾳ κατοικοῦντες Ἰουδαῖοι, ἀφέντες κατέλαβον τὴν Ἱερουσαλήμ· ἦν δὲ πλῆθος πολὺ Ἰουδαίων. καὶ
10μαθὼν τοῦτο Δαρεῖος ὁ Κύρου, ἀπέστειλε τὸν στρατηγὸν αὐ‐ τοῦ κατ’ αὐτῶν ὀνόματι Ὁλοφέρνην μετὰ δυνάμεως πολλῆς εἰς τὰ Ἱεροσόλυμα. καὶ ἐπολιόρκει τὴν Ἱερουσαλήμ, καὶ συνέβη τι φοβερὸν γενέσθαι τότε. Ἰουδὶθ γάρ τις ἦν γυνὴ Ἑβραία, καὶ ἐμηχανήσατο κατὰ τοῦ ἐξάρχου Περσῶν Ὁλοφέρνου, προσποιητὴ
15οὖσα ὡς τὸ ἔθνος, φησί, τῶν Ἰουδαίων θέλουσα προδοῦναι. καὶ παρεγένετο πρὸς αὐτὸν κρυπτομένη· καὶ ἑωρακὼς αὐτῆς τὴν εὐ‐ μορφίαν ὁ Ὁλοφέρνης, εἰς ἔρωτα αὐτῆς ἐνέπεσε. καὶ λέγει αὐτῷ ὅτι Μηδένα ἐάσῃς ἐνταῦθα εἶναι ἐγγιστά μου δι’ ἐμέ, ὅτι ἐπέρ‐ χονταί μοι πορνεῦσαί με βουλόμενοι· καὶ πεισθεὶς μόνος μετ’
20αὐτῆς διῆγε. τρεῖς δὲ αὕτη προσκαρτερήσασα αὐτῷ ἡμέρας, ὡς καθεύδει μετ’ αὐτοῦ νυκτός, ἐγερθεῖσα τὴν κεφαλὴν αὐτοῦ ἀφεί‐ λετο· καὶ μέσης νυκτὸς ἐξελθοῦσα διὰ τοῦ παραπυλίου εἰσῆλθεν
εἰς τὰ Ἱεροσόλυμα, τὴν κεφαλὴν αὐτοῦ βαστάζουσα. καὶ ἐπέ‐159
Chron
.

160

τρεψε τοῦ κρεμασθῆναι αὐτήν· πλησίον γὰρ τοῦ τείχους δι’ αὐτὴν τὸν παπυλεῶνα αὐτοῦ ἔστησεν ὁ Ὁλοφέρνης. λαβόντες οὖν οἱ Ἰουδαῖοι παρ’ αὐτῆς τὴν κεφαλὴν εἰς κοντὸν ἐπάνω τοῦ τείχους ἔπηξαν πρὸ αὔγους, ἐπιδεικνύντες αὐτὴν τῷ στρατῷ αὐ‐
5τοῦ. πρωίας δὲ γενομένης, ἑωρακότες οἱ Πέρσαι τὴν κεφαλὴν Ὁλοφέρνου κοντευθεῖσαν, ὑπενόησαν ὅτι διὰ δυνάμεώς τινος τοῦτο ἐγένετο καὶ ἔφυγον· καὶ διελύθη ὁ πόλεμος, καὶ νίκην ἔλα‐ βον οἱ Ἰουδαῖοι κατὰ Περσῶν. ταῦτα δὲ ἐν ταῖς Ἑβραϊκαῖς ἐμ‐ φέρεται γραφαῖς. ταῦτα δὲ Εἰρηναῖος ὁ σοφὸς συνεγράψατο.
10 Μετὰ δὲ τὴν βασιλείαν Δαρείου ἐβασίλευσεν Ἀσσυρίων Ἀρ‐ ταξέρξης· καὶ Νεεμίας ὁ ἱερεὺς ὁ ὢν ἐκ τοῦ σπέρματος Δαβίδ, παῤῥησίαν ἔχων πρὸς αὐτόν, ἐδυσώπησε τὸν Ἀρταξέρξην· ἠγάπα γὰρ αὐτόν, ὅστις καὶ ἄρχειν αὐτὸν τῶν εὐνούχων ἐποίησε· καὶ λαβὼν χρήματα πολλὰ ἔπεισεν ἀπολυθῆναι αὐτὸν καὶ ἀπελθεῖν
15τοῦ κτίσαι τὴν Ἱερουσαλὴμ τὴν πορθηθεῖσαν· πρώτη γὰρ αὕτη τῆς Ἱερουσαλὴμ ἅλωσις καὶ τοῦ ἱεροῦ καταστροφή. ὁ δὲ Νεεμίας ἀπολυθεὶς ἀνῆλθεν εἰς Ἱερουσαλήμ, καὶ ἀνήγειρεν αὐτὴν καὶ τὸ τεῖχος τῆς πόλεως, καὶ τὰς πλατείας αὐτῆς ἐποίησεν εὐρυχώρους, καὶ βελτίω αὐτὴν κατέστησεν· ἦν γὰρ ἔρημος ἐπὶ ἔτη οʹ. αὕτη
20ἦν ἡ δευτέρα τοῦ ἱεροῦ ἀνοικοδομή. ἐπληρώθη δὲ τὸ ἱερὸν δι’ ἐτῶν μʹ. ὁ δὲ αὐτὸς Ἀρταξέρξης παρακληθεὶς ὑπό τινων τῆς συγκλήτου αὐτοῦ, καὶ τοὺς ὑπολοίπους Ἰουδαίους ἀπέλυσε, καὶ
εἴτις ἐὰν ἠβουλήθη τότε ἀνελθεῖν εἰς τὴν Ἱερουσαλήμ, ἀνῆλθε160
Chron
.

161

μετὰ Ἔσδρα τοῦ προφήτου καὶ ἡγουμένου· ᾧτινι καὶ τὰ ἱερὰ σκεύη ἔδωκε καὶ τὰς βίβλους τὰς ἱερατικὰς τὰς εὑρεθείσας· ὁ δὲ αὐτὸς Ἔσδρας τῶν μὴ εὑρεθέντων βιβλίων ἀπὸ ὑπομνήσεως αὐ‐ τοῦ γράφεσθαι τὰ ὑπομνήματα ἐποίησεν.
5 Ἐν δὲ τοῖς αὐτοῖς χρόνοις ἐβασίλευσεν ἡ Μακεδονία χώρα· ἐν ᾗ πρῶτος ἐβασίλευσεν ὁ Κραναὸς ἔτη κηʹ. καὶ λοιπὸν ἐβασίλευ‐ σαν ἄλλοι κγʹ ἕως Φιλίππου. ἦσαν δὲ τότε τὰ τῶν Ἑλλήνων δι‐ δάσκοντες φιλόσοφοι καὶ ποιηταὶ Σοφοκλῆς καὶ Ἡρακλείδης καὶ Εὐριπίδης καὶ Ἡρόδοτος καὶ Σωκράτης καὶ ὁ μέγας Πυ‐
10θαγόρας. ἦν δὲ Ἡρακλῆς γεννηθεὶς ἐν τοῖς προειρημένοις ἀνω‐ τέρω χρόνοις ἐν Λατῷ τῆς Θηβαΐδος, ἐκ γένους ὑπάρχων τοῦ Ἡρακλέος τοῦ ἐκ τῆς Ἀλκμήνης καὶ τοῦ Πίκου Διός· ὅστις ἀνε‐ τράφη ἐν τῇ Ἱσπανίᾳ χώρᾳ, καὶ ἀνδρεῖος γενόμενος ἦλθε τότε ἀπὸ τῆς Ἱσπανίας ἐπὶ τὴν Ἰταλίαν, φυγὼν τὸν Εὐρυσθέα βασι‐
15λέα· καὶ ἐβασίλευσεν ἔτη ληʹ. ὅστις ἔλαβε γυναῖκα τὴν Αὔγην, τὴν Ἀλέου θυγατέρα βασιλέως, ἐβασίλευσε δέ, ὡς ἐκ τοῦ γένους καταγόμενος τοῦ Πίκου Διός· ὅθεν καὶ στήλας αὐτῷ χρυσᾶς καὶ πορφυρᾶς ἀνέστησαν οἱ Ἰταλοὶ καὶ βασιλεῖς, ἤτοι ῥῆγες, ἐκ τοῦ γένους αὐτοῦ βασιλεύσαντες ἐν τοῖς ἐσχάτοις τῆς δύσεως μέ‐
20ρεσιν· αἵτινες στῆλαι ἕως τοῦ παρόντος ἵστανται.161
Chron
.

162

Εἰσὶν οὖν ἀπὸ Ἀδὰμ ἕως τῶν χρόνων τούτων ἔτη ͵ετξβʹ. Καὶ μετὰ Ἀρταξέρξην ἐβασίλευσαν τῶν Ἀσσυρίων ἄλλοι πολ‐ λοὶ ἕως Δαρείου τοῦ νεωτέρου. Τῆς δὲ Ἰταλίας ἐβασίλευσεν ὁ υἱὸς τοῦ Ἡρακλέος ὁ ἀπὸ τῆς
5Αὔγης, ὁ Τήλεφος. καὶ μετ’ αὐτὸν ἐβασίλευσεν ὁμοίως ὁ υἱὸς αὐτοῦ, ὅντινα Λατῖνον ἐκάλεσεν· ἐβασίλευσε δὲ ἐν τῇ χώρᾳ ἐκεί‐ νῃ αὐτὸς Λατῖνος ἔτη ιηʹ, καὶ ἐκ τοῦ ἰδίου ὀνόματος τοὺς Κι‐ τιαίους καλουμένους ἐπωνόμασε Λατίνους. Τότε δὲ Αἰνείας ὁ Ἀγχίσου ὁ Φρὺξ φεύγων ἐκ τῆς πορ‐
10θήσεως τοῦ Ἰλίου, ἤτοι τοῦ Τρωικοῦ πολέμου, ἀπῆλθεν ἐπὶ τὴν Λιβύην πρὸς τὴν Φοίνισσαν Διδὼ τὴν καὶ Ἐλισσάν. καὶ ἐν‐ διατρίψας ἐκεῖ, λάθρᾳ ἐάσας αὐτὴν ἔφυγεν, ὡς φοβηθεὶς τὸν Ἰάρβα, βασιλέα τῆς Ἀφρικῆς· καθὰ Βεργίλλιος ὁ σοφὸς Ῥω‐ μαίων ποιητὴς συνεγράψατο. ὁ δὲ σοφώτατος Σέρβιος ὁ Ῥω‐
15μαῖος ἐν τοῖς αὐτοῦ συγγράμμασιν ἐξέθετο, εἰπὼν ὅτι μετὰ τὸ τελευτῆσαι τὸν Αἰνείαν ἔτη πολλὰ ἦν ἡ Διδὼ ἀπὸ πόλεως μικρᾶς λεγομένης Χαρτίμας, οὔσης τῆς παράλου Φοινίκης, μεταξὺ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος. ἥτις Διδὼ ἦν πλουσιωτάτη· ἔσχε δὲ ἄνδρα τινὰ ὀνόματι Συχαῖον, ὄντα καὶ αὐτὸν πλούσιον σφόδρα.
20τὸν δὲ αὐτὸν Συχαῖον ἐφόνευσεν, ὡς κυνηγοῦντα, ὁ ἀδελφὸς τῆς162
Chron
.

163

Διδὼ ὀνόματι Πυγμαλίων, διαφθονούμενος αὐτῷ, ὡς πολὺ εὐ‐ πόρῳ καὶ κελεύοντι πάσῃ τῇ χώρᾳ ἐκείνῃ. ἦσαν γὰρ οἱ δύο ἔφιπποι καταδιώκοντες σύαγρον καὶ βαστάζοντες βήναβλα· ἐκ τῶν ὀπισθίων οὖν ἐλθὼν ὁ Πυγμαλίων δέδωκε τῷ Συχαίῳ κατὰ
5τοῦ νώτου αὐτοῦ τῇ λόγχῃ, καὶ ἐφόνευσεν αὐτόν· ἦν γὰρ γεν‐ ναῖος· καὶ λαβὼν τὸ λείψανον αὐτοῦ ἔῤῥιψεν εἰς κρημνόν. καὶ ὑποστρέψας εἶπε τοῖς διαφέρουσιν αὐτῷ καὶ τῇ γαμετῇ αὐτοῦ ὅτι ὡς κατεδίωκε τὸν σύαγρον κατεκρημνίσθη. ἠβούλετο δὲ ὁ αὐτὸς Πυγμαλίων καὶ τὴν αὑτοῦ ἀδελφὴν φονεῦσαι καὶ λαβεῖν τὰ χρή‐
10ματα πάντα. ᾗτινι Διδὼ ἐφάνη ἐν ὁράματι ὁ αὐτῆς ἀνὴρ Συ‐ χαῖος καὶ εἶπεν αὐτῇ, Φύγε, μή σε φονεύσῃ Πυγμαλίων, δείξας αὐτῇ καὶ τὸν τόπον τῆς πληγῆς. καὶ λοιπὸν ἡ αὐτὴ Διδὼ λα‐ θοῦσα τὸν ἑαυτῆς ἀδελφὸν Πυγμαλίωνα, καὶ εὑροῦσα καιρόν, ἔλαβε πάντα τὰ χρήματα τὰ ἑαυτῆς, καὶ βαλοῦσα εἰς πλοῖα
15μετὰ τῶν ἰδίων ἀνθρώπων αὐτῆς φυγοῦσα ἀπέπλευσεν ἐκ τῆς Φοινίκης, καὶ ἦλθεν εἰς τὴν Λιβύην, χώραν τῆς Ἀφρικῆς. καὶ κτίζει ἐκεῖ πόλιν μεγάλην πάνυ, ἣν ἐκάλεσε Καρτάγεναν· καὶ ἐβασίλευσεν ἐν αὐτῇ, καὶ ἐκεῖ τελευτᾷ σωφρόνως ζήσασα. Ὁ δὲ Αἰνείας χρησμὸν λαβὼν ἀπέπλευσεν ἀπὸ τῆς Λιβύης,
20βουλόμενος ἐπὶ τὴν Ἰταλίαν ἐλθεῖν. ἀνέμου δὲ ἐναντίου γενομέ‐ νου, ἐξεῤῥίφη μετὰ τῶν ἰδίων πλοίων πλησίον τῆς Σικελίας εἰς τὴν Καλαβρίαν ἐν πόλει λεγομένῃ Ἀργυρίππῃ, τῇ κτισθείσῃ
ὑπὸ Διομήδους τοῦ Τυδέως. ὅστις ὑπῆρχεν Αἰτωλὸς τῷ γένει,163
Chron
.

164

φέρων τὴν συγγένειαν ἐκ τοῦ Οἰνέως, βασιλέως τῆς Αἰτωλίας. ὅστις Οἰνεὺς ἀγαγόμενος γυναῖκα ὀνόματι Ἐρίβοιαν ἔσχεν ἐξ αὐτῆς τὸν Τυδέα. καὶ ἐτελεύτησεν ἡ Ἐρίβοια, καὶ ἠγάγετο ἑτέραν γυναῖκα ὀνόματι Ἀλθαίαν· καὶ ἔσχεν ἐξ αὐτῆς τὸν Μελέαγρον
5καὶ θυγατέρα ὀνόματι Δηιάνειραν. νεώτερός τις ὀνόματι Ἀχε‐ λῷος, υἱὸς Ποσειδωνίου, συγκλητικοῦ τοῦ Τυδέως, ἐμνηστεύσατο. ὁ δὲ Ἀχελῷος πρὸ τοῦ γάμου ἔφθειρε τὴν Δηιάνειραν λάθρᾳ, καὶ μετὰ ταῦτα λέγει τῷ πατρὶ αὐτῆς τῷ Οἰνεῖ, Οὐκ ἄλλως λαμβάνω τὴν θυγατέρα σου, εἰ μὴ παραχωρήσεις μοι τὸ βασί‐
10λειόν σου διοικεῖν. ὁ δὲ οὐκ ἐπείσθη αὐτῷ· καὶ λοιπὸν σὺν τῷ ἰδίῳ πατρὶ ἀντῆρεν ὁ Ἀχελῷος τῷ Οἰνεῖ καὶ ἐπολέμησεν αὐτῷ. καὶ ἠναγκάσθη ὁ Οἰνεὺς προτρέψασθαι ἐκ τῆς Φθίας χώρας στρατηγὸν γενναῖον, Ἡρακλέα τὸν λεγόμενον Πολύφημον, συν‐ ταξάμενος διδόναι αὐτῷ τὴν ἑαυτοῦ θυγατέρα τὴν Δηιάνειραν.
15ὅστις κατελθὼν μετὰ τῆς ἐνόπλου αὐτοῦ στρατιᾶς συνέβαλε πόλεμον μετὰ Ποσειδωνίου καὶ τοῦ υἱοῦ αὐτοῦ Ἀχελῴου. καὶ εἰς τὴν συμβολὴν ξίφει ὁ Πολύφημος τὸν Ποσειδώνιον ἀνεῖλε, τὸν πατέρα Ἀχελῴου· διὰ τοῦτο δὲ ἐξέθεντο οἱ ποιηταὶ ὅτι τὸ κέρας τοῦ Ἀχελῴου ἀπέσπασεν ὁ Ἡρακλῆς, ὅπερ ἐστὶ τὴν πατρικὴν αὐ‐
20τοῦ δύναμιν. καὶ ἑωρακὼς τὸν ἴδιον αὐτοῦ πατέρα πεσόντα, φεύ‐ γει ἔφιππος· διὸ καὶ γράφουσιν αὐτὸν ἱπποκένταυρον. καὶ ἐν τῷ
καταδιώκειν αὐτὸν τὸν Πολύφημον Ἡρακλέα στραφεὶς τοξεύει164
Chron
.

165

αὐτὸν κατὰ τοῦ μαστοῦ· καὶ εὐθέως ὁ Ἡρακλῆς ἀντετόξευσε τὸν Ἀχελῷον, ὡς περᾷ τὸν ποταμὸν ὀνόματι Φορβάν. καὶ φιβλω‐ θεὶς ὁ Ἀχελῷος κατηνέχθη ἀπὸ τοῦ ἵππου εἰς τὰ ῥεῖθρα τοῦ ποταμοῦ καὶ ἀπώλετο. καὶ μετεκλήθη ἔκτοτε ὁ αὐτὸς ποταμὸς
5ἀπὸ τῶν τῆς Αἰτωλίας χώρας Ἀχελῷος ἕως τῆς νῦν, καθὰ Κε‐ φαλίων ὁ σοφὸς ἐξέθετο. ὁ δὲ Πολύφημος Ἡρακλῆς ἐκ τῆς πληγῆς τοῦ μαστοῦ μεθ’ ἡμέρας τινὰς τελευτᾷ. Μελέαγρος δὲ ὁ τοῦ Οἰνέως υἱός, ἀδελφὸς δὲ τοῦ Τυδέως καὶ Δηιανείρας, ἐποίησεν ἆθλον μέγαν ἐν τῇ Καλυδωνίᾳ χώρᾳ,
10φονεύσας κάπρον φοβερόν, τῆς Ἀταλάντης τῆς θυγατρὸς τοῦ Σχοινέως οὔσης μετ’ αὐτοῦ· ἥτις προποιήσασα τοξεύει τὸν σύαγρον· ἐλυμαίνετο γὰρ οὗτος ὁ θὴρ πᾶσαν τὴν χώραν ἐκεί‐ νην. καὶ μετὰ τὴν ἀναίρεσιν τοῦ θηρὸς τὸ δέρμα αὐτοῦ ἐχα‐ ρίσατο ὁ Μελέαγρος τῇ Ἀταλάντῃ, εἰς ἔρωτα αὐτῆς βληθείς.
15ἀπελθὼν δὲ ὁ Μελέαγρος πρὸς τὸν ἑαυτοῦ πατέρα Οἰνέα, ἀπῃ‐ τήθη παρ’ αὐτοῦ τὰ νικητήρια τοῦ θηρός· καὶ μαθὼν ὅτι τῇ Ἀταλάντῃ τὸ δέρμα ἐχαρίσατο, ὀργισθεὶς κατὰ τοῦ ἰδίου υἱοῦ, ὃν εἶχε θαλλὸν ἐλαίας, φυλαττόμενον παρὰ τῇ Ἀλθαίᾳ τῇ ἑαυ‐ τοῦ μὲν γυναικί, μητρὶ δὲ τοῦ Μελεάγρου, ὅντινα θαλλὸν τῆς
20ἐλαίας ἡ Ἀλθαία ἔγκυος οὖσα ἐπιθυμήσασα ἔφαγε, καὶ κατα‐ πιοῦσα τὸ φύλλον τῆς ἐλαίας εὐθέως τεκοῦσα συνεγέννησε τὸ τῆς ἐλαίας φύλλον σὺν τῷ Μελεάγρῳ· περὶ οὗ χρησμὸς ἐδόθη τῷ
πατρὶ αὐτοῦ τῷ Οἰνεῖ τοσοῦτον χρόνον ζῆν τὸν Μελέαγρον165
Chron
.

166

ὅσον χρόνον φυλάττεται τὸ φύλλον τῆς ἐλαίας τὸ μετ’ αὐτοῦ γεν‐ νηθέν· ὅπερ φύλλον ὀργισθεὶς ὁ Οἰνεὺς εἰς πῦρ ἔβαλε, καὶ ἐκαύ‐ θη, ἀγανακτήσας κατὰ τοῦ ἰδίου υἱοῦ· καὶ παραχρῆμα ὁ Με‐ λέαγρος ἐτελεύτησεν, ὡς ὁ σοφὸς Εὐριπίδης δρᾶμα περὶ τοῦ αὐ‐
5τοῦ Μελεάγρου ἐξέθετο. Μετὰ δὲ τὴν βασιλείαν τοῦ Οἰνέως ἐβασίλευσε τῆς Αἰτω‐ λίας ὁ ἄλλος υἱὸς αὐτοῦ ὁ Τυδεύς, ὁ πατὴρ τοῦ Διομήδους. ὁ δὲ Διομήδης μετὰ τὴν τελευτὴν τοῦ ἰδίου πατρὸς Τυδέως ἐβα‐ σίλευσε τῆς Ἀργείων χώρας, ἀγαγόμενος ἐκ τοῦ Ἄργους γυναῖκα
10ὀνόματι Αἰγιάλειαν. καὶ ἀπονοηθεὶς ὑπέταξε τὴν ἑαυτοῦ χώραν τὴν Αἰτωλίαν, πολεμήσας αὐτούς· καὶ καταλύσας τὸ βασίλειον αὐτῆς καὶ ποιήσας αὐτὴν ὑπὸ τὴν Ἀργείων βασιλείαν, τοῦτ’ ἐστὶν ὑπὸ τὸ ἴδιον κράτος, καὶ εὐθέως μετὰ τῶν Ἀχαιῶν ἐξώρ‐ μησεν ἐπὶ τὸν Τρωικὸν πόλεμον. καὶ ἐπανελθὼν μετὰ τὴν νίκην
15τῆς Τροίας ἐπὶ τὸ ἴδιον αὐτοῦ βασίλειον οὐκ ἐδέχθη ὑπὸ τῆς ἰδίας πόλεως ἢ τῆς συγκλήτου αὐτοῦ, ἀλλ’ ἀντέστησαν αὐτῷ ἐν δυνάμει πολεμοῦντες. μαθὼν δὲ ὅτι ἡ γυνὴ αὐτοῦ ἡ Αἰγιάλεια κατασκευάζει αὐτῷ θάνατον, ὡς πορνευθεῖσα ὑπό τινος συγκλη‐ τικοῦ αὐτοῦ, ὅστις καὶ ἀνθίστατο αὐτῷ κραταιῶς, ὁμοίως δὲ
20ἀκούσας ὅτι ἐπορνεύθη ὑπὸ τοῦ Οἴακος, υἱοῦ τοῦ Ναυπλίου, οἵτινες διὰ τὸν πρὸς αὐτὴν ἔρωτα πολλῷ σθένει ἀντεμάχοντο αὐτῷ, καθὼς ὁ σοφὸς Δίδυμος ἐξέθετο, προσεσχηκὼς δὲ ὁ Διο‐
μήδης τοὺς ἡγεμόνας καὶ πᾶσαν τὴν Ἀργείων χώραν ἀνθισταμέ‐166
Chron
.

167

νην αὐτῷ, μὴ δυνάμενος δὲ ἀπελθεῖν μηδὲ ἐπὶ τὴν Αἰτωλίαν, τὴν ἰδίαν αὐτοῦ βασιλείαν, ὡς λύσας αὐτῆς τὸ βασίλειον, πα‐ ραχωρήσας τὴν ἰδίαν αὐτοῦ βασιλείαν ἀνεχώρησεν, ἀποπλεύσας ἐπὶ τὴν Καλαβρίων χώραν· καὶ κτίζει πόλιν ἐκεῖ παραλίαν, ἣν
5ὠνόμασεν Ἀργυρίππην, ὡς προγέγραπται, τὴν μετακληθεῖσαν Βενέβεντον νῦν. καὶ δεξάμενος τὸν Αἰνείαν ἐκριφέντα ἐν τῇ αὐτῇ πόλει κατέσχεν, ἐν πολλῇ τιμῇ καὶ θεραπείᾳ ἔχων αὐτόν· καὶ συνδιῆξεν αὐτῷ ὁ Αἰνείας τὸν χειμῶνα. Καὶ λέγει τῷ Διομήδει ὁ Αἰνείας, Ἔγνων ὅτι τὸ θεῖον Παλ‐
10λάδιον τὸ ἐν τῇ Τροίῃ ἀποκείμενον ἐκομίσω, ὅπως ἐπιγραφῇ δίδοται τὸ Παλλάδιον τῷ Αἰνείᾳ. ὁ δὲ Διομήδης εἶπεν αὐτῷ ὅτι Ἐξ οὗ τοῦτο μετὰ τοῦ Ὀδυσσέως ἀφειλόμην οὐκ ἔλειψάν μοι συμφοραὶ οὔτε τῷ ἐμῷ στρατῷ· ὅθεν ἠναγκάσθην αἰτῆσαι τὴν Πυθίαν περὶ αὐτοῦ· καὶ ἐδόθη μοι χρησμὸς ἀποδοῦναι αὐτῷ τοῖς
15Τρωσί. καὶ εἶπεν ὁ Αἰνείας, Δός μοι αὐτό. καὶ εὐθέως ποιή‐ σας θυσίαν ὁ Διομήδης παρέσχε τὸ Παλλάδιον τῷ Αἰνείᾳ. καὶ λαβὼν αὐτὸ ὁ Αἰνείας, καταφθάσαντος τοῦ θέρους, ἐξώρμησεν ἐπὶ τὴν Ἰταλίαν πρὸς τὸν Λατῖνον· καὶ ἑαυτὸν συμμίξας αὐτῷ μεθ’ ἧς εἶχε βοηθείας ἐνόπλου στρατοῦ τῶν Φρυγῶν, ἐπολέμη‐
20σαν τοῖς Ῥουστούλοις· καὶ εἰς αὐτὸν τὸν πόλεμον ὁ Λατῖνος ὁ τοῦ Τηλέφου υἱὸς ἐσφάγη, καὶ ἤνεγκαν οἱ Ῥουστοῦλοι τὰς
ἐπάνω.167
Chron
.

168

Καὶ ἀπῆλθεν ὁ Αἰνείας πρὸς τὸν Εὔανδρον καὶ τὸν υἱὸν αὐτοῦ Πάλλαντα, ἄνδρας πολεμικωτάτους· οἵτινες διῆγον εἰς τὴν Ἰταλίαν, οἰκοῦντες κώμην λεγομένην Βαλεντίαν, ἰθύνοντες ἐπαρχίαν μίαν. ἐν ᾗ κώμῃ καὶ ἔκτισεν ὁ Πάλλας οἶκον μέγαν
5πάνυ, οἷον οὐκ εἶχεν ἡ περίχωρος ἐκείνη, ὅστις οἶκος ἐκλήθη τὸ Παλλάντιν, καὶ ἀπὸ τότε ἐκλήθη τὰ βασιλικὰ κατοικητήρια παλ‐ λάντιον ἐκ τοῦ Πάλλαντος. καὶ ᾔτησεν αὐτοὺς λαβεῖν παρ’ αὐ‐ τῶν ὁ Αἰνείας βοήθειαν στρατοῦ· ᾧτινι παρέσχεν ὁ αὐτὸς Πάλ‐ λας καὶ ὁ αὐτοῦ πατὴρ Εὔανδρος γενναίους πολεμιστὰς ἄνδρας υʹ.
10καὶ πάλιν ἀπελθὼν ὁ αὐτὸς Αἰνείας πρὸς ἄλλους τοπάρχας ἔλα‐ βε πολλὴν βοήθειαν στρατοῦ, ἐπειδὴ πᾶσα ἡ χώρα ἐκείνη ἐναν‐ τιοῦτο τοῖς Ῥουστούλοις καὶ τῷ Τούρνῳ, βασιλεῖ αὐτῶν. καὶ συνέβαλεν αὐτοῖς ὁ Αἰνείας πόλεμον, καὶ ἐνικήθησαν τὸν πόλεμον οἱ Ῥουστοῦλοι ὑπὸ τοῦ Αἰνείου, σφαγέντος τοῦ Τούρνου· καὶ
15ἔλαβεν ὁ Αἰνείας μετὰ τὴν νίκην τὴν βασιλείαν καὶ τὴν θυγα‐ τέρα τοῦ Λατίνου Ἀλβανίαν. καὶ κτίζει ἐκεῖ πόλιν ὁ αὐτὸς Αἰ‐ νείας μεγάλην, ἥντινα ἐπωνόμασεν Ἀλβανίαν· καὶ ἀποτίθεται ὁ Αἰνείας ὃ ἔλαβε Παλλάδιον ἀπὸ τοῦ Διομήδους ἐν τῇ αὐτῇ πόλει Ἀλβανίᾳ. ἐβασίλευσε δὲ ὁ Αἰνείας μετὰ τὸν Λατῖνον
20ἔτη ιθʹ. Μετὰ δὲ τὸν Αἰνείαν ἐβασίλευσεν ἐκεῖ Ἀσκάνιος Ἰούλιος, ὁ υἱὸς τοῦ Αἰνείου ἀπὸ τῆς Κρεούσης τῆς Τρῳάδος, τῆς
πρώτης γυναικὸς τοῦ αὐτοῦ Αἰνείου, ἔτη κεʹ. καὶ ἔκτισε τὴν168
Chron
.

169

Λαβινίαν πόλιν, καὶ τὸ βασίλειον τοῖς Λαβινησίοις ἐπέθηκε, μεταγαγὼν ὁ αὐτὸς Ἀσκάνιος ἐκ τῆς Ἀλβανίας πόλεως τὸ Παλ‐ λάδιον εἰς τὴν αὑτοῦ κτισθεῖσαν πόλιν Λαβινίαν. Ἐν τῷ καιρῷ δὲ τῷ αὐτῷ ἀρχιερεύς τις ἦν τῆς Ἱερουσαλὴμ
5μετὰ τὴν ἐπάνοδον τὴν ἐκ Βαβυλῶνος τῶν δύο ἡμίσεος σκήπτρων τῶν ἀνελθόντων ἐν τῇ Ἱερουσαλὴμ Ἐλιακεὶμ ὁ υἱὸς Ἰησοῦ. Ἐν δὲ τοῖς αὐτοῖς χρόνοις ἦν Ἱππάσιος, φιλόσοφος Πυθα‐ γορικός· ὅστις τὴν σφαῖραν τοῦ οὐρανοῦ πρῶτος ἐξήνεγκεν ἐκ τῶν δεκαδύο ζωδίων, καὶ κατὰ θάλασσαν ναυαγήσας ἐτελεύτα.
10ἦν δὲ καὶ Ἰσοκράτης τότε καὶ Περικλῆς καὶ Θουκυδίδης ὁ συγ‐ γραψάμενος τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων. ἐν δὲ τοῖς χρόνοις Θουκυδίδου ἦν καὶ Φειδίας ὁ ἀγαλματοποιὸς καὶ Στησίχορος καὶ Βακχυλίδης, οἳ ἦσαν ὀρχήσεως εὑρεταὶ καὶ ποιη‐ ταί, μετὰ τοὺς προειρημένους φιλοσόφους ἄνδρας· μετὰ δὲ χρό‐
15νον οἱ προῤῥηθέντες τῶν Ἑλλήνων ἦσαν παιδευταί. ἀναφαίνε‐ ται δὲ μετὰ ταῦτα καὶ Δημοσθένης καὶ Ἀριστοφάνης ὁ κω‐ μῳδός. Μετὰ δὲ τὴν βασιλείαν Δαρείου τοῦ νεωτέρου ἐβασίλευσε Περσῶν Ἀρταξέρξης ὁ Μνήμων καλούμενος ἔτη λθʹ.
20Ἀλβανῶν δὲ ἐβασίλευσεν Ἄλβας ὁ υἱὸς τοῦ Ἀσκανίου ἔτη
λϛʹ. καὶ κτίζει τὴν Σίλπιν πόλιν· ἀπὸ τότε οἱ βασιλεῖς Σίλβιοι169
Chron
.

170

ἐκαλοῦντο· μεταγαγὼν ἐν τῇ αὐτῇ Σίλβει πόλει καὶ τὸ Παλλάδιον ὁ αὐτὸς Ἄλβας βασιλεύς. καὶ ἐβασίλευσαν λοιπὸν οἱ ἐκ τοῦ γέ‐
νους τοῦ Αἰνείου, οἱ λεγόμενοι Αἰνειάδες, ἔτη τλαʹ.170
Chron
.

171

(t1)

ΛΟΓΟΣ ΕΒΔΟΜΟΣ
t2ΠΕΡΙ ΚΤΙΣΕΩΣ ΡΩΜΗΣ.
1Καὶ λοιπὸν ἐβασίλευσε Ῥῶμος ὁ κτίστης τῆς Ῥώμης καὶ Ῥῆ‐ μος ὁ ἀδελφὸς αὐτοῦ· ὅθεν μετεκλήθησαν Ῥωμαῖοι. οἵτινες καὶ τὰ ὅπλα τοῦ Ἡρακλέος τοῦ ἐκ τοῦ γένους τοῦ Πίκου Διὸς εὑρηκότες, ἀπέθεντο ἐν τῇ παρ’ αὐτῶν κτισθείσῃ πόλει Ῥώμῃ
5τῇ πρῴην λεγομένῃ κώμῃ Βαλεντίᾳ ἐν τῷ Βοαρίῳ φόρῳ εἰς τὸν ναὸν τοῦ Πίκου Διός, ἀποκλείσαντες αὐτὰ ἐκεῖ ἕως ἄρτι. οἱ δὲ αὐτοὶ ἀδελφοὶ ἀνενέωσαν τὸ λεγόμενον Παλάντιον, τὸν βα‐ σιλικὸν οἶκον τὸν τοῦ Πάλλαντος, καὶ ναὸν μέγαν τῷ Διὶ κτί‐ σαντες ἐκάλεσαν αὐτὸν Καπετώλιον ῥωμαϊστί, ὅ ἐστιν ἡ κεφα‐
10λὴ τῆς πόλεως· ἀγαγόντες δὲ τὸ Παλλάδιον τὸ ξόανον ἀπὸ πό‐ λεως Σίλβης ἀπέθεντο αὐτὸ ἐν τῇ Ῥώμῃ. οἵτινες ἀδελφοὶ ἐν τῷ βασιλεύειν εἰς ἔχθραν ἦλθον πρὸς ἀλλήλους· καὶ ἐφονεύθη ὁ
Ῥῆμος ὑπὸ τοῦ Ῥώμου, καὶ ἐβασίλευσε μόνος ὁ Ῥῶμος.171
Chron
.

172

Ἐξότε δὲ ἀπέκτεινε τὸν ἴδιον αὐτοῦ ἀδελφόν, ἐσείετο ἡ πόλις πᾶσα Ῥώμη καὶ ἐγίνοντο πόλεμοι ἐμφύλιοι ἐπὶ τῆς αὐτοῦ βα‐ σιλείας. καὶ ἀπελθὼν ὁ αὐτὸς Ῥῶμος εἰς τὸ μαντεῖον ἐπηρώ‐ τησε, Διὰ τί γίνεται ἐπὶ τῆς ἐμῆς μόνης βασιλείας ταῦτα; καὶ ἐῤ‐
5ῥέθη αὐτῷ ἐκ τῆς Πυθίας ὅτι Εἰ μὴ συγκαθεσθῇ σοι ὁ σὸς ἀδελ‐ φὸς ἐν τῷ βασιλικῷ θρόνῳ, οὐ μὴ σταθῇ ἡ πόλις σου Ῥώμη οὔτε ἡσυχάσει ὁ δῆμος οὔτε ὁ πόλεμος. καὶ ποιήσας ἐκ τῆς εἰ‐ κόνος τοῦ αὐτοῦ ἀδελφοῦ ἐκτύπωμα τοῦ προσώπου, ἤτοι χαρα‐ κτῆρος, αὐτοῦ, χρυσοῦν στηθάριον, στήλην ἔθηκεν ἐν τῷ θρό‐
10νῳ αὐτοῦ, ἔνθα ἐκάθητο. καὶ οὕτως ἐβασίλευσε τὸν ὑπόλοιπον χρόνον, συγκαθημένου αὐτῷ τοῦ ὁλοχρύσου ἐκτυπώματος τοῦ αὐτοῦ ἀδελφοῦ Ῥήμου· καὶ ἐπαύσατο ὁ σεισμὸς τῆς πόλεως καὶ ἡσύχασεν ἡ δημοτικὴ ταραχή. καὶ εἴ τι δὲ ἂν ἐκέλευε θεσπίζων, ἔλεγεν ὡς ἀφ’ ἑαυτοῦ καὶ τοῦ ἀδελφοῦ αὐτοῦ, λέγων Ἐκελεύσα‐
15μεν καὶ Ἐθεσπίσαμεν· ὅπερ ἔθος κατέσχεν ἐξ ἐκείνου παρὰ τοῖς βασιλεῦσιν ἕως τοῦ παρόντος, τὸ λέγειν Ἐκελεύσαμεν καὶ ἐθε‐ σπίσαμεν. ἐκτότε καὶ εἰς τὰς πόλεις τὰς ὑπὸ Ῥωμαίους ἔπεμψε στηθάρια ὁλόχρυσα αὐτοῦ καὶ τοῦ ἀδελφοῦ αὐτοῦ, ὥστε τίθε‐ σθαι πλησία τῶν ἀρχόντων.
20 Ὁ δὲ αὐτὸς Ῥῶμος βασιλεὺς μετὰ τὸ πληρῶσαι τὰ τείχη καὶ κοσμῆσαι τὴν πόλιν ἔκτισε καὶ τῷ Ἄρηι ναόν· καὶ ἐν αὐτῷ τῷ μηνὶ ἐποίησεν ἑορτὴν μεγάλην θυσίας τῷ Ἄρηι, καλέσας καὶ τὸν
μῆνα αὐτὸν μάρτιον, τὸν πρῴην λεγόμενον πρῖμον, ὅπερ ἑρμη‐172
Chron
.

173

νεύεται Ἄρεως. ἥνπερ ἑορτὴν κατ’ ἔθος οἱ Ῥωμαῖοι πάντες ἐπι‐ τελοῦσιν ἕως τῆς νῦν, καλοῦντες τὴν ἡμέραν τῆς πανηγύρεως Μάρτις ἐν κάμπῳ. καὶ εὐθέως πάλιν ἀρξάμενος ἔκτισε τὸ ἱππικὸν ἐν τῇ Ῥώμῃ, θέλων διασκεδάσαι τὸ πλῆθος τοῦ δήμου
5τῶν Ῥωμαίων, ὅτι ἐστασίαζον καὶ ἐπήρχοντο αὐτῷ διὰ τὸν ἀδελφὸν αὐτοῦ. καὶ ἐπετέλεσε πρῶτος ἱπποδρόμιον ἐν τῇ χώρᾳ τῆς Ῥώμης εἰς ἑορτὴν τοῦ Ἡλίου, φησί, καὶ εἰς τιμὴν τῶν ὑπ’ αὐτὸν τεσσάρων στοιχείων, τοῦτ’ ἐστὶ τῆς γῆς καὶ τῆς θαλάσ‐ σης καὶ τοῦ πυρὸς καὶ τοῦ ἀέρος, λογισάμενος καὶ τοῦτο, ὅτι
10εὐτυχῶς φέρονται οἱ τῶν Περσῶν βασιλεῖς εἰς τοὺς πολέμους, ὡς τιμῶντες τὰ αὐτὰ τέσσαρα στοιχεῖα. ὁ δὲ τῆς Πισαίων χώρας βασιλεὺς Οἰνόμαος ἀγῶνα ἐπετέλει ἐπὶ τὰ Εὐρώπεια μέρη μηνὶ δύστρῳ τῷ καὶ μαρτίῳ κεʹ τῷ Ἡλίῳ Τιτᾶνι ὡς ὑψουμένῳ ἀγωνιζομένης, φησί, τῆς γῆς καὶ τῆς θαλάσσης, ὅ ἐστι Δημή‐
15τρας καὶ Ποσειδῶνος, τῶν ὑποκειμένων στοιχείων τῷ Ἡλίῳ. καὶ ἐβάλλετο κλῆρος μεταξὺ τοῦ αὐτοῦ Οἰνομάου βασιλέως καὶ τοῦ ἐρχομένου ἀπὸ οἱασδήποτε χώρας καταγωνίσασθαι αὐτόν· καὶ ὅτε μὲν ὁ κλῆρος ἐκάλει τὸν Οἰνόμαον ἀγωνίσασθαι ὑπὲρ τοῦ Ποσειδῶνος, ἐφόρει σχῆμα ἱματίων κυανῶν, ὅ ἐστι τῶν ὑδά‐
20των, καὶ ὁ ἀνταγωνιζόμενος κατ’ αὐτοῦ ἐφόρει τὸ χλοῶδες σχῆ‐ μα, ὅ ἐστι τῆς γῆς. καὶ πάλιν εἰ ἤνεγκεν ὁ κλῆρος τῷ Οἰνομάῳ
φορῆσαι τὸ τῆς Δημήτρας σχῆμα, ἐφόρει τὸ χλοῶδες σχῆμα, καὶ173
Chron
.

174

ὁ ἀνταγωνιστὴς αὐτοῦ ἐφόρει τὸ σχῆμα τοῦ Ποσειδῶνος, ὅ ἐστι τῶν ὑδάτων, τὸ κυανόν· καὶ ὁ ἡττώμενος ἐφονεύετο. καὶ πλῆ‐ θος ἄπειρον ἤρχετο θεωρῆσαι τὸν ἐτήσιον βασιλικὸν ἀγῶνα ἀπὸ ἑκάστης χώρας καὶ πόλεως· καὶ οἱ μὲν τὰς παραλίους πόλεις οἰ‐
5κοῦντες καὶ τὰς νήσους πολῖται καὶ τὰς κώμας τὰς παραλίους καὶ ναῦται ηὔχοντο νικῆσαι τὸν φοροῦντα τὸ κυανὸν σχῆμα, τοῦτ’ ἐστὶ τὸ τοῦ Ποσειδῶνος, οἰωνιζόμενοι ὅτι ἐὰν ἡττηθῇ ὁ ὑπὲρ τοῦ Ποσειδῶνος ἀγωνιζόμενος, ἔκλειψις ἰχθύων γίνεται παν‐ τοίων καὶ ναυάγια θαλάσσης καὶ ἀνέμων βιαίων ἀνάγκαι. οἱ
10δὲ τὰς μεσογείους οἰκοῦντες πολῖται καὶ ἐπιχώριοι ἄγροικοι καὶ πάντες οἱ ἐν τῇ γεωργίᾳ κάμνοντες ηὔχοντο νικῆσαι τὸν φοροῦν‐ τα τὸ χλοῶδες σχῆμα, οἰωνιζόμενοι ὅτι εἰ ἡττηθῇ ὁ ὑπὲρ τῆς Δημήτρας ἀγωνιζόμενος, ὅ ἐστιν ὑπὲρ τῆς γῆς, λιμὸς σίτου καὶ σπάνις οἴνου καὶ ἐλαίου καὶ τῶν ἄλλων καρπῶν γίνεται.
15καὶ ἐνίκησε πολλοὺς ὁ Οἰνόμαος ἀνταγωνιστὰς καὶ ἐπὶ πολλὰ ἔτη· εἶχε γὰρ καὶ τὸν Ἄψυρτον διδάσκοντα αὐτὸν τὴν ἡνιοχικὴν τέχνην. ὅστις Οἰνόμαος ἡττηθεὶς ὑπὸ Πέλοπος τοῦ Λυδοῦ ἐφονεύθη. Τὸν δὲ ἱππικὸν ἀγῶνα τοῦτον ἐπενόησε πρῶτος Ἐνυάλιός τις ὀνόματι, υἱὸς Ποσειδῶνος, ἀγαγόμενος τὴν Λιβύην, θυγατέρα
20τῆς Ἰοῦς καὶ τοῦ Πίκου Διός, ὃς κρατήσας τὰ μεσημβρινὰ μέρη ἐκάλεσε τὴν αὐτὴν χώραν ἐν ᾗ ἐβασίλευσε Λιβύην εἰς ὄνομα
τῆς αὐτοῦ γυναικός. τὸν δὲ αὐτὸν ἱππικὸν ἀγῶνα ὁ Ἐνυάλιος174
Chron
.

175

ἅρμασι διπώλοις ἐφεῦρε, καθὼς ταῦτα συνεγράψατο Καλλίμαχος ὁ σοφὸς ἐν τοῖς Ἐτησίοις αὐτοῦ. Καὶ λοιπὸν μετ’ αὐτὸν ὁ Ἐριχθόνιος ἐπετέλεσε τὸν αὐτὸν ἀγῶνα ἅρμασι τετραπώλοις· διὸ καὶ περιβόητος ἐγένετο, καθὰ
5ἐν ταῖς Χάρακος ἐμφέρεται ἱστορίαις· ὃς συνεγράψατο καὶ ταῦτα, ὅτι τοῦ ἱπποδρομίου τὸ κτίσμα εἰς τὴν τοῦ κόσμου διοίκησιν ᾠκο‐ δομήθη, τοῦτ’ ἐστὶ τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ τῆς θαλάσσης· τὰς δὲ δεκαδύο θύρας τοὺς δώδεκα οἴκους ἱστόρησε τοῦ ζωδια‐ κοῦ τοῦ διοικοῦντος τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τῶν ἀν‐
10θρώπων τὸν παροδικὸν τοῦ βίου δρόμον. τὸ δὲ πέλμα τοῦ ἱπ‐ πικοῦ τὴν γῆν πᾶσαν εἶναι, τὸν δὲ εὔριπον τὴν θάλασσαν ὑπὸ τῆς γῆς μεσαζομένην, τὸν δὲ ἐπὶ τὰς θύρας καμπτὸν τὴν ἀνατο‐ λήν, τὸν δὲ ἐπὶ τὴν σφενδόνην τὴν δύσιν, τὰ δὲ ἑπτὰ σπάτια τὸν δρόμον καὶ τὴν κίνησιν τῆς ἀστρονομίας τῶν ἑπτὰ ἀστέρων
15τῆς μεγάλης ἄρκτου. Ὁ δὲ Ῥῶμος βασιλεὺς πρὸς τιμὴν καὶ αὐτὸς τοῦ Ἡλίου καὶ τῶν ὑπ’ αὐτὸν τεσσάρων στοιχείων τὸν ἀγῶνα ἐν τῇ Ῥώμῃ πρῶτος ἐφεῦρε, καὶ ἐπετέλεσεν ἐν τῇ χώρᾳ τῆς δύσεως, ἤτοι τῆς Ἰταλίας, ἅρμασι τετραπώλοις, τοῦτ’ ἐστὶ τῇ γῇ καὶ τῇ θαλάσ‐
20σῃ καὶ τῷ πυρὶ καὶ τῷ ἀέρι. καὶ ἐπέθηκεν ὁ Ῥῶμος τοῖς αὐ‐ τοῖς τέτρασι στοιχείοις τὰ ὀνόματα, τῇ γῇ τὸ Πράσινον μέρος, ὅ ἐστι τὸ χλοῶδες, τῇ δὲ θαλάσσῃ, ὅ ἐστι τοῖς ὕδασιν, τὸ Βέ‐
νετον μέρος, ὡς κυανόν, τῷ δὲ πυρὶ τὸ Ῥούσιον μέρος, ὡς ἐρυ‐175
Chron
.

176

θρόν, τῷ δὲ ἀέρι τὸ Ἄλβον μέρος, ὡς λευκόν· κἀκεῖθεν ἐπε‐ νοήθη τὰ τέσσαρα μέρη ἐν Ῥώμῃ. ἐκάλεσε δὲ τὸ Πράσινον μέ‐ ρος, ὅ ἐστι ῥωμαϊστὶ τὸ ἐμπαράμονον, πραισεντεύειν γὰρ λέγεται τὸ παραμένειν, διότι ἡ χλοώδης γῆ διὰ παντὸς ἵσταται σὺν τοῖς
5ἄλσεσι. τὸ δὲ Βένετον ἐκάλεσεν ἐκ τοῦ εἶναι ὑπὸ τὴν Ῥώμην ἐπαρχίαν μεγάλην χώραν λεγομένην Βενετζίαν, ἧστινος μητρό‐ πολίς ἐστιν Ἀκυληία, κἀκεῖθεν ἐξέρχεται τὰ κυανά, τοῦτ’ ἐστὶ τὰ Βενέτζια βάμματα τῶν ἱματίων. καὶ προσεκόλλησε τῷ Πρα‐ σίνῳ μέρει, ὅ ἐστι τῇ γῇ, τὸ λευκόν, φησί, τὸν ἀέρα, καθότι καὶ
10βρέχει καὶ ὑπουργεῖ καὶ ἁρμόττει τῇ γῇ· καὶ τῷ Βενέτῳ μέρει, ὅ ἐστι τοῖς ὕδασι, προσεκόλλησε συμμίξας τὸ Ῥούσιον μέρος, ὅ ἐστι τὸ πῦρ, καθότι σβέννυσι τὸ ὕδωρ τὸ πῦρ, ὡς ὑποτεταγμέ‐ νον αὐτῷ. καὶ λοιπὸν οἱ τὴν Ῥώμην οἰκοῦντες διεμερίσθησαν εἰς τὰ μέρη, καὶ οὐκέτι ὡμονόησαν πρὸς ἀλλήλους διὰ τὸ ἐρᾶν
15λοιπὸν τῆς ἰδίας νίκης καὶ ἀντιποιεῖσθαι τοῦ ἰδίου μέρους, ὥσπερ θρησκείας τινός. καὶ ἐγένετο μέγα σχίσμα ἐν τῇ Ῥώμῃ, καὶ μεγάλην ἔχθραν εἶχον πρὸς ἀλλήλους ἐν τῇ Ῥώμῃ τὰ μέρη, ἀφότε ἐπενόησεν αὐτοῖς τὴν τοῦ ἱππικοῦ θέαν ὁ Ῥῶμος. καὶ ὅτε ἐν οἱῳδήποτε μέρει εἶδεν ὁ Ῥῶμος φιλοῦντας τοὺς λελυπημένους
20καὶ ἀνθισταμένους αὐτῷ δήμους ἢ συγκλητικοὺς διὰ τὸν θά‐
νατον τοῦ ἀδελφοῦ αὐτοῦ ἢ δι’ ἄλλην αἰτίαν οἱανδήποτε, ἐδό‐176
Chron
.

177

κει ἀντέχεσθαι τοῦ ἄλλου μέρους, καὶ εἶχεν αὐτοὺς εὐμενεῖς καὶ ἐναντιουμένους τῷ σκοπῷ τῶν ἐναντίων αὐτοῦ. ἐξ ἐκείνου καὶ οἱ μετ’ αὐτὸν βασιλεῖς τῆς Ῥώμης τῷ αὐτῷ κανόνι ἐχρήσαντο. Ἐν δὲ τῇ βασιλείᾳ τοῦ αὐτοῦ Ῥώμου ὁ στρατὸς αὐτοῦ ἐγέ‐
5νετο πολὺς ἐπείσακτος, καὶ πλῆθος ἦν ἐν τῇ Ῥώμῃ τῶν ἀγρίων ἀνθρώπων, καὶ οὐκ ἦσαν πρὸς τὰ πλήθη τῶν ἀνδρῶν γυναῖκες. καὶ ἐπεθύμουν τῆς τοῦ βίου ἡδονῆς τὰ τῶν νεανιῶν στρατεύμα‐ τα· καὶ ἐπήρχοντο κατὰ τὴν ἀγορὰν ταῖς γυναιξί, καὶ ἐγένετο ταραχὴ καὶ ἐμφύλιος πόλεμος. καὶ ἠθύμει ὁ Ῥῶμος, ἀμηχανῶν
10τί πράξει· οὐδεμία γὰρ ἠνείχετο τῶν γυναικῶν καταμῖξαι τοῖς στρατιώταις, ὡς ἀγρίοις καὶ βαρβάροις. καὶ ἐξεφώνησε νόμον ὥστε λαμβάνειν τοὺς στρατιώτας πρὸς γάμον παρθένους, ἃς ἐκά‐ λεσε Βρυτίδας· καὶ οὐδεὶς εἵλετο δοῦναι αὐτοῖς τὴν ἰδίαν θυγα‐ τέρα, ἀλλ’ ἔλεγον ὅτι οὐκ ἔστιν αὐτοῖς καθ’ ἑκάστην ἐλπὶς ζωῆς
15διὰ τοὺς πολέμους, ἀλλὰ πάντες τοῖς τῆς πόλεως ἐζεύγνυον τὰς ἑαυτῶν θυγατέρας. καὶ ἀθυμῶν ὁ Ῥῶμος ἀπῆλθεν εἰς τὸ μαν‐ τεῖον· καὶ ἐδόθη αὐτῷ χρησμὸς ὥστε ἐπιτελέσαι ταῖς γυναιξὶ θέαν ἱππικοῦ, ἵνα ἀγάγηται ἑαυτῷ ὁ στρατὸς γυναῖκας. καὶ συνάξας τὸ πλῆθος τοῦ στρατοῦ ἐν τῷ παλατίῳ ἐπετέλεσεν ἱπ‐
20πικόν, κελεύσας μόνον γυναῖκας θεωρῆσαι τὸ ἱπποδρόμιον. καὶ ὡς παραξένου τινὸς θέας μελλούσης γίνεσθαι, ἀπὸ πάσης τῆς
περιχώρου καὶ τῶν πόῤῥωθεν πόλεων καὶ κωμῶν ἦλθον ἐν τῇ πό‐177
Chron
.

178

λει Ῥώμῃ πλήθη γυναικῶν, καὶ ἀνεπλήρωσαν τὸ ἱππικὸν γυναῖ‐ κες ὕπανδροι καὶ νεώτεραι παρθένοι· ἦλθον δὲ καὶ αἱ θυγατέρες τῶν λεγομένων Σαβίνων, χώρας πλησίον τῆς Ῥώμης οὔσης, γυ‐ ναῖκες εὐπρεπεῖς. καὶ δοὺς ὁ Ῥῶμος μανδᾶτα λάθρᾳ γυναῖκα
5ὕπανδρον οὖσαν Ῥωμαίαν πολίτιδα μὴ θεωρῆσαι, κελεύσας καὶ ἰδίῳ στρατῷ ὥστε ὑπάνδρου γυναικὸς μὴ τολμῆσαι ἅψασθαι, ἀλλὰ τὰς παρθένους ἁρπάσαι καὶ τὰς μὴ ἐχούσας ἄνδρας καὶ μόνας, ἀνελθὼν ἐν τῷ ἱππικῷ ὁ Ῥῶμος ἐθεώρει. καὶ ἐν τῷ ἐπι‐ τελεῖσθαι τὸ ἱπποδρόμιον ἀπολυθεὶς ὁ στρατὸς ἐκ τοῦ παλατίου
10ὥρμησαν ἐν τῷ ἱππικῷ, καὶ ἐκ τῶν βάθρων ἀνέσπασαν τὰς παρ‐ θένους γυναῖκας καὶ τὰς μὴ ἐχούσας ἄνδρας· καὶ ἔλαβον ἑαυ‐ τοῖς γυναῖκας. τοῦτο δὲ πρὸς ἅπαξ ἐποίησεν ὁ Ῥῶμος γενέσθαι· καθὼς ὁ σοφώτατος Βεργίλλως ἐξέθετο· ὡσαύτως δὲ καὶ Πλί‐ νιος ὁ Ῥωμαίων ἱστοριογράφος συνεγράψατο, ὁμοίως δὲ καὶ Λί‐
15βιος. ἕτεροι δὲ ἱστορικοὶ συνεγράψαντο πρῶτον ἱπποδρόμιον ἐπιτελέσαι αὐτοῖς τὸν Ῥῶμον εἰς βούρδωνας. Τὸν δὲ Ῥῶμον καὶ τὸν Ῥῆμον τοὺς ἀδελφοὺς ἱστοροῦσιν ὑπὸ Λυκαίνης γαλακτοτροφέντας, ὅτι βασιλεὺς ὁ Ἀμούλιος, ὁ αὐτῶν πάππος, ἐκέλευσεν αὐτοὺς ῥιφῆναι εἰς τὰς ὕλας, ὡς πορ‐
20νογεννήτους, ἐπειδὴ ἡ Ἰλία ἡ μήτηρ αὐτῶν, ἱέρεια οὖσα τοῦ Ἄρεως, ἐφθάρη, πορνευθεῖσα ὑπό τινος στρατιώτου, περὶ οὗ
λέγουσι μυθολογοῦντες τὸν Ἄρεα ἐγγαστρῶσαι αὐτήν, καὶ178
Chron
.

179

ἐγέννησεν αὐτοὺς διδύμους, καὶ διὰ τοῦτο ὁ πάππος αὐτῶν ἔῤ‐ ῥιψεν αὐτοὺς εἰς τὰς ὕλας. καὶ εὗρε τοὺς αὐτοὺς παῖδας χωρική τις, βόσκουσα πρόβατα· καὶ σπλαγχνισθεῖσα, ὅτι ἦσαν εὔμορφα, λαβοῦσα ἔθρεψεν αὐτοὺς τῷ ἰδίῳ γάλακτι. εἰς δὲ τὴν χώραν
5ἐκείνην λυκαίνας καλοῦσιν ἕως ἄρτι τὰς χωρικὰς τὰς βοσκούσας πρόβατα, ὡς ἀεὶ τὸν βίον καὶ τὴν διαγωγὴν ἐχούσας μετὰ λύ‐ κων. τούτου οὖν ἕνεκεν ὁ Ῥῶμος ἐπενόησε τὰ λεγόμενα Βρουμά‐ λια, εἰρηκώς, φησίν, ἀναγκαῖον εἶναι τὸ τρέφειν τὸν κατὰ και‐ ρὸν βασιλέα τὴν ἑαυτοῦ σύγκλητον πᾶσαν καὶ τοὺς ἐν ἀξίᾳ καὶ
10πάσας τὰς ἔνδον τοῦ παλατίου οὔσας στρατιάς, ὡς ἐντίμους, ἐν τῷ καιρῷ τοῦ χειμῶνος, ὅτε τὰ πολεμικὰ ἔνδοσιν ἔχει. καὶ ἤρ‐ ξατο πρώτους καλεῖν καὶ τρέφειν τοὺς ἀπὸ τοῦ ἄλφα ἔχοντας τὸ ὄνομα, καὶ λοιπὸν ἀκολούθως ἕως τοῦ τελευταίου γράμματος, κελεύσας καὶ τὴν ἑαυτοῦ σύγκλητον θρέψαι τῷ αὐτῷ σχήματι.
15καὶ ἔθρεψαν καὶ αὐτοὶ τὸν στρατὸν ἅπαντα καὶ οὓς ἐβούλοντο. οἱ οὖν ἑκάστου ἀριθμοῦ πανδοῦροι ἀπὸ ἑσπέρας ἀπιόντες εἰς τοὺς οἴκους τῶν καλεσάντων αὐτοὺς ἐπ’ ἀρίστῳ εἰς τὴν ἑξῆς ηὔλουν πρὸς τὸ γνῶναι ἐκεῖνον ὅτι παρ’ αὐτῷ τρέφονται αὔριον. καὶ κατέσχε τὸ ἔθος τῶν Βρουμαλίων ἐν τῇ Ῥωμαίων πολιτείᾳ ἕως
20τῆς νῦν. τοῦτο δὲ ἐποίησεν ὁ αὐτὸς Ῥῶμος, θέλων ἐξαλεῖψαι τὴν ἑαυτοῦ ὕβριν, ὅτι οἱ Ῥωμαῖοι ἐχθροὶ αὐτοῦ ὄντες καὶ μι‐ σοῦντες αὐτὸν καὶ λοιδοροῦντες ἔλεγον ὅτι οὐκ ἐχρῆν αὐτὸν βα‐
σιλεῦσαι ἐνυβρισμένον ὄντα, διότι ἐξ ἀλλοτρίων ἐτράφησαν οἱ179
Chron
.

180

δύο ἀδελφοί, ἕως οὗ τελείας ἡλικίας ἐγένοντο καὶ ἐβασίλευσαν, σημαίνοντες ὅτι ὑπὸ τοῦ Φαύστου τοῦ γεωργοῦ καὶ τῆς γυναικὸς αὐτοῦ Λυκαίνης ἐτράφησαν ἐκ τῶν ἀλλοτρίων ἐσθίοντες, ὡς προγέγραπται. ὄνειδος γὰρ ὑπῆρχε παρὰ Ῥωμαίοις καὶ πᾶσι
5τοῖς ἀρχαίοις ποτὲ τὸ ἐκ τῶν ἀλλοτρίων τρέφεσθαί τινα· ὅθεν καὶ ἐν τοῖς συμποσίοις τοῖς λεγομένοις φιλικοῖς ἕκαστος τῶν συν‐ ερχομένων εἰς τὸ συμπόσιον τὸ ἴδιον αὐτοῦ βρῶμα καὶ πόμα μεθ’ ἑαυτοῦ κομίζει, καὶ εἰς τὸ κοινὸν πάντα παρατίθεται, καὶ ἐσθίουσι κρατήσαντες τὸ ἀρχαῖον ἔθος ἕως τῆς νῦν, τὸ μὴ
10ἀκούειν ἀλλοτριοφάγοι. τούτου χάριν ἐπενόησε τοῦτο ὁ αὐτὸς Ῥῶμος, πρὸς τὸ ἐξιλεώσασθαι τὴν ὕβριν ἑαυτοῦ, καλέσας καὶ τὸ ὄνομα τοῦ ἀρίστου ῥωμαϊστὶ βρουμάλιουμ, καθὼς ὁ σοφώτατος Λικίννιος ὁ Ῥωμαίων χρονογράφος ἐξέθετο. Μετὰ δὲ Ῥῶμον καὶ Ῥῆμον τοὺς ἀδελφοὺς ἐβασίλευσαν ἄλ‐
15λοι ἓξ τῆς Ῥώμης ἕως τοῦ Ταρκυνίου Σουπέρβου τοῦ ἀδίκου. ἕβδομος γὰρ βασιλεὺς τῆς Ῥώμης μετὰ τὸ κτισθῆναι αὐτὴν ἐγένετο· καὶ ἐπήρθη τὸ βασίλειον παρ’ αὐτοῦ. Ἐπὶ δὲ τῶν χρόνων τῆς βασιλείας αὐτοῦ ἦν Σίβυλλα ἡ Κυ‐ μαία μάντις.
20 Ἔσχε δὲ ὁ αὐτὸς Ταρκύνιος υἱὸν ὀνόματι Ἄῤῥουνς, δι’ ὃν ἐξεβλήθη τῆς βασιλείας, ὅτι βιασάμενος τὴν Λουκρητίαν συγκλητικὴν ἐμοίχευσεν ὁ υἱὸς τοῦ Ταρκυνίου ὁ Ἄῤῥουνς· κἀ‐
κείνη ἔσφαξεν ἑαυτήν, ὡς σώφρων. καὶ ἐγένετο ἐμφύλιος πόλε‐180
Chron
.

181

μος μέγας ἐν τῇ Ῥώμῃ ἐπὶ χρόνων, καὶ πολλοὶ ἐσφάγησαν. ταῦ‐ τα δὲ συνεγράψατο ὁ σοφὸς Σέρβιος ὁ Ῥωμαίων συγγραφεύς. Ὁ δὲ Ταρκύνιος ἐξεβλήθη τῆς βασιλείας τῷ τρόπῳ τούτῳ. πολέμου κινηθέντος ἐν τῇ Ῥώμῃ ἐκ τοῦ ἔθνους τῶν λεγομένων
5Ἀρδηνῶν, λαβὼν βοήθειαν ὁ Ταρκύνιος βασιλεὺς ἦλθε πολε‐ μῶν τὴν Ἀρδηνῶν χώραν. καὶ εὑρόντες καιρὸν οἱ ἐχθροὶ αὐτοῦ οἱ συγκλητικοὶ Βροῦτος ὁ θεῖος τῆς Λουκρητίας καὶ Κολλατῖνος ὁ ἀνὴρ αὐτῆς, κατεσκεύασαν αὐτῷ, συμποιησαμένων αὐτοῖς καὶ τῶν ἄλλων συγκλητικῶν καὶ τῶν τῆς πόλεως πάντων εἰς τὸ αὐ‐
10τὸν ἐκβληθῆναι τῆς βασιλείας, πείσαντες συμμαχεῖν αὐτοῖς εἰς τὸ μὴ δέξασθαι τοῦ λοιποῦ τὸν Ταρκύνιον βασιλέα εἰς τὴν Ῥώ‐ μην ὑποστρέφοντα τὸν στρατὸν τὸν φυλάττοντα τὸ παλάτιον καὶ τὴν πόλιν Ῥώμην τῶν λεγομένων Κελεριανῶν, ἀνδρῶν μαχι‐ μωτάτων ἐν πολέμοις. καὶ γνόντος τοῦ Ταρκυνίου τὸ τρακτευ‐
15θὲν κατ’ αὐτοῦ παρὰ τῆς συγκλήτου καὶ τοῦ στρατοῦ καὶ τοῦ δή‐ μου, πέμψας αὐτὸς ὑπενόθευσε καὶ αὐτὸν τὸν υἱὸν τοῦ Βρούτου, τὸν φίλον ὄντα καὶ συννεώτερον τοῦ υἱοῦ αὐτοῦ Ἄῤῥουνς. καὶ πεισθεὶς συνετάξατο ἐρχομένου τοῦ αὐτοῦ Ταρκυνίου κατὰ τῆς Ῥώμης προδοῦναι τὴν πόλιν καὶ τὸν ἴδιον πατέρα φονεύειν τὸν
20Βροῦτον. τοῦτο δὲ γνοὺς ὁ δοῦλος τοῦ Βρούτου Βινδίκιος, ὁ συνδιάγων τῷ υἱῷ αὐτοῦ, ἀνήγγειλε λάθρᾳ τῷ ἰδίῳ δεσπότῃ Βρούτῳ τὴν μέλλουσαν γίνεσθαι κατ’ αὐτοῦ ἐπιβουλὴν παρὰ τοῦ
υἱοῦ αὐτοῦ. καὶ εὐθέως ἀκούσας ὁ Βροῦτος συνέσχε τὸν ἴδιον181
Chron
.

182

αὐτοῦ υἱόν, καὶ ἐν τῷ φόρῳ Ῥώμης ἐπὶ πάντων ἐξετάσας αὐτόν, ἠνάγκαζεν αὐτὸν ἐξειπεῖν τὰ αὐτῷ καὶ τῷ Ταρκυνίῳ βεβουλευμέ‐ να. ὁ δὲ ὡμολόγησε τῷ ἰδίῳ πατρὶ τὴν γενομένην παρ’ αὐτοῦ σύνταξιν τῆς προδοσίας πρὸς τὸν Ταρκύνιον· καὶ εὐθέως ἐφό‐
5νευσε τὸν ἴδιον υἱόν. καὶ λοιπὸν συναθροισθεῖσα ἡ σύγκλητος Ῥώμης πᾶσα ἀπεκήρυξε τὸν Ταρκύνιον τῆς βασιλείας, ἐγγράφως τὴν καθαίρεσιν αὐτοῦ ποιήσαντες, ψηφισάμενοι ἐν πρώτοις καὶ δισιγνατεύσαντες ὑπάτους δύο, τὸν Βροῦτον τὸν μέγαν καὶ τὸν Κολλατῖνον τὸν ἄνδρα τῆς Λουκρητίας, διοικεῖν τὴν πολιτείαν
10Ῥωμαίων προβαλλομένους κατὰ ἰδίαν δοκιμασίαν ἄρχοντας, καὶ μὴ εἶναι τοῦ λοιποῦ βασιλέα ἐν τῇ Ῥώμῃ, γράψαντες καὶ τῷ στρατῷ τῷ ὄντι μετ’ αὐτοῦ Ταρκυνίου ἀπολιπεῖν αὐτόν· καὶ ἀπέ‐ στησαν εὐθέως. ἢ μόνον δὲ προῆλθεν ὕπατος ὁ Βροῦτος, εὐ‐ θέως ἐπὶ τῆς συγκλήτου καὶ τοῦ δήμου ἀγαγὼν τὸν ἴδιον δοῦλον
15τὸν Βινδίκιον ὑπὲρ εὐχαριστίας, ὅτι πιστὰ ἐφύλαξε τῷ ἰδίῳ δε‐ σπότῃ, καὶ ἐπιτελέσας ἑορτὴν πανηγυρικὴν τῇ Δίκῃ καὶ καθίσας ἐν τῷ ὑψηλῷ βήματι ἀνήγαγε τὸν Βινδίκιον ἐν ὕψει ἄντικρυς αὑ‐ τοῦ, καὶ ἐκτείνας τὴν δεξιὰν αὐτοῦ χεῖρα, καὶ τῇ παλάμῃ αὐτοῦ πληγὰς τρεῖς ἐπὶ τὴν αὐτοῦ παρειὰν ἐπαγαγὼν μετὰ κραυγῆς ἔφη
20ταῦτα, Ἀποτιναξάμενος τὴν τῆς σῆς δουλείας τύχην, ὦ Βινδίκιε, καὶ τὴν ταύτης ἐκδυσάμενος ζυγὸν ἔνδυσαι Ῥωμαϊκῆς ἐλευθερίας θώρακα τὸν ἅπαντα τῆς ζωῆς σου χρόνον. καὶ ἀφελόμενος ἐκ τῆς ἰδίας χειρὸς δακτύλιον χρυσοῦν ἐπέβαλεν εἰς τὴν δεξιὰν αὐ‐
τοῦ χεῖρα, δεδωκὼς αὐτῷ καὶ ἀξίαν κόμητος καὶ μέρος τῆς αὑτοῦ182
Chron
.

183

περιουσίας, καλέσας τὴν αὐτὴν ἡμέραν τῆς ἑορτῆς Κονσίλια, ἅπερ ἑρμηνεύεται παροχῆς ἡμέρα, προστάξας καὶ τοῖς παρ’ αὐ‐ τοῦ προβληθεῖσιν ὑπατικοῖς ἄρχουσι τῶν ἐπαρχιῶν τῇ αὐτῇ ἡμέ‐ ρᾳ κατ’ ἔτος ἱερὰν παννυχίδα καὶ ἑορτὴν τῇ Δίκῃ ἐπιτελεῖν εἰς
5μνημόσυνον τῆς κατὰ τοῦ Ταρκυνίου νίκης καὶ τῆς κατ’ ἀξίαν ἐλευθερίας τοῦ Βινδικίου εἰς τὸ προτρέψασθαι τοὺς λοιποὺς τοὺς πανταχοῦ οἰκέτας εὐγνωμονεῖν τοῖς ἰδίοις δεσπόταις καὶ τοιαύτης ἐλευθερίας ἀξιοῦσθαι καὶ τιμῆς. ἅτινα Κονσίλια οἱ ὑπατικοὶ ἄρχοντες τῶν ἐπαρχιῶν ἕως τῆς νῦν ἐπιτελοῦσι πανη‐
10γυρίζοντες. περὶ ὧν καὶ Λίβιος ὁ σοφὸς καὶ ἕτεροι πολλοὶ συνε‐ γράψαντο. Μετὰ δὲ χρόνους πολλοὺς τυραννήσαντες οἱ Γάλλοι ἐκίνησαν πόλεμον Ῥωμαίοις· καὶ τοῦτο γνοῦσα ἡ σύγκλητος Ῥώμης προε‐ χειρίσατο κατ’ αὐτῶν στρατηγὸν δυνατὸν ὀνόματι Μαλλίωνα
15Καπιτωλῖνον. ὅστις ὁπλισάμενος καὶ λαβὼν στρατὸν πολεμι‐ κώτατον, ὥρμησεν εἰς τοὺς Γάλλους· καὶ συμβαλὼν πόλεμον ἐνίκησε κατὰ κράτος. καὶ ὑποστρέψας ἐθριάμβευσε τὴν νίκην ἐν τῇ Ῥώμῃ, καὶ εἰσῆλθεν ἀπονενοημένος κατὰ τῆς συγκλήτου καὶ τοῦ στρατοῦ καὶ τοῦ δήμου· καὶ διὰ τοῦτο ἐλυπήθη ἡ σύγ‐
20κλητος καὶ πάντες. φθονηθεὶς δὲ ὑπό τινος ἐχθροῦ αὐτοῦ συγκλητικοῦ, ὄντος ἐν δυνάμει, ὀνόματι Φεβρουαρίου, καταγο‐
μένου ἐκ γένους τῶν Γάλλων, κατεσκευάσθη. ἐν κομβεντίῳ γὰρ183
Chron
.

184

εἰσελθόντος τοῦ Μαλλίωνος Καπιτωλίνου, καὶ τοῦ κοινοῦ τῆς συγκλήτου καθεζομένου, ἐξαναστὰς ὁ Φεβρουάριος συγκλητικὸς λέγει τῷ Μαλλίωνι, Τοῦ στρατοῦ Ῥωμαίων νικήσαντος τοὺς Γάλ‐ λους σὺ τί ὑπεραίρῃ, ὡς μονομαχήσας; ἡ τύχη Ῥωμαίων ἀεὶ
5νικᾷ τοὺς πολεμίους· οὐ διέλαθε δὲ ἡμᾶς καὶ τοῦτο, ὅτι διὰ τοῦ‐ το ἐν ἀπονοίᾳ τοσαύτῃ ὑπάρχεις, ὡς βουλόμενος καὶ σὺ τυραν‐ νῆσαι τοὺς Ῥωμαίους· ὅπερ οὐκ ἐγγίνεταί σοι. καὶ ἀκούσασα ταῦτα ἡ σύγκλητος καὶ ὁ στρατὸς καὶ ὁ δῆμος, ἐπῆλθε τῷ Μαλλίωνι Καπιτωλίνῳ. ὁ δὲ δῆμος ἐπαναστὰς κατὰ γνώμην
10τῆς συγκλήτου ἐβόησαν ἐκβληθῆναι ἀπὸ τῆς πόλεως Ῥώμης τὸν αὐτὸν Μαλλίωνα Καπιτωλῖνον· ὅστις εὐλαβηθεὶς τὸν στρατὸν καὶ τὸν δῆμον ἐξῆλθεν ἐν τοῖς ἰδίοις κτήμασι, πλησίον τῆς λε‐ γομένης Ἀπουληίας χώρας, κἀκεῖ διῆγεν ἡσυχάζων. ἐκείνου δὲ φυγόντος ἐπῆλθεν ὁ δῆμος Ῥωμαίων τῷ οἴκῳ αὐτοῦ, καὶ πάντα
15τὰ διαφέροντα αὐτῷ διήρπασαν. Οἱ δὲ Γάλλοι προχειρισάμενοι αὑτοῖς ῥῆγα δυνατὸν ἐν πολέ‐ μοις ὀνόματι Βρῆνον, ἐπεστράτευσαν εὐθέως ἐπὶ τῆς Ῥώμης, ἀκούσαντες καὶ διὰ τὸν Μαλλίωνα ὅτι ἐξεβλήθη ἀπὸ τῆς Ῥώ‐ μης. καὶ ὁρμήσας ὁ Βρῆνος ῥὴξ ἐξαίφνης εἰσῆλθεν ἐν τῇ Ῥώ‐
20μῃ, καὶ παρέλαβεν αὐτὴν νυκτὸς ἐν χειμῶνι, τῇ πεντεκαιδεκάτῃ τοῦ ἑξτιλλίου μηνός, προπέμψας λάθρᾳ τοὺς ὀφείλοντας φο‐ νεῦσαι τοὺς πορταρίους καὶ ἀνοῖξαι αὐτῷ τὴν πόρταν. καὶ τούτων φονευομένων ἐγένετο πτῦρμα· καὶ γνόντες οἱ συγκλητι‐ κοὶ τὴν παράληψιν τῆς πόλεως, ἔφυγον πάντες, καὶ φανεροὶ τῶν
25τῆς πόλεως λαμπροὶ σὺν γυναιξὶ καὶ τέκνοις εἰσῆλθον ἐν τῷ184
Chron
.

185

Καπετωλίῳ εἰς τὸ ἱερὸν τοῦ Διὸς μετὰ τῶν ἰδίων χρημάτων. πα‐ ραλαβὼν δὲ ὁ Βρῆνος ῥὴξ τὴν πόλιν Ῥώμην, κατασφάζει πολλοὺς πολίτας καί τινας τῶν στρατιωτῶν καὶ αἰχμαλωτίζει· καὶ ἔμενε πολιορκῶν τὸ Καπετώλιον διὰ τοὺς ὄντας ἐν αὐτῷ συγκλητι‐
5κοὺς καὶ διὰ τὰ χρήματα αὐτῶν. δυνηθέντες δὲ οἱ συγκλητι‐ κοὶ ἔγραψαν, δεόμενοι τοῦ Μαλλίωνος Καπιτωλίνου συνάξαι τὸν κατὰ πόλιν καὶ χώραν Ῥωμαίων ὄντα ἐγκάθετον στρατόν, καὶ ἐλθεῖν εἰς ἐκδίκησιν τῆς Ῥώμης καὶ εἰς βοήθειαν αὐτῶν. καὶ δεξάμενος τὰ τῆς συγκλήτου γράμματα ὁ Μαλλίων Καπιτωλῖ‐
10νος, γνοὺς ὅτι ἐλήφθη ἡ Ῥώμη καὶ τὸ Καπετώλιον φρουρεῖ‐ ται ὑπὸ τοῦ Βρήνου, ῥηγὸς τῶν Γάλλων, ἐταράχθη· καὶ συνα‐ γαγὼν εὐθέως πάντοθεν πλῆθος στρατοῦ, καὶ ὁρμήσας, ἦλθε κατὰ τοῦ Βρήνου ῥηγὸς ἐξαίφνης ἀπροσδοκήτως εἰς τὴν Ῥώμην· καὶ αὐτὸς νυκτὸς κατάξας τὸν ἴδιον στρατὸν ἐν ταῖς ῥύμαις τῆς
15πόλεως, καὶ μεσάσας τὸν Βρῆνον ῥῆγα καὶ τοὺς αὐτοῦ πάν‐ τας, ὡς ξένους, ἀνεῖλε. καὶ περιγενόμενος συνελάβετο τὸν αὐ‐ τὸν Βρῆνον ῥῆγα· καὶ εὐθέως ἀπεκεφάλισεν αὐτόν, καὶ ἔπηξεν ἐν κοντῷ τὴν κεφαλὴν αὐτοῦ. καὶ τὰ πλήθη δὲ αὐτοῦ καὶ τοὺς κόμητας αὐτοῦ κατακόψας, ἐῤῥύσατο πάντας οὓς συνελάβετο
20Ῥωμαίους αἰχμαλώτους, ἀφελόμενος καὶ πάντα τὰ παρ’ αὐτῶν πραιδευθέντα καὶ ἐξελθοῦσα ἡ σύγκλητος Ῥωμαίων ἐκ τοῦ Κα‐ πετωλίου μετὰ τὴν νίκην τοῦ Μαλλίωνος Καπιτωλίνου εὐθέως ἐψηφίσατο αὐτὸν ἅμα τῷ στρατῷ καὶ τῷ δήμῳ τῷ περιλει‐
φθέντι αὐτῷ αὐτὸν μόνον διοικεῖν τὰ Ῥωμαίων πράγματα.185
Chron
.

186

καὶ κρατήσας πάλιν τῆς Ῥώμης ὁ Μαλλίων Καπιτωλῖνος εὐθέως ἐλυπήθη διὰ τὴν παράληψιν τῆς πόλεως Ῥώμης καὶ τὴν ὕβριν καὶ τὴν ἧτταν Ῥωμαίων. ἐν δὲ τῷ λεγομένῳ μηνὶ ἑξτιλλίῳ τοῦ αὐτοῦ μηνὸς τὰς ἡμέρας ἐκολόβωσεν, ὡς δυσοιωνίστου γε‐
5νομένου τῇ πόλει Ῥώμῃ, ἀποχαράξας καὶ τὸ ὄνομα αὐτοῦ, μη‐ κέτι καλεῖσθαι οὕτως. συσχὼν δὲ καὶ τὸν συγκλητικὸν τὸν ἐχθρὸν αὐτοῦ, τὸν κατασκευάσαντα αὐτῷ, ὀνόματι Φεβρουά‐ ριον, τὸν καὶ ποιήσαντα αὐτὸν ἐκβληθῆναι ἔξω τῆς πόλεως Ῥώ‐ μης, καὶ πάντα τὰ αὐτοῦ ἀφελόμενος, εὐθέως ἐπ’ ὄψεσιν αὐτοῦ
10ἐῤῥόγευσε τῷ ἐλθόντι στρατῷ μετ’ αὐτοῦ εἰς ἐκδίκησιν τῆς πό‐ λεως Ῥώμης, προσφωνήσας τῇ συγκλήτῳ καὶ τῷ στρατῷ ὅτι οὗτος ἐκ γένους ἐστὶ τῶν Γάλλων, ὡς καὶ ὑμεῖς ἐπίστασθε, κἀ‐ κείνους ἐκδικῶν κατεσκεύασέ μοι. ἔχει δὲ καὶ ἐνυβρισμένον βίον· ἔστι γὰρ κίναιδος, καὶ οὐκ ἐχρῆν αὐτὸν οἰκεῖν ἐν τῇ Ῥώ‐
15μῃ, ἀλλὰ χρὴ ἐκβληθῆναι αὐτὸν ἀτίμως καὶ ἐν τῇ αὐτοῦ ζωῇ ἀφαιρεθῆναι τὸ ὄνομα αὐτοῦ καὶ δοθῆναι αὐτὸν εἰς θυσίαν τοῖς καταχθονίοις θεοῖς. καὶ συνῄνεσεν ἡ σύγκλητος καὶ ὁ στρα‐ τός· καὶ εὐθέως ἀφελόμενος αὐτοῦ ἀξίαν ἀπέδυσεν αὐτὸν γυ‐ μνόν, καὶ περιειλήσας αὐτὸν ψίαθον καὶ περιζώσας αὐτὸν σχοῖ‐
20νον μάσσινον, ἐπιθεὶς τὸ ὄνομα τοῦ αὐτοῦ συγκλητικοῦ δι’ ἐγ‐ γράφου προστάξεως αὐτοῦ τῷ μηνὶ τῷ ἑξτιλλίῳ, ποιήσας λέ‐ γεσθαι τὸν αὐτὸν μῆνα ἐξ ἐκείνου Φεβρουάριον, ὡς ἀξίου ὄντος τοῦ ὀνόματος τοῦ μηνὸς δυσοιωνίστου καὶ ἀτίμου, κελεύσας τοῖς
βερνάκλοις, τοῦτ’ ἐστὶ περιπόλοις, βαλισσήνοις βάκλοις τύπτειν186
Chron
.

187

αὐτὸν καὶ κράζειν, Ἔξιθι, φεβρουᾶρι, ὅπερ ἐστὶ τῇ Ἑλληνί‐ δι γλώσσῃ Ἔκβα, περίτιε. καὶ οὕτως ἐκβληθεὶς ἀπὸ τῆς πόλεως Ῥώμης ὁ αὐτὸς συγκλητικὸς ἐτελεύτα, θυσιασθεὶς τοῖς καταχθονίοις θεοῖς. καὶ ἐπιτρέψας τοῖς ἱερεῦσιν ὁ αὐτὸς Μαλ‐
5λίων ποιεῖν θυσίαν ἐν τῷ αὐτῷ μηνὶ φεβρουαρίῳ, κελεύσας ἐν ἑκάστῃ πόλει Ῥωμαίων τὸ αὐτὸ σχῆμα τοῦ φορέματος τοῦ ψια‐ θίου γίνεσθαι καὶ τὰ λοιπὰ κατ’ ἔτος, καὶ διώκεσθαι τὸν φε‐ βρουάριον τὸν καὶ περίτιον μῆνα πρὸ τῆς πόλεως τυπτόμε‐ νον, τὴν κατὰ τοῦ Βρήνου καὶ τῶν Γάλλων σημαίνων νίκην
10καὶ τὴν τοῦ ἐχθροῦ τοῦ Μαλλίωνος ἐκδίκησιν, ὅπερ γίνεται ἕως τῆς νῦν εἰς ἑκάστην πόλιν Ῥωμαίων. ἥντινα ἔκθεσιν ηὗρον ἐν Θεσσαλονίκῃ πόλει· καὶ ἀναγνοὺς ηὗρον ἐπιγεγραμμένην τὴν βίβλον Ἔκθεσις Βρουνιχίου Ῥωμαίου χρονογράφου. Μετὰ δὲ τοῦ διοικῆσαι τοὺς ὑπάτους ἔτη πολλὰ πάλιν ἐβα‐
15σίλευσε πρῶτος Ὀκταβιανὸς Αὔγουστος. ὃς ἐπεμέμφετο τῷ Μαλλίωνι Καπιτωλίνῳ, ὡς τάξαντι τὸν κακοιώνιστον φεβρουά‐ ριον μῆνα μέσον, καὶ μεταγαγὼν εὐθέως ὁ αὐτὸς Αὔγουστος διὰ θείας αὐτοῦ κελεύσεως τὸ ὄνομα τοῦ φεβρουαρίου μηνὸς ὕστερον πάντων τῶν μηνῶν ἔταξε, καὶ ἀντ’ αὐτοῦ τὸ ἴδιον ἑαυ‐
20τοῦ ὄνομα αὔγουστον τὸν ἕκτον ἀπὸ τοῦ πρίμου καὶ τὸν πρὸ τοῦ αὐγούστου μηνὸς ἐκάλεσεν εἰς τὸ ὄνομα τοῦ θείου αὐ‐
τοῦ Ἰουλίου Καίσαρος.187
Chron
.

188

Μετὰ δὲ τὸ ἐκβληθῆναι τὸν Ταρκύνιον τῆς βασιλείας διῴ‐ κουν τὴν πόλιν οἱ προειρημένοι ὕπατοι δύο, Βροῦτος ὁ μέγας καὶ ὁ Κολλατῖνος ὁ ἀνὴρ τῆς Λουκρητίας, καὶ ἄλλοι ὕπατοι πολλοὶ ἕως Καίσαρος Ἰουλίου ἐπὶ ἔτη υξδʹ.
5 Ἐν δὲ τοῖς προειρημένοις χρόνοις μετὰ Ἰωακεὶμ Ἀδδοῦς, ὅστις ἱερεὺς ἦν τῶν Ἰουδαίων, τῶν δὲ Ἑλλήνων φιλόσοφος παι‐ δευτὴς Πλάτων· ὅστις γράφων πρὸς Τίμαιον περὶ θεοῦ εἶπεν ὅτι τὸ θεῖον ἐν τρισὶν ὀνόμασι, μία δὲ δύναμις καὶ θεότης, εἰπὼν εἶναι πρῶτον αἴτιον τὸ ἀγαθὸν τὸ οἰκτεῖρον τὰ πάντα, δεύ‐
10τερον αἴτιον νοῦς ὁ δημιουργήσας τὰ πάντα, τρίτον αἴτιον ἡ ζωοποιὸς ψυχή, ἥτις ἐζωογόνησε τὰ πάντα. τὰς οὖν τρεῖς δυ‐ νάμεις μίαν ὑπάρχειν θεότητα ὡμολόγησε. ταῦτα Κύριλλος ὁ ὁσιώτατος ἐπίσκοπος Ἀλεξανδρείας ἐν τοῖς συγγράμμασιν αὐ‐ τοῦ ἐνέταξε τοῖς κατὰ Ἰουλιανοῦ τοῦ βασιλέως τοῦ παραβάτου,
15λέγων ὅτι τὴν ἁγίαν τριάδα εἰς μονάδα θεότητος πάντας προει‐ πεῖν ἀγνοοῦντας τὸ μέλλον. Ἐν δὲ τοῖς χρόνοις τοῦ αὐτοῦ Πλάτωνος ἦσαν καὶ ἄλλοι φιλόσοφοι Ἑλλήνων παιδευταί, Ξενοφῶν καὶ Αἰσχίνης καὶ Ἀρι‐ στοτέλης. οἵτινες πλάνην μετεμψυχώσεως παρεισήγαγον τοῖς ἀν‐
20θρώποις· καὶ τὴν μὲν Καλλίστην, θυγατέρα τοῦ Λυκάονος, με‐188
Chron
.

189

τεμψυχωθεῖσαν εἰς ἄρκον, τὴν δὲ Ἱππομένην, θυγατέρα τοῦ Μεγαρέως, εἰς λέοντα, τὴν δὲ Ἰώ, θυγατέρα τοῦ Ἰνάχου, εἰς δάμαλιν, καὶ τὴν Ἀταλάντην, θυγατέρα τοῦ Σχοινέως, εἰς ταῶ‐ να, καὶ τὴν Φιλομήλαν, θυγατέρα Πανδίονος, εἰς χελιδόνα, καὶ
5τὴν Πρόκνην, τὴν ἀδελφὴν αὐτῆς, εἰς ἀηδόνα, καὶ τὴν Νιόβην, θυγατέρα τοῦ Ταντάλου, εἰς λίθον μετεμψυχωθῆναι. καὶ ἄλλα τοιαῦτά τινα ἐμυθολόγησαν αὐτοὶ καὶ οἱ μετ’ αὐτούς. Μετὰ δὲ τὸ τὸν εἰρημένον Ἀρταξέρξην, βασιλέα Περσῶν, ἀποθανεῖν ἐβασίλευσεν Ὦχος, υἱὸς αὐτοῦ· ὅστις ἐπολέμησεν
10Αἰγυπτίοις καὶ παρέλαβε πᾶσαν τὴν γῆν Αἰγύπτου καὶ ἀπώλεσεν αὐτήν, βασιλεύοντος τῶν Αἰγυπτίων τότε τοῦ Νεκταναβώ, τοῦ ποιήσαντος λεκανομαντείαν καὶ γνόντος ὅτι δεῖ τὸν Ὦχον, βασι‐ λέα Περσῶν, παραλαβεῖν τὴν Αἴγυπτον. ὃς καὶ κουρευσάμενος τὴν ἰδίαν κόμην τῆς κεφαλῆς αὐτοῦ καὶ ἀλλάξας αὐτοῦ τὰ βα‐
15σιλικὰ ἱμάτια, ἔφυγε διὰ τοῦ Πηλουσίου ὁ αὐτὸς Νεκταναβώ, καὶ εἰς Πέλλην, πόλιν τῆς Μακεδονίας, διέτριβεν. Ἐν τῷ χρόνῳ οὖν τῷ αὐτῷ ἦν τὰ κατὰ τὴν Ὀλυμπιάδα καὶ τὸν αὐτὸν Νεκταναβὼ θρυλούμενα, ὡς διὰ χλεύης τινὸς ἐπορνεύθη ὑπ’ αὐτοῦ καὶ συνέλαβε τὸν Ἀλέξανδρον, ὃν λέγου‐
20σιν ἀπὸ Διὸς Ἄμμωνος συλληφθῆναι. κατέσχεν οὖν ἡ βασιλεία189
Chron
.

190

τῶν Αἰγυπτίων καὶ Θηβαίων ἡ πρώτη ἔτη ͵αυϟγʹ. ταῦτα δὲ Εἰρηναῖος ὁ σοφὸς χρονογράφος ἐξέθετο. Ἐν τῷ αὐτῷ δὲ καιρῷ ἀρχιερεὺς ἦν τῶν Ἰουδαίων Ἰαδδοῦς· κατέσχεν οὖν ἡ Ἑβραϊκὴ ἀρχιερωσύνη ἔτη ͵ασβʹ.
5 Ἐν δὲ τοῖς αὐτοῖς χρόνοις ἡ Ῥόδος ἡ νῆσος ὑπὸ θεομηνίας σεισμοῦ κατηνέχθη πᾶσα ἐν μηνὶ ὀκτωβρίῳ νυκτός· καὶ ἔπε‐ σεν ἡ στήλη τοῦ κολοσσοῦ καὶ ἔκειτο χαμαί. τότε δὲ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων καὶ τὸ ἔθνος ὅλον φόρους ἐδίδουν Ἀσσυρίοις. ὑπτιώθησαν δὲ τότε οἱ Ἀσσύριοι καὶ ὁ Ὦχος, βασιλεὺς αὐτῶν·
10καὶ ἐτυράννησαν πᾶσαν τὴν γῆν, καὶ παρεδόθη ἡ βασιλεία εἰς χεῖρας Ἀσσυρίων καὶ Περσῶν καὶ Μήδων καὶ Πάρθων. Τῆς δὲ Μακεδονίας ἐβασίλευσε Φίλιππος ἔτη κʹ. ὅστις νική‐ σας ὑπέταξε τὴν Θεσσαλίαν, καὶ κτίζει πόλιν εἰς τὴν Μακεδο‐ νίαν, ἣν ἐκάλεσε Θεσσαλονίκην, τὴν πρῴην λεγομένην κώμην
15Θέρμας. Διονύσιος δὲ ἐξέθετο ὅτι εἰς ὄνομα βασιλίσσης μιᾶς τοῦ γένους Φιλίππου μετὰ ταῦτα ἐκλήθη Θεσσαλονίκη. κατέ‐ σχεν οὖν ἡ βασιλεία, ἤτοι τοπαρχία, Μακεδόνων ἔτη χβʹ ἕως τῆς βασιλείας τοῦ αὐτοῦ Φιλίππου, καθὼς ὁ σοφώτατος Εὐσέ‐ βιος ὁ Παμφίλου χρονογραφεῖ.
20Καὶ μετὰ Φίλιππον ἐβασίλευσε τῆς Μακεδονίας Ἀλέξανδρος190
Chron
.

191

ὁ Φιλίππου. τῶν δὲ Βαβυλωνίων μετὰ τὸν Ὦχον ἐβασίλευσε Δαρεῖος ὁ Μῆδος ὁ Ἀσσαλάμου· καὶ κατεκυρίευσε πάντων. Οἱ δὲ Ῥωμαῖοι ἐπὶ τῆς αὐτοῦ βασιλείας περιγενόμενοι προσελάβοντο τὴν περιοχὴν τῆς αὐτῶν γῆς· καὶ προβαλλόμενοι
5δυνατοὺς ὑπάτους χώρας ἀπέσπων.191
Chron
.

192

(t1)

ΛΟΓΟΣ ΟΓΔΟΟΣ
t2ΧΡΟΝΩΝ ΜΑΚΕΔΟΝΩΝ.
1Τῷ δὲ τετάρτῳ ἔτει τῆς βασιλείας Δαρείου τοῦ Μήδου τοῦ Ἀσσαλάμου ἐξανέστησεν ὁ θεὸς τοῖς Ἀσσυρίοις καὶ Πέρσαις καὶ Πάρθοις καὶ Μήδοις Ἀλέξανδρον τὸν τῆς Μακεδονίας το‐ πάρχην, ἤτοι βασιλέα, τὸν Φιλίππου. ὅστις καὶ τὴν μεγάλην
5Ἀλεξάνδρειαν ἔκτισε, τὴν πρῴην λεγομένην κώμην Ῥακοῦστιν· ἣν αὐτὸς ἐκάλεσεν εἰς ἴδιον ὄνομα Ἀλεξάνδρειαν, θυσιάσας κόρην παρθένον, Μακεδονίαν παρ’ αὐτοῦ κληθεῖσαν. ἔκτισε δὲ καὶ ἱερὸν τῷ Σεράπι Ἡλίῳ, καὶ δημόσιον, ὃ καλεῖται ὁ Ἵππος, καὶ ἀλλὰ ἱερά. ὅστις βασιλεὺς Ἀλέξανδρος προτρεψάμενος ὁμόφρο‐
10νας γενναίους στρατηγούς, κατὰ τῆς ἀπονοίας Ἀσσυρίων ὀργι‐ σθείς, πρῶτος παρετάξατο Δαρείῳ τῷ βασιλεῖ Περσῶν. καὶ
ἐλθὼν εἰς Βυζούπολιν τῆς Εὐρώπης ἔκτισεν ἐκεῖ τόπον, ὅνπερ ἐκά‐192
Chron
.

193

λεσε τὸ Στρατήγιον· ἐκεῖ γὰρ στρατηγήσας τὰ τοῦ πολέμου με‐ τὰ τοῦ ἰδίου στρατοῦ καὶ τῶν συμμάχων αὐτοῦ ἐπέρασεν ἐκεῖ‐ θεν σὺν τῷ ἰδίῳ πλήθει ἄντικρυς εἰς ἐμπόριον τῆς Βιθυνίας λε‐ γόμενον Δίσκοι. βουλόμενος δὲ προτρέψασθαι τὸ ἴδιον στρά‐
5τευμα ἐῤῥόγευσεν αὐτοῖς ἐκεῖ πολὺν χρυσόν, καὶ μετεκάλεσε τὸ αὐτὸ ἐμπόριον Χρυσόπολιν· ὅπερ οὕτως καλεῖται ἕως τῆς νῦν. καὶ ἐξορμήσας ἐκεῖθεν ἐν τῇ Τροίᾳ ἦλθε· καὶ ποιήσας θυσίαν εἰς τὸν τύμβον τοῦ Ἀχιλλέως ὡς ἐκ γένους αὐτοῦ καταγόμενος, ᾔτησε τὸ πνεῦμα αὐτοῦ συμμαχεῖν αὐτῷ ἐν τῷ πολέμῳ. ἐκ τοῦ
10γὰρ Μολοσσοῦ τοῦ υἱοῦ Πύῤῥου καὶ τῆς Ἀνδρομάχης κατήχθη ἡ Ὀλυμπιὰς ἡ μήτηρ τοῦ αὐτοῦ Ἀλεξάνδρου τοῦ Μακεδόνος. καὶ εὐθέως ὡς πάρδαλις ἐκεῖθεν ὁρμήσας ὁ Ἀλέξανδρος, ἅμα τοῖς σὺν αὐτῷ στρατηγοῖς παρέλαβε πάσας τὰς χώρας. καὶ νι‐ κήσας τὸν Δαρεῖον, βασιλέα Περσῶν, τὸν Ἀσσαλάμου, παρέλαβεν
15αὐτὸν καὶ πᾶσαν τὴν βασιλείαν αὐτοῦ καὶ πᾶσαν τὴν χώραν Ἀσσυρίων καὶ Μήδων καὶ Πάρθων καὶ Βαβυλωνίων καὶ Περσῶν καὶ πάσας τὰς βασιλείας τῆς γῆς, καθὼς Βόττιος ὁ σοφώτατος συνεγράψατο, ἐλευθερώσας ὁ αὐτὸς Ἀλέξανδρος καὶ τὰς πόλεις καὶ τὰς χώρας καὶ πᾶσαν τὴν γῆν τῶν Ῥωμαίων καὶ Ἑλλήνων
20καὶ Αἰγυπτίων ἐκ τῆς Ἀσσυρίων καὶ Περσῶν καὶ Πάρθων καὶ Μήδων ὑποταγῆς καὶ δουλείας, ἀποδοὺς Ῥωμαίοις πάντα ἃ ἀπώλεσαν.
Γίνεται οὖν ἀπὸ Ἀδὰμ ἕως τῆς Ἀλεξάνδρου τοῦ Μακεδό‐193
Chron
.

194

νος νίκης ἔτη ͵εφνζʹ. ἦν δὲ τότε ἀρχιερεὺς τῶν Ἰουδαίων ὁ Ἀδ‐ δούς. Ἐλύθη δὲ τότε τὰ Περσικὰ μέρη καὶ τὰ βασίλεια αὐτῆς, καὶ κατεδυνάστευσαν οἱ Μακεδόνες καὶ Ἀλέξανδρος μετὰ τῶν ἅμα
5αὐτῷ συμμάχων τῆς γῆς Χαλδαίων καὶ Μήδων καὶ Περσῶν καὶ Πάρθων· καὶ νικήσαντες καὶ φονεύσαντες τὸν Δαρεῖον, εἰσῆλ‐ θον εἰς τὰ βασίλεια τοῦ αὐτοῦ Δαρείου. καὶ ἐνομοθέτησεν ὁ αὐτὸς Ἀλέξανδρος τὴν χώραν αὐτῶν καὶ ἐβασίλευσεν αὐτῶν· καὶ ἤγειραν αὐτῷ οἱ Πέρσαι στήλην ἔφιππον χαλκῆν εἰς Βαβυλῶνα,
10ἥτις ἵσταται ἕως τῆς νῦν. Ὁ δὲ αὐτὸς Ἀλέξανδρος τὴν θυγατέρα Δαρείου τοῦ βασιλέως Περσῶν Ῥωξάνην λαβὼν αἰχμάλωτον, παρθένον οὖσαν, ἠγάγετο εἰς γυναῖκα. παρέλαβε δὲ καὶ πάντα τὰ Ἰνδικὰ μέρη καὶ τὰ βασίλεια αὐτῶν ὁ αὐτὸς Ἀλέξανδρος, λαβὼν καὶ Πῶρον τὸν βα‐
15σιλέα Ἰνδῶν αἰχμάλωτον· καὶ τὰ ἄλλα πάντα τὰ τῶν ἐθνῶν βα‐ σίλεια δίχα τῆς βασιλείας τῆς Κανδάκης τῆς χήρας τῆς βασι‐ λευούσης τῶν ἐνδοτέρων Ἰνδῶν· ἥτις συνελάβετο τὸν αὐτὸν Ἀλέξανδρον τῷ τρόπῳ τούτῳ. Ἔθος εἶχεν ὁ αὐτὸς Ἀλέξανδρος μετὰ τῶν πεμπομένων παρ’
20αὐτοῦ πρεσβευτῶν πρὸς τοὺς ἐναντίους βασιλεῖς εἰσέρχεσθαι ἐν σχήματι στρατιώτου καὶ ὁρᾶν ὁποῖός ἐστιν ὁ βασιλεὺς ἐκεῖνος. ἡ δὲ Κανδάκη βασίλισσα μαθοῦσα τοῦτο, περιειργάσατο ὁποίας
ἐστὶ θέας καὶ τί ἔχει σύσσημον. καὶ ἐῤῥέθη αὐτῇ ὅτι ἐστὶ χθα‐194
Chron
.

195

μαλός, ὀδόντας ἔχων μεγάλους καὶ φαινομένους, ἔχων δὲ ὀφθαλ‐ μὸν γλαυκὸν ἕνα καὶ ἕνα μέλανα. καὶ ἐσημειώσατο καθ’ ἑαυτὴν ταῦτα· καὶ εἰσελθόντα πρὸς αὐτὴν ἅμα τοῖς πεμφθεῖσι παρ’ αὐ‐ τοῦ πρεσβευταῖς γνωρίσασα οὖν αὐτὸν ἐκ τῶν συσσημάτων, συνέ‐
5σχεν αὐτὸν καὶ εἶπεν αὐτῷ, Ἀλέξανδρε βασιλεῦ, τὸν κόσμον ὅλον παρέλαβες· καὶ γυνή σε μία παρέλαβεν. ὁ δὲ Ἀλέξανδρος εἶπεν αὐτῇ, Διὰ τὸ σπουδαῖον καὶ περίγοργον τῆς φρονήσεώς σου ἀβλαβῆ σε φυλάξω καὶ τὴν σὴν γῆν καὶ τοὺς σοὺς υἱεῖς, ἄγο‐ μαι δέ σε εἰς γυναῖκα. ἥτις Κανδάκη ἀκούσασα δέδωκεν ἑαυ‐
10τήν· ὁ δὲ Ἀλέξανδρος εὐθέως ἔλαβεν αὐτὴν μεθ’ ἑαυτοῦ καὶ εἰσ‐ ῆλθεν ἐπὶ τὴν Αἰθιοπίαν καὶ εἰς ἄλλας χώρας. Μέλλων δὲ τελευτᾶν ὁ αὐτὸς Ἀλέξανδρος διετάξατο ὥστε πάντας τοὺς σὺν αὐτῷ ὑπερασπιστὰς καὶ συμμάχους βασιλεύειν τῆς αὐτῆς χώρας ὅπου ἦν αὐτοὺς ἐάσας καὶ κρατεῖν τῶν ἐκεῖσε
15τόπων. ἔζησε δὲ ὁ αὐτὸς Ἀλέξανδρος ἔτη λϛʹ, ἐβασίλευσε δὲ ὑποτάξας τὰ πάντα ἔτη ιζʹ, ὁ δὲ πόλεμος αὐτοῦ ἐκράτησεν ἔτη θʹ, ὑπέταξε δὲ βαρβάρων ἔθνη κβʹ, Ἑλλήνων φυλὰς ιγʹ, καὶ ἔκτισε πόλεις αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ πολλάς. Ἔστιν οὖν ἀπὸ Ἀδὰμ ἕως τῆς τελευτῆς Ἀλεξάνδρου τοῦ Μα‐
20κεδόνος ἔτη ͵εφϟγʹ, καθὼς συνεγράψατο Θεόφιλος ὁ χρονογράφος. Μετὰ οὖν τὴν τελευτὴν Ἀλεξάνδρου τοῦ Μακεδόνος ἐμερί‐ σθησαν εἰς τέσσαρας τοπαρχίας, ἤτοι βασιλείας, αἱ χῶραι ἃς ὑπέ‐
ταξεν ὁ αὐτὸς Ἀλέξανδρος ἅμα τοῖς συμμάχοις αὐτοῦ· καὶ ἐβα‐195
Chron
.

196

σίλευσαν αὐτῶν οἱ Μακεδόνες οἱ συνασπισταὶ τοῦ αὐτοῦ Ἀλεξάν‐ δρου καθὼς διετάξατο οὕτως. τῆς Μακεδονίας καὶ τῆς Εὐρώ‐ πης πάσης κρατεῖν καὶ βασιλεύειν Φίλιππον τὸν ἀδελφὸν αὐτοῦ τὸν ἴδιον τὸν μείζονα. καὶ ἐβασίλευσεν ὁ Φίλιππος, καὶ μετὰ
5Φίλιππον ἐβασίλευσε Κάσσανδρος, καὶ μετὰ Κάσσανδρον ἐβασί‐ λευσαν οἱ παῖδες τοῦ αὐτοῦ Κασσάνδρου, καὶ μετ’ αὐτοὺς ἐβασί‐ λευσε Δημήτριος, καὶ μετὰ Δημήτριον ἐβασίλευσεν ὁ Ἠπειρώτης Πύῤῥος, καὶ μετὰ Πύῤῥον τὸν Ἠπειρώτην ἐβασίλευσε Μελέα‐ γρος καὶ ἄλλοι βασιλεῖς ἓξ ἐβασίλευσαν ἕως τῆς βασιλείας Περ‐
10σέως τοῦ Ἠπειρώτου. καὶ ἐκράτησεν ἡ βασιλεία αὐτῶν μετὰ τὴν τελευτὴν Ἀλεξάνδρου ἔτη ρνζʹ. Τῆς δὲ Αἰγύπτου πάσης καὶ τῆς Λιβύης ἦν διαταξάμενος ὁ αὐτὸς Ἀλέξανδρος κρατεῖν καὶ βασιλεύειν Πτολεμαῖον τὸν Λάγου τὸν ἀστρονόμον· ὃς ἐβασίλευσεν Αἰγυπτίων ἐν τῷ τῶν Μακεδό‐
15νων κράτει ἔτη μβʹ. δεύτερος δὲ βασιλεὺς Πτολεμαῖος ὁ υἱὸς αὐτοῦ. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας τοῦ αὐτοῦ Πτολεμαίου τοῦ υἱοῦ Λάγου ἡρμηνεύθησαν αἱ βίβλοι τῶν Ἰουδαίων ἑλληνιστὶ παρὰ τῶν οβʹ διδασκάλων δι’ ἡμερῶν οβʹ· ἦσαν γὰρ γεγραμμέναι
20ἑβραϊστί· οἷα τοῦ αὐτοῦ Πτολεμαίου βουληθέντος ἀναγνῶναι δι’ Ἑλληνικῆς φράσεως τὴν δύναμιν τῶν Ἰουδαϊκῶν βιβλίων. Μετὰ δὲ τὴν βασιλείαν αὐτοῦ ἐβασίλευσε τρίτος Πτολεμαῖος
ὁ Φιλάδελφος ἔτη λζʹ, καὶ μετ’ αὐτὸν ἐβασίλευσε τέταρτος Πτο‐196
Chron
.

197

λεμαῖος ὁ Εὐεργέτης ἔτη κεʹ, καὶ μετ’ αὐτὸν ἐβασίλευσε εʹ Πτολε‐ μαῖος ὁ Φιλοπάτωρ ἔτη ιζʹ, καὶ μετ’ αὐτὸν ἐβασίλευσεν ϛʹ Πτολε‐ μαῖος ὁ Ἐπιφανής, καὶ μετ’ αὐτὸν ἐβασίλευσεν ζʹ Πτολεμαῖος ὁ Φιλομήτωρ ἔτη ιαʹ. καὶ ἕτεροι Πτολεμαῖοι βασιλεῖς πέντε ἐβα‐
5σίλευσαν ἔτη ϟβʹ, δωδέκατος δὲ Πτολεμαῖος ἐβασίλευσεν ὀνόματι Διόνυσος ἔτη κθʹ, ὃς ἔσχε θυγατέρα ὀνόματι Κλεοπάτραν καὶ υἱὸν ὀνόματι Πτολεμαῖον. καὶ λοιπὸν τρισκαιδεκάτη βασίλισσα τῶν Πτολεμαίων Κλεοπάτρα· ἐβασίλευσε δὲ ἡ αὐτὴ Κλεοπάτρα ἡ θυγάτηρ τοῦ αὐτοῦ Διονύσου ἔτη κβʹ. ἐβασίλευσαν οὖν οἱ ιγʹ
10Πτολεμαῖοι οἱ Μακεδόνες τῆς Αἰγυπτιακῆς χώρας ἁπάσης ἀπὸ τοῦ Πτολεμαίου τοῦ Λάγου ἕως Κλεοπάτρας τῆς Διονύσου θυ‐ γατρὸς ἔτη τʹ ἕως τοῦ ιεʹ ἔτους τῆς βασιλείας Αὐγούστου Καί‐ σαρος τοῦ καὶ Ὀκταβιανοῦ Σεβαστοῦ Ἰμπεράτορος, τοῦ νική‐ σαντος τὸν Ἀντώνιον καὶ τὴν αὐτὴν Κλεοπάτραν ἐν τῇ ἐπὶ χώρᾳ
15ναυμαχίᾳ εἰς τὸν Λευκάτην τόπον καὶ φονεύσαντος αὐτοὺς καὶ ὑποτάξαντος τὴν Αἴγυπτον πᾶσαν, καθὼς Εὐσέβιος ὁ Παμφί‐ λου καὶ Παυσανίας οἱ χρονογράφοι συνεγράψαντο. Τῆς δὲ Ἀσίας διετάξατο κρατεῖν καὶ βασιλεύειν Ἀντίγονον τὸν λεγόμενον Πολιορκητὴν ἕως τῆς Κιλικίας καὶ τοῦ Δράκον‐
20τος ποταμοῦ τοῦ νυνὶ λεγομένου Ὀρόντου τοῦ διορίζοντος τὴν Κιλικίαν χώραν καὶ τὴν Συρίαν, ὅστις Τυφῶν καὶ Ὀφίτης κα‐ λεῖται.
Τῆς δὲ Συρίας καὶ Βαβυλωνίας καὶ Παλαιστίνης διετάξατο197
Chron
.

198

κρατεῖν καὶ βασιλεύειν Σέλευκον τὸν Νικάτορα· ὅστις καὶ τῆς Ἀσίας ἐβασίλευσε φονεύσας τὸν Ἀντίγονον. πόλεμον γὰρ συνέ‐ βαλε μετ’ αὐτοῦ, διότι ἔκτισε πόλιν πλησίον τῆς λίμνης καὶ τοῦ ποταμοῦ τοῦ Δράκοντος, ἥντινα ἐκάλεσεν Ἀντιγονίαν. καὶ νική‐
5σας αὐτὸν ὁ Σέλευκος ἔλαβε καὶ τὴν Ἀσίαν πᾶσαν καὶ πάντα τὰ διαφέροντα τοῦ αὐτοῦ Ἀντιγόνου. ὅστις Σέλευκος ἐπέτρεψε τῆς σατραπείας τὴν φροντίδα πάσης τῆς Ἀσίας ἔχειν Νικομήδην καὶ Νικάνορα, τοὺς συγγενεῖς αὐτοῦ, υἱοὺς δὲ Διδυμέας, ἀδελφῆς τοῦ αὐτοῦ Σελεύκου. ὁ δὲ αὐτὸς Σέλευκος ὁ Νικάτωρ ἔλαβε γυναῖκα
10ἐν τῷ πολέμῳ ἀπὸ Πάρθων ὀνόματι Ἀπάμαν παρθένον· ἥντινα ἐπῆρεν ἀνελὼν τὸν πατέρα αὐτῆς Πιθαμένην, ὄντα στρατηγὸν Πάρθων μέγαν. ἀφ’ ἧς Ἀπάμας ἔσχεν ὁ αὐτὸς Σέλευκος θυγα‐ τέρας δύο, Ἀπάμαν καὶ Λαοδίκην. καὶ τελευτησάσης τῆς αὐτοῦ γυναικὸς Ἀπάμας τῆς ἐκ Πάρθων, ἑωρακὼς ἐφίλησεν ἄλλην Στρα‐
15τονίκην ὀνόματι, κόρην εὐπρεπῆ πάνυ, θυγατέρα Δημητρίου, υἱοῦ Ἀντιγόνου τοῦ λεγομένου Πολιορκητοῦ τοῦ φονευθέντος ὑπ’ αὐ‐ τοῦ, ἥντινα ηὗρεν ὁ Σέλευκος ἐν Ῥώσῳ κρυπτομένην μετὰ Δη‐ μητρίου τοῦ πατρὸς αὐτῆς· τὴν δὲ Ῥῶσον πόλιν ἔκτισε Κίλιξ ὁ υἱὸς Ἀγήνορος. ὁ δὲ Σέλευκος ἔσχε θυγατέρα ἐξ αὐτῆς τῆς
20Στρατονίκης ὀνόματι Φίλαν. καὶ λοιπὸν ἐβασίλευσεν ὁ αὐτὸς Σέλευκος τῆς Συρίας καὶ τῆς Ἀσίας πάσης καὶ τῆς Βαβυλῶνος καὶ Παλαιστίνης ἔτη μγʹ.
Ὁ δὲ Νικάτωρ Σέλευκος εὐθέως μετὰ τὴν νίκην Ἀντιγόνου198
Chron
.

199

τοῦ Πολιορκητοῦ, βουλόμενος κτίσαι πόλεις διαφόρους ἤρξατο κτίζειν πρῶτον εἰς τὴν πάραλον τῆς Συρίας. καὶ κατελθὼν παρὰ τὴν θάλασσαν εἶδεν ἐν τῷ ὄρει κειμένην πόλιν μικράν, ἥντινα ἔκτι‐ σε Σύρος ὁ υἱὸς Ἀγήνορος. τῇ δὲ κγʹ τοῦ ξανθικοῦ μηνὸς ἦλθε
5θυσιάσαι εἰς τὸ ὄρος τὸ Κάσιον Διὶ Κασίῳ· καὶ πληρώσας τὴν θυσίαν καὶ κόψας τὰ κρέα ηὔξατο ποῦ χρὴ κτίσαι πόλιν. καὶ ἐξαίφνης ἥρπασεν ἀετὸς ἀπὸ τῆς θυσίας καὶ κατήγαγεν ἐπὶ τὴν παλαιὰν πόλιν· καὶ κατεδίωξεν ὀπίσω Σέλευκος καὶ οἱ μετ’ αὐτοῦ ὀρνοσκόποι, καὶ ηὗρε τὸ κρέας ῥιφὲν παρὰ θάλασσαν κάτω τῆς
10παλαιᾶς πόλεως ἐν τῷ ἐμπορίῳ τῆς λεγομένης Πιερίας. καὶ περι‐ χαράξας τὰ τείχη εὐθέως ἔβαλε θεμελίους, καλέσας αὐτὴν Σελεύ‐ κειαν πόλιν εἰς ἴδιον ὄνομα. καὶ εὐχαριστῶν ἀνῆλθεν εἰς Ἰώπο‐ λιν καὶ μετὰ τρεῖς ἡμέρας ἐπετέλεσεν ἑορτὴν ἐκεῖ τῷ Κεραυνίῳ Διὶ ἐν τῷ ἱερῷ τῷ κτισθέντι ὑπὸ Περσέως τοῦ υἱοῦ Πίκου καὶ
15Δανάης, τῷ ὄντι εἰς τὸ Σίλπιον ὄρος, ἔνθα κεῖται ἡ Ἰώπολις, ποιήσας τὴν θυσίαν τῇ πρώτῃ τοῦ ἀρτεμισίου μηνός. καὶ ἐν τῇ πόλει ἐλθὼν Ἀντιγονίᾳ τῇ κτισθείσῃ ὑπὸ Ἀντιγόνου τοῦ Πολιορ‐ κητοῦ, ἀπὸ γὰρ τῆς λίμνης ἐξερχομένου ἄλλου ποταμοῦ Ἀρχευθᾶ τοῦ καὶ Ἰάφθα, ἐμεσάζετο ἡ πόλις Ἀντιγονία καὶ ἐν ἀσφαλείᾳ
20ἐκαθέζετο· καὶ ποιήσας ἐκεῖ θυσίαν τῷ Διὶ εἰς τοὺς βωμοὺς τοὺς ἀπὸ Ἀντιγόνου κτισθέντας ἔκοψε τὰ κρέα· καὶ ηὔξατο ἅμα τῷ ἱερεῖ Ἀμφίονι μαθεῖν διὰ διδομένου σημείου, εἰ τὴν αὐτὴν ὀφεί‐
λει οἰκῆσαι πόλιν Ἀντιγονίαν μετονομάζων αὐτὴν ἢ οὐκ ὀφείλει199
Chron
.

200

αὐτὴν οἰκῆσαι ἀλλὰ κτίσαι πόλιν ἄλλην ἐν ἄλλῳ τόπῳ. καὶ ἐξαί‐ φνης ἐκ τοῦ ἀέρος κατῆλθεν ἀετὸς μέγας, καὶ ἐπῆρεν ἐκ τοῦ βω‐ μοῦ τοῦ πυρὸς τῆς ὁλοκαυτώσεως κρέα, καὶ ἀπῆλθε παρὰ τὸ ὄρος τὸ Σίλπιον. καὶ καταδιώξας ἅμα τοῖς αὐτοῦ εὗρε τὸ κρέας
5τὸ ἱερατικὸν καὶ τὸν ἀετὸν ἐπάνω ἑστῶτα. τοῦ δὲ ἱερέως καὶ τῶν ὀρνοσκόπων καὶ τοῦ αὐτοῦ Σελεύκου ἑωρακότων τὸ θαῦμα, εἶπον ὅτι Ἐνταῦθα δεῖ ἡμᾶς οἰκῆσαι, ἐν τῇ δὲ Ἀντιγονίᾳ οὐ δεῖ ἡμᾶς οἰκῆσαι οὔτε δὲ γενέσθαι αὐτὴν πόλιν, ὅτι οὐ βούλονται τὰ θεῖα. καὶ λοιπὸν ἐβουλεύετο ἅμα αὐτοῖς ἐν ποίῳ τόπῳ ἀσφαλῆ
10ποιήσει τὴν πόλιν. καὶ φοβηθεὶς τὰς ῥύσεις τοῦ Σιλπίου ὄρους καὶ τοὺς κατερχομένους ἐξ αὐτοῦ χειμάῤῥους, ἐν τῇ πεδιάδι τοῦ αὐλῶνος κατέναντι τοῦ ὄρους πλησίον τοῦ Δράκοντος ποταμοῦ τοῦ μεγάλου τοῦ μετακληθέντος Ὀρόντου, ὅπου ἦν ἡ κώμη ἡ καλουμένη Βωττία, ἄντικρυς τῆς Ἰωπόλεως, ἐκεῖ διεχάραξαν τὰ
15θεμέλια τοῦ τείχους, θυσιάσας δι’ Ἀμφίονος ἀρχιερέως καὶ τε‐ λεστοῦ κόρην παρθένον ὀνόματι Αἰμάθην, κατὰ μέσου τῆς πό‐ λεως καὶ τοῦ ποταμοῦ μηνὶ ἀρτεμισίῳ τῷ καὶ μαΐῳ κβʹ, ὥρᾳ ἡμερινῇ αʹ, τοῦ ἡλίου ἀνατέλλοντος, καλέσας αὐτὴν Ἀντιόχειαν εἰς ὄνομα τοῦ ἰδίου αὐτοῦ υἱοῦ τοῦ λεγομένου Ἀντιόχου Σωτῆρος,
20κτίσας εὐθέως καὶ ἱερόν, ὃ ἐκάλεσε Βωττίου Διός, ἀνεγείρας
καὶ τὰ τείχη σπουδαίως φοβερὰ διὰ Ξεναίου ἀρχιτέκτονος, στή‐200
Chron
.

201

σας ἀνδριάντος στήλην χαλκῆν τῆς σφαγιασθείσης κόρης τύχην τῇ πόλει ὑπεράνω τοῦ ποταμοῦ, εὐθέως ποιήσας αὐτῇ τῇ τύχῃ θυσίαν. καὶ ἀπελθὼν κατέστρεψε τὴν Ἀντιγονίαν πόλιν πᾶσαν ἕως ἐδάφους, μετενεγκὼν καὶ τὰς ὕλας ἐκεῖθεν διὰ τοῦ ποταμοῦ,
5καὶ ποιήσας καὶ τῇ τύχῃ Ἀντιγονίᾳ ἀνδριάντα στήλης χαλκῆς ἐχούσης Ἀμαλθείας κέρας ἔμπροσθεν αὐτῆς. καὶ ποιήσας ἐκεῖ τετρακιόνιν ἐν ὕψει ἔστησεν αὐτὴν τὴν τύχην, καταστήσας ἔμ‐ προσθεν αὐτῆς βωμὸν ὑψηλόν· ἥντινα στήλην τῆς τύχης μετὰ τελευτὴν Σελεύκου Δημήτριος ὁ υἱὸς Ἀντιγόνου τοῦ Πολιορκη‐
10τοῦ ἀπήγαγεν ἐν Ῥώσῳ ἐν τῇ πόλει τῆς Κιλικίας. ἡ δὲ αὐτὴ πόλις Ῥῶσος ἐκτίσθη ὑπὸ Κίλικος τοῦ υἱοῦ Ἀγήνορος. Ὁ δὲ Σέλευκος μετὰ τὸ καταστρέψαι τὴν Ἀντιγονίαν ἐποίη‐ σε μετοικῆσαι τοὺς Ἀθηναίους εἰς ἣν ἔκτισε πόλιν Ἀντιόχειαν τὴν μεγάλην τοὺς οἰκοῦντας τὴν Ἀντιγονίαν· οὕστινας ἦν ἐκεῖ
15ἐάσας Ἀντίγονος μετὰ Δημητρίου, υἱοῦ αὐτοῦ, καὶ ἄλλους δὲ ἄν‐ δρας Μακεδόνας, τοὺς πάντας ἄνδρας ͵ετʹ, ποιήσας ὁ αὐτὸς Σέ‐ λευκος ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ ἀνδριάντα χαλκοῦν φοβερὸν τῆς Ἀθήνης διὰ τοὺς Ἀθηναίους, ὡς αὐτὴν σεβομένους. κατήγαγε δὲ καὶ τοὺς Κρῆτας ἀπὸ τῆς ἀκροπόλεως, οὓς εἴασεν ὁ Κάσος ὁ
20υἱὸς Ἰνάχου ἄνω οἰκεῖν· οἵτινες μετοικήσαντες εἰς τὴν αὐτὴν Ἀν‐ τιόχειαν μετὰ καὶ τῶν Κυπρίων, ἐπειδὴ ὁ Κάσος βασιλεὺς ἠγά‐
γετο Ἀμυκὴν τὴν καὶ Κιτίαν, θυγατέρα Σασαλαμίνου τοῦ Κυ‐201
Chron
.

202

πρίων βασιλέως· καὶ ἦλθον μετ’ αὐτῆς Κύπριοι καὶ ᾤκησαν τὴν ἀκρόπολιν· καὶ τελευτᾷ ἡ Ἀμυκή, καὶ ἐτάφη ἀπὸ σταδίων τῆς πόλεως ρʹ, δι’ ἣν ἐκλήθη ἡ χώρα Ἀμυκή. προετρέψατο δὲ ὁ αὐτὸς Σέλευκος καὶ τοὺς Ἀργείους Ἰωνίτας, καὶ κατήγαγε καὶ αὐ‐
5τοὺς ἐκ τῆς Ἰωπόλεως ἐν τῇ αὐτῇ Ἀντιοχείᾳ οἰκεῖν· οὕστινας ὡς ἱερατικοὺς καὶ εὐγενεῖς πολιτευομένους ἐποίησεν. ἔστησε δὲ ὁ αὐτὸς Σέλευκος καὶ πρὸ τῆς πόλεως ἄγαλμα λίθινον τῷ ἀετῷ. ἐκέλευσε δὲ ὁ αὐτὸς καὶ τοὺς μῆνας τῆς Συρίας κατὰ Μακεδόνας ὀνομάζεσθαι, διότι εὗρεν ἐν τῇ αὐτῇ χώρᾳ γίγαντας οἰκήσαντας·
10ἀπὸ γὰρ δύο μιλίων τῆς πόλεως Ἀντιοχείας ἐστὶ τόπος, ἔχων σώ‐ ματα ἀνθρώπων ἀπολιθωθέντων κατὰ ἀγανάκτησιν θεοῦ, οὕσ‐ τινας ἕως τῆς νῦν καλοῦσι γίγαντας· ὡσαύτως δὲ καὶ Παγράν τινα οὕτω καλούμενον γίγαντα ἐν τῇ αὐτῇ οἰκοῦντα γῇ κεραυ‐ νωθῆναι ὑπὸ πυρός, ὡς δῆλον ὅτι οἱ Ἀντιοχεῖς τῆς Συρίας ἐν τῇ
15γῇ οἰκοῦσι τῶν γιγάντων. ἐποίησε δὲ ὁ αὐτὸς Σέλευκος πρὸ τῆς πόλεως πέραν τοῦ ποταμοῦ ἄλλο ἄγαλμα κεφαλῆς ἵππου καὶ κασσίδα κεχρυσωμένην πλησίον, ἐπιγράψας ἐν αὐτοῖς, Ἐφ’ οὗ φυ‐ γὼν ὁ Σέλευκος τὸν Ἀντίγονον διεσώθη· καὶ ὑποστρέψας ἐκεῖθεν ἀνεῖλεν αὐτόν. ἀνήγειρε δὲ ὁ αὐτὸς Σέλευκος καὶ τῷ Ἀμφίονι
20στήλην μαρμαρίνην ἔσω τῆς λεγομένης Ῥωμανησίας πόρτας, ὀρ‐ νεοθυσίαν ποιοῦντι ἅμα αὐτῷ. ἔκτισε δὲ ὁ αὐτὸς Σέλευκος ὁ
Νικάτωρ καὶ ἄλλην παραλίαν πόλιν ἐν τῇ Συρίᾳ ὀνόματι Λαο‐202
Chron
.

203

δίκειαν εἰς ὄνομα τῆς αὐτοῦ θυγατρός, πρῴην οὖσαν κώμην ὀνό‐ ματι Μαζαβδάν, ποιήσας κατὰ τὸ ἔθος θυσίαν τῷ Διί, καὶ αἰ‐ τησάμενος ποῦ κτίσει τὴν πόλιν, ἦλθεν ἀετὸς πάλιν καὶ ἥρπασεν ἀπὸ τῆς θυσίας· καὶ ἐν τῷ καταδιώκειν αὐτὸν τὸν ἀετὸν ὑπήντη‐
5σεν αὐτῷ σύαγρος μέγας, ἐξελθὼν ἀπὸ καλαμῶνος, ὅντινα ἀνεῖλεν ᾧτινι κατεῖχε δόρατι· καὶ φονεύσας τὸν σύαγρον καὶ σύρας τὸ λείψανον αὐτοῦ, ἐκ τοῦ αἵματος αὐτοῦ διεχάραξε τὰ τείχη ἐάσας τὸν ἀετόν· καὶ οὕτως τὴν αὐτὴν πόλιν ἔκτισεν ἐπάνω τοῦ αἵμα‐ τος τοῦ συάγρου, θυσιάσας κόρην ἀδαῆ ὀνόματι Ἀγαύην, ποιή‐
10σας αὐτῇ στήλην χαλκῆν εἰς τύχην τῆς αὐτῆς πόλεως. ἔκτισε δὲ ὁ αὐτὸς Σέλευκος ὁ Νικάτωρ καὶ ἄλλην πόλιν εἰς τὴν Συρίαν με‐ γάλην εἰς ὄνομα τῆς αὐτοῦ θυγατρὸς Ἀπάμας, εὑρηκὼς κώμην πρῴην λεγομένην Φαρνάκην· καὶ τειχίσας αὐτὴν ὁ αὐτὸς Σέλευ‐ κος ἐπωνόμασε πόλιν, καλέσας αὐτὴν Ἀπάμειαν, θυσίαν ποιήσας·
15ἣν αὐτὸς μετεκάλεσεν ὀνόματι Πέλλαν διὰ τὸ ἔχειν τὴν τύχην τῆς αὐτῆς Ἀπαμείας πόλεως τὸ ὄνομα τοῦτο· ἦν γὰρ ὁ αὐτὸς Σέλευκος ἀπὸ Πέλλης τῆς πόλεως Μακεδονίας. ἐποίησε δὲ θυ‐ σίαν ταῦρον καὶ τράγον· καὶ ἐλθὼν πάλιν ὁ ἀετὸς ἐπῆρε τὰς κε‐ φαλὰς τοῦ ταύρου καὶ τοῦ τράγου· καὶ περιεχάραξεν ἐκ τοῦ αἵ‐
20ματος τὰ τείχη. ἔκτισε δὲ καὶ ἄλλας διαφόρους πόλεις εἰς ἄλ‐ λας ἐπαρχίας καὶ εἰς τὰ Περσικὰ μέρη ὁ αὐτὸς Σέλευκος πολλάς, ὧν ἀριθμός ἐστιν οεʹ, καθὼς ὁ σοφὸς Παυσανίας ὁ χρονογράφος
συνεγράψατο, ὧντινων πόλεων καὶ τὰ ὀνόματα ἐξέθετο, εἰς203
Chron
.

204

ὄνομα ἴδιον καὶ τῶν αὐτοῦ τέκνων, ὡς ἔδοξεν αὐτῷ, ὁ Σέλευκος ὁ δὲ σοφὸς Παυσανίας ἐξέθετο εἰς ὄνομα τοῦ ἑαυτοῦ πατρὸς ἔθη‐ κε τὸ ὄνομα τῆς μεγάλης Ἀντιοχείας ὁ αὐτὸς Σέλευκος, ἐπειδὴ καὶ ὁ αὐτοῦ πατὴρ Ἀντίοχος ἐλέγετο. οὐδεὶς δὲ κτίζων πόλιν
5εἰς ὄνομα τεθνηκότος αὐτὴν καλεῖ· ἔστι γὰρ λῆρος· ἀλλ’ εἰς ὄνο‐ μα ζῶντος καὶ ἑστῶτος καλεῖ. ἥντινα πόλιν εἰς ὄνομα Ἀντιόχου τοῦ ἰδίου αὐτοῦ υἱοῦ, ὡς προείρηται, ἐκάλεσε. πολλὰ δὲ καὶ ἄλλα ὁ αὐτὸς σοφώτατος Παυσανίας ποιητικῶς συνεγράψατο. Ὁ δὲ αὐτὸς Σέλευκος καὶ εἰς τὴν Ἡρακλεῖδα τήν ποτε πόλιν,
10νυνὶ δὲ λεγομένην Δάφνην, ἐφύτευσε τὰς κυπαρίσσους πλησίον τοῦ ἱεροῦ τοῦ Ἀπόλλωνος, μετὰ τὰς φυτευθείσας κυπαρίσσους ὑπὸ τοῦ Ἡρακλέος τοῦ τελεστοῦ, τοῦ κτίσαντος τὴν Δάφνην εἰς ὄνο‐ μα ἑαυτοῦ καὶ καλέσαντος αὐτὴν Ἡρακλεῖδα πόλιν. αὕτη δὲ ἔξω τοῦ ἄλσους ἦν κεκτισμένη ἐπὶ τὸν ναὸν τῆς Ἀθήνης· τὸ γὰρ
15τοῦ Ἀπόλλωνος ἱερὸν Δαφναῖον ἐλέγετο, μέσον ὄντα τοῦ ἄλσους. ὅστις Ἡρακλῆς καὶ τὴν τῆς πάλης ἐξέθετο τέχνην πρῶτος. Καὶ λοιπὸν ἐτελεύτησεν ὁ αὐτὸς Σέλευκος ἐν τῇ Ἑλλησπόντῳ ὢν ἐνιαυτῶν οβʹ, καὶ ἐτάφη ἐν Σελευκείᾳ τῆς Συρίας. Μετὰ δὲ τὴν βασιλείαν Σελεύκου ἐβασίλευσεν ὁ υἱὸς αὐτοῦ
20Ἀντίοχος ὁ ἐπικληθεὶς Σωτὴρ ἔτη εἴκοσι· ὅστις Ἀντίοχος ἐφίλησε
τὴν ἰδίαν μητρυιὰν Στρατονίκην τὴν θυγατέρα Δημητρίου, καὶ204
Chron
.

205

ἔλαβεν αὐτὴν γυναῖκα· ἀφ’ ἧς εἶχεν υἱοὺς δύο, Σέλευκον, ὅστις μι‐ κρὸς ἐτελεύτησε, καὶ Ἀντίοχον τὸν ἐπικληθέντα Θεοειδῆ. καὶ ἐτε‐ λεύτησεν Ἀντίοχος ὁ Σελεύκου καὶ ἐβασίλευσε μετ’ αὐτὸν Ἀντίο‐ χος ὁ Θεοειδὴς ἔτη ιεʹ. καὶ μετ’ αὐτὸν ἐβασίλευσεν ὁ υἱὸς αὐτοῦ
5ὁ ἐκ Βερνίκης Σέλευκος ὁ Καλλίνικος ἔτη κδʹ, καὶ Ἀλέξανδρος ὁ Νικάτωρ ἔτη λϛʹ, καὶ Σέλευκος ὁ Φιλοπάτωρ ἔτη δέκα, καὶ Ἀν‐ τίοχος ὁ Ἐπιφανὴς ἔτη ιβʹ. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας λοιμοῦ γενομένου καὶ πολλῶν διαφθαρέντων τῆς πόλεως, Λήιός τις τελεστὴς ἐκέλευσε πέτραν
10ἐκ τοῦ ὄρους τοῦ ὑπεράνω τῆς πόλεως γλυφῆναι ἔχουσαν προσω‐ πεῖον μέγα πάνυ, ἐστεμμένον, προσέχοντα ἐπὶ τὴν πόλιν καὶ τὸν αὐλῶνα· καὶ γράψας ἐν αὐτῷ τινα ἔπαυσε τὴν λοιμικὴν θνῆσιν· ὅπερ προσωπεῖον καλοῦσιν ἕως τοῦ νῦν οἱ Ἀντιοχεῖς Χαρώνιον. ὁ δὲ αὐτὸς βασιλεὺς Ἀντίοχος ὁ λεγόμενος Ἐπιφανὴς ἔκτισε πρῶ‐
15τον ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ ἔξω τῆς πόλεως τὸ λεγόμενον βου‐ λευτήριον εἰς τὸ ἐκεῖσε συνάγεσθαι πάντας τοὺς συγκλητικοὺς αὐ‐ τοῦ μετὰ τῶν πολιτευομένων καὶ τῆς πόλεως πάντων τῶν κτη‐ τόρων καὶ βουλεύεσθαι τί δεῖ γίνεσθαι περὶ τῶν ἀνακυπτόντων καὶ τότε ἀναφέρειν ἐπὶ αὐτὸν τὰ συμφέροντα. ἔκτισε δὲ καὶ ἄλ‐
20λα τινὰ ἔξω τῆς πόλεως, καλέσας τὰ αὐτὰ μέρη εἰς τὸ ἐπώνυμον αὐτοῦ Ἐπιφανίαν πόλιν, μὴ κτίσας αὐτῇ τεῖχος, ἀλλ’ οὕτως ἦν ἡ οἴκησις αὐτῆς ἐπὶ τὸ ὄρος.
Ὁ δὲ αὐτὸς Ἀντίοχος ὁ Ἐπιφανὴς ἠγανάκτησε κατὰ Πτολε‐205
Chron
.

206

μαίου, βασιλέως Αἰγύπτου, διότι τέλη ἀπῄτησε τοὺς ἐκ τῆς ὑπ’ αὐτὸν ὄντας χώρας Ἰουδαίους. τῶν γὰρ αὐτῶν Ἰουδαίων ἐκ τῆς Παλαιστίνης ἐλθόντων ἐν Ἀντιοχείᾳ καὶ αἰτησάντων τὸν αὐτὸν Ἀντίοχον γράψαι Πτολεμαίῳ τῷ τῆς Αἰγύπτου τοπάρχῃ καὶ βα‐
5σιλεῖ μὴ ἀπαιτεῖν αὐτοὺς τέλος μετακομίζοντας σῖτον εἰς ἀπο‐ τροφὰς αὑτῶν, μεγάλου λιμοῦ τότε γενομένου ἐν τῇ Παλαιστί‐ νῃ· ἀπὸ γὰρ τῆς Αἰγυπτιακῆς χώρας μετεκόμιζον σῖτον οἱ Ἰου‐ δαῖοι. ὅστις Πτολεμαῖος δεξάμενος τὰ γράμματα Ἀντιόχου πλέον αὐτοὺς ἐκέλευσεν ἀπαιτεῖσθαι. καὶ λοιπὸν Ἀντίοχος ὁ Ἐπιφανὴς
10ἐπεστράτευσε κατὰ Πτολεμαίου, διότι οὐκ ἐπείσθη τοῖς γράμμασιν αὐτοῦ· καὶ συμβολῆς γενομένης μεταξὺ αὐτῶν ἔπεσε πλῆθος τοῦ αὐτοῦ Ἀντιόχου πολύ, καὶ φυγὼν ἀπῆλθεν ἐπὶ τὸ λίμιτον. τοῦ‐ το δὲ γνόντες οἱ τῆς Ἱερουσαλὴμ Ἰουδαῖοι, ἐξάψεις ἐποίησαν πρὸς χάριν τοῦ Πτολεμαίου, νομίσαντες τεθνάναι τὸν Ἀντίοχον,
15ἑαυτοὺς παρατιθέμενοι. ὁ δὲ Ἀντίοχος ὁ Ἐπιφανὴς συνάξας πλῆ‐ θος, ἐπέῤῥιψε τῷ Πτολεμαίῳ καὶ ἐφόνευσεν αὐτὸν κόψας καὶ τὰ πλήθη αὐτοῦ. καὶ γνοὺς περὶ τῶν Ἰουδαίων τῆς Ἱερουσαλὴμ τὸ τί πέπραχαν κατ’ αὐτοῦ, ὡς συγχαρέντες τῇ αὐτοῦ ἥττῃ, ὡπλί‐ σατο κατὰ τῆς Ἱερουσαλήμ· καὶ πολιορκήσας αὐτὴν ἐπολέμησε
20καὶ παρέλαβεν αὐτὴν καὶ κατέσφαξε πάντας· τὸν δὲ Ἐλεάζαρ τὸν ἀρχιερέα τῶν Ἰουδαίων καὶ τοὺς Μακκαβεῖς ἐν Ἀντιοχείᾳ ἀγαγὼν κολάσας ἐφόνευσε. καὶ καθεῖλε τὴν ἀρχιερωσύνην τῆς Ἰουδαίας,
καὶ τὸ ἱερόν, Σολομῶντος ὄντα, τῶν Ἰουδαίων ἐποίησε Διὸς206
Chron
.

207

Ὀλυμπίου καὶ Ἀθηνᾶς, μιάνας τὸν οἶκον χοιρείοις κρέασι, καὶ ἐκώλυσε τοὺς Ἰουδαίους τῆς πατρῴας θρησκείας καὶ ἑλληνίζειν αὐτοὺς ἐβιάζετο ἐπὶ ἔτη τρία. Καὶ τελευτᾷ ὁ αὐτὸς Ἀντίοχος, καὶ ἐβασίλευσεν ὁ αὐτοῦ υἱὸς
5Ἀντίοχος ὁ Γλαυκὸς ὁ λεγόμενος Ἱέραξ ἔτη δύο. Καὶ μετ’ αὐτὸν ἐβασίλευσεν ὁ Δημητριανὸς ὁ Σελεύκου ἔτη ηʹ. καὶ ἐλθὼν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ Ἰούδας τις ὀνόματι, Ἰου‐ δαῖος τῷ ἔθνει, ἐδυσώπησε Δημητριανὸν τὸν βασιλέα παρακα‐ λέσας αὐτόν, καὶ παρέσχεν αὐτῷ τὸ ἱερὸν καὶ τὰ λείψανα τῶν
10Μακκαβαίων. καὶ ἔθαψαν αὐτὰ ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ ἐν τῷ λεγομένῳ Κερατέῳ· ἦν γὰρ συναγωγὴ ἐκεῖ τῶν Ἰουδαίων· πρὸ μικροῦ γὰρ τῆς πόλεως Ἀντιοχείας ἐτιμωρήσατο αὐτοὺς Ἀντίοχος ἐν τῷ ἀεὶ κλαίοντι ὄρει κατέναντι τοῦ Κασίου Διός. τὸν δὲ ναὸν ἁγνεύσας ὁ Ἰούδας καὶ τὴν Ἱερουσαλὴμ κτίσας τὸ πάσχα ἐτέλεσε
15τῷ θεῷ. αὕτη βʹ ἦν τῆς Ἱερουσαλὴμ ἡ ἅλωσις, καθὼς Εὐσέβιος ὁ Παμφίλου ἐχρονογράφησε. Μετὰ δὲ Δημητριανὸν ἐγένετο βασιλεὺς Ἀντίοχος ὁ ἔκγονος τοῦ Γρύπου, υἱὸς Λαοδίκης, θυγατρὸς Ἀριαράθου, βασιλέως Καππαδόκων, ἔτη θʹ. καὶ ἔπαθε τότε ὑπὸ θεομηνίας Ἀντιόχεια
20ἡ μεγάλη τῷ ὀγδόῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἐπὶ τῶν αὐτῶν Μα‐ κεδόνων, μετὰ τὸ ἐξ ἀρχῆς τεθῆναι θεμέλιον τείχους ὑπὸ Σελεύ‐
κου τοῦ Νικάτορος μετὰ ἄλλα ἔτη ρνβʹ, ὥραν ἡμερινὴν ιʹ, μηνὶ207
Chron
.

208

περιτίῳ τῷ καὶ φεβρουαρίῳ καʹ. καὶ ἀνενεώθη πᾶσα, καθὼς Δόμνος ὁ χρονογράφος συνεγράψατο· μετὰ δὲ τὸ πληρωθῆναι τὰ τείχη καὶ τὴν πόλιν πᾶσαν μετὰ ρκβʹ ἔτη ἔπαθε· καὶ βελτίων ἐγένετο.
5 Μετὰ δὲ Ἀντίοχον ἔκγονον τοῦ Γρύπου ἐβασίλευσεν Ἀντίο‐ χος ὁ Εὐεργέτης, ὅστις ἐτυραννήθη ὑπὸ Πάρθων καὶ ἐπεστρά‐ τευσε κατ’ αὐτῶν μεγάλως. καὶ μετὰ τὸ πολλοὺς ἀπολέσθαι Πάρθους εἰς φιλίαν ἦλθον· καὶ ἔλαβε γυναῖκα Ἀντιόχῳ τῷ υἱῷ αὐτοῦ τῷ λεγομένῳ Κυζικηνῷ τὴν θυγατέρα Ἀρσάκους τοῦ
10Πάρθου τοῦ τυραννήσαντος αὐτὸν ὀνόματι Βριττάνην· καὶ ἐπαύθη ὁ πόλεμος. Μετὰ δὲ Ἀντίοχον τὸν Εὐεργέτην ἐβασίλευσαν ἐκ τοῦ γένους αὐτοῦ ἄλλοι θʹ βασιλεῖς ἕως τῆς βασιλείας Ἀντιόχου τοῦ Διο‐ νίκους τοῦ λεπροῦ τοῦ πατρὸς Κλεοπάτρας καὶ Ἀντιοχίδος.
15 Ἐν δὲ τοῖς χρόνοις τῆς βασιλείας τῶν πρὸ Ἀντιόχου τοῦ Διο‐ νίκους τοῦ προειρημένου ἐτυράννησε Ῥωμαίους ὁ βασιλεύς, ἤτοι τοπάρχης, Πύῤῥος ὁ Ἠπειρώτης, λαβὼν χρησμὸν ὅτι ὑπὸ γυναι‐ κὸς ἀποθνήσκει. καὶ συμβαλὼν αὐτῷ πόλεμον ὁ Κύριος ὕπα‐ τος Ῥωμαίων ἐνίκησεν αὐτόν· καὶ φυγὼν ὁ Πύῤῥος ἦλθε πλη‐
20σίον πόλεως ἐχρύσης ἔξω τειχῶν οἰκήματα· καὶ ῥίψασα γυνὴ κε‐ ραμῖδα κατὰ τῆς κορυφῆς αὐτοῦ ἐφόνευσεν αὐτόν. Μετὰ ταῦτα δὲ ἐγένετο ὕπατος Μάγνος ὁ καὶ Παῦλος ὁ Μα‐
κεδών· ὅστις ἐφόνευσεν ἐν πολέμῳ τὸν βασιλέα τῆς Μακεδονίας208
Chron
.

209

ὀνόματι Πέρσην, καὶ παραλαβὼν τὴν Μακεδονίαν χώραν ἐποίη‐ σεν αὐτὴν ὑπὸ Ῥωμαίους· περὶ οὗ Σαλλούστιος μέμνηται εἰς τὴν Κατελλιναρίαν ἔκθεσιν, μνημονεύων τῆς δημηγορίας τοῦ Καίσα‐ ρος. καὶ μετὰ ταῦτα βασιλεύει τῆς ἰδίας χώρας Περσεὺς ὁ
5Ἠπειρώτης ὁ νεομάχος καὶ τοπάρχης Θεσσαλίας, ὅντινα Περσέα ὠνόμασε τῇ ἰδίᾳ ἐκθέσει Εὐτρόπιος ὁ συγγραφεὺς Ῥωμαίων ἐν τῇ μεταφράσει αὐτοῦ. τούτου δὲ καὶ Παλαίφατος μέμνηται. τὸν δὲ αὐτὸν Περσέα πολέμῳ ἀνεῖλε Λούκιος Παῦλος, ὕπατος Ῥω‐ μαίων.
10 Ἐν οἷς χρόνοις Ἀννιβάλ τις ὀνόματι, ῥὴξ τῶν Ἄφρων, ἐτυράν‐ νησε τὴν Ῥώμην ἐπὶ ἔτη εἴκοσιν, ἀβασίλευτον οὖσαν, διοικουμέ‐ νην δὲ ὑπὸ τῶν ὑπάτων. ὅστις τῆς Ἰταλίας πάσης τὸ πολὺ μέ‐ ρος ἀπώλεσεν ὑποτάξας πολέμοις, καὶ σφάζει τὸν προειρημένον Παῦλον. καὶ λοιπὸν προεβάλετο ἡ σύγκλητος Ῥώμης ὕπατον
15δυνατὸν ἐν πᾶσι, μάλιστα δὲ ἐν πολέμοις, τὸν λεγόμενον Σκηπίονα τὸν μέγαν. ὅστις Σκηπίων ἐν ᾧ ἦν διατρίβων ὁ Ἀννιβὰλ ἐν τῇ Ἰταλίᾳ ἔλαβε πλῆθος στρατοῦ καὶ ἀπῆλθεν εἰς τὴν χώραν τοῦ Ἀννιβαάλ, εἰς τὴν Ἀφρικήν, καὶ ἀπώλεσεν αὐτήν, ἐμπρήσας τὴν πόλιν ἔνθα ἦν ῥὴξ ὁ Ἀννιβαάλ, τὴν Καρθάγεναν, καὶ αἰχμαλω‐
20τίσας αὐτὴν καὶ λαβὼν τοὺς αὐτοῦ πάντας μετὰ τῆς συγκλήτου αὐτοῦ ὑπέστη εἰς τὴν Ῥώμην.
Καὶ τοῦτο γνοὺς ὁ Ἀννιβαὰλ ἀπῆλθεν εἰς τὴν Βιθυνίαν πρὸς209
Chron
.

210

τὸν Ἀντίοχον τὸν Νικομήδους, βασιλέα τῆς Ἀσίας· καὶ παρακα‐ λεῖ αὐτὸν συμμαχῆσαι αὐτῷ. εἶχον δὲ ἀπὸ Ἀλεξάνδρου τοῦ Μακεδόνος οἱ Μακεδόνες συνωμοσίας μετὰ τῶν Ῥωμαίων φι‐ λίας, ὅτι καὶ στρατὸν ἔδωκαν τῷ Ἀλεξάνδρῳ κατὰ Δαρείου. ὁ
5Ἀντίοχος ὁ τῆς Ἀσίας βασιλεὺς πεισθεὶς τῷ Ἀννιβαὰλ συνέμιξε, καὶ ἀπῆλθε μετ’ αὐτοῦ κατὰ Ῥωμαίων, θαῤῥῶν τῷ ἰδίῳ στρατῷ, ἐκ τῆς Βιθυνίας ἐξορμήσας. καὶ ἀκούσαντες οἱ Ῥώμης συγκλη‐ τικοὶ τοῦτο προεβάλοντο ὕπατον δυνατόν, τὸν δεύτερον Σκηπίο‐ να, τὸν ἀδελφὸν τοῦ πρώτου Σκηπίονος· καὶ ἔπεμψαν αὐτὸν κα‐
10τὰ τῶν δύο, Ἀντιόχου τοῦ βασιλέως Ἀσίας καὶ Ἀννιβαὰλ τοῦ ῥη‐ γὸς τῆς Ἀφρικῆς. καὶ ἀπαντήσας αὐτοῖς συνέβαλε πόλεμον μέ‐ γαν μετ’ αὐτῶν· καὶ σφαγέντων πολλῶν, ἰδὼν ὁ Ἀννιβαὰλ τὴν τοῦ Σκηπίονος δύναμιν καὶ ὅτι τὰς ἐπάνω φέρει, ἔφυγε· καὶ ἑαυτῷ παραχρησάμενος πιπίσας ἀπέθανε. καὶ ἑωρακὼς ὁ Ἀντίο‐
15χος τὸν Ἀννιβαὰλ φυγόντα ἔδωκε νῶτα· καὶ κατεδίωξεν αὐτὸν ο Σκηπίων ἕως τοῦ ὄρους τῆς Ἰσαυρίας τοῦ λεγομένου Ταύρου· καὶ ἀνελθὼν ἐκεῖ ὁ Ἀντίοχος ἔπεμψε πρὸς αὐτὸν πρέσβεις, παρακαλῶν αὐτόν, ὡς μηδεμίαν ἔχθραν ἔχων κατὰ Ῥωμαίων ἀλλ’ ὑπὲρ ἄλ‐ λου πολεμῶν. καὶ ἐδέξατο αὐτὸν ὁ Σκηπίων, καὶ ἐποίησεν αὐτὸν
20ὑπὸ Ῥωμαίους κατὰ γνώμην τῆς συγκλήτου Ῥώμης πρὸς τὸ πα‐ ρέχειν αὐτὸν καθ’ ἕκαστον ἔτος Ῥωμαίοις χρυσοῦ τάλαντα τέσσα‐ ρα καὶ ἀργύρου καὶ ἄλλα τινὰ ἄχρι τῆς αὐτοῦ ζωῆς. καὶ ποιή‐
σας ἄριστον ὁ Σκηπίων ἐκάλεσεν αὐτὸν καὶ παρέσχεν αὐτῷ τὸν210
Chron
.

211

πρῶτον τόπον, τιμήσας αὐτόν, ὡς βασιλέα. καὶ μετὰ δόξης ἀνῆλθεν ὁ Σκηπίων ἐν τῇ Ῥώμῃ, καθὼς ὁ σοφώτατος Φλῶρος ὑπεμνημάτισεν ἐκ τῶν Λιβίου συγγραμμάτων. Τῷ δὲ πεντεκαιδεκάτῳ ἔτει τοῦ προειρημένου Ἀντιόχου τοῦ
5Διονίκους, βασιλέως τῆς Συρίας, τοῦ λεπροῦ, Τιγράνης τις βασι‐ λεὺς Ἀρμενίων ἐλθὼν ἐπολέμησε τῷ αὐτῷ Ἀντιόχῳ πόλεμον μέ‐ γαν. καὶ νικήσας τὸν αὐτὸν Ἀντίοχον ὁ Τιγράνης βασιλεὺς Ἀρ‐ μενίων παρέλαβε τὴν Ἀντιόχειαν τὴν μεγάλην καὶ τὴν βασιλείαν αὐτοῦ, ἀφειλάμενος πάντα παρ’ αὐτοῦ ἃ εἶχε, φυγόντος τοῦ αὐ‐
10τοῦ Ἀντιόχου βασιλέως ἐπὶ τὰ Περσικὰ μέρη τὸν αὐτὸν Τιγράνην. κατελθόντος δὲ ἀπὸ τῆς Ῥώμης Πομπηίου τοῦ καὶ Μάγνου διὰ τὸν Καίσαρα, καὶ ἐλθόντος κατὰ Κιλίκων τυραννησάντων τὸν αὐτὸν Πομπήιον, καὶ νικήσαντος αὐτοῦ τοὺς Κίλικας, ἐπολέμησε καὶ τῷ Τιγράνῃ, βασιλεῖ τῶν Ἀρμενίων, καὶ νικήσας αὐτὸν παρέ‐
15λαβε καὶ τὴν Ἀρμενίαν καὶ τὴν Κιλικίαν καὶ τὴν Συρίαν, λύσας καὶ τὰς τοπαρχίας αὐτάς. καὶ ἐξεδίκησε τοὺς Ἀντιοχεῖς, καὶ εἰσ‐ ῆλθεν ἐν τῇ αὐτῇ Ἀντιοχέων πόλει, ποιήσας αὐτὴν ὑπὸ Ῥωμαίους, χαρισάμενος αὐτοῖς πολλὰ καὶ κτίσας τὸ βουλευτήριον· πεσόντα γὰρ ἦν· ἐτίμησε δὲ αὐτούς, ὡς ἐκ γένους Ἀθηναίους ὄντας.
20Βύβλος δέ τις στρατηγὸς δυνατός, ὃς καὶ ἐν τῇ παραλίᾳ
Φοινίκῃ ηὗρε κώμην καὶ ἐποίησε πόλιν τειχίσας αὐτήν, ἣν ἐκάλε‐211
Chron
.

212

σε Βύβλον εἰς ὄνομα αὑτοῦ, οὗτος γὰρ τὸ ἄγαλμα τῆς Ἀθήνης τὸ παρὰ Σελεύκου γενόμενον, φοβερὸν ὄντα, καὶ τὸ ἄγαλμα τοῦ Κεραυνίου Διός, παρὰ τοῦ αὐτοῦ Σελεύκου γενόμενον, καὶ αὐτὸ φοβερόν, αἰτησάμενος χάριν τοὺς Ἀντιοχεῖς ἐπῆρε καὶ ἐν Ῥώμῃ
5ἔπεμψεν εἰς τὸ Καπετώλιον, ὡς μεγάλης ὄντα θέας καὶ ὡς ὑπο‐ ταγέντα Ῥωμαίοις· ἅτινα ἀγάλματα ἕως τῆς νῦν εἰσί· καὶ ἐπι‐ γράφει Δῆμος Ἀντιοχείας τῆς μεγάλης ἐτίμησε Ῥωμαίους ἀγάλ‐ ματα εὐχαριστῶν. Ἀντίοχος δὲ ὁ Διονίκους βασιλεὺς ἀκούσας τὴν τοῦ Τιγρά‐
10νου, Ἀρμενίων βασιλέως, ἀπώλειαν καὶ τὴν τοῦ Πομπηίου Μά‐ γνου κατ’ αὐτοῦ νίκην, ἐλθὼν πρὸς τὸν Πομπήιον προσέπεσεν αὐτῷ, αἰτήσας αὐτὸν ἀναδοῦναι αὐτῷ τὴν βασιλείαν αὐτοῦ. ὅστις Πομπήιος παρακληθεὶς ἀνέδωκεν αὐτῷ πάλιν τὴν βασι‐ λείαν τῆς Συρίας καὶ τὴν Κιλικίαν καὶ πάντα ὅσα κατεῖχε πρῴην
15ὁ αὐτὸς Ἀντίοχος. καὶ τῇ ιθʹ τοῦ δαισίου μηνὸς ἐξῆλθεν ἐπὶ τὴν Αἴγυπτον ἀπὸ Ἀντιοχείας ὁ Πομπήιος· καὶ ἐβασίλευσε πάλιν ὁ αὐτὸς Ἀντίοχος ὁ Μακεδὼν ὁ Διονίκους. Ἐν τοῖς αὐτοῖς. οὖν χρόνοις ἦν ὁ Κικέρων καὶ ὁ Σαλλούστιος, οἱ σοφώτατοι Ῥωμαίων ποιηταί.
20 Ὁ δὲ βασιλεὺς Ἀντίοχος ὁ Διονίκους μέλλων τελευτᾶν κα‐ τέλιπε πάντα τὰ ὑπ’ αὐτὸν Ῥωμαίοις μετὰ τῶν ὑπαρχόντων αὐ‐ τοῦ. μετὰ οὖν τὴν τελευτὴν Ἀντιόχου τοῦ βασιλέως γέγονεν ἡ
Ἀντιόχεια ἡ μεγάλη ὑπὸ Ῥωμαίους καὶ πᾶσα ἡ χώρα τῆς Συρίας212
Chron
.

213

καὶ Κιλικίας καὶ ὅσα κατεῖχον οἱ Μακεδόνες. ἐβασίλευσαν οὖν Ἀντιοχείας τῆς μεγάλης ἤτοι τῆς Συρίας καὶ Κιλικίας καὶ ἄλ‐ λων χωρῶν οἱ Μακεδόνες ἀπὸ Σελεύκου τοῦ Νικάτορος ἕως οὗ
ἐδόθη Ῥωμαίοις ἡ βασιλεία ἔτη σξγʹ.213
Chron
.

214

(t1)

ΛΟΓΟΣ ΕΝΑΤΟΣ
t2ΧΡΟΝΩΝ ΥΠΑΤΩΝ ΡΩΜΗΣ.
1Τὰ οὖν Ῥωμαίων πράγματα πρῴην διῳκεῖτο ὑπὸ τῶν ὑπάτων ἐπὶ ἔτη υξδʹ ἕως Καίσαρος Ἰουλίου τοῦ δικτάτορος· ὃς οὐκ ἐγεννήθη ἀλλὰ τῆς αὐτοῦ μητρὸς τελευτησάσης τῷ ἐνάτῳ μηνὶ ἀνέκειραν αὐτὴν καὶ ἐξέβαλον αὐτὸν βρέφος· διὸ Καῖσαρ ἐλέγε‐
5το· Καῖσαρ γὰρ λέγεται ῥωμαϊστὶ ἡ ἀνατομή. ἀνατραφεὶς δὲ καὶ ἀνδρεῖος γενόμενος προεβλήθη τριομβυράτωρ μετὰ Πομπηίου Μάγνου καὶ Κράσσου· ὑπὸ γὰρ τῶν τριῶν τούτων ἐδιῳκεῖτο τὰ Ῥωμαίων. ὁ δὲ Καῖσαρ ὁ δικτάτωρ μετὰ τὸ φονευθῆναι τὸν Κράσσον, παραληφθέντα ὑπὸ Περσῶν πολέμῳ ἐν τοῖς Περσικοῖς
10μέρεσιν, ἔμεινε πολεμῶν μετὰ τοῦ πλήθους αὐτοῦ ἐν τοῖς μέρεσι τῆς δύσεως. καὶ διαδεχθεὶς τῆς ὑπατείας, ἤτοι τῆς τριομβυρα‐
τορίας, κατὰ δοκιμασίαν τινὰ τῆς συγκλήτου Ῥώμης καὶ Πομ‐214
Chron
.

215

πηίου Μάγνου τοῦ αὐτοῦ πενθεροῦ ὁ αὐτὸς Καῖσαρ Ἰούλιος, λυπηθεὶς ἐτυράννησε Ῥωμαίους· καὶ προτρεψάμενος τοὺς κατὰ Ῥωμαίων πολεμίους ἐπεστράτευσε κατὰ τῆς συγκλήτου Ῥώμης καὶ Πομπηίου Μάγνου. καὶ παραγενόμενος ἐν Ῥώμῃ παραλαμβάνει
5αὐτήν, ἀνελὼν πάντας τοὺς συγκλητικούς. ὁ δὲ Πομπήιος ἐξελ‐ θὼν κατ’ αὐτοῦ καὶ ἑωρακὼς ἑαυτὸν μὴ δύνασθαι πολεμῆσαι αὐ‐ τῷ, καταλιπὼν τὰ δυτικὰ μέρη ἐπὶ τὴν ἀνατολὴν ἐξώρμησε, βου‐ λόμενος διακρατῆσαι τὰ αὐτὰ μέρη. ὁ οὖν Ἰούλιος Καῖσαρ ὁ δι‐ κτάτωρ κατὰ αὐθεντίαν ἐγκρατὴς γενόμενος τῆς Ῥώμης καὶ
10πάντων τῶν δυτικῶν μερῶν, ἐπεστράτευσε κατὰ Πομπηίου Μά‐ γνου· καὶ καταφθάσας αὐτὸν ἀνεῖλεν αὐτὸν εἰς τὴν Αἴγυπτον χώραν, καθὼς περὶ αὐτοῦ ὁ σοφώτατος Λουκανὸς συνεγράψατο. οὗτος οὖν ὁ Καῖσαρ πρῶτος καὶ μόνος ἐκράτησε τῶν Ῥωμαίων μετὰ πολλοῦ φόβου καὶ πάντα ἐξεδίκησεν. οἱ γὰρ Μακεδόνες
15οἱ μετὰ Σέλευκον τὸν Νικάτορα ἀδρανεῖς ὄντες περιεφρόνησαν τῆς Βαβυλωνίας χώρας, συγχωρήσαντες τοῖς Πέρσαις ποιεῖν ἑαυ‐ τοῖς βασιλέα· ὁμοίως δὲ καὶ τοῖς Ἰουδαίοις παρεχώρησαν λαβεῖν ἀπὸ τῆς συγκλήτου Ῥώμης τετραρχίας βασιλείας. Ἐν τοῖς αὐτοῖς οὖν χρόνοις Λίβιος ὁ σοφὸς Ῥωμαίων ὑπῆρ‐
20χεν ἱστορικός, ὃς ἐξέθετο πολλὰ περὶ Ῥωμαίων. Ὁ δὲ Καῖσαρ Ἰούλιος ὁ δικτάτωρ, ὅ ἐστι μονάρχης, μετὰ ταῦτα τῶν πάντων ἐκράτησεν ἐν ὑπερηφανίᾳ καὶ τυραννίδι ἐπὶ
ἔτη ιηʹ. ὅστις καὶ τὸ βίσεξτον ἐφηῦρε καὶ νόμους Ῥωμαίοις ἔδω‐215
Chron
.

216

κε, καὶ ὑπάτους δὲ αὐτὸς προεβάλλετο καθ’ ἕκαστον ἔτος οὓς ἠβούλετο. Ἐν δὲ τῷ αὐτῷ καιρῷ Βεργίλλιος ὁ σοφὸς Ῥωμαίων ποιητὴς συνεγράψατο τὴν τοῦ Αἰνείου ἱστορίαν καὶ τῆς Διδὼ τῆς ἐκ
5Φοινίκης καταγομένης καὶ τὸν δούριον ἵππον καὶ τῆς Τροίης τὴν ἅλωσιν. Καὶ εὐθέως ἐμηνύθη ἡ παρουσία Ἰουλίου Καίσαρος δικτά‐ τορος, ὅ ἐστι μονάρχου, τοῦ τυραννήσαντος καὶ παραλαβόντος τὴν Ῥώμην καὶ φονεύσαντος τὴν σύγκλητον καὶ γενομένου μο‐
10νάρχου. καὶ κατέφθασε τὸ πρόθεμα ἐν Ἀντιοχείᾳ τῇ πόλει τῇ ιβʹ τοῦ ἀρτεμισίου τοῦ καὶ μαΐου μηνὸς τῆς μετὰ ταῦτα ἐπι‐ νεμήσεως. καὶ προετέθη ἐν Ἀντιοχείᾳ ἡ ἐλευθερία αὐτῆς, ὅτε ἐγένετο ὑπὸ Ῥωμαίους, τῇ εἰκάδι τοῦ ἀρτεμισίου μηνὸς πεμφθεῖ‐ σα παρὰ τοῦ αὐτοῦ Καίσαρος Ἰουλίου. τὸ οὖν ἤδικτον προετέ‐
15θη περιέχον οὕτως. Ἐν Ἀντιοχείᾳ τῇ μητροπόλει ἱερᾷ καὶ ἀσύλῳ καὶ αὐτονόμῳ καὶ ἀρχούσῃ καὶ προκαθημένῃ τῆς ἀνατολῆς Ἰού‐ λιος Γάϊος Καῖσαρ καὶ τὰ λοιπά. καὶ εἰσῆλθεν ὁ αὐτὸς Ἰούλιος Καῖσαρ ὁ δικτάτωρ ἐν Ἀντιοχείᾳ τῇ κγʹ τοῦ ἀρτεμισίου μηνός· καὶ ἔκτισε βασιλικήν, ἣν ἐκάλεσε τὸ Καισάριον, κατέναντι τοῦ ἱε‐
20ροῦ τοῦ Ἄρεως τοῦ μετακληθέντος Μακέλλου, στήσας ἐκεῖ στή‐ λην χαλκῆν τῇ τύχῃ Ῥώμης. ἔκτισε δὲ ὡσαύτως καὶ ἄνω εἰς τὴν καλουμένην ἀκρόπολιν εἰς τὸ ὄρος τῆς αὐτῆς Ἀντιοχείας τῆς με‐
γάλης δημόσιον λουτρὸν τοῖς αὐτοῖς ἀκροπολίταις, ἐνεγκὼν τὸ216
Chron
.

217

ὕδωρ ἀπὸ τῶν λεγομένων ὑδάτων τῆς Λαοδικηνῆς ὁδοῦ διὰ τοῦ παρ’ αὑτοῦ κτισθέντος ἀγωγοῦ. ἔκτισε δὲ ἐκεῖ ἄνω καὶ μο‐ νομάχιον καὶ θέατρον· ἀνενέωσε δὲ καὶ τὸ Πάνθεον, μέλλοντα συμπίπτειν, ἀνεγείρας τὸν βωμόν.
5 Καὶ ἐν Ἀλεξανδρείᾳ τῇ μεγάλῃ ἀπελθὼν ἔκτισεν ἐκεῖ ὁ αὐτὸς Καῖσαρ εἰς ὄνομα τοῦ ἰδίου αὐτοῦ υἱοῦ οὗ ἔσχεν ἀπὸ Κλεοπά‐ τρας, ἧς ἐφίλησεν ὡς εὐπρεπῆ οὖσαν· ἥντινα ηὗρεν εἰς τὴν Θη‐ βαΐδα διωχθεῖσαν ὑπὸ τοῦ ἰδίου αὐτῆς ἀδελφοῦ Πτολεμαίου λυ‐ πηθέντος πρὸς αὐτήν. ταύτην ὁ Καῖσαρ φθείρας ἔγκυον ἐποίησε·
10καὶ ἐγέννησεν υἱόν, ὃν ἐπεκάλεσε Καισάριον. εἰς ὄνομα οὖν τοῦ ἰδίου υἱοῦ καὶ τὸ Καισάριον ἔκτισεν ὁ αὐτὸς Ἰούλιος ὁ Καῖσαρ ἐν Ἀλεξανδρείᾳ τῇ μεγάλῃ. καὶ ἐκβαλὼν τὸν ἀδελφὸν αὐτῆς Πτο‐ λεμαῖον ἐκ τῆς βασιλείας τῶν Αἰγυπτίων ἔδωκεν αὐτῇ τὴν βα‐ σιλείαν Αἰγυπτίων, φονεύσας καὶ τοὺς δύο εὐνούχους τοὺς εἰσά‐
15ξαντας τὸν Πτολεμαῖον εἰς Θηβαΐδα ἐξορίσαι τὴν Κλεοπάτραν. ὁ δὲ υἱὸς τῆς Κλεοπάτρας καὶ τοῦ αὐτοῦ Καίσαρος ἐτελεύτα μικρός. Ἐν δὲ τῇ Ῥώμῃ ἐλθὼν ὁ αὐτὸς Καῖσαρ ἐσφάγη ὑπὸ τοῦ δευ‐ τέρου Βρούτου καὶ ἄλλων μετ’ αὐτοῦ συμποιησαμένων συγκλητι‐
20κῶν ἐπὶ τῆς ὑπατείας Χρυσαυρίκου καὶ Ἀντωνίου τὸ δεύτερον. χρηματίζει οὖν ἡ μεγάλη Ἀντιόχεια κατὰ τιμὴν ἔτος πρῶτον ἀπὸ
τοῦ αὐτοῦ Καίσαρος Γαΐου Ἰουλίου.217
Chron
.

218

Μετὰ δὲ τὸν Καίσαρα Γάϊον Ἰούλιον ἐπελέξατο ἡ σύγκλητος Ῥώμης τὸν Αὔγουστον Ὀκταβιανὸν τὸν συγγενῆ τοῦ Καίσαρος καὶ τὸν Ἀντώνιον τὸν τοῦ Αὐγούστου γαμβρὸν ἐπ’ ἀδελφῇ καὶ τὸν Λέπιδον, καὶ ἐγένοντο οἱ τρεῖς τριομβυράτορες, καὶ αὐτοὶ
5διῴκουν τὰ Ῥωμαίων πράγματα προβαλλόμενοι κατ’ ἔτος ὑπά‐ τους. Τῷ δὲ πεντεκαιδεκάτῳ ἔτει τῆς τριομβυρίας τοῦ αὐτοῦ Αὐ‐ γούστου Ὀκταβιανοῦ, τυραννησάντων τῶν Αἰγυπτίων καὶ τῆς Κλεοπάτρας τῆς κτισάσης ἐν Ἀλεξανδρείᾳ τῇ μεγάλῃ τὴν Φάρον εἰς
10τὴν νῆσον τὴν λεγομένην Πρωτέως καὶ οὖσαν κατέναντι Ἀλεξαν‐ δρείας ἀπὸ μιλίων δύο καὶ προσχωσάσης γῆν καὶ λίθους εἰς τὴν θάλασσαν ἐπὶ τοσοῦτο διάστημα εἰς τὸ βαδίζεσθαι τὴν θάλασσαν ἕως τῆς νήσου αὐτῆς καὶ τῆς Φάρου ὑπὸ ἀνθρώπων καὶ ἀλόγων· ὅπερ φοβερὸν ἐποίησεν ἔργον ἡ αὐτὴ Κλεοπάτρα διὰ Δεξιφάνους
15Κνιδίου μηχανικοῦ, ὃς τὴν θάλασσαν ἐποίησε χθόνα. τῆς δὲ τυραννίδος τῶν Αἰγυπτίων καὶ τῆς Κλεοπάτρας βασιλίσσης αὐ‐ τῶν γνωσθείσης Ῥωμαίοις, ἐξῆλθεν ἀπὸ Ῥώμης Ἀντώνιος ὁπλι‐ σάμενος κατὰ τῆς Κλεοπάτρας καὶ τῶν Αἰγυπτίων καὶ ἐπὶ τὰ Περσικὰ μέρη, ὅτι ἐτάρασσον τὴν ἀνατολήν. καὶ κατῆλθεν ἐπὶ
20τὴν Αἴγυπτον μετὰ πολλῆς δυνάμεως στρατευμάτων ὁ Ἀντώνιος·
καὶ φθάσας Ἀλεξάνδρειαν τὴν μεγάλην περιεκάθητο πολιορκῶν218
Chron
.

219

αὐτήν, δηλώσας τῇ Κλεοπάτρᾳ δοῦναι τὴν πόλιν· ᾔδει γὰρ αὐτὴν πρῴην μετὰ τοῦ Καίσαρος Ἰουλίου ἐπὶ τὴν Αἴγυπτον ἐλθών. ἡ δὲ Κλεοπάτρα ἀντεδήλωσεν αὐτῷ, ὑπονοθεύσασα αὐτόν, ὡς ἐρῶ‐ σα αὐτοῦ. ὁ οὖν Ἀντώνιος ἠπατήθη καὶ ἔρωτι βληθεὶς ἐφίλησεν
5αὐτὴν καὶ ὑπετάγη αὐτῇ. ἦν δὲ κονδοειδὴς ἡ Κλεοπάτρα, εὐπρε‐ πὴς δὲ πάνυ καὶ μυστική. καὶ δεξαμένη τὸν Ἀντώνιον ἐν τῇ πό‐ λει καὶ τὰ πλήθη αὐτοῦ ἐγαμήθη αὐτῷ. καὶ λοιπὸν ὁ αὐτὸς Ἀντώνιος λαβὼν αὐτὴν γυναῖκα ἐτυράννησεν ἅμα αὐτῇ Ῥωμαίους, καὶ καταφρονήσας καὶ ἀποταξάμενος τῇ αὐτοῦ γυναικί, τῇ ἀδελ‐
10φῇ τοῦ Αὐγούστου Ὀκταβιανοῦ, καὶ συναγαγὼν ἄλλο πλῆθος πο‐ λύ, προτρεψάμενος δὲ καὶ Πέρσας καὶ πολλὰ αὐτοῖς συνταξάμε‐ νος, ποιήσας πλοῖα δρομώνων πολλῶν, καταπλεύσας ἀπὸ Ἀλε‐ ξανδρείας ὥρμησε κατὰ Ῥωμαίων μετὰ τῆς Κλεοπάτρας, παρα‐ λαβεῖν τὴν αὐτὴν Ῥώμην βουλόμενος, διὰ τῆς λεγομένης Ἠπείρου
15χώρας, θέλων ἀνελθεῖν ἐν Ῥώμῃ. Καὶ γνωσθείσης τῆς τοιαύτης τυραννίδος Ἀντωνίου καὶ τῆς Κλεοπάτρας ἐν τῇ Ῥώμῃ, εὐθέως ὁ αὐτὸς Ὀκταβιανὸς ὡπλίσατο κατ’ αὐτῶν καὶ διὰ τὴν εὐτέλειαν τῆς αὑτοῦ ἀδελφῆς, ὅτι περιε‐ φρόνησεν αὐτὴν ὁ αὐτὸς Ἀντώνιος. καὶ ἔλαβεν ὁ αὐτὸς Αὔγου‐
20στος στρατηγὸν δυνατόν, ἐκ τῆς συγκλήτου ἐπιλεξάμενος, Μάρ‐ κον Ἀγρίππαν ὀνόματι, καὶ ἔζευξεν αὐτῷ τὴν ἑαυτοῦ ἀδελφὴν Ὀκταβίαν. καὶ ὥρμησεν ἀπὸ τῆς Ῥώμης ἅμα τῷ αὐτῷ Ἀγρίπ‐ πᾳ στρατηγῷ καὶ στρατιωτικῶν δυνάμεων αὐτοῦ. καὶ φθάσας
τὴν Ἤπειρον χώραν εἰς τόπον λεγόμενον Λευκάτην συνέκρουσε219
Chron
.

220

τῷ Ἀντωνίῳ καὶ τῇ Κλεοπάτρᾳ πόλεμον ναυμαχίας μέγαν, καθὼς Βεργίλλιος ὁ σοφὸς ἐν τῇ αὐτοῦ ἀσπιδοποιίᾳ συνεγράψατο εἰς τὸν ὄγδοον αὐτοῦ λόγον. τὸ δὲ πλῆθος τῶν ἀμφοτέρων στρατευμά‐ των ἐσκέπασε τὴν γῆν καὶ τὴν θάλασσαν. καὶ ἐσφάγη τοῦ Ἀν‐
5τωνίου καὶ τῆς Κλεοπάτρας πλῆθος ἐν τῇ ναυμαχίᾳ, ὥστε τὰ ὕδα‐ τα τῆς θαλάσσης αἵμασι μιγέντα κυμάτων καὶ μόνον φαίνεσθαι. καὶ νικήσας ὁ Αὔγουστος Ὀκταβιανὸς ἐφόνευσε τὸν Ἀντώνιον, τὴν δὲ Κλεοπάτραν παραλαβὼν καὶ δήσας ἐθριάμβευσε, κελεύ‐ σας αὐτὴν φυλαχθῆναι εἰς τὸ ἀνενεγκεῖν ἐν τῇ Ῥώμῃ αἰχμάλωτον
10καὶ πομπεῦσαι. ἥτις Κλεοπάτρα ἀπεχρήσατο ἑαυτῇ, ἀπὸ ἀσπί‐ δος κρουσθεῖσα ἐτελεύτα· ἐβάσταζε γὰρ ἀσπίδας καὶ ἄλλα ἑρπε‐ τὰ εἰς τὰ πλοῖα διὰ τὸν πόλεμον· ὡς φυλάττεται οὖν ὑπὸ στρα‐ τιωτῶν, κρύφα δηχθεῖσα ὑπὸ ἀσπίδος τελευτᾷ διὰ τὸ μὴ ζῶσαν αὐτὴν ἀνενεχθῆναι ἐν τῇ Ῥώμῃ. μετὰ δὲ τὴν τελευτὴν αὐτῆς
15ἀπηνέχθη τὸ λείψανον αὐτῆς ἐν τῇ Ῥώμῃ σμυρνιασθέντα πρὸς θεραπείαν τῆς ἀδελφῆς τοῦ αὐτοῦ Αὐγούστου Ὀκταβιανοῦ, κα‐ θὰ Θεόφιλος ὁ σοφὸς χρονογράφος συνεγράψατο. οἱ δὲ ἐκθέμε‐ νοι τὰ πάτρια Ἀλεξανδρείας τῆς μεγάλης τὴν Κλεοπάτραν ἐν Αἰ‐ γύπτῳ εἶπαν λειφθεῖσαν, καὶ ἄλλα δέ τινα μὴ συμφωνοῦντα τοῖς
20Ῥωμαίων συγγραφεῦσι. Μετὰ δὲ τὴν τοιαύτην νίκην ὁ αὐτὸς Αὔγουστος Ὀκταβιανὸς
ἅμα Ἀγρίππᾳ τῷ στρατηγῷ καὶ γαμβρῷ αὐτοῦ ἀπὸ τῆς κώμης220
Chron
.

221

Ἠπείρου ἐξορμήσας καὶ ἦλθεν ὑποτάξας τὴν Αἰγύπτιον χώραν καὶ θριαμβεύσας τὴν ἑαυτοῦ νίκην. Καὶ κατιὼν μετὰ τοῦ πλήθους αὐτοῦ ὑπέταξε τὰς ἄλλας χώ‐ ρας, καταλύων τὰς τοπαρχίας αὐτῶν. ἦν δὲ ἐνιαυτῶν ιηʹ, ὅτε
5τριομβυράτωρ ἐγένετο. ἐκράτησε δὲ ὁ τῆς Αἰγύπτου πόλεμος ἔτη πολλά. Ὁ δὲ Αὔγουστος Ὀκταβιανὸς παρελθὼν τὴν Εὐρώπην πᾶ‐ σαν ἐπέρασεν ἀπὸ τοῦ Βυζαντίου ἐπὶ τὴν Χαλκηδόνα πόλιν τῆς Ἀσίας. καὶ ἐποίησεν εὐθέως ἄρχοντα ὃν ἠβουλήθη ἐν τῇ Βιθυ‐
10νίᾳ ἐκ τῶν ἰδίων αὐτοῦ ἀνθρώπων ὀνόματι Λαῦσον, διαδεξά‐ μενος τὸν ἰθύνοντα τὴν αὐτὴν χώραν Διήναρον τὸν προβληθέν‐ τα ὑπὸ τοῦ Καίσαρος τοῦ θείου αὐτοῦ· ἦν γὰρ ἤδη ἡ Βιθυνία ἔχουσα ἄρχοντα· ἐπειδὴ πρὸ αὐτοῦ ὁ Πομπήιος Μάγνος ἦν λα‐ βὼν τὴν αὐτὴν Βιθυνίαν, τελευτήσαντος Νικομήδους τοπαρχοῦν‐
15τος αὐτήν, τοῦ ὄντος ἐκ τοῦ γένους τῶν Μακεδόνων· ὅστις τε‐ λευτῶν εἴασεν αὐτὴν Ῥωμαίοις. Τὴν δὲ Γαλατίαν ὑπέταξεν ὁ αὐτὸς Αὔγουστος ὁ καὶ Ὀκτα‐ βιανός, νικήσας Δηιόταρον, τετράρχην αὐτῆς· καὶ τειχίσας κώ‐ μην τὴν λεγομένην Ἀρσίνην ἐποίησε πόλιν, ἥντινα ἐκάλεσεν Ἄγ‐
20κυραν διὰ τὸ μέσην αὐτὴν εἶναι δύο θαλασσῶν, τῆς τε Ποντικῆς καὶ τῆς Ἀσιανῆς θαλάσσης. θυσιάσας δὲ κόρην παρθένον ὀνό‐ ματι Γρηγορίαν εἰς ἀποκαθαρισμόν, ποιήσας αὐτὴν ἐπαρχίαν,
ἐάσας ἐκεῖ Γάλλους στρατιώτας διὰ τὸ φυλάττειν τὴν χώραν καὶ221
Chron
.

222

τὴν πόλιν, καλέσας εἰς ὄνομα αὐτῶν καὶ τὴν ἐπαρχίαν καὶ τὸν ποταμὸν Γάλλον. ὁμοίως δὲ καὶ τὴν Λυδίαν καὶ Παμφυλίαν τὰς ἐπαρχίας ἀπὸ τοῦ αὐτοῦ Δηιοτάρου ἐπαρχουμένας παρέλα‐ βε καὶ ἐποίησεν ὑπὸ Ῥωμαίους, πέμψας Κουρίωνα ὀνόματι στρα‐
5τηγὸν αὐτοῦ μετὰ βοηθείας πολλῆς. Φρυγίαν δὲ Πακατιανὴν ὑπὸ τὴν τετραρχίαν τοῦ αὐτοῦ οὖσαν ὑπὸ Ῥωμαίους ἐποίησε, πέμψας μετὰ βοηθείας Πακατιανὸν στρατηγὸν αὐτοῦ. καὶ τὴν Λυκαονίαν δὲ παρέλαβε τοπαρχουμένην ὑπὸ Λυκάονος, υἱοῦ τοῦ Κάπυος, ὅστις προσέπεσε τῷ αὐτῷ Αὐγούστῳ. καὶ προτρεψόμε‐
10νος αὐτὸν ὁ Αὔγουστος, ὡς γενναῖον, ἔλαβεν αὐτὸν ἐπὶ τὴν Αἴγυ‐ πτον. Συρία δὲ καὶ Κιλικία πρῴην ἐπὶ τοῦ Καίσαρος Ἰουλίου ἐγένετο ὑπὸ Ῥωμαίους. Καταλαβὼν δὲ ὁ Αὔγουστος τὴν Συρίαν εἰσῆλθεν ἐν Ἀντιο‐ χείᾳ τῇ μεγάλῃ, θριαμβεῦσαι τὴν κατὰ Ἀντωνίου νίκην καὶ
15Κλεοπάτρας μετὰ τοῦ ἰδίου αὐτοῦ γαμβροῦ Ἀγρίππα. ὅστις Ἀγρίππας τερφθεὶς τῆς τοποθεσίας τῆς πόλεως Ἀντιοχείας, κτί‐ ζει ἐκεῖ δημόσιον λουτρὸν ἔξω τῆς πόλεως παρὰ τὸ ὄρος, εὑρὼν ἐκεῖ πηγήν, ὅπερ ἐκάλεσεν εἰς ὄνομα ἴδιον τὸ Ἀγριππιανόν, τὸ νυ‐ νὶ λεγόμενον Ἀμπελινὸν λουτρόν. κτίζει δὲ καὶ δίαιταν οἰκημά‐
20των καὶ βανιάριν, καλέσας τὴν γειτνίαν Ἀγριππιτῶν. προσέθηκε δὲ κτίσας ἐν τῷ θεάτρῳ Ἀντιοχείας ἄλλην ζώνην ἐπάνω τῆς πρώ‐ της διὰ τὸν πολὺν δῆμον ὁ Ἀγρίππας.
Ἐκεῖθεν δὲ ἐξελθὼν ὁ Αὔγουστος κατέλαβε τὴν Λαοδικέων222
Chron
.

223

πόλιν τῆς Συρίας· καὶ ἔκτισεν ἐν αὐτῇ τῇ πόλει θέατρον μέγα πάνυ, στήσας ἑαυτῷ ἐκεῖ στήλην μαρμαρίνην. ἔκτισε δὲ ἐν αὐ‐ τῇ τῇ πόλει καὶ τὸ μέγα τετράπυλον, ὄντα μικρόν· καὶ κοσμήσας αὐτὸ κίοσι καὶ μαρμάροις ἀνοικοδομήσας καὶ μουσώσας ἐθριάμ‐
5βευσεν ἐν αὐτῷ τὴν ἑαυτοῦ νίκην, στήσας ἐν τῷ αὐτῷ τετραπύλῳ στήλην χαλκῆν μετὰ τεσσάρων ἵππων. Καὶ τὴν Φοινίκην δὲ ὑπέταξε· καὶ πέμψας στρατηγοὺς μετὰ βοηθείας Λούκουλλον καὶ Πόντιον, οἵτινες ἐνίκησαν Τιγράνην το‐ παρχοῦντα αὐτῆς καὶ ἐποίησεν αὐτὴν ἐπαρχίαν. καὶ τὴν λεγομέ‐
10νην δὲ Ἀραβίαν ὑφ’ ἑαυτόν, ἤτοι ὑπὸ Ῥωμαίους, ἐποίησε κρα‐ τουμένην ὑπὸ Ἄραβα, βασιλέως βαρβάρων Σαρακηνῶν, καὶ ἐτεί‐ χισε κώμην ἣν ἐκάλεσε Βόστραν εἰς ὄνομα Βόστρου τοῦ πεμ‐ φθέντος ὑπ’ αὐτοῦ στρατηγοῦ, καὶ τὰς λοιπὰς δὲ τοπαρχίας δίχα τῆς Καππαδοκίας τῆς τοπαρχουμένης ὑπὸ Ἀρχελάου καὶ τῆς τε‐
15τραρχίας Ἡρώδου τοῦ τετραρχοῦντος τῆς Ἰουδαίας χώρας, ἐπει‐ δὴ προσήνεγκαν αὐτῷ ἀμφότεροι δῶρα μεγάλα. Ὁ δὲ Ἡρώδης βασιλεὺς τῆς Ἰουδαίας πρὸς τιμὴν αὐτοῦ ἐποίησε καὶ τὴν ὁδοστρωσίαν τὴν ἔξω τῆς πόλεως Ἀντιοχείας τῆς μεγάλης, ἦν γὰρ δύσβατος, στρώσας αὐτὴν λευκαῖς πλάκαις.
20ἐκάλεσαν δὲ ἀμφότεροι τοπάρχαι τὰς μητροπόλεις αὑτῶν πρὸς
τιμὴν αὐτοῦ εἰς ὄνομα τοῦ Καίσαρος· ὁ μὲν Ἡρώδης βασιλεὺς223
Chron
.

224

καὶ τοπάρχης ἐκάλεσε Καισάρειαν Παλαιστίνης, τὴν πρῴην λε‐ γομένην Στράτωνος πύργον, ὁ δὲ Ἀρχέλαος βασιλεὺς καὶ τοπάρ‐ χης ἐκάλεσε Καισάρειαν Καππαδοκίας τὴν πρῴην λεγομένην Μά‐ ζακαν. ἦν γὰρ ὁ Καῖσαρ θεῖος τοῦ αὐτοῦ Αὐγούστου τοῦ παρε‐
5σχηκότος αὐτοῖς ἔχειν τῆς τετραρχίας τὴν βασιλείαν ἐπὶ τῶν τῆς ζωῆς αὐτῶν χρόνων. Καὶ ἐξορμήσας ἐκ τῆς Παλαιστίνης παρέλαβε καὶ τὴν Αἴγυ‐ πτον· καὶ ὑποτάξας αὐτὴν εἰσῆλθεν ἐν Ἀλεξανδρείᾳ τῇ μεγάλῃ, καὶ ἐκεῖ ἐθριάμβευσε τὴν ἰδίαν νίκην, ποιήσας καὶ τὴν Αἴγυπτον
10ὑπὸ Ῥωμαίους. καὶ ἔδωκεν ἄρχειν αὐτῶν τῶν Αἰγυπτίων ἐν Ἀλεξανδρείᾳ τῇ μεγάλῃ ἐν πρώτοις ἄρχοντα ἐκ τῶν ἰδίων αὐτοῦ ἀνθρώπων ὀνόματι Κορνήλιον Γάλλον· ᾧτινι ἔδωκεν ἀξίαν αὐ‐ γουσταλίου τοῦ ἰδίου ὀνόματος σήμαντρον. Καὶ ἐκ τῆς Αἰγύπτου περάσας ὁ αὐτὸς Αὔγουστος ἀνῆλθεν
15ἐπὶ τὴν Ῥώμην, ὑπτιωθεὶς καὶ ἀπονενοημένος, ὡς ὑποτάξας τὸν κόσμον· καὶ τυραννήσας τὴν σύγκλητον ἐβασίλευσεν ἀφ’ ἑαυτοῦ ἐν ὑπερηφανίᾳ ὤν, ἀνελὼν καὶ τὸν Βροῦτον τὸν φονεύσαντα τὸν Καίσαρα τὸν αὐτοῦ θεῖον. ὅντινα Βροῦτον φυλάττοντα τὴν Θεσσαλίαν μετὰ βοηθείας πέμψας ἀπεκεφάλισεν ἐπὶ τῆς ὑπα‐
20τείας Καλβισιανοῦ καὶ Πολλίωνος, καθὼς Λουκανὸς ὁ σοφὸς Ῥωμαίων ποιητὴς συνεγράψατο. Ἦν δὲ τοῖς χρόνοις τούτοις Σωσίβιός τις Ἀντιοχεὺς συγκλη‐ τικὸς ἀνελθὼν μετὰ τοῦ Αὐγούστου ἐν τῇ Ῥώμῃ· καὶ τελευτᾷ καταλιπὼν τὴν πρόσοδον αὐτοῦ τῇ ἰδίᾳ πόλει εἰς τὸ ἐπιτελεῖσθαι
25ἐν αὐτῇ κατὰ πενταετηρίδα τριάκοντα ἡμέρας τοῦ ὑπερβερεταίου224
Chron
.

225

μηνὸς ἀγῶνας ἀκροαμάτων καὶ θυμελικῶν, σκηνικῶν, πάντων καὶ ἀθλητῶν καὶ ἱππικὸν ἀγῶνα. Καὶ κατέφθασεν ἐν Ἀντιοχείᾳ ἐν τῇ δευτέρᾳ παρουσίᾳ αὐ‐ τοῦ ὁ γαμβρὸς τοῦ αὐτοῦ Αὐγούστου Ἀγρίππας, καὶ ἐξεχόϊσε
5τοῦ παλαιοῦ ἱππικοῦ τὰ χώματα ἅπερ εἶχεν ἐκ τῶν πρῴην φό‐ βων· καὶ ἐθεώρησε τὴν πολύτροπον θέαν ὁ αὐτός· καὶ θαυμά‐ σας ἐξῆλθεν ἐκεῖθεν. ἔκτισε δὲ πρῴην τὸ αὐτὸ παλαιὸν ἱππικὸν καὶ τὸ παλαιὸν παλάτιον ἐκ τῶν ἰδίων Κοΐντος [δὲ] Μαρκιανὸς ῥὴξ Ῥωμαίων, κατελθὼν ἐν Ἀντιοχείᾳ τῆς Συρίας πρὸς Φίλιππον
10τὸν βαρύπουν τὸν Μακεδόνα τὸν βασιλεύοντα ἐν Ἀντιοχείᾳ τυ‐ πῶσαι φόρους διδόναι αὐτὸν Ῥωμαίοις. Ἐγένετο βασιλεὺς Ῥωμαίων πρῶτος καὶ μόνος καὶ ὀργιοφάν‐ της ὁ αὐτὸς θειότατος Αὔγουστος· καὶ ἐχρημάτιζεν ἑαυτὸν οὕ‐ τως, Αὔγουστος Καῖσαρ Ὀκταβιανὸς τροπαιοῦχος σεβαστὸς
15κραταιὸς ἰμπεράτωρ, ὅπερ ἐστὶν αὐτοκράτωρ. καὶ ἐβασίλευσεν ὁ αὐτὸς Αὔγουστος τὰ πάντα ἔτη νϛʹ. τῇ δὲ θέᾳ ὑπῆρχε κον‐ δοειδής, λεπτός, ἁπλόθριξ, εὐόφθαλμος, εὔρινος. Ἐν δὲ αὐτοῦ βασιλείᾳ ἔκτισε τὸ ἱερὸν τοῦ Διὸς ἐν τῇ Ῥώμῃ, ἀνανεώσας καὶ τὸ Καπετώλιον, ποιήσας τὰ ἀμφότερα φοβερὰ
20κτίσματα.225
Chron
.

226

Τῷ δὲ λθʹ ἔτει καὶ μηνὶ τῷ δεκάτῳ τῆς βασιλείας αὐτοῦ ἐθέσπισεν ἐκφωνήσας δόγμα ὥστε ἀπογραφῆναι πᾶσαν τὴν ὑπ’ αὐτὸν γενομένην γῆν καὶ ἣν πρῴην εἶχον οἱ Ῥωμαῖοι ἐπὶ τῆς ὑπατείας Ἀγρίππου τὸ δεύτερον καὶ Δονάτου. καὶ ἀπεγράφη
5πᾶσα ἡ ὑπὸ Ῥωμαίους γῆ διὰ Εὐμενοῦς καὶ Ἀττάλου συγκλητι‐ κῶν Ῥωμαίων. εἶχε γὰρ πολὺν φόβον· ὀργίλος γὰρ ἦν πάνυ. Μετὰ δὲ τὸ διελθεῖν τὸ μαʹ ἔτος καὶ μῆνα τὸν ἕκτον τῆς βασιλείας αὐτοῦ ἐν τῷ δύστρῳ μηνὶ κεʹ, ὥραν ἡμερινὴν δευτέ‐ ραν, ἡμέρᾳ κυριακῇ εὐηγγελίσατο ἐν Ναζαρὲτ τῇ πόλει ὁ ἀρχάγ‐
10γελος Γαβριὴλ τὴν ἁγίαν παρθένον καὶ θεοτόκον Μαρίαν ἐν ὑπατείᾳ Κουϊνίου καὶ Λογγίνου, ἡγεμονεύοντος δὲ τῆς Συρίας Οὐτιλλίου τοῦ καὶ προαχθέντος νεωστὶ ὑπὸ τοῦ Αὐγούστου
Καίσαρος.226
Chron
.

227

(t1)

ΛΟΓΟΣ Ιʹ.
t2ΧΡΟΝΩΝ ΒΑΣΙΛΕΙΑΣ ΑΥΓΟΥΣΤΟΥ ΚΑΙ
t3ΕΝΑΝΘΡΩΠΗΣΕΩΣ ΘΕΟΥ.
1Ἐν δὲ τῷ μβʹ ἔτει καὶ μηνὶ τῷ δʹ τῆς βασιλείας τοῦ αὐτοῦ Αὐγούστου ἐγεννήθη ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς ὁ Χρι‐ στὸς τῇ πρὸ ηʹ καλανδῶν ἰανουαρίων μηνὶ δεκεμβρίῳ κεʹ, ὥραν ἡμερινὴν ἑβδόμην, ἐν πόλει τῆς Ἰουδαίας ὀνόματι Βη‐
5θλεέμ, πλησίον οὖσαν τῆς Ἱερουσαλήμ, ἔτους κατὰ Ἀντιόχειαν τὴν μεγάλην χρηματίζοντος μβʹ, ἡγεμονεύοντος τῆς Συρίας Κυ‐ ρηνίου τοῦ ἀπὸ ὑπάτων, ὑπατεύοντος δὲ τοῦ αὐτοῦ Ὀκταβια‐ νοῦ καὶ Σιλουανοῦ, τοπαρχοῦντος δέ, ἤτοι βασιλεύοντος, τῆς Ἰουδαίας Ἡρώδου τοῦ βασιλέως.
10Συνάγεται οὖν ἀπὸ Ἀδὰμ ἕως τοῦ Φαλέκ, υἱοῦ Ἕβερ, ἔτη
βφλγʹ, καὶ ἀπὸ Φαλὲκ ἕως τοῦ μβʹ ἔτους τῆς βασιλείας Αὐγού‐227
Chron
.

228

στου Καίσαρος ἔτη ͵βϡξζʹ, ὡς συνάγεσθαι ἀπὸ Ἀδὰμ τοῦ πρωτοπλάστου ἕως τῆς κατὰ σάρκα γεννήσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τοῦ μβʹ ἔτους τῆς βασιλείας τοῦ αὐτοῦ Αὐ‐ γούστου Καίσαρος ἔτη ͵εφʹ.
5 Καὶ λοιπὸν συνανεστράφη ἐπὶ τῆς γῆς τοῖς ἀνθρώποις ὁ κύ‐ ριος ἡμῶν καὶ θεός, ὡς ἐν ταῖς γραφαῖς ἐμφέρεται, ἔτη λγʹ, ὡς γίνεσθαι ἀπὸ Ἀδὰμ ἕως τῆς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ σάρκα γεννήσεως καὶ σταυρώσεως ἔτη ͵εφλγʹ. ὁ γὰρ Φα‐ λὲκ κατὰ τὴν προφητικὴν φωνὴν Μωσέως τὸ ἥμισυ λέγεται τοῦ
10χρόνου τῆς μελλούσης τοῦ Χριστοῦ παρουσίας. ὥσπερ γὰρ τὸν ἄνθρωπον τῇ ἕκτῃ ἡμέρᾳ ἔπλασεν, ὡς Μωσῆς ἐξέθετο, συντά‐ ξας ἐν τοῖς ὑπομνήμασιν αὐτοῦ καὶ τοῦτο, „καὶ ἐστὶν ἡ μία ἡμέ‐ ρα κυρίου ὡσεὶ χίλια ἔτη,“ τῇ δὲ ἕκτῃ ἡμέρᾳ, ὡς προεῖπεν ἡ γραφή, ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον, καὶ ὑπέπεσε τῇ ἁμαρτίᾳ
15ὁ ἄνθρωπος· ὡς δῆλον εἶναι ὅτι οὕτω καὶ τῇ ἕκτῃ ἡμέρᾳ τῆς χιλιάδος ἐπὶ τῆς γῆς ἐφάνη ὁ δεσπότης ἡμῶν Ἰησοῦς ὁ Χριστός, καὶ ἔσωσε τὸν ἄνθρωπον διὰ τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως· ἅτινα συνεγράψατο Κλήμης, Θεόφιλος, καὶ Τιμόθεος, οἱ σο‐ φοὶ χρονογράφοι, ὁμοφωνήσαντες. ὁ δὲ θεοφιλέστατος χρονο‐
20γράφος Εὐσέβιος ὁ Παμφίλου ὁ γενόμενος ἐπίσκοπος Καισα‐
ρείας Παλαιστίνης τῇ μὲν ἕκτῃ χιλιάδι τῶν ἐνιαυτῶν λέγει καὶ228
Chron
.

229

αὐτὸς φανῆναι τὸν ὅλων σωτῆρα καὶ κύριον Ἰησοῦν Χριστόν, κατὰ τὸν ἀριθμὸν τῶν ἓξ ἡμερῶν τῆς πλάσεως τοῦ Ἀδάμ· πρὸ τοῦ δὲ πληρωθῆναι τὸ ἑξακισχιλιοστὸν ἔτος εἶπεν ὅτι ἐφάνη ἐπὶ τῆς γῆς ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς Χριστὸς ῥύσασθαι
5τὸ γένος τῶν ἀνθρώπων· καὶ ἐγεννήθη καὶ ἐνηνθρώπησε, φησί, τῷ ͵εφʹ ἔτει· ἔπαθε καὶ ἀνέστη ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χρι‐ στὸς καὶ ἀνελήφθη τῷ ͵εφλγʹ ἔτει. ἐν δὲ τῷ ἑξακισχιλιοστῷ ἔτει συμφωνοῦσιν ἅπαντες φανῆναι τὸν κύριον· κἂν οὖν πλέον κἂν ἔλασσον, εἰς τὸ ͵ϛ ἔτος εἶπαν φανῆναι κατὰ τὴν προφητι‐
10κὴν φωνήν, καὶ μὴ ὁμοφωνοῦσιν ἐκθέμενοι περὶ τὸν ἀριθμὸν τῶν ἐνιαυτῶν, ἐν ἐσχάτοις καιροῖς ἐφάνη, ὡς ἡ θεία γραφὴ ση‐ μαίνει. Ἐπὶ δὲ τῆς βασιλείας τοῦ αὐτοῦ Αὐγούστου Καίσαρος σε‐ βαστοῦ ἔπαθεν ὑπὸ θεομηνίας πόλις τῆς Παλαιστίνης ὀνόματι
15Σαλαμίνη. ἥντινα πόλιν ἐγείρας ὁ αὐτὸς Αὔγουστος ἐπεκάλεσε Διὸς πόλιν. Ἡρώδης δὲ ὁ τοπάρχης, ἤτοι βασιλεύς, τῆς Ἰουδαίας ἐν αὐτῷ τῷ χρόνῳ ἐδιδάχθη ὅτι κατάσκοποι μάγοι ἀπὸ Περσίδος εἰσῆλθον εἰς τὴν Ἰουδαίαν χώραν· καὶ ἐκέλευσεν αὐτοὺς συσχε‐
20θῆναι. ἦλθον γὰρ ἀπὸ τῆς Περσίδος μάγοι, γνόντες, ὡς μυ‐ στικοί, διὰ τοῦ φανέντος ἀστέρος τοῦ μηνύσαντος εἰς τὴν ἀνα‐
τολὴν τὴν τοῦ σωτῆρος Χριστοῦ ἐνανθρώπησιν, δῶρα φέρον‐229
Chron
.

230

τες αὐτῷ, ὡς βασιλεῖ μεγάλῳ καὶ νικητῇ. οἵτινες εἰς τὴν ἀνα‐ τολὴν ἐλθόντες ἐπηρώτων, Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; καὶ ἐθρυλήθησαν τοῖς Ἰουδαίοις. οἵτινες μάγοι γνω‐ σθέντες συνεσχέθησαν καὶ εἰσηνέχθησαν τῷ Ἡρώδῃ βασιλεῖ.
5καὶ ἐπηρώτησεν αὐτούς, Διὰ τί ἐπὶ τὴν Ἰουδαίαν χώραν ἐγένε‐ σθε κατάσκοποι; καὶ ἀνήγαγον αὐτῷ οἱ μάγοι τὸ τοῦ ἀστέρος θαῦμα, καὶ ὅτι μέγας βασιλεὺς ἐγεννήθη τῷ κόσμῳ, καὶ ὅτι δῶ‐ ρα αὐτῷ ἐνεγκόντες παρεγενόμεθα, ὡς βασιλεῖ μεγάλῳ, προσενέγ‐ και αὐτῷ ἃ ἐπιφερόμεθα δῶρα, ὡς θεῷ. εἴδομεν γὰρ αὐτοῦ
10τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. ὁ δὲ Ἡρώδης ἀκούσας ταῦτα ἔκθαμβος ἔμεινε, λογιζόμενος ὅτι μετὰ Αὔγουστον Καίσαρα ποίας ἐστὶ δυνάμεως ὁ γεννηθεὶς βα‐ σιλεύς. ἦσαν οὖν ἐλθόντες οἱ μάγοι ἐν Ἱεροσολύμοις ἐν ὑπα‐ τείᾳ Οὐϊνδικίου καὶ Οὐαλερίου. ἠκριβώσατο οὖν παρ’ αὐτῶν ὁ
15Ἡρώδης τὸν χρόνον τοῦ φανέντος ἀστέρος, καὶ εἶπεν αὐτοῖς τοῖς μάγοις ὅτι Ἐὰν εὕρητε αὐτόν, ἐλθόντες ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ. καὶ ἀπελθόντες οἱ μάγοι, ὁδηγούμενοι ὑπὸ τοῦ ἀστέρος, οὗ ἑωράκασιν ἐν τῇ ἀνατολῇ, ηὗ‐ ρον τὸν Ἰησοῦν καὶ τὴν μητέρα αὐτοῦ ἐν Βηθλεὲμ τῇ πόλει.
20καὶ πεσόντες εἰς τὸ ἔδαφος τῆς γῆς προσεκύνησαν τῷ σωτῆρι Χριστῷ· ἔλεγον γὰρ ἐν ἑαυτοῖς ὅτι τὸν μείζονα αὐτοῦ θεὸν ὑποδεικνύει ἡμῖν οὗτος ὁ ἀστήρ, ὃν ἡμεῖς τιμῶμεν, ὡς θεόν.
καὶ προσενέγκαντες αὐτῷ δῶρα ἅπερ ἐβάσταζον, ὡς θεῷ, καὶ230
Chron
.

231

χρηματισθέντες, δι’ ἄλλης ὁδοῦ, τῆς τοῦ λιμίτου, ἀνῆλθον εἰς τὰ Περσικὰ μέρη, καταφρονήσαντες τοῦ Ἡρώδου βασιλέως. Καὶ ὡς παιχθεὶς ὁ αὐτὸς Ἡρώδης βασιλεὺς ὑπὸ τῶν μάγων ἐθυμώθη· καὶ περιεργασάμενος ἀπὸ τῶν ἀρχιερέων τῶν Ἰου‐
5δαίων ποῦ ὁ Χριστὸς γεννᾶται, ἔμαθε. καὶ πέμψας τοὺς στρα‐ τιώτας ἔσφαξε πάντα τὰ νήπια ἐν Βηθλεὲμ τῇ πόλει τῆς Ἰου‐ δαίας, καθὼς ἡ θεία λέγει γραφή. καὶ ληφθεὶς εὐθέως ὁ Ἡρώ‐ δης πάθει ἀνιάτῳ σκωληκόβρωτος ἐγένετο καὶ ἀπέθανε, καὶ ἐγένετο βασιλεύς, ἤτοι τοπάρχης, τοῦ Ἰουδαικοῦ ἔθνους Ἀρχέ‐
10λαος ὁ υἱὸς αὐτοῦ ἔτη θʹ, ἐν ὑπατείᾳ Λαμία καὶ Σερελλιανοῦ, καθὼς ὁ σοφώτατος Κλήμης ὁ χρονογράφος ἐξέθετο. Ὁ δὲ Αὔγουστος Καῖσαρ Ὀκταβιανὸς τῷ νεʹ ἔτει τῆς βα‐ σιλείας αὐτοῦ μηνὶ ὀκτωβρίῳ τῷ καὶ ὑπερβερεταίῳ ἀπῆλ‐ θεν εἰς τὸ μαντεῖον· καὶ ποιήσας ἑκατόμβην θυσίαν ἐπηρώτη‐
15σε, Τίς μετ’ ἐμὲ βασιλεύσει τῆς Ῥωμαϊκῆς πολιτείας; καὶ οὐκ ἐδόθη αὐτῷ ἀπόκρισις ἐκ τῆς Πυθίας. καὶ πάλιν ἐποίησεν ἄλ‐ λην θυσίαν, καὶ ἐπηρώτησε τὴν Πυθίαν τὸ διὰ τί οὐκ ἐδόθη αὐτῷ ἀπόκρισις, ἀλλὰ σιγᾷ τὸ μαντεῖον. καὶ ἐῤῥέθη αὐτῷ ἀπὸ τῆς Πυθίας ταῦτα.
20Παῖς Ἑβραῖος κέλεταί με θεὸς μακάρεσσιν ἀνάσσων
τόνδε δόμον προλιπεῖν καὶ ἄϊδος αὖθις ἱκέσθαι.231
Chron
.

232

καὶ λοιπὸν ἄπιθι ἐκ πρόμων ἡμετέρων. Καὶ ἐξελθὼν ἐκ τοῦ μαντείου ὁ Αὔγουστος Καῖσαρ, καὶ ἐλ‐ θὼν εἰς τὸ Καπετώλιον, ἔκτισεν ἐκεῖ βωμὸν μέγαν, ὑψηλόν, ἐν ᾧ ἐπέγραψε Ῥωμαϊκοῖς γράμμασιν, Ὁ βωμὸς οὗτός ἐστι τοῦ πρω‐
5τογόνου θεοῦ· ὅστις βωμός ἐστιν εἰς τὸ Καπετώλιον ἕως τῆς νῦν, καθὼς Τιμόθεος ὁ σοφὸς συνεγράψατο. Ὁ δὲ αὐτὸς Καῖσαρ Ὀκταβιανὸς νόσῳ βληθεὶς ἐν τῇ Ῥώμῃ ἐτελεύτησε, γέρων ὢν ἐτῶν οεʹ, ἄπαις καὶ σωφρονήσας ἀπὸ σω‐ ματικῆς ἁμαρτίας. ἦν γὰρ μυστικὸς ἀρχιερεὺς καὶ βασιλεύς.
10 Μετὰ δὲ τὴν βασιλείαν Αὐγούστου Καίσαρος ἐπὶ ὑπατείας Σέξτου καὶ Σεκτικιανοῦ ἐβασίλευσε Τιβέριος Καῖσαρ ἔτη κβʹ. ἦν δὲ διμοιριαῖος, γέρων, λεπτακινός, εὐόφθαλμος, μελάγχροος, κονδόθριξ, οὖλος, ὑπόσιμος, φιλοκτίστης. ὅστις ἐπεστράτευσε κατὰ Περσῶν, καὶ μὴ πολεμήσας, ἀλλὰ παρακληθεὶς παρ’ αὐ‐
15τῶν πάκτα εἰρήνης ἐποίησε. Καὶ ἀνιὼν ἐπὶ τὴν Ῥώμην ἦλθεν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ, καὶ ἔκτισεν ἔξω τῆς πόλεως ἐμβόλους δύο μεγάλους πρὸς τῷ ὄρει τῷ λεγομένῳ Σιλπίῳ, ἔχοντας διαστήματα μιλίων δʹ, ὑπο‐ ρόφους καὶ πανευπρεπεῖς. καὶ κατὰ ῥύμην κτίσας τετράπυλα
20διὰ εἰλημάτων, φιλοκαλήσας αὐτὰ μουσώσει καὶ μαρμάροις, καὶ τὴν πλατεῖαν δὲ χαλκουργήμασι καὶ ἀγάλμασι κοσμήσας καὶ
τειχίσας τοὺς αὐτοὺς ἐμβόλους καὶ τὸ ὄρος ἀποκλείσας ἔσωθεν,232
Chron
.

233

προσεκόλλησε τῷ αὐτῷ τείχει τὸ νέον τῷ παλαιῷ τείχει τῆς πό‐ λεως τῷ ὑπὸ Σελεύκου γενομένῳ, ἀποκλείσας διὰ τοῦ ἰδίου αὐτοῦ τείχους καὶ τὴν ἀκρόπολιν καὶ τὴν Ἰώπολιν. καὶ ἀνέστη‐ σε τῷ αὐτῷ Τιβερίῳ Καίσαρι ἡ βουλὴ καὶ ὁ δῆμος τῶν Ἀντιο‐
5χέων στήλην χαλκῆν ὑπεράνω μεγάλου κίονος Θηβαίου ἐν τῇ πλατείᾳ κατὰ τὸ μέσον τῶν ἐμβόλων τῶν ὑπ’ αὐτοῦ κτισθέν‐ των. ὅστις τόπος κέκληται ὁ ὀφθαλμὸς τῆς πόλεως, ἔχων καὶ τύ‐ πον ἐγγεγλυμμένον ἐν λίθῳ ὀμφαλοῦ. ἥτις στήλη ἵσταται ἕως τῆς νῦν.
10 Ὁ δὲ αὐτὸς Τιβέριος Καῖσαρ μαθὼν ὅτι ὁ Σέλευκος ὁ βασι‐ λεὺς φοβηθεὶς τὰς ῥύσεις τῶν ὑδάτων κατιόντων ἐκ τοῦ ὄρους χειμῶνος καὶ λιμναζόντων, ἀποφυγὼν τὸ ὄρος ἐν τῇ πεδιάδι τὴν πόλιν ἔκτισε, καὶ ἔθηκε τῇ αὑτοῦ στήλῃ κιβώτιον λίθινον, ἐν ᾧ ἐποίησε τέλεσμα δι’ Ἀβλάκκωνος, τελεστοῦ καὶ ἱερέως, διὰ
15τὰς ῥύσεις τοῦ Παρμενίου χειμάῤῥου ποταμοῦ καὶ τῶν κατερ‐ χομένων ῥυάκων ἐκ τοῦ ὄρους πρὸς τὸ μὴ βλάπτεσθαι τὸ αὐτὸ μέρος τῆς πόλεως ἢ πορθεῖσθαι τοὺς ὑπ’ αὐτοῦ κτισθέντας δύο ἐμβόλους μεγάλους· ὅπερ κιβώτιον λίθινον λέγουσιν εἶναι οἱ Ἀν‐ τιοχεῖς πολῖται τὰ ὠνεωκὰ τῆς πόλεως αὐτῶν, διότι ἐξηγόρακε
20τὸ μέρος αὐτὸ τῆς πόλεως διὰ τῆς ἀσφαλείας τοῦ κτισθέντος παρ’ αὐτοῦ τείχους ἐκ τῆς τῶν βαρβάρων Σαρακηνῶν καὶ
Περσῶν ἐπιδρομῆς καὶ ἁλώσεως. ᾠκεῖτο γὰρ δίχα τείχους πρῴην233
Chron
.

234

τὸ παρὰ τὸ ὄρος μέρος τῆς πόλεως, κτισθὲν ὑπὸ Ἀντιόχου τοῦ ἐπιφανεστάτου βασιλέως· ὅτι καὶ τὸ βουλευτήριον ἔκτισε καὶ ἄλλα ἱερά. ὡσαύτως δὲ καὶ Ἀντίοχος ὁ βασιλεὺς πάλιν ὁ λε‐ γόμενος Φιλάδελφος ἔκτισεν ἔξω τῆς πόλεως πολλά· ὅστις καὶ
5ἐν Δάφνῃ ἔκτισεν ἐν τῷ ἄλσει ἱερὰ δύο, Ἀπόλλωνος καὶ Ἀρτέμι‐ δος, στήσας ἐν αὐτοῖς ἀγάλματα δύο χρυσᾶ, παρασχὼν προνό‐ μια τοῖς καταφεύγουσιν ἐκεῖ πρὸς τὸ μὴ ἐκβάλλεσθαί τινα ἐκ τῶν αὐτῶν ἱερῶν. ταῦτα δὲ ἔκτισαν, ὅτε τὰ Μακεδονικὰ βα‐ σίλεια ὑπῆρχεν.
10 Ὁ δὲ Τιβέριος Καῖσαρ ἔκτισεν ἐν τῇ αὐτῇ Ἀντιοχείᾳ πόλει ἱερὸν μέγα Διὸς Καπετωλίου. ὁμοίως δὲ ἔκτισεν ὁ αὐτὸς βασι‐ λεὺς καὶ δημόσιον λουτρὸν πλησίον τῆς Ὀλυμπιάδος πηγῆς τῆς κτισθείσης ὑπὸ Ἀλεξάνδρου τοῦ Μακεδόνος εἰς ὄνομα τῆς αὑ‐ τοῦ μητρός· ἔπιε γὰρ ἐκ τοῦ αὐτοῦ ὕδατος Ἀλέξανδρος ἐλθὼν
15ἐκεῖ καὶ εἶπεν ὅτι Ἔπια γάλα τῆς ἐμῆς μητρός. κεῖται δὲ ἡ πη‐ γὴ παρὰ τὸ ὄρος· ἥντινα ὁ αὐτὸς Τιβέριος ἔσω τοῦ τείχους ἀπέ‐ κλεισεν. ἔκτισε δὲ καὶ ἱερὸν τῷ Διονύσῳ πρὸς τῷ ὄρει ὁ αὐτὸς Τιβέριος βασιλεύς, στήσας δύο στήλας μεγάλας τῶν ἐξ Ἀντιόπης γεννηθέντων Διοσκούρων ἔξω τοῦ ναοῦ εἰς τιμὴν αὐτῶν, Ἀμφίο‐
20νός τε καὶ Ζήθου. ὁ αὐτὸς Τιβέριος καὶ τὸν ποταμὸν τῆς πό‐ λεως τὸν πρῴην λεγόμενον Δράκοντα μετεκάλεσεν Ὀρόντην τῇ
Ῥωμαϊκῇ λέξει, ὅπερ ἑρμηνεύεται ἀνατολικός. ἔκτισε δὲ καὶ τὸ234
Chron
.

235

θέατρον, προσθεὶς ἄλλην ζώνην πρὸς τῷ ὄρει καὶ θυσιάσας κόρην παρθένον Ἀντιγόνην ὀνόματι· ὅθεν θέατρον οὐκ ἐπλή‐ ρωσεν εἰς τέλειον. ἔστησε δὲ ἐπάνω τῆς ἀνατολικῆς πόρτας, ἧς αὐτὸς ἔκτισε, στήλην λιθίνην τῇ λυκαίνῃ, τρεφούσῃ τὸν Ῥῶμον
5καὶ τὸν Ῥῆμον, σημαίνων Ῥωμαῖον εἶναι κτίσμα τοῦ προστε‐ θέντος τείχους τῇ αὐτῇ Ἀντιόχου πόλει. ἔκτισε δὲ καὶ ὄπισθεν τοῦ θεάτρου ἱερὸν τοῦ Πανός. ταῦτα δὲ Δομνῖνος ὁ σοφὸς χρονογράφος ἐξέθετο. Ἔκτισε δὲ ὁ αὐτὸς Τιβέριος ἐν τῇ Ἰουδαίᾳ χώρᾳ παρὰ τὴν
10λίμνην πόλιν, ἥντινα ἐκάλεσε Τιβεριάδα, εὑρηκὼς ἐν τῷ τόπῳ ὕδατα θερμά, κτίσας τῇ πόλει καὶ δημόσιον λουτρὸν μὴ ὑπο‐ καιόμενον, ἀλλ’ ἐξ αὐτῶν τῶν θερμῶν παρέχοντα τὴν χρῆσιν τῇ πόλει. ἐποίησε δὲ καὶ τὴν Καππαδοκίαν ὑπὸ Ῥωμαίους μετὰ τὴν τελευτὴν Ἀρχελάου τοῦ τοπάρχου αὐτῆς.
15 Ἐν δὲ τοῖς χρόνοις τοῦ αὐτοῦ Τιβερίου ἐμπρησμὸς ἐγένετο ἐν Ἀντιοχείᾳ τῆς Συρίας τῷ οβʹ ἔτει τῆς αὐτονομίας αὐτῆς ἐν νυκτί, ἀδήλως καύσας τὸ πλέον μέρος τῆς ἀγορᾶς καὶ τὸ βου‐ λευτήριον καὶ τὸ ἱερὸν τῶν Μουσῶν τὸ κτισθὲν ὑπὸ Ἀντιόχου τοῦ Φιλοπάτορος ἐκ τῶν ἐαθέντων χρημάτων κατὰ διαθήκας
20ὑπὸ Μάρωνος Ἀντιοχέως, μετοικήσαντος εἰς τὰς Ἀθήνας καὶ
κελεύσαντος τότε ἐκ τῶν αὐτοῦ κτισθῆναι τὸ τῶν Μουσῶν ἱε‐235
Chron
.

236

ρὸν καὶ βιβλιοθήκην. ἔκτισε δὲ καὶ ὁ Τιβέριος πόλιν ἐν τῇ Θρᾴκῃ ἄλλην, ἣν ἐκάλεσε Τιβερίαν. Τῷ δὲ ιεʹ ἔτει τῆς βασιλείας αὐτοῦ ἐν ὑπατείᾳ Ἀλουανοῦ καὶ Νερούα ἤρξατο ὁ ἅγιος Ἰωάννης ὁ πρόδρομος κηρύσσειν
5βάπτισμα μετανοίας βαπτίζειν κατὰ τὴν προφητικὴν φωνήν· καὶ ἀπῆλθε πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα. καὶ λοιπὸν ἀρ‐ χὴν ἐποιήσατο τοῦ σωτηρίου ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, βαπτισθεὶς ὑπὸ τοῦ αὐτοῦ Ἰωάννου τοῦ προδρόμου, γενόμενος ἐνιαυτῶν περί που λʹ καὶ θαυματουργῶν. ἐβαπτίσθη δὲ ἐν τῷ
10Ἰορδάνῃ, ποταμῷ τῆς Παλαιστίνης, μηνὶ αὐδηναίῳ τῷ καὶ ἰανουαρίῳ ἕκτῃ, ὥρᾳ νυκτερινῇ ιʹ, ἐν ὑπατείᾳ Ῥούφου καὶ Ῥου‐ βελλίωνος. ἀπὸ τότε καὶ ὁ βαπτιστὴς Ἰωάννης δῆλος ἐγένετο τοῖς ἀνθρώποις· καὶ ἀπέτεμεν αὐτὸν Ἡρώδης ὁ βασιλεὺς ὁ Φι‐ λίππου, ὁ τοπαρχῶν, ἤτοι βασιλεύων, τῆς Τραχωνίτιδος χώρας,
15ἐν Σεβαστῇ πόλει τῇ πρὸ ηʹ καλανδῶν ἰουνίων ἐν ὑπατείᾳ Φλάκκωνος καὶ Ῥουφίνου διὰ Ἡρωδιάδα τὴν γυναῖκα αὐτοῦ, ὅτι ἔλεγεν αὐτῷ ὁ Ἰωάννης, Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ
ἀδελφοῦ σου, καθὼς ἐν ταῖς θείαις ἐμφέρεται γραφαῖς ταῦτα.236
Chron
.

237

καὶ λυπούμενος διὰ τὸν Ἰωάννην ὁ αὐτὸς βασιλεὺς Ἡρώδης ὁ δεύτερος ὁ Φιλίππου ἀνῆλθεν ἀπὸ τῆς πόλεως Σεβαστῆς ἐν Πα‐ νεάδι πόλει τῆς Ἰουδαίας. καὶ προσῆλθεν αὐτῷ γυνή τις εὐπο‐ ρωτάτη, οἰκοῦσα τὴν αὐτὴν Πανεάδα πόλιν, ὀνόματι Βερονίκη,
5βουλομένη ὡς ἰαθεῖσα ὑπὸ τοῦ Ἰησοῦ στήλην αὐτῷ ἀναστῆσαι. καὶ μὴ τολμῶσα δίχα βασιλικῆς κελεύσεως τοῦτο ποιῆσαι δέησιν ἐπέδωκε τῷ αὐτῷ Ἡρώδῃ βασιλεῖ, αἰτοῦσα ἀναστῆσαι στήλην τῷ σωτῆρι Χριστῷ ἐν τῇ αὐτῇ πόλει. ἥτις δέησις ἔχει οὕτως. Σεβαστῷ Ἡρώδῃ τοπάρχῃ καὶ θεσμοδότῃ Ἰουδαίων τε καὶ
10Ἑλλήνων, βασιλεῖ τῆς Τραχωνίτιδος χώρας, ἱκεσίας δεήσεις παρὰ Βερονίκης, ἀξιωματικῆς πόλεως Πανεάδος. δικαιοσύνη καὶ φι‐ λανθρωπία καὶ αἱ λοιπαὶ τῶν ἀρετῶν πασῶν περιστέφουσι τὴν ὑμετέραν θείαν κορυφήν. ὅθεν κἀγὼ ταῦτα εἰδυῖα ἧκον σὺν ἀγαθαῖς ταῖς ἐλπίσι πάντως τῶν αἰτουμένων τευξομένη. τίς δὲ
15ἡ τοῦ παρόντος προοιμίου κρηπὶς προϊὼν ὁ λόγος σε διδάξει. ἐκ παιδόθεν ληφθεῖσα πάθει αἱμοῤῥοίας ὀχετῶν εἰς ἰατροὺς κα‐
τανάλωσά μου τὸν βίον καὶ τὸν πλοῦτον, καὶ ἴασιν οὐχ ηὗρον.237
Chron
.

238

ἀκηκουῗα δὲ τοῦ θαυμαζομένου Χριστοῦ τὰ ἰάματα, ὃς νε‐ κροὺς ἐξανίστησι καὶ τυφλοὺς πάλιν εἰς φάος ἕλκων καὶ δαίμο‐ νας ἐκ βροτῶν ἀπελαύνων καὶ πάντας τοὺς ἐν νόσοις μαραινο‐ μένους λόγῳ θεραπεύει, πρὸς αὐτὸν οὖν κἀγὼ ὡς πρὸς θεὸν
5ἔδραμον. καὶ προσεσχηκυῖα τὸ περιέχον αὐτὸν πλῆθος, δειλιά‐ σασα δὲ ἐξειπεῖν αὐτῷ καὶ τὴν ἀήττητόν μου νόσον, μή πως τὸν μολυσμὸν τοῦ πάθους ἀποστρεφόμενος ὀργισθῇ κατ’ ἐμοῦ καὶ πλέον μοι ἐπέλθῃ ἡ πληγὴ τῆς νόσου, κατ’ ἐμαυτὴν ἐλογισάμην ὅτι εἰ δυνηθείην ἅψασθαι τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ,
10πάντως ἰαθήσομαι· καὶ λάθρᾳ εἰς τὸ περὶ αὐτὸν εἰσδύνασα πλῆ‐ θος ἐσύλησα τὴν ἴασιν, τοῦ κρασπέδου αὐτοῦ ἁψαμένη· καὶ στα‐ λείσης μου τῆς πηγῆς τοῦ αἵματος γέγονα παραχρῆμα ὑγιής. αὐτὸς δὲ μᾶλλον, ὡς προγνοὺς τῆς ἐμῆς καρδίας τὸ βούλευμα, ἀνέκραξε, Τίς μου ἥψατο; δύναμις γὰρ ἐξῆλθεν ἀπ’ ἐμοῦ. ἐγὼ δὲ ὠχριῶσα καὶ
15στένουσα, τὴν νόσον θρασυτέραν ὑποστρέφειν ἐπ’ ἐμὲ λογιζομένη, προσπεσοῦσα αὐτῷ τὴν γῆν ἐπλήρωσα δακρύων, τὴν τόλμαν ἐξει‐ ποῦσα. ὁ δὲ ὡς ἀγαθὸς σπλαγχνισθεὶς ἐπ’ ἐμοὶ ἐπεσφράγισέ μοι τὴν
ἴασιν, εἰρηκώς, Θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πο‐238
Chron
.

239

ρεύου εἰς εἰρήνην. οὕτως καὶ ὑμεῖς, σεβαστοί, τὴν δέησιν ὀξεῖαν τῇ δεομένῃ παράσχετε. Ὁ δὲ βασιλεὺς Ἡρώδης ἀκηκοὼς ταῦτα διὰ τῆς δεήσεως ἐξεπλάγη διὰ τὸ θαῦμα· καὶ φοβηθεὶς τὸ μυστήριον τῆς ἰάσεως
5εἶπεν, Αὕτη ἡ εἰς σὲ γενομένη ἴασις, ὦ γύναι, μείζονος στήλης ἐστὶν ἀξία. πορευθεῖσα τοίνυν οἵαν βούλει ἀνάστησον αὐτῷ στήλην, προθέσει δοξάζουσα τὸν ἰασάμενον. Καὶ εὐθέως ἡ αὐτὴ Βερονίκη, ἡ πρῴην αἱμόῤῥους, ἐν μέ‐ σῳ τῆς ἰδίας αὐτῆς πόλεως Πανεάδος ἀνέστησε τῷ κυρίῳ ἡμῶν
10καὶ θεῷ Ἰησοῦ Χριστῷ στήλην χαλκῆν ἐκ χαλκοῦ θερμηλάτου, συμμίξασα βραχύ τι μέρος χρυσοῦ καὶ ἀργύρου. ἥτις στήλη μένει ἐν Πανεάδι πόλει ἕως τῆς νῦν, πρὸ πολλοῦ χρόνου μετενεχθεῖσα ἀφ’ οὗ ἵστατο ἐν μέσῳ τῆς πόλεως τόπου εἰς ἅγιον εὐκτήριον οἶκον. ὅπερ ὑπόμνημα ηὗρον ἐν τῇ αὐτῇ Πα‐
15νεάδι πόλει παρὰ Βάσσῳ τινί, γενομένῳ ἀπὸ Ἰουδαίων χριστια‐ νῷ. ἐν οἷς ὑπῆρχεν ὁ βίος πάντων τῶν βασιλέων τῶν βασιλευ‐ σάντων πρῴην τῆς Ἰουδαϊκῆς χώρας. Ὁ δὲ αὐτὸς βασιλεὺς Ἡρώδης ὁ Φιλίππου γενόμενος ἐμ‐
πληθὴς ἐκρίνετο ἐπὶ μῆνας ηʹ. καὶ ἐσφάγη ἐν τῷ κουβικλείῳ239
Chron
.

240

αὐτοῦ μετὰ τοὺς ηʹ μῆνας συνειδυίας καὶ τῆς γυναικὸς αὐτοῦ, καθὼς ὁ σοφώτατος Κλήμης συνεγράψατο. Τῷ δὲ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας τοῦ αὐτοῦ Τιβε‐ ρίου Καίσαρος καὶ μηνὶ τῷ ζʹ, γενόμενος ἐνιαυτῶν περί που λγʹ
5ὁ Ἰησοῦς Χριστός, ὁ θεὸς ἡμῶν, παρεδόθη ὑπὸ Ἰούδα Ἰσκαριώ‐ του, μαθητοῦ αὐτοῦ, ὁ αὐτὸς κύριος καὶ σωτὴρ ἡμῶν, μηνὶ δύστρῳ τῷ καὶ μαρτίῳ κγʹ, τῆς σελήνης ἐχούσης ἡμέραν ιγʹ· ἦν δὲ ἡμέρα πέμπτη, ὥρα νυκτερινὴ πέμπτη. καὶ ἀπηνέχθη πρὸς τὸν Καϊάφαν ἀρχιερέα, κἀκεῖθεν ἐξεδόθη Ποντίῳ Πιλάτῳ
10ἡγεμόνι· καὶ εὐθέως ἡ γυνὴ τοῦ αὐτοῦ Πιλάτου Πρόκλα ἐδή‐ λωσεν αὐτῷ, Μηδὲν σοὶ καὶ τῷ δικαίῳ τούτῳ· πολλὰ γὰρ ἔπα‐ θον σήμερον κατ’ ὄναρ δι’ αὐτόν. καὶ γνόντες τοῦτο οἱ Ἰου‐ δαῖοι, ἐστασίαζον κράζοντες, Ἄρον, ἄρον, σταύρωσον αὐτόν. καὶ ἐσταυρώθη κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τῇ πρὸ ηʹ καλαν‐
15δῶν ἀπριλλίων, μηνὶ μαρτίῳ κδʹ, τῆς σελήνης ἐχούσης ἡμέραν ιδʹ· ἦν δὲ ἡμερινὴ ὥρα ἕκτη, τῆς ἡμέρας οὔσης παρασκευῆς. καὶ ἐσκοτίσθη ὁ ἥλιος, καὶ ἦν εἰς τὸν κόσμον σκότος· περὶ οὗ σκό‐ τους συνεγράψατο ὁ σοφώτατος Φλέγων ὁ Ἀθηναῖος εἰς τὴν ἰδίαν αὐτοῦ συγγραφὴν ταῦτα. Τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βα‐
20σιλείας Τιβερίου Καίσαρος ἐγένετο ἔκλειψις ἡλίου μεγίστη πλέον τῶν ἐγνωσμένων πρότερον· καὶ νὺξ ὑπῆρχεν ὥρᾳ ἕκτῃ τῆς ἡμέ‐
ρας, ὥστε καὶ τοὺς ἀστέρας φαίνεσθαι.240
Chron
.

241

Ὁ δὲ κύριος Ἰησοῦς Χριστός, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ἔδωκε τὸ πνεῦμα τῇ αὐτῇ παρασκευῇ, ὥρα ἦν ὡς θʹ. καὶ εὐ‐ θέως ἐγένετο εἰς πάντα τὸν κόσμον σεισμὸς μέγας καὶ τάφοι ἀνεῴχθησαν καὶ πέτραι ἐσχίσθησαν καὶ νεκροὶ ἀνέστησαν, κα‐
5θὰ ἐν ταῖς θείαις γραφαῖς ἐμφέρεται πάντα μετὰ ἀληθείας· ὥστε λέγειν τοὺς Ἰουδαίους, Ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος, ὃν ἐσταυρώσαμεν. Καὶ ἐτάφη ὁ Ἰησοῦς Χριστὸς ὥραν δεκάτην τῆς αὐτῆς παρα‐ σκευῆς ἡμέρας, ἐν ὑπατείᾳ Σουλπικίου καὶ Σῶλα, τοῦ ἑβδομη‐
10κοστοῦ ἐνάτου ἔτους χρηματίζοντος κατὰ Ἀντιόχειαν τὴν μεγά‐ λην, ἡγεμονεύοντος δὲ τότε τῆς Συρίας Κασσίου, τοῦ καὶ προα‐ χθέντος ὑπὸ τοῦ αὐτοῦ Τιβερίου Καίσαρος. Ἀνέστη δὲ ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς μηνὶ δύστρῳ τῷ καὶ μαρτίῳ κεʹ, ὥρᾳ νυκτερινῇ δεκάτῃ, ἐπιφωσκούσης ἡμέ‐
15ρας κυριακῆς, τοῦ αὐτοῦ μαρτίου μηνὸς ἕκτης εἰκάδος, ἐχού‐ σης τῆς σελήνης ἡμέραν ἑξκαιδεκάτην, καὶ ἐφάνη τοῖς ἀποστό‐ λοις καὶ ἄλλοις ἁγίοις πολλοῖς καὶ συνανεστράφη αὐτοῖς ἐπὶ τῆς γῆς μετὰ τὴν ἀνάστασιν ἡμέρας μʹ. καὶ ἀνελήφθη εἰς τοὺς οὐ‐ ρανοὺς ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς Χριστὸς μηνὶ ἀρτεμι‐
20σίῳ τῷ καὶ μαΐῳ δʹ, ὥρᾳ ἡμερινῇ βʹ, ἡμέρᾳ εʹ, τῶν ἁγίων ἀπο‐ στόλων ὁρώντων καὶ πολλοῦ πλήθους ἄλλου πῶς ὑπὸ νεφελῶν ἀνελήφθη, καὶ τῶν ἁγίων ἀγγέλων λεγόντων, Τί ἀτενίζετε εἰς
τοὺς οὐρανούς, Γαλιλαῖοι ἄνδρες; οὗτός ἐστιν ὁ Ἰησοῦς.241
Chron
.

242

Καὶ κατῆλθε τὸ ἅγιον καὶ ζωοποιὸν πνεῦμα εἰς τοὺς ἁγίους αὐτοῦ ἀποστόλους μηνὶ ἀρτεμισίῳ τῷ καὶ μαΐῳ ιδʹ, ἡμέρᾳ κυ‐ ριακῇ, ὥραν γʹ ἡμερινήν, ἡγεμονεύοντος τῆς Ἰουδαίας τοῦ αὐτοῦ Ποντίου Πιλάτου· ὅστις προεβλήθη ἄρχειν τοῦ ἔθνους ὑπὸ τοῦ
5αὐτοῦ Τιβερίου Καίσαρος, τοῦ καταλύσαντος τὴν βασιλείαν τῶν Ἰουδαίων καὶ προχειρισαμένου αὐτοῖς ἄρχοντα ὃν ἠβουλήθη αὐ‐ τός, ἀρχιερευόντων δὲ τοῦ Ἰουδαϊκοῦ ἔθνους Ἄννα καὶ Καϊάφα. Μετὰ δὲ ἔτη τέσσαρα τῆς ἀναστάσεως καὶ ἀναλήψεως τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπὶ τῆς βασιλείας τοῦ αὐτοῦ
10Τιβερίου Καίσαρος, μετὰ τὸ ἐξελθεῖν τὸν ἅγιον Παῦλον ἀπὸ Ἀντιοχείας τῆς μεγάλης, κηρύξαντα ἐκεῖ πρῶτον τὸν λόγον ἐν τῇ ῥύμῃ τῇ πλησίον τοῦ Πανθέου τῇ καλουμένῃ τῶν Σίγγωνος ἅμα Βαρνάβᾳ, καὶ ἐπὶ τὴν Κιλικίαν ἐξελθεῖν, ὁ Πέτρος ἀπὸ Ἱερουσο‐ λύμων ἐν τῇ αὐτῇ Ἀντιοχείᾳ παρεγένετο καὶ τὸν λόγον ἐδίδασκε.
15καὶ ἐκεῖ αὑτὸν ἐνθρονίσας, πεισθεὶς τοῖς ἀπὸ Ἰουδαίων γενομένοις χριστιανοῖς, τοὺς ἐξ ἐθνῶν πιστοὺς οὐκ ἐδέξατο οὔτε ἠγάπα, ἀλλ’ οὕτως ἐάσας αὐτοὺς ἐξῆλθεν ἐκεῖθεν. ὁ δὲ ἅγιος Παῦλος μετὰ ταῦτα ἐλθὼν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ, καὶ μαθὼν ταῦτα περὶ τοῦ ἁγίου Πέτρου, πανταχοῦ τὸ σκάνδαλον περιεῖλε καὶ πάντας
20ἴσως ἐδέξατο καὶ ἠγάπα, προτρεπόμενος ἅπαντας, καθὼς συνε‐ γράψαντο ταῦτα οἱ σοφώτατοι Κλήμης καὶ Τατιανὸς οἱ χρονο‐
γράφοι.242
Chron
.

243

Ὁ δὲ Τιβέριος βασιλεὺς τελευτᾷ ἰδίῳ θανάτῳ ἐν τῷ παλατίῳ, ὢν ἐνιαυτῶν οηʹ. Μετὰ δὲ τὴν βασιλείαν Τιβερίου Καίσαρος ἐβασίλευσεν Ἤλιος Γάϊος ὁ καὶ Καλιγουλᾶς, ὃς ἔσχε φόβον πολὺν πρὸς
5ἅπαντα τὰ τῶν βαρβάρων ἔθνη πρὸ τοῦ βασιλεῦσαι· καὶ διὰ τοῦτο ἡ σύγκλητος βασιλέα ἀνηγόρευσεν αὐτόν. ἐβασίλευσε δὲ ἐπὶ τῆς ὑπατείας Γάλλου καὶ Νοννιανοῦ, καὶ ἐκράτησεν ἡ βασι‐ λεία αὐτοῦ ἔτη δʹ καὶ μῆνας ἑπτά. ἦν δὲ εὐμήκης, εὔθετος, λεπτοχαράκτηρος, εὔχρους, ἀρχιγένειος, ἁπλόθριξ, μικρόφθαλ‐
10μος, περίγοργος, ὀργίλος, μεγαλόψυχος. ἐν δὲ τῷ πρώτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἔπαθεν ὑπὸ θεομηνίας Ἀντιόχεια ἡ μεγάλη μηνὶ δύστρῳ τῷ καὶ μαρτίῳ κγʹ περὶ τὸ αὖγος τὸ δεύτερον αὐτῆς πάθος τοῦτο τὸ μετὰ τοὺς Μακεδόνας, ἔτους χρηματίζον‐ τος πεʹ κατὰ τοὺς Ἀντιοχεῖς. ἔπαθε δὲ καὶ μέρος Δάφνης· καὶ
15πολλὰ χρήματα παρέσχεν ὁ βασιλεὺς Γάϊος τῇ αὐτῇ πόλει καὶ τοῖς ζήσασι πολίταις. καὶ ἔκτισεν ἐκεῖ δημόσιον λουτρόν, πλησίον τοῦ ὄρους Γαΐου Καίσαρος, πέμψας ἀπὸ Ῥώμης ἐν αὐτῇ Ἀντιο‐ χείᾳ, ἵνα κτίσῃ τὸ δημόσιον λουτρόν, Σαλιανὸν ἔπαρχον· ὅστις καὶ ἀγωγὸν ἐποίησε μέγαν ἀπὸ Δάφνης γλύψας τὸ ὄρος καὶ ἀγα‐
20γὼν τὰ ὕδατα ἐν τῷ κτισθέντι παρ’ αὐτοῦ δημοσίῳ λουτρῷ. ἔκτι‐ σε δὲ καὶ ἱερά. Ἀπέστειλε δὲ ὁ αὐτὸς Γάϊος Καῖσαρ καὶ δύο συγκλητικοὺς
ἄλλους πάλιν ἀπὸ Ῥώμης πλουσιωτάτους, ὧντινων τὰ ὀνόματα243
Chron
.

244

ταῦτα, Πόντοος καὶ Οὐάριος, ἐπὶ τὸ καὶ φυλάττειν τὴν πόλιν καὶ κτίσαι αὐτὴν ἐκ τῶν φιλοτιμηθέντων ὑπὸ τοῦ αὐτοῦ βασιλέως, ὡσαύτως δὲ καὶ ἐκ τῶν ἰδίων αὐτῶν παρασχεῖν τῇ αὐτῇ πόλει καὶ οἰκεῖν ἐν αὐτῇ. οἵτινες πολλὰ πάνυ οἰκήματα ἐκ τῶν ἰδίων ἔκτι‐
5σαν· πρὸς δὲ τοῖς οἰκήμασι καὶ ἄλλα πάλιν ἔκτισαν οἱ αὐτοὶ συγ‐ κλητικοὶ ἐν τῇ αὐτῇ Ἀντιόχου πόλει ἐκ τῶν ἰδίων αὐτῶν χρημά‐ των, δημόσιον λουτρὸν μέγα τὸ λεγόμενον Οὐάριον κάτω παρὰ τὸ τεῖχος πλησίον τοῦ ποταμοῦ, ἔνθα καὶ τὰ οἰκήματα αὐτῶν ἔκτι‐ σαν πλησίον τοῦ δημοσίου, καὶ Τρίνυμφον εὐπρεπέστατον πάνυ,
10κοσμήσαντες αὐτὸ ἀγάλμασιν εἰς τὸ γαμοστολεῖσθαι τὰς πολίτι‐ δας παρθένους πάσας. καὶ ἐκ τῶν δὲ φιλοτιμηθέντων ἀνήγει‐ ραν πολλὰ κτίσματα ἐν αὐτῇ τῶν Ἀντιοχέων πόλει· καὶ ἔμειναν οἰκοῦντες ἐν αὐτῇ τῇ πόλει οἱ αὐτοὶ συγκλητικοί. καὶ τοὺς ὑπο‐ λειφθέντας δὲ κτήτορας ἀξίαις ἐτίμησεν ὁ αὐτὸς Γάϊος Καῖσαρ.
15 Ἀπὸ δὲ τοῦ πρώτου ἔτους Γαΐου Καίσαρος παῤῥησίαν λαβὸν παρ’ αὐτοῦ τὸ Πράσινον μέρος ἐδημοκράτησεν ἐν τῇ Ῥώμῃ καὶ κατὰ πόλιν ἐπὶ ἔτη γʹ ἄχρι τῆς βασιλείας αὐτοῦ· ἔχαιρε γὰρ αὐ‐ τοῖς. τῷ δὲ τρίτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἔκραξαν ἐν Ἀντιο‐ χείᾳ τῆς Συρίας οἱ ἐκ Βενέτου μέρους τῆς αὐτῆς πόλεως τοῖς
20αὐτόθι Πρασίνοις ἐν τῷ θεάτρῳ, Καιρὸς ἀνάγει καὶ κατάγει, Πράσινοι μάχοι, θεωροῦντος τότε τοῦ Προνοΐου, ἄρχοντος ὑπα‐ τικοῦ. καὶ ἐγένετο δημοτικὴ ἀταξία μεγάλη καὶ συμφορὰ τῇ πό‐ λει συνέβη· οἱ γὰρ Ἀντιοχεῖς Ἕλληνες μετὰ τῶν αὐτόθι Ἰου‐
δαίων συμβαλόντες δημοτικὴν μάχην ἐφόνευσαν πολλοὺς Ἰου‐244
Chron
.

245

δαίους καὶ τὰς συναγωγὰς αὐτῶν ἔκαυσαν. καὶ ἀκούσας ἐν Πα‐ λαιστίνῃ ὁ ἱερεὺς τῶν αὐτῶν Ἰουδαίων ὀνόματι Φινεές, συναθροί‐ σας πλῆθος Ἰουδαίων καὶ Γαλιλαίων, πολιτῶν ὄντων, ὡς λʹ χι‐ λιάδας ἔχων μεθ’ ἑαυτοῦ ἦλθεν ἐξαίφνης ἐν τῇ αὐτῇ Ἀντιόχου
5πόλει ἀπὸ Τιβεριάδος πόλεως· καὶ ἐφόνευσεν πολλούς, ὡς ἅπαξ αἰφνίδιον εἰσελθὼν μετὰ ὡπλισμένων ἀνδρῶν· καὶ ἐάσας πάλιν ἀπῆλθεν ἐν Τιβεριάδι ὁ αὐτὸς Φινεές. καὶ ταῦτα μαθὼν ὁ βα‐ σιλεὺς Γάϊος ἠγανάκτησε κατὰ τῶν συγκλητικῶν τῶν ὄντων ἐν τῇ αὐτῇ Ἀντιοχείᾳ πόλει Ποντόου καὶ Οὐαρίου, καὶ πέμψας ἐδή‐
10μευσεν αὐτοὺς ἐπαίρων πᾶσαν τὴν περιουσίαν αὐτῶν καὶ τοὺς διαφέροντας αὐτοῖς ἐν Ἀντιοχείᾳ οἴκους ἐτίτλωσεν, ἅτινα οἰκή‐ ματα ἐκλήθη τὰ βασιλικὰ ἐξ ἐκείνου ἐν τῇ αὐτῇ Ἀντιοχείᾳ τῆς Συρίας, ἀγαγὼν καὶ αὐτοὺς σιδηροδεσμίους, διότι οὔτε τὴν τα‐ ραχὴν τῆς πόλεως ἔπαυσαν οὔτε τῷ ἱερεῖ Φινεὲς πορθοῦντι τὴν
15πόλιν ἀντέστησαν. Ἔπεμψε δὲ καὶ ἐν Τιβεριάδι πόλει τῆς Παλαιστίνης, καὶ πα‐ ρέλαβε τὸν αὐτὸν Φινεές, ἱερέα τῶν Ἰουδαίων, καὶ ἀπεκεφάλισεν αὐτὸν ὡς τύραννον, καὶ πολλοὺς Ἰουδαίους καὶ Γαλιλαίους ἀπώ‐ λεσε. καὶ τὴν κεφαλὴν δὲ τοῦ ἱερέως Φινεὲς ἐκόντευσεν ἔξω τῆς
20πόλεως Ἀντιοχείας πέραν τοῦ Ὀρέντου ποταμοῦ, καὶ τὰ καυθέν‐ τα ἐν τῇ πόλει ἀνενέωσε πέμψας χρήματα.
Καὶ ἐν αὐτῷ τῷ ἔτει ἐσφάγη ὁ αὐτὸς Γάϊος βασιλεὺς ἔσω ἐν245
Chron
.

246

τῷ παλατίῳ ὑπὸ τῶν ἰδίων σπαθαρίων τῶν κουβικουλαρίων εὐ‐ νούχων κατὰ γνώμην τῆς συγκλήτου, ὢν ἐτῶν λθʹ. Μετὰ δὲ τὴν βασιλείαν Γαΐου Καίσαρος ἐβασίλευσε Κλαύ‐ διος Καῖσαρ ὁ Γερμανικὸς ἐπὶ τῆς ὑπατείας Κασίου καὶ Σόλω‐
5νος. ἐβασίλευσε δὲ ὁ αὐτὸς Κλαύδιος Καῖσαρ ἔτη ιδʹ καὶ μῆ‐ νας θʹ. ἦν δὲ κονδοειδής, εὔογκος, γλαυκόφθαλμος, μιξοπό‐ λιος, λευκός, μάκροψις, γαληνότατος. ἔκτισε δὲ πόλιν, ἣν ἐκά‐ λεσεν εἰς ἴδιον ὄνομα Κλαυδιούπολιν. ἔκτισε δὲ καὶ Βρεττανίαν πόλιν πλησίον τοῦ Ὠκεανοῦ.
10 Ὁ δὲ αὐτὸς Κλαύδιος βασιλεὺς καὶ τῇ δημοκρατίᾳ τῶν Πρα‐ σίνων κατάστασιν ἔδωκεν. ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἔπαθεν ὑπὸ θεομηνίας ἡ Ἔφεσος καὶ ἡ Σμύρνα καὶ πολλαὶ ἄλλαι πόλεις τῆς Ἀσίας, αἷστισιν ἐχαρίσατο πολλὰ εἰς ἀνανέωσιν. ἐσείσθη δὲ τότε καὶ ἡ μεγάλη Ἀντιόχεια πόλις, καὶ διεῤῥάγη ὁ ναὸς τῆς
15Ἀρτέμιδος καὶ τοῦ Ἄρεως καὶ τοῦ Ἡρακλέος καὶ οἶκοι φανεροὶ ἔπεσαν. ὁ δὲ αὐτὸς βασιλεὺς Κλαύδιος ἐκούφισεν ἀπὸ τῶν συν‐ εργιῶν, ἤτοι συστημάτων, τῆς Ἀντιοχέων πόλεως τῆς Συρίας τὴν λειτουργίαν ἣν παρεῖχον ὑπὲρ καπνοῦ, εἰς ἀνανέωσιν τῶν ὑπορό‐ φων ἐμβόλων αὐτῆς τῶν κτισθέντων ὑπὸ Τιβερίου Καίσαρος.
20 Ἐν δὲ ταῖς ἀρχαῖς τῆς βασιλείας τοῦ αὐτοῦ Κλαυδίου Καίσα‐ ρος μετὰ τὸ ἀναληφθῆναι τὸν κύριον ἡμῶν καὶ θεὸν Ἰησοῦν Χριστὸν μετὰ ἔτη δέκα πρῶτος μετὰ τὸν ἅγιον Πέτρον τὸν ἀπό‐
στολον τὴν χειροτονίαν τῆς ἐπισκοπῆς τῆς Ἀντιοχέων μεγάλης246
Chron
.

247

πόλεως τῆς Συρίας ἔλαβεν Εὔοδος γενόμενος πατριάρχης. καὶ ἐπὶ αὐτοῦ χριστιανοὶ ὠνομάσθησαν τοῦ αὐτοῦ ἐπισκόπου Εὐόδου προσομιλήσαντος αὐτοῖς καὶ ἐπιθήσαντος αὐτοῖς τὸ ὄνομα τοῦτο. πρῴην γὰρ Ναζωραῖοι [ἐκαλοῦντο] καὶ Γαλιλαῖοι ἐκαλοῦντο οἱ
5χριστιανοί. Τῷ δὲ ὀγδόῳ ἔτει τῆς βασιλείας τοῦ αὐτοῦ Κλαυδίου Καίσα‐ ρος διωγμὸν μέγαν ἐποίησαν οἱ Ἰουδαῖοι κατὰ τῶν ἀποστόλων καὶ τῶν μαθητῶν αὐτῶν καὶ τυραννίδα κατὰ Ῥωμαίων ἐμελέ‐ τουν. ὅθεν πρῶτος ἐπέμφθη κατ’ αὐτῶν χιλίαρχος ὀνόματι Φῆ‐
10στος· καὶ ἐξ ἐκείνου ὄλεθρος αὐτοῖς ἐγένετο. καὶ ἄρχοντα γὰρ προεχειρίσατο αὐτοῖς ὁ αὐτὸς Κλαύδιος βασιλεὺς Φήλικα ὀνό‐ ματι, ταράσσοντα αὐτούς. Μετὰ δὲ ιηʹ ἔτη τοῦ ἀναληφθῆναι ἐν τοῖς οὐρανοῖς τὸν κύ‐ ριον ἡμῶν καὶ θεὸν Ἰησοῦν Χριστόν, ἐν τῇ ἑορτῇ τῆς πεντηκο‐
15στῆς τῶν αὐτῶν Ἰουδαίων, οἱ ἱερεῖς ἐν τῇ αὐτῇ ἡμέρᾳ ἤκουσαν φωνῆς ἀνθρωπίνης λεγούσης ἀπὸ τοῦ ἐσωτέρου ἱεροῦ τοῦ λεγομέ‐ νου ἅγιον τῶν ἁγίων, Μεθιστάμεθα ἐντεῦθεν. τὴν δὲ φωνὴν ταύ‐ την τρίτον ῥηθεῖσαν ἤκουσαν, ὡς θυσιάζουσιν, οἱ αὐτοὶ ἱερεῖς, καὶ ἐγνώσθη τοῦτο παντὶ τῷ ἔθνει. καὶ ἐξ ἐκείνου ὄλεθρος ἤρξατο
20τοῖς Ἰουδαίοις, καθὼς Ἰώσηπος ὁ Ἑβραίων φιλόσοφος ταῦτα
συνεγράψατο, εἰρηκὼς καὶ τοῦτο, ὅτι ἐξότε Ἰουδαῖοι ἐσταύρωσαν247
Chron
.

248

Ἰησοῦν, ὃς ἦν ἄνθρωπος ἀγαθὸς καὶ δίκαιος, εἴπερ ἄρα τὸν τοιοῦ‐ τον ἄνθρωπον δεῖ λέγειν καὶ μὴ θεόν, οὐκ ἐξέλειψεν ὀδύνη ἐκ τῆς Ἰουδαίας χώρας. ταῦτα ἐν τοῖς Ἰουδαϊκοῖς συγγράμμασιν αὐτοῦ ἐξέθετο ὁ αὐτὸς Ἰώσηπος Ἰουδαίοις.
5 Ἐπὶ δὲ τῆς βασιλείας τοῦ αὐτοῦ Κλαυδίου οἱ αὐτοὶ Ἀντιο‐ χεῖς κτήτορες καὶ πολῖται ἀναφορὰν ἔπεμψαν, δεόμενοι ὥστε πα‐ ρασχεθῆναι αὐτοῖς ἀπὸ θείας αὐτοῦ κελεύσεως ἀγορασθῆναι τὰ Ὀλύμπια ἀπὸ τῶν Πισαίων τῆς Ἑλλάδος χώρας ἀπὸ τῶν ἐτησίων προσόδων τῶν ἐαθέντων χρημάτων παρὰ Σωσιβίου τινὸς συγ‐
10κλητικοῦ, συμπολίτου αὐτῶν. καὶ παρέσχεν αὐτοῖς ἀγοράσαι τὰ Ὀλύμπια ὁ αὐτὸς Κλαύδιος βασιλεύς, ἔτους χρηματίζοντος κατὰ τοὺς Ἀντιοχεῖς Σύρους ϟβʹ. τοῦτο δὲ ἐποίησαν οἱ αὐτοὶ Ἀντιο‐ χεῖς λυπηθέντες πρὸς τοὺς πολιτευομένους τῆς αὐτῆς πόλεως διὰ τὰς προσόδους τὰς προειρημένας, παρὰ Σωσιβίου ἐαθείσας τῇ πό‐
15λει αὐτῶν· περὶ οὗ Σωσιβίου ὁ σοφὸς χρονογράφος Παυσανίας ἐξέθετο ὅτι εἴασε τελευτῶν κατὰ διαθήκας τῇ τῶν Ἀντιοχέων με‐ γάλῃ πόλει Σωσίβιός τις ἐτησίαν πρόσοδον χρυσίου τάλαντα δε‐ καπέντε· ἅτινα ἐν τοῖς ἀνωτέρω χρόνοις τοῦ Αὐγούστου Ὀκτα‐ βιανοῦ προγέγραπται. τὰ δὲ τῆς προσόδου εἰάθη εἰς τὸ ἐπιτε‐
20λεῖσθαι τοῖς αὐτοῖς συμπολίταις κατὰ πενταετῆ χρόνον πολύτρο‐ πον θέαν ἐπὶ ἡμέρας λʹ μηνὶ ὑπερβερεταίῳ τῷ καὶ ὀκτωβρίῳ
σκηνικῶν, θυμελικῶν καὶ τραγικῶν καὶ ἀθλητῶν ἀγῶνα καὶ ἱπ‐248
Chron
.

249

πικῶν καὶ μονομάχων. καὶ τὰς μὲν ἀρχὰς ἐπετέλεσαν οἱ αὐτοὶ πολιτευόμενοι, μετὰ δὲ ταῦτα ὑπερετίθεντο τὰς προσόδους ἀπο‐ κερδαίνοντες, ἀπὸ θείας κελεύσεως οἱ αὐτοὶ πολιτευόμενοι Ἀν‐ τιοχείας μετὰ καὶ τῶν κτητόρων ἠγόρασαν τὰ Ὀλύμπια ἀπὸ τῶν
5Πισαίων. καὶ ᾔτησαν οἱ αὐτοὶ βουλευταὶ τοὺς τῆς πόλεως πάν‐ τας, ὡς ἂν ἕτοιμοι ὄντες ἐνδοῦναι αὐτοῖς ἐν τῷ τέως τὴν τῶν Ὀλυμπίων ἑορτὴν ἐπιτελεῖσθαι αὐτοῖς. καὶ πεισθέντων τῶν κτη‐ τόρων καὶ τοῦ δήμου παντὸς καὶ τῶν ἱερέων, ἐνεδόθη αὐτοῖς· καὶ ἐπετέλεσαν οἱ αὐτοὶ πολιτευόμενοι κατὰ τὸ πρῴην ἔθος πάλιν
10τὸν τῶν σκηνικῶν καὶ ἀθλητῶν, θυμελικῶν καὶ τραγικῶν καὶ ἱπ‐ πικῶν ἀγῶνα, καὶ λοιπὸν τὰς λʹ ἡμέρας ἀπὸ τῆς νεομηνίας τοῦ ὑπερβερεταίου μηνὸς κατὰ πέντε ἔτη ἕως τοῦ καιροῦ τοῦ πενταε‐ τοῦς φθάσαντος. Καὶ πάλιν εὑρίσκοντες ἀφορμὴν εὔλογον οἱ αὐτοὶ πολιτευό‐
15μενοι, διαφόρων πολέμων κινηθέντων ἐν τῇ ἀνατολῇ, οὐ μὴν ἀλ‐ λὰ καὶ τῆς αὐτῆς πόλεως Ἀντιοχείας ληφθείσης ὑπὸ ἐναντίων, ὡσαύτως δὲ καὶ θεομηνίας γενομένης καὶ διαφόρων σεισμῶν καὶ ἐμπρησμῶν, ἀνεβάλοντο καὶ τὴν κατὰ πενταετῆ χρόνον πάλιν ἐπι‐ τελεῖν αὐτοῖς πολύτροπον ἀγῶνος θέαν, ἀλλ’ ἐπετέλεσαν ἄλλας
20διαφόρους περιόδους ἓξ τὴν αὐτὴν προειρημένην πανήγυριν δι’ ἐνιαυτῶν ιεʹ ἢ καὶ κʹ, ὡς ἐὰν αὐτοῖς ἔδοξε μετὰ τὸ τὴν πόλιν
τῶν Ἀντιοχέων τῶν κακῶν ἀπαλλαγῆναι καὶ ἐν εἰρήνῃ διάγειν.249
Chron
.

250

Τῷ δὲ ιγʹ ἔτει τῆς βασιλείας τοῦ αὐτοῦ Κλαυδίου Καίσαρος ἔπαθεν ὑπὸ θεομηνίας ἡ Κρήτη νῆσος πᾶσα· ἐν οἷς χρόνοις ηὑ‐ ρέθη ἐν τῷ μνήματι τοῦ Δίκτυος ἐν κασσιτερίνῳ κιβωτίῳ ἡ ἔκθεσις τοῦ Τρωικοῦ πολέμου μετὰ ἀληθείας παρ’ αὐτοῦ συγγρα‐
5φεῖσα πᾶσα. ἔκειτο δὲ προσκέφαλα τοῦ λειψάνου τοῦ Δίκτυος· καὶ νομίσαντες τὸ αὐτὸ κιβώτιον θησαυρὸν εἶναι προσήνεγκαν αὐτὸ τῷ βασιλεῖ Κλαυδίῳ· καὶ ἐκέλευσε μετὰ τὸ ἀνοῖξαι καὶ γνῶ‐ ναι τί ἐστι μεταγραφῆναι αὐτὰ καὶ ἐν τῇ δημοσίᾳ βιβλιοθήκῃ ἀποτεθῆναι αὐτά.
10 Καὶ ἐτελεύτα ὁ Κλαύδιος πολλὰ ἐν τῇ Κρήτῃ χαρισάμενος εἰς ἐπανόρθωσιν. ἐτελεύτησεν οὖν ὁ αὐτὸς Κλαύδιος ἰδίῳ θανάτῳ ἐν τῷ παλατίῳ, ἀῤῥωστήσας ἡμέρας δύο, ὢν ἐνιαυτῶν ξεʹ. Μετὰ δὲ τὴν βασιλείαν Κλαυδίου Καίσαρος ἐβασίλευσε Νέ‐ ρων ὁ υἱὸς αὐτοῦ ἐπὶ τῆς ὑπατείας Σιλουανοῦ καὶ Ἀντωνίνου·
15ὅστις ἐβασίλευσεν ἔτη ιγʹ καὶ μῆνας δύο. ἦν δὲ μακρός, λε‐ πτός, εὔμορφος, εὔρινος, ἀνθηροπρόσωπος, μεγαλόφθαλμος, ἁπλόθριξ, ὁλοπόλιος, δασυπώγων, εὔτακτος. ἢ μόνον δὲ ἐβα‐ σίλευσε ἐξεζήτησε τὰ περὶ τοῦ Ἰησοῦ· καὶ ἀγνοήσας ὅτι ἐσταυρώ‐ θη ἐζήτησεν αὐτὸν ἀνενέγκαι ἐν Ῥώμῃ, ὡς φιλόσοφον μέγαν καὶ
20θαύματα ποιοῦντα· ἤκουσε γὰρ πρὸ τοῦ βασιλεῦσαι περὶ αὐτοῦ τοιαῦτα. θέλων δὲ ἐπερωτῆσαι αὐτόν τινα ἐζήτει ἀναγάγαι αὐ‐
τόν. ἦν γὰρ ὁ αὐτὸς Νέρων βασιλεὺς τοῦ δόγματος τῶν λεγομέ‐250
Chron
.

251

νων Ἐπικουρείων, ὅ ἐστι τῶν αὐτοματιστῶν τῶν λεγόντων ἀπρο‐ νόητα εἶναι τὰ πάντα. καὶ μαθὼν ὁ αὐτὸς βασιλεὺς Νέρων ὅτι πρὸ πολλοῦ χρόνου ἐσταύρωσαν αὐτὸν οἱ Ἰουδαῖοι ζήλῳ φερόμε‐ νοι καὶ μόνον ἐν μηδενὶ μεμφθέντα, ἠγανάκτησε· καὶ ἐκέλευσε, καὶ
5ἀνηνέχθησαν ἐν τῇ Ῥώμῃ διὰ Μαξίμου ὅ τε Ἄννας καὶ Καϊάφας. καὶ Πιλᾶτον δὲ οἰκοῦντα τὴν Παλαιστίνην μετὰ διαδοχὰς τῆς ἀρ‐ χῆς αὐτοῦ ἀνήγαγε διὰ Μάξιμον. πολλὰ δὲ εἰπόντες περὶ τοῦ Πι‐ λάτου κακὰ οἱ περὶ τὸν Ἄνναν καὶ Καϊάφαν ἐδίδασκον καὶ τοῦτο, ὅτι Ἡμεῖς τοῖς νόμοις αὐτὸν παρεδώκαμεν. καὶ πολλοῖς παρα‐
10σχόντες χρήματα οἱ περὶ τὸν Ἄνναν καὶ Καϊάφαν κατορθώσαντες ἀπελύθησαν. Ἐν δὲ τοῖς χρόνοις τῆς βασιλείας τοῦ αὐτοῦ Νέρωνος ὁ ἅγιος Παῦλος ἀπῆλθεν ἐν Ἀθήναις τῇ πόλει τῆς Ἑλλάδος· καὶ ηὗρεν ἐκεῖ φιλόσοφον ὀνόματι Διονύσιον τὸν Ἀρεοπαγίτην τὸν Ἀθηναῖον
15τὸν περιβόητον, βρύοντα φιλοσοφίας διδάγματα· ὃς ἐξέθετο περὶ τοῦ ἡλίου ὅτι ἀπὸ τῆς ἀποῤῥοίας τοῦ φωτὸς τοῦ θεοῦ ἐστι, καὶ ἄλλα τινὰ εἰπὼν περὶ τοῦ δημιουργήματος. ὅντινα ἑωρακὼς ὁ ἅγιος Παῦλος προσηγόρευσε, καὶ ἐπηρώτα τὸν ἅγιον Παῦλον ὁ Διονύσιος, Τίνα κηρύσσεις θεόν, σπερμολόγε; καὶ ἀκούσας τοῦ
20ἁγίου Παύλου ὁ αὐτὸς Διονύσιος διδάσκοντος αὐτὸν προσέπεσεν αὐτῷ, αἰτῶν αὐτὸν φωτισθῆναι καὶ γενέσθαι χριστιανόν. καὶ
βαπτίσας αὐτὸν ὁ ἅγιος Παῦλος ἐποίησε χριστιανόν. καὶ ἑωρα‐251
Chron
.

252

κὼς ὁ ἅγιος Παῦλος τὸ θερμὸν τῆς πίστεως τοῦ αὐτοῦ Διονυσίου ἐποίησεν αὐτὸν ἐπίσκοπον ἐν τῇ χώρᾳ ἐκείνῃ· ὅστις Διονύσιος ὁ ἀπὸ φιλοσόφων καὶ βίβλους καθ’ Ἑλλήνων ἐξέθετο. ὁ δὲ ἅγιος Παῦλος ὑπέστρεψεν εἰς Ἱεροσόλυμα.
5 Ἐπὶ δὲ τῆς βασιλείας τοῦ αὐτοῦ Νέρωνος ἀνῆλθεν ἐν Ῥώμῃ Σίμων τις ὀνόματι Αἰγύπτιος μάγος, ποιῶν διὰ γοητείας φαντα‐ σίας τινὰς καὶ λέγων ἑαυτὸν Χριστόν. ἀκούσας δὲ ὁ ἅγιος Πέ‐ τρος ὁ ἀπόστολος περὶ αὐτοῦ ἀνήρχετο ἐν τῇ Ῥώμῃ. ἐν τῷ δὲ ἀνιέναι αὐτὸν ἐν τῇ Ῥώμῃ διερχομένου αὐτοῦ δι’ Ἀντιοχείας τῆς
10μεγάλης συνέβη τελευτῆσαι Εὔοδον τὸν ἐπίσκοπον καὶ πατριάρ‐ χην Ἀντιοχείας· καὶ ἔλαβε τὸ σχῆμα τῆς ἐπισκοπῆς Ἀντιοχείας τῆς μεγάλης Ἰγνάτιος, τοῦ ἁγίου Πέτρου τοῦ ἀποστόλου χειροτο‐ νήσαντος. συνέβη δὲ ἐν τοῖς αὐτοῖς χρόνοις τελευτῆσαι καὶ Μάρ‐ κον τὸν ἀπόστολον ἐν Ἀλεξανδρείᾳ τῇ μεγάλῃ, ἐπίσκοπον ὄντα
15ἐκεῖ καὶ πατριάρχην. καὶ παρέλαβε τὴν ἐπισκοπὴν παρ’ αὐτοῦ Ἀνιανός, μαθητὴς αὐτοῦ, καθὼς ὁ σοφὸς Θεόφιλος ὁ χρονο‐ γράφος συνεγράψατο. Καταφθάσαντος δὲ τοῦ ἁγίου Πέτρου τοῦ ἀποστόλου τὴν Ῥώμην καὶ μαθόντος ποῦ μένει Σίμων ὁ μάγος, ἀπῆλθε πρὸς
20αὐτὸν ἔνθα κατέμεινε· καὶ ηὗρεν ἐκεῖ κύνα μέγαν ἐν τῷ πυλεῶνι ποιμενικόν, ὅπου κατέμεινε Σίμων ὁ μάγος, ἁλύσεσι δεδεμένον, ὅντινα ὁ Σίμων διὰ τὸν Πέτρον καὶ τοὺς θέλοντας ἀνιέναι πρὸς αὐτὸν ἐδέσμησεν εἰς τὸ μηδένα ὡς ἔτυχεν δίχα τοῦ τὸν Σίμωνα κελεύειν τῷ κυνὶ καὶ συγχωρεῖν τὸν κύνα παριέναι, οὓς ἠβούλετο
25ὁ Σίμων· καὶ τοῦτο ἦν πρῴην θαῦμα τῷ μέλλοντι ἀνιέναι πρὸς252
Chron
.

253

τὸν αὐτὸν Σίμωνα. ὁ δὲ Πέτρος ἑωρακὼς τὸν κύνα οὕτω μέγαν καὶ φοβερόν, καὶ μαθὼν παρὰ τῶν ἑστηκότων ἔξω τοῦ αὐτοῦ πυλῶνος ὅτι εἰ μὴ κελεύσει ὁ Σίμων τῷ κυνί, οὐ συγχωρεῖ ὁ αὐ‐ τὸς κύων τινὰ ἀνελθεῖν, ἀλλ’ ἐπερχόμενος φονεύει τὸν πλησιά‐
5ζοντα αὐτῷ· κρατήσας οὖν ὁ Πέτρος τὴν ἅλυσιν τοῦ κυνὸς ἔλυ‐ σεν αὐτὸν καὶ εἶπεν αὐτῷ, Ἄνελθε πρὸς Σίμωνα καὶ εἰπὲ αὐτῷ ἀνθρωπίνῃ φωνῇ, Πέτρος ὁ δοῦλος τοῦ θεοῦ τοῦ ὑψίστου ἀνελ‐ θεῖν θέλει. ὁ δὲ αὐτὸς κύων ἀνῆλθεν εὐθέως δρομαίως· καὶ ἐν τῷ ἐκεῖνον διδάσκειν τινὰ μαγικὰ πλανήματα ἔστη ἐν μέσῳ ὁ
10κύων καὶ ἀνθρωπίνῃ φωνῇ λέγει τῷ Σίμωνι, Πέτρος ὁ δοῦλος τοῦ θεοῦ τοῦ ὑψίστου ἀνελθεῖν θέλει πρός σε. οἱ δὲ ἀκούσαν‐ τες τοῦ κυνὸς λαλοῦντος ἀνθρωπίνῃ φωνῇ, ἐθαύμασαν λέγοντες, Τίς ἐστι Πέτρος ἢ ἡ δύναμις αὐτοῦ Πέτρου οὗ εἶπεν ὁ κύων, ὅτι ἐποίησε τὸν κύνα ἀνθρωπιστὶ λαλῆσαι καὶ ποιῆσαι αὐτῷ τὴν ἀπό‐
15κρισιν. καὶ λέγει ὁ Σίμων τοῖς ἑστῶσι καὶ θαυμάζουσι τὸν Πέ‐ τρον τοῖς ἀνθρώποις, Τοῦτο ὑμᾶς μὴ ξενίσῃ· ἰδοὺ γὰρ κἀγὼ λέγω αὐτῷ τῷ κυνὶ τῇ αὐτῇ ἀνθρωπίνῃ φωνῇ ἀπόκρισιν αὐτῷ κατενέγκαι. καὶ λέγει ὁ Σίμων τῷ κυνί, Κελεύω σοι ἀπελθεῖν καὶ εἰπεῖν τῷ Πέτρῳ ἀνθρωπίνῃ φωνῇ ὅτι εἶπεν ὁ Σίμων, Ἄνελ‐
20θε. καὶ ἀνῆλθε πρὸς τὸν Σίμωνα ὁ Πέτρος καὶ συνέβαλε μετὰ Σίμωνος τοῦ Αἰγυπτίου, ποιῶν καὶ αὐτὸς θαυμάσια· καὶ ἐνίκησε τὸν Σίμωνα τὸν μάγον ποιῶν ἰάσεις. καὶ ἐπίστευσαν τῷ Πέτρῳ
πολλοὶ καὶ ἐφωτίσθησαν.253
Chron
.

254

Καὶ ἦν ἐν τῇ Ῥώμῃ ταραχὴ μεγάλη καὶ θρύλος ἕνεκεν τοῦ Σίμωνος καὶ τοῦ Πέτρου, ὅτι κατέναντι ἀλλήλων ἐποίουν θαύ‐ ματα. καὶ ἀκούσας τὴν ταραχὴν Ἀγρίππας ὁ ἔπαρχος, ἀνήγαγε τῷ βασιλεῖ Νέρωνι ὅτι εἰσί τινες ἐν ταύτῃ τῇ βασιλευούσῃ πόλει
5θαύματα ποιοῦντες κατέναντι ἀλλήλων, καὶ ὁ μὲν εἷς λέγει αὑτὸν Χριστόν, ὁ δὲ ἕτερος λέγει, Οὐκ ἔστιν αὐτός, ἀλλὰ μάγος ἐστίν· ἐγὼ γὰρ τοῦ Χριστοῦ μαθητής εἰμι. καὶ ἐκέλευσεν ὁ βασιλεὺς Νέρων εἰσαχθῆναι πρὸς αὐτὸν τὸν Σίμωνα καὶ τὸν Πέτρον, καὶ τὸν Πιλᾶτον δὲ ἀχθῆναι ἀπὸ τοῦ δεσμωτηρίου. καὶ εἰσηνέχθη‐
10σαν πρὸς τὸν βασιλέα· καὶ ἐπηρώτησε τὸν Σίμωνα ὁ Νέρων, λέ‐ γων, Σὺ εἶ ὃν λέγουσιν οἱ ἄνθρωποι εἶναι Χριστόν; ὁ δὲ εἶπε, Ναί. καὶ ἐπηρώτησε καὶ τὸν Πέτρον ὁ Νέρων λέγων, Ἀκριβῶς οὗτός ἐστιν ὁ Χριστός; ὁ δὲ Πέτρος ἔφη, Οὐκ ἔστιν αὐτός· ἐγὼ γὰρ ἐκείνου μαθητής εἰμι, καὶ ἐπ’ ἐμοῦ εἰς τοὺς οὐρανοὺς ἀνελή‐
15φθη. καὶ καλέσας τὸν Πιλᾶτον εἶπεν αὐτῷ περὶ τοῦ Σίμωνος ὅτι Οὗτός ἐστιν ὃν ἐξέδωκας εἰς τὸ σταυρωθῆναι; καὶ προσε‐ σχηκὼς αὐτῷ ὁ Πιλᾶτος εἶπεν, Οὐκ ἔστιν αὐτός· οὗτος γὰρ καὶ καρηκομόων ἐστὶ καὶ περιπληθής. περὶ δὲ τοῦ Πέτρου ἐπηρώ‐ τησεν αὐτόν, Τοῦτον δὲ μαθητὴν αὐτοῦ οἶδας; ὁ δὲ εἶπε, Ναί.
20εἰσήγαγον γάρ μοι αὐτόν, ὡς μαθητὴν αὐτοῦ, καὶ ἐπηρώτησα αὐ‐ τόν, καὶ ἠρνήσατο λέγων μὴ εἶναι αὐτοῦ μαθητής· καὶ ἀπέλυσα αὐτόν. καὶ λοιπὸν Νέρων, ὡς ψευσαμένου τοῦ Σίμωνος καὶ εἰ‐
πόντος ἑαυτὸν Χριστόν, ὅπερ οὐκ ἦν, καὶ τοῦ Πέτρου πάλιν254
Chron
.

255

ἐλεγχθέντος ὑπὸ τοῦ Πιλάτου καὶ ἀρνησαμένου τὸν Χριστόν, ἐκέλευσε, καὶ ἐξεβλήθησαν ἀμφότεροι ἐκ τοῦ παλατίου. Καὶ διῆγον ἐν τῇ Ῥώμῃ ποιοῦντες θαύματα ἀπέναντι ἀλλή‐ λων· καὶ ὁ μὲν Σίμων ὁ μάγος ἀχθέντος ταύρου μεγάλου εἶπεν
5εἰς τὸ ὠτίον αὐτοῦ λόγον, καὶ εὐθέως ὁ ταῦρος ἀπέθανε καὶ ἐθαυμάζετο ὁ Σίμων. ὁ δὲ Πέτρος εὐθέως εὐξάμενος ἐπὶ πάν‐ των ἐποίησεν ἀναζῆσαι τὸν ταῦρον· καὶ ἀπεδόθη τῷ ἰδίῳ δεσπό‐ τῃ ὁ αὐτὸς ταῦρος. καὶ πάντες ἐπῄνουν τὸν Πέτρον, λέγοντες ὅτι τὸ ποιῆσαι τεθνεῶτα ζῆσαι μεῖζόν ἐστι θαῦμα. καὶ ἄλλα δὲ πολ‐
10λὰ ἐποίησαν σημεῖα κατέναντι ἀλλήλων, ἅτινα ἐν ταῖς πράξεσι τῶν ἁγίων ἀποστόλων συγγέγραπται. ὁ δὲ ἀπόστολος Πέτρος δι’ εὐχῆς αὐτοῦ ἐφόνευσε τὸν Σίμωνα τὸν μάγον θελήσαντα ἀνα‐ ληφθῆναι. εἶπε γὰρ ὁ Σίμων τῷ Πέτρῳ ὅτι εἶπεν ὅτι Χριστὸς ὁ θεός σου ἀνελήφθη. ἰδοὺ κἀγὼ ἀναλαμβάνομαι. καὶ εἶδεν
15αὐτὸν ὁ Πέτρος κουφιζόμενον διὰ τῆς μαγείας εἰς τὸν ἀέρα ἐν μέσῳ τῆς πόλεως Ῥώμης· καὶ ηὔξατο ὁ Πέτρος καὶ κατηνέχθη Σίμων ὁ μάγος ἐκ τοῦ ἀέρος εἰς τὴν γῆν ἐπὶ τὴν πλατεῖαν καὶ ἐψόφησε. καὶ τὸ λείψανον αὐτοῦ κεῖται ἐκεῖ ἕως ἄρτι ὅπου ἔπε‐ σε, καὶ ἔχει πέριξ κάγκελλον λίθινον· καὶ ἀκούει ὁ τόπος ἐκεῖνος
20ἔκτοτε τὸ Σιμώνιον. Ἀκούσας δὲ Νέρων ὁ βασιλεὺς ὅτι ἐφονεύθη ὑπὸ τοῦ Πέτρου
ὁ Σίμων, ἠγανάκτησε· καὶ ἐκέλευσεν αὐτὸν συσχεθέντα ἀποθα‐255
Chron
.

256

νεῖν. καὶ ἢ μόνον ἐκρατήθη ὁ ἅγιος Πέτρος, ἐπέδωκε τὸ ἔνδυμα τῆς ἐπισκοπῆς Ῥώμης Λίνῳ ὀνόματι, μαθητῇ αὐτοῦ· ἠκολούθει γὰρ αὐτῷ ὅτε ἐκρατήθη. ὁ δὲ αὐτὸς ἅγιος Πέτρος γέρων ὑπῆρχε τῇ ἡλικίᾳ διμοιριαῖος, ἀναφάλας, κονδόθριξ, ὁλοπόλιος τὴν κάραν
5καὶ τὸ γένειον, λευκός, ὑπόχλωρος, οἰνοπαὴς τοὺς ὀφθαλμούς, εὐ‐ πώγων, μακρόρινος, σύνοφρυς, ἀνακαθήμενος, φρόνιμος, ὀξύ‐ χολος, εὐμετάβλητος, δειλός, φθεγγόμενος ὑπὸ πνεύματος ἁγίου καὶ θαυματουργῶν. Καὶ ἐγένετο μετὰ τὸν ἅγιον Πέτρον τὸν ἐπίσκοπον, ἤτοι πα‐
10τριάρχην, Ῥώμης ὀνόματι Λίνος, καθὼς ὁ σοφὸς Εὐσέβιος ὁ Παμφίλου ἐχρονογράφησεν. Ὁ δὲ ἅγιος Πέτρος ὁ ἀπόστολος ἐμαρτύρησε σταυρωθεὶς κα‐ τακέφαλα, τοῦ αὐτοῦ ἀποστόλου ὁρκώσαντος τοῦτο τὸν ἔπαρχον ὅτι Μὴ ὡς ὁ κύριός μου σταυρωθῶ. καὶ ἐτελειώθη ὁ ἅγιος Πέ‐
15τρος ἐπὶ τῆς ὑπατείας Ἀπρωνιανοῦ καὶ Καπίτωνος. Ὁμοίως δὲ καὶ κατὰ τοῦ Πιλάτου ἠγανάκτησεν ὁ αὐτὸς βα‐ σιλεὺς Νέρων, καὶ ἐκέλευσεν αὐτὸν ἀποκεφαλισθῆναι, λέγων, Διὰ τί ἐξέδωκε τὸν δεσπότην Χριστὸν τοῖς Ἰουδαίοις, ἄνδρα ἄμεμπτον καὶ δυνάμεις ποιοῦντα; εἰ γὰρ ὁ αὐτοῦ μαθητὴς τοιαῦτα θαυ‐
20μάσια ἐποίει, ὁποῖος ὑπῆρχεν ἐκεῖνος δυνατός; Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας κατέφθασεν εὐθέως ἐν τῇ Ῥώμῃ
καὶ ὁ ἅγιος Παῦλος πεμφθεὶς ἀπὸ τῆς Ἰουδαίας χώρας παραστά‐256
Chron
.

257

σιμος· καὶ ἐμαρτύρησε καὶ αὐτὸς ἀποτμηθεὶς τὴν κεφαλὴν τῇ πρὸ γʹ καλανδῶν ἰουλίων ἐπὶ τῆς ὑπατείας Νέρωνος καὶ Λεντού‐ λου. καὶ ἐκέλευσεν ὁ βασιλεὺς Νέρων τὰ σώματα τῶν ἁγίων ἀποστόλων ταφῇ μὴ παραδοθῆναι ἀλλ’ ἄταφα μεῖναι. ὑπῆρχε
5δὲ ὁ Παῦλος ἔτι περιὼν τῇ ἡλικίᾳ κονδοειδής, φαλακρός, μιξοπό‐ λιος τὴν κάραν καὶ τὸ γένειον, εὔρινος, ὑπόγλαυκος, σύνοφρυς, λευκόχρους, ἀνθηροπρόσωπος, εὐπώγων, ὑπογελῶντα ἔχων τὸν χαρακτῆρα, φρόνιμος, ἠθικός, εὐόμιλος, γλυκύς, ὑπὸ πνεύμα‐ τος ἁγίου ἐνθουσιαζόμενος καὶ ἰώμενος.
10 Ἔπεμψε δὲ κατὰ τῆς Ἰουδαίας καὶ τῆς Ἱερουσαλὴμ ὁ αὐτὸς βασιλεὺς Νέρων, καὶ πᾶσι κακῶς ἐχρήσατο, πολλοὺς φονεύσας στρατιωτικῇ συμβολῇ, ὅτι τυραννίδι φερόμενοι ἐξεφώνησαν ὑβρι‐ στικὰς φωνὰς κατὰ τοῦ Νέρωνος, διότι ἀπεκεφάλισε τὸν Πιλᾶτον ὡς εἰς ἐκδίκησιν Χριστοῦ· καὶ ἦλθεν εἰς αὐτὸν οὐ μὴν ἀλλὰ ὅτι
15καὶ αὐθεντήσαντες τὸν ἡγεμόνα ἐσταύρωσαν τὸν Χριστόν· καὶ διὰ τοῦτο ἠγανάκτει κατ’ αὐτῶν ὡς τυράννων, καὶ ἐσφάγησαν τότε ὑπὸ στρατιωτῶν ἐν τῇ συμβολῇ ὅ τε Ἄννας καὶ ὁ Καϊάφας. Παρέλαβε δὲ ὁ αὐτὸς Νέρων ἐν τῷ βασιλεύειν αὐτὸν χώραν ἄλλην ἐν τῇ Πόντῳ, πέμψας Πολέμωνα στρατηγὸν αὐτοῦ· καὶ
20ἐποίησεν αὐτὴν ἐπαρχίαν, καλέσας αὐτὴν Πόντον Πολεμωνιακόν. Ὁ δὲ αὐτὸς Νέρων ἔχαιρε τῷ Βενέτῳ μέρει πολύ. Ἐπὶ δὲ τῶν χρόνων τῆς βασιλείας αὐτοῦ Λουκανὸς ὁ σοφώ‐
τατος ἦν παρὰ Ῥωμαίοις μέγας καὶ ἐπαινούμενος. ἐπὶ δὲ τῆς257
Chron
.

258

ὑπατείας Ἰτορικοῦ καὶ Τολπιλλιανοῦ τοῦ καὶ Τροχέλου ἀφανὴς ἐγένετο Νέρων ὁ βασιλεὺς καὶ ἐτελεύτα, τῶν ἱερέων τῶν Ἑλλήνων κατασκευασάντων αὐτῷ διὰ πότου δόσεως, ὄντος τοῦ δόγματος τῶν Ἐπικουρείων τοῦ μετ’ αὐτὸν λαβόντος παρὰ τῶν ἱερέων σύν‐
5ταξιν τῆς βασιλείας καὶ εἰσελθόντος ἰδεῖν αὐτόν, ὡς ἄῤῥωστον, καὶ κεντήσαντος αὐτὸν ἐν τῷ παλατίῳ. καὶ τελευτᾷ ὁ αὐτὸς Νέ‐ ρων, ὢν ἐνιαυτῶν ξθʹ. Μετὰ δὲ τὴν βασιλείαν Νέρωνος ἐβασίλευσε Γαλβᾶς Αὔγου‐ στος μῆνας ζʹ. ἦν δὲ μακρός, γενναῖος, λευκόχρους, ὑπόστρα‐
10βος, γρυπόρυγχος, μιξοπόλιος, μανικός. ἐπὶ δὲ τῆς βασιλείας τοῦ αὐτοῦ Γαλβᾶ ταφῇ παρεδόθησαν τὰ σώματα τῶν ἁγίων ἀπο‐ στόλων κατὰ κέλευσιν τοῦ αὐτοῦ βασιλέως· ἐν ὁράματι γὰρ ἐκε‐ λεύσθη δοῦναι τὰ σώματα τῶν ἁγίων ἀποστόλων εἰς ταφήν. καὶ τελευτᾷ ὁ Γαλβᾶς ἰδίῳ θανάτῳ ἐξαίφνης φλεβοτομηθείς, ὢν
15ἐνιαυτῶν μθʹ. Μετὰ δὲ τὴν βασιλείαν Γαλβᾶ ἐβασίλευσε Λούκιος Ὄθων μῆνας γʹ. ἦν δὲ κονδοειδής, πλατύς, γενναῖος, ἁπλόθριξ, μι‐ κρόφθαλμος, ὑπόσιμος, ψελλός. ἐν δὲ τῇ αὐτοῖ βασιλείᾳ ὁ ἅγιος Ἰάκωβος ὁ ἀπόστολος, ὁ ἐπίσκοπος Ἱεροσολύμων καὶ πα‐
20τριάρχης, ὃν ἐνεθρόνισεν ὁ ἅγιος Πέτρος ἀντὶ ἑαυτοῦ ἀνιὼν ἐπὶ258
Chron
.

259

Ῥώμην, ἐτελεύτησε· καὶ παρέλαβε τὸ σχῆμα τῆς ἐπισκοπῆς Ἱερο‐ σολύμων Συμεὼν ὁ καὶ Σίμων καὶ ἐγένετο πατριάρχης. Τελευτᾷ δὲ ὁ αὐτὸς Ὄθων ἐτῶν νγʹ ἀῤῥωστήσας. Μετὰ δὲ τὴν βασιλείαν Ὄθωνος ἐβασίλευσε Βιτέλλιος Αὔ‐
5γουστος ἔτη θʹ καὶ μῆνας ηʹ. ἦν δὲ διμοιριαῖος, εὔστηθος, γλαυ‐ κός, πυῤῥάκης, δασυπώγων, εὐόφθαλμος, δειλός. ἐπὶ δὲ τῆς βασιλείας εὐθέως ἔπαθεν ὑπὸ θεομηνίας Νικομήδεια, πόλις μεγά‐ λη, τῆς Βιθυνίας μητρόπολις. καὶ πολλὰ αὐτοῖς τοῖς περισωθεῖ‐ σιν ἐχαρίσατο καὶ τῇ πόλει εἰς ἀνανέωσιν ὁ αὐτὸς βασιλεύς· ἦν
10γὰρ καὶ πρῴην παθοῦσα ὑπὸ θεομηνίας καὶ ἐστραμμένη· καὶ ἀνήγειρεν αὐτήν. Ἐπὶ δὲ τῆς βασιλείας τοῦ αὐτοῦ Βιτελλίου Καίσαρος ἐτυράν‐ νησαν οἱ Ἰουδαῖοι καὶ ἐφόνευσαν Κυρήνιον τὸν ἄρχοντα αὐτῶν λιθοβολήσαντες αὐτόν. τῷ δὲ λεʹ ἔτει μετὰ τὴν τοῦ σωτῆρος
15ἡμῶν καὶ θεοῦ ἀνάληψιν ἐπεστράτευσε κατ’ αὐτῶν ὁ Βιτέλλιος βασιλεύς, πέμψας στρατηγὸν ἑαυτοῦ Οὐεσπασιανὸν καὶ Τίτον υἱὸν αὐτοῦ. καὶ ἐπέστησαν τῇ Ἰουδαίᾳ χώρᾳ, πολεμοῦντες αὐτὴν καὶ τὴν Ἱερουσαλήμ. καὶ ἐν τῷ πολεμεῖν αὐτὸν ἀπέθανεν ἐν τῇ Ῥώμῃ ὁ Βιτέλλιος βασιλεὺς νόσῳ βληθείς, ὢν ἐνιαυτῶν μηʹ.
20 Καὶ μετ’ αὐτὸν ἀνηγορεύθη βασιλεὺς ὁ θειότατος Οὐεσπα‐ σιανός, καὶ ἔστεψεν αὐτὸν ὁ στρατός, ἐπὶ τῆς ὑπατείας Ῥούφου καὶ Καπιτιανοῦ. ἦν δὲ κονδοειδής, φαλακρός, προγάστωρ, πο‐
λιός, πυῤῥάκης, ἔχων οἰνοπαεῖς ὀφθαλμούς, πλάτοψις, ὀργί‐259
Chron
.

260

λος. καὶ ἐάσας Τίτον τὸν ἑαυτοῦ υἱὸν πολεμεῖν τὴν Ἰουδαίαν χώραν ἦλθεν ἐπὶ τὴν Ῥώμην, καὶ ἐβασίλευσεν ἔτη θʹ καὶ μῆνας ιʹ. ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἐγένετο διωγμὸς μέγας τῶν χριστιανῶν ἐπὶ τῆς ὑπατείας Δεκίου καὶ Ῥουστικίου. τῷ δὲ ληʹ ἔτει μετὰ τὸ
5ἀναληφθῆναι τὸν σωτῆρα Χριστὸν ὁ Τίτος τὴν Ἰουδαίαν πα‐ ρέλαβε καὶ τὴν Ἱερουσαλὴμ ἐπὶ τῆς ὑπατείας Κομμόδου καὶ Ῥούφου, βασιλεύοντος τοῦ πατρὸς αὐτοῦ Οὐεσπασιανοῦ· καὶ ἐπόρθησε τὴν Ἱερουσαλὴμ καὶ πᾶσαν τὴν Παλαιστίνην καὶ τὸ ἱε‐ ρὸν τῶν Ἰουδαίων κατέστρεψεν ἐν τῇ αὐτῇ τῆς ἑορτῆς ἡμέρᾳ, ὅτε
10παρέλαβε τὴν πόλιν, καὶ ἀπώλεσε ψυχῶν μυριάδας ριʹ, ξίφεσιν αὐτοὺς κατακόψας· ἄλλας δὲ μυριάδας ιεʹ διαπέπρακεν αἰχμα‐ λώτων νεανίσκων καὶ παίδων ἀῤῥενικῶν καὶ παρθένων κορα‐ σίων, καθὼς καὶ Ἰώσηπος ὁ σοφώτατος συνεγράψατο· Ἑβραῖος γὰρ ὑπῆρχε καὶ παρῆν ἐν τῷ πολέμῳ. καὶ πάσας δὲ τὰς ἐπαρ‐
15χίας τῆς Ἰουδαίας ἀπώλεσεν ὁ Τίτος. ὁ δὲ σοφὸς Εὐσέβιος ὁ Παμφίλου συνεγράψατο οὕτως, ὅτι ἐν τῇ ἑορτῇ αὐτῶν τὸν Χριστὸν ἐσταύρωσαν οἱ Ἰουδαῖοι καὶ ἐν τῇ αὐτῇ ἑορτῇ πάντες ἀπώλοντο, τοῦ σωτηρὸς ἐκδεδωκότος αὐτούς. τρεῖς δὲ μετὰ ταύ‐ της πορθήσεις εἰσὶ τῆς Ἱερουσαλήμ, καθὼς ὁ σοφώτατος Εὐσέ‐
20βιος συνεγράψατο. Ὁ δὲ Τίτος θριαμβεύσας τὴν νίκην ἀπῆλθεν ἐπὶ τὴν Ῥώμην·
Οὐεσπασιανὸς δὲ ἐκ τῆς Ἰουδαϊκῆς πραίδας ἔκτισεν ἐν τῇ Ἀντιο‐260
Chron
.

261

χείᾳ τῇ μεγάλῃ τὰ λεγόμενα Χερουβὶμ πρὸ τῆς πύλης τῆς πόλεως. ἐκεῖ γὰρ ἔπηξε τὰ Χερουβὶμ τὰ χαλκᾶ ἃ εὗρε Τίτος ὁ αὐτοῦ υἱὸς ἐν τῷ ναῷ Σολομῶντος πεπηγμένα, καὶ ὅτε τὸν ναὸν ἔστρεψεν, ἀφεί‐ λατο αὐτὰ ἐκεῖθεν καὶ ἐν Ἀντιοχείᾳ αὐτὰ ἤνεγκε σὺν τοῖς Σεραφίμ,
5θριαμβεύων τὴν κατὰ Ἰουδαίων γενομένην νίκην ἐπὶ τῆς αὐτοῦ βα‐ σιλείας, [στήσας ἄνω στήλην χαλκῆν] εἰς τιμὴν τῇ σελήνῃ μετὰ τεσ‐ σάρων ταύρων προσεχόντων ἐπὶ τὴν Ἱερουσαλήμ· νυκτὸς γὰρ αὐτὴν παρέλαβε λαμπούσης τῆς σελήνης. ἔκτισε δὲ καὶ τὸ θέατρον Δάφνης ἐπιγράψας ἐν αὐτῷ, Ἐξ πραίδα Ἰουδαία. ἦν δὲ πρῴην ὁ τοῦ αὐ‐
10τοῦ θεάτρου τόπος συναγωγὴ τῶν Ἰουδαίων· καὶ πρὸς ὕβριν αὐ‐ τῶν τὴν συναγωγὴν αὐτῶν λύσας ἐποίησε θέατρον, στήσας ἑαυ‐ τῷ ἄγαλμα μαρμάρινον ἐκεῖ, ὅπερ ἕως τῆς νῦν ἵσταται. Ἔκτισε δὲ καὶ ἐν Καισαρείᾳ τῆς Παλαιστίνης ἐκ τῆς αὐτῆς Ἰουδαϊκῆς πραίδας ὁ αὐτὸς Οὐεσπασιανὸς ᾠδεῖον μέγα πάνυ,
15θεάτρου ἔχον διάστημα μέγα, ὄντος καὶ αὐτοῦ τοῦ τόπου πρῴην συναγωγῆς τῶν Ἰουδαίων. Ἐποίησε δὲ καὶ ἐπαρχίαν Μακεδονίαν δευτέραν, ἀπὸ τῆς πρώ‐ της αὐτὴν ἀπομερίσας. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἔπαθεν ὑπὸ θεομηνίας ἡ Κόριν‐
20θος, μητρόπολις τῆς Ἑλλάδος, μηνὶ ἰουνίῳ τῷ καὶ δαισίῳ κʹ, ἑσπέ‐ ρας βαθείας. καὶ ἐχαρίσατο τοῖς ζήσασι καὶ τῇ πόλει πολλά.
ἔκτισε δὲ καὶ εἰς Παννονίαν καὶ εἰς Κομμαγενίαν τὰς ἐπαρχίας261
Chron
.

262

πολλά. καὶ τὴν Εὐρώπην δὲ ἀπὸ Θρᾴκης ἐμέρισε, κτίσας Ἡρά‐ κλειαν πόλιν τὴν πρῴην λεγομένην Πείρινθον· ἥντινα ἐποίησε μητρόπολιν, δοὺς αὐτῇ ἄρχοντα. ἔκτισε δὲ καὶ ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ πλησίον τοῦ θεάτρου ἱερόν, ὃ ἐπεκάλεσε τῶν Ἀνέμων.
5 Νόσῳ δὲ βληθεὶς καὶ πάρετος γενόμενος ἐτελεύτα, ὢν ἐνιαυ‐ τῶν οαʹ. Μετὰ δὲ τὴν βασιλείαν αὐτοῦ ἐβασίλευσε Τίτος ὁ υἱὸς αὐτοῦ ἔτη βʹ. ἦν δὲ μακρός, λεπτός, εὔχροος, ἁπλόθριξ, σπανός, μικρόφθαλμος, κονδόθριξ. καὶ πάθει ἀνιάτῳ βληθεὶς ἀπέ‐
10θανεν, ὢν ἐνιαυτῶν μβʹ. Μετὰ δὲ τὴν βασιλείαν Τίτου ἐβασίλευσεν ὁ θειότατος Δο‐ μετιανὸς ἔτη ιεʹ καὶ μῆνας βʹ. ἦν δὲ μακρός, λεπτός, λευκός, ξανθός, κονδόθριξ, γλαυκός, ὑπόκυρτος, φιλόσοφος ἄκρος. ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας διωγμὸς χριστιανῶν ἐγένετο· ὅστις
15καὶ τὸν ἅγιον Ἰωάννην τὸν θεολόγον ἀνήνεγκεν ἐν τῇ Ῥώμῃ καὶ ἐξήτασεν αὐτόν. καὶ θαυμάσας τοῦ αὐτοῦ ἀποστόλου τὴν σο‐ φίαν ἀπέλυσεν αὐτὸν λάθρᾳ ἀπελθεῖν εἰς Ἔφεσον, εἰπὼν αὐτῷ, Ἄπελθε καὶ ἡσύχασον ὅθεν ἦλθες. καὶ ἐλοιδορήθη· καὶ ἐξώρι‐ σεν αὐτὸν εἰς Πάτμον. πολλοὺς δὲ ἄλλους χριστιανοὺς ἐτιμω‐
20ρήσατο, ὥστε φυγεῖν ἐξ αὐτῶν πλῆθος ἐπὶ τὸν Πόντον, καθὼς Βώττιος ὁ σοφὸς χρονογράφος συνεγράψατο κατ’ αὐτῶν.
Ὁ δὲ αὐτὸς βασιλεὺς Δομετιανὸς ἐφίλει τὸν ὀρχηστὴν τοῦ262
Chron
.

263

Πρασίνου μέρους τῆς Ῥώμης τὸν λεγόμενον Πάριδα. περὶ οὗ καὶ ἐλοιδορεῖτο ἀπὸ τῆς συγκλήτου Ῥώμης καὶ Ἰουβεναλίου τοῦ ποιητοῦ τοῦ Ῥωμαίου, ὡς χαίρων εἰς τὸ Πράσινον. ὅστις βασι‐ λεὺς ἐξώρισε τὸν αὐτὸν Ἰουβενάλιον τὸν ποιητὴν ἐν Πενταπόλει
5ἐπὶ τὴν Λιβύην, τὸν δὲ ὀρχηστὴν πλουτίσας ἔπεμψεν ἐν Ἀν‐ τιοχείᾳ τῇ μεγάλῃ ἐπὶ τὸ ἐκεῖ αὐτὸν οἰκεῖν ἔξω τῆς πόλεως. ὅστις Πάρις ὀρχηστὴς ἐκεῖ ἀπελθὼν ᾤκει ἔξω τῆς αὐτῆς πό‐ λεως, κτίσας ἑαυτῷ οἶκον προάστειον καὶ λουτρόν, ὅπερ ἐστὶν ἕως τῆς νῦν, τὸ λεγόμενον Παράδεισος καὶ ὁ οἶκος· κἀκεῖ τελευτή‐
10σας κεῖται ἐν σορῷ ὄπισθεν τοῦ οἴκου ἐν τοῖς κήποις αὐτοῦ. Ὁ δὲ αὐτὸς Δομετιανὸς ἔκτισεν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ δη‐ μόσιον λουτρὸν τὸ λεγόμενον τῆς Μηδείας, διότι ἄγαλμα ἔστη‐ σεν ἐν αὐτῷ θαυμαστὸν τῇ Μηδείᾳ· καὶ οὕτως αὐτὸ τὸ δημόσιον λουτρὸν ἐκάλουν οἱ πολῖται καὶ οὐκέτι τὸ Δομετιανόν· τὸ δὲ αὐ‐
15τὸ δημόσιον ἦν κεκτισμένον παρὰ τὸ ὄρος πλησίον τοῦ μονομα‐ χίου καὶ τοῦ ἱεροῦ τῆς Ἀφροδίτης. ἔκτισε δὲ ἐκεῖ ὁ αὐτὸς βασι‐ λεὺς καὶ ἱερὸν τοῦ Ἀσκληπιοῦ. Ἦν δὲ τοῖς χρόνοις τῆς βασιλείας τοῦ αὐτοῦ Δομετιανοῦ ὁ σοφώτατος Ἀπολλώνιος ὁ Τυανεύς· καὶ ἤκμαζε περιπολεύων καὶ
20πανταχοῦ ποιῶν τελέσματα εἰς τὰς πόλεις καὶ εἰς τὰς χώρας. ὅστις ἀπὸ τῆς Ῥώμης ἐξελθὼν κατέλαβε τὸ Βυζάντιον· καὶ εἰσ‐
ελθὼν εἰς Βυζούπολιν, τὴν νῦν λεγομένην εὐτυχῶς Κωνσταντι‐263
Chron
.

264

νούπολιν, ἐποίησε καὶ ἐκεῖ πολλὰ τελέσματα παρακληθεὶς ὑπὸ τῶν Βυζαντίων, τὸ τῶν πελαργῶν καὶ τὸ τοῦ Λύκου ποταμοῦ τοῦ κατὰ μέσου τῆς πόλεως παρερχομένου καὶ τὸ τῆς χελώνης καὶ τὸ τῶν ἵππων καὶ ἄλλα τινὰ θαυμαστά· καὶ λοιπὸν ἀπὸ τοῦ
5Βυζαντίου ἐξελθὼν ἐποίει εἰς τὰς ἄλλας πόλεις ὁ αὐτὸς Ἀπολ‐ λώνιος τελέσματα. καὶ ἦλθεν ἐπὶ τὴν Συρίαν ἀπὸ Τυάνων, καὶ εἰσῆλθεν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ· καὶ ᾔτησαν αὐτὸν οἱ Ἀντιο‐ χεῖς κτήτορες ποιῆσαι κἀκεῖ τελέσματα περὶ ὧν ἐδέοντο. καὶ ἐποίησεν εἰς τὸν βοῤῥᾶν ἄνεμον, θήσας τὸ αὐτὸ τέλεσμα κατὰ
10τὴν ἀνατολικὴν πόρταν. ὁμοίως δὲ ἐποίησε τέλεσμα ἐν αὐτῇ τῇ πόλει καὶ διὰ τοὺς σκορπίους, πρὸς τὸ μὴ τολμᾶν αὐτοὺς πλη‐ σιάζειν τῇ χώρᾳ· καὶ ἔθηκε τὸ αὐτὸ τέλεσμα ἐν μέσῳ τῆς πό‐ λεως, ποιήσας χαλκοῦν σκορπίον καὶ χώσας αὐτόν, πήξας ἐπάνω κίονα μικρόν. καὶ ἐγένοντο ἀφανεῖς οἱ σκορπίοι ἐκ τῆς ἐνορίας
15Ἀντιοχείας πάσης. ἐποίησε δὲ καὶ ἄλλα πολλὰ ἐκεῖ. ᾔτησαν δὲ αὐτὸν οἱ πολῖται ἵνα ποιήσῃ τέλεσμα πρὸς τοὺς κώνωπας, εἰς τὸ μὴ ἔχειν κώνωπας τὴν αὐτὴν πόλιν Ἀντιόχειαν. καὶ ἐποίησε, κελεύσας αὐτοῖς ἵνα τῇ ἑβδόμῃ τοῦ δαισίου τοῦ καὶ ἰουνίου μη‐ νὸς ἐπιτελῆται ἐν αὐτῇ Ἀντιοχείᾳ τῆς Συρίας τὸ ἱππικὸν τὸ ἀπὸ
20Γράστης τοῦ αὐτοῦ δαισίου μηνός· ἀλλὰ τῇ νεομηνίᾳ τοῦ δαισίου μηνὸς θήσας τὸ τέλεσμα, τῇ ἑβδόμῃ τοῦ αὐτοῦ μηνὸς ἐπιτρέψας ἵνα πάντες ἐν τῇ αὐτῇ ἡμέρᾳ τοῦ ἱπποδρομίου τῆς Γράστης βα‐
στάζουσιν ἐπάνω καλάμων ὁλόσφυρον στηθάριν μολιβοῦν, ἔχον‐264
Chron
.

265

τα λεμὶν τοῦ Ἄρεως, καὶ ὑποκάτω τοῦ καλάμου σκουτάριον κρε‐ μάμενον ἀπὸ δέρματος ῥουσίου ἐντεῦθεν, κἀκεῖθεν δὲ παραμῆ‐ ριν ἀπὸ καλαμίου κρεμάμενον ὡσαύτως, λινῷ ῥάμματι δεδεμένα, εἰρηκὼς αὐτοῖς κράζειν εἰσελαύνοντας καὶ λέγειν, Ἀκώνωπα τῇ
5πόλει, καὶ μετὰ τὸ ἀπολῦσαι τὸ ἱπποδρόμιον ἕκαστον ἀποτίθε‐ σθαι αὐτὸ εἰς τὸν ἰδίον οἶκον. καὶ οὐκέτι ἐφάνη ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ κώνωψ. Ἐν τῷ δὲ περιέρχεσθαι τὸν αὐτὸν Ἀπολλώνιον τὸν Τυανέα καὶ ἱστορεῖν τὴν αὐτὴν Ἀντιόχειαν μετὰ τῶν κτητόρων τῆς πό‐
10λεως τοποθεσίαν, εἶδεν ἐν μέσῳ τῆς αὐτῆς πόλεως κίονα ἑστῶτα πορφυροῦν καὶ μὴ ἔχοντα ἐπάνω τί ποτε, ἀλλὰ καὶ αὐτὸν τὸν κίονα ὑπὸ τυφωνικοῦ πυρὸς φλογισθέντα. καὶ ἐπερωτήσας περὶ αὐτοῦ, τί ἐστι τοῦτο, ἔμαθε παρ’ αὐτῶν ὅτι μετὰ τὸ πάθος τῆς πόλεως τὸ ἐπὶ Γαΐου Καίσαρος Δεββόριός τις φιλόσοφος τελε‐
15στὴς ἐποίησε τὸ τέλεσμα τοῦτο ὥστε δονουμένην τὴν πόλιν ὑπὸ σεισμοῦ μὴ πίπτειν, στήσας τὸν κίονα καὶ ὑπεράνω αὐτοῦ στη‐ θάριν μαρμάρινον, καὶ ἐν τῷ στήθει αὐτοῦ ἔγραφεν, Ἄσειστα, ἄπτωτα. καὶ τυφωνικοῦ πυρὸς ὑπὸ τῆς ἀστραπῆς γενομένου, καυθὲν τὸ ἐπάνω τοῦ κίονος στηθάριν ἔπεσε, καὶ δεδοίκαμεν
20μὴ πάλιν πάθῃ ἡ πόλις ἡμῶν. ἀλλὰ παρακλήθητι καὶ ποίησον
σὺ αὐτὸς τέλεσμα, ἵνα μὴ πάθῃ ἔτι ταρασσομένη ἡ πόλις. ὁ δὲ265
Chron
.

266

Ἀπολλώνιος στενάξας ἀνεβάλετο τοῦ ποιῆσαι ἄλλο τέλεσμα περὶ σεισμῶν. καὶ ἑωρακότες αὐτὸν στενάξαντα, ἐπέμειναν παρακα‐ λοῦντες αὐτόν· καὶ λαβὼν δίπτυχον ἔγραψε ταῦτα. Καὶ σύ, τά‐ λαινα Ἀντιόχεια, δὶς πάθοις· ἀλλὰ καὶ πάλιν ἐλεύσεται καιρός,
5ὅτε δὴ ἐπὶ πήμασι κεῖσε σεισμοῖς· δὶς δ’ αὖθ’ πυρὶ καύσαι ὁ παρ’ αἰγιαλοῖς Ἀρέντησι· εἰ μὴ πάλιν πάθοις. καὶ ἐπιδέδωκε τὸ δίπτυχον τοῖς αὐτοῖς Ἀντιοχεῦσι κτήτορσι. καὶ ἐξορμήσας ἀπὸ τῆς τοῦ Ἀντιόχου πόλεως κατῆλθεν εἰς Σελεύκειαν τῆς Συ‐ ρίας· καὶ ἀπέπλευσεν ἐπὶ τὴν Αἴγυπτον. ἔζησε δὲ ὁ αὐτὸς Ἀπολ‐
10λώνιος ἔτη τριάκοντα καὶ τέσσαρα καὶ μῆνας ὀκτώ, καθὼς Δο‐ μνῖνος ὁ σοφώτατος χρονογράφος συνεγράψατο ταῦτα. Ὁ δὲ αὐτὸς θειότατος Δομετιανὸς βασιλεὺς ἔκτισεν εἰς τὴν Ἰσαυρίαν πόλιν, ἥντινα ἐκάλεσε Δομετιανούπολιν. ἐφόνευσε δὲ ἀγανακτήσας ὁ αὐτὸς Δομετιανὸς τὸν περιβόητον Ἀσκληπίονα,
15εἰπόντα αὐτῷ ὅτι Σφαζόμενος τελευτᾷς· καὶ μετ’ ὀλίγον καιρὸν
κατασκευασθεὶς ὑπὸ τῆς συγκλήτου ὁ αὐτὸς Δομετιανός, ὡς εἰσ‐266
Chron
.

267

ῆλθεν ἐν τῷ ἱερῷ τοῦ Διὸς θυσιάσαι, καὶ ἀφανὴς γενόμενος, τε‐ λευτᾷ, ἐτῶν μέ, εἰπόντων πάντων ὅτι ἐπήρθη ἀπὸ τῆς γῆς εἰς τὸν ἀέρα, ὡς φιλόσοφος. ἐφονεύθη δὲ σφαγεὶς ἐν τῷ αὐτῷ ἱερῷ τοῦ Διὸς ὑπὸ τῆς συγκλήτου, ὡς ὑπερήφανος καὶ ἐνυβρίζων αὐτούς.
5οἵτινες συγκλητικοὶ ἐποίησαν ἣν ἐφόρει χλαμύδα πορφυρᾶν κρε‐ μασθῆναι εἰς μίαν ἅλυσιν τῶν ὄντων ἐν τῷ ἱερῷ κανδήλων· καὶ πάντες οἱ εἰσιόντες εἰς τὸ ἱερὸν ἠπατοῦντο, νομίζοντες ὅτι ἐπήρ‐ θη εἰς τὸν ἀέρα. ἐγνώσθη δὲ μετὰ ταῦτα ὅτι ἐσφάγη· καὶ ἐγέ‐ νετο ταραχὴ μεγάλη, διότι εἰς τὸ ἱερὸν ἐσφάγη.
10 Μετὰ δὲ τὴν βασιλείαν Δομετιανοῦ ἐβασίλευσε Νερβᾶς Αὔ‐ γουστος ἔτος αʹ καὶ μῆνα αʹ. ἦν δὲ διμοιριαῖος, γέρων, εὐόφθαλ‐ μος, μακρόρινος, εὔσωμος, μιξοπόλιος, μελάγχροος, οὖλος, δασυ‐ πώγων, ἀγαθός. ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἔπαθεν ὑπὸ θεο‐ μηνίας τὸ τρίτον αὐτῆς πάθος Διοκαισάρεια, πόλις τῆς Κιλικίας,
15καὶ Νικούπολις καὶ ἡ χώρα αὐτῆς. καὶ εὐθέως ἔπεμψέ τινα ἐκεῖ ὁ αὐτὸς βασιλεὺς συγκλητικὸν Ῥωμαῖον ὀνόματι Ζάρβον εἰς τὸ κτίσαι αὐτήν, παρασχὼν αὐτῷ ὀκτὼ κεντηνάρια. καὶ καταλα‐ βὼν τὴν Κιλικίαν ὁ αὐτὸς Ζάρβος ὁ συγκλητικός, καὶ ἑωρακὼς τὰ πεπτωκότα, πολλὴν σπουδὴν θέμενος ἀνενέωσε τὴν πόλιν,
20βελτίω αὐτὴν ποιήσας. ὅθεν καὶ εἰς τὸ αὐτοῦ ὄνομα ἐκλήθη ἡ πόλις, τῶν πολιτῶν εὐχαριστούντων αὐτῷ. ὁ γὰρ συγκλητικὸς
εἰς ὄνομα τοῦ βασιλέως Νερβᾶ ἐκάλεσεν αὐτὴν πόλιν Νερβάν.267
Chron
.

268

συνέβη δὲ τελευτῆσαι τὸν βασιλέα πρὸ τοῦ πληρωθῆναι αὐ‐ τήν· καὶ μετεκάλεσαν αὐτὴν Ἀνάζαρβον, ἐπιτρέψαντες τοῖς συμ‐ βολαιογράφοις οὕτως αὐτὴν χρηματίζειν. ἐλέγετο γὰρ ἐξ ἀρχῆς ἡ αὐτὴ πόλις Κύϊνδα· καὶ ἔπαθε πρῶτον πάθος ἐπὶ τῶν ὑπά‐
5των Ῥώμης, καὶ ἀνενεώθη καὶ μετεκλήθη Κίσκος πόλις. καὶ πάλιν ἔπαθεν ἐπὶ τοῦ Καίσαρος Ἰουλίου τὸ βʹ αὐτῆς πάθος· καὶ ἀνενεώθη καὶ μετεκλήθη Διοκαισάρεια· καὶ παθοῦσα ὡς προεί‐ ρηται ἐπὶ Νερβᾶ βασιλέως μετωνομάσθη Ἀνάζαρβος. ποιήσας δὲ θυσίαν κόρην ὁ Ζάρβος ὀνόματι Κηπάραν χωρικήν, ἐποίησεν
10αὐτῇ στήλην χαλκῆν εἰς τύχην τῆς πόλεως. ἐμήνυσε δὲ τῷ αὐτῷ βασιλεῖ ὁ Ζάρβος περὶ τῶν πολιτῶν καὶ τοῖς σωθεῖσι πολίταις ἐχαρίσατο, ὡς φιλότιμος, πολλὰ ὁ αὐτὸς βασιλεύς. ὅστις Νερ‐ βᾶς ἀνεκαλέσατο τὸν ἀπόστολον τὸν ἅγιον Ἰωάννην· καὶ ἦλθεν ἐν Ἐφέσῳ πάλιν ἀπὸ Πάτμων.
15 Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἀνεφάνη Μάνης δογματίζων καὶ διδάσκων ὀχλαγωγῶν. ὡσαύτως δὲ ἐπὶ τῆς αὐτοῦ βασιλείας ἐκω‐ λύθησαν οἱ μονομάχοι καὶ αἱ θέαι αὐτῶν· καὶ ἐπενοήθη ἀντ’ αὐτῶν τῶν κυνηγίων ἡ θέα. Ὁ δὲ αὐτὸς βασιλεὺς νοσήσας καὶ φθαρεὶς τελευτᾷ, ὢν ἐνιαυ‐
20τῶν οαʹ.268
Chron
.

269

(t1)

ΛΟΓΟΣ ΙΑʹ
t2ΧΡΟΝΩΝ ΤΡΑΙΑΝΟΥ ΒΑΣΙΛΕΩΣ ΚΑΙ ΠΑΘΟΥΣ
t3ΑΝΤΙΟΧΕΙΑΣ ΤΡΙΤΟΥ.
1Μετὰ δὲ τὴν βασιλείαν Νερβᾶ ἐβασίλευσεν ὁ θειότατος Τραϊα‐ νὸς ἔτη ιθʹ καὶ μῆνας ἕξ. ἦν δὲ μακρός, ξηρὸς τῷ σώματι, μελάγχροος, λεπτοχαράκτηρος, κονδόθριξ, πολιός, βαθεῖς ἔχων ὀφθαλμούς. ἕως δὲ τοῦ δευτέρου ἔτους τῆς βασιλείας αὐτοῦ ἦν
5φαινόμενος καὶ διδάσκων ἐν Ἐφέσῳ, ἐπίσκοπος καὶ πατριάρχης ὤν, ὁ ἅγιος Ἰωάννης ὁ ἀπόστολος καὶ θεολόγος· καὶ ἀφανῆ ἑαυ‐ τὸν ποιήσας οὐκέτι ὤφθη τινὶ καὶ οὐδεὶς ἔγνω τί ἐγένετο ἕως τῆς νῦν, καθὼς Ἀφρικανὸς καὶ Εἰρηναῖος οἱ σοφώτατοι συνεγρά‐ ψαντο.
10Ἐπὶ δὲ τῆς βασιλείας τοῦ αὐτοῦ Τραϊανοῦ διωγμὸς μέγας
τῶν χριστιανῶν ἐγένετο καὶ πολλοὶ ἐτιμωρήθησαν. ἐν ᾧ χρόνῳ269
Chron
.

270

ἐπιστρατεύσας ἀνῆλθε πολεμῶν μετὰ δυνάμεως πολλῆς κατὰ Ῥω‐ μανίας ἐκ γένους Πάρθων βασιλεὺς Περσῶν, ὁ ἀδελφὸς Ὀσδρόου, βασιλέως Ἀρμενίων. καὶ παρέλαβε πόλεις καὶ ἐπραίδευσε χώρας πολλάς, ἔχων μεθ’ ἑαυτοῦ καὶ τὸν ἴδιον αὐτοῦ υἱὸν Σανατρούκιον.
5καὶ ὡς πραιδεύει ὁ Μεερδότης βασιλεὺς τὴν Εὐφρατησίαν χώραν, ἐλαύνων κατηνέχθη ἀπὸ τοῦ ἵππου καὶ ἐκλάσθη κακῶς καὶ ἐτελεύ‐ τησεν ἰδίῳ θανάτῳ. ἐν τῷ δὲ μέλλειν αὐτὸν τελευτᾶν ἐποίησε τὸν υἱὸν αὐτοῦ τὸν Σανατρούκιον ἀρσάκην, ὅ ἐστι βασιλέα, ἀντ’ αὐτοῦ· περσιστὶ δὲ τορκὶμ βασιλεὺς ἑρμηνεύεται. καὶ ἐπέμεινεν
10ὁ αὐτὸς Σανατρούκιος βασιλεὺς Περσῶν λυμαινόμενος τὴν Ῥωμα‐ νίαν. ὁ δὲ Ὀσδρόης, βασιλεὺς Ἀρμενίων, ὁ τοῦ Μεερδότου ἀδελ‐ φός, ἀκούσας τὸν αὐτοῦ θάνατον, ἔπεμψε καὶ αὐτὸς εὐθέως τὸν ἴδιον αὐτοῦ υἱὸν ἀπ’ αὐτῆς τῆς Ἀρμενίας μετὰ πολλοῦ στρατοῦ τὸν Παρθεμασπάτην πρὸς βοήθειαν τοῦ ἑαυτοῦ ἐξαδέλφου Σα‐
15νατρουκίου, βασιλέως Περσῶν, κατὰ Ῥωμαίων. καὶ ταῦτα ἀκού‐ σας ὁ θειότατος Τραϊανὸς βασιλεύς, εὐθέως ἐπεστράτευσε τῷ ιβʹ ἔτει τῆς βασιλείας αὐτοῦ ἐξελθὼν κατ’ αὐτῶν μηνὶ ὀκτωβρίῳ τῷ καὶ ὑπερβερεταίῳ ἀπὸ Ῥώμης· καὶ φθασάντων πρῶτον κατέ‐ πλευσεν ἐπὶ τὴν ἀνατολήν, ὁρμήσας μετὰ δυνάμεως πολλῆς στρα‐
20τοῦ καὶ συγκλητικῶν· ἐν οἷς ἦν καὶ Ἀδριανὸς ὁ γαμβρὸς αὐτοῦ ἐπὶ ἀδελφῇ. καὶ κατέφθασεν ἐν Σελευκείᾳ τῆς Συρίας μηνὶ ἀπελλαίῳ τῷ καὶ δεκεμβρίῳ εἰς δρόμωνα ἀπὸ τοῦ λεγομένου Βυ‐
τυλλίου ὁρμητηρίου, ὄντος αὐτοφυοῦς λιμένος πλησίον Σελευ‐270
Chron
.

271

κείας τῆς Συρίας. οἱ δὲ Πέρσαι ἦσαν παραλαβόντες Ἀντιόχειαν τὴν μεγάλην, δίχα μέντοι πολέμου κατὰ σύνταξιν φιλικὴν καὶ πά‐ κτα ἐκάθηντο ἐν αὐτῇ κρατοῦντες αὐτὴν καὶ φυλάττοντες τῷ βα‐ σιλεῖ Περσῶν Σανατρουκίῳ, τῶν Ἀντιοχέων ἀξιωματικῶν κατὰ
5ἰδίαν προαίρεσιν πάκτα εἰρήνης καὶ ὑποταγῆς στησάντων διὰ πρεσβείας αὐτῶν πρὸς τὸν βασιλέα Περσῶν. ὁ δὲ αὐτὸς βασι‐ λεὺς Περσῶν πεισθεὶς ἔπεμψε δύο βαρζαμαράτας, ὧντινων τὰ ὀνόματά ἐστι ταῦτα, Φούρτων καὶ Γάργαρις, μετὰ βοηθείας πολ‐ λῆς Περσικῆς, χιλιάδων γʹ. ὁ δὲ βασιλεὺς Τραϊανὸς ἢ μόνον κα‐
10τέφθασε τῷ δρόμωνι τὴν Σελευκέων πόλιν τῆς Συρίας, ἔγραψε λάθρᾳ τοῖς Ἀντιοχεῦσιν ἀξιωματικοῖς καὶ τοῖς πολίταις πᾶσι, ση‐ μαίνων τὴν ἑαυτοῦ παρουσίαν καὶ ταῦτα, ὅτι Ἐγνώκαμεν τὴν ὑμετέραν πόλιν ἔχειν ἴδιον πλῆθος ἀνδρῶν πολὺ δίχα τῶν ἱδρυ‐ μένων αὐτόθι στρατιωτικῶν ἀριθμῶν. οἱ δὲ πολέμιοι Πέρσαι οἱ
15ἐν ὑμετέρᾳ πόλει ὄντες ὀλίγοι ὑπάρχουσι πρὸς τὸ ὑμέτερον πλῆ‐ θος. ἀναιρεῖ οὖν ἕκαστος οὓς ἔχει Πέρσας εἰς ἴδιον αὐτοῦ οἶκον, θαῤῥῶν εἰς τὴν ἡμετέραν παρουσίαν, διότι ἐληλύθαμεν ἐκδικοῦν‐ τες τὰ Ῥωμαίων. Καὶ ταῦτα γνόντες οἱ αὐτοὶ Ἀντιοχεῖς νυκτὸς ὥρμησαν κατὰ
20τῶν ὄντων ἐν τῇ αὐτῶν πόλει Περσῶν, καὶ ἀγρυπνήσαντες ἀνεῖ‐ λον πάντας. καὶ συλλαβόμενοι τοὺς δύο στρατηγοὺς Περσῶν τοὺς λεγομένους βαρσαμανάτας καὶ φονεύσαντες καὶ αὐτοὺς ἔσυραν
καὶ τὰ λείψανα αὐτῶν κατὰ πᾶσαν τὴν πόλιν Φουρτούνου καὶ271
Chron
.

272

Γάργαρι, φωνὴν κράζοντες περὶ αὐτῶν ταύτην. Εἰς τὴν νίκην Τραϊανοῦ τοῦ δεσπότου ἴδε σύρονται Φουρτοῦνος καὶ Γάργαρις· ἄγε ἄγε, Γάργαρι, Φουρτοῦνε. οἱ δὲ δυνηθέντες Πέρσαι ἐξει‐ λῆσαι ἐν τῷ σύρεσθαι ἐκείνους ὑπὸ τοῦ πλήθους ἐξερχόμενοι καὶ
5φεύγοντες, ἔβαλον πῦρ τῇ αὐτῇ νυκτὶ καὶ ἔκαυσαν μέρος μικρὸν τῆς πόλεως ἐπὶ τὴν λεγομένην Σκεπινὴν γειτονίαν. ὁ δὲ βασιλεὺς Τραϊανὸς ἀκούσας ταῦτα ἐπῄνεσε τὸ ἀνδρεῖον τῶν Ἀντιοχέων πο‐ λιτῶν· καὶ τῶν δὲ πλοίων τοῦ στρατοῦ αὐτοῦ καταφθασάντων ἀπὸ Σελευκείας, ἀνῆλθον ἐπὶ τὴν ἱερὰν Δάφνην εὔξασθαι καὶ θυ‐
10σιάσαι εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος. καὶ ἐδήλωσε τοῖς Ἀντιοχεῦ‐ σιν ἀπὸ Δάφνης κελεύσας ἐπαρθῆναι ἀπὸ τῆς πόλεως τὰ λείψανα τῶν φονευθέντων Περσῶν καὶ ἀπὸ διαστήματος τῆς αὐτῆς πό‐ λεως ἐκβληθέντα καυθῆναι, ἁγνισθῆναι δὲ καὶ τὴν πόλιν πᾶσαν καὶ γενέσθαι πυρὰς κατὰ τόπον καὶ πυλῶνα τῆς αὐτῆς πόλεως
15δαφνίνων δένδρων, καὶ βάλλεσθαι ἐν τῷ πυρὶ τῶν φυλλοδαφνῶν λίβανον πολὺ καὶ κατὰ πᾶσαν τὴν πόλιν ταυρέας ἐκτυπεῖν πρὸς τὸ ἀποδιωχθῆναι τὰ πνεύματα τὰ ἄδικα τῶν σφαγέντων Περσῶν· καὶ ἐγένετο οὕτως. καὶ κατῆλθεν ὁ αὐτὸς βασιλεὺς Τραϊανὸς ἀπὸ Δάφνης καὶ εἰσῆλθεν ἐν Ἀντιοχείᾳ τῆς Συρίας διὰ τῆς χρυ‐
20σέας τῆς λεγομένης, τοῦτ’ ἔστι τῆς Δαφνητικῆς, φορῶν ἐν τῇ αὐ‐ τοῦ κεφαλῇ στέφανον ἀπὸ ἐλαιοκλάδων, μηνὶ αὐδηναίῳ τῷ καὶ
ἰανουαρίῳ ἑβδόμῃ ἡμέρᾳ εʹ, ὥρᾳ ἡμερινῇ δʹ. τὰς δὲ ταυρέας272
Chron
.

273

ἐκέλευσε βάλλεσθαι ἄχρι ἡμερῶν λʹ καθ’ ἑκάστην νύκτα, κελεύ‐ σας καὶ τοῦτο, ὥστε κατ’ ἔτος τῷ αὐτῷ χρόνῳ γίνεσθαι μνήμης χάριν τῆς τῶν Περσῶν ἀπωλείας. ἅτινα Δομνῖνος ὁ χρονογρά‐ φος συνεγράψατο.
5 Ἐν τῷ δὲ διατρίβειν τὸν αὐτὸν Τραϊανὸν βασιλέα ἐν Ἀντιο‐ χείᾳ τῆς Συρίας βουλευόμενον τὰ περὶ τοῦ πολέμου ἐμήνυσεν αὐτὸν Τιβεριανός, ἡγεμὼν τοῦ πρώτου Παλαιστινῶν ἔθνους, ταῦτα. Αὐτοκράτορι νικητῇ Καίσαρι θειοτάτῳ Τραϊανῷ. ἀπέ‐ καμον τιμωρούμενος καὶ φονεύων τοὺς Γαλιλαίους τοὺς τοῦ δό‐
10γματος τῶν λεγομένων χριστιανῶν κατὰ τὰ ὑμέτερα θεσπίσμα‐ τα· καὶ οὐ παύονται ἑαυτοὺς μηνύοντες εἰς τὸ ἀναιρεῖσθαι. ὅθεν ἐκοπίασα τούτοις παραινῶν καὶ ἀπειλῶν μὴ τολμᾶν αὐτοὺς μη‐ νύειν μοι ὑπάρχοντας ἐκ τοῦ προειρημένου δόγματος· καὶ ἀπο‐ διωκόμενοι οὐ παύονται. θεσπίσαι μοι οὖν καταξιώσατε τὰ πα‐
15ριστάμενα τῷ ὑμετέρῳ κράτει τροπαιούχῳ. καὶ ἐκέλευσεν αὐτῷ ὁ αὐτὸς Τραϊανὸς παύσασθαι τοῦ φονεύειν τοὺς χριστιανούς. ὁμοίως δὲ καὶ τοῖς πανταχοῦ ἄρχουσι τοῦτο ἐκέλευσε, μὴ φονεύειν τοῦ λοιποῦ τοὺς λεγομένους χριστιανούς. καὶ ἐγένετο ἔνδοσις μικρὰ τοῖς χριστιανοῖς.
20 Καὶ ἐξῆλθεν ἀπὸ Ἀντιοχείας τῆς μεγάλης πόλεμον κατὰ Περ‐ σῶν κινήσας ὁ αὐτὸς Τραϊανός· καὶ ἐνίκησεν αὐτοὺς κατὰ κράτος τῷ τρόπῳ τούτῳ. μαθὼν ὅτι διαφθονεῖται τῷ Σανατρουκίῳ,
βασιλεῖ Περσῶν, ὁ ἴδιος αὐτοῦ ἐξάδελφος Παρθεμασπάτης, πέμ‐273
Chron
.

274

ψας πρὸς αὐτὸν ὑπενόθευσεν αὐτὸν Τραϊανὸς βασιλεύς, ταξάμε‐ νος δοῦναι αὐτῷ τὴν βασιλείαν Περσῶν, ἐὰν συμμαχήσῃ αὐτῷ. καὶ ὑπονοθευθεὶς ἦλθε πρὸς αὐτὸν νυκτός· καὶ λαβὼν αὐτὸν εἰς τὸ ἴδιον αὐτοῦ μέρος μετὰ τοῦ πλήθους αὐτοῦ ὁ αὐτὸς θειότατος
5Τραϊανός, ὥρμησε κατὰ τοῦ Σανατρουκίου, βασιλέως Περσῶν· καὶ πολλῶν Περσῶν πεσόντων συνελάβετο τὸν Σανατρούκιον, βα‐ σιλέα Περσῶν, φεύγοντα· καὶ ἐφόνευσεν αὐτόν. καὶ ἐποίησεν ἀντ’ αὐτοῦ βασιλέα Περσῶν τοῖς ὑπολειφθεῖσι καὶ προσπεσοῦσιν αὐτῷ Πέρσαις ὁ αὐτὸς Τραϊανὸς κατὰ τὰς συντάξεις ὀνόματι
10Παρθεμασπάτην, υἱὸν Ὀσδρόου, γράψας τῇ συγκλήτῳ τῇ ἐν Ῥώ‐ μῃ ὅτι τοσαύτην καὶ ἄπειρον γῆν καὶ ἄμετρα διαστήματα ἀφεστη‐ κότα τῆς Ῥώμης διοικεῖν οὐκ ἀντεχόμεθα, ἀλλὰ παράσχωμεν αὐ‐ τοῖς βασιλέα ὑποτεταγμένον τῷ τῶν Ῥωμαίων κράτει. καὶ ἀν‐ τέγραψεν αὐτῷ ἡ σύγκλητος ἀπὸ Ῥώμης ἅπαντα ποιῆσαι ὡς δ’
15ἂν βούληται καὶ αὐτὸς συνίδῃ συμφέρειν τῇ Ῥωμανίᾳ. καὶ ἐβα‐ σίλευσε Περσῶν ὁ Παρθεμασπάτης. τὸν δὲ πόλεμον καὶ τὴν κα‐ τὰ Περσῶν νίκην τοῦ θειοτάτου Τραϊανοῦ ὁ σοφώτατος Ἀρεια‐ νὸς ὁ χρονογράφος ἐξέθετο, ἱστορήσας καὶ συγγραψάμενος πάντα ἀκριβῶς.
20 Ὁ δὲ αὐτὸς βασιλεὺς ἐποίησε καὶ τὴν Ἄμιδαν μητρόπολιν, κα‐ λέσας ἐπαρχίαν Μεσοποταμίαν, ἀπομερίσας αὐτὴν ἀπὸ Ὀσδροη‐
νῆς, δοὺς καὶ ἄρχοντα αὐτῇ καὶ δίκαιον μητροπόλεως. ἐποίησε274
Chron
.

275

δὲ καὶ ἄλλην ἐπαρχίαν εἰς τὸν Δάνυβιν ποταμόν, ἣν ἐκάλεσε Δα‐ κίαν παραποταμίαν. Ἐπὶ δὲ τῆς βασιλείας τοῦ αὐτοῦ θειοτάτου Τραϊανοῦ ἔπαθεν Ἀντιόχεια ἡ μεγάλη ἡ πρὸς Δάφνην τὸ τρίτον αὐτῆς πάθος μηνὶ
5ἀπελλαίῳ τῷ καὶ δεκεμβρίῳ ιγʹ, ἡμέρᾳ αʹ, μετὰ ἀλεκτρυόνα, ἔτους χρηματίζοντος ρξδʹ κατὰ τοὺς αὐτοὺς Ἀντιοχεῖς, μετὰ δὲ βʹ ἔτη τῆς παρουσίας τοῦ θειοτάτου βασιλέως Τραϊανοῦ τῆς ἐπὶ τὴν ἀνατολήν. οἱ δὲ Ἀντιοχεῖς οἱ ἀπομείναντες καὶ ζήσαντες τότε ἱερὸν ἔκτισαν ἐν Δάφνῃ, ἐν ᾧ ἐπέγραψαν, Οἱ σωθέντες ἀνέστησαν
10Διὶ σωτῆρι. Ἐν δὲ τῇ αὐτῇ νυκτὶ ὅτε ἔπαθεν ἡ αὐτὴ Ἀντιόχεια ἡ μεγάλη ἔπαθε τότε καὶ ἡ Ῥόδος πόλις νῆσος, οὖσα τῆς Ἑξαπόλεως, ὑπὸ θεομηνίας τὸ δεύτερον αὐτῆς πάθος. ὁ δὲ αὐτὸς εὐσεβέστατος Τραϊανὸς ἔκτισεν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ ἀρξάμενος πρῶτον
15κτίσμα τὴν λεγομένην μέσην πύλην πλησίον τοῦ ἱεροῦ τοῦ Ἄρεως, ὅπου ὁ Παρμένιος ὁ χείμαῤῥος κατέρχεται, ἔγγιστα τοῦ νυνὶ λεγο‐ μένου Μακέλλου, γλύψας ἄνω ἄγαλμα λυκαίνης τρεφούσης τὸν Ῥῶμον καὶ τὸν Ῥῆμον, διὰ τὸ γινώσκεσθαι ὅτι Ῥωμαῖόν ἐστι τὸ κτίσμα, θυσιάσας ἐκεῖ παρθένον κόρην εὐπρεπῆ πολίτιδα ὀνό‐
20ματι Καλλιόπην ὑπὲρ λύτρου καὶ ἀποκαθαρισμοῦ τῆς πόλεως, νυμφαγωγίαν αὐτῇ ποιήσας. καὶ εὐθέως ἀνήγειρε τοὺς δύο ἐμ‐
βόλους τοὺς μεγάλους, καὶ ἄλλα δὲ πολλὰ ἔκτισεν ἐν τῇ αὐτῇ275
Chron
.

276

Ἀντιόχου πόλει καὶ δημόσιον καὶ ἀγωγόν, ἀποστρέψας τὸ ὕδωρ τὸ ἀπὸ τῶν πηγῶν Δάφνης ἐκχεόμενον εἰς τὰς λεγομένας Ἀγρίας, ἐπιθήσας καὶ τῷ δημοσίῳ καὶ τῷ ἀγωγῷ εἰς τὸ ἴδιον ὄνομα. καὶ τὸ θέατρον δὲ τῆς αὐτῆς Ἀντιοχείας ἀνεπλήρωσεν ἀτελὲς ὄν, στή‐
5σας ἐν αὐτῷ ὑπεράνω τεσσάρων κιόνων ἐν μέσῳ τοῦ νυμφαίου τοῦ προσκηνίου τῆς σφαγιασθείσης ὑπ’ αὐτοῦ κόρης στήλην χαλ‐ κῆν κεχρυσωμένην, καθημένην ἐπάνω τοῦ Ὀρόντου ποταμοῦ, εἰς λόγον τύχης τῆς αὐτῆς πόλεως, στεφομένην ὑπὸ Σελεύκου καὶ Ἀν‐ τιόχου βασιλέων. ὁ δὲ αὐτὸς βασιλεὺς Τραϊανὸς ἐν τῇ αὐτῇ πό‐
10λει διῆγεν ὅτε ἡ θεομηνία ἐγένετο. ἐμαρτύρησε δὲ ἐπὶ αὐτοῦ τότε ὁ ἅγιος Ἰγνάτιος ὁ ἐπίσκοπος τῆς πόλεως Ἀντιοχείας· ἠγανά‐ κτησε γὰρ κατ’ αὐτοῦ, ὅτι ἐλοιδόρει αὐτόν. συνέσχε δὲ τότε καὶ πέντε ὀνόματα χριστιανῶν γυναικῶν Ἀντιοχισσῶν καὶ ἐξήτασεν αὐτὰς λέγων, Τίς ἐστιν ἡ ἐλπὶς ὑμῶν, ὅτι οὕτως ἐκδίδοτε ἑαυτὰς
15εἰς θάνατον; αἱ δὲ ἀπεκρίθησαν λέγουσαι ὅτι Φονευομένας ἡμᾶς παρ’ ὑμῶν ἀνίστασθαι ἡμᾶς πάλιν ὡς ἔχομεν σώματι εἰς αἰωνίαν ζωήν. καὶ ἐκέλευσεν αὐτὰς πυρικαύστους γενέσθαι καὶ τὸν χοῦν τῶν ὀστέων αὐτῶν συνέμιξε χαλκῷ καὶ ἐποίησε τὸν χαλκὸν εἰς ὃ ἐποίησε δημόσιον χαλκία τοῦ θερμοῦ. καὶ ὅτε ἤρξατο παρέχειν
20τὸ δημόσιον, εἴ τις ἐὰν ἐλούετο εἰς αὐτὸ τὸ δημόσιον, ἐσκοτοῦτο καὶ ἔπιπτε καὶ ἐξήρχετο βασταγμῷ. καὶ μαθὼν ὁ βασιλεὺς
Τραϊανὸς τοῦτο ἤλλαξε τὰ αὐτὰ χαλκία καὶ ἐποίησεν ἄλλα ἀπὸ276
Chron
.

277

καθαροῦ χαλκοῦ, λέγων ὅτι Καλῶς ἐποίησα χοῦν σωμάτων συμ‐ μίξας αὐτοῖς καὶ κοινώσας τὰ θερμὰ ὕδατα. ταῦτα δὲ ἔλεγεν, ἐπειδὴ οἱ χριστιανοὶ ὑπέξιζον τοῖς Ἕλλησι καυχώμενοι. τὰ δὲ πρῶτα χαλκία ἀναχώσας ἐποίησε στήλας χαλκᾶς πέντε ταῖς αὐ‐
5ταῖς γυναιξί, λέγων ὅτι Ἰδοὺ ἐγὼ αὐτὰς ἀνέστησα καθὼς εἶπον καὶ οὐχὶ ὁ θεὸς αὐτῶν. αἵτινες στῆλαι εἰς αὐτὸ τὸ δημόσιον λου‐ τρὸν ἵστανται ἕως ἄρτι. ἐποίησε δὲ καὶ κάμινον πυρός, καὶ ἐκέ‐ λευσε τοὺς βουλομένους χριστιανοὺς βάλλειν ἑαυτοὺς ἐν προθέ‐ σει. καὶ πολλοὶ ἔβαλλον ἑαυτοὺς καὶ ἐμαρτύρησαν. ἐμαρτύρη‐
10σε δὲ τότε ἡ ἁγία Δροσινὴ καὶ ἄλλαι παρθένοι πολλαί. Ἔκτισε δὲ ἐν Δάφνῃ ἱερὸν Ἀρτέμιδος ἐν μέσῳ τοῦ ἄλσους. ἐποίησε δὲ ὁ αὐτὸς βασιλεὺς καὶ πέραν τοῦ Δανυβίου ποταμοῦ ἐπὶ τὰ δυτικὰ μέρη ἐπαρχίας δύο. ἅστινας ἐκάλεσε Δακίαν πρώ‐ την καὶ δευτέραν.
15 Καὶ εὐθέως νόσῳ βληθεὶς ἐτελεύτα, ὢν ἐνιαυτῶν ξϛʹ. Μετὰ δὲ τὴν βασιλείαν Τραϊανοῦ ἐβασίλευσεν Ἤλιος Ἀδρια‐ νὸς ἐπὶ τῆς ὑπατείας Ἀπρωνιανοῦ καὶ Νίγρου. ἐβασίλευσε δὲ ἔτη κβʹ καὶ μῆνας εʹ. ἦν δὲ διμοιριαῖος, εὔογκος, λευκόχροος, μιξοπόλιος, εὐειδής, δασυπώγων, γλαυκόφθαλμος, ἥσυχος, ἐλ‐
20λόγιμος, ἱερατικός. ἔκτισε δὲ ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ καὶ αὐτὸς277
Chron
.

278

δημόσιον λουτρὸν καὶ ἀγωγὸν ἐπ’ ὄνομα αὑτοῦ, καὶ τὸ θέατρον τῶν πηγῶν Δάφνης αὐτὸς ἐποίησε καὶ τὰ ἐκχεόμενα ὕδατα ἐν ταῖς Ἀγρίαις ταῖς λεγομέναις φάραγξιν ὑπέστρεψε, ποιήσας πί‐ λας καὶ οἰκοδομήσας στερεὰς καὶ πολυδαπανήτους πρὸς τὸ νικῆσαι
5τὰς ὁρμὰς τῶν ὑδάτων καὶ διὰ τοῦ γενομένου παρ’ αὐτοῦ ἀγωγοῦ ἀχθῆναι εἰς τὴν αὐτὴν Ἀντιόχου πόλιν εἰς ἀφνίαν τῆς πόλεως. ἔκτισε δὲ καὶ τὸν ναὸν τῶν αὐτῶν πηγῶν, ὅθεν ἐξέρχονται τὰ ῥεῖ‐ θρα ἐν τῇ αὐτῇ Δάφνῃ, ἐγείρας ἐν τῷ αὐτῷ ναῷ τῶν Νυμφῶν ἄγαλμα μέγα καθήμενον καὶ κρατοῦν πῶλον τοῦ Διὸς εἰς τιμὴν
10τῶν Ναϊάδων, ὅτι ἐτελείωσε τὸ τοιοῦτο φοβερὸν ἔργον, ὑπὲρ εὐ‐ χαριστίας. ἐποίησε δὲ καὶ τὸ βλύζον ὕδωρ τῆς λεγομένης Σαρα‐ μάννας πηγῆς δι’ ὁλκοῦ ἐξιέναι καὶ ἐκχεῖσθαι εἰς αὐτὸν τὸν τῆς πηγῆς ὁλκὸν ἐν τῷ θεατριδίῳ τὸ ἐκ τοῦ ναοῦ ἐξιὸν ὕδωρ ἐν διαφό‐ ροις χεύμασι εʹ, ἅπερ ἐκάλεσεν ὁ αὐτὸς πενταμόδιον, τετραμό‐
15διον, τριμόδιον, διμόδιον, μόδιον. καὶ ἐπετέλεσεν ὁ αὐτὸς Ἀδριανὸς ἑορτὴν τῶν πηγῶν μηνὶ δαισίῳ τῷ καὶ ἰουνίῳ κγʹ. καὶ τὰς θυσίας δὲ ὡσαύτως γίνεσθαι. τὴν δὲ πηγὴν τὴν εἰς τὰς Ἀγρίας τὴν λεγομένην Παλλάδος ἀπολλυμένην περισφίγξας ἐποίη‐ σεν ἀγωγὸν εἰς μετάληψιν τοῖς οἰκοῦσι τὴν ἱερὰν Δάφνην.
20 Ὁ δὲ αὐτὸς Ἀδριανὸς βασιλεὺς πρὸ τοῦ βασιλεῦσαι ἦν μετὰ Τραϊανοῦ τοῦ βασιλέως, ὡς γαμβρὸς αὐτοῦ, ὅτε ἔπαθεν ἡ αὐτὴ Ἀντιόχου πόλις ἡ μεγάλη ὑπὸ τῆς θεομηνίας, τότε συγκλητικὸς
ὑπάρχων. ἦσαν δὲ καὶ πολλοὶ συγκλητικοὶ ἀπὸ Ῥώμης ὄντες ἐν278
Chron
.

279

τῇ αὐτῇ πόλει Ἀντιοχείᾳ· οἵτινες καὶ ἐκελεύσθησαν παρ’ αὐτοῦ καὶ ἔκτισαν ἐν Ἀντιοχείᾳ οἴκους πολλοὺς καὶ λουτρά. ἐπὶ δὲ τῆς βασιλείας τοῦ αὐτοῦ θειοτάτου Ἀδριανοῦ ἔπαθεν ὑπὸ θεομηνίας σεισμοῦ ἡ Κύζικος, ἥτις ἐστὶ μητρόπολις μεγάλη τῆς Ἑλλησπόν‐
5του ἐπαρχίας, μηνὶ νοεμβρίῳ ιʹ νυκτός. καὶ πολλὰ τῇ αὐτῇ πό‐ λει ἐχαρίσατο καὶ ἀνήγειρεν αὐτήν· καὶ τοῖς ὑπολειφθεῖσι πολί‐ ταις ἐχαρίσατο χρήματα καὶ ἀξίας. ἔκτισε δὲ ὁ αὐτὸς Ἀδριανὸς ἐν τῇ αὐτῇ Κυζίκῳ ναὸν μέγαν πάνυ, ἕνα ὄντα τῶν θαυμάτων, στήσας ἑαυτῷ στήλην μαρμαρίνην στηθαρίου μεγάλου πάνυ ἐκεῖ
10εἰς τὴν ὀροφὴν τοῦ ναοῦ, ἐν ᾧ ἐπιγράφει, Θείου Ἀδριανοῦ· ὅπερ ἐστὶν ἕως τῆς νῦν. Ὁ δὲ αὐτὸς Ἀδριανὸς ὀργισθεὶς κατὰ Ἰουδαίων ἐκέλευσεν εἰς τὴν Ἱερουσαλὴμ οἰκεῖν Ἕλληνας, μετονομάσας αὐτὴν πόλιν Αἰλίαν. ἐν δὲ τῇ αὐτοῦ βασιλείᾳ ὁ αὐτὸς Ἀδριανὸς ἀνήγειρε καὶ τὸν κο‐
15λοσσὸν Ῥόδου, πεσόντα ὑπὸ σεισμοῦ θεομηνίας ὅτε καὶ ἡ πόλις Ῥόδος νῆσος ἔπαθεν ἐν τοῖς πρῴην χρόνοις, κείμενον χαμαὶ ἔτη τιβʹ, μὴ ἀπολομένου ἐξ αὐτοῦ τινος, ἀναλώσας εἰς τὸ ἀναστῆσαι καὶ στῆσαι εἰς τὸν ἴδιον τόπον εἰς μηχανὰς καὶ σχοῖνα καὶ τεχνί‐ τας κεντηνάρια γʹ, ὡς ὑποκάτω ἔγραψε τὸν χρόνον καὶ τὰ δαπα‐
20νήματα. Ἐπὶ δὲ τῆς βασιλείας τοῦ αὐτοῦ Ἀδριανοῦ Μαρκίων τις ὀνό‐ ματι τὸ Μανιχαϊκὸν μυσερὸν δόγμα ἐπλάτυνε, λέγων ἐκ τοῦ πο‐
νηροῦ τινος τὴν γηίνην κτίσιν γεγενῆσθαι. καὶ πολλοὺς ἀνατρέ‐279
Chron
.

280

ψας Ἕλληνας καὶ Ἰουδαίους καὶ χριστιανοὺς εἰς ἑαυτὸν προσε‐ λάβετο, καθὼς ὁ σοφώτατος Κλήμης ἐξέθετο. Ὁ δὲ αὐτὸς Ἀδριανὸς ἔκτισε πόλιν ἐν τῇ Θρᾴκῃ, ἣν ἐπεκάλε‐ σεν Ἀδριανούπολιν· καὶ ἄλλην δὲ ἔκτισε πόλιν, ἣν ἐκάλεσεν Ἀδρια‐
5νοῦ Θήρας. ἔκτισε δὲ πόλιν ἐν τῇ Αἰγύπτῳ, ἣν ἐκάλεσεν Ἀντίνω. ὑδρωπιάσας δὲ ὁ αὐτὸς Ἀδριανὸς τελευτᾷ ἐν Βαΐαις, ὢν ἐνιαυ‐ τῶν ξεʹ. Μετὰ δὲ τὴν βασιλείαν Ἀδριανοῦ ἐβασίλευσεν Ἤλιος Ἀντω‐ νῖνος Πῖος εὐσεβὴς ἔτη κγʹ. ἦν δὲ εὐῆλιξ, εὔστολος, λευκός,
10πολιὸς καὶ τὴν κάραν καὶ τὸ γένειον, εὔρινος, πλάτοψις, οἰνο‐ παὴς τοὺς ὀφθαλμούς, πυῤῥακής, ὑπογελῶν ἀεί, μεγαλόψυχος πάνυ. ὅστις ἔκτισεν ἐν Ἡλιουπόλει τῆς Φοινίκης τοῦ Λιβάνου ναὸν τῷ Διὶ μέγαν, ἕνα καὶ αὐτὸν ὄντα τῶν θεαμάτων. ἔκτισε δὲ καὶ ἐν Λαοδικείᾳ τῆς Συρίας τὸν φόρον, μέγα θέαμα, καὶ τὸ
15Ἀντωνινιανὸν δημόσιον λουτρόν. Ἐπεστράτευσε δὲ κατὰ Αἰγυπτίων τυραννησάντων καὶ φο‐ νευσάντων τὸν αὐγουστάλιον Δείναρχον· καὶ μετὰ τὴν ἐκδίκησιν καὶ τὴν νίκην ἔκτισεν ἐν Ἀλεξανδρείᾳ τῇ μεγάλῃ κατελθὼν τὴν Ἡλιακὴν πύλην καὶ τὴν Σεληνιακὴν καὶ τὸν δρόμον.
20Ἐλθὼν δὲ καὶ ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ ἐποίησε τὴν πλάκωσιν
τῆς πλατείας τῶν μεγάλων ἐμβόλων τῶν ὑπὸ Τιβερίου κτισθέν‐280
Chron
.

281

των, καὶ πάσης δὲ τῆς πόλεως, στρώσας τὴν διὰ μυλίτου λίθου, ἐκ τῶν ἰδίων ἀγαθῶν λίθους ἀπὸ Θηβαΐδος καὶ τὰ δὲ λοιπὰ ἀνα‐ λώματα ἐκ τῶν ἰδίων φιλοτιμησάμενος, καθὼς καὶ ἐν λιθίνῃ πλακὶ γράψας ταύτην τὴν φιλοτιμίαν ἔστησεν αὐτὴν ἐν τῇ πύλῃ
5τῇ λεγομένῃ τῶν Χερουβίμ· ἐκεῖθεν γὰρ ἤρξατο. ἥτις στήλη ἐστὶν ἕως τῆς νῦν ἐκεῖ, ὡς μεγάλης οὔσης τῆς φιλοτιμίας. Ἔκτισε δὲ καὶ ἐν Καισαρείᾳ τῆς Παλαιστίνης λουτρόν, καὶ ἐν Νικομηδείᾳ τῆς Βιθυνίας καὶ ἐν Ἐφέσῳ τῆς Ἀσίας· ἅπερ δημόσια λουτρὰ εἰς τὸ ἴδιον ἐπεκάλεσεν ὄνομα.
10 Καὶ ἀνελθὼν ἐπὶ Ῥώμην ἔκτισεν ἐν τῇ Ῥώμῃ ἀγωγὸν μέγαν· καὶ ἔκαυσε τοὺς χάρτας τοῦ ταμιείου, ἐφ’ οἷς ἡ σύγκλητος ἐγγρά‐ φως ὡμολόγησεν ἐπὶ τοῦ Καίσαρος Ἰουλίου Γαΐου, παρ’ αὐτοῦ κελευσθέντες, μὴ ἐξεῖναι συγκλητικὸν διαθήκην ποιεῖν εἰς τοὺς ἰδίους, εἰ μὴ τὸ ἥμισυ μέρος τῆς αὐτοῦ περιουσίας διατίθεται εἰς
15τὸν κατὰ καιρὸν βασιλέα, εἰρηκὼς ὁ αὐτὸς εὐσεβέστατος Ἀντω‐ νῖνος διὰ θείου αὐτοῦ τύπου ἕκαστον ἀπολαύειν τῶν ἰδίων καὶ βουλεύεσθαι ὡς θέλει. Ὁ δὲ αὐτὸς Ἀντωνῖνος, ὡς ἐστὶν ἐν Λωρίῳ, νοσήσας ἡμέρας ὀλίγας ἀπέθανεν, ὢν ἐνιαυτῶν οζʹ.
20 Μετὰ δὲ τὴν βασιλείαν Ἀντωνίνου ἐβασίλευσε Μάρκος Ἀν‐ τωνῖνος ὁ φιλόσοφος, ὁ υἱὸς αὐτοῦ, ἔτη ιηʹ καὶ μῆνας θʹ. ἦν δὲ κονδοειδής, λεπτός, λευκός, μιξοπόλιος, κονδόθριξ, εὐό‐
φθαλμος, εὐπώγων, λεπτοχαράκτηρος, μακρόρινος. ὁ δὲ αὐ‐281
Chron
.

282

τὸς Μάρκος βασιλεὺς ἐξεφώνησε τὸν δικαιότατον νόμον, ὥστε καὶ ἐξ ἀδιαθέτου κληρονομεῖν τὸν πατέρα τὰ τέκνα καὶ τῷ ἀχαρι‐ στουμένῳ παιδὶ τὸ τέταρτον μέρος δίδοσθαι τῆς πατρικῆς πε‐ ριουσίας.
5 Ἐπὶ δὲ τῆς βασιλείας αὐτοῦ ὑπέταξε τὸ ἔθνος τῶν Γερμανῶν. ὡσαύτως δὲ ἐπὶ τῶν χρόνων τῆς βασιλείας αὐτοῦ τὰ κατὰ Ἰου‐ λιανὸν τὸν Χαλδαῖον τὸν μέγαν ἐθαυμάζετο. Ὁ δὲ αὐτὸς βασιλεὺς Μάρκος ἔκτισεν, ἤτοι ἀνενέωσεν, ἐν Ἀν‐ τιοχείᾳ τῇ μεγάλῃ τὸ δημόσιον τὸ λεγόμενον Κεντηνάριον· ἦν
10γὰρ ἐν τῷ χρόνῳ Τραϊανοῦ πεσὸν ἐν τῇ θεομηνίᾳ. ἔκτισε δὲ καὶ τὸ Μουσεῖον καὶ τὸ Νυμφαῖον αὐτοῦ τὸ λεγόμενον Ὠκεανόν. ὁ δὲ αὐτὸς Μάρκος Ἀντωνῖνος βασιλεὺς ἔχαιρε τῷ Πρασίνῳ μέρει. Ἀπελθὼν δὲ ἐν τῇ Παννονίᾳ χώρᾳ νόσῳ τελευτᾷ. Μετὰ δὲ τὴν βασιλείαν Μάρκου Ἀντωνίνου ἐβασίλευσεν Ἀν‐
15τωνῖνος Βῆρος, υἱὸς αὐτοῦ, ἔτη ηʹ. ἦν δὲ εὐμήκης, παχύς, στρε‐ βλόρινος, εὐόφθαλμος, μελάγχρους, οὐλόθριξ, κονδόθριξ, γε‐ νηίτης, καταγύναιος πολύ. ὅστις πολεμήσας κατὰ ἑνὸς ἔθνους Οὕννων καὶ νικήσας αὐτοὺς πολλὰ ἄλλα ἔθνη δίχα πολέμου ὑπέ‐ ταξεν· ἦν γὰρ καὶ φιλότιμος. ὅστις ἐσφάγη ἐν Προκονήσῳ, ὢν
20ἐνιαυτῶν λθʹ.282
Chron
.

283

(t1)

ΛΟΓΟΣ ΙΒʹ
t2ΧΡΟΝΩΝ ΚΟΜΜΟΔΟΥ ΒΑΣΙΛΕΩΣ ΚΑΙ
t3ΠΑΡΟΧΗΣ ΟΛΥΜΠΙΩΝ.
1Μετὰ δὲ τὴν βασιλείαν Ἀντωνίνου Βήρου ἐβασίλευσε Κόμμο‐ δος ὁ Αὔγουστος ἔτη κβʹ καὶ μῆνας ηʹ. ἦν δὲ τὴν ἡλικίαν δι‐ μοιριαῖος, λευκός, ὑπόγλαυκος, πλάτοψις, σιμός, εὔστηθος, ἀρχιγένειος, φιλοκτίστης, ἱερός. ὅστις ἔκτισεν ἐν Ἀντιοχείᾳ τῇ
5μεγάλῃ δημόσιον λουτρόν, ὅπερ ἐκάλεσε Κομμόδιον. καὶ τὸ ἱε‐ ρὸν δὲ τῆς Ἀθήνης τὸ κατέναντι αὐτοῦ ἀνενέωσε καὶ εἰς τὸ μέσον αὐτῶν ἐποίησε τὸ λεγόμενον Ξυστόν, κτίσας βάθρα καὶ τοὺς ἐμ‐ βόλους. καὶ εἰς τὴν ἀρχὴν δὲ τὴν κάτω τοῦ Ξυστοῦ ἔκτισεν ἱε‐
ρὸν τῷ Ὀλυμπίῳ Διί.283
Chron
.

284

Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας οἱ Ἀντιοχεῖς κτήτορες καὶ πολῖ‐ ται μήνυσιν ποιήσαντες ἐδεήθησαν τοῦ αὐτοῦ βασιλέως Κομμό‐ δου, ἵνα ἀπὸ θείας αὐτοῦ κελεύσεως προσκυρώσῃ τῷ δημοσίῳ τὰς προσόδους ἃς εἴασε τῇ τῶν Ἀντιοχέων πόλει Σωσίβιος ὁ
5προειρημένος λόγῳ θεωριῶν πολυτρόπων καὶ διαφόρων ἀγώνων ἐπιτελουμένων τῇ αὐτῇ πόλει, καὶ ἵνα μὴ πορίζωνται τὰς προσό‐ δους οἱ πολιτευόμενοι, ἀλλὰ τὸ δημόσιον καὶ αὐτὸ χορηγεῖ λόγῳ τῶν ἐπιτελουμένων πρὸς τέρψιν τῆς πόλεως Ὀλυμπίων καὶ ἄλλων τινῶν θεωριῶν ἐν τῇ αὐτῇ πόλει τῶν Ἀντιοχέων. καὶ εὐθέως ὁ
10αὐτὸς βασιλεὺς Κόμμοδος διὰ θείας αὐτοῦ κελεύσεως προσεκύ‐ ρωσε τῷ δημοσίῳ τὰς προσόδους, θεσπίσας τὰ Ὀλύμπια ἐπιτε‐ λεῖσθαι καὶ ἀφορίσας ἐκ τοῦ δημοσίου παρέχεσθαι εἰς λόγον ἀναλωμάτων τῶν ὑπουργούντων τῇ τῶν Ὀλυμπίων ἱερᾷ καὶ κο‐ σμικῇ ἑορτῇ φανερὰ χρήματα, νομοθετήσας κατὰ τετραετῆ χρό‐
15νον ἐπιτελεῖσθαι ἀμέμπτως ἐν ταῖς ἑορταῖς τῶν ἀναθημάτων, ἤτοι θυσιῶν, τῶν ἐξ ἔθους, τοῦτ’ ἐστὶ τῷ πανέμῳ ἤτοι ἰουλίῳ μηνὶ καὶ τῷ λώῳ τῷ λεγομένῳ αὐγούστῳ μηνὶ ἐπὶ ἡμέρας μεʹ εἰς ἑορτὴν τοῦ Ὀλυμπίου Διός, ὡσαύτως ἀφορίσας καὶ εἰς λόγον ἱπποδρομίου ἀμέμπτως ἐπιτελουμένου κατὰ τὴν Ἡλίου ἡμέραν,
20τοῦτ’ ἐστὶ κατὰ κυριακήν, ἄλλην ἐξ αὐτῶν φανερὰν χρυσίου ποσό‐ τητα. ὁμοίως δὲ καὶ εἰς λόγον σκηνικῆς ἑορτῆς νυκτερινῆς ἐπι‐
τελουμένης κατὰ ἔτη γʹ, τῶν λεγομένων Ὀργίων, ὅπερ ἐστὶ μυ‐284
Chron
.

285

στηρίων Διονύσου καὶ Ἀφροδίτης, τοῦτ’ ἐστὶ τοῦ λεγομένου Μαϊουμᾶ διὰ τὸ ἐν τῷ μαΐῳ τῷ καὶ ἀρτεμισίῳ μηνὶ ἐπιτελεῖ‐ σθαι τὴν αὐτὴν ἑορτήν, ἀφώρισε φανερὰν χρυσίου ποσότητα λό‐ γῳ λαμπάδων καὶ κανδήλων καὶ τῶν ἄλλων τῶν προχωρούντων
5ἐπὶ τὴν πανήγυριν τῶν λʹ ἡμερῶν τερπνῶν παννυχίδων. περὶ ἧς νυκτερινῆς ἑορτῆς μέμνηται Βεργίλλιος ὁ σοφώτατος Ῥωμαίων ποιητὴς ἐν τῷ δʹ αὐτοῦ λόγῳ, τῇ Ῥωμαϊκῇ γλώσσῃ ἐκθέμενος ταῦτα. Τριετηρικὰ Βάκχω ὄργια νοκτούρνους κουὲ βοκὰτ κλά‐ μωρε Κιθαιρών· ὅ ἐστι τῇ Ἑλληνίδι γλώσσῃ τῷ τριετηρικῷ
10ἔτει, ὅτε ὁ Διόνυσος ἐν νυκτὶ τῇ φωνῇ τὴν ἑορτὴν τῶν ὀργίων ἐν τῷ Κιθαιρωνίῳ ὄρει. Ὁ δὲ αὐτὸς βασιλεὺς ἀφώρισε φανερὰ χρήματα καὶ εἰς λόγον κυνηγίων ὀφειλόντων ἐπιτελεῖσθαι ἐπὶ ἔτη δʹ οὕτως· ἄγεσθαι μὲν ἐπὶ μῆνας λβʹ ἕως τῆς ἀποσφαγῆς, ἀργεῖν δὲ τοὺς ὑπολοίπους
15μῆνας ϛʹ εἰς τὴν συλλογὴν τῶν θηρίων εἰς ἑορτὴν θεραπείας Ἄρεως καὶ Ἀρτέμιδος. Καὶ εὐθέως τότε ὠνομάσθη Συριάρχης πρῶτος Ἀρταβάνιος πολιτευόμενος, προβληθεὶς ἀπὸ τῶν κτητόρων καὶ τοῦ δήμου παντός.
20Ἀφώρισε δὲ καὶ τὰ λοιπὰ χρήματα εἰς λόγον μίμων καὶ ὀρ‐285
Chron
.

286

χηστικῶν καὶ τῶν λοιπῶν τέρψεων τῶν ἐν Πανδήμοις ἐπιτελουμέ‐ νων. καὶ ἔκτοτε παρεσχέθη τῇ αὐτῇ τῶν Ἀντιοχέων πόλει παρὰ τοῦ δημοσίου ἀμέμπτως τὰ χορηγούμενα λόγῳ τῶν προειρημένων θεωριῶν πάντα. καὶ ἀνέστησαν τῷ βασιλεῖ Κομμόδῳ οἱ Ἀντιο‐
5χεῖς στήλην χαλκῆν κατὰ μέσου τῆς πόλεως αὐτῶν. ἐπὶ οὖν τῆς αὐτοῦ βασιλείας πρώτοις ἐπετελέσθη τὰ Ὀλύμπια τοῖς Ἀντιοχεῦ‐ σι Σύροις ἀπὸ θείας αὐτοῦ, ὡς προείρηται, κελεύσεως ἔτους σξʹ χρηματίζοντος κατὰ τοὺς αὐτοὺς Ἀντιοχεῖς Σύρους ἐν τῷ παρ’ αὐτοῦ κτισθέντι Ξυστῷ. ἠγόρασαν δὲ τὰ αὐτὰ Ὀλύμπια οἱ Ἀντιοχεῖς
10παρὰ τῶν Πισαίων τῆς Ἑλλάδος ἐπ’ ἐνενήκοντα περιόδους ἀγῶνος Ὀλυμπίων, ὡς εἶναι ἐπὶ ἔτη τξʹ, ἀγράφῳ πάκτῳ. Καὶ ἐγένετο ἐν αὐτῇ Ἀντιοχείᾳ ἀλυτάρχης ἐν τῇ αὐτῇ θείᾳ κελεύσει ὀνομασθεὶς πρῶτος Ἀφρόνιος ὁ ἀπὸ ἐπάρχων, πολίτης Ἀντιοχεύς. ὅστις φορέσας τὸ σχῆμα τοῦ ἀλυτάρχου τὰς μὲν ἡμέ‐
15ρας ἐτιμᾶτο καὶ προσεκυνεῖτο ὡς αὐτὸς ὁ Ζεύς, μὴ ἀνιὼν δὲ εἰς οἶκον τὰς αὐτὰς ἡμέρας μήτε εἰς κλίνην ἀναπίπτων, ἀλλ’ εἰς ἐξάερον καθεύδων εἰς ἔδαφος ὑπεράνω λίθων καὶ καθαρῶν στρω‐ μάτων καὶ θρυΐνης ψιάθου. ἐφόρει δὲ στολὴν διάχρυσον ἄσπρην ὡσεὶ χιὼν καὶ στέφανον ἀπὸ λυχνιτῶν καὶ ἄλλων τιμίων, καὶ
20κατεῖχε ῥάβδον ἐβελίνην, φορῶν εἰς τοὺς ἰδίους πόδας σανδάλια286
Chron
.

287

ἄσπρα. ἐκάθευδε δὲ τὰς αὐτὰς ἡμέρας εἰς τὸ ἐξάερον τῆς λεγο‐ μένης βασιλικῆς τὸ Καισάριον, τὸ κτισθὲν ὑπὸ τοῦ Καίσαρος Ἰουλίου τοῦ δικτάτορος, ὅπου ἵστατο ὁ ἀνδριὰς τοῦ αὐτοῦ Καί‐ σαρος ὁ ἔξω τῆς Κόγχης τῆς βασιλικῆς. τὸ δὲ αὐτὸ Καισάριον
5κατέναντι τοῦ ἱεροῦ τοῦ Ἄρεως ὑπῆρχεν, ὅπου τὸ λεγόμενον Μά‐ κελλον, διὰ τὸ ἐκεῖ τὰ χοίρεια κρέα κόπτεσθαι μόνον, πλησίον τοῦ Ἄρεως τοῦ ἱεροῦ. Ὁ δὲ γραμματεὺς προεχειρίσθη πρώτοις ἀπὸ τῆς βουλῆς καὶ τοῦ δήμου ὀνόματι Πομπηιανὸς Κοιαίστωρ, ὃς ἐκ γένους συγκλη‐
10τικῶν Ῥώμης ὑπάρχων, φορέσας καὶ αὐτὸς στολὴν ἄσπρον καὶ στέφανον ὁλόχρυσον τύπῳ φυλλοδαφνῶν. ὅντινα ἐτίμων καὶ προσεκύνουν ὥς τινα, φησίν, Ἀπόλλωνα. Ἡ αὐτὴ δὲ βουλὴ καὶ ὁ δῆμος πάλιν προεβάλοντο Ἀμφιθα‐ λὴν ὀνόματι Κάσιον Ἰλλούστριον, φοροῦντα ὡσαύτως στολὴν
15ἄσπρον ὁλοσηρικὸν καὶ στέφανον πεπλεγμένον ἀπὸ δαφνίνων φύλ‐ λων καὶ ἐν τῷ μέσῳ στηθάριν χρυσοῦν ἔχον τὸν Δία. ὅντινα Ἀμφιθαλὴν ἐτίμων καὶ προσεκύνουν ὡς τὸν Ἑρμῆν, καθὼς ὁ σοφὸς Δομνῖνος ὁ χρονογράφος πάντα ταῦτα συνεγράψατο. Εἰς δὲ τὸν αὐτὸν ἱερὸν ἀγῶνα τῶν Ὀλυμπίων ἤρχοντο ἀπὸ
20ἑκάστης πόλεως καὶ χώρας νεώτεροι εὐγενεῖς κατὰ τάγμα ἀγωνι‐ ζόμενοι, καὶ ἐμέριζον αὑτοὺς κατέναντι ἀλλήλων. μετὰ δὲ πολ‐ λῆς σωφροσύνης καὶ ἐπιεικείας διῆγον μηδαμόθεν μηδὲν κομιζό‐
μενοι· ἦσαν γὰρ εὔποροι, ἔχοντες καὶ δούλους ἰδίους εἰς ὑπηρε‐287
Chron
.

288

σίαν ἕκαστος κατὰ τὸν ἴδιον πλοῦτον· οἱ δὲ πολλοὶ ἐξ αὐτῶν καὶ παρθένοι ὑπῆρχον· ἦσαν δὲ ἐπιφερόμενοι καὶ πολὺν χρυσὸν ἐκ τῆς ἰδίας πατρίδος· ἀλλ’ εὐχῆς χάριν καὶ τάγματος ἠγωνίζοντο καὶ διὰ τὸ ἔχειν δόξας εἰς τὴν ἰδίαν πατρίδα. πολὺν οὖν εἶχον ἀγῶνα καὶ
5φόβον ἐρχόμενοι· καὶ οἱ μὲν ἐπάλαιον, οἱ δὲ ἔτρεχον, οἱ δὲ ἐσάλπιζον, οἱ δὲ ἐπαγκρατίαζον, ἕτεροι δὲ ἐπύκτευον πυξίνοις δακτύλοις πυκτι‐ κὰς συμβολάς, ἄλλοι δὲ ἡνιόχουν ἵπποις πρωτοβόλοις, οἱ δὲ ἐφω‐ νάσκουν τραγικὰ μέλη. ἦσαν δὲ καὶ παρθένοι κόραι φιλοσοφοῦ‐ σαι καὶ κατὰ τάγμα σωφροσύνης ἐρχόμεναι καὶ ἀγωνιζόμεναι καὶ
10παλαίουσαι μετὰ βομβωναρίων καὶ τρέχουσαι καὶ τραγῳδοῦσαι καὶ λέγουσαι ὕμνους τινὰς Ἑλληνικούς· αἵτινες γυναῖκες μετὰ γυναικῶν ἐμάχοντο ἀγωνιζόμεναι πικρῶς καὶ περὶ τὰ παλαίσματα καὶ περὶ τοὺς δρόμους καὶ τὸ φώνημα. καὶ εἴ τις ἐξ αὐτῶν εἴτε γυνὴ εἴτε νέος τοῦ ἱεροῦ, φησί, δήμου κράζοντος ἐστέφθη, ὁ στε‐
15φανούμενος ὡς νικητὴς σώφρων ἔμενεν ἕως τῆς τελευτῆς αὐ‐ τοῦ· ἐσφραγίζετο γὰρ εὐθέως μετὰ τὸν ἀγῶνα καὶ ἐγίνετο ἱερεύς. ὡσαύτως δὲ καὶ παρθένοι φιλόσοφοι αἱ στεφανούμεναι ἐγίνοντο μετὰ τὸν ἀγῶνα ἱέρειαι. κἀκεῖθεν ἀπεστρέφοντο πάντες. οἱ δὲ ἔχοντες κτήσεις χωρίων οὐ συνετέλουν ἀλλὰ ἀσυντελεῖς ἔμενον
20ἀφ’ οὗ ἐστέφθησαν ἡ κτῆσις αὐτοῦ τὸν χρόνον καὶ μόνον τῆς288
Chron
.

289

ζωῆς τοῦ στεφθέντος. εἰ δὲ καὶ ἐργαστηρίων τινῶν ἐδέσποζεν, ἀλειτούργητα ἔμενε τὸν χρόνον τῆς ζωῆς αὐτοῦ μόνου ἃ εἶχεν ἐρ‐ γαστήρια ὁ ἀγωνισάμενος. τοσοῦτοι δὲ ἦσαν οἱ ἐρχόμενοι ἀγω‐ νίσασθαι ὅτι οὐχ ὑπερεβάλλοντο ἀριθμῷ, ἀλλ’ ὅσους συνέβη ἐλ‐
5θεῖν κατὰ τάγμα καὶ εἴτε νέους εἴτε παρθένους κόρας πάντας ἐθεώρουν. καὶ ποτὲ μὲν πλῆθος ἤρχετο πολύ, ποτὲ οὐκ ἤρχετο, πρὸς τοὺς χρόνους καὶ τοὺς ἀνέμους τῆς θαλάσσης. Ἐπὶ δὲ τῆς τοῦ αὐτοῦ Κομμόδου βασιλείας ἔπαθεν ὑπὸ θεο‐ μηνίας Νικομήδεια, μητρόπολις τῆς Βιθυνίας, τὸ τρίτον αὐτῆς
10πάθος ἕως τῆς Μουδουπόλεως καὶ τοῦ ποταμοῦ τοῦ Σαγάρεως τὰ πέριξ μηνὶ μαΐῳ τῷ καὶ ἀρτεμισίῳ γʹ εἰς τὸ αὖγος. καὶ πολ‐ λὰ ἐχαρίσατο ὁ βασιλεὺς τῇ αὐτῇ πόλει καὶ ἀνήγειρεν αὐτήν. Ἐπὶ δὲ τοῦ αὐτοῦ Κομμόδου κτήτωρ τις καὶ πολιτευόμενος Ἀντιοχείας τῆς μεγάλης ὀνόματι Ἀρταβάνης, ἀλυτάρχης, μετὰ τὸ
15πληρῶσαι τὸ στεφάνιον τῶν Ὀλυμπίων ἐν Δάφνῃ ἐφιλοτιμήσατο ῥίψας ἐν τῇ ἱερᾷ Δάφνῃ τῷ δήμῳ καλαμίων συντόμια πολλὰ ἄρτων διαιωνιζόντων, καλέσας τοὺς αὐτοὺς ἄρτους πολιτικοὺς διὰ τὸ τῇ ἰδίᾳ αὐτοῦ πόλει τούτους χαρίσασθαι, ἀφορίσας ἐκ τῶν
ἰδίων χωρίων πρόσοδον ἀναλογουμένην εἰς λόγον τῶν αὐτῶν ἄρ‐289
Chron
.

290

των. καὶ ἀνήγειραν αὐτῷ οἱ Ἀντιοχεῖς στήλην ἐν Δάφνῃ μαρ‐ μαρίνην, ἐπιγράψαντες, Ἀρταβάνης αἰωνία μνήμη. Ὁ δὲ αὐτὸς Κόμμοδος βασιλεὺς ἀπελθὼν εἰς τὸν οἶκον Φαυ‐ στίνου, συγγενοῦς αὐτοῦ, ἀπὸ αἱματικοῦ χυμοῦ ἀθρόως ἐτελεύ‐
5τησε. Μετὰ δὲ τὴν βασιλείαν Κομμόδου ἐβασίλευσε Περτίναξ ὁ καὶ Λούκιος Αὔγουστος μῆνας βʹ καὶ ἡμέρας ιηʹ. ἦν δὲ μακρός, εὐθώραξ, ἐπίρινος, ἁπλόθριξ, μεγαλόφθαλμος, γέρων, ὁλο‐ πόλιος. τελευτᾷ δὲ σφαγεὶς ὑπὸ τῶν στρατιωτῶν, ὡς ἐξήρχετο
10ἐκ τοῦ παλατίου εἰς τὸν Μάρτιον, ὢν ἐτῶν οʹ. Μετὰ δὲ τὴν βασιλείαν Περτίνακος ἐβασίλευσε Δίδιος Ἰου‐ λιανὸς ὁ καὶ Σίλβιος μῆνας ζʹ. ἦν δὲ μακρός, μιξοπόλιος, οὐ‐ λόθριξ, σύνοφρυς, ὑπόστραβος, λεπτοχαράκτηρος, μελίχρους. Ἔκτισε δὲ ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ τὸ λεγόμενον Πλεθρίν,
15ἐπειδὴ εἰς τὸ θέατρον ἐπετέλουν τὰς πάλας ἐν τοῖς Ὀλυμπίοις. καὶ διὰ μηνύσεως τῶν τῆς πόλεως Ἀντιοχείας κτητόρων δεηθέν‐ των παρέσχεν αὐτοῖς χρήματα εἰς τὸ κτίσαι τὸ αὐτὸ Πλεθρίν· καὶ ἔκτισαν αὐτὸ πλησίον τοῦ Καισαρίου, ἀγοράσαντες τὴν οἰκίαν Ἀσαβίνου πολιτευομένου, Ἰουδαίου τὴν θρησκείαν, πλησίον τοῦ
20Ξυστοῦ καὶ τοῦ Κομμοδίου δημοσίου. ἐσφάγη δὲ ὁ αὐτὸς Ἰου‐
λιανὸς Δίδιος ὑπὸ κουβικουλαρίου εἰς τὴν πηγὴν τοῦ παλατίου290
Chron
.

291

Ῥώμης ἔσω, ὡς προσέχει τοῖς ἰχθύσι, κατὰ συσκευὴν τοῦ μετ’ αὐτόν. ἦν δὲ ἐνιαυτῶν ξʹ. Μετὰ δὲ τὴν βασιλείαν Διδίου Ἰουλιανοῦ ἐβασίλευσεν ὁ θειό‐ τατος Σέβηρος ὁ καὶ Σεπτίμιος, ὑπὸ τῆς συγκλήτου Ῥώμης ψη‐
5φισθείς, ἐπὶ τῆς ὑπατείας Φλάκωνος καὶ Κλάρου. ἐβασίλευσε δὲ ἔτη ιζʹ καὶ μῆνας θʹ. ἦν δὲ διμοιριαῖος τῇ ἡλικίᾳ, λεπτός, εὔ‐ στηθος, μακρόρινος, εὐόφθαλμος, μελάγχροος, οὐλόθριξ, ὁλο‐ πόλιος, μεγαλοπώγων, τοὺς πόδας στυφόμενος, μεγαλόψυχος, ὀργίλος.
10 Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἐτυράννησεν Ἀλβῖνος ὁ συγκλη‐ τικός· ὅντινα ὁ στρατός, ὡς πολεμεῖ τοῖς Γήπεσι πεμφθεὶς πα‐ ρὰ τοῦ πρὸ αὐτοῦ βασιλέως Διδίου, ἀνηγόρευσε βασιλέα αὐθεντή‐ σας τὴν σύγκλητον. καὶ κατεδίωξεν αὐτὸν ὁ Σέβηρος ἐν τῇ Θρᾴκῃ, καὶ παραλαβὼν αὐτὸν ἐφόνευσεν.
15 Ἐλθὼν δὲ ὁ Σέβηρος ἐπὶ τὸ Βυζάντιον, καὶ ἑωρακὼς τὴν το‐ ποθεσίαν τῆς πόλεως καλήν, ἀνήγειρε τὴν Βυζούπολιν, καὶ ἔκτισε δημόσιον λουτρὸν τὸ λεγόμενον Ζεύξιππον διότι ἐκεῖ ἵστατο ἐν μέσῳ τοῦ τετραστῴου στήλη χαλκῆ τοῦ Ἡλίου, καὶ ὑποκάτω αὐ‐ τῆς ἔγραψε τὸ μυστικὸν ὄνομα τοῦ ἡλίου, Ζευξίππῳ θεῷ· οἱ
20γὰρ Θρᾷκες οὕτως ἔλεγον τὸν ἥλιον. οἱ δὲ τῆς πόλεως Βύζης οὕ‐
τως ὠνόμαζον τὸ αὐτὸ δημόσιον Ζεύξιππον κατὰ τὸ ὄνομα ὅπερ291
Chron
.

292

εἶχε τὸ πρότερον ὁ τόπος, καὶ οὐκέτι, ὡς εἶπεν ὁ βασιλεύς, εἰς τὸ ἴδιον αὐτοῦ ὄνομα ἐκάλουν αὐτὸ Σεβήριον. ὁ δὲ βασιλεὺς Σέβη‐ ρος τὸ Τετράστῳον, οὗπερ ἐν μέσῳ ἵστατο ἡ στήλη τοῦ ἡλίου, προσέθηκε τὸ δημόσιον ὃ ἔκτισεν αὐτός, ἀντ’ αὐτοῦ κτίσας ἐν τῇ
5ἀκροπόλει τῆς αὐτῆς Βυζουπόλεως ναόν, ἤτοι ἱερόν, τῷ Ἡλίῳ, πλη‐ σίον τῶν ὄντων ἐκεῖ ἄλλων δύο ἱερῶν τῶν κτισθέντων πρῴην ὑπὸ μὲν Βύζου τῇ Ἀρτέμιδι σὺν τῇ ἐλάφῳ, ὑπὸ δὲ Φιδαλίας Ἀφροδίτῃ· καὶ ἀναγαγὼν ἐκ τοῦ Τετραστῴου ὁ Σέβηρος τὸ ἄγαλμα τοῦ Ἡλίου ἔστησεν ἄνωθεν τοῦ ἱεροῦ, καὶ κτίσας ὁ αὐ‐
10τὸς βασιλεὺς καὶ κατέναντι τοῦ ἱεροῦ τῆς Ἀρτέμιδος κυνήγιον μέγα πάνυ, καὶ κατέναντι τοῦ ἱεροῦ τῆς Ἀφροδίτης θέατρον. τὸ δὲ Ἱππικὸν ἔστησεν εἰς τὸ αὐτὸ Βυζάντιον ὁ αὐτὸς θειότατος Σέβη‐ ρος ἀγοράσας οἰκήματα, καὶ τὸν κῆπον τὸν ὄντα ἐκδενδρώσας ἐποίησε τὸ Ἱππικὸν τοῖς Βυζαντίοις· ὅπερ οὐκ ἔφθασε πληρῶ‐
15σαι. καὶ τὸ δὲ λεγόμενον Στρατήγιον ἀνενέωσεν ὁ αὐτὸς Σέβηρος· πρῴην γὰρ ἦν κτισθὲν ὑπὸ Ἀλεξάνδρου τοῦ Μακεδόνος, ὅτε κατὰ Δαρείου ἐπεστράτευσεν, ὃς καὶ ἐκάλεσε τὸν τόπον Στρατήγιον· ἐκεῖ γὰρ στρατηγήσας τὰ τοῦ πολέμου ὥρμησεν εἰς τὸ πέραν κατὰ Περσῶν.
20 Ἐπὶ δὲ τῆς βασιλείας τοῦ αὐτοῦ Σεβήρου ἐτυράννησε καὶ ἄλ‐ λος συγκλητικὸς Νίγερ τις ὀνόματι, κατελθὼν κατὰ Περσῶν· καὶ
μετὰ τὸ ποιῆσαι πάκτα εἰρήνης πρὸς Πέρσας ἀκούσας ὁ στρατὸς292
Chron
.

293

ὅτι τινὲς τῆς συγκλήτου Ῥώμης αὐτὸν ὠνόμασαν βασιλέα, ἀνη‐ γόρευσαν τὸν αὐτὸν Νίγερτα βασιλέα. καὶ παρέλαβε πᾶσαν τὴν ἀνατολὴν ἕως τῆς Αἰγύπτου· ὅντινα οὐκ ἐδέξαντο οἱ Λαοδικεῖς Σύροι, ἀλλ’ ἀντέστησαν αὐτῷ. καὶ φοσατεύσας παρέλαβε Λαο‐
5δίκειαν, καὶ ἔστρεψεν αὐτὴν καὶ κατέσφαξε πάντας. Καὶ ἐπεστράτευσε κατ’ αὐτοῦ ὁ αὐτὸς Σέβηρος, καὶ καταδιώ‐ ξας ἔφθασεν αὐτὸν ἐν Θηβαΐδι τῆς Αἰγύπτου· ὅντινα πολέμῳ συλλαμβανόμενος ἐφόνευσεν. καὶ ὑποστρέψας ἀπὸ τῆς Θηβαΐ‐ δος μετὰ τὴν νίκην ἠγανάκτει κατὰ τῶν Ἀλεξανδρέων, διότι ἐδέ‐
10ξαντο τὸν Νίγερτον τύραννον καὶ ἐπέγραψαν εἰς τὰς πόρτας αὐ‐ τῶν, Τοῦ κυροῦ Νίγερος ἡ πόλις. καὶ ἀπαντήσαντες τῷ αὐτῷ βασιλεῖ Σεβήρῳ οἱ δῆμοι τῆς αὐτῆς Ἀλεξανδρέων μεγάλης πόλεως ἔκραζον ταῦτα, Οἴδαμεν, εἰρήκαμεν, Τοῦ κυροῦ Νίγερος ἡ πόλις· σὺ ἦσθα ὁ κῦρις αὐτοῦ. καὶ δεξάμενος τὸ ἕτοιμον τῆς ἀπολο‐
15γίας συνεχώρησεν αὐτοῖς τὸ πταῖσμα καὶ ἰνδουλγεντίας αὐτοῖς παρασχὼν ἐδέξατο αὐτούς. καὶ ἔκτισεν αὐτοῖς δημόσιον λουτρόν, ὃ ἐπεκάλεσε Σεβήριον· ἔκτισε δὲ καὶ ἱερὸν τῆς Ῥέας. ἐν τῷ δὲ μέλλειν αὐτὸν ἐξιέναι συνέσχε Θερμόν τινα ὀνόματι, ὅστις ὑπῆρχε τῶν πρώτων ἀξιωματικῶν Ἀλεξανδρείας τῆς μεγάλης καὶ ἀγαπώ‐
20μενος ἀπὸ τῶν πολιτῶν· ὅστις Θερμὸς ἦν κτίσας ἐν τῇ πόλει ἐκ τῶν ἰδίων δημόσιον λουτρόν, ὃ ἐπεκάλεσε Θέρμα εἰς ὄνομα ἑαυ‐ τοῦ. ὅντινα Θερμὸν ἐδήμευσεν Σέβηρος, ὡς φίλον τοῦ Νίγερος.
ἀπὸ δὲ Ἀλεξανδρείας ἐξελθὼν ἦλθεν ἐν Λαοδικείᾳ τῆς Συρίας, καὶ293
Chron
.

294

ἐπῄνησε τοὺς ὑπολειφθέντας Λαοδικεῖς, καὶ πολλὰ αὐτοῖς ἐχα‐ ρίσατο καὶ δίκαιον μητροπόλεως παρέσχε τῇ αὐτῇ πόλει τὸν χρό‐ νον τῆς βασιλείας αὐτοῦ καὶ μόνον, καὶ Σεπτιμίους ἐκέλευσεν αὐ‐ τοὺς χρηματίζειν εἰς τὸ ἴδιον αὐτοῦ ἐπώνυμον, καὶ ἀξίας συγκλη‐
5τικῶν παρέσχε τοῖς περισωθεῖσιν ἀξιωματικοῖς τῆς αὐτῶν Λαοδι‐ κέων πόλεως, διότι οὐκ ἐδέξαντο τὸν τύραννον Νίγερα, ἀλλ’ ἐπολέ‐ μησαν αὐτῷ. καὶ παρέσχεν αὐτοῖς καὶ σιτωνικὰ χρήματα πολλὰ καὶ πολιτικὰ χρήματα πολλά, ἐτήσια θεσπίσας ἔχειν αὐτοὺς εἰς ἐπανόρθωσιν τῆς πόλεως αὐτῶν, ὅτι ὅτε ἦν παραλαβὼν αὐτὴν ὁ
10Νίγερ, ἔκαυσε καὶ ἔστρεψε καὶ πάντας κατέσφαξε τοὺς ἀντιστα‐ θέντας καὶ πολεμήσαντας αὐτῷ. ἔκτισε δὲ τοῖς αὐτοῖς Λαοδι‐ κεῦσιν ὁ Σέβηρος καὶ Ἱππικὸν καὶ Κυνήγιον καὶ δημόσιον λουτρὸν πλησίον κάτω τοῦ λιμένος, εὑρηκὼς ἐκεῖ πηγήν. ἔκτισε δὲ ἐκεῖ καὶ τὸ λεγόμενον Ἑξάστῳον.
15 Ἐλθὼν δὲ καὶ ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ πολλὰ καὶ αὐτοῖς ἐχα‐ ρίσατο· κληδόνα γὰρ νίκης ἔδωκαν αὐτῷ κράζοντες, ἐξιόντι εἰς Αἴγυπτον κατὰ Νίγερος. ἔκτισε δὲ τοῖς αὐτοῖς Ἀντιοχεῦσι δη‐ μόσιον λουτρὸν μέγα παρὰ τὸ ὄρος, ὃ ἐπεκάλεσεν εἰς ὄνομα αὐτοῦ Σεβηριανόν. ἐκέλευσε δὲ τοῖς αὐτόθι πολιτευομένοις ἐκ τῆς πε‐
20ρισσείας τῶν ἀπομεινάντων ἐγκαυστικῶν χρημάτων ἐκ τῶν δημο‐ σίων τῶν πεσόντων κτίσαι τῇ πόλει δημόσιον λουτρὸν ἄλλο· οἵ‐ τινες πολιτευόμενοι ἀγοράσαντες τὴν οἰκίαν πᾶσαν τῆς Λιβίας
τῆς πολιτίσσης καὶ τὸ λουτρὸν αὐτῆς καὶ τὸν κῆπον ἔκτισαν ἐκεῖ294
Chron
.

295

δημόσιον λουτρὸν εἰς τὴν πεδιάδα τῆς πόλεως. ὅπερ δημόσιον πληρώσαντες ἐπωνόμασαν διαφθονούμενοι ἀλλήλοις Λιβιανὸν εἰς ὄνομα τῆς πωλησάσης τὸν τόπον. ὁ δὲ αὐτὸς Σέβηρος ἐξελθὼν εἰς ἄλλον πόλεμον ἐτελεύτησεν εἰς τὸ βαρβαρικὸν ἐπὶ τὴν
5δύσιν, ὢν ἐνιαυτῶν ξεʹ. Μετὰ δὲ τὴν βασιλείαν Σεβήρου ἐβασίλευσεν Ἀντωνῖνος Γέτας ἔτος αʹ. ἦν δὲ κονδοειδής, πλάτοψις, σιμός, ὑποφάλα‐ κρος, μιξοπόλιος, προγάστωρ, μεγαλόστομος, λευκόχρους, μι‐ κρόφθαλμος. ἀνεῖλεν δὲ αὐτὸν ὁ στρατός, καὶ τελευτᾷ ὢν
10ἐνιαυτῶν ναʹ. Μετὰ δὲ τὴν βασιλείαν Ἀντωνίνου Γέτα ἐβασίλευσεν Ἀν‐ τωνῖνος ὁ Καράκαλλος, υἱὸς Σεβήρου ἔτη ϛʹ καὶ ἡμέρας κβʹ. ἦν δὲ εὐμήκης καὶ εὐσθενής, εὔχροος, στρεβλόρινος, δασυπώγων, μιξοπόλιος, οὐλόθριξ. ἐφιλεῖτο δὲ ὑπὸ τοῦ δήμου Ῥώμης παν‐
15τός· ἔχαιρε δὲ εἰς τὸ Πράσινον μέρος. ἐσφάγη δὲ ἐν τῷ παλα‐ τίῳ, ὡς ἐξήρχετο εἰς τὸ ἱερόν, ὢν ἐνιαυτῶν μζʹ. Μετὰ δὲ τὴν βασιλείαν Ἀντωνίνου Καρακάλλου ἐβασίλευσε Βαλεριανὸς ἔτη ϛʹ. ἦν δὲ κονδοειδής, λεπτός, ἁπλόθριξ, πολιός, ὑπόσιμος, δασυπώγων, μελάγκορος, μεγαλόφθαλμος, δειλός,
20σκνιφός. ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας εἷς τῶν πολιτευομένων Ἀντιοχείας τῆς μεγάλης ὀνόματι Μαριάδης, ἐκβληθεὶς ἐκ τῆς βουλῆς κατὰ συσκευὴν τοῦ παντὸς βουλευτηρίου καὶ τοῦ δήμου,
ἐλείπετο γὰρ εἰς τὰ ἱππικά, εἰς οἷον δήποτε μέρος ἐστρατήγησε,295
Chron
.

296

μὴ ἀγοράζων ἵππους, ἀλλὰ τὰ τοῦ ἱππικοῦ δημόσια ἀποκερδαί‐ νων, ἀπῆλθεν εἰς τὴν Περσίδα καὶ ἐπηγγείλατο τῷ βασιλεῖ Περ‐ σῶν Σάπωρι προδίδειν αὐτῷ Ἀντιόχειαν τὴν μεγάλην, τὴν ἰδίαν αὐτοῦ πόλιν. καὶ ἦλθεν ὁ αὐτὸς Σαπώρης, βασιλεὺς Περσῶν,
5μετὰ δυνάμεως στρατοῦ πολλοῦ διὰ τοῦ λιμίτου Χαλκίδος, καὶ παραλαμβάνει τὴν Συρίαν πᾶσαν καὶ πραιδεύει αὐτήν. καὶ πα‐ ραλαμβάνει Ἀντιόχειαν τὴν μεγάλην πόλιν ἐν ἑσπέρᾳ καὶ πραι‐ δεύει αὐτήν, καὶ στρέφει καὶ καίει αὐτήν, χρηματιζούσης τότε τῆς μεγάλης Ἀντιοχείας τιδʹ. ἀπεκεφάλισε δὲ καὶ τὸν πολιτευό‐
10μενον, ὡς προδότην ὄντα πατρίδος ἰδίας. παρέλαβε δὲ καὶ πάν‐ τα τὰ ἀνατολικὰ μέρη, καὶ στρέφει καὶ καίει καὶ πραιδεύει αὐ‐ τὰ καὶ ἐφόνευσε πάντας, ἕως πόλεως Ἐμίσης τῆς τοῦ Λιβάνου Φοινίκης. καὶ ἐξελθὼν ὁ ἱερεὺς τῆς Ἀφροδίτης ὀνόματι Σαμ‐ ψιγέραμος μετὰ βοηθείας ἀγροικικῆς καὶ σφενδοβόλων ὑπήντη‐
15σεν αὐτῷ. καὶ προσεσχηκὼς ὁ Σαπώρης, βασιλεὺς Περσῶν, ἱε‐ ρατικὸν σχῆμα, παρήγγειλε τῷ στρατῷ τῷ ἰδίῳ μὴ τοξεῦσαι κατ’ αὐτῶν μήτε ἐπελθεῖν αὐτοῖς μήτε πολεμῆσαι αὐτοῖς, εἰς πρεσβείαν δεχόμενος τὸν ἱερέα· προεδήλωσε γὰρ αὐτῷ ὁ ἱερεὺς δέξασθαι αὐτὸν πρεσβεύοντα ὑπὲρ τῆς ἰδίας χώρας. ἐν τῷ δὲ
20διαλέγεσθαι αὐτὸν τῷ ἱερεῖ, ἐν ὑψηλῷ βωμῷ καθημένου τοῦ αὐ‐ τοῦ βασιλέως Σαπώρη, ἔῤῥιψεν εἷς τῶν ἀγροίκων σφενδοβόλῳ λί‐ θον, καὶ ἔδωκε τῷ αὐτῷ Σαπώρῃ βασιλεῖ κατὰ τοῦ μετώπου,
καὶ εὐθέως ἀπέθανεν ἐπὶ τὸν τόπον. καὶ ταραχῆς γενομένης,296
Chron
.

297

ἤκουσεν ὁ στρατὸς αὐτοῦ ὅτι ἀπέθανε· καὶ ὑπολαβόντες Ῥω‐ μαίους καταφθάσαι, ἔφυγον ἐπὶ τὸ λίμιτον πάντες, διωκόμενοι ὑπὸ τῶν ἀγροίκων καὶ τοῦ ἱερέως Σαμψιγεράμου, ἐάσαντες τὰ τῆς πραίδας πάντα, ἀφανεῖς ἐγένοντο. ὑπήντησε δὲ αὐτοῖς διὰ
5τοῦ λιμίτου, ἀντιποιούμενος Ῥωμαίων, Ἔναθος, βασιλεὺς Σα‐ ρακηνῶν βαρβάρων, ὁ κρατῶν τὴν Ἀραβίαν χώραν· ὅστις εἶχε γυναῖκα Ζηνοβίαν ὀνόματι, Σαρακηνὴν βασίλισσαν. καὶ πάν‐ τας τοὺς Πέρσας τοὺς τῆς βοηθείας Σαπώρη ἀνήλωσεν Ἔνα‐ θος, βασιλεὺς Σαρακηνῶν, καθὼς Δομνῖνος ὁ σοφὸς χρονο‐
10γράφος ἐξέθετο· ὁ δὲ σοφώτατος Φιλόστρατος ἄλλως συνεγρά‐ ψατο τὰ περὶ Σάπωρος, βασιλέως Περσῶν, εἰπὼν ὅτι καὶ τὴν Συρίαν παρέλαβε καὶ ἔκαυσε σὺν τῇ μεγάλῃ Ἀντιοχείᾳ καὶ ἄλ‐ λας πόλεις πολλάς, ὁμοίως δὲ καὶ τὴν Κιλικίαν παρέλαβε, καύ‐ σας Ἀλεξάνδρειαν τὴν μικρὰν καὶ Ῥωσσὸν καὶ Ἀνάζαρβον καὶ
15Αἰγὰς καὶ Νικόπολιν καὶ ἄλλας πολλὰς πόλεις τῆς Κιλικίας, καὶ διὰ τῆς Καππαδοκίας κατῆλθεν ἐπὶ τὰ Περσικὰ μέρη, καὶ ὅτι ἀπήντησεν αὐτῷ Ἔναθος, βασιλεὺς Σαρακηνῶν, εἰς συμμαχίαν αὐτοῦ, φησίν, ἐλθών, καὶ ἐφόνευσεν αὐτόν. Δομνῖνος δὲ ἀλη‐ θέστερον μᾶλλον ἐξέθετο, εἰρηκὼς ὅτι ἐπὶ τὴν Κιλικίαν Σπά‐
20την τὸν σατράπην αὐτοῦ ἐξέπεμψε μετὰ πλήθους. Ὁ δὲ Βαλεριανὸς βασιλεὺς ἐξελθὼν ἀπὸ Ῥώμης ἦν ἀπελθὼν εἰς πόλεμον εἰς Μιζουλανόν· καὶ ἐγνώσθη αὐτῷ διὰ τὴν ἀνατο‐
λήν, καὶ ἤθελεν ὑποστρέψαι καὶ κατελθεῖν εἰς τὴν ἀνατολήν,297
Chron
.

298

καὶ οὐκ ἠδυνήθη, ἀλλὰ μεσασθεὶς ἐσφάγη ἐκεῖ εἰς Μιζουλανόν, ὢν ἐνιαυτῶν ξαʹ. Μετὰ δὲ τὴν βασιλείαν Βαλεριανοῦ ἐβασίλευσε Γαλλιενὸς ὁ καὶ Λικινιανὸς ἔτη ιδʹ. ἦν δὲ τῇ ἡλικίᾳ τέλειος καὶ γενναῖος, μελάγχροος,
5οὐλόθριξ, δασυπώγων, εὔρινος, μεγαλόφθαλμος, μεγαλόψυχος· ἐφίλει δὲ τὸ Βένετον μέρος. καὶ ἢ μόνον ἐβασίλευσεν, ἐπεστράτευ‐ σε κατὰ Περσῶν καὶ κατῆλθεν εἰς ἐκδίκησιν Ῥωμαίων· καὶ πολ‐ λὰ παρέσχε τοῖς πραιδευθεῖσι καὶ ζήσασι, καὶ ἀνήγειρε τὰ καυ‐ θέντα καὶ ἐκούφισε τὰς συντελείας ἐπὶ ἔτη δʹ. ἔκτισε δὲ καὶ
10ἱερὸν ἐν Ἐμίσῃ μέγα. καὶ συμβαλὼν πόλεμον πρὸς τοὺς Πέρσας, καὶ πολλῶν πεσόντων ἐξ ἀμφοτέρων τῶν μερῶν, ἐποίησεν εἰρή‐ νης πάκτα. κἀκεῖθεν ὑποστρέψας ἀπῆλθεν εἰς τὴν Ἀραβίαν, καὶ συνέβαλε πόλεμον τῷ Ἐνάθῳ, βασιλεῖ Σαρακηνῶν βαρβά‐ ρων, καὶ ἐφόνευσεν αὐτόν, καὶ παρέλαβε τὴν Ἀραβίαν· καὶ
15ὑπέστρεψεν ἐν Ῥώμῃ, καὶ νόσῳ βληθεὶς τελευτᾷ, ὢν ἐνιαυ‐ τῶν νʹ. Μετὰ δὲ τὴν βασιλείαν Γαλλιενοῦ τοῦ καὶ Λικινιανοῦ ἐβα‐ σίλευσε Κλαύδιος Ἀπολλιανὸς ἔτη θʹ. ἦν δὲ διμοιριαῖος, λευ‐ κός, προκοίλιος, ἁπλόθριξ, πλάτοψις, ὑπόσιμος, ὑπόγλαυκος,
20ὑπόξανθος, στρεβλόστομος, μικρὸν ὑπότραυλος, μεγαλόψυχος ἔχαιρε δὲ τῷ Πρασίνῳ μέρει.
Ἐπὶ δὲ τῆς βασιλείας αὐτοῦ ἔπαθε Νικομήδεια, μητρόπολις298
Chron
.

299

τῆς Βιθυνίας τὸ τέταρτον αὐτῆς πάθος ἀπὸ θεομηνίας ἕως ποταμῶν καὶ Δακιβίζης. καὶ ἐφιλοτιμήσατο τοῖς ζήσασι πολλὰ καὶ τῇ πόλει. Ἐν αὐτῷ χρόνῳ Ζηνοβία ἡ Σαρακηνή, ἡ Ἐνάθου γυνή, ἐκ‐
5δικοῦσα τὸν θάνατον τοῦ ἰδίου αὐτῆς ἀνδρός, λαβοῦσα τοὺς συγ‐ γενεῖς αὐτοῦ, παρέλαβε τὴν Ἀραβίαν, κατεχομένην τότε ὑπὸ Ῥω‐ μαίων, φονεύσασα καὶ τὸν δοῦκα Ῥωμαίων Τρασσὸν καὶ πᾶ‐ σαν τὴν σὺν αὐτῷ βοήθειαν ἐπὶ τῆς αὐτοῦ Ἀπουλλιανοῦ τοῦ καὶ Κλαυδίου βασιλείας. ὁ δὲ αὐτὸς βασιλεὺς Κλαύδιος ἐν τῷ
10Σιρμίῳ ἦν πολεμῶν, κἀκεῖσε τελευτᾷ, ὢν ἐτῶν νϛʹ. Μετὰ δὲ τὴν βασιλείαν Ἀπολλιανοῦ Κλαυδίου ἐβασίλευσε Κυντιλλιανὸς ἡμέρας ιζʹ. ἦν δὲ διμοιριαῖος, λεπτός, μάκρο‐ ψις, μακρόρινος, μελάγχροος, ἁπλόθριξ, εὐόφθαλμος, μιξοπόλιος τὴν κάραν καὶ τὸ γένειον. καὶ τελευτᾷ ἐν τῷ παλατίῳ, ἠῤῥώ‐
15στει γάρ, ὅτε ἀνηγορεύθη βασιλεὺς δεινῇ ἀνάγκῃ, ὢν ἐνιαυ‐ τῶν μαʹ. Μετὰ δὲ τὴν βασιλείαν Κυντιλλιανοῦ ἐβασίλευσεν ὁ θειό‐ τατος Αὐρηλιανὸς ὁ πολεμικὸς ἔτη ϛʹ. ἦν δὲ μακρός, λεπτός, ὑποφάλακρος, μικρόφθαλμος, ὁλοπόλιος, μεγαλόψυχος, εὔσκυλ‐
20τος· ἐφόρει δὲ διάδημα ἔχον ἀστέρα. ἢ μόνον δὲ ἐβασίλευσεν, ἤρξατο τὰ τείχη Ῥώμης κτίζειν γενναῖα· ἦν γὰρ τῷ χρόνῳ φθα‐ ρέντα. αὐτὸς δὲ ἐφέστηκε τῷ ἔργῳ, καὶ ἠνάγκαζε τὰ συνέργεια
Ῥώμης ὑπουργεῖν τῷ κτίσματι, καὶ πληρώσας τὰ τείχη ἐν ὀλίγῳ299
Chron
.

300

πάνυ χρόνῳ, ἐποίησε θείαν αὐτοῦ κέλευσιν ἵνα ἐξ ἐκείνου τοῦ χρόνου οἱ τῆς πόλεως πάσης ἐργαστηριακοὶ Αὐρηλιανοὶ χρη‐ ματίζουσι, τοῦ βασιλικοῦ ὀνόματος λαβόντες τὴν ἀξίαν ὑπὲρ τιμῆς καὶ κόπων. ὁ δὲ αὐτὸς Αὐρηλιανὸς δεξάμενος μήνυσιν,
5ἐπεστράτευσε κατὰ Ζηνοβίας, βασιλίσσης Σαρακηνῶν, εἰς τὴν ἀνατολὴν ἀπελθών. ἐμηνύθη γὰρ περὶ αὐτῆς ὅτι ἐπραίδευσε καὶ ἔκαυσε τὰ ἀνατολικὰ μέρη ἕως τῶν ὁρίων Ἀντιοχείας τῆς μεγάλης, πλησίον τοῦ Ὀρόντου ποταμοῦ κατασκηνώσασα. ἢ μό‐ νον δὲ κατέφθασεν ὁ αὐτὸς βασιλεὺς Αὐρηλιανὸς Ἀντιόχειαν,
10εὐθέως ὥρμησεν, ὡς ἔχει, κατ’ αὐτῆς ἐξελθών· καὶ συγκρούσας κατέκοψε τὰ πλήθη αὐτῆς πάντα. παραλαβὼν δὲ αὐτὴν Ζηνο‐ βίαν, ἐκάθισεν εἰς δρομωναρίαν κάμηλον· καὶ πομπεύσας αὐτὴν εἰς τὰς ἀνατολικὰς χώρας πάσας εἰσήγαγεν αὐτὴν καὶ εἰς Ἀντιό‐ χειαν τὴν μεγάλην. καὶ θεωρήσας ἐκεῖ ἱπποδρόμιον εἰσήγαγεν
15αὐτὴν εἰς δρομωναρίαν κάμηλον. καὶ κτίσας ἐν αὐτῇ Ἀντιοχείᾳ τόπον, ἔστησεν αὐτὴν ἄνω δεδεμένην ἐπὶ ἡμέρας τρεῖς· ὅντινα τόπον κτίσας ἐκάλεσε θρίαμβον. κἀκεῖθεν κατενεγκὼν αὐτὴν ἀπήγαγεν ἐν τῇ Ῥώμῃ, ὡς βασίλισσαν βαρβάρων Σαρακηνῶν· καὶ θριαμβεύσας αὐτὴν ἐν τῇ Ῥώμῃ τῷ πρῴην σχήματι ἀπε‐
20κεφάλισεν αὐτήν. Ὁ δὲ αὐτὸς βασιλεὺς Αὐρηλιανὸς καὶ τὴν Ἀραβίαν, κατεχο‐ μένην ὑπὸ βαρβάρων Σαρακηνῶν, συγγενῶν Ἐνάθου Σαρακηνοῦ,
φονεύσας πάντας ἐποίησεν αὐτὴν ὑπὸ Ῥωμαίους εἶναι ἐπαρχίαν.300
Chron
.

301

Ἐν δὲ τῷ μέλλειν αὐτὸν ἐξιέναι ἀπὸ Ἀντιοχείας τῆς μεγάλης ἐστασίασαν οἱ λεγόμενοι Μονητάριοι Ἀντιοχείας ἐπὶ αὐτοῦ, κρά‐ ζοντες διὰ συνηθείας τινάς. καὶ ἀγανακτήσας κατ’ αὐτῶν ἐτι‐ μωρήσατο αὐτούς.
5 Ὁ δὲ αὐτὸς Αὐρηλιανὸς καὶ Δακίαν ἐποίησεν ἐπαρχίαν τὴν παραποταμίαν, πλησίον οὖσαν τοῦ Δανουβίου ποταμοῦ. συνέ‐ βαλε δὲ ὁ αὐτὸς Αὐρηλιανὸς ἄλλον πόλεμον· καὶ ὑπὸ τοῦ ἰδίου στρατοῦ ἐδολοφονήθη ἐν τόπῳ καλουμένῳ Καινῷ Φρουρίῳ, ὡς κακῶς στρατηγήσας τὸν στρατόν. καὶ τελευτᾷ ὢν ἐνιαυτῶν ξαʹ.
10 Μετὰ δὲ τὴν βασιλείαν Αὐρηλιανοῦ ἐβασίλευσε Τάκιτος Αὔγουστος μῆνας ζʹ. ἦν δὲ διμοιριαῖος, λεπτός, ὑποφάλακρος, ἐλλόγιμος, κονδόθριξ, ὁλοπόλιος, λεπτόρινος, φρόνιμος. ἐν δὲ τῇ αὐτοῦ βασιλείᾳ ἀνεφάνη Μανιχαῖός τις ὀνόματι Κέρδων, δογματίζων καὶ διδάσκων καὶ συνάγων ὄχλους. ἐπὶ δὲ τῆς βα‐
15σιλείας τοῦ αὐτοῦ Τακίτου ἐγένετο πόλεμος ἐν τῇ Ποντικῇ· καὶ κατῆλθεν ὁ αὐτὸς βασιλεὺς πολεμῶν, καὶ ἐσφάγη ἐν Ζταννικῇ τῆς Πόντου ὢν ἐνιαυτῶν οεʹ. Μετὰ δὲ τὴν βασιλείαν Τακίτου ἐβασίλευσε Φλωριανὸς Αὔ‐ γουστος μῆνας βʹ. ἦν δὲ κονδοειδής, παχύς, ἀναφάλας, λευ‐
20κός, οἰνοπαὴς τοὺς ὀφθαλμούς, ὑπόσιμος, μιξοπόλιος τὴν κά‐
ραν καὶ τὸ γένειον, πάνυ δὲ δριμύτατος. ἐπεστράτευσε δὲ κατὰ301
Chron
.

302

Περσῶν, καὶ ὡς κατέρχεται ἐν Ταρσῷ, ἐσφάγη ὑπὸ τῶν ἰδίων, ὢν ἐνιαυτῶν ξεʹ. Μετὰ δὲ τὴν βασιλείαν Φλωριανοῦ ἐβασίλευσεν Ἤλιος Πρό‐ βος ἔτη γʹ καὶ μῆνας γʹ. ἦν δὲ διμοιριαῖος, προγάστωρ, ἁπλό‐
5θριξ, ἀσσόκουρος, δασυπώγων, μελάγχρους, πυῤῥακής, εὐόφθαλ‐ μος, σοφὸς πάνυ· ἐφίλει δὲ τὸ Πράσινον μέρος. ἐν δὲ τῇ αὐ‐ τοῦ βασιλείᾳ ἐπεκόσμησεν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ τὸ λεγόμενον Μουσεῖον, καὶ τὸ ἐν αὐτῷ Νυμφαῖον τὸ σιγματοειδές, γράψας ἐν αὐτῷ διὰ μουσαρίου τὸν Ὠκεανόν. ὁ δὲ αὐτὸς βασιλεὺς καὶ τὰς
10σιτήσεις τῆς αὐτῆς πόλεως Ἀντιοχείας ἐκ τοῦ δημοσίου ἔταξεν, ἵνα δωρεὰν παιδεύωσι διὰ θείας αὐτοῦ προστάξεως θεσπίσας. Ὁ δὲ αὐτὸς βασιλεὺς Πρόβος ἐπολέμησε τοῖς Γότθοις ἐν τῷ Σιρμίῳ· καὶ ἐν τῷ πολεμεῖν αὐτὸν ἐγένετο λιμὸς κοσμικὸς μέ‐ γας, καὶ μὴ εὑρεθέντων ἀναλωμάτων ἐστασίασεν ὁ στρατός·
15καὶ ἐπελθόντες ἔσφαξαν αὐτὸν ἐν τῷ Σιρμίῳ ὄντα ἐνιαυτῶν νʹ. Μετὰ δὲ τὴν βασιλείαν Πρόβου ἐβασίλευσεν ὁ θειότατος Κᾶρος ἔτη βʹ. ἦν δὲ κονδοειδής, εὔστηθος, λευκός, ἁπλόθριξ, μιξοπόλιος, ὑπόγλαυκος, πλάτοψις, εὔρινος, παχύχειλος, ὑπε‐ ρήφανος. ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ὑπέταξε χώραν, ἥντινα
20ἐκάλεσε Καρίαν, ποιήσας αὐτὴν ἐπαρχίαν. ἐπεστράτευσε δὲ κατὰ Περσῶν, καὶ εἰσελθὼν παρέλαβε τὰ Περσικὰ μέρη ἕως
Κτησιφῶντος πόλεως, καὶ ὑπέστρεψεν. ἐτείχισε δὲ ἐν τῷ λιμίτῳ302
Chron
.

303

κάστρον, ὅπερ ἐποίησε πόλιν, δοὺς αὐτῇ καὶ δίκαιον πόλεως, ὃ ἐκάλεσεν εἰς ἴδιον ὄνομα Κάρας. ὑποστρέψας δὲ ἐν Ῥώμῃ, ἐξῆλθεν ἐν ἄλλῳ πολέμῳ Οὕννους, καὶ ἐσφάγη ἐπὶ τῆς ὑπατείας Μαξίμου καὶ Ἰανουαρίου, ὢν ἐτῶν ξʹ ἥμισυ.
5 Μετὰ δὲ τὴν βασιλείαν Κάρου ἐβασίλευσε Νουμεριανὸς Αὔ‐ γουστος ἔτη δύο. ἦν δὲ μακρός, λεπτός, ἁπλόθριξ, μάκροψις, λεπτοχαράκτηρος, εὐπώγων, μιξοπόλιος, εὔρινος, εὐόφθαλμος, με‐ λάγχροος. ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας διωγμὸς χριστιανῶν μέ‐ γας ἐγένετο· ἐν οἷς ἐμαρτύρησεν ὁ ἅγιος Γεώργιος ὁ Καππάδοξ
10καὶ ὁ ἅγιος Βαβυλᾶς· ἦν γὰρ ἐπίσκοπος Ἀντιοχείας τῆς μεγάλης. καὶ κατέφθασεν ὁ αὐτὸς βασιλεὺς Νουμεριανός, ἀπιὼν πολεμῆ‐ σαι κατὰ Περσῶν. καὶ θέλων κατασκοπῆσαι τῶν χριστιανῶν τὰ θεῖα μυστήρια, ἐβουλήθη εἰσελθεῖν ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ, ὅπου συνήγοντο οἱ χριστιανοί, εἰς τὸ θεάσασθαι τί ἐστιν ἃ ποιοῦσι
15μυστήρια, ἀκούσας ὅτι κρυπτόμενοι τελοῦσι τὰς λειτουργίας αὐ‐ τῶν οἱ αὐτοὶ Γαλιλαῖοι. καὶ ἐλθὼν πλησίον ἐξαίφνης ὑπηντή‐ θη ὑπὸ τοῦ ἁγίου Βαβυλᾶ· καὶ ἐκώλυσεν αὐτόν, λέγων αὐτῷ ὅτι Μεμιαμμένος ὑπάρχεις ἐκ τῶν θυσιῶν τῶν εἰδώλων· καὶ οὐ συγχωρῶ σοι ἰδεῖν μυστήρια θεοῦ ζῶντος. καὶ ἀγανακτήσας ὁ
20βασιλεὺς Νουμεριανὸς ἐφόνευσεν αὐτὸν εὐθέως. καὶ ἐξῆλθεν ἀπὸ Ἀντιοχείας, καὶ ἐπεστράτευσε κατὰ Περσῶν· ἐν τῷ δὲ συγ‐
κροῦσαι αὐτὸν τὸν πόλεμον ἐπετέθησαν αὐτῷ οἱ Πέρσαι, καὶ303
Chron
.

304

ἀνεῖλαν τὸ πολὺ πλῆθος τῆς βοηθείας αὐτοῦ, καὶ ἔφυγεν ἐν Κά‐ ραις τῇ πόλει· καὶ φοσσεύσαντες οἱ Πέρσαι παρέλαβον αὐτὸν αἰχμάλωτον, καὶ εὐθέως ἐφόνευσαν αὐτόν· καὶ ἐκδείραντες τὸ δέρμα αὐτοῦ ἐποίησαν ἀσκόν, καὶ σμυρνιάσαντες ἐφύλαξαν
5αὐτὸν εἰς ἰδίαν δόξαν· τὸ δὲ λοιπὸν πλῆθος αὐτοῦ κατέκοψαν. τελευτᾷ δὲ ὁ βασιλεὺς Νουμεριανὸς ὢν ἐνιαυτῶν λϛʹ. Μετὰ δὲ τὴν βασιλείαν Νουμεριανοῦ ἐβασίλευσε Καρῖνος Αὔγουστος ὁ ἀδελφὸς αὐτοῦ ἔτη βʹ. ἦν δὲ κονδοειδής, παχύς, πλάτοψις, λευκός, οὐλόθριξ, ἀναφάλας, σπανός, μεγαλόψυχος.
10ἐφίλει δὲ τὸ Πράσινον μέρος. Ἢ μόνον δὲ ἐβασίλευσεν, ἐπεστράτευσε κατὰ Περσῶν εἰς ἐκδίκησιν τοῦ ἰδίου αὐτοῦ ἀδελφοῦ Νουμεριανοῦ· καὶ περιεγέ‐ νετο αὐτῶν κατὰ κράτος. ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἐτελεύ‐ τησαν οἱ ἅγιοι Κοσμᾶς καὶ Δαμιανὸς τῷ τρόπῳ τούτῳ, φθο‐
15νηθέντες ὑπὸ τοῦ ἰδίου αὐτῶν ἐπιστάτου. ἦσαν γὰρ ἰατροὶ τὴν ἐπιστήμην, ἠγαπῶντο δὲ ὑπὸ τοῦ βασιλέως Καρίνου, ὡς ποιοῦν‐ τες ἰάσεις· συνέβη γὰρ τοῦτο γενέσθαι τῷ αὐτῷ Καρίνῳ βασιλεῖ. μετὰ τὸ συγκροῦσαι τοῖς Πέρσαις καὶ τὰς ἐπάνω ἐνέγκαι καὶ κό‐ ψαι ἐξ αὐτῶν ἄπειρον πλῆθος χειμῶνος βαρυτάτου γενομένου
20ᾔτησαν οἱ Πέρσαι μηνῶν τριῶν ἔνδοσιν γενέσθαι· καὶ διὰ τὸ ἐπα‐ χθὲς τοῦ χειμῶνος φειδόμενος τοῦ ἰδίου στρατοῦ, ὡς κοπωθέντι, ἐνέδωκε τῶν τριῶν μηνῶν τὴν αἴτησιν τῆς εἰρήνης. καὶ λαβὼν
τὸ ἴδιον πλῆθος ἦλθεν ἐπὶ τὴν λεγομένην χώραν τῶν Κυρηστικῶν,304
Chron
.

305

βουλόμενος καὶ τὸν ἴδιον στρατὸν ἀναπαῦσαι καὶ τοὺς πληγάτους θεραπευθῆναι. ἐλθόντος δὲ αὐτοῦ ἐν τοῖς Κυρηστικοῖς ἐν τῷ χειμῶνι, κἀκεῖ αὐτοῦ διάγοντος καὶ τὰ τοῦ πολέμου τρακταΐζοντος, συνέβη ἐξαίφνης τὴν ὄψιν αὐτοῦ εἰς τὰ ὀπίσω στραφῆναι. καὶ
5πολλῶν ἰατρῶν ἀκολουθούντων τῷ αὐτῷ βασιλεῖ καὶ μηδὲν αὐ‐ τὸν ὠφελησάντων, ἐκελεύσθησαν οἱ τῆς χώρας ἰατροὶ εἰσελθεῖν πρὸς τὸν βασιλέα, ὡς εἰδότες τοὺς ἀέρας τῆς ἑαυτῶν χώρας. ἐν οἷς εἰσῆλθε καὶ ὁ ἐπιστάτης τῶν ἁγίων Κοσμᾶ καὶ Δαμιανοῦ πρὸς τὸν βασιλέα, καὶ συνεισῆλθαν ἅμα αὐτῷ οἱ ἅγιοι. καὶ μηδὲν
10δυνηθέντων τῶν ἰατρῶν ὠφελῆσαι τὸν βασιλέα Καρῖνον, οἱ ἅγιοι Κοσμᾶς καὶ Δαμιανὸς λαθραίως διελέχθησάν τισι τῶν μεγιστά‐ νων τοῦ βασιλέως ἵνα ἰάσωνται αὐτόν. καὶ εἰσηνέχθησαν οἱ ἅγιοι τῷ βασιλεῖ ἐν νυκτὶ καὶ αὐτοὶ ἰάσαντο αὐτὸν διὰ τῆς ἰδίας προσευχῆς. καὶ ἐπίστευσεν αὐτοῖς, λέγων ὅτι Οὗτοι οἱ ἄνθρω‐
15ποι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου εἰσί. καὶ ὑγιάνας καὶ ἀποκα‐ τασταθεὶς ὡς ἦν τὸ πρῴην εἶχεν αὐτοὺς ἐν τιμῇ καὶ πάντες οἱ με‐ γιστᾶνες αὐτοῦ. παρακληθεὶς δὲ παρ’ αὐτῶν τῶν ἁγίων, ἐποίη‐ σεν εὐθέως θείαν αὐτοῦ διάταξιν εἰς πᾶσαν τὴν Ῥωμαϊκὴν πολι‐ τείαν, ὥστε μηδένα τῶν λεγομένων χριστιανῶν ὑπομεῖναί τι κα‐
20κόν, μήτε δὲ κωλύεσθαι θρησκεύειν ὡς βούλονται. Ὁ δὲ ἐπιστάτης αὐτῶν εἰσαχθεὶς ἀπὸ τῶν ἄλλων ἀξιωματι‐ κῶν ἰατρῶν τῶν ἀκολουθούντων τῷ αὐτῷ βασιλεῖ, καὶ ἑωρακὼς
τὴν πρὸς τοὺς ἁγίους ἀγάπην, ἣν εἶχεν ὁ βασιλεὺς πρὸς αὐτούς,305
Chron
.

306

φθονῶν αὐτοῖς ἐκαρτέρησε. καὶ μετὰ τὸ ἐξελθεῖν τὸν αὐτὸν βα‐ σιλέα Καρῖνον ἐκ τῶν Κυρηστικῶν εἰς τὰ Περσικὰ δόλῳ ὁ ἐπι‐ στάτης τῶν ἁγίων Κοσμᾶ καὶ Δαμιανοῦ λαβὼν αὐτοὺς μετὰ τῶν ἰδίων αὐτοῦ ἀνθρώπων ἐν τοῖς ὄρεσιν ἐκρήμνισεν αὐτούς, ὡς ὄν‐
5τας ἐκ τοῦ δόγματος τῶν χριστιανῶν, καὶ οὕτως οἱ δίκαιοι ἐτε‐ λειώθησαν. Ἐν δὲ τῷ μέσῳ χρόνῳ τοῦ πολέμου ὁ αὐτὸς Καρῖνος τελευτᾷ ἰδίῳ θανάτῳ, ὢν ἐνιαυτῶν λβʹ. Μετὰ δὲ τὴν βασιλείαν Καρίνου ἐβασίλευσε Διοκλητιανὸς
10ἔτη κʹ καὶ μῆνας θʹ. ἦν δὲ μακρός, λεπτός, ξήροψις, ὁλοπό‐ λιος τὴν κάραν καὶ τὸ γένειον, λευκὸς τῷ σώματι, γλαυκός, πα‐ χύρινος, ὑπόκυρτος, μεγαλόψυχος πάνυ καὶ φιλοκτίστης. ἀνη‐ γορεύθη δὲ βασιλεὺς ἐπὶ τῆς ὑπατείας Βάσσου καὶ Κυντιανοῦ. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἐγένετο σκότος μέγα πᾶσαν τὴν
15ἡμέραν· μετὰ δὲ τρία ἔτη τῆς βασιλείας αὐτοῦ ἐποίησε Καίσαρα τὸν υἱὸν αὐτοῦ Μαξιμιανὸν τὸν καὶ Ἑρκουλλιανόν. τῶν δὲ Περσῶν κινησάντων ὁπλισάμενος ὁ Διοκλητιανὸς ἐπεστράτευσεν ἅμα τῷ Μαξιμιανῷ. καὶ φθασάντων τῶν αὐτῶν Ἀντιόχειαν τὴν μεγάλην, ἔπεμψεν ὁ αὐτὸς Διοκλητιανὸς Μαξιμιανὸν τὸν Καί‐
20σαρα κατὰ Περσῶν καὶ ἔμεινεν ὁ αὐτὸς Διοκλητιανὸς ἐν Ἀντιο‐ χείᾳ. καὶ ἔκτισεν ἐκεῖ παλάτιον μέγα, εὑρὼν θεμελίους τεθέντας
πρῴην μὲν ὑπὸ Γαλλιηνοῦ τοῦ καὶ Λικιννιανοῦ. ἔκτισε δὲ ὁ αὐ‐306
Chron
.

307

τὸς Διοκλητιανὸς καὶ δημόσιον λουτρὸν εἰς τὴν πεδιάδα, πλησίον τοῦ παλαίου ἱππικοῦ, ὅπερ ἐκάλεσε τὸ Διοκλητιανόν. ἔκτισε δὲ καὶ ὡρεῖα λόγῳ ἀποθέτων σίτου· καὶ μέτρα δὲ σίτου πᾶσιν ἔδω‐ κε καὶ τῶν πιπρασκομένων ἄλλων πάντων διὰ τὸ μὴ ἐπηρεάζε‐
5σθαί τινα τῶν ἀγοραίων ἀπὸ τῶν στρατιωτῶν· ἔκτισε δὲ καὶ τὸ στάδιον τὸ λεγόμενον ἐν Δάφνῃ διὰ τοὺς Ὀλυμπικοὺς καὶ τοὺς λοιποὺς ἀγωνιστάς, ὥστε μὴ ἀπιέναι ἐν κοτρίγαις καὶ στεφανοῦ‐ σθαι ἐν Ἀργυρῷ ποταμῷ, ἀλλὰ μετὰ τὸ ἀγωνίσασθαι πάντας ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ ἀνιέναι αὐτοὺς ἐν τῇ λεγομένῃ Δάφνῃ, καὶ
10μὴ ἵνα τοσοῦτον διάστημα ὁδοῦ ἀπέρχωνται ἐν τῷ Ἀργυρῷ πο‐ ταμῷ ἐν κοτρίγαις τῆς Κιλικίας, καὶ οἱ Ὀλυμπικοὶ καὶ οἱ Ἀντιο‐ χεῖς ἀπιόντες κατὰ τὸ Ὀλύμπια, καθὼς καὶ ἐν τῇ θείᾳ αὐτοῦ διατάξει ἐκέλευσεν ἐν Δάφνῃ δαφνοῦσθαι τοὺς ἀγωνιζομένους ἐν τῷ ἀγῶνι τῶν Ὀλυμπίων. ἔκτισε δὲ ἐν αὐτῷ τῷ σταδίῳ Δάφνης
15ἱερὸν Ὀλυμπίου Διός, καὶ ἐν τῇ σφενδόνῃ τοῦ αὐτοῦ σταδίου ἔκτισεν ἱερὸν τῇ Νεμέσει. ἀνενέωσε δὲ καὶ τὸ τοῦ Ἀπόλλωνος ἱε‐ ρόν, κοσμήσας διαφόροις μαρμάροις. ἔκτισε δὲ καὶ τῇ Ἑκάτῃ ἱερὸν καταχθόνιον βαθμῶν τξεʹ. ἔκτισε δὲ ἐν Δάφνῃ καὶ παλά‐ τιον εἰς τὸ τοὺς ἀνιόντας βασιλεῖς ἐκεῖ καταμένειν, ἐπειδὴ πρῴην
20εἰς τὸ ἄλσος ἐποίουν παπυλεῶνας καὶ κατέμενον. ἔκτισε δὲ καὶ φαβρικὰς τρεῖς πρὸς τὸ κατασκευάζεσθαι ὅπλα τῷ στρατῷ, ἔκτισε δὲ καὶ ἐν Ἐδέσῃ φαβρικὰ διὰ τὸ τὰ ὅπλα ἐγγὺς χορηγεῖ‐
σθαι· ὡσαύτως δὲ καὶ ἐν Δαμασκῷ ἔκτισε φαβρικά, ἐννοήσας307
Chron
.

308

τὰς ἐπιδρομὰς τῶν Σαρακηνῶν. ἔκτισε δὲ καὶ ἐν Ἀντιοχείᾳ Μό‐ νηταν, ὥστε χαράσσεσθαι ἐκεῖ νομίσματα· ἦν γὰρ ἡ αὐτὴ Μό‐ νητα ἀπὸ σεισμοῦ καταστραφεῖσα· καὶ ἀνενεώθη. ἔκτισε δὲ καὶ λουτρόν, ὅπερ ἐκάλεσε συγκλητικόν, ὁμοίως δὲ καὶ ἄλλα γʹ
5λουτρά. Ὁ δὲ Καῖσαρ Μαξιμιανὸς ἀπελθὼν κατὰ Περσῶν καὶ νική‐ σας αὐτοὺς κατὰ κράτος ἐπανῆλθεν ἐν Ἀντιοχείᾳ, λαβὼν αἰχμά‐ λωτον τὴν τοῦ βασιλέως τῶν Περσῶν γυναῖκα. ἐκείνων φυγόντων μετὰ ὀλίγων ἀνδρῶν εἰς τὸ Ἰνδολίμιτον, τοῦ πλήθους αὐτῶν ἀνα‐
10λωθέντος. ἡ δὲ βασίλισσα τῶν Περσῶν Ἀρσανὴ ᾤκησεν ἐν Δά‐ φνῃ φυλαττομένη κατὰ κέλευσιν τοῦ βασιλέως Ῥωμαίων Διοκλη‐ τιανοῦ μετὰ τιμῆς ἐπὶ χρόνον. καὶ μετὰ ταῦτα πάκτων εἰρή‐ νης γενομένων ἀπεδόθη Πέρσαις τῷ ἰδίῳ αὐτῆς ἀνδρί, φυλαχθεῖ‐ σα μετὰ τιμῆς.
15 Ἐν αὐτῷ δὲ τῷ χρόνῳ δωρεαὶ παρεσχέθησαν παρὰ τοῦ βασι‐ λέως πάσῃ τῇ Ῥωμαίων πολιτείᾳ ὑπὲρ τῶν ἐπινικίων. Ἔκτισε δὲ καὶ εἰς τὰ λίμιτα κάστρα ὁ αὐτὸς Διοκλητιανὸς ἀπὸ τῆς Αἰγύπτου ἕως τῶν Περσικῶν ὅρων, τάξας ἐν αὐτοῖς στρατιώτας λιμιτανέους, προχειρισάμενος καὶ δοῦκας κατὰ ἐπαρ‐
20χίαν ἐνδοτέρω τῶν κάστρων καθέζεσθαι μετὰ πολλῆς βοηθείας πρὸς παραφυλακήν. καὶ ἀνήνεγκαν τῷ βασιλεῖ καὶ τῷ Καίσαρι στήλας ἐν τῷ λιμίτῳ τῆς Συρίας. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ ἐτυράννησαν οἱ Αἰγύπτιοι καὶ ἐφόνευ‐
σαν τοὺς ἄρχοντας αὑτῶν. καὶ ἐπεστράτευσε κατ’ αὐτῶν ὁ αὐ‐308
Chron
.

309

τὸς Διοκλητιανός, καὶ ἐπολέμησεν ἐν Ἀλεξανδρείᾳ τῇ μεγάλῃ, πο‐ λιορκήσας αὐτὴν καὶ ποιήσας φοσάτα, κόψας τὸν ἀγωγὸν καὶ στρέψας αὐτὸν ἀπὸ τοῦ λεγομένου Κανώπου καὶ παρέχοντα χρῆ‐ σιν τῇ πόλει. παραλαβὼν δὲ Ἀλεξάνδρειαν ἐνέπρησεν αὐτήν·
5εἰσῆλθε δὲ ἐν αὐτῇ ἔφιππος, τοῦ ἵππου αὐτοῦ περιπατοῦντος ἐπά‐ νω τῶν λειψάνων. ἦν δὲ κελεύσας τῷ ἐξπεδίτῳ μὴ φείσασθαι τοῦ φονεύειν, ἕως οὗ ἀνέλθῃ τὰ αἵματα τῶν σφαζομένων ἕως τὸ γόνυ τοῦ ἵππου οὗ ἐκάθητο. συνέβη δὲ κατὰ κέλευσιν θεοῦ πλη‐ σίον τῆς πόρτας εἰσελθόντος αὐτοῦ τὸν ἵππον ἐν ᾧ ἐκάθητο ὁ
10βασιλεὺς πατῆσαι λείψανον ἀνθρώπου καὶ κονδάψαντα εἰς αὐτὸ γονατίσαι καὶ αἱματωθῆναι τὸ γόνυ τοῦ ἵππου· καὶ προσεσχηκὼς ἔδωκεν ἰνδουλγεντίας, καὶ ἐπαύσαντο οἱ στρατιῶται κόπτοντες τοὺς πολίτας Ἀλεξανδρείας. καὶ ἀνέστησαν οἱ αὐτοὶ Ἀλεξανδρεῖς στή‐ λην χαλκῆν τῷ ἵππῳ ὑπὲρ εὐχαριστίας· ὅστις τόπος οὕτως ὀνο‐
15μάζεται ἕως τῆς σήμερον ὁ ἵππος Διοκλητιανοῦ. καὶ ἔκτοτε ἐχρη‐ μάτισεν ὀνομάζεσθαι πρῶτον ἔτος Ἀλεξανδρείας. ἔστιν οὖν ἐξ ἐκείνου τοῦ χρόνου ὁ χρηματισμὸς τῆς πρὸς Αἴγυπτον Ἀλεξαν‐ δρείας. Ἐπὶ δὲ τῆς βασιλείας αὐτοῦ ἀνεφάνη τις Μανιχαῖος ἐν Ῥώμῃ
20τῇ πόλει ὀνόματι Βοῦνδος· ὅστις ἀπέσχισεν ἐκ τοῦ δόγματος τῶν Μανιχαίων, παρεισαγαγὼν ἴδιον δόγμα καὶ διδάσκων ὅτι ὁ ἀγα‐ θὸς θεὸς ἐπολέμησε τῷ πονηρῷ καὶ ἐνίκησεν αὐτόν, καὶ δεῖ τὸν
νικητὴν τιμᾶν. ἀπῆλθε δὲ καὶ ἐν Περσίδι διδάσκων. ὅπερ δό‐309
Chron
.

310

γμα Μανιχαϊκὸν παρὰ Πέρσαις καλεῖται κατὰ τὴν αὐτῶν γλῶσ‐ σαν τὸ τῶν Δαρισθενῶν, ὃ ἑρμηνεύεται τὸ τοῦ ἀγαθοῦ. Ὁ δὲ αὐτὸς Διοκλητιανὸς βασιλεὺς ἐποίησε διωγμὸν χριστια‐ νῶν· καὶ ἐτιμωρήθησαν πολλοὶ μαρτυρήσαντες, ἐν οἷς ἐμαρτύ‐
5ρησε καὶ ὁ ἅγιος Μηνᾶς· καὶ αἱ ἐκκλησίαι δὲ καθῃρέθησαν, καὶ ἀπειλαὶ δὲ καὶ φόβος ἦν πολύς. Ἐν δὲ τῷ χρόνῳ τῶν Ὀλυμπίων κατέφθασεν ἐν Ἀντιοχείᾳ ὁ αὐτὸς βασιλεὺς Διοκλητιανός, ἐλθὼν ἐξ Αἰγύπτου. καὶ τοῦ Ὀλυμπικοῦ ἀγῶνος μέλλοντος ἐπιτελεῖσθαι, ἐφόρεσε τὸ σχῆμα τὸ
10τοῦ ἀλυτάρχου ὁ βασιλεὺς Διοκλητιανός. τὴν δὲ στολὴν ὁ ἀλύ‐ ταρχος ἄσπρον ὁλοσηρικὸν ἐφόρει· ὁ δὲ βασιλεὺς ἀντὶ τοῦ ἄσπρου ἐφόρεσε πορφυροῦν, τὰ δὲ ἄλλα πάντα ὡς ἦν ἔθος τῷ ἀλυτάρχῃ φορεῖν, κρατῶν τὴν ἱερὰν ῥάβδον καὶ προσκυνῶν τὸν δῆμον, ἐθεώρησε τὸν Ὀλυμπικὸν ἀγῶνα τὰς νενομισμένας πάσας ἡμέρας.
15καὶ ἐκ τῶν ἀξιωματικῶν αὐτοῦ κατήρχοντό τινες ἐν τοῖς Ὀλυμπι‐ κοῖς ἀγῶσιν ἐπιδεικνύμενοι ἀρετῆς χάριν· καὶ οἱ μὲν ἐπάλαιον, οἱ δὲ ἐπύκτευον, οἱ δὲ ἐπαγκρατίαζον, οἱ δὲ ἔτρεχον· καὶ τοῖς νι‐ κῶσι παρεῖχε σάκρας καὶ πᾶσι πολλὰ ἐφιλοτιμήσατο· καθὼς Δο‐ μετιανὸς ὁ σοφώτατος συνεγράψατο. καὶ ἀλυτάρχης ἐν Ἀντιο‐
20χείᾳ ὁ αὐτὸς Διοκλητιανὸς καὶ ἀποθέμενος τὸ βασιλικὸν σχῆμα καὶ μετὰ τὸ πληρῶσαι τὰ Ὀλύμπια οὐχ εἵλετο βασιλεῦσαι, λέ‐
γων ὅτι Ἀπεθέμην τὴν βασιλείαν καὶ ἐφόρεσα σχῆμα τοῦ ἀθα‐310
Chron
.

311

νάτου Διός. καὶ ἔκτοτε ἔμεινεν οὕτως. τελευτᾷ δὲ ἰδίῳ θανά‐ τῳ, ὢν ἐνιαυτῶν οβʹ. Μετὰ δὲ τὸ ἀποθέσθαι τὸν Διοκλητιανὸν τὴν βασιλείαν ἐβα‐ σίλευσε Μαξιμιανὸς ὁ καὶ ἐπίκλην Ἑρκούλιος ἔτη ιθʹ. καὶ ἀνελ‐
5θὼν ἐν Ῥώμῃ ἐθριάμβευσε τὴν κατὰ Περσῶν καὶ Αἰγυπτίων νί‐ κην. ἦν δὲ μακρός, εὐσθενής, μιξοπόλιος τὴν κάραν, ἁπλό‐ θριξ, τελειοπώγων, μελάγχροος, εὔρινος, εὐόφθαλμος, ἐλλόγι‐ μος. ἠγωνίσατο δὲ καὶ αὐτὸς κατὰ χριστιανῶν καὶ ἐτιμωρήσα‐ το πολλοὺς ἁγίους· ἐν οἷς ἐμαρτύρησεν ὁ ἅγιος Πανταλέων καὶ ὁ
10ἅγιος Ἡσύχιος καὶ ὁ ἅγιος Ἕρμιππος καὶ ὁ ἅγιος Ἑρμόλαος καὶ ὁ ἅγιος Ἑρμοκράτης. Καὶ πάλιν Ὀλυμπίων ἀγομένων ἐν τῇ αὐτοῦ βασιλείᾳ, ἐλθόν‐ τος αὐτοῦ ἐν τῇ ἀνατολῇ κατὰ Ἀρμενίων τυραννησάντων Ῥω‐ μαίους, νικήσας αὐτοὺς κατὰ κράτος καὶ ὑποτάξας αὐτούς, μα‐
15θὼν δὲ τὸν καιρὸν τῶν Ὀλυμπίων ὑπάρχειν, παρεγένετο ἐν Ἀν‐ τιοχείᾳ διὰ τὰς ἐπισήμους ἡμέρας τοῦ ἀγῶνος. καὶ φορέσας καὶ αὐτὸς τὸ σχῆμα τοῦ ἀλυτάρχου ἀλυτάρχησε· καὶ ἠγωνίσαντο καὶ ἐπὶ αὐτοῦ ἐκ τοῦ δήμου τέκνα συγκλητικῶν καὶ συγκλητικοὶ νεώ‐ τεροι· καὶ οἱ μὲν ἐπάλαιον, οἱ δὲ ἔτρεχον, οἱ δὲ ἐπαγκρατίαζον, οἱ
20δὲ ἡνιόχουν, οἱ δὲ ἐπύκτευον, οἱ δὲ ἐφωνάσκουν· καὶ οἱ νικῶντες ἐλάμβανον μείζους ἀξίας, οἱ δὲ προέκοπτον ἐν ταῖς στρατείαις δί‐
χα τῶν διδομένων αὐτοῖς φιλοτιμιῶν. ἀπέθετο δὲ καὶ αὐτὸς311
Chron
.

312

Μαξιμιανὸς τὴν βασιλείαν καὶ τὴν πορφύραν καὶ πᾶσαν τὴν βα‐ σιλικὴν φορεσίαν, καὶ ἐφόρεσε τὰ ἀλυταρχικά. καὶ μετὰ τὸ πλη‐ ρωθῆναι τὰς ἡμέρας τῶν Ὀλυμπίων οὐχ εἵλετο οὐδὲ αὐτὸς βασι‐ λεῦσαι, ἀλλ’ ἐπανελθὼν ἐν τῇ Ῥώμῃ ἀπετάξατο τῆς βασιλείας
5καὶ ἔμεινεν οὕτως ἕως θανάτου. καὶ μετὰ χρόνον τελευτᾷ ἰδίῳ θανάτῳ, ὢν ἐνιαυτῶν νζʹ. Καὶ μετὰ τὸ ἀποθέσθαι τὴν βασιλείαν Μαξιμιανὸν ἐβασίλευ‐ σε Μαξέντιος ὁ καὶ Γαλέριος ἔτη γʹ. ἦν κονδοειδής, πλατύς, οὐλόθριξ, λευκός, εὐπώγων, ὑπόστραβος, σιμός, ὀργίλος, ἐφί‐
10λει δὲ τὸ Βένετον μέρος. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας Ἰάμβλιχος ὁ φιλόσοφος ἐδίδα‐ σκεν, οἰκῶν ἐν Δάφνῃ ἕως τῆς τελευτῆς αὐτοῦ. Ἐν δὲ τῷ αὐτῷ χρόνῳ οἱ Πέρσαι συμμαχοῦντες Ἀρμενίοις πολεμηθεῖσιν ἅμα αὐτοῖς ἐπελθόντες ἐν τοῖς Ῥωμαϊκοῖς ἐπραίδευ‐
15σαν χώρας. καὶ ἐπεστράτευσε κατ’ αὐτῶν ὁ αὐτὸς Μαξέντιος καὶ ἐπολέμησε Πέρσαις, καὶ ἀνήλωσεν αὐτοὺς διὰ τῆς Ἀρμενίας κατελθὼν κατ’ αὐτῶν, καὶ ἀπέσπασε χώρας ἐκ τῶν Περσαρμε‐ νίων καὶ ἐποίησεν ὑπὸ Ῥωμαίους· ἥντινα ἐκάλεσε πρώτην καὶ δευτέραν Ἀρμενίαν Ῥωμαίων. ἐν τῷ δὲ εἶναι τὸν αὐτὸν Μαξέν‐
20τιον εἰς Περσαρμενίαν ἐπέῤῥιψαν οἱ Πέρσαι εἰς τὴν Ὀσδροηνὴν καὶ παρέλαβον πόλιν καὶ ἔκαυσαν καὶ ἔστρεψαν, καὶ λαβόντες πολλὴν πραῖδαν ἐξαίφνης ἀνεχώρησαν· ἐλέγετο δὲ ἡ παραλη‐
φθεῖσα ὑπ’ αὐτῶν πόλις Μαξιμιανούπολις. ὁ δὲ αὐτὸς βασιλεὺς312
Chron
.

313

Μαξέντιος ἀνήγειρεν αὐτὴν κτίσας καὶ τὰ τείχη, καὶ πολλὰ φιλο‐ τιμησάμενος τοῖς ζήσασιν ἐκούφισεν αὐτοὺς τῆς συντελείας ἐπὶ ἔτη γʹ. καὶ ἐπανελθὼν ἐν τῇ Ῥώμῃ ἀνῃρέθη, ὢν ἐνιαυτῶν νγʹ. Μετὰ δὲ τὴν βασιλείαν Μαξεντίου ἐβασίλευσε Κωνστάντιος
5ὁ Χλωρὸς ἔτη ιγʹ. ἦν δὲ μακρός, λεπτός, μιξοπόλιος, εὔχροος τὸ σῶμα καὶ τοὺς ὀφθαλμούς, εὔρινος, σπανός, ἥσυχος, με‐ γαλόψυχος. Ἐν δὲ τῇ αὐτοῦ βασιλείᾳ ἔπαθεν ὑπὸ θεομηνίας Σαλαμιὰς πόλις τῆς Κύπρου, ὑπὸ σεισμοῦ καταποντισθεῖσα εἰς τὴν θά‐
10λασσαν τὸ πολὺ αὐτῆς μέρος· τὸ δὲ λοιπὸν ἕως ἐδάφους ἔπεσεν. ἥντινα ἀνεγείρας ὁ αὐτὸς Κωνστάντιος καὶ πολλὰ πάνυ φιλοτιμη‐ σάμενος καὶ κτίσας καὶ τοῖς ζήσασι πολίταις συγχωρήσας συντε‐ λείας ἐπὶ ἔτη τέσσαρα, καὶ κτίσας διαφόροις κτίσμασι τὴν πρῴην μὲν λεγομένην Σαλαμιάδα, ἐξ ἐκείνου δὲ μετακληθεῖσαν Κων‐
15σταντίαν· ἥτις ἐστὶ νῦν μητρόπολις τῆς Κύπρου. Ἐν δὲ τῇ αὐτοῦ βασιλείᾳ ἀπέστειλε Μάξιμον τὸν καὶ Λικι‐ νιανὸν μετὰ πολλοῦ στρατοῦ ἐπὶ τὸ φυλάττειν τὰ μέρη τῆς ἀνα‐ τολῆς διὰ τοὺς Πέρσας καὶ τὰς ἐπιδρομὰς τῶν Σαρακηνῶν· ἐτά‐ ρασσον γὰρ πρῴην τὴν ἀνατολὴν ἕως Αἰγύπτου. συνέβη δὲ ἐν
20αὐτῷ τῷ χρόνῳ τὸν βασιλέα Κωνστάντιον ἀῤῥωστήσαντα ἡμέρας μʹ τελευτῆσαι· ἦν δὲ ἐνιαυτῶν ἑξήκοντα.
Μετὰ δὲ τὴν βασιλείαν Κωνσταντίου ἀνηγόρευσεν ὁ στρατὸς313
Chron
.

314

ἐν τῇ ἀνατολῇ Μάξιμον Λικινιανὸν αὐτοκράτορα. καὶ ἐάσας ἐν αὐτῇ τῇ ἀνατολῇ Φεστιανὸν ἔξαρχον μετὰ βοηθείας εἰς τὸ φυλάττειν τὴν ἀνατολὴν ἀπῆλθεν ἐν Ῥώμῃ. ἐν τῷ δὲ μέλλειν αὐτὸν ἐξιέναι ἀπὸ Ἀντιοχείας ἐθεώρησεν ἱπποδρόμιον· καὶ ὕβρι‐
5σαν αὐτὸν οἱ δῆμοι τῆς πόλεως, ὅτι οὐδὲν ἐφιλοτιμήσατο τῇ πό‐ λει ἐκεῖ ἀναγορευθεὶς βασιλεύς. καὶ ἀγανακτήσας ἐκέλευσεν ἄρ‐ μα κατ’ αὐτῶν ἐξελθεῖν· καὶ ἐτόξευσαν αὐτοὺς οἱ στρατιῶται ἐν τῷ ἱπποδρομίῳ, καὶ ἀπώλοντο χιλιάδες δύο. ὁ δὲ αὐτὸς βασι‐ λεὺς Μάξιμος ἐλθὼν ἐν τῇ Ῥώμῃ ἐβασίλευσεν ἔτη ζʹ. ἦν δὲ εὔ‐
10στηθος, μελάνθριξ, εὔθετος, δασυπώγων, εὐόφθαλμος, καμ‐ πυλόρινος, φιλοστρατιώτης, ὀργίλος, τρακταϊστής. Ἐν δὲ τῇ αὐτοῦ βασιλείᾳ ἐχαρίσατο ἐλευθερίαν τοῖς χριστια‐ νοῖς εἰς τὸ μὴ κρύπτεσθαι αὐτοὺς ἀλλὰ δημοσιεύειν. συνέβη δὲ ἐν τῷ χρόνῳ τῆς αὐτοῦ βασιλείας ἐν Ἡλιουπόλει τῆς Φοινίκης
15μαρτυρῆσαι τὸν ἅγιον Γελάσινον· ἦν γὰρ μῖμος δεύτερος καὶ εἰσῆλθεν εἰς τὸ παιγνίδιον πανδήμου ἀγομένου. καὶ πλήθους θεωροῦντος ἔβαλον αὐτὸν εἰς βοῦττιν μεγάλην βαλανείου γέμου‐ σαν ὕδατος χλιαροῦ, καταγελῶντες τοῦ χριστιανικοῦ δόγματος καὶ τοῦ ἁγίου βαπτίσματος. ὁ δὲ αὐτὸς Γελάσινος ὁ μῖμος βα‐
20πτισθεὶς καὶ ἀνελθὼν ἐκ τοῦ βοττίου καὶ φορέσας ἱμάτια λευκὰ οὐκέτι ἠνέσχετο θεατρίσαι, λέγων ἐπὶ τοῦ δήμου ὅτι Χριστιανός
εἰμι· εἶδον γὰρ δύναμιν θεοῦ φοβερὰν ἐν τῷ βαπτίζεσθαί με ἐν314
Chron
.

315

τῷ βουττίῳ καὶ χριστιανὸς ἀποθνήσκω. καὶ ἀκούσας ταῦτα ὁ δῆμος ὅλος ὁ θεωρῶν ἐν τῷ θεάτρῳ τῆς πόλεως ἐμάνη σφόδρα· καὶ ὁρμήσαντες ἐκ τῶν βάθρων εἰς τὴν θυμέλην ἐκράτησαν αὐτὸν καὶ σύραντες αὐτὸν ἔξω τοῦ θεάτρου, ὡς φορεῖ τὰ λευκὰ ἱμάτια
5αὐτοῦ, λιθοβολήσαντες ἐφόνευσαν αὐτόν, καὶ οὕτως ἐτελειώθη ὁ δίκαιος. καὶ λαβόντες τὸ λείψανον αὐτοῦ ἀπήγαγον αὐτὸ εἰς τὴν κώμην τὴν λεγομένην Μαριάμμην, ὅθεν ὑπῆρχεν, ἔξω οὖσαν Δαμασκοῦ τῆς πόλεως ἀπὸ ἑνὸς ἡμίσεος μιλίου. καὶ ἐκτίσθη αὐτῷ εὐκτήριος οἶκος.
10Ὁ δὲ βασιλεὺς Λικιννιανὸς Μάξιμος χειρουργηθεὶς τελευτᾷ,
ὢν ἐνιαυτῶν μϛʹ.315
Chron
.

316

(t1)

ΛΟΓΟΣ ΙΓʹ
t2ΧΡΟΝΩΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΒΑΣΙΛΕΩΣ.
1Μετὰ δὲ τὴν βασιλείαν Μαξίμου Λικιννίου ἐβασίλευσεν ὁ θειό‐ τατος καὶ πιστότατος, ὁ υἱὸς Κωνσταντίου τοῦ Χλωροῦ, Κων‐ σταντῖνος ὁ μέγας τῇ πρὸ ὀκτὼ καλανδῶν αὐγούστων ἐπὶ τῆς ὑπατείας Σεβήρου καὶ Μαξιμιανοῦ· καὶ ἔμεινε βασιλεύων ἔτη λβʹ.
5ἦν δὲ μακρός, πυῤῥός, μεγαλόψυχος, ἥσυχος, θεοφιλής. Ἐν δὲ τοῖς χρόνοις τῆς βασιλείας αὐτοῦ πόλεμος ἐγένετο ἐν τῇ δύσει μέγας· καὶ ἐξῆλθε κατ’ αὐτῶν ὁ θειότατος Κωνσταντῖ‐ νος, καὶ ἡττηθεὶς ἐφοσσεύετο ὑπὸ τῶν βαρβάρων. καὶ θλιβόμε‐ νος ἐν τῷ μέλλειν αὐτὸν καθεύδειν ηὔχετο ῥυσθῆναι ἀπ’ αὐτῶν·
10καὶ ἑλκυσθεὶς εἰς ὕπνον εἶδε κατ’ ὄναρ ἐν τῷ οὐρανῷ σταυρόν, ἐν ᾧ ἐπεγέγραπτο, Ἐν τούτω νίκα. καὶ ἀναγνοὺς τὸ ἐπιγεγραμ‐
μένον ἐν τῷ σταυρῷ διυπνίσθη· καὶ ἀναστὰς ἐποίησε σίγνον316
Chron
.

317

σταυροῦ, ὡς εἶδεν ἐν τῷ οὐρανῷ, καὶ προηγεῖτο αὐτοῦ. καὶ προ‐ τρεψάμενος τὸν ἴδιον στρατόν, λέγων ὅτι Νικῶμεν, καὶ ὁρμήσας καὶ συμβαλὼν τοῖς βαρβάροις, ἐνίκησε τὸν πόλεμον κατὰ κράτος, ὥστε μηδένα τῶν βαρβάρων σωθῆναι ἀλλὰ πάντας ἀπολέσθαι.
5καὶ ἐπανῆλθεν ἐν τῇ Ῥώμῃ μετὰ νίκης καὶ χαρᾶς μεγάλης, ἔχων ἔμπροσθεν αὐτοῦ τὸν σίγνον τοῦ σταυροῦ. ἐξηγεῖτο δὲ πᾶσι τὴν τοῦ ὁράματος καὶ τοῦ σίγνου τοῦ σταυροῦ δύναμιν, λέγων ὅτι Τοῦτο τὸ σημεῖόν ἐστι τοῦ θεοῦ τῶν Γαλιλαίων τῶν λεγομένων χριστιανῶν. καὶ εὐθέως τὰ ἱερὰ καὶ πάντας τοὺς ναοὺς τῶν
10Ἑλλήνων κατέστρεψε καὶ τὰς ἐκκλησίας τῶν χριστιανῶν ἀνέῳξε, πανταχοῦ σάκρας καταπέμψας ὥστε τὰς ἐκκλησίας τῶν χριστια‐ νῶν ἀνοιχθῆναι. καὶ νηστεύσας καὶ κατηχηθεὶς ἐβαπτίσθη ὑπὸ Σιλβέστρου, ἐπισκόπου Ῥώμης, αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ Ἑλένη καὶ πάντες οἱ συγγενεῖς αὐτοῦ καὶ οἱ φίλοι αὐτοῦ καὶ πλῆθος ἄλ‐
15λων πολλῶν Ῥωμαίων. καὶ ἐγένετο χριστιανὸς ὁ αὐτὸς Κων‐ σταντῖνος βασιλεύς. Καὶ ἐπεστράτευσε κατὰ Περσῶν καὶ ἐνίκησεν καὶ ἐποίησε πά‐ κτα εἰρήνης μετὰ Σαραβάρου, βασιλέως Περσῶν, τοῦ Πέρσου αἰ‐
τήσαντος εἰρήνην ἔχειν μετὰ Ῥωμαίων. ὁ δὲ αὐτὸς Κωνσταντῖ‐317
Chron
.

318

νος βασιλεὺς καὶ τὴν Εὐφρατησίαν ἐποίησεν ἐπαρχίαν, ἀπὸ Συ‐ ρίας καὶ Ὀσροηνῆς μερίσας καὶ δοὺς δίκαιον πόλεως ἐν Ἱε‐ ραπόλει. καὶ ὑποστρέψας ἦλθεν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ· καὶ ἔκτισεν ἐκεῖ τὴν μεγάλην ἐκκλησίαν, μέγιστον κτίσμα, λύσας τὸ λε‐
5γόμενον Φιλίππου βασιλέως δημόσιον· λουτρὸν γὰρ παλαιὸν ἦν καὶ τῷ χρόνῳ φθαρὲν καὶ μὴ λοῦον. ἔκτισε δὲ καὶ ξενῶνα πλησίον· ὁμοίως δὲ ἔκτισε καὶ τὴν λεγομένην Ῥουφίνου βασιλικήν· ἦν γὰρ τοῦτο ἱερὸν τοῦ Ἑρμοῦ καὶ ἔλυσεν αὐτὸ Ῥουφῖνος ὁ ἔπαρχος τῶν ἱερῶν πραιτωρίων. ἀπελθὼν δὲ μετὰ τοῦ βασιλέως ἐν τῷ πολέ‐
10μῳ ἐκελεύσθη ὑπ’ αὐτοῦ περιμεῖναι ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ· καὶ ἐπλήρωσε τὴν αὐτὴν βασιλικήν, ἐπανερχομένου τοῦ αὐτοῦ βασι‐ λέως ἐπὶ Ῥώμην. ἐν τῷ δὲ μέλλειν ἐξέρχεσθαι τὸν βασιλέα Κων‐ σταντῖνον ἀπὸ τῆς αὐτῆς Ἀντιοχείας, ἐποίησε πρῶτος αὐτὸς ἄρ‐ χοντα Ἀντιοχείας τῆς Συρίας Πλούταρχον ὀνόματι χριστιανόν·
15ὅστις καὶ εἰς τὸ κτίσμα τῆς ἐκκλησίας καὶ τῆς βασιλικῆς ἐκελεύ‐ σθη ἐργοδιωκτεῖν. ὁ δὲ αὐτὸς Πλούταρχος ἐν τῷ κτίζειν τὸν ξε‐ νῶνα εὑρηκὼς τὸ χαλκούργημα τοῦ Ποσειδῶνος τὸ ἑστὼς τετελε‐ σμένον ἕνεκεν τοῦ μὴ πάσχειν σειομένην τὴν πόλιν, ἐπάρας τοῦτο ἐχώνευσε καὶ ἐποίησεν αὐτὸ στήλην τῷ αὐτῷ Κωνσταντίνῳ τῷ
20βασιλεῖ, στήσας αὐτὴν ἔξω τοῦ πραιτωρίου αὑτοῦ, γράψας ὑπο‐ κάτω αὐτῆς, Βόνω Κωνσταντίνω. ἥτις στήλη χαλκῆ ἵσταται ἕως τῆς νῦν.
Προηγάγετο δὲ ὁ αὐτὸς βασιλεὺς ἐν τῇ αὐτῇ μεγάλῃ πόλει318
Chron
.

319

τῶν Ἀντιοχέων πρώτοις κόμητα ἀνατολῆς ἐπὶ τῆς ὑπατείας Ἴλλου καὶ Ἀλβίνου, ποιήσας αὐτῷ πραιτώριον τὸ ἱερὸν τῶν Μουσῶν, πληροῦντα τὸν τόπον ἐν τῇ ἀνατολῇ τοῦ ἐπάρχου τῶν πραιτω‐ ρίων, ὀνόματι Φηλικιανὸν χριστιανόν, χαρισάμενος τῇ αὐτῇ
5πόλει τῶν Ἀντιοχέων διὰ θείου αὐτοῦ τύπου δικαιώματα ἀξίας δευτέρου κομετάτου, τοῦ τπγʹ ἔτους χρηματίζοντος κατὰ τὴν με‐ γάλην τῶν Ἀντιοχέων πόλιν. οὐκ ἦν γὰρ πρῴην ἐν τῇ αὐτῇ με‐ γάλῃ Ἀντιοχείᾳ κόμης ἀνατολῆς ἐγκάθετος, ἀλλὰ κατὰ πόλεμον κινούμενον δηληγάτωρ ἐκάθητο ἐν Ἀντιοχείᾳ τῆς Συρίας, καὶ ὅτε
10ἐπαύθη ὁ πόλεμος, ἐκουφίζετο ὁ δηληγάτωρ. ὁ δὲ βασιλεὺς Κων‐ σταντῖνος ἐξῆλθεν ἀπὸ Ἀντιοχείας, ἐάσας Ῥουφῖνον τὸν ἔπαρχον· ὅστις Ῥουφῖνος σπουδάσας ἀνεπλήρωσε τὴν βασιλικήν· καὶ διὰ τοῦτο ἐκλήθη ἡ Ῥουφίνου. Ὁ δὲ βασιλεὺς Κωνσταντῖνος ἔπεμψε τὴν ἑαυτοῦ μητέρα τὴν
15κυρὰν Ἑλένην εἰς Ἱεροσόλυμα εἰς ἀναζήτησιν τοῦ τιμίου σταυ‐ ροῦ· ἥτις καὶ εὑροῦσα ἀνήγαγε τὸν αὐτὸν τίμιον σταυρὸν μετὰ τῶν πέντε ἥλων· καὶ ηὐξήθη ἐξ ἐκείνου τὰ τῶν χριστιανῶν πάντα. Ὁ δὲ αὐτὸς βασιλεὺς καὶ τρίτην Παλαιστίνην ἐποίησεν ἐπαρ‐
20χίαν. καὶ ἐπὶ τῆς αὐτοῦ βασιλείας ἐνεκαινίσθη τό ποτε Βυζάν‐ τιον ἐπὶ τῆς ὑπατείας Γαλλιανοῦ καὶ Συμμάχου, τοῦ αὐτοῦ δὲ βασιλέως Κωνσταντίνου ποιήσαντος πρόκεσσον ἐπὶ πολὺν χρόνον,
ἀπὸ Ῥώμης ἐλθόντος ἐν τῷ Βυζαντίῳ· ὅστις καὶ τὸ πρῴην τεῖ‐319
Chron
.

320

χος τῆς αὐτῆς πόλεως ἀνενέωσε τοῦ Βύζου καὶ προσθεὶς ἄλλο διά‐ στημα πολὺ τῷ τείχει, καὶ συνάψας τῷ παλαιῷ τείχει τῆς αὐτῆς πόλεως, ἐκέλευσεν αὐτὴν Κωνσταντινούπολιν λέγεσθαι, ἀναπλη‐ ρώσας καὶ τὸ Ἱππικὸν καὶ κοσμήσας αὐτὸ χαλκουργήμασι καὶ πάσῃ
5ἀρετῇ, κτίσας ἐν αὐτῷ καὶ κάθισμα θεωρίου βασιλικοῦ καθ’ ὁμοιότητα τοῦ ἐν Ῥώμῃ ὄντος. ἔκτισε δὲ καὶ παλάτιον μέγα καὶ εὐπρεπὲς καθ’ ὁμοιότητα ὡσαύτως τοῦ Ῥώμης πλησίον τοῦ Ἱππι‐ κοῦ, [τὴν ἄνοδον ἀπὸ τοῦ παλατίου εἰς τὸ κάθισμα τοῦ Ἱππικοῦ διὰ] τοῦ λεγομένου Κοχλίου, κτίσας καὶ φόρον μέγαν καὶ εὐπρε‐
10πῆ πάνυ, καὶ στήσας ἐν τῷ μέσῳ κίονα ὁλοπόρφυρον ἄξιον θαύ‐ ματος, καὶ ἐπάνω τοῦ αὐτοῦ κίονος ἑαυτῷ ἔστησεν ἀνδριάντα, ἔχοντα ἐν τῇ κεφαλῇ αὐτοῦ ἀκτῖνας ἑπτά· ὅπερ χαλκούργημα ἤγαγεν εἰς τὸ Ἴλιον ἑστηκός, πόλιν τῆς Φρυγίας. ὁ δὲ αὐτὸς Κωνσταντῖνος ἀφελόμενος ἀπὸ Ῥώμης κρύφα τὸ λεγόμενον Παλ‐
15λάδιον ξόανον, ἔθηκεν αὐτὸ εἰς τὸν ὑπ’ αὐτοῦ κτισθέντα φόρον ὑποκάτω τοῦ κίονος τῆς στήλης αὐτοῦ, ὥς τινες λέγουσι τῶν Βυ‐ ζαντίων ὅτι ἐκεῖ κεῖται. τὴν δὲ τύχην τῆς πόλεως τῆς ὑπ’ αὐτοῦ ἀνανεωθείσης καὶ εἰς ὄνομα αὐτοῦ κτισθείσης ποιήσας τῷ θεῷ θυσίαν ἀναίμακτον ἐκάλεσεν Ἄνθουσαν. ἥτις πόλις ἐκτίσθη ἐξ
20ἀρχῆς ὑπὸ Φιδαλίας· καὶ ἐκάλεσε τότε τὴν τύχην αὐτῆς Κη‐
ρώην. τὴν δὲ αὐτὴν Φιδαλίαν ἠγάγετο Βύζας ὁ τῆς Θρᾴκης βα‐320
Chron
.

321

σιλεὺς μετὰ τὴν τελευτὴν Βαρβυσίου τοῦ πατρὸς αὐτῆς, τοῦ το‐ πάρχου καὶ φύλακος τοῦ αὐτοῦ ἐμπορίου. ὅστις Βαρβύσιος μέλ‐ λων τελευτᾶν ἐκέλευσε τὴν Φιδαλίαν ποιῆσαι τεῖχος τῷ τόπῳ ἕως θαλάσσης. ὁ δὲ Βύζας εἰς τὸ ἑαυτοῦ ὄνομα καλέσας τὴν χώραν
5ἐβασίλευσεν ἐν τῇ αὐτῇ πόλει. Ἔκτισε δὲ δύο ἐμβόλους ἀπὸ τῆς εἰσόδου τοῦ παλατίου ἕως τοῦ αὐτοῦ φόρου εὐπρεπεῖς καὶ κεκοσμημένους ἀνδριᾶσι καὶ μαρ‐ μάροις διαφόροις, καλέσας τὸν τόπον τῶν ἐμβόλων Ῥηγίαν, κτί‐ σας ἐγγὺς καὶ βασιλικὴν καὶ ἔξω μεγάλους κίονας καὶ ἀνδριάντας,
10ἥνπερ ἐκάλεσε Σενᾶτον, κατέναντι στήσας τῇ ἰδίᾳ μητρὶ Ἑλένῃ στήλην Αὐγούστας ἐν πορφυρῷ μικρῷ κίονι, καλέσας τὸν τόπον Αὐγουστιῶνα. ὁμοίως δὲ ἀνεπλήρωσε καὶ τὸ λεγόμενον Ζεύξιπ‐ πον δημόσιον λουτρόν, κοσμήσας κίοσι καὶ μαρμάροις ποικίλοις καὶ χαλκουργήμασιν· εὗρε γὰρ αὐτὸ ἀπλήρωτον, ἀρχθὲν μὲν
15πρῴην ὑπὸ Σεβήρου βασιλέως τὸ αὐτὸ δημόσιον. ἔκτισε δὲ καὶ τὸ Ἱππικὸν καὶ ἄλλα πολλά· καὶ ὅτε πάντα ἐπλήρωσεν, ἐπετέλε‐ σεν ἱππικόν, ἐν πρώτοις θεωρήσας ἐκεῖ καὶ φορέσας τότε ἐν πρώ‐ τοις ἐν τῇ ἰδίᾳ αὐτοῦ κορυφῇ διάδημα διὰ μαργαριτῶν καὶ λί‐ θων τιμίων, βουλόμενος πληρῶσαι τὴν προφητικὴν φωνὴν τὴν
20λέγουσαν„ ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.“ οὐδεὶς γὰρ τῶν πρὸ αὐτοῦ βασιλευσάντων τοιοῦτόν τί
ποτε ἐφόρεσε. καὶ ἐπετέλεσεν ἑορτὴν μεγάλην μηνὶ μαΐῳ τῷ καὶ321
Chron
.

322

ἀρτεμισίῳ ιαʹ, ἔτους κατὰ Ἀντιόχειαν τὴν μεγάλην χρηματίζον‐ τος τοηʹ, κελεύσας διὰ θείου αὐτοῦ τύπου τῇ αὐτῇ ἡμέρᾳ ἐπιτε‐ λεῖσθαι τὴν ἑορτὴν τοῦ γενεθλίου τῆς πόλεως αὐτοῦ, καὶ ἀνοί‐ γειν τῇ αὐτῇ ιαʹ τοῦ μαΐου μηνὸς τὸ δημόσιον λουτρὸν τὸ Ζεύ‐
5ξιππον, πλησίον ὂν τοῦ Ἱππικοῦ καὶ τῆς Ῥηγίας καὶ τοῦ παλατίου, ποιήσας ἑαυτῷ ἄλλην στήλην ξοάνου κεχρυσωμένην, βαστάζου‐ σαν τῇ δεξιᾷ αὐτοῦ χειρὶ τὴν τύχην τῆς αὐτῆς πόλεως καὶ αὐτὴν κεχρυσωμένην, ἣν ἐκάλεσεν Ἄνθουσαν, κελεύσας κατὰ τὴν αὐτὴν ἡμέραν τοῦ γενεθλιακοῦ ἱππικοῦ εἰσιέναι τὴν αὐτὴν τοῦ ξοάνου
10στήλην διριγευομένην ὑπὸ τῶν στρατιωτῶν μετὰ χλαμύδων καὶ καμπαγίων, πάντων κατεχόντων κηρούς, καὶ περιέρχεσθαι τὸ σχῆ‐ μα τὸν ἄνω καμπτὸν καὶ ἔρχεσθαι εἰς τὸ σκάμμα κατέναντι τοῦ βασιλικοῦ καθίσματος, καὶ ἐγείρεσθαι τὸν κατὰ καιρὸν βασιλέα καὶ προσκυνεῖν, ὡς θεωρεῖ τὴν αὐτὴν στήλην Κωνσταντίνου καὶ
15τῆς τύχης τῆς πόλεως. καὶ πεφύλακται τοῦτο τὸ ἔθος ἕως τοῦ νῦν. Ὁ δὲ θειότατος Κωνσταντῖνος ἐν τῇ συμπληρώσει τῆς αὐτοῦ ὑπατείας ἔῤῥιψεν ἐν Κωνσταντινουπόλει χάρισμα τοῖς Βυζαντίοις καλάμων συντόμια ἄρτων ἡμερησίων διαιωνιζόντων, οὕστινας
20ἄρτους ἐκάλεσε παλατίνους διὰ τὸ ἐν τῷ παλατίῳ ῥογεύεσθαι
τοὺς αὐτοὺς ἄρτους, ἑκάστου ἄρτου ἀφορίσας οἶνον, κρέα καὶ βέ‐322
Chron
.

323

στια, ἀφορίσας πρόσοδον ὑπὲρ αὐτῶν ἐκ τῶν ἰδίων καὶ καλέσας αὐτοὺς πολιτικούς. Ὁ δὲ αὐτὸς Κωνσταντῖνος ἔμεινε βασιλεύων ἐν Κωνσταντι‐ νουπόλει, ἀφελόμενος αὐτὴν ἀπὸ τῆς Εὐρώπης ἐπαρχίας ἀπὸ
5Ἡρακλείας τῆς μητροπόλεως αὐτῆς, δοὺς αὐτῇ ἀπὸ θεοῦ δίκαιον βασιλείας, προβαλόμενος ἐν αὐτῇ ἔπαρχον πραιτωρίων καὶ ἔπαρ‐ χον πόλεως καὶ τοὺς λοιποὺς μεγάλους ἄρχοντας, χριστιανοὺς πάντας ποιήσας. καὶ ἔμεινεν ἐξ ἐκείνου εὐτυχῶς βασιλεύουσα. Ὁ δὲ αὐτὸς Κωνσταντῖνος βασιλεὺς καὶ τὴν Φρυγίαν Σαλου‐
10ταρίαν ἐποίησεν ἐπαρχίαν. ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἡ σύνο‐ δος ἐγένετο τῶν τιηʹ ἐπισκόπων κατὰ Ἀρείου περὶ τῆς πίστεως τῶν χριστιανῶν. ἐν αὐτῇ δὲ τῇ συνόδῳ ὑπῆρχε καὶ ὁ ὁσιώτα‐ τος ἐπίσκοπος Εὐσέβιος ὁ Παμφίλου ὁ χρονογράφος. Ἔπαθε δὲ ἐπὶ τῆς βασιλείας τοῦ αὐτοῦ Κωνσταντίνου ὑπὸ
15θεομηνίας Μαξιμιανούπολις τῆς Ὀσδροηνῆς τὸ δεύτερον αὐτῆς πάθος τὸ μετὰ τὸ ληφθῆναι ὑπὸ τῶν Περσῶν. καὶ ἀνήγειρεν αὐτὴν ὁ αὐτὸς βασιλεὺς Κωνσταντῖνος καὶ τὰ τείχη αὐτῆς· ἦσαν γὰρ πεσόντα· καὶ τοῖς περισωθεῖσι πολλὰ ἐχαρίσατο· καὶ μετε‐ κάλεσεν αὐτὴν εἰς τὸ ἴδιον ὄνομα Κωνσταντῖναν. ἔκτισε δὲ καὶ
20εἰς τὴν Βιθυνίαν τὴν πρῴην οὖσαν κώμην λεγομένην Σουγάν, δοὺς αὐτῇ καὶ δίκαιον πόλεως καὶ καλέσας αὐτὴν εἰς ὄνομα τῆς ἰδίας αὐτοῦ μητρὸς Ἑλενούπολιν. καὶ εἰς ὄνομα δὲ τῆς αὐτοῦ
μητρὸς ἐκάλεσε καὶ ἐπαρχίαν Ἑλενούποντον.323
Chron
.

324

Καὶ ἐν αὐτῷ τῷ χρόνῳ ὁ αὐτὸς βασιλεὺς Κωνσταντῖνος τοὺς ὄντας ἐν Κωνσταντινουπόλει τρεῖς ναοὺς ἐν τῇ πρῴην λεγομένῃ ἀκροπόλει τοῦ Ἡλίου καὶ τῆς Ἀρτέμιδος σελήνης καὶ τῆς Ἀφρο‐ δίτης ἐκέλευσεν ἀχρηματίστους τοῦ λοιποῦ διαμεῖναι.
5 Μετὰ δὲ ὀλίγον καιρὸν ἐτελεύτησεν ὁ αὐτὸς βασιλεὺς Κων‐ σταντῖνος ἐν Νικομηδείᾳ τῆς Βιθυνίας, ὡς ἔστιν ἐν προκέσσῳ, ἐν προαστείῳ τινὶ λεγομένῳ Ἀχυρῶνι πρὸ ὀλίγου διαστήματος τῆς πόλεως, ἀῤῥωστήσας ἡμέρας ἕξ, πρὸ τοῦ πληρωθῆναι τὸ κτίσμα ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ τῆς Συρίας τὸ τῆς μεγάλης ἐκκλησίας τὸ
10μέγιστον καὶ ἓν ὂν τῶν θεαμάτων. τελευτᾷ δὲ ὢν ἐνιαυτῶν ξʹ καὶ μηνῶν γʹ, ὡς ταῦτα συνεγράψατο καὶ τοὺς χρόνους πάντας τῶν προγεγραμμένων βασιλέων ὁ σοφώτατος Νεστοριανὸς ὁ χρο‐ νογράφος. Μετὰ δὲ τὴν βασιλείαν Κωνσταντίνου τοῦ μεγάλου ηὑρέθη
15βασιλεὺς ὢν ἐν Ῥώμῃ Κωνσταντῖνος ὁ υἱὸς αὐτοῦ· ὅντινα ἐν τῇ ζωῇ αὐτοῦ ἐποίησε βασιλέα Ῥώμης ἐπὶ τῆς ὑπατείας Οὔρσου καὶ
Πολυβίου.324
Chron
.

325

Ὁ δὲ αὐτὸς Κωνσταντῖνος βασιλεὺς ὁ μικρὸς ἐβασίλευσεν ἐν τῇ Ῥώμῃ ἔνη ιβʹ. ὅστις μετὰ τελευτὴν τοῦ πατρὸς ἐξῆλθεν εἰς πρόκεσσον καὶ ἐσφάγη ἐν Μοθώνῃ ὑπὸ τῶν ἀνθρώπων τοῦ ἀδελ‐ φοῦ αὐτοῦ, ὢν ἐνιαυτῶν κʹ.
5 Μετὰ δὲ τὴν βασιλείαν Κωνσταντίνου τοῦ μικροῦ ἐβασίλευ‐ σεν ἐν τῇ Ῥώμῃ Κώνστας ὁ ἀδελφὸς αὐτοῦ ἔτη ιϛʹ. ὅστις ἀῤῥω‐ στήσας ἀπὸ δυσεντερίας ἐτελεύτα, ὢν ἐνιαυτῶν κζʹ. Μετὰ δὲ τὴν βασιλείαν Κωνσταντίνου τοῦ μεγάλου ἐβασίλευ‐ σε Κωνσταντινουπόλεως Κωνστάντιος ὁ υἱὸς αὐτοῦ ὁ μικρότερος
10ἔτη λʹ. ἦν δὲ μεγαλόψυχος, ἐξακιονίτης, ὅ ἐστιν Ἀρειανός. ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἐκίνησαν οἱ Πέρσαι, ἤτοι Ἀββουραρσάκιος ὁ βασιλεύς· καὶ ἐπεστράτευσε κατ’ αὐτῶν ποιήσας Καίσαρα Ἰου‐ λιανὸν συγγενέα αὐτοῦ. Καὶ γενόμενος ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ ἐπλήρωσε τὴν μεγάλην
15ἐκκλησίαν ἐπιγράψας ταῦτα·325
Chron
.

326

Χριστῷ Κωνστάντιος ἐπέραιστον οἶκον ἔτευξεν, Οὐρανίαις ἀψῖσι πανείκελα, παμφανόωντα, Κωνσταντίου ἄνακτος ὑποδρήσσοντος ἐφετμαῖς· Γοργόνιος δὲ κόμης θαλαμηπόλον ἔργον ὕφανε.
5καὶ κατελθὼν ἐπὶ τὰ Περσικὰ ἐποίησε πάκτα εἰρήνης μετὰ Περ‐ σῶν ἐπὶ φανερὸν χρόνον, πολλῶν πεσόντων ἐξ ἀμφοτέρων ἐν τῇ συμβολῇ. καὶ ὑποστρέψας ἐποίησε τὰ ἐγκαίνια τῆς αὐτῆς μεγά‐ λης ἐκκλησίας ἐν Ἀντιοχείᾳ. καὶ ἐξελθὼν ὁ αὐτὸς Κωνστάντιος ἀπὸ Ἀντιοχείας, ἀνιὼν ἐπὶ Κωνσταντινούπολιν, ἔφθασε τὴν Κιλι‐
10κίαν· καὶ ἔκτισεν ἐκεῖ τὴν γέφυραν τοῦ Πυράμου ποταμοῦ, ἔργον μέγιστον. καὶ εἰσελθὼν ἐν Μαμψουεστίᾳ, πόλει τῆς Κιλικίας, ἀῤ‐ ῥωστήσας τελευτᾷ ἐκεῖ, ὢν ἐνιαυτῶν μʹ. Μετὰ δὲ τὴν βασιλείαν Κωνσταντίου ἐβασίλευσεν Ἰουλιανὸς ὁ παραβάτης, ὁ πρῴην γενόμενος Καῖσαρ, ὁ συγγενεὺς τοῦ αὐτοῦ
15Κωνσταντίου, ἐπὶ ὑπατείας Μαρμεντίου καὶ Νεβήτα· ὅστις ἐβα‐
σίλευσεν ἔτη βʹ. ἦν δὲ ἐλλόγιμος· ὅστις ἐκλήθη παραβάτης, διότι326
Chron
.

327

ἀρνησάμενος τὸ δόγμα τῶν αὐτοῦ προγόνων, τὸ τῶν χριστιανῶν, γέγονεν Ἕλλην. ἦν δὲ φίλος καὶ ὁμόχρονος Λιβανίου τοῦ περι‐ βοήτου σοφιστοῦ Ἀντιοχείας. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἐμαρτύρησεν ὁ ἅγιος Δομέ‐
5τιος. ἐπεστράτευσε γὰρ κατὰ Περσῶν δυνατὴν στρατείαν, καὶ κατελθὼν κατέλαβεν Ἀντιόχειαν· καὶ ἀνελθὼν ἐν τῷ ὄρει τῷ λε‐ γομένῳ Κασίῳ ἐποίησεν ἐκεῖ θυσίαν ἑκατόμβην τῷ Διὶ Κασίῳ· καὶ κατελθὼν ἐκεῖθεν καὶ ἐλθὼν εἰς Δάφνην ἐποίησε κἀκεῖ θυ‐ σίαν τῷ Ἀπόλλωνι. καὶ παρακοιμηθεὶς εἶδεν ἐν ὁράματι παῖδα
10ξανθὸν λέγοντα αὐτῷ, Ἐν Ἀσίᾳ δεῖ σε τεθνάναι. εἰσερχόμενος δὲ ἀπὸ Δάφνης ἐν Ἀντιοχείᾳ ὑπηντήθη ὑπὸ τῶν συγκλητικῶν αὐ‐ τοῦ καὶ τῶν ἀξιωματικῶν αὐτοῦ καὶ τοῦ δήμου. καὶ ἔκραξαν αὐ‐ τῷ οἱ δημόται Ἀντιοχείας ὑβριστικὰς φωνάς, ὡς χριστιανοὶ θερ‐ μοὶ ὄντες, δεδωκότες αὐτῷ ἐν ταῖς αὐτῶν φωναῖς κληδόνα μὴ
15ὑποστρέψαι. ἀπὸ δὲ τῶν πλησίον αὐτοῦ δύο κανδιδᾶτοι χρι‐ στιανοί, ὧν τὰ ὀνόματά ἐστι ταῦτα, Ἰουβεντῖνος καὶ Μαξιμιανός, ἀποσχίσαντες συνέμιξαν τοῖς ὑβρίζουσιν αὐτὸν ὄχλοις, πλέον ἀνε‐ γείροντες τὸν δῆμον εἰς ὕβρεις. καὶ ἑωρακὼς αὐτοὺς Ἰουλιανὸς ὁ βασιλεύς, ἐκέλευσεν αὐτοὺς συσχεθῆναι· καὶ εὐθέως αὐτοὺς
20ἀπεκεφάλισεν ἐν Ἀντιοχείᾳ, καὶ ἐτέθησαν τὰ λείψανα αὐτῶν ἐν τῷ μαρτυρίῳ τῷ λεγομένῳ Κοιμητηρίῳ· οὕστινας καλοῦσιν οἱ Ἀν‐ τιοχεῖς Γεντιλίους. καὶ ἀγανακτήσας κατὰ τῶν Ἀντιοχέων ἠπεί‐
λει αὐτοῖς, λέγων ὑποστρέφειν καὶ τιμωρεῖσθαι αὐτούς, ὡς μὴ327
Chron
.

328

ἔχοντας κληδόνα, εἰπὼν περὶ τῶν αὐτῶν Ἀντιοχέων λόγον, δια‐ βάλλων αὐτοὺς ὡς τυράννους. καὶ προέθηκε τὸν κατ’ αὐτῶν ῥηθέντα παρ’ αὐτοῦ λόγον ἔξω τοῦ παλατίου τῆς αὐτῆς πόλεως εἰς τὸ λεγόμενον Τετράπυλον τῶν ἐλεφάντων πλησίον τῆς Ῥηγίας.
5 Καὶ ἐξελθὼν διὰ τῶν Κυρηστικῶν ἀπῆλθε κατὰ Περσῶν· παρερχόμενος δὲ διὰ Κύρου τῆς πόλεως ἐν τῇ χώρᾳ εἶδεν ὄχλον ἑστῶτα ἐν τῷ σπηλαίῳ τοῦ ἁγίου Δομετίου καὶ ἰώμενον παρ’ αὐ‐ τοῦ. καὶ ἐρωτᾷ τινας τίς ἐστιν ἐκεῖνος ὁ συναγόμενος ὄχλος; καὶ ἔμαθεν ὅτι ἐν τῷ σπηλαίῳ τοῦ ὄρους ἐστὶ μοναχὸς καὶ πρὸς αὐτὸν
10συνάγεται ὁ ἑστὼς ὄχλος, θέλων ἰαθῆναι καὶ εὐλογηθῆναι παρ’ αὐτοῦ. καὶ ἐδήλωσε τῷ ἁγίῳ Δομετίῳ ὁ βασιλεὺς Ἰουλιανὸς διὰ ῥεφερενδαρίου χριστιανοῦ ταῦτα· Διὰ τὸ ἀρέσαι τῷ θεῷ σου εἰς τὸ σπήλαιον εἰσῆλθες· ἀνθρώποις μὴ θέλε ἀρέσκειν, ἀλλὰ ἰδίαζε. καὶ ἀντεδήλωσεν αὐτῷ ὁ ἅγιος Δομέτιος ὅτι Ὡς τῷ θεῷ ἐκδό‐
15σαντός μου τὴν ψυχὴν καὶ τὸ σῶμα ἐκ πολλοῦ χρόνου ἐν τῷ σπη‐ λαίῳ τούτῳ ἐμαυτὸν ἀπέκλεισα· τὸν δὲ πρός με ἐρχόμενον ὄχλον ἐν πίστει ἀποδιώκειν οὐ δύναμαι. καὶ ἐκέλευσεν ὁ βασιλεὺς Ἰου‐ λιανὸς ἀναφραγῆναι τὸ σπήλαιον λίθοις μεγάλοις καὶ εἶναι αὐτὸν τὸν δίκαιον ἔσω. καὶ ἐκ τούτου ἐτελειώθη ὁ ἅγιος Δομέτιος.
20Καὶ κατιὼν ὁ αὐτὸς βασιλεὺς Ἰουλιανὸς κατὰ Σαββουραρσά‐
κου, βασιλέως Περσῶν, κατέφθασεν ἐν Ἱεραπόλει· καὶ πέμψας κα‐328
Chron
.

329

τεσκεύασε πλοῖα ἐν Σαμοσάτοις, πόλει τῆς Εὐφρατησίας, τὰ μὲν διὰ ξύλων τὰ δὲ διὰ βυρσῶν, ὡς ὁ σοφώτατος Μάγνος ὁ χρονο‐ γράφος ὁ Καρηνός, ὁ συνὼν αὐτῷ Ἰουλιανῷ βασιλεῖ, συνεγράψα‐ το. ἀπὸ δὲ Ἱεραπόλεως ἐξελθὼν ἦλθεν ἐν Κάραις τῇ πόλει·
5κἀκεῖθεν εὗρε δύο ὁδούς, μίαν ἀπάγουσαν εἰς τὴν Νίσιβιν πόλιν, οὖσάν ποτε Ῥωμαίων, καὶ ἄλλην ἐπὶ τὸ Ῥωμαϊκὸν κάστρον τὸ λεγόμενον Κιρκήσιον, κείμενον εἰς τὸ μέσον τῶν δύο ποταμῶν τοῦ Εὐφράτου καὶ τοῦ Ἀββορᾶ· ὅπερ ἔκτισε Διοκλητιανός, βασι‐ λεὺς Ῥωμαίων. καὶ μερίσας τὸν στρατὸν ὁ αὐτὸς βασιλεὺς πέμ‐
10πει ἐπὶ τὴν Νίσιβιν ὁπλίτας ἄνδρας μυρίους ἑξακισχιλίους μετὰ δύο ἐξάρχων Σεβαστιανοῦ καὶ Προκοπίου. καὶ κατέφθασεν ὁ αὐτὸς Ἰουλιανὸς τὸ Κιρκήσιον κάστρον· καὶ ἐάσας καὶ ἐν τῷ Κιρκησίῳ κάστρῳ ὅσους εὗρεν ἐγκαθέτους στρατιώτας ἑξακισχι‐ λίους, προσθεὶς αὐτοῖς καὶ ἄλλους ὁπλίτας ἄνδρας τετρακισχι‐
15λίους μετὰ ἐξάρχων δύο Ἀκκαμέου καὶ Μαύρου. καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ παρῆλθε τὸν Ἀββορὰν ποταμὸν διὰ τῆς γεφύρης, τῶν πλοίων φθασάντων εἰς τὸν Εὐφράτην ποταμόν· ὧντινων πλοίων ὑπῆρχεν ὁ ἀριθμὸς χιλίων διακοσίων πεντήκοντα. καὶ συνα‐ θροίσας τὸν ἴδιον αὐτοῦ στρατόν, ἔχων μεθ’ ἑαυτοῦ Ἀνατόλιον
20μάγιστρον καὶ Σαλούστιον ἔπαρχον πραιτωρίων καὶ τοὺς στρατη‐ λάτας αὐτοῦ, ἀνελθὼν ἐν ὑψηλῷ βήματι δι’ ἑαυτοῦ προσεφώνη‐ σε τῷ στρατῷ, ἐπαινῶν αὐτοὺς καὶ προτρεπόμενος προθύμως
καὶ σωφρόνως ἀγωνίσασθαι κατὰ Περσῶν. καὶ εὐθέως ἐμβαίνειν329
Chron
.

330

εἰς τὰ πλοῖα ἐπέτρεψεν, εἰσελθὼν καὶ αὐτὸς ὁ βασιλεὺς εἰς τὸ εὐ‐ τρεπισθὲν αὐτῷ πλοῖον, καὶ προηγεῖσθαι αὐτῶν προσκουλκάτο‐ ρας προσέταξεν ἄνδρας γενναίους ἐκ τοῦ ἀριθμοῦ τῶν λαγκια‐ ρίων καὶ ματτιαρίων χιλίους πεντακοσίους, κελεύσας βαστάζε‐
5σθαι καὶ τὰ σίγνα αὐτοῦ καὶ τὸν κόμητα Λουκιανόν, ἄνδρα πο‐ λεμικώτατον, εἶναι σὺν αὐτῷ. ὅστις καὶ πολλὰ κάστρα Περσι‐ κὰ παρὰ τὸν Εὐφράτην κείμενα καὶ ἐν μέσῳ τῶν ὑδάτων ἐν νή‐ σοις ὄντα ἐπόρθησε καὶ τοὺς ἐν αὐτοῖς ὄντας Πέρσας ἀνεῖλε. Βίκτορα δὲ καὶ Δαγαλάϊφον κατέταξεν ὄπισθεν τῶν λοιπῶν
10πλοίων εἶναι καὶ φυλάττειν τὰ πλήθη. καὶ κατῆλθεν ὁ βασιλεὺς μετὰ τοῦ στρατοῦ παντὸς διὰ τῆς μεγάλης διώρυγος τοῦ Εὐφράτου τῆς μισγούσης τῷ Τίγρητι ποταμῷ· καὶ εἰσῆλθεν εἰς τὸν αὐτὸν Τίγρητα ποταμόν, ὅπου μίγνυνται οἱ δύο ποταμοὶ καὶ ἀποτελοῦ‐ σι λίμνην μεγάλην. καὶ παρέβαλεν εἰς τὰ Περσικὰ ἐν τῇ χώρᾳ
15τῶν λεγομένων Μαυζανιτῶν, πλησίον Κτησιφῶντος πόλεως, ἔνθα ὑπῆρχε τὸ Περσικὸν βασίλειον· καὶ ἐπικρατὴς γενόμενος Ἰουλια‐ νὸς ὁ βασιλεὺς ἐσκήνωσεν ἐν τῇ πεδιάδι τῆς αὐτῆς πόλεως Κτησι‐ φῶντος, βουλόμενος μετὰ τῆς ἰδίας συγκλήτου καὶ ἕως Βαβυλῶ‐ νος εἰσελθεῖν καὶ παραλαβεῖν τὰ ἐκεῖσε.
20 Ὁ δὲ βασιλεὺς Σαββουραρσάκιος ὑπονοήσας ὅτι διὰ τῆς Νι‐ σίβεως ἤρχετο ὁ βασιλεὺς Ῥωμαίων Ἰουλιανός, ὥρμησε κατ’ αὐτοῦ
μετὰ τοῦ πλήθους αὐτοῦ παντός. ἀπαγγελθέντος δὲ αὐτῷ ὅτι330
Chron
.

331

ὄπισθεν αὐτοῦ ἐστιν ὁ βασιλεὺς Ῥωμαίων Ἰουλιανὸς παραλαβὼν τὰ Περσικὰ μέρη, καὶ ὅτι ἔμπροσθεν αὐτῷ ἀπαντῶσιν οἱ στρατη‐ γοὶ τῶν Ῥωμαίων καὶ πλήθη πολλά, καὶ γνοὺς ὅτι ἐμεσάσθη, φεύ‐ γει ἐπὶ τὴν Περσαρμενίαν, δόλῳ πέμψας δύο συγκλητικοὺς αὐ‐
5τοῦ καὶ αὐτοὺς κατὰ ἰδίαν βούλησιν ῥινοτομήσας πρὸς Ἰουλια‐ νὸν τὸν βασιλέα Ῥωμαίων, ἵνα πλανήσωσιν αὐτόν, πρὸς τὸ μὴ κα‐ ταδιωχθέντα αὐτὸν φθασθῆναι. οἱ δὲ ῥινοτομηθέντες Πέρσες ἦλθον πρὸς τὸν βασιλέα Ῥωμαίων προδοῦναι, φησίν, θέλοντες τὸν βασιλέα Περσῶν, ὡς τιμωρησάμενον αὐτούς. ἀπατηθεὶς δὲ παρ’
10αὐτῶν ἐπομνυμένων ὁ αὐτὸς βασιλεὺς Ἰουλιανὸς ἠκολούθησεν αὐτοῖς μετὰ τοῦ ἰδίου στρατεύματος· καὶ ἀπήγαγον αὐτὸν εἰς τὴν ἔρημον καὶ ἄνυδρον ἐπὶ μίλια ρνʹ, πλανήσαντες αὐτούς, τῇ εἰκάδι πέμπτῃ τοῦ δαισίου τοῦ καὶ ἰουνίου μηνός. καὶ εὑρὼν ἐκεῖ τείχη παλαιὰ πεπτωκότα πόλεως λεγομένης Βουβίων, καὶ ἄλλο δὲ
15χωρίον, ἑστώτων μὲν τῶν οἰκημάτων, ἔρημον δὲ ἦν, ὅπερ ἐλέγετο Ἀσία· ἔνθα ἐλθὼν ὁ βασιλεὺς Ἰουλιανὸς καὶ ὁ πᾶς στρατὸς τῶν Ῥωμαίων ἐκεῖ ἐσκήνωσεν. ἐν αὐτοῖς δὲ τοῖς τόποις γενόμενοι ἐλίποντο τροφῶν καὶ οὐδὲ τοῖς ἀλόγοις ὑπῆρχε βοτάνη· ἦν γὰρ ἐρημία· καὶ γνοὺς ὁ πᾶς στρατὸς Ῥωμαίων ὅτι ἀπατηθεὶς ὁ βα‐
20σιλεὺς ἐπλάνησεν αὐτοὺς καὶ εἰς ἐρήμους ἤγαγε τόπους, εἰς πολ‐ λὴν ἀταξίαν ἐτράπησαν. τῇ δὲ ἑξῆς ἡμέρᾳ μηνὶ ἰουνίῳ κϛʹ, ἀγα‐ γὼν τοὺς πλανήσαντας αὐτὸν Πέρσας ἐξήτασεν αὐτούς· καὶ ὡμο‐
λόγησαν λέγοντες ὅτι ὑπὲρ πατρίδος καὶ τοῦ βασιλέως ἡμῶν, ἵνα331
Chron
.

332

σωθῇ, ἐδώκαμεν ἡμᾶς ἑαυτοὺς εἰς θάνατον καὶ ἐπλανήσαμεν ὑμᾶς· ἰδοὺ οἱ δοῦλοί σου ἀπεθάνομεν. καὶ ἀπεδέξατο αὐτούς, μὴ φο‐ νεύσας αὐτούς, ἀλλὰ δοὺς λόγον αὐτοῖς, ἵνα ἐκβάλωσι τὸν στρα‐ τὸν ἐκ τῆς ἐρήμου χώρας.
5 Καὶ περὶ ὥραν δευτέραν τῆς αὐτῆς ἡμέρας ὁ βασιλεὺς Ἰου‐ λιανὸς παριὼν τὸ στράτευμα καὶ δυσωπῶν αὐτοὺς μὴ ἀτάκτως φέρεσθαι ἐτρώθη ἀδήλως· καὶ εἰσελθὼν εἰς τὸν ἴδιον παπυλεῶ‐ να διὰ τῆς νυκτὸς τελευτᾷ, ὡς ὁ προγεγραμμένος Μάγνος ἐξέ‐ θετο. Εὐτυχιανὸς δὲ ὁ χρονογράφος ὁ Καππάδοξ, στρατιώτης
10ὢν καὶ βικάριος τοῦ ἰδίου ἀριθμοῦ τῶν Πριμοαρμενιακῶν, πα‐ ρὼν καὶ αὐτὸς ἐν τῷ πολέμῳ, συνεγράψατο ὅτι κατελθὼν ὁ αὐτὸς βασιλεὺς Ἰουλιανὸς μονὰς ιεʹ ἐπὶ τὰ Περσικὰ μέρη διὰ τοῦ Εὐ‐ φράτου εἰσῆλθε καὶ ἐπικρατὴς γενόμενος καὶ νικήσας πάντας πα‐ ρέλαβεν ἕως πόλεως λεγομένης Κτησιφῶντος, ἔνθα ὁ βασιλεὺς
15Περσῶν ἐκάθητο, ἐκείνου φυγόντος ἐπὶ τὰ μέρη τῶν Περσαρμε‐ νίων, καὶ βουλομένου μετὰ τῆς ἰδίας συγκλήτου καὶ τοῦ στρα‐ τοῦ αὐτοῦ ἄχρι τῆς Βαβυλῶνος τῇ ἑξῆς ὁρμῆσαι καὶ ταύτην παραλαβεῖν διὰ τῆς νυκτός. καὶ ὡς καθεύδει, εἶδεν ἐν ὁράματί τινα τέλειον ἄνδρα ἐνδεδυμένον ζάβαν καὶ εἰσελθόντα πρὸς αὐτὸν
20εἰς τὸν παπυλεῶνα αὐτοῦ πλησίον τῆς πόλεως Κτησιφῶντος ἐν πόλει λεγομένῃ Ἀσίᾳ καὶ κρούσαντα αὐτὸν λόγχῃ· καὶ πτοηθεὶς ἐξυπνίσθη κράξας· καὶ ἐξανέστησαν οἱ κουβικουλάριοι εὐνοῦχοι καὶ σπαθάριοι καὶ ὁ στρατὸς ὁ φυλάττων τὸν παπυλεῶνα, καὶ
εἰσελθόντες πρὸς αὐτὸν μετὰ λαμπάδων βασιλικῶν· καὶ προσε‐332
Chron
.

333

σχηκὼς Ἰουλιανὸς ὁ βασιλεὺς ἑαυτὸν σφαγέντα κατὰ τῆς μασχά‐ λης ἐπηρώτησεν αὐτούς, Πῶς λέγεται ἡ κώμη ὅπου ἐστὶν ὁ πα‐ πυλεών μου; καὶ εἶπον αὐτῷ ὅτι Ἀσία λέγεται. καὶ εὐθέως ἔκραξεν, Ὦ Ἥλιε, ἀπώλεσας Ἰουλιανόν. καὶ ἐκχυθεὶς τὸ αἷμα
5παρέδωκε τὴν ψυχὴν ὥραν νυκτερινὴν πέμπτην ἔτους κατὰ Ἀν‐ τιόχειαν τὴν μεγάλην χρηματίζοντος υιαʹ. Καὶ εὐθέως ὁ στρατὸς πρὸ τοῦ γνῶναι τοὺς πολεμίους Πέρ‐ σας ἀπῆλθον εἰς τὸν παπυλεῶνα Ἰοβιανοῦ, κόμητος τῶν δομε‐ στίκων καὶ στρατηλάτου τὴν ἀξίαν ἔχοντος· καὶ ἀγνοοῦντα ἤγα‐
10γον αὐτὸν εἰς τὸν βασιλικὸν παπυλεῶνα, ὡς δῆθεν τοῦ βασιλέως Ἰουλιανοῦ ζητήσαντος αὐτόν. καὶ ὅτε εἰσῆλθεν εἰς τὸν παπυ‐ λεῶνα, συσχόντες αὐτὸν ἀνηγόρευσαν βασιλέα τῇ κζʹ τοῦ δαισίου τοῦ καὶ ἰουνίου μηνός, πρὸ τοῦ διαφαῦσαι. τὸ δὲ πλῆθος τοῦ στρατοῦ τὸ ἐπὶ Κτησιφῶντα καὶ τὸ ἀπὸ πολλοῦ διαστήματος
15ἀπληκεῦον οὐκ ἔγνω τὰ συμβάντα ἕως ἀνατολῆς ἡλίου, ὡς ἀπὸ διαστήματος ὄντες. ἐτελεύτα οὖν ὁ αὐτὸς Ἰουλιανὸς βασιλεὺς ὢν ἐνιαυτῶν λγʹ. Ἐν αὐτῇ δὲ τῇ νυκτὶ εἶδεν ἐν ὁράματι καὶ ὁ ὁσιώτατος ἐπί‐ σκοπος Βασίλειος ὁ Καισαρείας Καππαδοκίας τοὺς οὐρανοὺς
20ἠνεῳγμένους καὶ τὸν σωτῆρα Χριστὸν ἐπὶ θρόνου καθήμενον καὶ εἰπόντα κραυγῇ, Μερκούριε, ἀπελθὼν φόνευσον Ἰουλιανὸν τὸν βασιλέα τὸν κατὰ τῶν χριστιανῶν. ὁ δὲ ἅγιος Μερκούριος ἑστὼς
ἔμπροσθεν τοῦ κυρίου ἐφόρει θώρακα σιδηροῦν ἀποστίλβοντα·333
Chron
.

334

καὶ ἀκούσας τὴν κέλευσιν ἀφανὴς ἐγένετο. καὶ πάλιν εὑρέθη ἑστὼς ἔμπροσθεν τοῦ κυρίου καὶ ἔκραξεν, Ἰουλιανὸς ὁ βασιλεὺς σφαγεὶς ἀπέθανεν, ὡς ἐκέλευσας, κύριε. καὶ πτοηθεὶς ἐκ τῆς κραυ‐ γῆς ὁ ἐπίσκοπος Βασίλειος διυπνίσθη τεταραγμένος. ἐτίμα γὰρ
5αὐτὸν Ἰουλιανὸς ὁ βασιλεὺς καὶ ὡς ἐλλόγιμον καὶ ὡς συμπράκτο‐ ρα αὐτοῦ, καὶ ἔγραφεν αὐτῷ συχνῶς. καὶ κατελθὼν ὁ ἅγιος Βασίλειος διὰ τὰ ἑωθινὰ εἰς τὴν ἐκκλησίαν, καλέσας πάντα τὸν κλῆρον αὐτοῦ εἶπεν αὐτοῖς τὸ τοῦ ὁράματος μυστήριον, καὶ ὅτι ἐσφάγη Ἰουλιανὸς ὁ βασιλεὺς καὶ τελευτᾷ ἐν τῇ νυκτὶ ταύτῃ. καὶ
10πάντες παρεκάλουν αὐτὸν σιγᾶν καὶ μηδενὶ λέγειν τι τοιοῦτον. ὁ δὲ σοφώτατος Εὐτρόπιος ὁ χρονογράφος ἔν τισι τούτων οὐχ ὡμο‐ φώνησεν ἐν τῇ αὐτοῦ συγγραφῇ. Μετὰ δὲ τὴν βασιλείαν Ἰουλιανοῦ τοῦ παραβάτου ἐβασίλευ‐ σεν Ἰουβιανὸς ὁ υἱὸς Οὐρανιανοῦ, στεφθεὶς ὑπὸ τοῦ στρατοῦ ἐκεῖ
15ὑπὸ τὰ Περσικὰ μέρη ἐπὶ τῆς ὑπατείας Σαλουστίου· ἦν δὲ χρι‐ στιανὸς πάνυ· ἐβασίλευσε δὲ μῆνας ζʹ. Ἢ μόνον δὲ ἐβασίλευσε, προσεφώνησε παντὶ τῷ στρατῷ καὶ τοῖς μετ’ αὐτοῦ συγκλητικοῖς δι’ ἑαυτοῦ κράξας, Εἰ θέλετέ με
βασιλεύειν ὑμῶν, ἵνα πάντες χριστιανοί ἐστε. καὶ εὐφήμησαν αὐ‐334
Chron
.

335

τὸν ἅπας ὁ στρατὸς καὶ οἱ συγκλητικοί. καὶ ἐξελθὼν ὁ αὐτὸς Ἰοβιανὸς ἅμα τῷ στρατῷ ἐκ τῆς ἐρήμου εἰς τὴν εὐθαλῆ γῆν τὴν Περσικὴν ἐμερίμνα πῶς ἂν ἐξέλθοι ἐκ τῶν Περσικῶν μερῶν. ὁ δὲ βασιλεὺς Περσῶν Σαββουραρσάκιος μαθὼν τὴν τοῦ βασιλέως
5Ἰουλιανοῦ τελευτήν, φόβῳ πολλῷ συνεχόμενος ἐκ τῆς Περσαρμε‐ νίας χώρας πρεσβευτὴν ἐξέπεμψεν, αἰτῶν περὶ εἰρήνης καὶ δεό‐ μενος ἕνα τῶν μεγιστάνων αὐτοῦ ὀνόματι Σουῤῥαεινᾶν πρὸς τὸν βασιλέα Ῥωμαίων· ὅντινα ἐδέξατο ἀσμένως ὁ θειότατος Ἰο‐ βιανὸς βασιλεὺς καὶ ἐπένευσε δέχεσθαι τὴν πρεσβείαν τῆς εἰρή‐
10νης, εἰρηκὼς πέμπειν καὶ αὐτὸς πρεσβευτὴν πρὸς τὸν βασιλέα Περσῶν. [ἀκούσας δὲ τοῦτο Σουῤῥαεινᾶς πρεσβευτὴς Περσῶν] ᾔτησε τὸν βασιλέα Ἰοβιανὸν τυπῶσαι εὐθὺς καὶ παραχρῆμα εἰρή‐ νης πάκτα. καὶ ἀφορίσας συγκλητικὸν αὐτοῦ τὸν πατρίκιον Ἀρίν‐ θεον δέδωκεν αὐτῷ τὸ πᾶν, συνταξάμενος ἐμμένειν τοῖς παρ’
15αὐτοῦ δοκιμαζομένοις, ἤτοι τυπουμένοις, οἷα τοῦ βασιλέως αὐτοῦ ὑπερηφανοῦντος, μετὰ τοῦ συγκλητικοῦ, ἤτοι πρεσβευτοῦ Περσῶν, ποιῆσαι εἰρήνης πάκτα, καὶ παρασχόντος ἔνδοσιν τοῦ πολέμου
ἡμέρας τρεῖς ἐν τῇ περὶ τῆς εἰρήνης βουλῇ. καὶ ἐτυπώθη μετα‐335
Chron
.

336

ξὺ τοῦ πατρικίου Ἀρινθέου τοῦ Ῥωμαίου καὶ Σουῤῥαεινᾶ, συγκλη‐ τικοῦ καὶ πρεσβευτοῦ Περσῶν, δοῦναι Ῥωμαίους Πέρσαις πᾶσαν τὴν ἐπαρχίαν τὴν λεγομένην Μυγδονίαν καὶ τὴν μητρόπολιν αὐ‐ τῆς τὴν λεγομένην Νιζτίβιος γυμνὴν σὺν τείχεσι μόνοις ἄνευ ἀν‐
5δρῶν τῶν οἰκούντων αὐτήν. καὶ τούτου στηριχθέντος καὶ εἰρή‐ νης ἐγγράφου γενομένης, ἔλαβε μεθ’ ἑαυτοῦ ὁ βασιλεὺς Ἰοβιανὸς ἕνα τῶν σατραπῶν Πέρσην ὄντα μετὰ τοῦ πρεσβευτοῦ ὀνόματι Ἰούνιον εἰς τὸ διασῶσαι αὐτὸν καὶ τὰ ἐξπέδιτα αὐτοῦ ἐκ τῆς Περσικῆς χώρας καὶ παραλαβεῖν τὴν ἐπαρχίαν καὶ τὴν μητρόπο‐
10λιν αὐτῆς. Καὶ καταφθάσας ὁ βασιλεὺς Ἰοβιανὸς τὸ Νιζτίβιος πόλιν οὐκ εἰσῆλθεν ἐν αὐτῇ, ἀλλ’ ἔξω τῶν τειχέων κατεσκήνωσεν. ὁ δὲ Ἰούνιος ὁ τῶν Περσῶν σατράπης εἰσελθὼν εἰς τὴν πόλιν κατὰ κέλευσιν τοῦ βασιλέως, εἰς ἕνα τῶν πύργων σημεῖον Περσικὸν
15ἔθηκε, τοῦ βασιλέως Ῥωμαίων κελεύσαντος τοὺς πολίτας πάν‐ τας σὺν πᾶσι τοῖς διαφέρουσιν αὐτοῖς ἕως ἑνὸς ἐξελθεῖν. καὶ ἐξελθὼν πρὸς αὐτὸν Σιλουανὸς κόμης τῇ ἀξίᾳ καὶ πολιτευόμενος τῆς αὐτῆς πόλεως προσέπεσεν αὐτῷ τῷ βασιλεῖ δεόμενος αὐτοῦ μὴ προδοῦναι τὴν πόλιν Πέρσαις· καὶ οὐκ ἔπεισεν αὐτόν. ὀμω‐
20μοκέναι γάρ, φησίν, ἔφασκε καὶ μὴ βούλεσθαι δόξαν ἐπίορκον παρὰ πᾶσιν ἔχειν. καὶ τειχίσας πόλιν ἔξω τοῦ τείχους τῆς πόλεως
Ἀμίδης, καλέσας τὴν κώμην Νισίβεως, ἐκεῖ πάντας τοὺς ἐκ τῆς336
Chron
.

337

Μυγδονίας χώρας οἰκεῖν ἐποίησε καὶ Σιλουανὸν τὸν πολιτευό‐ μενον. Καὶ περάσας ἐπὶ τὴν Μεσοποταμίαν εὐθέως πάντα τὰ χρι‐ στιανῶν ἀνήγειρε καὶ χριστιανοῖς ἐνεχείριζε τὰ πράγματα καὶ ἄρ‐
5χοντας χριστιανοὺς εἰς τὴν ἀνατολὴν πᾶσαν προηγάγετο καὶ ἐξάρ‐ χους. καὶ ἀπολιπὼν τὴν ἀνατολὴν ὁ αὐτὸς βασιλεὺς Ἰοβιανὸς μετὰ τὸ ποιῆσαι πάκτα εἰρήνης μετὰ Περσῶν πρὸς ὀλίγον χρόνον ἐξώρμησεν ἐπὶ Κωνσταντινούπολιν σπουδαίως μετὰ τοῦ αὐτοῦ στρατοῦ διὰ τὸν χειμῶνα· ἦν γὰρ βαρύς. καὶ ἐν τῷ ἀνιέναι αὐ‐
10τὸν κατέφθασε τὴν Γαλατῶν χώραν· καὶ τελευτᾷ ἰδίῳ θανάτῳ ἐν κώμῃ λεγομένῃ Δαδάστανα, ὢν ἐνιαυτῶν ξʹ. Μετὰ δὲ τὴν βασιλείαν Ἰοβιανοῦ ἐβασίλευσε Βαλεντινιανὸς ἐν Νικαίᾳ πόλει ὁ ἀπότομος ἔτη ιϛʹ. ἦν δὲ χριστιανός. οὗτος δὲ ὑπὸ τῆς συγκλήτου προήχθη καὶ ἐστέφθη βασιλεὺς ὑπὸ Σα‐
15λουστίου τοῦ ἐπάρχου τῶν πραιτωρίων, ἐπιλεξαμένου αὐτὸν καὶ καταναγκάσαντος αὐτὸν βασιλεῦσαι. τὸν γὰρ αὐτὸν βασιλέα Βα‐ λεντινιανὸν Ἰουλιανὸς ὁ βασιλεὺς ὁ παραβάτης, ὡς χριστιανὸν πά‐ νυ, ἔπεμψεν εἰς Σαλαβρίαν, ποιήσας τριβοῦνον ἀριθμοῦ· ἔγνω γὰρ
ἐν ὁράματι ὅτι μετ’ αὐτὸν αὐτὸς βασιλεύει. ὁ δὲ ἔπαρχος Σα‐337
Chron
.

338

λούστιος πέμψας ἤνεγκεν αὐτὸν ἀπὸ Σαλαμβρίας, καὶ εἶπε τῷ στρατῷ ὅτι οὐδεὶς ποιεῖ βασιλέα Ῥωμαίων ὡς οὗτος. Ἢ μόνον δὲ ἐβασίλευσεν, εὐθέως διεδέξατο τὸν αὐτὸν ἔπαρ‐ χον Σαλούστιον, καὶ ὑπὸ ἐγγύας ποιήσας ἔθηκε πρόθεμα κατ’
5αὐτοῦ, ἵνα εἴ τις ἠδικήθη τι παρ’ αὐτοῦ, προσέλθῃ τῷ βασιλεῖ. καὶ οὐδεὶς προσῆλθε κατὰ Σαλουστίου· ἦν γὰρ ἁγνότατος. Ὁ δὲ αὐτὸς βασιλεὺς Βαλεντινιανὸς ἔκτισεν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ πολλά. ἐπεστράτευσε δὲ κατὰ Περσῶν, πέμψας τὸν ἴδιον αὐτοῦ ἀδελφὸν Βάλεντα, ποιήσας αὐτὸν Καίσαρα, μηνὶ ἀπριλλίῳ
10πρώτῃ· καὶ οὐκ ἐπολέμησεν ὁ αὐτὸς Βάλης, ἀλλὰ κατελθὼν ἐποίησεν εἰρήνης πάκτα· εἶχε γὰρ πᾶσαν ἐξουσίαν εἰς πρόσωπον τοῦ ἰδίου ἀδελφοῦ· κατελθόντων Περσῶν καὶ αἰτησάντων εἰ‐ ρήνην. Γενόμενος οὖν ὁ αὐτὸς Βάλης ἐν Ἀντιοχείᾳ τῆς Συρίας μετὰ
15τοῦ πλήθους τῆς στρατιωτικῆς δυνάμεως μηνὶ νοεμβρίῳ δεκάτῃ, ἰνδικτιῶνι ιδʹ, διέσυρεν ἐκεῖ ἕνεκεν τοῦ ποιῆσαι μετὰ Περσῶν τὰ πάκτα τῆς εἰρήνης· καὶ ἐποίησε τὰ πάκτα ἐπὶ ἔτη ἑπτά, τῶν Περ‐ σῶν αἰτησάντων εἰρήνην καὶ παραχωρησάντων τὸ ἥμισυ τοῦ Νι‐ ζτίβιος. καὶ ἔκτισεν ἐν τῇ αὐτῇ Ἀντιοχέων πόλει, τερφθεὶς τῆς
20τοποθεσίας καὶ τῶν ἀέρων καὶ τῶν ὑδάτων, πρῶτον τὸν φόρον, ἐπιβαλόμενος μέγα κτίσμα, λύσας τὴν βασιλικὴν τὴν λεγομένην πρῴην τὸ Καισάριον, τὴν οὖσαν πλησίον τοῦ ὡρολογίου καὶ τοῦ
Κομμοδίου δημοσίου, τοῦ νυνὶ ὄντος πραιτωρίου ὑπατικοῦ Συ‐338
Chron
.

339

ρίας ἄρχοντος, ἕως τοῦ λεγομένου Πλεθρίου, καὶ τὴν κόγχην ἀνα‐ νεώσας αὐτῆς καὶ εἰλήσας ἁψῖδας ἐπάνω τοῦ λεγομένου Παρμε‐ νίου χειμάῤῥου ποταμοῦ, κατερχομένου ἀπὸ τοῦ ὄρους κατὰ μέ‐ σον τῆς πόλεως Ἀντιοχείας. καὶ ποιήσας ἄλλην βασιλικὴν κατέ‐
5ναντι τοῦ Κομμοδίου καὶ κοσμήσας τὰς τέσσαρας βασιλικὰς κίοσι μεγάλοις Σαλωνιτικοῖς, καλαθώσας δὲ τὰς ὑποροφώσεις καὶ καλ‐ λωπίσας γραφαῖς καὶ μαρμάροις διαφόροις καὶ μουσώσει, μαρ‐ μαρώσας δὲ ἐπάνω τῶν εἰλημάτων τοῦ χειμάῤῥου πᾶν τὸ μέσαυ‐ λον ἐπλήρωσε τὸν φόρον αὐτοῦ, καὶ ταῖς τέτρασι βασιλικαῖς δια‐
10φόρους ἀρετὰς χαρισάμενος καὶ ἀνδριάντας στήσας, ἐν δὲ τῷ μέσῳ στήσας μεγάλην πάνυ κίονα, ἔχουσαν στήλην Βαλεντινιανοῦ βασιλέως, ἀδελφοῦ αὐτοῦ· καὶ στήλην δὲ μαρμαρίνην ἐν τῷ Σηνά‐ τῳ τῆς Κόγχης καὶ ἐν τῷ μέσῳ τῆς ἐν τῇ Κόγχῃ βασιλικῆς ἄλλην στήλην διὰ τιμίου λίθου ἀνέθηκε καθεζομένην τῷ αὐτῷ θειο‐
15τάτῳ βασιλεῖ Βαλεντινιανῷ. ἔκτισε δὲ καὶ τὰς δύο σφενδόνας τοῦ Κυνηγίου, εἰλήσας αὐτὰς καὶ πληρώσας βάθρων, ἐπειδὴ πρῴην μονομαχεῖον ἦν. ἔκτισε δὲ καὶ τὸ δημόσιον λουτρὸν πλη‐ σίον τοῦ Ἱππικοῦ. ἔκτισε δὲ καὶ ἄλλα πολλὰ θαυμαστὰ ἔργα ἐν τῇ αὐτῇ πόλει.
20 Ὁ δὲ θειότατος βασιλεὺς Βαλεντινιανὸς πολλοὺς συγκλητι‐ κοὺς καὶ ἄρχοντας ἐπαρχιῶν ἐφόνευσεν, ὡς ἀδικοῦντας καὶ κλέ‐
πτοντας καὶ ἁρπάζοντας. τὸν δὲ πραιπόσιτον τοῦ παλατίου αὐ‐339
Chron
.

340

τοῦ ὀνόματι Ῥοδανόν, ἄνδρα δυνατώτατον καὶ εὔπορον καὶ διοι‐ κοῦντα τὸ παλάτιον, ὡς πρῶτον ὄντα ἀρχιευνοῦχον καὶ ἐν μεγά‐ λῃ τιμῇ ὄντα, ζῶντα ἔκαυσεν εἰς τὴν σφενδόνην τοῦ Ἱππικοῦ φρυ‐ γάνοις, ὡς θεωρεῖ τὸ ἱππικὸν ὁ αὐτὸς βασιλεὺς Βαλεντινιανός.
5ὁ γὰρ πραιπόσιτος αὐτοῦ Ῥοδανὸς ἥρπασεν οὐσίαν ἀπό τινος χή‐ ρας γυναικὸς καλουμένης Βερονίκης, πλέξας αὐτῇ, ὡς ἐν δυνάμει ὤν· καὶ προσῆλθεν ἐκείνη τῷ αὐτῷ Βαλεντινιανῷ βασιλεῖ. ἢ μόνον δὲ ἐβασίλευσε, κατ’ αὐτοῦ ἔδωκεν αὐτοῖς δικαστὴν τὸν πα‐ τρίκιον Σαλούστιον· ὅστις κατέκρινε τὸν αὐτὸν πραιπόσιτον Ῥο‐
10δανόν. καὶ μαθὼν ὁ αὐτὸς βασιλεὺς τὸν ὅρον παρὰ τοῦ πατρι‐ κίου Σαλουστίου, ἐκέλευσε τῷ αὐτῷ πραιποσίτῳ ἀναδοῦναι τῇ χήρᾳ ἅπερ ἥρπασε παρ’ αὐτῆς. καὶ οὐκ ἐπείσθη ὁ αὐτὸς Ῥοδα‐ νὸς καὶ ἀνέδωκεν αὐτῇ, ἀλλ’ ἐξεκαλέσατο τὸν πατρίκιον Σαλού‐ στιον. καὶ ἀγανακτήσας ὁ αὐτὸς βασιλεὺς ἐκέλευσε τῇ αὐτῇ γυ‐
15ναικὶ προσελθεῖν αὐτῷ, ὡς θεωρεῖ τὸ ἱππικόν· καὶ προσῆλθεν αὐτῷ ἡ γυνὴ τῷ πέμπτῳ βαΐῳ πρωίας. καὶ ὡς ἵσταται ἔγγιστα αὐτοῦ εἰς τὰ δεξιὰ ὁ αὐτὸς Ῥοδανὸς πραιπόσιτος, ἐκέλευσεν ὁ αὐτὸς βασιλεύς, καὶ κατεσχέθη ἀπὸ τοῦ καθίσματος ἐπὶ πάσης τῆς πόλεως, καὶ ἀπηνέχθη εἰς τὴν σφενδόνην τοῦ Ἱππικοῦ καὶ
20ἐκαύθη. καὶ ἐχαρίσατο τῇ αὐτῇ χήρᾳ γυναικὶ ὁ αὐτὸς βασιλεὺς Βαλεντινιανὸς πᾶσαν τὴν περιουσίαν τοῦ αὐτοῦ πραιποσίτου Ῥο‐ δανοῦ· καὶ εὐφημίσθη ὑπὸ τοῦ δήμου παντὸς καὶ τῆς συγκλήτου, ὡς δίκαιος καὶ ἀπότομος· καὶ ἐγένετο φόβος πολὺς εἰς τοὺς κα‐ κοπράγμονας καὶ εἰς τοὺς ἁρπάζοντας τὰ ἀλλότρια, καὶ ἡ δικαιο‐
25σύνη ἐκράτει.340
Chron
.

341

Ὁμοίως δὲ καὶ τὴν δέσποιναν Μαριανὴν τὴν ἑαυτοῦ γυναῖκα ἀγοράσασαν προάστειον ἔχον πρόσοδον καὶ δοῦσαν παρ’ ὃ ἦν τὸ προάστειον ἄξιον καὶ τιμηθεῖσαν ὡς Αὔγουσταν, ἀκούσας ἔπεμ‐ ψε καὶ διετιμήσατο τὸ αὐτὸ προάστειον, ὁρκώσας τοὺς διατιμη‐
5σαμένους· καὶ μαθὼν ὅτι πλείονος τιμῆς πολὺ ἄξιόν ἐστι τῆς ἀγορασίας, ἠγανάκτησε κατὰ τῆς βασιλίσσης καὶ ἐξώρισεν αὐτὴν τῆς πόλεως, ἀναδοὺς τῇ πωλησάσῃ γυναικὶ τὸ προάστειον. Ὁ δὲ αὐτὸς βασιλεὺς ἀνηγόρευσε βασιλέα Γρατιανὸν τὸν υἱὸν αὐτοῦ· τὴν δὲ αὐτὴν δέσποιναν Μαριανὴν ἀνεκαλέσατο ὁ
10υἱὸς αὐτῆς Βαλεριανὸς μετὰ τὸ γενέσθαι αὐτὸν βασιλέα ἐν τῇ Ῥώμῃ παρὰ τοῦ αὐτοῦ πατρός. Ὁ δὲ θειότατος Βαλεντινιανὸς νόσῳ βληθεὶς μετὰ χρόνον ἐτελεύτα ἐν καστελλίῳ Βιργιτινών, ὢν ἐνιαυτῶν νεʹ. Μετὰ δὲ τὴν βασιλείαν Βαλεντινιανοῦ τοῦ μεγάλου τοῦ ἀπο‐
15τόμου ἐποίησεν ὁ στρατὸς βασιλέα αὐθεντήσας τὴν σύγκλητον Εὐγένιον ὀνόματι· καὶ ἐβασίλευσεν ἡμέρας εἴκοσι δύο καὶ ἐσφάγη
εὐθέως.341
Chron
.

342

Καὶ ἐβασίλευσεν ὁ θειότατος Βάλης ὁ ἀδελφὸς Βαλεντινια‐ νοῦ τοῦ ἀποτόμου, ὁ γενναῖος ἐν πολέμοις, ὑπὸ τῆς συγκλήτου Κωνσταντινουπόλεως ἀναγορευθείς, ἔτους τκϛʹ κατὰ Ἀντιόχειαν. ὅτε γὰρ ἐτελεύτα Βαλεντινιανὸς ὁ αὐτοῦ ἀδελφός, οὐκ ἦν ἐν Κων‐
5σταντινουπόλει ὁ Βάλης, ἀλλ’ ἦν πέμψας αὐτὸν ὁ ἀδελφὸς αὐ‐ τοῦ ἐν τῇ ζωῇ αὐτοῦ πολεμῆσαι εἰς τὸ Σίρμιον πρὸς τοὺς Γότ‐ θους. οὕστινας νικήσας κατὰ κράτος ὑπέστρεψε· καὶ στεφθεὶς ἐβασίλευσεν ἔτη ιγʹ. ἦν δὲ τῷ δόγματι Ἐξακιονίτης, πολεμιστής, καὶ μεγαλόψυχος καὶ φιλοκτίστης.
10 Ἢ μόνον δὲ ἐβασίλευσεν, ἔδωκε τοῖς Ἀρειανοῖς τὴν μεγάλην ἐκκλησίαν ἐν Κωνσταντινουπόλει, καὶ εἰς τὰς ἄλλας πόλεις τὸ αὐτὸ πεποιηκώς. καὶ πάνυ ἐκάκωσε τοὺς χριστιανοὺς ἐν τῇ βα‐ σιλείᾳ αὐτοῦ. Ὁ δὲ αὐτὸς Βάλης καὶ τὴν δευτέραν Καππαδοκίαν ἐποίησεν
15ἐπαρχίαν, ἀπομερίσας αὐτὴν ἀπὸ τῆς πρώτης.
Ἐπὶ δὲ τῆς βασιλείας αὐτοῦ ἔπαθεν ὑπὸ θεομηνίας Νίκαια,342
Chron
.

343

πόλις τῆς Βιθυνίας, μηνὶ σεπτεμβρίῳ ἰνδικτιῶνος ιαʹ· ἐτελεύτησε δὲ ὁ αὐτὸς Βάλης ποιήσας πρόκενσον εἰς Ἀδριανούπολιν τῆς Θρᾴκης, ἀπελθὼν κτίσαι φαβρίκα ἐκεῖ οἶκον πρὸ τῆς πόλεως ἐν ἀγρῷ ἑτέρῳ, τοῦ οἰκήματος τοῦ ἀγροῦ ἀδήλως ἀναφθέντος καὶ
5ἀναφθέντων τῶν σκαλῶν νυκτός, ἀπώλετο μετὰ τῶν κουβικουλα‐ ρίων καὶ σπαθαρίων αὐτοῦ, ὢν ἐνιαυτῶν μθʹ. Μετὰ δὲ τὴν βασιλείαν Βάλεντος ἐβασίλευσεν ὁ εὐσεβέστατος Γρατιανὸς ὁ υἱὸς Βαλεντινιανοῦ ὁ μείζων ἐπὶ τῆς ὑπατείας Αὐ‐ σονιανοῦ καὶ Ἑρμογένους· ἐβασίλευσε δὲ ἔτη ιζʹ. ἦν δὲ ἥσυχος
10καὶ τιμητικός. Ἐπὶ δὲ τῆς βασιλείας αὐτοῦ Θέων ὁ σοφώτατος φιλόσοφος ἐδίδασκε καὶ ἡρμήνευε τὰ ἀστρονομικὰ καὶ τὰ Ἑρμοῦ τοῦ Τρισ‐ μεγίστου συγγράμματα καὶ τὰ Ὀρφέως. Τῷ δὲ ἕκτῳ ἔτει τῆς βασιλείας τοῦ αὐτοῦ Γρατιανοῦ ἀνη‐
15γορεύθη ὑπ’ αὐτοῦ βασιλεὺς Θεοδόσιος ὁ Σπανός, γαμήσας Πλα‐
κιδίαν, ἀδελφὴν Γρατιανοῦ.343
Chron
.

344

Πρὸ δὲ τῆς βασιλείας Γρατιανοῦ ἐτελεύτησε Βαλεριανός, βα‐ σιλεὺς Ῥώμης, ὁ υἱὸς Βαλεντινιανοῦ, ὁ ἀδελφὸς Γρατιανοῦ ὁ μεί‐ ζων, βασιλεύσας τῆς Ῥώμης ἔτη ὀλίγα πάνυ· καὶ ἐγένετο ἀντ’ αὐ‐ τοῦ βασιλεὺς ἐν τῇ Ῥώμῃ ὁ συγγενὴς αὐτοῦ Βαλεντινιανός.
5 Ὁ δὲ βασιλεὺς Γρατιανὸς νόσῳ περιπεσὼν τὸν σπλῆνα ἔμεινεν ἐπὶ πολὺν χρόνον νοσῶν· καὶ ἐν τῷ ἀνιέναι αὐτὸν ἐν τῷ Ἱππικῷ Κωνσταντινουπόλεως θεωρῆσαι διὰ τοῦ Κοχλίου κατὰ τὴν θύραν τοῦ λεγομένου Δεκίμου ἐσφάγη καὶ τελευτᾷ, ὢν ἐνιαυτῶν κηʹ. Μετὰ δὲ τὴν βασιλείαν Γρατιανοῦ ἡ σύγκλητος Κωνσταντι‐
10νουπόλεως ἀνηγόρευσε βασιλέα Θεοδόσιον, ὡς ἐκ τοῦ γένους αὐ‐ τῶν ὄντα ἐκ τῆς Ἱσπανίας χώρας. καὶ ἀναγορευθεὶς ὑπὸ τῆς συγκλήτου ἐβασίλευσεν ὁ θειότατος Θεοδόσιος ὁ Σπανός, ὁ μέγας, γαμβρὸς Γρατιανοῦ, ἔτη ιζʹ. ἦν δὲ χριστιανὸς καὶ φρόνιμος καὶ εὐσεβὴς καὶ ἐνδρανής. ἢ μόνον δὲ ἐβασίλευσεν, εὐθέως ἀνέδωκε
15τὰς ἐκκλησίας τοῖς ὀρθοδόξοις, πανταχοῦ ποιήσας σάκρας καὶ διώξας τοὺς Ἀρειανούς. ὁ δὲ αὐτὸς βασιλεὺς ἔστεψε τοὺς δύο αὐτοῦ υἱούς, οὓς ἔσχεν ἀπὸ τῆς προτέρας αὐτοῦ γυναικὸς Γάλλης, καὶ τὸν μὲν Ἀρκάδιον ἐποίησε βασιλέα ἐν Κωνσταντινουπόλει, τὸν δὲ Ὁνώριον ἐν Ῥώμῃ. τοὺς δὲ ναοὺς τῶν Ἑλλήνων πάντας
20κατέστρεψεν ἕως ἐδάφους ὁ αὐτὸς Θεοδόσιος βασιλεύς. κατέλυσε δὲ καὶ τὸ ἱερὸν Ἡλιουπόλεως τὸ μέγα καὶ περιβόητον τὸ λεγόμενον Τρίλιθον, καὶ ἐποίησεν αὐτὸ ἐκκλησίαν χριστιανοῖς. ὁμοίως δὲ
καὶ τὸ ἱερὸν Δαμασκοῦ ἐποίησεν ἐκκλησίαν χριστιανῶν· καὶ ἄλλα344
Chron
.

345

δὲ πολλὰ ἱερὰ ἐποίησεν ἐκκλησίας, καὶ ηὐξήθη τὰ τῶν χριστιανῶν πλέον ἐπὶ τῆς βασιλείας αὐτοῦ. Ὁ δὲ αὐτὸς βασιλεὺς ἀπεμέρισε καὶ τὴν Φοινίκην Λιβανη‐ σίαν ἀπὸ τῆς παράλου καὶ ἐποίησεν ἐπαρχίαν, δοὺς δίκαια μη‐
5τροπόλεως καὶ ἄρχοντα ὀρδινάριον Ἐμέζτῃ τῇ πόλει. ὁ αὐτὸς δὲ βασιλεὺς καὶ τὸν Πόντον μερίσας ἐποίησεν ἐπαρχίαν, ἥντινα ἐκά‐ λεσεν Αἱμίμοντον. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἐτυράννησε Βαλβῖνος ὁ Ἴσαυρος, καὶ ἔστρεψεν Ἀνάζαρβον τὴν πόλιν καὶ Εἰρηνούπολιν καὶ Καστά‐
10βαλαν, τῆς Κιλικίας πόλεις. καὶ συλληφθεὶς ὑπὸ Ῥούφου στρα‐ τηλάτου ἀνῃρέθη. Ὁ δὲ αὐτὸς βασιλεὺς Θεοδόσιος ἐν τῷ αὐτῷ χρόνῳ τοὺς τρεῖς ναοὺς τοὺς ὄντας ἐν Κωνσταντινουπόλει εἰς τὴν πρῴην λεγομέ‐ νην Ἀκρόπολιν καταλύσας, ἐποίησε τὸν τοῦ Ἡλίου ναὸν αὐλὴν
15οἰκημάτων, καὶ ἐδωρήσατο αὐτὴν τῇ μεγάλῃ ἐκκλησίᾳ Κωνσταν‐ τινουπόλεως· ἥτις αὐλὴ κέκληται ἕως τοῦ νῦν τοῦ Ἡλίου· τὸν δὲ τῆς Ἀρτέμιδος ναὸν ἐποίησε ταβλοπαρόχιον τοῖς κοττίζουσιν· ὅστις τόπος κέκληται ἕως τῆς νῦν ὁ ναός· ἡ δὲ πλησίον ῥύμη τὸ ἐλάφιν. τὸν δὲ τῆς Ἀφροδίτης ναὸν ἐποίησε καρουχαρεῖον τοῦ
20ἐπάρχου τῶν πραιτωρίων, κτίσας πέριξ ὁσπήτια καὶ κελεύσας δωρεὰν μένειν ἐν αὐτοῖς τὰς πάνυ πενιχρὰς πόρνας. ἐποίησε δὲ ὁ αὐτὸς Θεοδόσιος καὶ τὴν λεγομένην πρῴην κώμην Ῥοφαεινᾶν
πόλιν· ἥτις μετεκλήθη Θεοδοσιούπολις, λαβοῦσα ἔκτοτε ἡ αὐτὴ345
Chron
.

346

κώμη καὶ δίκαιον πόλεως ἕως τῆς νῦν, ἐπὶ τῆς ὑπατείας Μηρο‐ βαύδου καὶ Σατουρνίνου. Ὁ δὲ αὐτὸς Θεοδόσιος ἐπὶ τῆς ἑαυτοῦ βασιλείας ἐποίησε τὴν σύνοδον τῶν ρνʹ ἐπισκόπων τῶν ἐν Κωνσταντινουπόλει ἕνεκεν
5τοῦ ὁμοουσίου τοῦ ἁγίου πνεύματος. ὡσαύτως δὲ ὁ αὐτὸς Θεο‐ δόσιος βασιλεὺς προήγαγε τὸν ἔπαρχον πραιτωρίων Ἀντίοχον τὸν ἐπίκλην Χούζωνα τὸν μέγαν, καταγόμενον ἀπὸ Ἀντιοχείας τῆς μεγάλης. ἢ μόνον δὲ προήχθη ἔπαρχος, ἀνήγαγε τῷ αὐτῷ Θεο‐ δοσίῳ βασιλεῖ ὅτι ἐπλατύνθη καὶ ηὐξήθη ἡ αὐτὴ μεγάλη πόλις
10Ἀντιόχεια τῆς Συρίας καὶ ἔχει πολλὰ οἰκήματα ἔξω τειχέων ἐπὶ μίλιον ἕνα. καὶ ἐκέλευσεν ὁ αὐτὸς βασιλεὺς Θεοδόσιος περιτειχι‐ σθῆναι καὶ τὰ ἔξω τῆς πόλεως ὄντα οἰκήματα· καὶ ἐγένετο τεῖχος ἀπὸ τῆς πόρτας τοῦ λεγομένου φίλον αὐτοῦ ἕως τοῦ λεγομένου Ῥοδίωνος· καὶ περιέλαβε τὸ ὄρος τὸ νέον τεῖχος ἕως τοῦ πα‐
15λαιοῦ τείχους τοῦ κτισθέντος ὑπὸ Τιβερίου Καίσαρος, καὶ προσε‐ κόλλησε τὸ νέον τεῖχος ἕως τοῦ ῥύακος τοῦ λεγομένου Φυρμίνου τοῦ κατερχομένου ἐκ τῆς διασφαγῆς τοῦ ὄρους, ἐνεγκὼν τοὺς λί‐ θους ἐκ τοῦ μονομαχείου τοῦ παλαιοῦ τοῦ ὄντος εἰς τὴν ἀκρό‐ πολιν ἄνω, λύσας καὶ τὸν ἀγωγὸν τὸν ἐρχόμενον εἰς τὴν αὐτὴν
20ἀκρόπολιν ἀπὸ τῶν λεγομένων ὑδάτων ἐκ τῆς Λαοδικηνῆς ὁδοῦ·
ὅντινα ἀγωγὸν ἐποίησεν Ἰούλιος ὁ Καῖσαρ, κτίσας τὸ δημόσιον346
Chron
.

347

ἄνω εἰς τὸ ὄρος τοῖς λεγομένοις ἀκροπολίταις τοῖς ἀπομείνασι καὶ οἰκήσασιν ἄνω μεθ’ οὓς κατήγαγε Σέλευκος ὁ Μακεδὼν ὁ Νικά‐ τωρ ἐν τῇ πόλει τῇ κτισθείσῃ ὑπ’ αὐτοῦ ἐν τῷ λεγομένῳ αὐλῶνι· οὕστινας καὶ παρεκάλεσεν οἰκεῖν ἅμα αὐτῷ τὴν κάτω πόλιν Ἀν‐
5τιόχειαν τὴν μεγάλην. ἐν ἐκείνῳ δὲ τῷ καιρῷ ἔλαβε τεῖχος καὶ Γίνδαρος καὶ τὸ Λύταργον καὶ ἄλλαι πολλαὶ κωμοπόλεις τῆς Συρίας. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας οἱ Τζάννοι περάσαντες ἦλθον εἰς τὴν Καππαδοκίαν καὶ Κιλικίαν καὶ Συρίαν· καὶ ἐπραίδευσαν καὶ
10ἀπῆλθον. Ὁ δὲ αὐτὸς βασιλεὺς Θεοδόσιος ἐμέρισε τὴν νέαν Ἤπειρον ἀπὸ τῆς παλαιᾶς καὶ ἐποίησεν ἐπαρχίαν, δοὺς δίκαιον μητροπόλεως καὶ ἄρχοντα Δοῤῥαχίῳ πόλει· ὁμοίως δὲ καὶ δευτέραν Παλαιστί‐ νην ἐμέρισεν ἀπὸ τῆς πρώτης καὶ ἐποίησεν ἄρχοντα, δοὺς δίκαιον
15μητροπόλεως καὶ ἄρχοντα τῇ λεγομένῃ Σκυθῶν πόλει. Ὁ δὲ αὐτὸς Θεοδόσιος βασιλεὺς ἀπὸ Κωνσταντινουπόλεως ἐξελθὼν ἐπὶ Ῥώμην εἰσῆλθεν ἐν Θεσσαλονίκῃ πόλει· καὶ τοῦ ὄν‐ τος μετ’ αὐτοῦ στρατιωτικοῦ πλήθους διὰ μιτᾶτα ταράξαντος τὴν πόλιν, ἐστασίασαν καὶ ὕβρισαν τὸν βασιλέα οἱ Θεσσαλονικεῖς.
20καὶ θεωρήσας ἱππικὸν ἐν τῇ αὐτῇ πόλει γέμοντος τοῦ Ἱππικοῦ ἐκέλευσε τοξευθῆναι· καὶ ἀπώλετο πλῆθος χιλιάδων δεκαπέντε. καὶ διὰ τοῦτο ἀγανακτήσας κατ’ αὐτοῦ Ἀμβρόσιος ὁ ἐπίσκοπος
ἐποίησεν αὐτὸν ὑπὸ κώλυμα· καὶ ἔμεινεν ἐπὶ πολλὰς ἡμέρας μὴ347
Chron
.

348

εἰσερχόμενος εἰς τὴν ἐκκλησίαν, ἕως οὗ παρακληθεὶς ὁ ἐπίσκοπος εἰς τὰ ἅγια γενέθλια ἐδέξατο αὐτόν. οὐκ ἄλλως δὲ ἐδέξατο αὐ‐ τόν, ἕως οὗ ἐποίησε σάκραν, ἵνα οἱασδήποτε ἀγανακτήσεως παρὰ βασιλέως γινομένης ἔνδοσιν δίδοσθαι ἀπὸ τῶν ἐπιτρεπομένων
5τριάκοντα ἡμερῶν καὶ εἶθ’ οὕτως γενέσθαι τὸ προσταχθέν. Ὁ δὲ αὐτὸς βασιλεὺς καὶ τὴν δευτέραν Γαλατίαν ἀπὸ τῆς πρώτης μερίσας ἐποίησεν ἐπαρχίαν, δοὺς δίκαιον πόλεως καὶ ἄρ‐ χοντα Πισινοῦντι τῇ πόλει. Ὁ δὲ αὐτὸς Θεοδόσιος βασιλεὺς ποιήσας πρόκενσον ἀπιὼν ἐπὶ
10πόλεμον, ἐν Μιζουλάνῳ ἠῤῥώστησε, καὶ τελευτᾷ ἐκεῖ ἐν Μιζου‐ λάνῳ, ὢν ἐνιαυτῶν ξεʹ· καὶ ἠνέχθη τὸ λείψανον αὐτοῦ ἐν Κων‐ σταντινουπόλει. ὅτε δὲ ἔμελλε τελευτᾶν Θεοδόσιος, μαθὼν ὅτι εἰς Ῥώμην ἦλθεν ὁ Ἀρκάδιος πρὸς Ὁνώριον τὸν αὐτοῦ ἀδελφὸν ἀῤῥωστήσαντα, ἔγραψεν αὐτῷ ὑποστρέψαι εἰς Κωνσταντινούπο‐
15λιν διὰ τὴν ἀνατολήν. καὶ διατρίψαντος ἐν Ῥώμῃ τοῦ αὐτοῦ βα‐ σιλέως Ἀρκαδίου πρὸς τὸν αὐτοῦ ἀδελφὸν βασιλέα Ὁνώριον, ὡσαύτως δὲ καὶ κατὰ τὴν ὁδὸν διασύραντος, ἐν ὅσῳ ἔρχεται ὁ Ἀρκάδιος ἐν Κωνσταντινουπόλει, Γαϊνὰς ἐτυράννησεν ὁ συγκλητι‐ κός, θέλων βασιλεῦσαι. καὶ κατέφθασεν ὁ Ἀρκάδιος ἐν Κων‐
20σταντινουπόλει καὶ ἐφόνευσε τὸν τύραννον Γαϊνάν. Μετὰ οὖν τὴν βασιλείαν Θεοδοσίου τοῦ μεγάλου τοῦ Σπανοῦ
ἐβασίλευσεν ὁ υἱὸς αὐτοῦ Ἀρκάδιος ἐν Κωνσταντινουπόλει ἐλθὼν348
Chron
.

349

ἀπὸ Ῥώμης τὰ πάντα ἔτη εἰκοσιτρία, ἐάσας ἐν Ῥώμῃ Ὁνώριον τὸν ἀδελφὸν αὐτοῦ τὸν μικρότερον. ἦν δὲ περίγοργος καὶ ἐνδρα‐ νής. καὶ εὐθέως ἐλθὼν ἐποίησε βασιλέα τὸν υἱὸν αὐτοῦ Θεο‐ δόσιον τὸν μικρὸν ἐν Κωνσταντινουπόλει.
5 Ὁ δὲ αὐτὸς Ἀρκάδιος ἐποίησε καὶ ἴδιον ἀριθμόν, οὓς ἐκάλε‐ σεν Ἀρκαδιακούς. ἀῤῥωστήσας δὲ ἐξαίφνης τελευτᾷ, ὢν ἐνιαυ‐ τῶν λαʹ. Μετὰ δὲ τὴν βασιλείαν Ἀρκαδίου ἐβασίλευσεν ὁ ἀδελφὸς αὐ‐ τοῦ Ὁνώριος ἐν Ῥώμῃ ἔτη λαʹ. ἦν δὲ ὀργίλος καὶ σώφρων.
10 Ὁ δὲ αὐτὸς βασιλεὺς ἔκλεισε τὸ ἱερὸν τοῦ Σεράπιδος Ἡλίου τοῦ ἐν Ἀλεξανδρείᾳ τῇ μεγάλῃ. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ταραχῆς γενομένης δημοτικῆς ἐν τῇ Ῥώμῃ μεγάλης, ἀγανακτήσας ἀπῆλθεν εἰς Ῥάβενναν πόλιν· καὶ πέμψας ἤγαγεν Ἀλάριχον στρατηλάτην ἀπὸ τῶν Γαλλιῶν μετὰ
15πλήθους, ἵνα πραιδεύσῃ τὴν Ῥώμην. καὶ ἐλθὼν ὁ Ἀλάριχος ἐν τῇ πόλει παρέθετο αὑτὸν τῇ πόλει καὶ τοῖς συγκλητικοῖς τοῖς ἐχθροῖς Ὁνωρίου, καί τινα τῶν τῆς πόλεως οὐκ ἔβλαψεν, ἀλλὰ ὁρμήσας εἰς τὸ παλάτιον ἐπῆρε πάντα τὰ τοῦ παλατίου χρήματα
καὶ τὴν ἀδελφὴν Ὁνωρίου ἀπὸ πατρὸς Πλακιδίαν, μικρὰν οὖσαν349
Chron
.

350

παρθένον· καὶ πάλιν ἀπῆλθεν αὐτὸς εἰς τὰς Γαλλίας τυραννή‐ σας. Κωνστάντιος δὲ ἔτι κόμης ὢν μετὰ Ἀλαρίχου, πιστευθεὶς παρ’ αὐτοῦ τὴν κόρην Πλακιδίαν, δυνηθεὶς ἔλαβεν αὐτήν· καὶ φυγὼν τὸν Ἀλάριχον ἤγαγεν αὐτὴν πρὸς τὸν βασιλέα Ὁνώριον.
5καὶ εὐχαριστῶν αὐτῷ ὁ Ὁνώριος ἐποίησεν αὐτὸν συγκλητικόν, καὶ ἐξέδωκεν αὐτῷ τὴν Πλακιδίαν εἰς γυναῖκα, καὶ ἐποίησεν αὐτὸν βασιλέα ἐν Ῥώμῃ· ἐξ ἧς ἔσχεν υἱὸν ὁ αὐτὸς Κωνστάντιος, ὃν ἐκάλεσε Βαλεντινιανόν. καὶ ἅμα Κωνσταντίῳ γενόμενος ὁ Ὁνώ‐ ριος ἐπὶ τῆς αὐτοῦ βασιλείας ἀνεῖλε τοὺς τέσσαρας τυράννους
10Ἄτταλον καὶ Σεβαστιανὸν καὶ Μάξιμον καὶ Κώνσταν τοὺς συγ‐ κλητικούς, οἵτινες ἀντῆραν αὐτῷ ὑπονοθεύσαντες τὸν δῆμον. μετὰ δὲ τὸ φονευθῆναι αὐτοὺς καὶ τὰς οὐσίας αὐτῶν δημευθῆναι ἐάσας τὸν Κωνστάντιον ἐν τῇ Ῥώμῃ βασιλεύειν ἦλθεν ὁ αὐτὸς Ὁνώριος ἐν Κωνσταντινουπόλει βασιλεύων μετὰ Θεοδοσίου τοῦ
15μικροῦ. Ὁ δὲ Κωνστάντιος, βασιλεὺς Ῥώμης, τελευτᾷ ἰδίῳ θανάτῳ ἐπὶ τῆς βασιλείας καὶ ζωῆς Ὁνωρίου· καὶ τυραννήσας συγκλητι‐ κός τις ὀνόματι Ἰωάννης, τῶν ἄλλων συγκλητικῶν συμποιησαμέ‐ νων μετ’ αὐτοῦ, βασιλεύει ἐν τῇ Ῥώμῃ. καὶ γνοὺς τοῦτο ὁ Ὁνώ‐
20ριος ἐμάνη· καὶ νόσῳ βληθεὶς ὑδρωπιάσας τελευτᾷ, ὢν ἐνιαυ‐
τῶν μβʹ.350
Chron
.

351

(t1)

ΛΟΓΟΣ ΙΔʹ
t2ΒΑΣΙΛΕΙΑΣ ΘΕΟΔΟΣΙΟΥ ΝΕΩΤΕΡΟΥ
t3ΕΩΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΛΕΟΝΤΟΣ ΤΟΥ ΜΙΚΡΟΥ.
1Μετὰ δὲ τὴν βασιλείαν Ὁνωρίου ἐβασίλευσε μόνος ὁ θειότατος Θεοδόσιος ὁ νέος, ὁ υἱὸς Ἀρκαδίου βασιλέως, ἀδελφοῦ Ὁνωρίου, ἐπὶ τῆς ὑπατείας Στελίχωνος καὶ Ἀβριλιανοῦ, ὑπὸ τοῦ ἰδίου πα‐ τρὸς στεφθείς· ἐβασίλευσε δὲ τὰ πάντα ἔτη νʹ καὶ μῆνας ζʹ.
5ὅστις ἔχαιρε τῷ Πρασίνῳ μέρει καὶ ἀντεποιεῖτο αὐτῶν κατὰ πό‐ λιν. ἐν δὲ Κωνσταντινουπόλει μετήγαγεν αὐτούς, θεωροῦντας πρῴην εἰς τὰ δεξιὰ αὐτοῦ μέρη, καὶ ἐποίησεν αὐτοὺς θεωρεῖν εἰς τὰ ἀριστερὰ βάθρα· καὶ τοὺς τῆς πεδατούρας στρατιώτας τοὺς κατέναντι τοῦ καθίσματος θεωροῦντας μετέστησεν ἐπὶ τὸ Βένετον
10μέρος· καὶ τὰ βάθρα ἔδωκε τοῖς τοῦ Πρασίνου μέρους, ἔχοντα
μεσόστυλα ἕξ, εἰρηκὼς τῷ ἐπάρχῳ Κύρῳ ὅτι Οὓς φιλῶ κατέ‐351
Chron
.

352

ναντί μου θέλω θεωρεῖν. καὶ ἔκραξαν ἐν Κωνσταντινουπόλει οἱ ἐκ τοῦ Πρασίνου μέρους τῷ αὐτῷ βασιλεῖ, Τὰ ἴδια τοῖς ἰδίοις. καὶ ἔπεμψεν αὐτοῖς μανδᾶτα διὰ τοῦ πρωτοκούρσορος, λέγων ὅτι Ἐγὼ ὡς τιμῶν ὑμᾶς εἰς τὰ ἀριστερὰ τοῦ καθίσματος, ἔνθα
5θεωρῶ, μετέστησα ὑμᾶς· καὶ εὐφήμησαν αὐτόν. καὶ ἐκέλευσε κατὰ πόλιν εἰς τὰ ἀριστερὰ τῶν ἀρχόντων θεωρεῖν τοὺς Πρασί‐ νους. Ἐβασίλευσε δὲ παιδίον· ὅτε δὲ προέκοψε τῇ ἡλικίᾳ ὁ αὐτὸς Θεοδόσιος βασιλεύς, ἀνεγίνωσκεν ἔσω εἰς τὸ παλάτιον ἐν τῇ ζωῇ
10τοῦ αὐτοῦ πατρὸς Ἀρκαδίου. καὶ μετὰ τὴν τελευτὴν τοῦ πατρὸς αὐτοῦ συνανεγίνωσκεν αὐτῷ ἄλλος νεώτερος εὐφυέστατος ὀνό‐ ματι Παυλῖνος, υἱὸς κόμητος δομεστίκων. μετὰ δὲ τὴν τελευτὴν τοῦ αὐτοῦ πατρὸς ἀνδρωθεὶς Θεοδόσιος ὁ βασιλεὺς ἐζήτει λαβεῖν γυναῖκα εἰς γάμον· καὶ ὤχλει τῇ αὐτοῦ ἀδελφῇ Πουλχερίᾳ τῇ
15δεσποίνῃ, οὔσῃ παρθένῳ, ἥτις ὡς φιλοῦσα τὸν ἴδιον αὐτῆς ἀδελ‐ φὸν οὐχ εἵλατο γαμηθῆναί τινι· καὶ δὴ περιεργασαμένη περὶ παρθένων πολλῶν κορασίων, θυγατέρων πατρικίων ἢ ἐξ αἵματος βασιλικοῦ, εἶπεν τῷ αὐτῷ Θεοδοσίῳ βασιλεῖ, ἀδελφῷ αὐτῆς, συνδιάγουσα αὐτῷ ἐν τῷ παλατίῳ. καὶ εἶπεν αὐτῇ ὁ αὐτὸς βα‐
20σιλεὺς Θεοδόσιος ὅτι Ἐγὼ θέλω, εἰ εὕρῃς μοι νεωτέραν εὔμορφον πάνυ, ἵνα τοιοῦτον κάλλος μὴ ἔχῃ γυνὴ εἰς Κωνσταντινούπολιν,
εἴτε ἐξ αἵματός ἐστι βασιλικοῦ εἴτε ἐξ αἵματός ἐστι συγκλητικοῦ352
Chron
.

353

πρώτου. εἰ δὲ μή ἐστι καλὴ εἰς ὑπερβολήν, οὐ χρείαν ἔχω, οὔτε ἀξιωματικὴν οὔτε ἐκ βασιλικοῦ αἵματος οὔτε πλοῦτον, ἀλλὰ καὶ εἴ τινος δή ποτέ ἐστι θυγάτηρ, μόνον παρθένον καὶ εὐπρεπε‐ στάτην πάνυ, ταύτην λαμβάνω. καὶ ἀκηκοῶσα ταῦτα ἡ δέσποινα
5Πουλχερία πανταχοῦ ἔπεμψε περιεργαζομένη· καὶ Παυλῖνος δὲ περιέτρεχεν, ἀρέσαι αὐτῷ. Ἐν δὲ τῷ μεταξὺ συνέβη ἐλθεῖν ἐν Κωνσταντινουπόλει μετὰ τῶν ἰδίων συγγενῶν κόρην εὐπρεπῆ, ἐλλόγιμον, Ἑλλαδικήν, ὀνό‐ ματι Ἀθηναΐδα, τὴν καὶ Εὐδοκίαν μετακληθεῖσαν, θυγατέρα γε‐
10νομένην Λεοντίου τοῦ φιλοσόφου Ἀθηναίου εὐπορωτάτου· ἥτις Ἀθηναῒς ἡ καὶ Εὐδοκία ἠναγκάσθη καταλαβεῖν τὴν βασιλεύου‐ σαν πόλιν πρὸς τὴν ἰδίαν αὐτῆς θείαν διὰ τὴν αἰτίαν ταύτην. ὁ φιλόσοφος Λεόντιος ὁ αὐτῆς πατὴρ ἔχων υἱοὺς τελείους δύο, μέλλων τελευτᾶν διέθετο, τάξας ἐν τῇ ἑαυτοῦ διαθήκῃ τοὺς δύο
15αὐτοῦ υἱοὺς κληρονόμους πάσης τῆς ὑπ’ αὐτοῦ καταλιμπανομένης περιουσίας Οὐαλέριον καὶ Γέσιον, εἰρηκὼς ἐν τῇ αὐτοῦ διαθήκῃ, Ἀθηναΐδι τῇ ποθεινοτάτῃ μου γνησίᾳ θυγατρὶ δοθῆναι βούλομαι νομίσματα ἑκατὸν καὶ μόνον· ἀρκεῖ γὰρ αὐτῇ ἡ αὐτῆς τύχη ἡ ὑπερέχουσα πᾶσαν γυναικείαν τύχην. καὶ ἐτελεύτησεν ὁ αὐτὸς
20Λεόντιος ὁ φιλόσοφος ἐν Ἀθήναις. μετὰ οὖν τὴν αὐτοῦ ἀποβίω‐ σιν ἐδυσώπει ἡ αὐτὴ Ἀθηναῒς ἡ καὶ Εὐδοκία τοὺς ἰδίους ἀδελ‐ φούς, ὡς μείζονας, προσπίπτουσα αὐτοῖς καὶ αἰτοῦσα μὴ προσχεῖν
τῇ αὐτῇ διαθήκῃ, ἀλλὰ κατὰ τὸ τρίτον μέρος μερίσασθαι μετ’353
Chron
.

354

αὐτῶν τὰ πατρῷα, λέγουσα μηδὲν ἡμαρτηκέναι, ὡς καὶ ὑμεῖς οἴ‐ δατε, πρὸς τὸν ἴδιον ὑμῶν πατέρα· καὶ οὐκ οἶδα διὰ τί ἄπορόν με κατέλιπε μέλλων τελευτᾶν καὶ εὐπορίας τύχην μετὰ τὴν αὐτοῦ νέκρωσιν ἐχαρίσατο. οἱ δὲ αὐτῆς ἀδελφοὶ ἔμειναν ἀπειθεῖς, καὶ
5ὀργισθέντες ἐδίωξαν αὐτὴν καὶ ἐκ τοῦ πατρῴου αὐτῆς οἴκου, ἔνθα συνέμενεν αὐτοῖς. καὶ ἐδέξατο αὐτὴν ἡ ἀδελφὴ τῆς γενομένης αὐτῆς μητρός, ὡς ὀρφανήν, καὶ ὡς παρθένον ἐφύλαξεν αὐτήν. ἥντινα λαβοῦσα ἀνῆλθεν ἐν Κωνσταντινουπόλει πρὸς τὴν ἄλλην ἀδελφὴν τοῦ αὐτῆς πατρὸς καὶ θείαν αὐτῆς. καὶ λαβοῦσαι αὐ‐
10τὴν ποιῆσαι ἀξίωσιν κατὰ τῶν αὑτῆς ἀδελφῶν παρεσκεύασαν αὐτὴν προσελθεῖν τῇ εὐσεβεστάτῃ δεσποίνῃ Πουλχερίᾳ, ἀδελφῇ Θεοδοσίου βασιλέως. καὶ δὴ προσελθοῦσα ἐδίδαξεν ὡς βιαζομένη παρὰ τῶν ἰδίων αὐτῆς ἀδελφῶν, διαλεγομένη ἐλλογίμως. καὶ ἑω‐ ρακυῖα αὐτὴν ἡ αὐτὴ Πουλχερία εὐπρεπῆ καὶ ἐλλόγιμον, ἐπηρώ‐
15τησε τὰς αὐτῆς θείας εἰ ἐστὶ παρθένος. καὶ ἐδιδάχθη παρ’ αὐ‐ τῶν ὅτι παρθένος ἐστὶν ἁγνὴ φυλαχθεῖσα ὑπὸ τοῦ αὐτῆς πατρός, φιλοσόφου γεναμένου ἐν Ἑλλάδι, καὶ διὰ λόγων πολλῶν φιλοσο‐ φίας ἀναχθεῖσα. καὶ κελεύσασα αὐτὴν ἅμα ταῖς αὐταῖς θείαις διὰ κουβικουλαρίων φυλαχθῆναι καὶ περιμεῖναι, λαβοῦσα, φησί,
20τὴν δέησιν παρ’ αὐτῆς εἰσῆλθε πρὸς τὸν ἴδιον αὐτῆς ἀδελφὸν τὸν βασιλέα Θεοδόσιον καὶ εἶπεν αὐτῷ ὅτι Ηὗρον νεωτέραν πάνυ
εὔμορφον, καθαρίαν, εὔστολον, ἐλλόγιμον, Ἑλλαδικήν, παρ‐354
Chron
.

355

θένον, θυγατέρα φιλοσόφου. ὁ δὲ ἀκούσας, ὡς νεώτερος, ἀνή‐ φθη· καὶ μεταστειλάμενος τὸν συμπράκτορα αὐτοῦ καὶ φίλον Παυλῖνον ᾔτησε τὴν ἑαυτοῦ ἀδελφὴν ὡς ἐπ’ ἄλλῳ τινὶ εἰσαγα‐ γεῖν τὴν Ἀθηναΐδα τὴν καὶ Εὐδοκίαν ἐν τῷ αὑτῆς κουβικλείῳ,
5ἵνα διὰ τοῦ βήλου θεάσηται αὐτὴν ἅμα Παυλίνῳ. καὶ εἰσήχθη· καὶ ἑωρακὼς αὐτὴν ἠράσθη αὐτῆς, καὶ Παυλίνου δὲ θαυμάσαν‐ τος αὐτήν. καὶ κρατήσας αὐτὴν καὶ χριστιανὴν ποιήσας, ἦν γὰρ Ἕλλην, καὶ μετονομάσας αὐτὴν Εὐδοκίαν, ἔλαβεν αὐτὴν εἰς γυναῖκα, ποιήσας αὐτῇ βασιλικοὺς γάμους. καὶ ἔσχεν ἐξ αὐτῆς
10θυγατέρα ὀνόματι Εὐδοξίαν. Ἀκούσαντες δὲ οἱ τῆς Αὐγούστας Εὐδοκίας ἀδελφοὶ ὅτι βα‐ σιλεύει, προσέφυγον ἐν τῇ Ἑλλάδι φοβηθέντες· καὶ πέμψασα ἤνεγκεν αὐτοὺς ἐκ τῆς πόλεως Ἀθηνῶν ὑπὸ λόγον ἐν Κωνσταν‐ τινουπόλει, καὶ ἐποίησεν αὐτοὺς ἀξιωματικούς, προαγαγόντος αὐ‐
15τοὺς τοῦ βασιλέως τὸν μὲν λεγόμενον Γέσιον ἔπαρχον πραιτω‐ ρίων τοῦ Ἰλλυριῶν ἔθνους, τὸν δὲ Οὐαλέριον μάγιστρον, εἰρη‐ κυίας αὐτοῖς τῆς αὐτῆς βασιλίσσης Εὐδοκίας, ἀδελφῆς αὐτῶν, ὅτι Εἰ μὴ ὑμεῖς κακῶς ἐχρήσασθέ μοι, οὐκ ἠναγκαζόμην ἐλθεῖν καὶ βασιλεῦσαι. τὴν οὖν ἐκ τῆς γενέσεώς μου βασιλείαν ὑμεῖς
20μοι ἐχαρίσασθε· ἡ γὰρ ἐμὴ ἀγαθὴ τύχη ἐποίησεν ὑμᾶς ἀτυχεῖς εἰς ἐμέ, οὐχὶ ἡ ὑμετέρα πρὸς ἐμὲ γνώμη.
Ὁ δὲ βασιλεὺς Θεοδόσιος καὶ Παυλῖνον, ὡς φίλον αὐτοῦ355
Chron
.

356

καὶ μεσάσαντα τῷ γάμῳ καὶ συναριστοῦντα αὐτοῖς, ἐποίησε διὰ πάσης ἀξίας ἐλθεῖν· καὶ μετὰ ταῦτα προηγάγετο αὐτὸν μάγι‐ στρον· καὶ ηὐξήθη. ὡς ἔχων δὲ παῤῥησίαν πρὸς τὸν βασιλέα Θεοδόσιον, ὡς παράνυμφος, καὶ πρὸς τὴν Αὔγουσταν Εὐδοκίαν
5εἰσῄει συχνῶς ὁ αὐτὸς Παυλῖνος, ὡς μάγιστρος. Ὁ δὲ αὐτὸς Θεοδόσιος βασιλεὺς ἔπεμψεν ἐν τῇ Ῥώμῃ Ἄ‐ σπαρα τὸν πατρίκιον μετὰ δυνάμεως πολλῆς στρατοῦ κα‐ τὰ Ἰωάννου τοῦ τυράννου. καὶ ἐνίκησε τὸν αὐτὸν Ἰωάννην ὁ Ἄσπαρ, καὶ ἐξέβαλεν αὐτὸν τῆς βασιλείας Ῥώμης, καὶ ἐφόνευσεν
10αὐτόν. καὶ ἐποίησεν ὁ βασιλεὺς Θεοδόσιος βασιλέα ἐν τῇ Ῥώμῃ Βαλεντινιανὸν τὸν μικρόν, τὸν υἱὸν Πλακιδίας τῆς μεγάλης καὶ Κωνσταντίου βασιλέως, τὸν ἴδιον αὐτοῦ συγγενέα. καὶ ἐκδίδω‐ σιν αὐτῷ τὴν ἑαυτοῦ θυγατέρα, ἣν εἶχεν ἀπὸ Εὐδοκίας Αὐγού‐ στας, θυγατρὸς τοῦ φιλοσόφου, ὀνόματι Εὐδοξίαν· ἀφ’ ἧς
15ἔσχεν ὁ αὐτὸς Βαλεντινιανὸς θυγατέρας δύο Εὐδοκίαν καὶ Πλακιδίαν. Συνέβη δὲ μετὰ χρόνον ἐν τῷ προϊέναι τὸν βασιλέα Θεοδό‐ σιον εἰς τὴν ἐκκλησίαν ἐν τοῖς ἁγίοις θεοφανίοις τὸν μάγιστρον Παυλῖνον ἀηδισθέντα ἐκ τοῦ ποδὸς ἀπρόϊτον μεῖναι καὶ ἐκ‐
20κουσσεῦσαι. προσήνεγκε δὲ τῷ αὐτῷ Θεοδοσίῳ βασιλεῖ πένης τις μῆλον Φρυγιατικὸν παμμέγεθες πολὺ εἰς πᾶσαν ὑπερβολήν. καὶ ἐξενίσθη ὁ βασιλεὺς καὶ πᾶσα ἡ σύγκλητος αὐτοῦ· καὶ εὐ‐
θέως ὁ βασιλεύς, δεδωκὼς τῷ προσαγαγόντι τὸ μῆλον νομίσμα‐356
Chron
.

357

τα ἑκατὸν πεντήκοντα, ἔπεμψεν αὐτὸ τῇ Αὐγούστῃ Εὐδοκίᾳ· καὶ ἡ Αὔγουστα ἔπεμψεν αὐτὸ Παυλίνῳ μαγίστρῳ, ὡς φίλῳ τοῦ βα‐ σιλέως· ὁ δὲ μάγιστρος Παυλῖνος, ἀγνοῶν ὅτι ὁ βασιλεὺς ἔπεμ‐ ψεν αὐτὸ τῇ Αὐγούστῃ, λαβὼν ἔπεμψεν αὐτὸ τῷ βασιλεῖ Θεοδο‐
5σίῳ, ὡς εἰσέρχεται εἰς τὸ παλάτιον. καὶ δεξάμενος αὐτὸ ὁ βα‐ σιλεὺς ἐγνώρισεν αὐτὸ καὶ ἀπέκρυψεν αὐτό· καὶ καλέσας τὴν Αὔγουσταν ἐπηρώτησεν αὐτήν, λέγων, Ποῦ ἐστι τὸ μῆλον ὃ ἔπεμψά σοι; ἡ δὲ εἶπεν ὅτι ἔφαγον αὐτό. καὶ ὥρκωσεν αὐτὴν κατὰ τῆς αὐτοῦ σωτηρίας εἰ ἔφαγεν αὐτὸ ἤ τινι αὐτὸ ἔπεμψε.
10καὶ ἐπωμόσατο ὅτι Οὐδενὶ αὐτὸ ἔπεμψα, ἀλλ’ ὅτι αὐτὴ αὐτὸ ἔφαγε. καὶ ἐκέλευσεν ὁ βασιλεὺς ἐνεχθῆναι τὸ μῆλον, καὶ ἔδειξεν αὐτῇ αὐτό. καὶ ἠγανάκτησε κατ’ αὐτῆς, ὑπονοήσας ὅτι ὡς ἐρῶσα τῷ αὐτῷ Παυλίνῳ ἔπεμψεν αὐτῷ τὸ μῆλον καὶ ἠρνήσα‐ το. καὶ διὰ τοῦτο ἀνεῖλε τὸν αὐτὸν Παυλῖνον ὁ βασιλεὺς Θεο‐
15δόσιος· καὶ λυπηθεῖσα ἡ Αὔγουστα Εὐδοκία, ὡς ὑβρισθεῖσα, ἐγνώσθη γὰρ πανταχοῦ ὅτι δι’ αὐτὴν ἐσφάγη ὁ Παυλῖνος· ἦν γὰρ πάνυ εὔμορφος νεώτερος· ᾐτήσατο δὲ ἡ Αὔγουστα τὸν βα‐ σιλέα Θεοδόσιον τοῦ κατελθεῖν εἰς τοὺς ἁγίους τόπους εἰς εὐ‐ χήν· καὶ παρέσχεν αὐτῇ. καὶ κατῆλθεν ἀπὸ Κωνσταντινουπό‐
20λεως ἐπὶ Ἱεροσόλυμα εὔξασθαι· καὶ ἔκτισεν ἐν Ἱεροσολύμοις πολλά, καὶ τὸ τεῖχος ἀνενέωσε τῆς Ἱερουσαλήμ, εἰποῦσα ὅτι Δι’
ἐμὲ εἶπε Δαβὶδ ὁ προφήτης ὅτι καὶ ἐν τῇ εὐδοκίᾳ σου οἰκοδο‐357
Chron
.

358

μηθήσεται τὰ τείχη Ἱερουσαλήμ, κύριε. καὶ μείνασα ἐκεῖ καὶ κτίσασα ἑαυτῇ μνῆμα βασιλικὸν ἐτελεύτησε, καὶ ἐτέθη ἐν Ἱεροσο‐ λύμοις. ἐν δὲ τῷ μέλλειν αὐτὴν τελευτᾶν ἐπωμόσατο μὴ συν‐ ειδέναι τῇ κατηγορίᾳ τῆς ἕνεκεν Παυλίνου.
5 Ὁ δὲ βασιλεὺς Θεοδόσιος ἦν ἐλλόγιμος, παρὰ παντὸς τοῦ δήμου φιλούμενος καὶ τῆς συγκλήτου. ἐπὶ δὲ τῆς βασιλείας αὐ‐ τοῦ καὶ Βαλεντινιανοῦ ἐπεστράτευσε κατὰ Ῥώμης καὶ κατὰ Κωνσταντινουπόλεως Ἀττιλᾶς, ἐκ τοῦ γένους τῶν Γηπέδων, πλῆθος ἔχων μυριάδων πολλῶν, δηλώσας διὰ Γότθου ἑνὸς
10πρεσβευτοῦ τῷ Βαλεντινιανῷ, βασιλεῖ Ῥώμης, Ἐκέλευσέ σοι δι’ ἐμοῦ ὁ δεσπότης μου καὶ δεσπότης σου Ἀττιλᾶς ἵνα εὐτρε‐ πίσῃς αὐτῷ τὸ παλάτιόν σου. ὁμοίως δὲ καὶ Θεοδοσίῳ βασιλεῖ τὰ αὐτὰ ἐν Κωνσταντινουπόλει ἐδήλωσε δι’ ἑνὸς Γότθου πρεσ‐ βευτοῦ. καὶ ἀκηκοὼς Ἀέτιος ὁ πρῶτος συγκλητικὸς Ῥώμης
15τὴν ὑπερβάλλουσαν τόλμαν τῆς ἀπονενοημένης ἀποκρίσεως Ἀττι‐ λᾶ, ἀπῆλθε πρὸς Ἀλάριχον πρὸς τοὺς Γάλλους, ὄντα ἐχθρὸν Ῥωμαίων, καὶ προετρέψατο αὐτὸν καὶ ἤνεγκεν αὐτὸν ἅμα αὐτῷ κατὰ Ἀττιλᾶ· ἐπολέμησε γὰρ πόλεις πολλὰς τῆς Ῥώμης. καὶ ἐξαίφνης ἐπιῤῥίψαντες αὐτῷ, ὡς ἐστὶν ἀπληκεύων πλησίον τοῦ
20Δανουβίου ποταμοῦ, ἔκοψαν αὐτῶν χιλιάδας πολλάς. εἰς δὲ
τὴν συμβολὴν πληγὴν λαβὼν ὁ Ἀλάριχος ἀπὸ σαγίτας ἐτελεύτη‐358
Chron
.

359

σεν. ὡσαύτως δὲ καὶ ὁ Ἀττιλᾶς ἐτελεύτησε καταφορᾷ αἵματος διὰ τῶν ῥινῶν ἐνεχθείσῃ νυκτός, μετὰ Οὕννας παλλακίδος αὐτοῦ καθεύδων· ἥτις κόρη καὶ ὑπενοήθη ὅτι αὐτὴ αὐτὸν ἀνεῖλε. πε‐ ρὶ οὗ πολέμου συνεγράψατο ὁ σοφώτατος Πρίσκος ὁ Θρᾴξ. ἕτε‐
5ροι δὲ συνεγράψαντο ὅτι Ἀέτιος ὁ πατρίκιος τὸν σπαθάριον αὐ‐ τοῦ ὑπενόθευσε, καὶ αὐτὸς κεντήσας ἀνεῖλεν αὐτόν· καὶ ὑπέστρε‐ ψεν ἐν Ῥώμῃ ὁ πατρίκιος Ἀέτιος νικήσας. Ὁ δὲ βασιλεὺς Θεοδόσιος ἐν τοῖς αὐτοῖς χρόνοις ἔκτισε τὴν μεγάλην ἐκκλησίαν ἐν Ἀλεξανδρείᾳ· ἥτις λέγεται ἕως τοῦ νῦν
10ἡ Θεοδοσίου· ἐφίλει γὰρ Κύριλλον τὸν ἐπίσκοπον Ἀλεξαν‐ δρείας. Κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν παῤῥησίαν λαβόντες ὑπὸ τοῦ ἐπι‐ σκόπου οἱ Ἀλεξανδρεῖς ἔκαυσαν φρυγάνοις αὐθεντήσαντες Ὑπα‐ τίαν τὴν περιβόητον φιλόσοφον, περὶ ἧς μεγάλα ἐφέρετο· ἦν
15δὲ παλαιὰ γυνή. ἐν δὲ τῇ αὐτοῦ βασιλείᾳ ἔπαθεν ὑπὸ θεομη‐ νίας ἡ Κρήτη νῆσος, ἥτις εἶχεν ἐν μέσῳ θαλάσσης ὑπαρχούσας πόλεις ἑκατόν, καθὼς περὶ τῆς αὐτῆς νήσου ἐξέθετο ὁ σοφώτατος Εὐριπίδης. ἔπαθε δὲ καὶ πᾶσα ἡ περίχωρος αὐτῆς. ἔπεσε δὲ ἐν τῇ αὐτῇ Κρήτῃ τὸ δημόσιον τῆς μητροπόλεως Γορτύνης τὸ
20κτισθὲν ὑπὸ τοῦ Καίσαρος Ἰουλίου, ἔχον ἰδιάζοντα θόλα ιβʹ,
καὶ ἐν ἑκάστῳ μηνὶ μία διοίκησις θόλων παρεῖχεν. ἦν δὲ τὸ359
Chron
.

360

δημόσιον τέλειον, ὑπὸ δὲ ἑνὸς καμινίου μόνου τὰ δώδεκα θόλα ὑπεκαίοντο· καὶ ἦν ἰδεῖν ξένον θέαμα. καὶ ἀνήγειρεν ἓξ αὐτῶν ὁ βασιλεὺς Θεοδόσιος, ὅ ἐστι δύο σχήματα τοῦ δημοσίου, θερι‐ νοῦ καὶ χειμερινοῦ, τῶν κτητόρων τῆς αὐτῆς πόλεως αἰτησάντων
5αὐτόν. παρέσχε δὲ καὶ λόγῳ κτισμάτων ὑπὲρ τῆς πόλεως καὶ χώρας πολλά. Ἔκτισε δὲ καὶ ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ βασιλικὴν διάφωτον μεγάλην, πάνυ εὐπρεπῆ, κατέναντι οὖσαν τῶν λεγομένων Ἄθλων, ἥντινα οἱ Ἀντιοχεῖς καλοῦσι τὴν Ἀνατολίου, διότι Ἀνατόλιος
10στρατηλάτης ἐπέστη τῷ κτίσματι, λαβὼν τὰ χρήματα ἀπὸ τοῦ βασιλέως, ὅτε ἐγένετο παρ’ αὐτοῦ στρατηλάτης ἀνατολῆς· διὰ τοῦτο καὶ ὅτε ἐπλήρωσε τὸ αὐτὸ ἔργον τῆς βασιλικῆς, ἐπέγραψεν ἐν αὐτῇ διὰ χρυσέου μουσαρίου ταῦτα· Ἔργον Θεοδοσίου βα‐ σιλέως· ὥσπερ ἄξιον. ἐπάνω δὲ ἦσαν βασιλεῖς δύο Θεοδόσιος
15καὶ ὁ συγγενὴς αὐτοῦ Βαλεντινιανὸς ὁ ἐν Ῥώμῃ βασιλεύων. ὁ δὲ αὐτὸς Θεοδόσιος ἐχρύσωσε καὶ τῆς Δαφνητικῆς πόρτας δύο θύρας τὰς χαλκᾶς καθ’ ὁμοιότητα ἧς ἐχρύσωσε πόρτας ἐν Κων‐ σταντινουπόλει, ἥτις καλεῖται ἕως ἄρτι ἡ χρυσέα πόρτα· ὁμοίως δὲ καὶ ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ καλεῖται ἕως τῆς νῦν ἡ χρυσέα
20πόρτα, χρυσωθεῖσα διὰ Νυμφιδιανοῦ ὑπατικοῦ. ἐν ᾧ χρόνῳ ἀπηγγέλθη ὁ θάνατος Βαλεντινιανοῦ βασιλέως Ῥώμης, σφαγέν‐ τος ὑπὸ Μαξίμου συγκλητικοῦ καὶ κρατήσαντος καὶ βασιλεύ‐
σαντος ἐν Ῥώμῃ.360
Chron
.

361

Ὁ δὲ αὐτὸς Θεοδόσιος βασιλεὺς ἐποίησε κακῶς Ἀντιόχῳ τῷ πραιποσίτῳ καὶ πατρικίῳ, δυναμένῳ ἐν τῷ παλατίῳ καὶ κρατή‐ σαντι τῶν πραγμάτων. ἦν γὰρ καὶ ἀναθρεψάμενος τὸν αὐτὸν Θεοδόσιον ἐν τῇ ζωῇ τοῦ αὐτοῦ πατρός, ὡς κουβικουλάριος καὶ
5διοικῶν ἀπὸ τοῦ αὐτοῦ πατρὸς Ἀρκαδίου τὴν πολιτείαν Ῥω‐ μαίων. καὶ ἔμεινε μετὰ τὸ πληρῶσαι αὐτόν, ὡς πατρίκιος κα‐ ταυθεντῶν τοῦ αὐτοῦ Θεοδοσίου. καὶ ἀγανακτήσας κατ’ αὐτοῦ ἐδήμευσεν αὐτὸν καὶ κουρεύσας ἐποίησε παπᾶν τῆς μεγάλης ἐκ‐ κλησίας Κωνσταντινουπόλεως, ποιήσας διάταξιν μὴ εἰσέρχε‐
10σθαι εἰς ἀξίας συγκλητικῶν ἢ πατρικίων τοὺς εὐνούχους κουβικου‐ λαρίους μετὰ τὸ πλήρωμα τῆς αὐτῶν στρατείας, τοῦτ’ ἐστὶ τοὺς ἀπὸ πραιποσίτων παλατίου. καὶ ἐτελεύτα ὁ αὐτὸς Ἀντίοχος, ὢν πρεσβύτερος. Ὁ δὲ αὐτὸς βασιλεὺς προεβάλετο ἔπαρχον πραιτωρίων καὶ
15ἔπαρχον πόλεως τὸν πατρίκιον Κῦρον, τὸν φιλόσοφον, ἄνδρα σοφώτατον ἐν πᾶσι. καὶ ἦρξεν ἔχων τὰς δύο ἀρχὰς ἔτη τέσσα‐ ρα, προϊὼν εἰς τὴν καροῦχαν τοῦ ἐπάρχου τῆς πόλεως καὶ φρον‐ τίζων τῶν κτισμάτων καὶ ἀνανεώσας πᾶσαν Κωνσταντινούπολιν· ἦν γὰρ καθαριώτατος. περὶ οὗ ἔκραξαν οἱ Βυζάντιοι εἰς τὸ ἱπ‐
20πικὸν πᾶσαν τὴν ἡμέραν θεωροῦντος Θεοδοσίου ταῦτα. Κων‐ σταντῖνος ἔκτισε, Κῦρος ἀνενέωσεν· αὐτὸν ἐπὶ τόπον, Αὔγουστε.
Κῦρος δὲ ἐκπλαγεὶς ἀπεφθέγξατο, Οὐκ ἀρέσκει μοι τύχη πολλὰ361
Chron
.

362

γελῶσα. καὶ ἐχόλησεν ὁ βασιλεύς, ὅτι ἔκραξαν περὶ Κύρου καὶ μετὰ Κωνσταντίνου αὐτὸν ἔκραξαν, ὡς ἀνανεώσαντα τὴν πόλιν· καὶ κατεσκευάσθη λοιπὸν καὶ ἐπλάκη ὡς Ἕλλην ὁ αὐτὸς Κῦρος, καὶ ἐδημεύθη παυθεὶς τῆς ἀρχῆς. καὶ προσφυγὼν ἐγένετο καὶ
5αὐτὸς παπᾶς, καὶ ἐπέμφθη εἰς τὴν Φρυγίαν, ἐπίσκοπος γενάμε‐ νος εἰς τὸ λεγόμενον Κοτυάειον. ἦσαν γὰρ οἱ αὐτοὶ Κοτυαεῖς πολῖται φονεύσαντες ἐπισκόπους τέσσαρας· τὸ δὲ Κοτυάειον πό‐ λις ἐστὶ τῆς Φρυγίας ἐπαρχίας Σαλουταρίας. καὶ κατέλαβε τὴν Κοτυαέων πόλιν ἐπίσκοπος ὢν ὁ αὐτὸς Κῦρος πρὸ τῶν ἁγίων
10γενεθλίων. γνόντες δὲ οἱ τῆς πόλεως κληρικοὶ καὶ πολῖται ὅτι ὡς Ἕλληνα ἔπεμψεν αὐτὸν ὁ βασιλεύς, ἵνα ἀποθάνῃ, ἐν τοῖς ἁγίοις γενεθλίοις ἐξαίφνης οὖν ἐν τῇ ἐκκλησίᾳ ἔκραξαν αὐτῷ προσ‐ ομιλῆσαι. καὶ ἀναγκασθεὶς ἀνῆλθεν ὁμιλῆσαι· καὶ μετὰ τοῦ δοῦναι εἰρήνην προσωμίλησεν οὕτως. Ἀδελφοί, ἡ γέννησις τοῦ
15θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ σιωπῇ τιμάσθω, ὅτι ἀκοῇ μόνῃ συνελήφθη ἐν τῇ ἁγίᾳ παρθένῳ λόγῳ. αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν. καὶ εὐφημηθεὶς κατῆλθε, καὶ ἔμεινεν ἐκεῖ ἕως θανάτου. καὶ προηγάγετο ἔπαρχον Ἀντίοχον τὸν Χού‐ ζωνα, τὸν ἔγγονον Ἀντιόχου τοῦ Χούζωνος τοῦ μεγάλου, ὃς πα‐
20ρέσχεν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ προσθήκην χρημάτων εἰς τὸ ἱπ‐
πικὸν καὶ τὰ Ὀλύμπια καὶ τὸν Μαϊουμᾶν. καὶ μετ’ αὐτὸν362
Chron
.

363

προήχθη ἔπαρχος Ῥουφῖνος ὁ συγγενὴς τοῦ αὐτοῦ βασιλέως· καὶ ἐφονεύθη, ὡς μελετήσας τυραννίδα. Ὁ δὲ αὐτὸς βασιλεὺς Θεοδόσιος ἐφίλει ἔρωτι Χρυσάφιον τὸν κουβικουλάριον, τὸν λεγόμενον Ζτομμᾶν, ὡς πάνυ εὐπρεπῆ
5ὄντα· καὶ παρεῖχεν αὐτῷ πολλὰ ὅσα ἂν ᾐτήσατο αὐτόν, καὶ εἶχε παῤῥησίαν πρὸς αὐτόν, καὶ κατῆρχε πάντων τῶν πραγμάτων καὶ ἥρπαζε πάντα· ἦν γὰρ πάτρων καὶ προστάτης τῶν Πρα‐ σίνων. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἔπαθεν ὑπὸ θεομηνίας Νικομή‐
10δεια, μητρόπολις τῆς Βιθυνίας, τὸ πέμπτον αὐτῆς πάθος ἑσπέ‐ ρας βαθείας καὶ ἀπώλετο εἰς γῆν καὶ εἰς θάλασσαν καταποντι‐ σθεῖσα. καὶ πολλὰ ἔκτισεν ἐκεῖ καὶ τὰ δημόσια καὶ τοὺς ἐμβό‐ λους καὶ τὸν λιμένα καὶ τὰ θεώρια καὶ τὸ μαρτύριον τοῦ ἁγίου Ἀνθίμου καὶ πάσας τὰς ἐκκλησίας αὐτῆς.
15 Ἐπὶ δὲ τῆς βασιλείας αὐτοῦ παρέλαβον οἱ Ἴσαυροι λῃσταρ‐ χοῦντες Σελεύκειαν τῆς Συρίας μηνὶ περιτίῳ, ἐπὶ τῆς ὑπατείας τοῦ αὐτοῦ Θεοδοσίου καὶ Ῥομορίδου· καὶ ἐπραίδευσαν καὶ ἔστρε‐ ψαν τὴν χώραν ἐλθόντες διὰ τῶν ὀρέων· καὶ πάντα λαβόντες ὑπέστρεψαν εἰς τὴν Ἰσαυρίαν.
20 Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἔπαθεν ὑπὸ θεομηνίας πρώτοις Κωνσταντινούπολις ὑπὸ σεισμοῦ μηνὶ ἰανουαρίῳ κϛʹ ἐν νυκτὶ
ἀπὸ τῶν λεγομένων Τρῳαδησίων ἐμβόλων ἕως τοῦ χαλκοῦ τετρα‐363
Chron
.

364

πύλου. ὅστις βασιλεὺς ἐλιτάνευσε μετὰ τῆς συγκλήτου καὶ τοῦ ὄχλου καὶ τοῦ κλήρου ἀνυπόδητος ἐπὶ ἡμέρας πολλάς. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ ἦλθε πολεμῶν Ῥωμαίοις Βλάσσης, βα‐ σιλεὺς Περσῶν· καὶ γνοὺς ὁ βασιλεὺς Ῥωμαίων ἐποίησε στρατη‐
5λάτην ἀνατολῆς τὸν πατρίκιον Προκόπιον καὶ ἔπεμψεν αὐτὸν με‐ τὰ ἐξπεδίτου πολεμῆσαι. μέλλοντος δὲ αὐτοῦ συμβάλλειν ἐδή‐ λωσεν αὐτῷ ὁ βασιλεὺς Περσῶν ὅτι Εἰ ἔχει τὸ ἐξπέδιτόν σου ὅλον ἄνδρα δυνάμενον μονομαχῆσαι καὶ νικῆσαι ἕνα Πέρσην προβαλ‐ λόμενον παρ’ ἐμοῦ, εὐθέως ποιῶ τὰ πάκτα τῆς εἰρήνης ἐπὶ ἔτη νʹ
10καὶ τὰ ἐξ ἔθους παρεχόμενα δῶρα. καὶ τούτων δοξάντων προε‐ βάλετο ὁ βασιλεὺς Περσῶν ἐκ τοῦ τάγματος τῶν λεγομένων ἀθανάτων Πέρσην ὀνόματι Ἀρδαζάνην, οἱ δὲ Ῥωμαῖοι Ἀρεόβιν‐ δόν τινα Γότθον, κόμητα φοιδεράτων. καὶ ἐξῆλθον οἱ δύο ἔφιπ‐ ποι καὶ ἔνοπλοι. ὁ δὲ Ἀρεόβινδος ἐβάσταζε καὶ σωκάρην κατὰ
15τὸ Γοτθικὸν ἔθος. πρῶτος δὲ ὁ Πέρσης ὥρμησε μετὰ τοῦ κον‐ τοῦ· καὶ πλαγιάσας ὁ Ἀρεόβινδος ἐπὶ τὸ δεξιὸν αὑτοῦ μέρος ἐσόκκευσεν αὐτόν, καὶ κατενεγκὼν ἐκ τοῦ ἵππου ἔσφαξε. καὶ λοιπὸν ὁ βασιλεὺς Περσῶν ἐποίησε πάκτα εἰρήνης· καὶ ἀνελθὼν μετὰ τὴν νίκην ὁ αὐτὸς Ἀρεόβινδος ἐν Κωνσταντινουπόλει σὺν
20τῷ στρατηλάτῃ Προκοπίῳ καὶ εὐχαριστηθεὶς παρὰ τοῦ βασιλέως προήχθη ὕπατος.
Ὁ αὐτὸς δὲ βασιλεὺς ἐποίησεν ἐπαρχίαν, ἀπομερίσας ἀπὸ364
Chron
.

365

τῆς Λυκαονίας, ἥντινα ἐκάλεσε Λυκίαν, δοὺς δίκαιον μητροπό‐ λεως καὶ ἄρχοντα τῇ λεγομένῃ πόλει Μύρᾳ τῆς αὐτῆς Λυκίας, ἔνθα ἐστὶ θεοῦ μυστήριον πῦρ αὐτόματον. ὁμοίως δὲ ὁ αὐτὸς βασιλεὺς καὶ Συρίαν δευτέραν ἀπομερίσας ἀπὸ τῆς πρώτης ἐπαρ‐
5χίας, δοὺς δίκαιον μητροπόλεως καὶ ἄρχοντα τῇ Ἀπαμείᾳ τῇ πόλει, καὶ Κιλικίαν δευτέραν ἀπομερίσας ἀπὸ τῆς πρώτης ἐποίη‐ σεν ἐπαρχίαν, δοὺς δίκαιον μητροπόλεως καὶ ἄρχοντα Ἀναζάρ‐ βῳ τῇ πόλει. ἐποίησε δὲ καὶ ἄλλην ἐπαρχίαν, ἀπομερίσας ἀπὸ τῆς Βιθυνίας, ἥντινα ἐκάλεσεν Ὁνωριάδα εἰς ὄνομα τοῦ αὑ‐
10τοῦ θείου Ὁνωρίου, δοὺς δίκαιον μητροπόλεως καὶ ἄρχοντα Ἡρακλείᾳ, πόλει τῆς Πόντου. Ἐπὶ δὲ τῆς βασιλείας αὐτοῦ ἀκμὴν Νεστόριος ἤκμαζεν· ὅστις ἐπίσκοπος μετὰ ταῦτα ἐγένετο Κωνσταντινουπόλεως· καὶ ταρα‐ χῆς γενομένης ἐν τῷ ὁμιλεῖν αὐτόν, ἠναγκάσθη ὁ αὐτὸς Θεοδό‐
15σιος προσκαλέσασθαι τὴν σύνοδον τῶν σμʹ ἐπισκόπων ἐν Ἐφέσῳ κατὰ τοῦ αὐτοῦ Νεστορίου καὶ καθελεῖν αὐτὸν ἀπὸ τῆς ἐπισκο‐ πῆς. ἡγεῖτο δὲ τῆς συνόδου Κύριλλος ὁ ἐπίσκοπος Ἀλεξαν‐ δρείας τῆς μεγάλης. Ἐν αὐτῷ δὲ τῷ καιρῷ ἐν τῇ Ῥώμῃ διάγουσα ἡ δέσποινα Εὐ‐
20δοξία, γενομένη χήρα, γυνὴ Βαλεντινιανοῦ βασιλέως, θυγάτηρ δὲ Θεοδοσίου βασιλέως καὶ Εὐδοκίας, λυπουμένη κατὰ Μαξίμου τοῦ τυράννου τοῦ φονεύσαντος τὸν ἄνδρα αὐτῆς καὶ βασιλεύ‐ σαντος, προετρέψατο δὲ Ζινζίριχον τὸν Οὐάνδαλον, τὸν ῥῆγα
τῆς Ἀφρικῆς, ἐλθεῖν κατὰ Μαξίμου, βασιλέως τῆς Ῥώμης. ὅστις365
Chron
.

366

ἐξαίφνης ἦλθεν ἐν τῇ Ῥώμῃ πόλει μετὰ πλήθους καὶ παρέλαβε τὴν Ῥώμην, καὶ ἐφόνευσε τὸν Μάξιμον βασιλέα καὶ πάντας ἀπώλεσε, πραιδεύσας πάντα τὰ τοῦ παλατίου ἕως τῶν χαλκουρ‐ γημάτων, λαβὼν αἰχμαλώτους τοὺς περιλειφθέντας συγκλητι‐
5κοὺς καὶ τὰς γυναῖκας αὐτῶν, ἐν οἷς ἔλαβε καὶ τὴν προτρεψα‐ μένην αὐτὸν τὴν δέσποιναν Εὐδοξίαν καὶ τὴν θυγατέρα αὐτῆς Πλακιδίαν τὴν γυναῖκα τοῦ πατρικίου Ὀλυβρίου, αὐτοῦ διά‐ γοντος ἐν Κωνσταντινουπόλει, καὶ Εὐδοκίαν δὲ τὴν παρθένον αἰχμαλώτους· καὶ ἀπήγαγε πάντας ἐν τῇ Ἀφρικῇ, ἐν Καρταγένῃ
10πόλει. ὅστις Ζινζίριχος εὐθέως ἐξέδωκε τῷ ἰδίῳ αὐτοῦ υἱῷ Ὁνω‐ ρίχῳ τὴν θυγατέρα Εὐδοξίας τῆς δεσποίνης τὴν παρθένον Εὐ‐ δοκίαν τὴν μικράν· καὶ εἶχεν αὐτὰς ἐν τιμῇ μεθ’ ἑαυτοῦ. Ὁ δὲ βασιλεὺς Θεοδόσιος μαθὼν ὅτι κατὰ γνώμην Εὐδοξίας τῆς αὑτοῦ θυγατρὸς προεδόθη ἡ Ῥώμη, ἐλυπήθη πρὸς αὐτὴν καὶ
15εἴασεν αὐτὴν ἐν τῇ Ἀφρικῇ παρὰ Ζινζιρίχῳ μηδὲν αὐτῷ δηλώσας, ἀλλὰ ποιήσας πρόκενσον ἐξῆλθεν ἀπὸ Κωνσταντινουπόλεως εἰς Ἔφεσον, πόλιν τῆς Ἀσίας· καὶ ηὔξατο εἰς τὸν ἅγιον Ἰωάννην τὸν θεολόγον αἰτῶν αὐτὸν τίς ἄρα μετ’ αὐτὸν βασιλεύει; καὶ ἐν ὁρά‐ ματι ἔμαθε· καὶ ἦλθεν ἐν Κωνσταντινουπόλει. μετὰ δὲ ὀλίγον
20καιρὸν ἐξῆλθεν ἱππασθῆναι· καὶ ἐν τῷ ἱππάζεσθαι αὐτὸν συνέπε‐ σεν ἐκ τοῦ ἵππου· καὶ πληγεὶς τὸν σφόνδυλον αὐτοῦ εἰσῆλθε λε‐
κτικίῳ. καὶ καλέσας τὴν ἀδελφὴν αὐτοῦ τὴν δέσποιναν Πουλ‐366
Chron
.

367

χερίαν εἶπεν αὐτῇ διὰ Μαρκιανὸν τὸν ἔχοντα μετ’ αὐτὸν βασιλεῦ‐ σαι. καὶ μεταστειλάμενος Μαρκιανὸν τὸν ἀπὸ τριβούνων εἶπεν αὐτῷ ἐπὶ Ἄσπαρος καὶ τῶν συγκλητικῶν πάντων ὅτι Ἐφάνη μοι, ὅτι σὲ δεῖ γενέσθαι βασιλέα μετ’ ἐμέ. καὶ μεθ’ ἡμέρας δύο τε‐
5λευτᾷ ὁ αὐτὸς Θεοδόσιος, ὢν ἐνιαυτῶν ναʹ. Μετὰ δὲ τὴν βασιλείαν τοῦ αὐτοῦ Θεοδοσίου ἐβασίλευσεν ἀπὸ τῆς συγκλήτου στεφθεὶς ὁ θειότατος Μαρκιανός· ἦν δὲ μακρός, ἁπλόθριξ, πολιός, στυφόμενος τοὺς πόδας, ἔτους κατὰ Ἀντιό‐ χειαν υϟθʹ, ἰνδικτιῶνος δʹ. ἢ μόνον δὲ ἐβασίλευσεν, ἐγάμησε τὴν
10ἀδελφὴν Θεοδοσίου τοῦ βασιλέως τὴν δέσποιναν Πουλχερίαν, οὖ‐ σαν παρθένον ἐνιαυτῶν νδʹ. ἐβασίλευσε δὲ ἔτη ϛʹ καὶ μῆνας εʹ. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἔπαθεν ὑπὸ θεομηνίας ἡ λεγομέ‐ νη Τρίπολις τῆς Φοινίκης παράλου μηνὶ γορπιαίῳ ἐν νυκτί. καὶ ἀνήγειρε τὸ δημόσιον τὸ θερινὸν πεσόντα τὸ λεγόμενον ὁ Ἴκα‐
15ρος. ἦν γὰρ ἐν αὐτῷ χαλκουργήματα δύο, ἅτινα καὶ αὐτά εἰσι τῶν θεαμάτων, ὁ Ἴκαρος καὶ ὁ Δαίδαλος καὶ ὁ Βελλεροφὼν καὶ ὁ Πήγασος ἵππος. καὶ τὸ Φακίδιον δὲ ἀνενέωσε καὶ ἄλλα φανερὰ τῆς πόλεως αὐτῆς σὺν τῷ ἀγωγῷ. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας προσεκαλέσατο τὴν σύνοδον
20Χαλκηδόνος τῶν χλʹ ἐπισκόπων.367
Chron
.

368

Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἀνεδόθησαν αἱ δέσποιναι Εὐδο‐ ξία καὶ Πλακιδία, καὶ ἦλθον ἐν Κωνσταντινουπόλει· καὶ ἔλαβεν Ὀλύβριος τὴν γυναῖκα αὐτοῦ Πλακιδίαν· καὶ ἔτεκεν Ἰουλιάναν εἰς τὸ Βυζάντιον.
5 Ὁ δὲ αὐτὸς βασιλεὺς καὶ Χρυσάφιον τὸν Ζτουμμὰν τὸν κου‐ βικουλάριον ἀπεκεφάλισε καὶ ἐδήμευσε, τὸν φιλούμενον παρὰ τοῦ πρὸ αὐτοῦ βασιλέως, ὡς πολλοὺς ἐπηρεάσαντα προσελθόντας κατ’ αὐτοῦ καὶ ὡς προστάτην καὶ πάτρωνα τῶν Πρασίνων. Ὁ δὲ αὐτὸς Μαρκιανὸς ἔδωκε τὴν θυγατέρα αὐτοῦ τὴν ἀπὸ
10προτέρας γαμετῆς Ἀνθιμίῳ· καὶ ἐποίησεν αὐτὸν βασιλέα ἐν τῇ Ῥώμῃ· ἐξ ἧς ἔσχε θυγατέρα Ἀνθίμιος ἣν ἐξέδωκε τῷ στρατηλάτῃ Ῥεκίμερ. Ὁ δὲ αὐτὸς Μαρκιανὸς ἔχαιρε τῷ Βενέτῳ μέρει κατὰ πόλιν· ὅστις καὶ διάταξιν αὐτοῦ θείαν ἐξεφώνησε, ταραχῆς γενομένης πα‐
15ρὰ τῶν τοῦ Πρασίνου μέρους, μὴ πολιτεύεσθαι Πρασίνους ἐκέ‐ λευσε μήτε στρατεύεσθαι ἐπὶ ἔτη τρία. καὶ ὀργισθεὶς διὰ τὴν ταραχὴν ἐστύφθη τοὺς πόδας αὐτοῦ· καὶ ἐξ αὐτοῦ ἀῤῥωστήσας ἐπὶ μῆνας πέντε καὶ σαπεὶς ἐτελεύτα, ὢν ἐνιαυτῶν ξεʹ. Πουλ‐
χερία δὲ ἡ δέσποινα ἐτελεύτα πρὸ αὐτοῦ πρὸ ἐνιαυτῶν δύο.368
Chron
.

369

Μετὰ δὲ τὴν βασιλείαν Μαρκιανοῦ ἐστέφθη ὑπὸ τῆς συγκλή‐ του ὁ θειότατος Λέων ὁ μέγας ὁ Βέσσος ἔτη ιϛʹ καὶ μῆνας ιαʹ. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἐβασίλευσεν ἐν Ῥώμῃ Ἀνθίμιος ὁ ὑπὸ Μαρκιανοῦ στεφθείς.
5 Ἐν δὲ τῇ βασιλείᾳ Λέοντος ἔπαθεν ὑπὸ θεομηνίας Ἀντιόχεια ἡ μεγάλη τὸ τέταρτον αὐτῆς πάθος μηνὶ σεπτεμβρίῳ ιγʹ δια‐ φαούσης κυριακῆς ἔτους κατὰ τὴν αὐτὴν Ἀντιόχειαν χρηματίζον‐ τος φϛʹ, ἐπὶ τῆς ὑπατείας Πατρικίου· καὶ ἐχαρίσατο τοῖς Ἀντιο‐ χεῦσι καὶ τῇ πόλει λόγον κτισμάτων ὁ αὐτὸς βασιλεὺς πολλά.
10 Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἐτελεύτα ὁ ἅγιος Συμεὼν ὁ στυ‐ λίτης, ὄντος τότε Ἀρδαβουρίου τοῦ πατρικίου, τοῦ υἱοῦ Ἄσπαρος, στρατηλάτου ἀνατολῆς. καὶ κραξάντων τῶν Ἀντιοχέων καὶ αἰ‐ τησάντων τὸ σῶμα τοῦ δικαίου, ἔπεμψεν ὁ αὐτὸς Ἀρδαβούριος Γοτθικὴν βοήθειαν καὶ ἤνεγκε τὸ λείψανον τοῦ ἁγίου Συμεῶνος
15ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ· καὶ ἐκτίσθη αὐτῷ μαρτύριον οἶκος μέ‐ γας καὶ ἐτέθη ἐν αὐτῷ εἰς σορόν. Ἐν δὲ τῇ αὐτοῦ βασιλείᾳ Λέοντος κατεῤῥήθη Ἰσοκάσιος ὁ κοιαιστώριος ὁ φιλόσοφος ὡς Ἕλλην· ὅστις κατήγετο ἐκ γένους
Αἰγεώτης τῆς Κιλικίας· ἦν δὲ κτήτωρ Ἀντιοχείας τῆς μεγάλης.369
Chron
.

370

ὅστις διήνυσεν ἀρχὰς πολλὰς μετὰ δόξης· ἦν γὰρ σφόδρα λογι‐ κός· καὶ συσχεθεὶς κατὰ κέλευσιν τοῦ βασιλέως, διάγων τότε ἐν Κωνσταντινουπόλει καὶ ἀποζωσθεὶς τῆς ἀξίας αὐτοῦ, παρεπέμ‐ φθη ἐν Χαλκηδόνι ἀπὸ Κωνσταντινουπόλεως τῷ ἄρχοντι Βιθυ‐
5νίας Θεοφίλῳ, ὅστις καὶ τὰς φωνὰς αὐτοῦ ἔλαβεν. Ἰακώβου δὲ τοῦ κόμητος καὶ ἀρχιατροῦ τοῦ λεγομένου ψυχρίστου παρακαλέ‐ σαντος τὸν βασιλέα· ἐφίλει γὰρ ὁ βασιλεὺς τὸν αὐτὸν Ἰάκωβον καὶ πᾶσα δὲ ἡ σύγκλητος καὶ ἡ πόλις, ὡς ἄριστον ἰατρὸν καὶ φι‐ λόσοφον· ᾧτινι καὶ ἡ σύγκλητος εἰκόνα συνεστήσατο ἐν τῷ Ζευ‐
10ξίππῳ· ὅστις Ἰάκωβος ἐδυσώπησε τὸν βασιλέα, αἰτῶν αὐτὸν ἐν Κωνσταντινουπόλει ἐξετασθῆναι τὸν αὐτὸν Ἰσοκάσιον παρὰ τῆς συγκλήτου καὶ τοῦ ἐπάρχου τῶν πραιτωρίων καὶ μὴ παρὰ ἄρχον‐ τι ἐπαρχίας, ἐπειδὴ κοιαίστωρος εἶχεν ἀξίας. καὶ πεισθεὶς ὁ βασιλεὺς Λέων ἐκέλευσεν ἐνεχθῆναι ἀπὸ Χαλκηδόνος τὸν αὐτὸν
15Ἰσοκάσιον· καὶ ἐνεχθεὶς εἰς τὸν Ζεύξιππον ἐξητάζετο παρὰ τοῦ ἐπάρχου τῶν πραιτωρίων Πουσαίου· καὶ ἐλάλησεν ὁ αὐτὸς Που‐ σαῖος κατὰ αὐτοῦ Ἰσοκασίου εἰσελθόντος πρὸ βήματος γυμνοῦ καὶ δεδεμένου ὀπισθάγκωνα, Ὁρᾷς σαυτόν, Ἰσοκάσιε, ἐν ποίῳ σχήματι καθέστηκας; ἀποκριθεὶς ὁ Ἰσοκάσιος εἶπεν, Ὁρῶ καὶ
20οὐ ξενίζομαι· ἄνθρωπος γὰρ ὢν ἀνθρωπίναις περιέπεσα συμ‐ φοραῖς. ἀλλὰ δίκῃ καθαρᾷ δίκασον ἐπ’ ἐμοί, ὡς ἐδίκαζες σὺν
ἐμοί. καὶ ἀκούσας τοῦ Ἰσοκασίου ὁ δῆμος τῶν Βυζαντίων ὁ370
Chron
.

371

ἑστὼς καὶ θεωρῶν, εὐφήμησε τὸν βασιλέα Λέοντα πολλά· καὶ ἀποσπάσαντες αὐτὸν ἀπήγαγον ἀπὸ τοῦ Ζευξίππου εἰς τὴν μεγά‐ λην ἐκκλησίαν. καὶ δοὺς τὸ ὄνομα αὐτοῦ κατηχήθη καὶ ἐφωτί‐ σθη· καὶ ἐπέμφθη εἰς τὴν χώραν αὐτοῦ.
5 Ὁ δὲ αὐτὸς θειότατος Λέων βασιλεὺς τὰς κυριακὰς ἀπρά‐ κτους εἶναι ἐκέλευσεν, ἐκφωνήσας περὶ τούτου θεῖον αὐτοῦ νό‐ μον ἵνα μήτε αὐλὸς ἢ κιθάρα ἢ ἄλλο τι μουσικὸν λέγειν ἐν κυ‐ ριακῇ, ἀλλὰ πάντας ἀργεῖν· καὶ πᾶς ἄνθρωπος ἠνέσχετο. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ὑπονοήσας τυραννίδα μελετᾶν
10Ἄσπαρα τὸν πατρίκιον, ὡς πρῶτον τῆς συγκλήτου, ἐφόνευσεν ἐν τῷ παλατίῳ καὶ Ἀρδαβούριον καὶ Πατρίκιον τοὺς υἱοὺς αὐτοῦ ἐν κομβέντῳ, καὶ αὐτοὺς ὄντας συγκλητικούς, κατακόψας τὰ σώμα‐ τα αὐτῶν. καὶ ἐγένετο ἐν Κωνσταντινουπόλει ταραχή· εἶχον γὰρ πλῆθος Γότθων καὶ κόμητας καὶ ἄλλους παῖδας καὶ παραμένον‐
15τας αὐτοῖς ἀνθρώπους πολλούς. ὅθεν εἷς Γότθος τῶν διαφερόν‐ των τῷ αὐτῷ Ἄσπαρι ὀνόματι Ὄστρυς, κόμης, εἰσῆλθεν εἰς τὸ παλάτιον τοξεύων μετὰ ἄλλων Γότθων· καὶ συμβολῆς γενομέ‐ νης μετὰ τῶν ἐξκουβιτώρων καὶ αὐτοῦ Ὄστρυ πολλοὶ ἐκόπησαν. καὶ μεσασθεὶς εἶδεν ὅτι ἡττήθη, καὶ ἔφυγε λαβὼν τὴν παλλακίδα
20Ἄσπαρος, Γότθαν εὐπρεπῆ, ἥτις ἔφιππος ἐξῆλθεν ἅμα αὐτῷ ἐπὶ371
Chron
.

372

τὴν Θρᾴκην· καὶ ἐπραίδευσε τὰ χωρία. περὶ οὗ ἔκραξαν οἱ Βυ‐ ζάντιοι, Νεκροῦ φίλος οὐδεὶς εἰ μὴ μόνος Ὄστρυς. Ὁ δὲ αὐτὸς βασιλεὺς Λέων διωγμὸν ἐποίησε τῶν Ἀρειανῶν Ἐξακιονιτῶν διὰ Ἄσπαρα καὶ Ἀρδαβούριον, διατάξεις πανταχοῦ
5καταπέμψας μὴ ἔχειν αὐτοὺς ἐκκλησίας ἢ συνάγεσθαι. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἔβρεξεν ἐν Κωνσταντινουπόλει κονίαν ἀντὶ βροχῆς καὶ ἐπὶ παλαιστῇ ὕψους ἕστηκεν εἰς τοὺς κε‐ ράμους ἡ κονία· καὶ πάντες ἔτρεμον λιτανεύοντες καὶ λέγοντες ὅτι Πῦρ ἦν καὶ ἐσβέσθη καὶ εὑρέθη κονία τοῦ θεοῦ φιλανθρω‐
10πευσαμένου. Ἐγένετο δὲ ἐν τῇ αὐτοῦ βασιλείᾳ ἐμπρησμὸς μέγας ἐν Κων‐ σταντινουπόλει οἷος οὐδέποτε· ἐκαύθη γὰρ ἀπὸ θαλάσσης ἕως θαλάσσης· καὶ φοβηθεὶς τὸ παλάτιον ἐξῆλθεν ὁ βασιλεὺς Λέων πέραν εἰς τὸν ἅγιον Μάμαντα, καὶ ἐποίησεν ἐκεῖ μῆνας ἓξ ἐν
15προκέσσῳ· καὶ ἔκτισεν ἐκεῖ λιμενάριον καὶ ἔμβολον, ὅνπερ ἐκάλεσε νέον ἔμβολον· ὅστις οὕτω καλεῖται ἕως τῆς νῦν. Ἐπεστράτευσε δὲ ὁ αὐτὸς Λέων ἐν τοῖς χρόνοις τῆς αὐτοῦ βασιλείας κατὰ Σινζηρίχου Οὐανδάλου, ῥηγὸς τῶν Ἄφρων, πόλε‐ μον ναυμαχίας φοβερόν· καὶ ἔπεμψε στόλον μέγαν καὶ Βασιλί‐
20σκον τὸν πατρίκιον, τὸν ἀδελφὸν Βηρίνης τῆς Αὐγούστας, τῆς γυ‐ ναικὸς τοῦ αὐτοῦ Λέοντος. ὅστις Βασιλίσκος λαβὼν χρήματα
παρὰ Ζινζηρίχου, ῥηγὸς τῶν Οὐανδάλων, καὶ προέδωκε τὰ πλοῖα372
Chron
.

373

καὶ τοὺς ἐξάρχους καὶ τοὺς κόμητας καὶ τὸν στρατὸν πάντα, καὶ μόνος μετὰ τοῦ ἰδίου πλοίου, ἤτοι λιβέρνου, πρῶτος ἔφυγε· τὰ δ’ ἄλλα πλοῖα πάντα καὶ ὁ στρατὸς ἀπώλετο ἐν τῇ θαλάσσῃ βυθι‐ σθέντα. ἐν οἷς καὶ Δαμονικὸς ὁ ἀπὸ δουκῶν, γενόμενος στρατη‐
5λάτης ἐξπεδίτου, καταγόμενος ἐκ τῆς Ἀντιοχέων μεγάλης πόλεως, ἀνδραγαθήσας κατὰ τῶν Ἄφρων καὶ μονασθεὶς ἐμεσάσθη καὶ συνελήφθη καὶ ἐῤῥίφη εἰς τὸν βυθὸν ἔνοπλος. καὶ ὑπέστρεψεν ὁ Βασιλίσκος ἐν Κωνσταντινουπόλει ἡττηθείς. Ἐπὶ δὲ τῆς βασιλείας τοῦ αὐτοῦ Λέοντος ἐσφάγη Ἀνθίμιος
10ὁ βασιλεὺς ἐν Ῥώμῃ· ἐν ἔχθρᾳ γὰρ γενόμενος τοῦ ἰδίου αὐτοῦ υἱοῦ γαμβροῦ Ῥεκίμερ τοῦ στρατηλάτου, φοβηθεὶς αὐτὸν ὡς Γότ‐ θον, ἀπῆλθεν εἰς τὸν ἅγιον Πέτρον προσφεύγων ὁ βασιλεὺς Ἀνθίμιος, φησίν, ὡς ἄῤῥωστος. καὶ γνοὺς Λέων ὁ βασιλεὺς ἔπεμψεν ἐν Ῥώμῃ τὸν πατρίκιον Ὀλύβριον τὸν Ῥωμαῖον μετὰ
15τὴν ὑπατείαν αὐτοῦ, ἣν δέδωκεν ἅμα Ῥουστικίῳ, εἰς τό, φησί, ποιῆσαι φίλους τὸν βασιλέα Ἀνθίμιον καὶ τὸν γαμβρὸν αὐτοῦ Ῥεκίμερ, ὡς ὄντας ἐκ τῆς συγκλήτου Ῥώμης· καὶ κελεύσας αὐτῷ ὅτι Μετὰ τὸ γενέσθαι Ἀνθίμιον καὶ Ῥεκίμερ φίλους ἐκ τῆς Ῥώ‐ μης ἔξελθε καὶ ἄπελθε πρὸς Ζινζήριχον Οὐάνδαλον, τὸν ῥῆγα τῆς
20Ἀφρικῆς, ὡς ἔχων παῤῥησίαν πρὸς αὐτόν, διότι τὴν ἀδελφὴν
τῆς σῆς γαμετῆς Πλακιδίας ἔχει νύμφην τοῦ υἱοῦ αὐτοῦ, καὶ373
Chron
.

374

πεῖσον αὐτὸν φίλον μου γενέσθαι. ὑπελάμβανε δὲ ὁ αὐτὸς βα‐ σιλεὺς Λέων τὸν αὐτὸν Ὀλύβριον, ὅτι ἀντείχετο Ζινζηρίχου καὶ ὅτι τοῦ μέρους αὐτοῦ ὑπῆρχε, καὶ παρεφυλάττετο αὐτὸν ὁ Λέων, μὴ ἐὰν κινήσῃ κατὰ Λέοντος Ζινζήριχος πόλεμον, προδώσει ὁ
5αὐτὸς Ὀλύβριος Κωνσταντινούπολιν τῷ Ζινζηρίχῳ, ὡς συγγενής, καὶ ὅτι βασιλεύει ὁ αὐτὸς Ὀλύβριος ἐν Κωνσταντινουπόλει. καὶ μετὰ τὸ ὁδεῦσαι Ὀλύβριον ἐπὶ τὴν Ῥώμην ἐάσαντα τὴν ἑαυτοῦ γυναῖκα Πλακιδίαν καὶ τὴν θυγατέρα αὐτοῦ ἐν Κωνσταντινουπό‐ λει ἔγραψεν ὁ θειότατος [θεῖος] βασιλεὺς Λέων διὰ μαγιστριανοῦ
10Ἀνθιμίῳ, βασιλεῖ τῆς Ῥώμης, ταῦτα ὅτι Ἐγὼ ἐφόνευσα Ἄσπαρα καὶ Ἀρδαβούριον, ἵνα μηδείς μοι ἐναντιοῦται κελεύοντι· ἀλλὰ καὶ σὺ φόνευσον τὸν γαμβρόν σου Ῥεκίμερ, ἵνα μὴ ἐπάνω σου κελεύῃ. ἰδοὺ ἀπέστειλά σοι καὶ Ὀλύβριον τὸν πατρίκιον· φό‐ νευσον καὶ αὐτὸν καὶ βασίλευσον κελεύων καὶ μὴ κελευόμενος.
15ἦν δὲ ἀφορίσας ὁ Ῥεκίμερ εἰς ἑκάστην πόρταν Ῥώμης καὶ εἰς τὸν λιμένα βοήθειαν Γοτθικήν· καὶ εἴ τις εἰσήρχετο ἐν Ῥώμῃ, ἐρευ‐ νᾶτο τί ἐπεφέρετο. καὶ ἀπελθόντος τοῦ μαγιστριανοῦ Μοδέστου τοῦ πεμφθέντος ἀπὸ Λέοντος πρὸς Ἀνθίμιον βασιλέα καὶ ἐρευνη‐ θέντος, ἐπήρθησαν αἱ σάκραι Λέοντος αἱ πρὸς Ἀνθίμιον καὶ
20εἰσηνέχθησαν τῷ Ῥεκίμερ· καὶ ἔδειξεν αὐτὰς Ὀλυβρίῳ. καὶ λοι‐
πὸν ἔπεμψεν ὁ Ῥεκίμερ πρὸς Γουνδαβάριον τὸν υἱὸν τῆς ἀδελφῆς374
Chron
.

375

αὐτοῦ καὶ ἤνεγκεν αὐτὸν ἀπὸ τῶν Γαλλιῶν· ἐκεῖ γὰρ ἦν στρατη‐ λάτης. ὅστις ἐλθὼν ἐφόνευσε τὸν Ἀνθίμιον βασιλέα, ὡς ἐστὶν εἰς τὸν ἅγιον οἶκον τοῦ ἀποστόλου Πέτρου· καὶ εὐθέως ἀπῆλθεν εἰς τὰς Γαλλίας ὁ αὐτὸς Γουνδαβάριος. καὶ ἔστεψεν ὁ Ῥεκίμερ
5βασιλέα Ὀλύβριον μετὰ γνώμης τῆς συγκλήτου Ῥώμης· καὶ ἐβα‐ σίλευσεν ὁ αὐτὸς Ὀλύβριος τῆς Ῥώμης μῆνας ὀλίγους· καὶ ἀῤῥω‐ στήσας ἐτελεύτα. καὶ ἐποίησε πάλιν ἄλλον βασιλέα ὁ Ῥεκίμερ ἀπὸ τῆς συγκλήτου τῆς αὐτῆς Ῥώμης Μαιουρῖνον· καὶ ἐφόνευσαν καὶ αὐτόν, ὡς φιλήσαντα Ζινζήριχον, ῥῆγα τῶν Ἄφρων. καὶ ἐποίη‐
10σεν ἀντ’ αὐτοῦ πάλιν ἄλλον βασιλέα ἐν τῇ Ῥώμῃ ἀπὸ τῆς συγ‐ κλήτου ὀνόματι Νέπον ὁ αὐτὸς Ῥεκίμερ· καὶ τελευτᾷ ὁ Ῥεκίμερ. Ὁ δὲ αὐτὸς Λέων βασιλεὺς ἔλαβε γαμβροὺς δύο ταῖς θυγα‐ τράσιν αὐτοῦ, Λεοντίᾳ τῇ μείζονι Μαρκιανὸν τὸν πατρίκιον, τὸν υἱὸν γενόμενον Ἀνθιμίου, βασιλέως Ῥώμης, καὶ Ἀριάδνῃ Ζήνωνα
15τὸν Ἴσαυρον τὸν Κοδισσέον· καὶ ἐποίησεν ἀμφοτέρους στρατη‐ λάτας πραισέντου καὶ πατρικίους. ἔτεκε δὲ ἡ περιφανεστάτη Ἀριάδνη πρωτότοκον ἄῤῥενα, ὃν ἐπεκάλεσε Λέοντα· ἡ γὰρ Λεον‐ τία ἡ ἐμφανεστάτη θηλείας ἔσχε μόνον. Ὁ δὲ βασιλεὺς Λέων ἔστεψεν ἐν Κωνσταντινουπόλει Λέοντα
20τὸν μικρὸν τὸν ἔγγονον αὐτοῦ, υἱὸν δὲ Ζήνωνος, ποιήσας αὐτὸν375
Chron
.

376

βασιλέα ἅμα αὐτῷ. καὶ προῆλθεν ὕπατος ὁ αὐτὸς Καῖσαρ Λέων ὁ μικρὸς τῷ ἰανουαρίῳ μηνὶ τῆς δωδεκάτης ἐπινεμήσεως τοῦ φκβʹ ἔτους κατὰ Ἀντιόχειαν. τῷ δὲ μετ’ αὐτὸν φεβρουαρίῳ μη‐ νὶ γʹ νόσῳ βληθεὶς ὁ βασιλεὺς Λέων ὁ μέγας δυσεντερίας τελευ‐
5τᾷ, ὢν ἐνιαυτῶν ογʹ. Μετὰ δὲ τὴν βασιλείαν Λέοντος τοῦ μεγάλου ἐβασίλευσε Λέων ὁ μικρὸς ἔτος αʹ καὶ ἡμέρας εἰκοσιτρεῖς· ἦν δὲ παιδίον μι‐ κρόν. ὑπεβλήθη δὲ ὑπὸ τῆς ἰδίας αὐτοῦ μητρὸς τῆς ἐπιφανε‐ στάτης Ἀριάδνης· καὶ ὡς προσκυνεῖ αὐτὸν ὡς βασιλέα Ζήνων ὁ
10στρατηλάτης, ὁ πατρίκιος, ὁ αὐτοῦ πατήρ, ἐπέθηκε στέφανον βα‐ σιλικὸν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, τῇ ἐνάτῃ τοῦ περιτίου μηνὸς τῆς δωδεκάτης ἐπινεμήσεως· καὶ ἐβασίλευσαν ἅμα. Ἐβασίλευσε δὲ ὁ αὐτὸς βασιλεὺς Ζήνων ὁ Κοδισσέος ὁ Ἴσαυ‐ ρος μετὰ τοῦ ἰδίου αὐτοῦ υἱοῦ Λέοντος ὀλίγον χρόνον. καὶ προ‐
15ῆλθεν ὕπατος ὁ θειότατος Λέων ὁ μικρὸς ἔτους κατὰ Ἀντιόχειαν φκβʹ ἰνδικτιῶνος δωδεκάτης· καὶ τῷ ἑνδεκάτῳ μηνὶ τῆς αὐτοῦ ὑπατείας ἠῤῥώστησε καὶ τελευτᾷ ὁ θειότατος Λέων ὁ μικρὸς μηνὶ νοεμβρίῳ ἰνδικτιῶνος ιγʹ, ἔτους χρηματίζοντος κατὰ Ἀντιόχειαν φκγʹ, ὢν ἐνιαυτῶν ζʹ, καθὼς συνεγράψατο Νεστοριανὸς ὁ σο‐
20φώτατος χρονογράφος ἕως Λέοντος τοῦ μικροῦ.376
Chron
.

377

(t1)

ΛΟΓΟΣ ΙΕʹ
t2ΧΡΟΝΩΝ ΒΑΣΙΛΕΙΑΣ ΖΗΝΩΝΟΣ ΕΩΣ ΤΗΣ
t3ΒΑΣΙΛΕΙΑΣ ΑΝΑΣΤΑΣΙΟΥ.
1Μετὰ δὲ τὴν βασιλείαν Λέοντος τοῦ μικροῦ ἐβασίλευσεν ὁ θειό‐ τατος Ζήνων ἔτη ιεʹ. καὶ τῷ μηνὶ τῷ ὀγδόῳ τῆς αὐτοῦ βασι‐ λείας ἐποίησεν ἐπίσκοπον πατριάρχην ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ Πέτρον, τὸν παραμονάριον τῆς ἁγίας Εὐφημίας τῆς ἐν Χαλκη‐
5δόνι· καὶ ἔπεμψεν αὐτὸν ἐν Ἀντιοχείᾳ. μετὰ δὲ δύο ἔτη καὶ μῆ‐ νας δέκα τῆς βασιλείας αὐτοῦ ἐν λύπῃ γενόμενος διὰ πρᾶγμα αἰ‐ τηθὲν παρὰ τῆς αὐτοῦ πενθερᾶς Βηρίνης καὶ μὴ παρασχεθὲν αὐ‐ τῇ παρ’ αὐτοῦ, κατεσκευάσθη παρὰ τῆς δεσποίνης Βηρίνης τῆς αὐτοῦ πενθερᾶς. καὶ φοβηθεὶς μὴ σφαγῇ ὑπό τινος τῶν τοῦ πα‐
10λατίου, ὡς συνοικούσης τῆς πενθερᾶς αὐτοῦ ἐν τῷ παλατίῳ, ποιήσας πρόκεσσον ἐν Χαλκηδόνι ἔφυγεν ἐκεῖθεν βερέδοις καὶ
ἀπῆλθεν εἰς τὴν Ἰσαυρίαν ὡς ἐστὶ βασιλεύς. ὅντινα κατέλαβε377
Chron
.

378

φυγοῦσα τὴν ἰδίαν αὐτῆς μητέρα λάθρᾳ καὶ ἡ βασίλισσα Ἀριάδνη εἰς τὴν Ἰσαυρίαν· καὶ διῆγεν ἅμα τῷ ἰδίῳ αὐτῆς ἀνδρί. Καὶ μετὰ τὸ φυγεῖν Ζήνωνα τὸν βασιλέα καὶ Ἀριάδνην εὐ‐ θέως προεχειρίσατο ἡ αὐτὴ δέσποινα Βηρῖνα βασιλέα, στέψασα
5Βασιλίσκον τὸν ἴδιον αὐτῆς ἀδελφόν· καὶ ἐβασίλευσεν ὁ αὐτὸς Βασιλίσκος ὁ ἀδελφὸς Βηρίνης τῆς πενθερᾶς Ζήνωνος ἔτη βʹ. ἡ δὲ αὐτὴ Βηρῖνα ὅτε αὐτὸν βασιλέα, ὠνόμασε καὶ ὕπατον μετὰ Ἀρμάτου προαχθέντος παρὰ Βασιλίσκου στρατηλάτου τοῦ μεγά‐ λου πραισέντου· καὶ ὑπάτευσαν οἱ δύο.
10 Ὁ δὲ αὐτὸς Βασιλίσκος ἢ μόνον ἐβασίλευσεν, ἔστεψε τὸν υἱὸν αὐτοῦ βασιλέα ὀνόματι Μάρκον· καὶ ἐβασίλευσαν οἱ δύο. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας Βασιλίσκου καὶ Μάρκου τοῦ υἱοῦ αὐτοῦ ἔπαθεν ὑπὸ θεομηνίας πόλις τῆς πρώτης Συρίας ὀνόματι Γάβαλα μηνὶ γορπιαίῳ εἰς τὸ αὖγος· καὶ ἐχαρίσατο τῇ
15αὐτῇ πόλει ὁ βασιλεὺς Βασιλίσκος εἰς ἀνανέωσιν χρυσίου λί‐ τρας νʹ. Καὶ ἐπανῆλθε Ζήνων ὁ βασιλεὺς μετὰ πλήθους πολλοῦ ἐκ
τῆς Ἰσαυρίας ἐπὶ Κωνσταντινούπολιν, πέμψας εἰς Ἀντιόχειαν τὴν378
Chron
.

379

μεγάλην παραφύλακας Ἰσαύρους καὶ στρατηλάτην Τροκόνδην. ἀκούσας οὖν Πέτρος ὁ πατριάρχης ὁ ὑπ’ αὐτοῦ δεξάμενος τῆς ἐπισκοπῆς τὴν χειροτονίαν ὑπὲρ τοῦ μέρους Βασιλίσκου ἐποίει. ὁ δὲ Βασιλίσκος μαθὼν τὴν τοῦ βασιλέως Ζήνωνος ἐπάνοδον,
5ἔπεμψεν Ἀρμᾶτον τὸν στρατηλάτην τοῦ πραισέντου μετὰ πάσης ἧς εἶχε βοηθείας στρατοῦ ἐν Θρᾴκῃ καὶ ἐν Κωνσταντινουπόλει καὶ εἰς τὸ παλάτιον, ὁρκώσας αὐτὸν εἰς ἅγιον βάπτισμα νεοφω‐ τίστου μὴ προδοῦναι. καὶ λαβὼν τὸ πλῆθος τοῦ στρατοῦ ὁ Ἀρμᾶτος ἐπέρασε· καὶ τοῦτο προμαθὼν Ζήνων ὁ βασιλεὺς ἔπεμ‐
10ψε πρὸς τὸν αὐτὸν Ἀρμάτιον ἐπαγγειλάμενος αὐτῷ πολλὰ καὶ τὴν στρατηλασίαν τῆς αὐτοῦ ζωῆς καὶ τὸν υἱὸν αὐτοῦ ποιεῖν Καίσα‐ ρα. καὶ προτραπεὶς ὁ αὐτὸς Ἀρμᾶτος ὑπὸ Ζήνωνος βασιλέως προέδωκεν, εὑρεθεὶς εἰς τὸ μέρος Ζήνωνος τοῦ βασιλέως· καὶ οὐκ‐ έτι ὑπήντησε Ζήνωνι ἐρχομένῳ ὁ αὐτὸς Ἀρμᾶτος, ἀλλὰ δι’ ἄλ‐
15λης ἔδοξεν ἐπιέναι ὁδοῦ τῆς Ἰσαυρίας. Ἐξορμήσας δὲ Ζήνων ἐπέρασεν ἀπὸ τῶν λεγομένων Πυλῶν καὶ εἰσῆλθεν εἰς τὸ παλάτιον μετὰ τῶν ἰδίων ὁπλιτῶν ἰνδικτιῶνι ιδʹ· καὶ ἐδέχθη ὑπὸ τῶν στρατευμάτων καὶ τῆς συγκλήτου. ἐθάῤῥει δὲ εἰς τὸ Πράσινον μέρος, ὅτι ἐφιλεῖτο παρ’ αὐτῶν· ἔχαι‐
20ρε γὰρ καὶ αὐτὸς Ζήνων ὁ βασιλεὺς εἰς τὸ Πράσινον μέρος. Ἀκούσας δὲ ἐξαίφνης Βασιλίσκος ὅτι Ζήνων ὁ βασιλεὺς εἰς
τὸ παλάτιον ὥρμησε καὶ εἰσῆλθε καὶ ὅτι ἐδέξαντο αὐτὸν πάντες379
Chron
.

380

καὶ Βηρῖνα ἡ δέσποινα, ἡ πενθερὰ αὐτοῦ, λαβὼν οὖν Βασιλίσκος τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα ἔφυγεν εἰς τὴν μεγάλην ἐκκλησίαν Κωνσταντινουπόλεως εἰς τὸ μέγα φωτιστήριον, προδοθεὶς ὑπὸ Ἀρμάτου, ἐπὶ τῆς ὑπατείας Θευδερίχου.
5 Ὁ δὲ θειότατος Ζήνων βασιλεὺς παρασχὼν τὸ βῆλον τοῦ ἱππικοῦ εὐθέως ἐλθὼν ἐθεώρησε· καὶ ἐδέχθη ἀπὸ πάσης τῆς πόλεως. καὶ μετὰ τὸ δεχθῆναι, ἐν ὅσῳ θεωρεῖ, ἔπεμψεν εἰς τὴν μεγάλην ἐκκλησίαν καὶ ἐπῆρε παρὰ Βασιλίσκου καὶ τοῦ υἱοῦ αὐ‐ τοῦ καὶ τῆς γυναικὸς αὐτοῦ τὸ σχῆμα τῆς βασιλείας· καὶ ἐκβα‐
10λὼν αὐτὸν καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα αὐτοῦ ὑπὸ λόγον ὅτι οὔτε ἀποκεφαλίζονται οὔτε σφαγιάζονται ἔπεμψεν αὐτὸν καὶ τοὺς αὐτοῦ εἰς Λίμνας κάστρον ἐν Καππαδοκίᾳ. καὶ ἐβλήθησαν εἰς ἕνα πύργον τοῦ κάστρου καὶ ἀνεχρίσθη ἡ θύρα καὶ ἐφύλατ‐ τον τὸν πύργον καὶ τὸ κάστρον Λίμνας πλῆθος στρατιωτῶν
15Ἰσαύρων πολύ, ἕως λιμοκτονηθεὶς, ὁ αὐτὸς Βασιλίσκος καὶ ἡ γυνὴ αὐτοῦ καὶ τὰ τέκνα αὐτοῦ ἀπέδωκαν τὰς ψυχάς· καὶ ἐτάφησαν ἐκεῖ εἰς τὸν αὐτὸν πύργον ἐν Καππαδοκίᾳ. Καὶ ἐβασίλευσε Ζήνων μετὰ τὴν ἐπάνοδον αὐτοῦ ἄλλα ἔτη ιβʹ, τοῦτ’ ἐστὶ τὰ πάντα ἔτη ἐβασίλευσε ιεʹ καὶ μῆνας δύο· τινὲς
20δὲ καὶ τὰ δύο ἔτη Βασιλίσκου εἰς τὴν αὐτοῦ τάσσουσι βασιλείαν. ὁ δὲ αὐτὸς Ζήνων βασιλεὺς ἐπανελθὼν εὐθέως καθεῖλε Πέτρον τὸν ἐπίσκοπον καὶ πατριάρχην Ἀντιοχείας τῆς μεγάλης, ὡς φίλον Βασιλίσκου, καὶ ἐξώρισεν αὐτὸν εἰς Εὐχάϊτα εἰς τὴν Ποντικήν,
καὶ ἐποίησεν ἀντ’ αὐτοῦ Στέφανον ἐπίσκοπον Ἀντιοχείας. ἔδωκε380
Chron
.

381

δὲ ὑπὲρ τῆς ἐπανόδου αὑτοῦ ὁ αὐτὸς βασιλεὺς Ζήνων δωρεὰς πᾶσι τοῖς ὑποτελέσιν αὐτοῦ. ἐν δὲ τῇ αὐτοῦ βασιλείᾳ ἐσφάγη ὁ ἐπί‐ σκοπος Στέφανος Ἀντιοχείας εἰς καλάμια ὀξυνθέντα ὑπὸ τοῦ κλή‐ ρου τοῦ ἰδίου, ἔξω τῆς αὐτῆς πόλεως εἰσελθὼν εἰς τὴν σύναξιν
5τῶν ἁγίων τεσσαράκοντα, εἰς τὰ λεγόμενα Βαρλαῆ, ὡς Νεστο‐ ριανός· καὶ ἐῤῥίφη τὸ λείψανον αὐτοῦ εἰς τὸν Ὀρόντην ποταμόν. καὶ μαθὼν Ζήνων ὁ βασιλεὺς ἐποίησεν ἐπίσκοπον καὶ πατριάρχην ἄλλον ὀνόματι Καλανδίωνα ἐν τῇ αὐτῇ Ἀντιοχέων πόλει τῆς Συρίας· καὶ ἐξωρίσθη καὶ αὐτός, ὡς Νεστοριανός· καὶ ἀνεκλή‐
10θη ὑπὸ τοῦ αὐτοῦ Ζήνωνος βασιλέως ὁ ἐπίσκοπος Πέτρος ἐκ τῆς ἐξορίας, τοῦ δήμου τῶν Ἀντιοχέων αἰτησάντων καὶ τοῦ κλήρου· καὶ ἐλθὼν ἀπὸ Εὐχαΐτων ἐγένετο πάλιν πατριάρχης καὶ ἀπέθανεν εἰς τὸν ἴδιον αὐτοῦ θρόνον ἐν Ἀντιοχείᾳ. Ἐπὶ δὲ τῆς τοῦ Ζήνωνος βασιλείας προεχειρίσθη παρ’ αὐτοῦ
15κατὰ συντάξεις καὶ ἐγένετο Καῖσαρ ὁ υἱὸς Ἀρμάτου τοῦ στρα‐ τηλάτου πραισέντου ὀνόματι Βασιλίσκος· καὶ συνεκάθητο τῷ αὐ‐ τῷ Ζήνωνι Βασιλίσκος εἰς τὸ ἱππικὸν θεωροῦντι, καὶ ἐτίμα τοὺς ἡνιόχους ὁ βασιλεὺς καὶ ὁ Καῖσαρ. ὁ δὲ Ζήνων λογισάμενος ὅτι ἐπιώρκησεν Ἀρμᾶτος ὁ στρατηλάτης τοῦ πραισέντου, ὁ πατὴρ τοῦ
20Καίσαρος, ἐπομοσάμενος εἰς τὸ ἅγιον βάπτισμα Βασιλίσκῳ τῷ
βασιλεῖ μὴ προδοῦναι αὐτόν, καὶ προτραπεὶς παρ’ ἐμοῦ προέδω‐381
Chron
.

382

κεν αὐτὸν καὶ ἀπέθανεν, πῶς τῇ ἐμῇ, φησί, βασιλείᾳ πιστὰ φυ‐ λάξει; μικρὸν γάρ, ἐὰν ἀνδρωθῇ ὁ υἱὸς αὐτοῦ ὁ Καῖσαρ, πάντως καὶ ἐμὲ παραβαίνει· ἐγὼ δὲ οὐ παρέβην αὐτόν, ἀλλὰ καὶ αὐτὸν ἐποίησα ἐπὶ τόπῳ πατρίκιον καὶ στρατηλάτην καὶ τὸν υἱὸν αὐτοῦ
5Καίσαρα· ἐκέλευσεν οὖν σφαγῆναι τὸν Ἀρμᾶτον, ὡς ἐπίορκον, καὶ ἐσφάγη, ὡς ἀνέρχεται κατὰ τὸ Δέκιμον εἰς τὸ ἱππικὸν θεωρῆ‐ σαι. καὶ μετὰ τὸ φονευθῆναι Ἀρμᾶτον τὸν υἱὸν αὐτοῦ Βασιλί‐ σκον τὸν Καίσαρα παιδίον ὄντα ἐχειροτόνησεν ἐπίσκοπον ἐν Κυ‐ ζίκῳ τῇ μητροπόλει τῆς Ἑλλησπόντου.
10 Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας τυραννήσαντες οἱ Σαμαρεῖται ἐν Παλαιστίνῃ ἔστεψαν λῄσταρχον ὀνόματι Ἰουστασὰν Σαμαρεί‐ την· καὶ εἰσῆλθεν ἐν Καισαρείᾳ καὶ ἐθεώρησεν ἱππικὸν καὶ ἐφό‐ νευσε πολλοὺς χριστιανοὺς ἡγεμονεύοντος τῆς πρώτης Παλαιστί‐ νης Πορφυρίου. ὁ δὲ αὐτὸς Ἰουστασὰς ἔκαυσε τὸν ἅγιον Προ‐
15κόπιον ἐπὶ Τιμοθέου ἐπισκόπου Καισαρείας. καὶ ἐλθὼν ὁ δοὺξ Παλαιστίνης Ἀσκληπιάδης μετὰ τῆς αὐτοῦ βοηθείας καὶ ὁ λῃστο‐ διώκτης Ῥήγης, ὁ ἀξιωματικὸς Καισαρείας μετὰ τῶν Ἀρκαδια‐ κῶν, ὁρμήσαντες κατ’ αὐτοῦ συνέβαλον αὐτῷ καὶ παρέλαβον αὐ‐ τόν· καὶ ἀπεκεφάλισαν τὸν αὐτὸν Ἰουστασάν, καὶ ἐπέμφθη ἡ
20κεφαλὴ αὐτοῦ μετὰ τοῦ διαδήματος τῷ βασιλεῖ Ζήνωνι. καὶ εὐ‐
θέως ὁ βασιλεὺς Ζήνων ἐποίησε τὴν συναγωγὴν αὐτῶν τὴν οὖ‐382
Chron
.

383

σαν εἰς τὸ Γαργαζὶ ὄρος εὐκτήριον οἶκον τῆς ἁγίας θεοτόκου Μαρίας, ἀνανεώσας καὶ τὸν ἅγιον Προκόπιον, ποιήσας διάταξιν μὴ στρατεύεσθαι Σαμαρείτην, δημεύσας καὶ τοὺς εὐπόρους αὐ‐ τῶν· καὶ ἐγένετο κατάστασις.
5 Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας Θευδερίχος ὁ ἀπὸ ὑπάτων, ὁ υἱὸς Οὐαλέμερος, ἐν Κωνσταντινουπόλει ἀνατραφεὶς καὶ ἀναγνούς, στρατηλάτης ὢν πραισέντου καὶ ἑωρακὼς τί ὑπέστη Ἀρμᾶτος, φοβηθεὶς τὸν βασιλέα Ζήνωνα, ἔλαβε τὴν ἰδίαν βοήθειαν καὶ ἐξῆλθεν ἀπὸ Κωνσταντινουπόλεως, ἐπὶ Σαλαβρίαν ἀπιὼν διὰ τοὺς
10ἐκεῖ καθεζομένους ἀριθμούς. καὶ τυραννήσας παρέλαβε τὴν Θρᾴκην πᾶσαν· καὶ ἦλθε κατὰ τοῦ βασιλέως Ζήνωνος ἕως Συ‐ κῶν πέραν κατέναντι Κωνσταντινουπόλεως, κόψας καὶ τὸν ἀγω‐ γὸν τῆς πόλεως. καὶ ποιήσας ἡμέρας πολλάς, καὶ μὴ δυνηθεὶς βλάψαι τὸν βασιλέα, ἀνεχώρησεν ἐκεῖθεν ὁρμήσας ἐπὶ τὴν Ῥώμην,
15τότε κατεχομένην ὑπὸ τοῦ Ὀδοάκρου, ῥηγὸς τῶν βαρβάρων. καὶ πολεμήσας αὐτῷ κατὰ γνώμην καὶ προδοσίαν τῆς συγκλήτου Ῥώ‐ μης, παρέλαβεν ἀνεπηρεάστως τὴν αὐτὴν Ῥώμην καὶ τὸν Ὀδοά‐ κρον ῥῆγα· καὶ ἐφόνευσεν αὐτὸν καὶ κατέσχε τῆς Ῥώμης, γενόμε‐ νος ἀντ’ αὐτοῦ ῥὴξ ἐν αὐτῇ ἔτη μζʹ. καὶ ἐφιλιώθη Ζήνωνι μετὰ
20ταῦτα τῷ βασιλεῖ, καὶ πάντα ὅσα ἔπραττε κατὰ γνώμην αὐτοῦ,
καὶ τοὺς ὑπάτους χρηματίζων Κωνσταντινουπόλεως καὶ τοὺς383
Chron
.

384

ἐπάρχους τῶν πραιτωρίων, καὶ τὰ κωδικίλλια μὲν τῶν αὐτοῦ ἀρχόντων τῶν μεγάλων ἀπὸ τοῦ βασιλέως Ζήνωνος ἐδέχετο, μη‐ νύων αὐτῷ τίνα ἤθελε προαχθῆναι· καὶ τοὺς σκηπίονας δὲ τῶν ὑπάτων ἐπὶ τοῦ βασιλέως αὐτοῦ ἐλάμβανεν.
5 Ἢ μόνον δὲ ῥὴξ ἐγένετο ὁ αὐτὸς Θευδερίχος, προσῆλ‐ θεν αὐτῷ μία χήρα, συγκλητικὴ Ῥώμης, ὀνόματι Ἰουβενα‐ λία, διδάσκουσα αὐτὸν ὅτι τριάκοντα ἔτη ἔχω δικαζομένη με‐ τὰ τοῦ πατρικίου Φίρμου· ἀλλὰ εὐλύτωσόν με. καὶ ἐνεγκὼν τοὺς δικολόγους τῶν ἀμφοτέρων μερῶν εἶπεν αὐτοῖς, Εἰ μὴ διὰ τῆς
10αὔριον καὶ τῆς μετ’ αὐτῆς δώσετε αὐτοῖς τὸν ὅρον καὶ ἀπαλλάξετε αὐτούς, ἀποκεφαλίζω ὑμᾶς. καὶ καθίσαντες διὰ τῶν δύο ἡμερῶν εἶπαν τὰ δοκοῦντα τοῖς νόμοις, δεδωκότες αὐτοῖς ὅρον καὶ ἀπαλλά‐ ξαντες αὐτούς. καὶ ἅψασα κηροὺς Ἰουβεναλία προσῆλθεν αὐτῷ, εὐχαριστοῦσα ὅτι εὐλυτώθη τῆς δίκης· καὶ ἠγανάκτησεν ὁ αὐ‐
15τὸς Θευδερίχος κατὰ τῶν δικολόγων, καὶ ἀγαγὼν αὐτοὺς εἶπεν αὐτοῖς, Διὰ τί, ὃ ἐποιήσατε εἰς δύο ἡμέρας καὶ ἀπηλλάξατε αὐτούς, εἰς τριάκοντα ἔτη οὐκ ἐποιήσατε; καὶ πέμψας ἀπεκε‐ φάλισε τοὺς δικολόγους τῶν ἀμφοτέρων μερῶν, καὶ ἐγένετο φό‐ βος πολύς. καὶ ἐποίησε διάταξιν περὶ ἑκάστου νόμου.
20Καὶ ἐξελθὼν ἀπὸ τῆς Ῥώμης ᾤκησε τὴν Ῥάβενναν, πόλιν
παράλιον, ἕως θανάτου αὐτοῦ. καὶ μετὰ θάνατον αὐτοῦ ἐγέ‐384
Chron
.

385

νετο ῥὴξ Ῥώμης ὁ ἔκγονος αὐτοῦ Ἀλάριχος. ἦν δὲ Ἀρειανὸς τῷ δόγματι, ὅ ἐστιν Ἐξακιονίτης. Ἐπὶ δὲ τῆς βασιλείας Ζήνωνος ἔπαθεν ὑπὸ θεομηνίας σει‐ σμοῦ τὸ δεύτερον αὐτῆς πάθος Κωνσταντινούπολις ἐπὶ ὀλίγον
5διάστημα, ἕως τοῦ Ταύρου. ἔπαθε δὲ τότε καὶ Νικομήδεια, μητρόπολις τῆς Βιθυνίας, τὸ ἕκτον αὐτῆς πάθος, ὁμοίως δὲ καὶ Ἑλενούπολις τῆς αὐτῆς ἐπαρχίας· καὶ πολλὰ παρέσχεν αὐ‐ τοῖς ὁ αὐτὸς Ζήνων. Ἐν δὲ τῇ αὐτοῦ βασιλείᾳ ἀντῆρεν ὁ πατρίκιος Ἰλλοῦς ὁ Ἴσαυ‐
10ρος, ὁ φίλος τοῦ αὐτοῦ βασιλέως Ζήνωνος, ὁ ἀναγαγὼν τὸν αὐ‐ τὸν βασιλέα Ζήνωνα μετὰ βοηθείας πολλῆς τὴν δευτέραν αὐτοῦ ἐπάνοδον ἀπὸ τῆς Ἰσαυρίας, ὅτε ἔφυγεν ἀπὸ Κωνσταντινουπό‐ λεως βασιλεύων. ὅστις Ἰλλοῦς ἀνῆλθεν ἐν Κωνσταντινουπόλει μετὰ τοῦ αὐτοῦ βασιλέως Ζήνωνος· καὶ ὡς θαῤῥούμενος παρ’
15αὐτοῦ καὶ θαῤῥῶν αὐτῷ, ἐβουλεύσατο μετὰ τοῦ αὐτοῦ Ζήνωνος ὁ Ἰλλοῦς ὥστε ἐκβληθῆναι τὴν πενθερὰν τοῦ αὐτοῦ Ζήνωνος ἀπὸ Κωνσταντινουπόλεως, ἵνα μὴ πάλιν ἐπιβουλεύσῃ, ὡς πρῶτον. καὶ πέμπει τὸν αὐτὸν Ἴλλον ὁ Ζήνων εἰς τὴν Ἰσαυρίαν, ἵνα ἐνέγ‐ κῃ Λογγῖνον τὸν ἀδελφὸν Ζήνωνος. καὶ κατελθὼν ὁ αὐτὸς
20Ἰλλοῦς ἀπέμεινεν εἰς τὴν Ἰσαυρίαν, γράφων, φησί, Ζήνωνι ὥστε
λαβεῖν αὐτὸν λόγον διὰ Βηρίνης τῆς δεσποίνης, τῆς πενθερᾶς385
Chron
.

386

τοῦ αὐτοῦ Ζήνωνος βασιλέως, ὡς φοβούμενος τὸν βασιλέα Ζή‐ νωνα. καὶ ἔπεισε τὴν αὐτὴν δέσποιναν Βηρῖναν ὁ βασιλεὺς Ζή‐ νων, ὁ γαμβρὸς αὐτῆς, κατὰ τὰ δόξαντα μεταξὺ Ἰλλοῦ καὶ τοῦ αὐτοῦ Ζήνωνος, ὥστε κατελθεῖν καὶ δοῦναι Ἰλλοῦ λόγον ἀπα‐
5θείας, ὡς φοβουμένου Ζήνωνα, καὶ ἀνενέγκαι αὐτὸν καὶ τὸν ἀδελφὸν αὐτοῦ Λογγῖνον. καὶ κατῆλθεν ἡ αὐτὴ Βηρῖνα εἰς τὴν Ἰσαυρίαν· καὶ δεξάμενος αὐτὴν Ἰλλοῦς ἀπέκλεισεν εἰς καστέλ‐ λιον ἐν τῇ Ἰσαυρίᾳ ἔχον βοήθειαν πολλήν, καὶ κελεύσας αὐτὴν διὰ στρατιωτῶν φυλάττεσθαι, καὶ λαβὼν Λογγῖνον τὸν ἀδελ‐
10φὸν τοῦ βασιλέως, ἀνῆλθεν ἐν Κωνσταντινουπόλει. καὶ ἐγένε‐ το ὁ αὐτὸς Ἰλλοῦς συγκλητικὸς καὶ ὕπατος καὶ μάγιστρος καὶ πατρίκιος, διοικῶν τὴν πᾶσαν πολιτείαν. ὁμοίως δὲ καὶ ὁ Λογ‐ γῖνος ὁ ἀδελφὸς τοῦ βασιλέως ἐγένετο στρατηλάτης πραισέν‐ του καὶ ὕπατος· καὶ παρέσχεν εἰς τὰ τέσσαρα μέρη Κωνσταντι‐
15νουπόλεως ὀρχηστὰς ἐμμάλους μικροὺς τέσσαρας· ἦσαν γὰρ οἱ ὀρχούμενοι ἐν Κωνσταντινουπόλει εὔφημοι παλαιοί, καὶ ἐποίησεν αὐτοὺς λῦσαι, πολλὰ χαρισάμενος αὐτοῖς. ἔδωκε δὲ τοῖς Πρασί‐ νοις ἔμμαλον τὸν Αὐτοκύονα τὸν λεγόμενον Καράμαλλον ἀπὸ Ἀλεξανδρείας τῆς μεγάλης, καὶ τὸν Ῥόδον τὸν λεγόμενον Χρυ‐
20σόμαλλον, καὶ αὐτὸν Ἀλεξανδρέα, εἰς τὸ Βένετον, καὶ Ἑλλάδιον τὸν ἀπὸ Ἐμέζτης τῆς πόλεως εἰς τὸ Ῥούσιον μέρος· ἔδωκε δὲ καὶ τὸν λεγόμενον Μαργαρίτην τὸν Κατζάμυν τὸν ἀπὸ Κυζίκου ἐνεγ‐ κὼν τοῖς Λευκοῖς. καὶ ἀπέθετο τὴν δευτέραν αὐτοῦ ὑπατείαν
Λογγῖνος.386
Chron
.

387

Ἡ δὲ βασίλισσα Ἀριάδνη ἡ τοῦ αὐτοῦ Ζήνωνος γυνὴ δε‐ ξαμένη παρὰ τῆς ἰδίας αὐτῆς μητρὸς γράμματα λάθρᾳ καὶ παρε‐ κάλεσε τὸν βασιλέα Ζήνωνα ἵνα ἀπολυθῇ ἀπὸ καστελλίου, ὅπου ἦν ἀποκεκλεισμένη ἡ δέσποινα Βηρῖνα. καὶ εἶπεν αὐτῇ ὁ βασι‐
5λεὺς Ζήνων ἵνα αἰτήσῃ τὸν πατρίκιον Ἰλλοῦν περὶ αὐτῆς. καὶ μεταστειλαμένη ἡ βασίλισσα Ἀριάδνη Ἰλλοῦν ᾔτησεν αὐτὸν μετὰ δακρύων διὰ τὴν αὑτῆς μητέρα Βηρῖναν ἵνα ἀπολυθῇ· καὶ οὐκ ἐπείσθη Ἰλλοῦς, ἀλλὰ λέγει αὐτῇ, Τί αὐτὴν ζητεῖς; ἵνα ποιήσῃ πάλιν ἄλλον βασιλέα κατὰ τοῦ σοῦ ἀνδρός; καὶ πάλιν εἶπεν ἡ
10Ἀριάδνη τῷ βασιλεῖ Ζήνωνι ὅτι Ἰλλοῦς ἐστιν εἰς τὸ παλάτιον ἢ ἐγώ; καὶ λέγει αὐτῇ ὁ βασιλεὺς ὅτι Εἴ τι δύνῃ, πρᾶξον· ἐγώ σε θέλω. καὶ λοιπὸν ἡ Ἀριάδνη κατεσκεύασε τοῦ φονεῦσαι τὸν Ἰλ‐ λοῦν· καὶ ἱππικοῦ ἀγομένου, ὡς ἀνέρχεται διὰ τῶν πουλπιτῶν ἐπὶ τὸ Δέκιμον, ἔκρουσεν αὐτῷ ὁ προτραπεὶς σχολάριος σπαθίῳ
15κατὰ τῆς κεφαλῆς, ὀνόματι Σποράκιος, βουλόμενος εἰς δύο αὐτὸν κόψαι· καὶ εὑρέθη ὁ σπαθάριος τοῦ Ἰλλοῦ ἐγγύς, καὶ προσεσχη‐ κὼς τὸ ξίφος κατερχόμενον τῇ δεξιᾷ αὐτοῦ χειρὶ ἐδέξατο· καὶ κα‐ τελθοῦσα ἡ ἀρχὴ τοῦ ξίφους εἰς τὴν κεφαλὴν αὐτοῦ ἔκοψε τὸ ὠτίον τοῦ αὐτοῦ Ἰλλοῦ τὸ δεξιόν· καὶ ἐσφάγη ὁ σχολάριος ἐπὶ τὸν
20τόπον. ὁ δὲ Ἰλλοῦς κουφισθεὶς ὑπὸ τῶν ἀνθρώπων αὐτοῦ ἀπη‐ νέχθη εἰς τὸν ἴδιον αὐτοῦ οἶκον βασταζόμενος. ὁ δὲ Ζήνων ἀκούσας ἐπωμόσατο λέγων ἀγνοεῖν τὴν κατὰ Ἰλλοῦν κατασκευήν,
καὶ οὐκ ἐπείσθη ὁ Ἰλλοῦς, ἀλλὰ ἔχων τὴν λύπην περιωδεύετο·387
Chron
.

388

καὶ κάλλιον ἐσχηκὼς ἀπῆλθε πέραν, βουλόμενός τι πρᾶξαι· εἰς τέ‐ λειον δὲ ὑγιάνας ἔμεινεν ἔχων τῆς πληγῆς τὴν ὠτειλήν. καὶ εἰσ‐ ελθὼν πρὸς τὸν βασιλέα Ζήνωνα ᾔτησεν αὐτὸν ἐπὶ τὴν ἀνατο‐ λὴν ἀπολυθῆναι πρὸς ὀλίγον χρόνον διὰ τὸ τοὺς ἀέρας, φησίν,
5ἀλλάξαι, ἐπειδὴ ἠσθένει ἀπὸ τῆς πληγῆς. ὁ δὲ βασιλεὺς Ζήνων πεισθεὶς διεδέξατο αὐτὸν ἐκ τῆς ἀρχῆς τοῦ μαγίστρου καὶ ἐποίη‐ σεν αὐτὸν στρατηλάτην ἀνατολῆς, δοὺς αὐτῷ πᾶσαν ἐξουσίαν. καὶ αὐτὸς δὲ Ἰλλοῦς ᾔτησεν αὐτὸν λαβεῖν μεθ’ ἑαυτοῦ πρὸς θε‐ ραπείαν τῆς Αὐγούστας τὸν πατρίκιον Λεόντιον τὸν Παυλίνης,
10εἰς τὸ δοῦναι αὐτῷ τὴν δέσποιναν Βηρῖναν τὴν μητέρα τῆς βα‐ σιλίσσης Ἀριάδνης, ἵνα ἀναγάγῃ αὐτὴν ἐν Κωνσταντινουπόλει. ᾔτησε δὲ τὸν βασιλέα ὁ αὐτὸς Ἰλλοῦς λαβεῖν καὶ ἄλλους συγκλη‐ τικοὺς πρὸς ἰδίαν ὑπόληψιν· καὶ παρέσχεν αὐτῷ. καὶ κατῆλθεν ὁ πατρίκιος Ἰλλοῦς, λαβὼν μεθ’ ἑαυτοῦ τὸν πατρίκιον Λεόντιον
15καὶ τοὺς ἄλλους συγκλητικούς· καὶ κατῆλθεν ἐν Ἀντιοχείᾳ τῇ με‐ γάλῃ, ποιήσας ὀλίγον χρόνον, χαρισάμενος αὐτοῖς πολλὰ ἐξῆλθεν ἐπὶ τὴν Ἰσαυρίαν· καὶ καταγαγὼν τὴν δέσποιναν Βηρῖναν ἀπὸ τοῦ καστελλίου ἐποίησεν αὐτὴν στέψαι βασιλέα εἰς τὸν ἅγιον Πέτρον ἔξω τῆς πόλεως Ταρσοῦ τῆς Κιλικίας τὸν πατρίκιον
20Λεόντιον, πείσας αὐτὸν στεφθῆναι, ὄντα ἄνδρα ἐλεύθερον. καὶ ἐποίησεν ἡ αὐτὴ Βηρῖνα θείας κελεύσεις κατὰ πόλιν καὶ σάκρας
πρὸς τοὺς ἄρχοντας καὶ πρὸς τοὺς στρατιώτας ὥστε δέξασθαι388
Chron
.

389

αὐτὸν καὶ μὴ ἐναντιωθῆναί τινα, γράψασα δὲ σάκραν ἔχουσαν πολλὰ κακὰ περὶ Ζήνωνος. καὶ ἐβασίλευσεν ἐν Ἀντιοχείᾳ ὀλίγας ἡμέρας. Καὶ γνοὺς Ζήνων ὁ βασιλεὺς ἔπεμψε βοήθειαν πολλὴν καὶ
5στρατηλάτην Ἰωάννην τὸν Σκύθην. καὶ ἀκούσας Λεόντιος καὶ Ἰλλοῦς καὶ οἱ μετ’ αὐτοῦ καὶ ἀνῆλθαν μετὰ Βηρίνης εἰς τὸ Παπῦ‐ ριν καστέλλιον· καὶ Βηρῖνα μὲν ἰδίῳ θανάτῳ τελευτᾷ. Παμπρέ‐ πιος δέ τις ὡς προδότης μετ’ αὐτῶν ὢν ἐσφάγη ἄνω καὶ ἐῤῥίφη τὸ λείψανον αὐτοῦ εἰς τὰ ὄρη. Ἰλλοῦς δὲ καὶ Λεόντιος φοσσευ‐
10θέντες παρελήφθησαν· καὶ πρόοδον δεδωκότες παρὰ τῷ ἄρχοντι Σελευκείας τῆς Ἰσαυρίας ἀπὸ διαλαλιᾶς ἀπεκεφαλίσθησαν· καὶ αἱ κεφαλαὶ αὐτῶν εἰσηνέχθησαν Ζήνωνι ἐν Κωνσταντινουπόλει εἰς κοντὸν πεπηγμέναι· καὶ πολὺς ὄχλος ἀπῄει θεωρῶν αὐτάς· ἦσαν γὰρ ἀπενεχθεῖσαι πέραν ἐν Σύκαις ἐπὶ τὸν ἅγιον Κόνωνα.
15 Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἐβασίλευσε Περσῶν Περόζης· πολλὰς δὲ ταραχὰς καὶ φόνους ἐν τῷ αὐτῷ καιρῷ ἐποίησαν οἱ Πράσινοι ἐν Ἀντιοχείᾳ· ἐφόνευσαν γάρ, φησίν, Ἰουδαίους μη‐ δενὸς φειδόμενοι. καὶ διεδέχθη ὁ τότε κόμης τῆς ἀνατολῆς Θεό‐ δωρος ἀγανακτηθείς· καὶ εἰρήνευσαν τὰ δημοτικά. καὶ ἀνηνέ‐
20χθη τῷ αὐτῷ βασιλεῖ Ζήνωνι τὸ γενόμενον ὑπὸ τῶν Πρασίνων
πρὸς τοὺς Ἰουδαίους ἀσέβημα· καὶ ἠγανάκτησε κατὰ τῶν Πρα‐389
Chron
.

390

σίνων τῶν ἐν Ἀντιοχείᾳ, λέγων, Διὰ τί τοὺς νεκροὺς μόνον τῶν Ἰουδαίων ἔκαυσαν; ἐχρῆν γὰρ αὐτοὺς καὶ τοὺς ζῶντας Ἰουδαίους καῦσαι. καὶ ἐσιωπήθη τὸ πρᾶγμα. Ὁ δὲ αὐτὸς βασιλεὺς Ζήνων ἐρωτήσας Μαυριανὸν τὸν σο‐
5φώτατον κόμητα, ὅστις πολλὰ αὐτῷ προέλεγεν, ἦν γὰρ καὶ μυ‐ στικά τινα εἰδώς, καὶ τίς μετ’ αὐτὸν βασιλεύει, προεῖπεν ὅτι καὶ τὴν βασιλείαν αὐτοῦ καὶ τὴν γυναῖκα αὐτοῦ διαδέχεταί τις ἀπὸ σιλεντιαρίων. [καὶ ταῦτα ἀκούσας ὁ βασιλεὺς Ζήνων συν‐ έσχε τὸν πατρίκιον Πελάγιον τὸν ἀπὸ σιλεντιαρίων] πληρώ‐
10σαντα καὶ ἐλθόντα εἰς τὴν τοῦ πατρικίου ἀξίαν, ἄνδρα σοφόν· ἐκέλευσε δημεύσας φυλάττεσθαι· ὅντινα νυκτὸς οἱ φυλάσσοντες ἔπνιξαν καὶ ἔῤῥιψαν εἰς θάλασσαν τὸ λείψανον αὐτοῦ κατὰ κέλευσιν τοῦ βασιλέως. καὶ ἀκούσας τοῦτο ὁ ἔπαρχος τῶν πραι‐ τωρίων Ἀρκάδιος ἐλοιδόρει τὸν βασιλέα Ζήνωνα διὰ Πελάγιον·
15καὶ ἦλθεν εἰς τὰς ἀκοὰς Ζήνωνος, καὶ ἐκέλευσεν εἰσερχόμενον εἰς τὸ παλάτιον σφαγῆναι. ὁ δὲ Ἀρκάδιος μαθὼν τοῦτο, ὡς μετεστάλη ἀπὸ τοῦ βασιλέως, παρερχόμενος ἀπὸ τῆς ἐκκλησίας ἐποίησεν ὡς θέλων εὔξασθαι· καὶ κατελθὼν ἐκ τοῦ ὀχήματος εἰσῆλθεν εἰς τὴν μεγάλην ἐκκλησίαν Κωνσταντινουπόλεως· καὶ
20ἔμεινεν ἔσω, καὶ ἐῤῥύσθη θανάτου. καὶ ὡς ἔστιν ἐκεῖ, ἐδήμευ‐390
Chron
.

391

σεν αὐτὸν ὁ βασιλεὺς Ζήνων. μετὰ δὲ ὀλίγον καιρὸν δυσεντε‐ ρίᾳ ληφθεὶς ὁ αὐτὸς βασιλεὺς Ζήνων ἐτελεύτησεν, ὢν ἐνιαυτῶν ξʹ καὶ μηνῶν θʹ, μηνὶ ξανθικῷ θʹ ἔτους κατὰ Ἀντιόχειαν φλθʹ, ἰνδικτιῶνος ιδʹ.
5Ἔστιν οὖν ἀπὸ Ἀδὰμ ἕως τῆς τελευτῆς Ζήνωνος βασιλέως
ἔτη ͵εϡπγʹ.391
Chron
.

392

(t1)

ΛΟΓΟΣ Ιϛʹ
t2ΧΡΟΝΩΝ ΑΝΑΣΤΑΣΙΟΥ ΒΑΣΙΛΕΩΣ.
1Μετὰ δὲ τὴν βασιλείαν Ζήνωνος ἐβασίλευσεν ὁ θειότατος Ἀνα‐ στάσιος ὁ δίκορος, ὁ Δυῤῥαχηνός, ὁ ἀπὸ τῆς νέας Ἠπείρου, ἀπὸ σιλεντιαρίων, ἐπὶ τῆς ὑπατείας Ὀλυβρίου τοῦ υἱοῦ Ἀρεοβίνδου· ὅστις ἐβασίλευσεν ἔτη κζʹ καὶ μῆνας γʹ, στεφθεὶς ἐν μηνὶ ἀπριλ‐
5λίῳ τῇ ἁγίᾳ πέμπτῃ τῆς μεγάλης ἑβδομάδος. καὶ ἠγάγετο Ἀριάδ‐ νην τὴν τοῦ Ζήνωνος τοῦ πρὸ αὐτοῦ βασιλεύσαντος γενομένην γυναῖκα. ἦν δὲ μακρὸς πάνυ, κονδόθριξ, εὔστολος, στρογγύ‐ λοψις, μιξοπόλιος τὴν κάραν καὶ τὸ γένειον, ἐν τῷ δεξιῷ ὀφθαλ‐ μῷ ἔχων τὴν κόρην γλαυκὴν καὶ ἐν τῷ ἀριστερῷ μέλαιναν, τε‐
10λείους ἔχων ὀφθαλμούς, τὸ δὲ γένειον αὐτοῦ πυκνῶς ἐκείρετο. Ἐν δὲ τῇ αὐτοῦ βασιλείᾳ ἐποίησεν ἔπαρχον πραιτωρίων τὸν πατρίκιον Ἱέριον· ὅστις ἐποίησε κόμητα ἀνατολῆς Καλλιόπιον
τὸν ἴδιον συγγενέα. καὶ ὡς ἄρχει, ἐπῆλθον τῷ αὐτῷ Καλλιοπίῳ392
Chron
.

393

οἱ Πράσινοι Ἀντιοχείας ἐν τῷ πραιτωρίῳ· καὶ φυγὼν διεσώθη. τοῦτο δὲ γνοὺς ὁ ἔπαρχος Ἱέριος ἀνήγαγε τῷ βασιλεῖ Ἀναστασίῳ· καὶ εὐθέως προηγάγετο ὁ αὐτὸς βασιλεὺς κόμητα ἀνατολῆς Κων‐ στάντιον τὸν Ταρσέα, δοὺς αὐτῷ ἐξουσίαν κατὰ πάσης ζωῆς,
5ἐπειδὴ τὸ Πράσινον μέρος Ἀντιοχείας δημοκρατοῦν ἐπήρχετο τοῖς ἄρχουσιν· ὅστις Κωνστάντιος ἐποίησε τὸν δῆμον Ἀντιοχείας εἴ‐ κειν κελεύσμασιν ἀρχόντων, ἔτους χρηματίζοντος κατὰ Ἀντιό‐ χειαν φμγʹ. Ἐφίλει δὲ ὁ αὐτὸς βασιλεὺς τὸ Ῥούσιον μέρος Κωνσταντινου‐
10πόλεως, τοῖς δὲ Πρασίνοις καὶ Βενέτοις πανταχῇ ἐπεξήρχετο στα‐ σιάζουσιν. Ὁ δὲ αὐτὸς βασιλεὺς ἀκούσας ὅτι συνάγονται οἱ Ἴσαυροι εἰς τὴν ἰδίαν αὐτῶν χώραν τυραννῆσαι βουλόμενοι, εὐθέως ἐπεστρά‐ τευσε κατ’ αὐτῶν· καὶ ἐπολέμησεν αὐτοῖς πέμψας στρατηγοὺς
15Ἰωάννην τὸν ἐπίκλην κυρτόν, στρατηλάτην πραισέντου, καὶ Διο‐ γενιανὸν τὸν πατρίκιον, τὸν συγγενέα τῆς Αὐγούστας, καὶ ἄλλους μετὰ πλήθους Σκυθῶν καὶ Γοτθικῆς καὶ Βεσσικῆς χειρός. καὶ ἀνήλωσε τοὺς αὐτοὺς Ἰσαύρους καὶ ἀπώλεσε τὴν χώραν αὐτῶν καὶ τὰς πόλεις αὐτῶν κατέστρεψε καὶ πυρίκαυστα ἐποίησε τὰ κα‐
20στέλλια αὐτῶν, λαβὼν αἰχμαλώτους τοὺς ἐξάρχους αὐτῶν εἰς τὴν αὐτῶν τυραννίδα Λογγῖνον τὸν ἀπὸ μαγίστρων τὸν φαλακρὸν καὶ Ἀθηνόδωρον τὸν νεώτερον καὶ Λογγινίνην τὸν χωλὸν καὶ Κό‐ νωνα τὸν Φουσκιανοῦ τὸν ἀπὸ ἐπισκόπων Ἀπαμείας· ὁ δὲ Λογ‐
γινίνης πρῶτος ἀπώλετο ἐν τῇ συμβολῇ τοῦ πολέμου, ὅτε ὑπήν‐393
Chron
.

394

τησαν ἀλλήλοις τὰ ἐξέρκετα εἰς τὸ Κοτυάειον, πόλιν τῆς Φρυγίας, ἐκεῖ ἐσφάγη· καὶ μετ’ αὐτὸν Κόνων ὁ Φουσκιανοῦ λόγχῃ βληθεὶς ἔπεσε. καὶ τραπέντες οἱ Ἴσαυροι εἰς φυγὴν συνελήφθησαν τότε καὶ οἱ λοιποὶ ἔξαρχοι ζῶντες· καὶ ἀπεκεφαλίσθησαν καὶ ἀνηνέ‐
5χθησαν αἱ κεφαλαὶ αὐτῶν τῷ αὐτῷ Ἀναστασίῳ βασιλεῖ. καὶ με‐ τὰ τὴν αὐτὴν νίκην ἔδωκε δωρεὰς τοῖς ὑποτελέσι πᾶσι τοῖς ὑπὸ τὴν αὐτοῦ βασιλείαν. Ὁ δὲ θειότατος βασιλεὺς Ἀναστάσιος ἐποίησε χρυσοτέλειαν τῶν ἰούγων τοῖς συντελεσταῖς πᾶσι διὰ τὸ μὴ ἀπαιτεῖσθαι τὰ εἴδη
10καὶ διατρέφεσθαι ὑπὸ τῶν στρατιωτῶν. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας οἱ δῆμοι Κωνσταντινουπόλεως τῶν Πρασίνων ἱππικοῦ ἀγομένου παρεκάλουν τὸν βασιλέα ἀπο‐ λυθῆναί τινας συσχεθέντας παρὰ τοῦ ἐπάρχου τῆς πόλεως ὡς λιθοβολήσαντας· καὶ οὐ παρεκλήθη ὑπὸ τοῦ δήμου ὁ αὐτὸς βα‐
15σιλεύς, ἀλλὰ ἀγανακτήσας ἐκέλευσεν ἄρμα κατ’ αὐτῶν ἐξελθεῖν, καὶ ἐγένετο μεγάλη ἀταξία. καὶ κατῆλθον οἱ δῆμοι κατὰ τῶν ἐξκου‐ βιτόρων καὶ ἐλθόντες ἐπὶ τὸ κάθισμα ἔῤῥιψαν [λίθους κατὰ τοῦ βασιλέως Ἀναστασίου, ἐν οἷς εἷς Μαῦρος ἔῤῥιψε] λίθον κατὰ τοῦ βασιλέως· καὶ ἀναστὰς ὁ βασιλεὺς ἐξέφυγε τὸν λίθον. καὶ θεα‐
20σάμενοι οἱ ἐξκουβίτορες τὴν τοῦ ἀνδρὸς τόλμαν, ὥρμησαν κατ’ αὐτοῦ καὶ ἔκοψαν αὐτὸν κατὰ μέλος· καὶ οὕτως ἀπέδωκε τὴν ψυχήν. ὁ δὲ δῆμος στενωθεὶς ἔβαλε πῦρ εἰς τὴν λεγομένην Χαλ‐
κῆν τοῦ ἱππικοῦ, καὶ ὁ ἔμβολος ἐκαύθη ἕως τοῦ βασιλικοῦ καθί‐394
Chron
.

395

σματος, καὶ ὁ ἔμβολος δὲ ὁ δημόσιος ἕως τοῦ Ἑξαϊππίου καὶ τοῦ φόρου Κωνσταντίνου ἅπας καυθεὶς κατηνέχθη, πανταχῇ διακοπῶν γενομένων. πολλῶν δὲ συσχεθέντων καὶ τιμωρηθέντων ἐγένετο ἡσυχία, προαχθέντος ἐπάρχου πόλεως Πλάτωνος, ὃς ὑπῆρχε πά‐
5τρων τοῦ Πρασίνου μέρους. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἀνεφάνη τις ἀνὴρ ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ, ὢν ἀπὸ πόλεως Ἀμίδης, ὀνόματι Ἰωάννης Ἰσθμέος, χειμευτὴς ὑπάρχων καὶ φοβερὸς ἐπιθέτης· καὶ λάθρᾳ εἰσήρχετο εἰς τὰ ἀργυροπρατεῖα καὶ ὑπεδείκνυεν αὐτοῖς χεῖρας ἀνδριάντων
10καὶ πόδας χρυσοῦς καὶ ἄλλα ζώδια, λέγων ὅτι Θησαυρὸν γέμοντα τοιαῦτα ζώδια ὄβρυζα ηὗρον. καὶ ἐκ τούτου ἠπάτησε πολλοὺς καὶ ἐκόμβωσε πολλὰ χρήματα· ᾧτινι παρωνύμην ἔθηκαν οἱ Ἀν‐ τιοχεῖς Βαγουλάν, ὅ ἐστι γοργὸς ἐπιθέτης. καὶ λαθὼν πάντας ἔφυγεν ἐν Κωνσταντινουπόλει καὶ ἐκόμβωσε κἀκεῖ πολλοὺς ἀργυ‐
15ροπράτας, ὥστε γνωσθῆναι τῷ βασιλεῖ. καὶ συσχεθεὶς εἰσήχθη πρὸς τὸν βασιλέα, καὶ προσήνεγκεν αὐτῷ χαλινὸν ἵππου ὁλόχρυσον, διὰ μαργαριτῶν ὂν τὸ κούρκωμον αὐτοῦ. καὶ λαβὼν αὐτὸ ὁ βα‐ σιλεὺς Ἀναστάσιος λέγει αὐτῷ, Ἐμὲ οὐ κομβώσεις· καὶ ἐξώρισεν αὐτὸν εἰς Πέτρας, κἀκεῖ τελευτᾷ.
20 Ἐν δὲ τῷ αὐτῷ χρόνῳ τῆς αὐτοῦ βασιλείας ἐπὶ τῆς ὑπα‐ τείας τοῦ αὐτοῦ βασιλέως Ἀναστασίου ὡς τὸ τρίτον κατῆλθεν
ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ Καλλιόπας τις ἡνίοχος ἀπὸ φακτιονα‐395
Chron
.

396

ρίων Κωνσταντινουπόλεως· καὶ ἐδόθη εἰς τὸ Πράσινον μέρος Ἀντιοχείας ἐπὶ Βασιλείου κόμητος Αἰδεσινοῦ· καὶ παρέλαβε τὸν σταῦλον τοῦ Πρασίνου μέρους λιπόμενον, καὶ ἐνίκησε κατὰ κράτος. καὶ μετ’ ὀλίγον καιρὸν ἐπετελέσθη ἐν τῇ Δάφνῃ Ἀντιο‐
5χείας κατὰ τὸ ἔθος ἡ συνήθεια τῶν Ὀλυμπίων ἡ λεγομένη· καὶ τοῦ πλήθους τῶν Ἀντιοχέων ἀνελθόντος ἐν Δάφνῃ, οἱ ἐκ τῆς εἰσελασίας ὁρμήσαντες μετὰ τοῦ ἡνιόχου Καλλιόπα κα‐ τελθόντες ἐν τῇ συναγωγῇ τῶν Ἰουδαίων τῇ οὔσῃ ἐν τῇ αὐτῇ Δάφνῃ ἐνέπρησαν αὐτήν, πραιδεύσαντες πάντα ὅσα ἦν ἐν τῇ
10συναγωγῇ καὶ ἐφόνευσαν πολλούς, μηνὶ ἰουλίῳ θʹ, ἰνδικτιῶνος ιεʹ· καὶ πήξαντες ἐκεῖ τὸν τίμιον σταυρὸν ἐποίησαν γενέσθαι μαρτύριον τοῦ ἁγίου Λεοντίου. τούτων δὲ γνωσθέντων τῷ αὐ‐ τῷ Ἀναστασίῳ βασιλεῖ, προηγάγετο κόμητα ἀνατολῆς τὸν ἀπὸ κομμερκιαρίων Προκόπιον τὸν Ἀντιοχέα· ὅστις κατήνεγκε μεθ’
15ἑαυτοῦ ἀπὸ θείου τύπου νυκτέπαρχον Μηνᾶν ὀνόματι, Βυζάν‐ τιον. καὶ ταραχῆς γενομένης παρὰ τῶν τοῦ Πρασίνου μέρους, ἐβουλήθη ὁ αὐτὸς Μηνᾶς κατασχεῖν τινας τῶν ἀτάκτων· καὶ γνόντες ἐκεῖνοι προσέφυγον εἰς τὸν ἅγιον Ἰωάννην ἔξω τῆς πό‐ λεως. καὶ γνοὺς τοῦτο ὁ νυκτέπαρχος ἐν τῷ μεσημβρίῳ ἀπῆλ‐
20θε μετὰ Γοτθικῆς βοηθείας εἰς τὸν ἅγιον Ἰωάννην· καὶ ἐξαίφνης εἰσῆλθεν εἰς τὸν ἅγιον οἶκον, καὶ εὗρεν ἐκεῖ ὑποκάτω τῆς ἁγίας τραπέζης τοῦ θυσιαστηρίου τινὰ τῶν ἀτάκτων ὀνόματι Ἐλευ‐
θέριον· καὶ κεντήσας αὐτὸν ξίφει ἐκεῖ, σύρας ἐκ τοῦ θυσιαστη‐396
Chron
.

397

ρίου τὸ λείψανον αὐτοῦ, ἀπεκεφάλισεν· ὥστε τὸ ἅγιον θυσια‐ στήριον πληρωθῆναι αἵματος. καὶ λαβὼν τὴν κεφαλὴν εἰσήρχε‐ το ἐπὶ τὴν πόλιν Ἀντιόχειαν· καὶ ἐλθὼν ἕως τῆς γεφύρης τοῦ Ὀρόντου ποταμοῦ ἔῤῥιψε τὴν κεφαλὴν εἰς τὸν ποταμόν. καὶ
5εἰσῆλθεν ἔγγιστα Προκοπίου τοῦ κόμητος τῆς ἀνατολῆς, διηγού‐ μενος αὐτῷ τὰ συμβάντα. καὶ μετὰ τὸ μεσημβρινὸν ἐγνώσθη τοῦτο τοῖς Πρασίνοις· καὶ ἐξελθόντες εἰς τὸν ἅγιον Ἰωάννην εὗ‐ ρον τὸν κορμὸν Ἐλευθερίου. καὶ λαβόντες εἰς κραβαταρέαν τὸ λείψανον αὐτοῦ, εἰσήγαγον εἰς τὴν πόλιν βαστάζοντες αὐτό. καὶ
10ὑπηντήθησαν κατέναντι τῆς λεγομένης Ῥουφίνου βασιλικῆς ἐπὶ τὸ λουτρὸν τὸ λεγόμενον τῶν Ὀλβίης· καὶ συμβαλόντες εἰς τὴν ῥύμην τῶν θαλασσίων μετὰ τῆς βοηθείας καὶ τοῦ νυκτεπάρχου καὶ τῶν τοῦ Βενέτου μέρους δημοτῶν μάχην, περιεγένετο ὁ δῆ‐ μος τοῦ Πρασίνου μέρους· καὶ παραλαβόντες τὴν Ῥουφίνου βα‐
15σιλικὴν καὶ τὴν λεγομένην Ζηνοδότου ἔβαλον πῦρ, καὶ ἐκαύθη πᾶσα ἡ Ῥουφίνου καὶ τὰ δύο τετράπυλα τὰ ἐντεῦθεν κἀκεῖθεν καὶ τὸ πραιτώριον τοῦ κόμητος τῆς ἀνατολῆς, καὶ πάντα κατη‐ νέχθη ὑπὸ τοῦ πυρὸς διαφθαρέντα. καὶ ἔφυγεν ὁ κόμης τῆς ἀνατολῆς εἰς Ἀλεξάνδρειαν τὴν Καμβύσου. καὶ πιάσαντες οἱ ἀπὸ
20τοῦ Πρασίνου μέρους τὸν νυκτέπαρχον Μηνᾶν καὶ ἀνακείραντες αὐτόν, ἐξέβαλον τὰ συκότια αὐτοῦ. καὶ μετὰ τὸ σῦραι τὸ λεί‐ ψανον αὐτοῦ ἐκρέμασαν αὐτὸ ἐν τῷ ἑστῶτι χαλκῷ ἀνδριάντι
τῷ λεγομένῳ Κολονισίῳ τὸ μέσον τοῦ ἀντιφόρου· καὶ μεταγα‐397
Chron
.

398

γόντες τὸ λείψανον, σύραντες ἔξω τῆς πόλεως Ἀντιοχείας ἔκαυ‐ σαν φρυγάνοις. ὁ δὲ βασιλεὺς Ἀναστάσιος διδαχθεὶς προεχει‐ ρίσατο κόμητα ἀνατολῆς Εἰρηναῖον τὸν Πενταδιαστήν, Ἀντιο‐ χέα· καὶ ἐποίησεν ἐκδίκησιν καὶ φόβον ἐν τῇ πόλει.
5 Ὁ δὲ αὐτὸς βασιλεὺς ἐκούφισε τὴν λειτουργίαν τοῦ λεγομένου χρυσαργύρου πᾶσαν διαιωνίζουσαν ἀπὸ θείου τύπου, ἥτις ἐστὶ μεγάλη καὶ φοβερὰ φιλοτιμία, ἀντεισάξας ταῖς θείαις λαργιτιῶσι πρόσοδον ἀντ’ αὐτοῦ ἐκ τῶν ἰδίων αὐτοῦ. Ἔκτισε δὲ ὁ αὐτὸς βασιλεὺς ἐν Ἀντιοχείᾳ καὶ τὴν λεγομένην
10Ῥουφίνου καὶ κατὰ πόλιν τῆς Ῥωμανίας διάφορα κτίσματα. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας παρελήφθη Ἄμιδα, μητρόπολις ὀχυρὰ πάνυ τῆς Μεσοποταμίας, καὶ Θεοδοσιούπολις, πολέμῳ ληφθεῖσα ὑπὸ Κωάδου, βασιλέως Περσῶν, ἐπελθόντος τοῦ βασι‐ λέως μετὰ δυνάμεως πολλῆς. ἔλαβε δὲ παραλήπτους ὁ αὐτὸς
15βασιλεὺς Περσῶν Κωνσταντῖνον, στρατηγὸν Ῥωμαίων δυνατόν, φυλάττοντα τὴν αὐτὴν Θεοδοσιούπολιν, καὶ ἄλλους δὲ πολλούς· οἵτινες καὶ ἐτελεύτησαν ἐν τοῖς Περσικοῖς μέρεσι. καὶ ἐπεστρά‐ τευσε κατὰ Περσῶν ὁ αὐτὸς Ἀναστάσιος βασιλεύς, πέμψας Ἀρεό‐ βινδον τὸν Δαγαλαΐφου υἱόν, στρατηλάτην ἀνατολῆς, τὸν ἄν‐
20δρα Ἰουλιάνας, καὶ Πατρίκιν, στρατηλάτην τοῦ μεγάλου πραισέν‐ του, καὶ Ὑπάτην, στρατηλάτην πραισέντου, τὸν υἱὸν Σεκουνδί‐ νου τοῦ πατρικίου, καὶ τὸν πατρίκιον Ἀππίονα, ποιήσας αὐτὸν
ἔπαρχον πραιτωρίων ἀνατολῆς, καὶ πλῆθος ἄπειρον στρατιᾶς398
Chron
.

399

μετ’ αὐτῶν πεζικῆς καὶ ἱππικῆς δυνάμεως. καὶ συνέβαλον μετ’ ἀλλήλων τὰ ἀμφότερα τάγματα, καὶ ἐσφάγησαν πολλοὶ καὶ ἔπε‐ σαν ἐξ ἀμφοτέρων τῶν μερῶν· περὶ οὗ πολέμου Εὐστάθιος ὁ σο‐ φώτατος χρονογράφος συνεγράψατο· ὅστις καὶ εὐθέως ἐτελεύτη‐
5σε, μήτε εἰς τέλειον τὴν ἔκθεσιν αὐτοῦ συντάξας. ὁ δὲ αὐτὸς βα‐ σιλεὺς Ἀναστάσιος μετεστείλατο τὸν στρατηλάτην Ὑπάτιον τὸν Σεκουνδίνου ἐν Κωνσταντινουπόλει, καὶ ἔπεμψεν ἀντ’ αὐτοῦ τὸν ἐνδοξότατον Κέλερα τὸν Ἰλλυριόν, ἄνδρα σοφόν· καὶ ἀνεδόθη‐ σαν αἱ πόλεις αἱ κατεχόμεναι ὑπὸ Περσῶν διὰ τοῦ αὐτοῦ Κέλε‐
10ρος μαγίστρου. καὶ ἐγένετο εἰρήνη καὶ ἔνδοσις τοῦ πολέμου, καὶ ἀνεχώρησαν τὰ ἐξέρκετα καὶ ὁ στρατὸς ὅλος Ῥωμαίων τε καὶ Περσῶν. Ὁ δὲ θειότατος Ἀναστάσιος εὐθέως ἐτείχισε τὸ Δοράς, χω‐ ρίον ὄντα τῆς Μεσοποταμίας, μέγα δὲ ὄντα πάνυ καὶ ὀχυρόν,
15κείμενον μέσον τῶν ὅρων Ῥωμαίων τε καὶ Περσῶν· καὶ ἐποίη‐ σεν ἐν αὐτῷ δημόσια λουτρὰ δύο καὶ ἐκκλησίας καὶ ἐμβόλους καὶ ὡρεῖα εἰς ἀπόθετα σίτου καὶ κιστέρνας ὑδάτων. τὸ δὲ αὐ‐ τὸ χωρίον διὰ τοῦτο ἐκλήθη Δορὰς ὑπὸ Ἀλεξάνδρου τοῦ Μακε‐ δόνος, διότι τὸν βασιλέα Περσῶν ἐκεῖ συνελάβετο, κἀκεῖθεν ἔχει
20τὸ ὄνομα· νυνὶ δὲ λαβόντα δίκαιον πόλεως μετεκλήθη Ἀναστα‐
σιούπολις. καὶ στήλας τοῦ αὐτοῦ Ἀναστασίου ἀνέστησαν ἐκεῖ.399
Chron
.

400

Ἐν δὲ τῇ αὐτοῦ βασιλείᾳ καθῃρέθη Εὐφήμιος ὁ πατριάρ‐ χης Κωνσταντινουπόλεως· καὶ ἐξώρισεν αὐτὸν εἰς Εὐχαΐταν ἐπὶ τὸν Πόντον ὡς Νεστοριανόν· καὶ ἐγένετο ἀντ’ αὐτοῦ πατριάρ‐ χης Κωνσταντινουπόλεως Μακεδόνιος, ὅστις καὶ αὐτὸς καθῃρέ‐
5θη ὡς Νεστοριανός. ὁμοίως δὲ καὶ ὁ πατριάρχης Ἀντιοχείας Φλαβιανὸς ὡς Νεστοριανὸς ἐξωρίσθη εἰς Πέτρας, πόλιν οὕτω καλουμένην, οὖσαν τῆς τρίτης Παλαιστίνης. καὶ ἐγένετο ἀντ’ αὐτοῦ Σέβηρος πατριάρχης ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ ἀπὸ μονα‐ ζόντων, μηνὶ νοεμβρίῳ ϛʹ, ἔτους χρηματίζοντος κατὰ τοὺς Ἀν‐
10τιοχεῖς φξαʹ. Ὁ δὲ αὐτὸς βασιλεὺς κουφίσας Ἰωάννην τὸν Παφλαγόνα ἐκ τοῦ τρακτεύειν τὰ δημόσια χαρτία τοῦ πραιτωρίου τῶν ἐπάρχων ἐποίησεν αὐτὸν ἀπὸ ὑπάτων, ἀντ’ αὐτοῦ ποιήσας τρακτευτὴν καὶ λογοθέτην Μαρῖνον τὸν Σύρον· ὅστις τοὺς πολιτευομένους
15ἅπαντας ἐπῆρε τῆς βουλῆς, καὶ ἐποίησεν ἀντ’ αὐτῶν τοὺς λεγο‐ μένους βίνδικας εἰς πᾶσαν πόλιν τῆς Ῥωμανίας. ὁ δὲ αὐτὸς βασιλεὺς προεχειρίσατο κόμητα λαργιτιώνων ἐν Κωνσταντινουπό‐ λει τὸν ἀπὸ ὑπάτων Ἰωάννην τὸν Παφλαγόνα τὸν λεγόμενον Καϊάφαν· ὅστις ἅπαν τὸ προχωρὸν κέρμα τὸ λεπτὸν ἐποίησε
20φολλερὰ προχωρεῖν εἰς πᾶσαν τὴν Ῥωμαϊκὴν κατάστασιν ἔκ‐ τοτε. Ὁ δὲ αὐτὸς Ἰωάννης τὰ χαλκουργήματα τῆς πλατείας Κων‐
σταντινουπόλεως ἐχώνευσεν, ἅπερ ὁ θειότατος βασιλεὺς Κων‐400
Chron
.

401

σταντῖνος ὡς καλλιστεύοντα ἀπὸ ἑκάστης πόλεως συναγαγὼν ἤνεγκεν εἰς κόσμησιν τῆς αὐτῆς Κωνσταντινουπόλεως δι’ ἀρετῆς. ὁ δὲ αὐτὸς Ἰωάννης χωνεύσας αὐτὰ ἐποίησεν ἐξ αὐτῶν στήλην μεγάλην εἰς πᾶσαν ὑπερβολὴν τῷ αὐτῷ Ἀναστασίῳ βασιλεῖ· ἥν‐
5τινα ἔστησεν εἰς τὸν κίονα τὸν μέγαν, ἑστῶτα ἀργὸν εἰς τὸν φόρον τοῦ Ταύρου τοῦ λεγομένου· ὅστις κίων πρῴην μὲν εἶχε στήλην Θεοδοσίου τοῦ μεγάλου, καὶ ἦν πεσοῦσα εἰς τοὺς φόβους ἡ αὐτὴ στήλη μόνη. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ ἐξεφώνησεν ὁ αὐτὸς βασιλεὺς διάτα‐
10ξιν, ὥστε μὴ ποιεῖν τινα ἔγγραφον κοπιδερμίας, μήτε δὲ αὐτὸ τὸ ὄνομα τοῦ κοπιδέρμου ὀνομάζεσθαι, μήτε τὸ πρᾶγμα γίνεσθαι, τῆς αὐτοῦ νομοθεσίας ἐχούσης οὕτως· ὅτι ἡμῖν ἐστιν εὐχὴ τοὺς ἐν ζυγῷ δουλείας ἐλευθεροῦν· πῶς οὖν ἀνεξόμεθα τοὺς ἐν ἐλευ‐ θερίᾳ ὄντας ἄγεσθαι εἰς δουλικὴν τύχην; ὁ δὲ αὐτὸς βασιλεὺς
15ἕτερον ἐξέθετο θεῖον τύπον, ὥστε μηδένα δίχα σάκρας τινὰ τεκνοποιεῖσθαι, μήτε ἄῤῥεν μήτε θῆλυ, ἀλλὰ ἀπὸ θείας σάκρας, διὰ τὸ καὶ τὸ τεκνοποιούμενον ἔχειν δίκαιον υἱοῦ νομίμου καὶ θυγατρὸς εἰς τὸ καὶ ἐξ ἀδιαθέτου κληρονομεῖν τὴν οὐσίαν τοῦ τεκνοποιουμένου αὐτόν.
20 Ἐν δὲ τῷ αὐτῷ χρόνῳ τῆς αὐτοῦ βασιλείας οἱ δῆμοι Ἀλε‐ ξανδρείας τῆς μεγάλης ἐστασίασαν καὶ ἐφόνευσαν τὸν αὐγου‐ στάλιον αὐτῶν Θεοδόσιον ὀνόματι, τὸν καταγόμενον ἀπὸ Ἀν‐ τιοχείας, τὸν υἱὸν Καλλιοπίου τοῦ πατρικίου, διὰ λεῖψιν ἐλαίου,
ἔτους χρηματίζοντος κατὰ τοὺς Ἀντιοχεῖς φξδʹ, ἰνδικτιῶνος θʹ.401
Chron
.

402

καὶ ἀγανακτήσας ὁ αὐτὸς βασιλεὺς πολλοὺς ἐτιμωρήσατο ἐξ αὐ‐ τῶν τῶν Ἀλεξανδρέων, ὡς τυραννήσαντας τὸν ἄρχοντα αὐτῶν. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἐτυράννησε Βιταλιανὸς ὁ Θρᾲξ διὰ πρόφασίν τινα, φησί, λέγων ὅτι διὰ τοὺς ἐξορισθέντας ἐπι‐
5σκόπους. καὶ παρέλαβε τὴν Θρᾴκην καὶ Σκυθίαν καὶ Μυσίαν ἕως Ὀδησσοῦ καὶ Ἀγχιάλου, ἔχων μεθ’ ἑαυτοῦ πλῆθος Οὕννων καὶ Βουλγάρων. καὶ ἔπεμψεν ὁ αὐτὸς βασιλεὺς Ὑπάτιον τὸν στρατηλάτην Θρᾴκης· καὶ παρετάξατο αὐτῷ, καὶ προδοθεὶς παρελήφθη ὑπὸ τοῦ αὐτοῦ Βιταλιανοῦ· καὶ δοθέντων χρημάτων
10πολλῶν ἀνεδόθη Ῥωμαίοις. καὶ διαδεχθέντος τοῦ αὐτοῦ Ὑπα‐ τίου, μετὰ τὴν ἐν Κωνσταντινουπόλει ἐπάνοδον αὐτοῦ προήχθη ἀντ’ αὐτοῦ στρατηλάτης Θρᾴκης Κύριλλος Ἰλλυρικιανός. καὶ εὐθέως ἀπελθὼν παρετάξατο τῷ αὐτῷ Βιταλιανῷ· καὶ συνέκρου‐ σαν, καὶ ἔπεσαν πολλοὶ ἐξ ἀμφοτέρων τῶν μερῶν· καὶ περιγενό‐
15μενος ὁ Κύριλλος εἰσῆλθεν ἐν Ὀδησσῷ τῇ πόλει, καὶ διῆγεν ἐκεῖ, Βιταλιανοῦ ἀναχωρήσαντος ἐκ τῶν μερῶν ἐκείνων. διὰ δόσεως δὲ χρημάτων ἐξηγόρασεν ὁ αὐτὸς Βιταλιανὸς τοὺς φυλάττοντας τῆς αὐτῆς Ὀδησσοῦ πόλεως τὰς πόρτας, πέμψας διά τινων συγ‐ γενῶν τῶν αὐτῶν πορταρίων χρήματα καί τινας ἐπαγγελίας.
20προδοσίας δὲ γενομένης, εἰσῆλθε νυκτὸς εἰς τὴν Ὄδησσον πόλιν ὁ αὐτὸς Βιταλιανός, καὶ παρέλαβε τὸν στρατηλάτην Θρᾴκης
Κύριλλον καὶ ἀνεῖλεν αὐτόν. καὶ ἦλθε πραιδεύων πάλιν πᾶσαν402
Chron
.

403

τὴν Θρᾴκην καὶ τὴν Εὐρώπην, ἕως οὗ ἦλθεν ἐν Σύκαις καὶ ἐπὶ τὸν ἀνάπλουν πέραν Κωνσταντινουπόλεως, βουλόμενος καὶ αὐτὴν Κωνσταντινούπολιν λαβεῖν. καὶ ἐκάθητο ἐν τῷ ἀνάπλῳ ἐπὶ τὸ λεγόμενον Σωσθένην ἐν τῷ εὐκτηρίῳ τοῦ ἀρχαγγέλου Μι‐
5χαήλ. ὁ δὲ βασιλεὺς Ἀναστάσιος πρῴην μὲν ἦν μεταστειλάμε‐ νος διὰ Μαρίνου τὸν φιλόσοφον Πρόκλον τὸν Ἀθηναῖον, ἄν‐ δρα περιβόητον, καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς Ἀναστάσιος, Τί ἔχω ποιῆσαι τῷ κυνὶ τούτῳ, ὅτι οὕτως ταράσσει με καὶ τὴν πο‐ λιτείαν, φιλόσοφε; ὁ δὲ Πρόκλος εἶπεν αὐτῷ, Μὴ ἀθυμήσεις,
10βασιλεῦ· φεύγει γὰρ καὶ ἀπέρχεται, ἢ μόνον πέμψεις κατ’ αὐ‐ τοῦ τινας. καὶ εὐθέως ὁ βασιλεὺς Ἀναστάσιος εἶπε Μαρίνῳ τῷ Σύρῳ τῷ ἀπὸ ἐπάρχων, ἑστῶτι πλησίον ὅτε διελέγετο ὁ βασιλεὺς τῷ φιλοσόφῳ Πρόκλῳ, ὁπλίσασθαι κατὰ τοῦ αὐτοῦ Βιταλιανοῦ, ὄντι εἰς τὸ πέραν Κωνσταντινουπόλεως. καὶ λέγει Πρόκλος ὁ
15φιλόσοφος ἔμπροσθεν τοῦ βασιλέως Μαρίνῳ τῷ Σύρῳ, Ὃ δί‐ δωμί σοι λάβε, καὶ ἔξελθε κατὰ τοῦ αὐτοῦ Βιταλιανοῦ. καὶ ἐκέλευσεν ὁ αὐτὸς φιλόσοφος ἐνεχθῆναι τὸ λεγόμενον θεῖον ἄπυ‐ ρον πολύ, εἰπὼν τριβῆναι αὐτὸ ὡς εἰς μῖγμα λεπτόν, καὶ δέδω‐ κε τῷ αὐτῷ Μαρίνῳ, εἰρηκὼς αὐτῷ ὅτι Ὅπου ῥίψεις ἐξ αὐτοῦ
20εἴτε εἰς οἶκον εἴτε ἐν πλοίῳ μετὰ τὸ ἀνατεῖλαι τὸν ἥλιον, εὐ‐ θέως ἅπτεται ὁ οἶκος ἢ τὸ πλοῖον καὶ ὑπὸ πυρὸς ἀναλίσκεται. ὁ δὲ Μαρῖνος παρεκάλεσε τὸν βασιλέα ἵνα ἕνα τῶν στρατηλα‐
τῶν αὐτοῦ πέμψῃ λαμβάνοντα τὸ βοήθημα· καὶ εὐθέως μετε‐403
Chron
.

404

στείλατο ὁ βασιλεὺς Πατρίκιον τὸν Φρύγα, τὸν στρατηλάτην, καὶ Ἰωάννην τὸν Βαλεριανῆς, καὶ εἶπεν αὐτοῖς ὁπλίσασθαι κατὰ τοῦ αὐτοῦ Βιταλιανοῦ εἰς τὸ πέραν, λαμβάνοντας πλοῖα δρο‐ μώνων καὶ στρατιώτας. καὶ ἔπεσαν ἐπὶ τοὺς πόδας τοῦ βασι‐
5λέως, λέγοντες ὅτι Καὶ αὐτοῦ καὶ τοῦ πατρὸς αὐτοῦ οἱ δύο ἡμεῖς φίλοι ἤμεθα· καὶ μὴ συμβῇ τινα ἀποτυχίαν γενέσθαι, καὶ ὑπονοηθῶμεν ὡς προδόται. καὶ ἀγανακτήσας κατ’ αὐτῶν ὁ βασιλεὺς ἔβαλεν αὐτοὺς ἔξω τοῦ παλατίου, καὶ κελεύσας Μαρί‐ νῳ τῷ Σύρῳ λαβεῖν τοὺς δρόμωνας καὶ τὸ θεῖον ἄπυρον καὶ
10τὴν στρατιωτικὴν βοήθειαν ὁπλισαμένην, καὶ ἐξελθεῖν κατὰ τοῦ αὐτοῦ Βιταλιανοῦ. ἀκούσας δὲ Βιταλιανὸς ὅτι μετὰ πολλῆς βοηθείας ἐξέρχεται ὁ Μαρῖνος κατ’ αὐτοῦ, ὅσα εὗρε πλοῖα ἐκρά‐ τησε καὶ ἐγόμωσεν αὐτὰ Οὑννικὴν καὶ Γοτθικὴν χεῖρα ὡπλισμέ‐ νους. καὶ ὥρμησεν εἰσελθεῖν εἰς Κωνσταντινούπολιν, θαῤῥῶν
15ὅτι πάντως αὐτὴν λαμβάνει, καὶ Μαρῖνον δὲ ἀπαντῶντα ἀνα‐ λίσκει μεθ’ ἧς ἔχει βοηθείας. ὁ δὲ Μαρῖνος ἐῤῥόγευσε τὸ θεῖον ἄπυρον, ὃ ἔδωκεν αὐτῷ ὁ φιλόσοφος, εἰς ὅλα τὰ πλοῖα τῶν δρομώ‐ νων, εἰρηκὼς τοῖς ναύταις καὶ τοῖς στρατιώταις ὅτι οὐ χρεία ὅπλων, ἀλλ’ ἵνα ῥίπτετε ἐκ τούτου εἰς τὰ ἐρχόμενα κατέναντι
20ὑμῶν πλοῖα καὶ καίονται. εἰ δὲ πέραν ἀπέλθωμεν εἰς τοὺς οἴ‐ κους, ἔνθα εἰσὶν οἱ ἐχθροὶ τοῦ βασιλέως, ἐκεῖ ῥίψατε. ὁ δὲ
Μαρῖνος, καθὼς εἶπεν αὐτῷ ὁ φιλόσοφος ὅτι ἀνάπτονται ὑπὸ404
Chron
.

405

τοῦ πυρὸς τὰ πλοῖα καὶ ποντίζονται αὔτανδρα, παρήγγειλεν αὐτοῖς ῥίπτειν· καὶ ὥρμησεν εἰς τὸ πέραν κατὰ Βιταλιανοῦ καὶ τῶν ἀν‐ θρώπων αὐτοῦ. καὶ κατήντησαν καὶ τὰ πλοῖα Βιταλιανοῦ, καὶ εὑρέθησαν ἔγγιστα ἀλλήλων κατέναντι τῆς ἁγίας Θέκλης τῆς ἐν Σύ‐
5καις εἰς τὸν τόπον τοῦ ῥεύματος ὅπου λέγεται τὸ βυθάριν. καὶ γί‐ νεται ἐκεῖ ἡ ναυμαχία ὥραν τρίτην τῆς ἡμέρας· καὶ ἀνήφθησαν ἐξαίφνης ὑπὸ πυρὸς τὰ πλοῖα ἅπαντα Βιταλιανοῦ τοῦ τυράννου καὶ ἐποντίσθησαν εἰς τὸν βυθὸν τοῦ ῥεύματος μεθ’ ὧν εἶχον Γότθων καὶ Οὕννων καὶ Σκυθῶν στρατιωτῶν συνεπομένων αὐτῷ. ὁ δὲ Βι‐
10ταλιανὸς καὶ οἱ εἰς τὰ ἄλλα πλοῖα προσεσχηκότες τὸ γεγονός, ὅτι ὑπὸ πυρὸς αἰφνίδιον ἀνάπτονται τὰ ἑαυτῶν πλοῖα, ἔφυγον καὶ ὑπέ‐ στρεψαν ἐπὶ τὸν ἀνάπλουν. Μαρῖνος δὲ ὁ ἀπὸ ἐπάρχων περά‐ σας ἐν Σύκαις, ὅσους εὗρε τῶν Βιταλιανοῦ εἰς τὰ προάστεια ἢ εἰς οἴκους, ἀνεῖλε, καταδιώκων αὐτοὺς ἕως τοῦ ἁγίου Μάμαντος·
15καὶ γενομένης ἑσπέρας ἔμεινε Μαρῖνος καὶ ἡ βοήθεια αὐτοῦ φυ‐ λάττουσα τὰ ἐκεῖ. ὁ δὲ Βιταλιανὸς ἔφυγε νυκτὸς μετὰ τῶν ὑπολειφθέντων αὐτῷ ἐκ τοῦ ἀνάπλου, ὁδεύσας ἐν τῇ αὐτῇ νυ‐ κτὶ μίλια ξʹ· καὶ πρωίας γενομένης οὐδεὶς εὑρέθη εἰς τὸ πέραν ἐκ τοῦ αὐτοῦ Βιταλιανοῦ, καὶ ἐνίκησεν ὁ σωτὴρ Χριστὸς καὶ
20ἡ τοῦ βασιλέως τύχη. καὶ ἐποίησε πρόκεσσον ὁ βασιλεὺς Ἀνα‐ στάσιος εἰς τὸ Σωσθένιν, ἐν τῷ ἀρχαγγέλῳ Μιχαὴλ εὐχαριστῶν
ἐπὶ ἡμέρας πολλάς. ὁ δὲ φιλόσοφος Πρόκλος ὁ Ἀθηναῖος αἰ‐405
Chron
.

406

τήσας τὸν βασιλέα ἀπελύθη, μηδὲν ἀνασχόμενος λαβεῖν παρὰ τοῦ αὐτοῦ βασιλέως· ἦν γὰρ κελεύσας αὐτὸν λαβεῖν κεντηνάρια τέσσαρα· ὅστις φιλόσοφος ἀπελθὼν ἐν Ἀθήναις εἰς τὴν ἰδίαν πόλιν εὐθέως ἐτελεύτησεν. ἔλεγον δέ τινες ἐν Κωνσταντινου‐
5πόλει ὅτι ἀπὸ τῆς θέρμης τοῦ ἡλίου, ὡς λεπτότατον ὄντα, τὸ θεῖον ἄπυρον ῥιπτόμενον εἰς τὸν ἀέρα ἅπτεται καὶ φυσικόν ἐστι τοῦτο. ὁ δὲ Βιταλιανὸς ἀπελθὼν ἐν Ἀγχιάλῳ ἐκάθητο ἐκεῖ ἡσυχάζων. Ἐν δὲ τοῖς χρόνοις τοῦ αὐτοῦ Ἀναστασίου βασιλέως οἱ Οὗννοι
10Σάβειροι περάσαντες τὰς Κασπίας πύλας, ἔθνος πολεμικώτατον, ἦλθον ἕως Καππαδοκίας, καὶ πραιδεύσαντες αὐτὴν καὶ ὅσας πα‐ ρῆλθον χώρας Ῥωμαίων, καὶ ἐφόνευσαν πολλοὺς καὶ ἔκαυσαν τὰ κτήματα καὶ λαβόντες αἰχμαλωσίαν πολλὴν ἀνεχώρησαν. ἦλθον δὲ οἱ ἀπὸ τῆς αἰχμαλωσίας πραιδευθέντες, καὶ πολλὰ παρέσχεν ὁ
15βασιλεὺς τοῖς πραιδευθεῖσιν ἑκάστης πόλεως. ἔκτισε δὲ καὶ τείχη ταῖς μεγάλαις κώμαις Καππαδοκίας καὶ ἠσφαλίσατο τὰς δύο Καπ‐ παδοκίας· καὶ συνεχώρησε πάσαις ταῖς πραιδευθείσαις ἐπαρχίαις τὰς συντελείας εἰς τέλειον ἐπὶ ἔτη γʹ. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἔπαθεν ὑπὸ θεομηνίας ἡ Ῥόδος
20νῆσος τὸ τρίτον αὐτῆς πάθος νυκτός· καὶ πολλὰ αὐτοῖς τοῖς περιλειφθεῖσιν ἐχαρίσατο καὶ τῇ πόλει λόγῳ κτισμάτων.
Ἐν δὲ τῇ αὐτοῦ βασιλείᾳ ἐγένετο δημοτικὴ ἐπανάστασις πε‐406
Chron
.

407

ρὶ τοῦ χριστιανικοῦ δόγματος παρὰ τῶν Βυζαντίων ἐν Κων‐ σταντινουπόλει, ὡς βουληθέντος τοῦ αὐτοῦ βασιλέως προσθεῖ‐ ναι εἰς τὸ Τρισάγιος τὸ „ὁ σταυρωθεὶς δι’ ἡμᾶς, ἐλέησον ἡμᾶσ“, καθὼς ἐν ταῖς ἀνατολικαῖς πόλεσι λέγουσι. καὶ συνα‐
5θροισθὲν τὸ πλῆθος τῆς πόλεως ἐστασίασαν δυνατῶς, ὥς τινος παραξένου προστιθεμένου τῇ πίστει τῶν χριστιανῶν. καὶ θρύ‐ λος ἐγένετο ἐν τῷ παλατίῳ, ὥστε τὸν ἔπαρχον τῆς πόλεως Πλά‐ τωνα εἰσδραμόντα φυγεῖν καὶ ἀποκρυβῆναι τὴν τοῦ δήμου ὀρ‐ γήν. ἔκραζον γὰρ στασιάζοντες, Ἄλλον βασιλέα τῇ Ῥωμανίᾳ, καὶ
10ἀπελθόντες εἰς τὰ Μαρίνου τοῦ Σύρου τοῦ ἀπὸ ἐπάρχων ἔκαυσαν τὸν οἶκον αὐτοῦ καὶ ἐπραίδευσαν τὰ αὐτοῦ πάντα· αὐτὸν γὰρ οὐχ εὗρον. ἀκούσας γὰρ ὅτι εἰς τὸν αὐτοῦ τὸ πολὺ πλῆθος τοῦ δήμου ἔρχεται, ἔφυγεν· ἔλεγον γὰρ ὅτι ὡς ἀνατολικὸς αὐ‐ τὸς τῷ βασιλεῖ ὑπέβαλε λέγεσθαι τοῦτο. καὶ πραιδεύσαντες τὰ
15αὐτοῦ δημόσια τὸν ἄργυρον αὐτοῦ εἰς ἀξίνας ἔκοπτον καὶ ἐμε‐ ρίζοντο. εὗρον δὲ εἰς τὸν οἶκον αὐτοῦ μονάζοντα ἀνατολικόν, καὶ τοῦτον συλλαβόντες ἐφόνευσαν, καὶ τὴν κεφαλὴν αὐτοῦ εἰς κοντὸν βαστάζοντες ἔκραζον, Οὗτός ἐστιν ὁ ἐπίβουλος τῆς τριάδος. καὶ ἐλθόντες εἰς τὰ Ἰουλιανῆς τῆς ἐπιφανεστάτης πα‐
20τρικίας ἔκραζον διὰ τὸν ἄνδρα αὐτῆς Ἀρεόβινδον βασιλέα τῇ Ῥωμανίᾳ· καὶ ἔφυγεν Ἀρεόβινδος ἐν περάματι κρυβείς. καὶ
ἀνελθὼν ὁ αὐτὸς βασιλεὺς Ἀναστάσιος ἐν τῷ ἱπποδρομίῳ εἰς407
Chron
.

408

τὸ κάθισμα δίχα διαδήματος· καὶ τοῦτο γνοὺς ὁ δῆμος εἰσ‐ ῆλθεν ἐν τῷ Ἱππικῷ· καὶ διὰ θείας προσφωνήσεως αὐτοῦ μετε‐ χειρίσατο τὰ πλήθη τῆς πόλεως, παραγγείλας αὐτοῖς μὴ ὡς ἔτυ‐ χε φονεύειν ἢ ἐπέρχεσθαί τισι· καὶ ἡσύχασεν ἅπαν τὸ πλῆθος,
5αἰτήσαντες αὐτὸν φορέσαι τὸ στέμμα. καὶ ἐξότε ἡσύχασαν καὶ ἀνεχώρησαν τοῦ συναθροίζεσθαι, ἐκέλευσε κατοχὴν γενέσθαι· καὶ πολλῶν κρατηθέντων, τοὺς μὲν ἐτιμωρήσατο, τοὺς δὲ ἐρευ‐ μάτισε διὰ τοῦ ἐπάρχου τῆς πόλεως. ταῦτα δὲ ἔπασχον ἐπὶ πολ‐ λὰς ἡμέρας, καὶ πλήθους ἀπείρου φονευθέντος εὐταξία ἐγένετο
10μεγάλη καὶ φόβος οὐκ ὀλίγος ἐν Κωνσταντινουπόλει καὶ ἐν ἑκάστῃ πόλει τῆς Ῥωμανίας. Μετὰ δὲ ὀλίγον καιρὸν εἶδεν ἐν ὁράματι ὁ αὐτὸς βασιλεὺς Ἀναστάσιος ὅτι ἔστη ἐναντίον αὐτοῦ ἀνήρ τις τέλειος, εὐσχή‐ μων, βαστάζων κώδικα γεγραμμένον, καὶ ἀναγινώσκων καὶ
15ἀναπτύξας τοῦ κώδικος φύλλα πέντε καὶ ἀναγνοὺς τὸ τοῦ βα‐ σιλέως ὄνομα εἶπεν αὐτῷ, Ἴδε, διὰ τὴν ἀπληστίαν σου ἀπα‐ λείφω δεκατέσσαρα· καὶ τῷ ἰδίῳ δακτύλῳ αὐτοῦ ἀπήλειψε, φησί. καὶ διυπνίσθη ταραχθεὶς ὁ αὐτὸς Ἀναστάσιος βασιλεύς, καὶ προσκαλεσάμενος Ἀμάντιον τὸν κουβικουλάριον καὶ πραι‐
20πόσιτον διηγήσατο αὐτῷ τὴν τοῦ ὁράματος ὀπτασίαν. ὅστις408
Chron
.

409

Ἀμάντιος εἶπεν αὐτῷ, Εἰς τὸν αἰῶνα ζῆθι, βασιλεῦ· ἐνύπνιον γὰρ εἶδον κἀγὼ ἐν ταύτῃ τῇ νυκτὶ ὅτι ὡς ἑστηκὼς κἀγὼ ἐναντίον τοῦ ὑμετέρου κράτους ὄπισθέν μου ἐλθὼν χοῖρος, ὥσπερ σύαγρος μέγας, καὶ δραξάμενος τῷ στόματι τὴν ἀρχὴν τῆς χλαμύδος
5καὶ τινάξας κατήγαγέ με εἰς τὸ ἔδαφος τῆς γῆς, καὶ ἀνήλωσέ με κατεσθίων καὶ καταπατῶν. καὶ προσκαλεσάμενος ὁ βασιλεὺς Πρόκλον τὸν Ἀσιανὸν φιλόσοφον, τὸν ὀνειροκρίτην, ὄντα πάνυ ἐπιτήδειον, εἶπεν αὐτῷ [τὸ ὅραμα, ὁμοίως δὲ καὶ Ἀμάντιος· ὁ δὲ ἐσαφήνισεν αὐτοῖς] τὴν τοῦ ὁράματος δύναμιν καὶ ὅτι μετὰ
10χρόνον τελειοῦνται. Ὁ δὲ αὐτὸς βασιλεὺς Ἀναστάσιος μετὰ τὰς πρώτας αὐτοῦ δωρεὰς πάλιν ἄλλας κατέπεμψε πᾶσι τοῖς ὑποτελέσι τῆς αὐτοῦ πολιτείας. ἔκτισε δὲ καὶ εἰς ἑκάστην πόλιν τῆς Ῥωμανίας διά‐ φορα κτίσματα καὶ τείχη καὶ ἀγωγούς, καὶ λιμένας ἀνακαθάρας
15καὶ δημόσια λουτρὰ ἐκ θεμελίων οἰκοδομήσας, καὶ ἄλλα πολλὰ ἐν ἑκάστῃ παρέσχε πόλει. Καὶ μετ’ ὀλίγον χρόνον ἀῤῥωστήσας ἀνέκειτο, καὶ ἀστραπῆς καὶ βροντῆς γενομένης μεγάλης πάνυ, θροηθεὶς ὁ αὐτὸς βασιλεὺς Ἀναστάσιος ἀπέδωκε τὸ πνεῦμα, ὢν ἐνιαυτῶν ἐνενήκοντα καὶ
20μηνῶν πέντε.409
Chron
.

410

(t1)

ΛΟΓΟΣ ΙΖʹ
t2ΧΡΟΝΩΝ ΙΟΥΣΤΙΝΟΥ ΒΑΣΙΛΕΩΣ.
1Μετὰ δὲ τὴν βασιλείαν Ἀναστασίου ἐβασίλευσεν ὁ θειότατος Ἰουστῖνος, ἀπὸ Βεδεριάνας ὢν Θρᾴξ, ἐπὶ τῆς ὑπατείας Μάγνου, μηνὶ ἰουλίῳ θʹ, ἰνδικτιῶνι ἑνδεκάτῃ· ὅντινα ὁ στρατὸς τῶν φυ‐ λαττόντων τὸ παλάτιον κελεύσει θεοῦ ἐξκουβιτόρων ἅμα τῷ δή‐
5μῳ στέψαντες ἐποίησαν βασιλέα· ἦν γὰρ κόμης ἐξκουβιτόρων. ἐβασίλευσε δὲ ἔτη θʹ καὶ ἡμέρας εἰκοσιδύο. τῇ δὲ ἡλικίᾳ ἦν διμοιριαῖος, εὔστηθος, οὖλος, ὁλοπόλιος, εὔρινος, ὑπόπυῤῥος, εὔμορφος, ἐν πολέμοις κοπωθείς, φιλότιμος, ἀγράμματος δέ. ἢ μόνον δὲ ἐβασίλευσεν, ἀνεῖλεν Ἀμάντιον τὸν πραιπόσιτον αὐτοῦ
10καὶ Ἀνδρέαν τὸν κουβικουλάριον αὐτοῦ τὸν Λαυσιακὸν καὶ Θεό‐ κριτον τὸν κόμητα τὸν τοῦ αὐτοῦ Ἀμαντίου δομέστικον· ὅντι‐ να ἐβουλεύετο ποιῆσαι βασιλέα ὁ αὐτὸς Ἀμάντιος, δοὺς τῷ αὐ‐
τῷ Ἰουστίνῳ χρήματα ῥογεῦσαι, ἵνα γένηται Θεόκριτος βασιλεύς·410
Chron
.

411

καὶ ἐῤῥόγευσεν. ὁ στρατὸς οὖν καὶ ὁ δῆμος λαβὼν οὐχ εἵλατο Θεόκριτον ποιῆσαι βασιλέα, ἀλλὰ θελήσει θεοῦ ἐποίησαν Ἰου‐ στῖνον βασιλέα. μετὰ δὲ τὸ βασιλεῦσαι αὐτὸν τοὺς βουληθέν‐ τας ἐπιβουλεῦσαι τῇ αὐτοῦ βασιλείᾳ ἐφόνευσεν ἔσω ἐν τῷ πα‐
5λατίῳ. Ὁ δὲ αὐτὸς βασιλεὺς ἀνεκαλέσατο τὸν πατρίκιον Ἀππίωνα καὶ Διογενιανὸν καὶ Φιλόξενον, ὄντας συγκλητικούς, ἐν ἐξορίᾳ πεμφθέντας παρὰ τοῦ πρὸ αὐτοῦ βασιλέως· καὶ ἐποίησεν Ἀπ‐ πίωνα ἔπαρχον πραιτωρίων καὶ Διογενιανὸν στρατηλάτην ἀνατο‐
10λῆς, καὶ Φιλόξενον δὲ μετὰ χρόνον ἐποίησεν ὕπατον. Ἐν δὲ τῇ ἀρχῇ τῆς αὐτοῦ βασιλείας ἀνῆλθεν ἐν τῇ ἀνατολῇ φοβερὸς ἀστήρ, ὀνόματι κομήτης, ὃς εἶχεν ἀκτῖνα πέμπουσαν ἐπὶ τὰ κάτω, ὃν ἔλεγον εἶναι πωγωνίαν· καὶ ἐφοβοῦντο. Ὁ δὲ αὐτὸς βασιλεὺς εὐθέως προετρέψατο καὶ Βιταλιανὸν
15τὸν τυραννήσαντα Ἀναστασίῳ τῷ βασιλεῖ καὶ τῇ πολιτείᾳ, καὶ ἐποίησεν αὐτὸν στρατηλάτην πραισέντου. Τῷ δὲ πρώτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἔφυγε Σέβηρος ὁ πατριάρχης Ἀντιοχείας εἰς Αἴγυπτον, φοβηθεὶς Βιταλιανόν· καὶ ἐγένετο ἀντ’ αὐτοῦ Παῦλος πατριάρχης ὁ ἀπὸ ξενοδόχων
20τῶν Εὐβούλου. ὅστις τοὺς τῆς συνόδου Χαλκηδόνος ἑξακοσίους τριάκοντα ἐπισκόπους ἐνέταξε τοῖς διπτύχοις τῶν ἐκκλησιῶν ἑκά‐
στης πόλεως· καὶ διὰ τοῦτο ἐγένετο σχίσμα μέγα, καὶ οὐκ ἐκοι‐411
Chron
.

412

νώνουν αὐτῷ πολλοί, λέγοντες ὅτι οἱ τῆς συνόδου ἀκολουθοῦν‐ τες τὰ Νεστορίου φρονοῦσιν. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας τὰ ἱπποδρόμια παρεσχέθη τοῖς Σελευκέσι καὶ Ἰσαύροις. καὶ ἐν αὐτῷ τῷ χρόνῳ ἀνεφάνη γυνή
5τις ἐκ τῆς χώρας τῆς Κιλικίας γιγαντογενὴς ὑπάρχουσα τὴν ἡλικίαν, εἰς μῆκός τε καὶ πλάτος ἄνθρωπον ὑπερτέλειον πῆχυν ἕνα· ἥτις προσαιτοῦσα περιῆλθε πᾶσαν τὴν Ῥωμαίων πολιτείαν· εὑρέθη δὲ ἡ αὐτὴ καὶ ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ· ἥτις ἐκομίζετο ἀπὸ ἑκάστου ἐργαστηρίου φόλλιν μίαν.
10 Ὁ δὲ αὐτὸς Ἰουστῖνος βασιλεὺς ἐδισιγνάτευσεν ὕπατον στρα‐ τηλάτην πραισέντου Βιταλιανόν, ὅστις προῆλθεν ὕπατος Ῥω‐ μαίων· καὶ ἐν τῷ ὑπατεύειν αὐτὸν μετὰ τὴν πρώτην αὐτοῦ μάππαν ἐσφάγη ὁ αὐτὸς Βιταλιανὸς ἐν τῷ παλατίῳ, ὡς τυ‐ ραννήσας Ῥωμαίους καὶ πολλὰς πόλεις καὶ χώρας τῆς Ῥωμανίας
15πραιδεύσας. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας Ζτάθιος ὁ τῶν Λαζῶν βασι‐ λεὺς μηνιάσας καὶ ἀναχωρήσας ἀπὸ τῶν Περσικῶν μερῶν βασιλεύοντος Περσῶν Κωάδου καὶ φίλου ὄντος τοῦ αὐτοῦ Ζτα‐ θίου, βασιλέως Λαζῶν, ὡς ἅπαξ ὑποκειμένου τῇ βασιλείᾳ τοῦ
20αὐτοῦ Κωάδου· διὸ καὶ εἰ συνέβη τινὰ τελευτῆσαι τῶν βασιλέων
Λαζῶν, ὑπὸ τοῦ Περσῶν βασιλέως προεχειρίζετο καὶ ἐστέφε‐412
Chron
.

413

το, ἐκ τοῦ γένους μέντοι τῶν αὐτῶν Λαζῶν· ὁ δὲ αὐτὸς βασιλεὺς Λαζῶν φυγὼν τὸ τῶν Ἑλλήνων δόγμα διὰ τὸ μὴ προχειρισθέν‐ τα αὐτὸν ἀπὸ Κωάδου, βασιλέως Περσῶν, ποιῆσαι καὶ θυσίας καὶ πάντα τὰ ἤθη τὰ Περσικά, ἢ μόνον ἐτελεύτησεν ὁ αὐτοῦ
5πατὴρ Δαμνάζης, εὐθέως ἀνῆλθε πρὸς τὸν βασιλέα Ἰουστῖνον ἐν τῷ Βυζαντίῳ, καὶ αὑτὸν ἐκδοὺς παρεκάλεσεν αὐτὸν ἀναγο‐ ρευθῆναι βασιλέα Λαζῶν. καὶ δεχθεὶς παρὰ τοῦ βασιλέως ἐφω‐ τίσθη, καὶ χριστιανὸς γενόμενος ἠγάγετο γυναῖκα Ῥωμαίαν, τὴν ἐκγόνην Νόμου τοῦ πατρικίου, ὀνόματι Οὐαλεριανήν. καὶ
10ἔλαβεν αὐτὴν μεθ’ ἑαυτοῦ εἰς τὴν ἰδίαν αὑτοῦ χώραν, στεφθεὶς παρὰ Ἰουστίνου, βασιλέως Ῥωμαίων, καὶ φορέσας στεφάνιον Ῥω‐ μαϊκὸν βασιλικὸν καὶ χλαμύδα ἄσπρον ὁλοσήρικον, ἔχον ἀντὶ πορφυροῦ ταβλίου χρυσοῦν βασιλικὸν ταβλίον, ἐν ᾧ ὑπῆρχεν ἐν μέσῳ στηθάριον ἀληθινόν, ἔχοντα τὸν χαρακτῆρα τοῦ αὐτοῦ
15βασιλέως Ἰουστίνου, καὶ στιχάριον δὲ ἄσπρον παραγαύδιον, καὶ αὐτὸ ἔχον χρυσᾶ πλουμία βασιλικά, ὡσαύτως ἔχοντα τὸν χαρα‐ κτῆρα τοῦ αὐτοῦ βασιλέως· τὰ γὰρ ζταγγία, ἃ ἐφόρει, ἦν ἀγα‐ γὼν ἀπὸ τῆς ἰδίας αὐτοῦ χώρας, ἔχοντα μαργαρίτας Περσικῷ σχή‐ ματι· ὁμοίως δὲ καὶ ἡ ζώνη αὐτοῦ ὑπῆρχε διὰ μαργαριτῶν. καὶ
20ἄλλα δὲ ἔλαβε δῶρα πολλὰ παρὰ τοῦ αὐτοῦ βασιλέως Ἰουστί‐ νου καὶ αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ Οὐαλεριανή.
Καὶ γνοὺς τοῦτο Κωάδης ὁ βασιλεὺς Περσῶν ἐδήλωσε τῷ413
Chron
.

414

βασιλεῖ Ἰουστίνῳ διὰ πρεσβευτοῦ ταῦτα, ὅτι Φιλίας καὶ εἰρήνης ἀναμεταξὺ ἡμῶν λαλουμένης καὶ γινομένης τὰ ἐχθρῶν πράττεις. ἰδοὺ γὰρ τὸν ὑποκείμενόν μοι βασιλέα Λαζῶν αὐτὸς προεχειρίσω, μὴ ὄντα ὑπὸ τὴν Ῥωμαίων διοίκησιν, ἀλλ’ ὑπὸ τὴν Περσῶν πο‐
5λιτείαν ἐξ αἰῶνος. καὶ πρὸς ταῦτα ἀντεδήλωσεν ὁ βασιλεὺς Ῥω‐ μαίων Ἰουστῖνος διὰ πρεσβευτοῦ, Ἡμεῖς τινα τῶν ὑποκειμένων τῇ ὑμετέρᾳ βασιλείᾳ οὔτε προσελαβόμεθα οὔτε προετρεψάμεθα, ἀλλ’ ἐλθὼν πρὸς ἡμᾶς τις ὀνόματι Ζτάθιος εἰς τὰ ἡμέτερα βασί‐ λεια ἐδεήθη προσπίπτων ἡμῖν ῥυσθῆναι τοῦ Ἑλληνικοῦ δόγμα‐
10τος καὶ θυσιῶν ἀσεβῶν καὶ δαιμόνων πλάνης καὶ γενέσθαι χριστιανός, ἀξιούμενος τῆς δυνάμεως τοῦ αἰωνίου θεοῦ καὶ δημιουργοῦ τῶν ἁπάντων. καὶ κωλῦσαι τὸν βουλόμενον εἰς βελτίονα τάξιν ἐλθεῖν καὶ γνῶναι θεὸν ἀληθινὸν ἡμεῖς προτρε‐ πόμεθα ὥστε χριστιανὸν αὐτὸν γενόμενον καὶ ἀξιωθέντα τῶν
15ἐπουρανίων μυστηρίων εἰς τὴν ἰδίαν ἀπελύσαμεν χώραν. καὶ ἐγένετο ἐκ τούτου ἔχθρα μεταξὺ Ῥωμαίων καὶ Περσῶν. Καὶ προετρέψατο ὁ βασιλεὺς Περσῶν ἐν τῷ αὐτῷ χρόνῳ ῥῆγα τῶν Οὕννων ὀνόματι Ζιλγιβί· περὶ οὗ ἀκούσας Ἰουστῖ‐ νος ὁ βασιλεύς, ὅτι πρῴην μὲν αὐτὸς ἦν προτρεψάμενος αὐτὸν
20πρὸς βοήθειαν Ῥωμαίων· πέμψας γὰρ ἦν αὐτῷ καὶ δῶρα πολλὰ καὶ σύνταξιν παρ’ αὐτοῦ λαβὼν μεθ’ ὅρκου, ἀκούσας ὅτι προσ‐
εῤῥύη τῷ βασιλεῖ Περσῶν, ἐλυπήθη σφόδρα. ὁ δὲ αὐτὸς414
Chron
.

415

Οὗννος, προτραπεὶς ὑπὸ Κωάδου βασιλέως Περσῶν ἦλθε κατὰ Ῥωμαίων μετὰ εἴκοσι χιλιάδων, ὀφείλων πολεμῆσαι Ῥωμαίοις. ὁ δὲ θειότατος Ἰουστῖνος ἐδήλωσε διὰ πρεσβευτοῦ τῷ βασι‐ λεῖ Κωάδῃ μετὰ φιλικῆς αὐτοῦ ἀποκρίσεως ἕνεκεν εἰρήνης, ὡς
5ἐπ’ ἄλλῳ τινὶ γράψας, φησί, τὴν τοῦ αὐτοῦ Ζιλγιβὶ ῥηγὸς παρα‐ βασίαν καὶ ἐπιορκίαν, καὶ ὅτι παρὰ Ῥωμαίων ἐκομίσατο χρήμα‐ τα κατὰ Περσῶν, ὀφείλων αὐτοὺς προδοῦναι καὶ τῷ καιρῷ τῆς συμβολῆς ὑπὲρ Ῥωμαίων συμμαχεῖν, καὶ ὅτι δεῖ ἡμᾶς ἀδελ‐ φοὺς ὄντας εἰς φιλίαν λαλεῖν καὶ μὴ ὑπὸ τῶν κυνῶν τούτων
10παίζεσθαι. καὶ ἐπιγνοὺς ταῦτα ὁ βασιλεὺς Περσῶν, ἐπηρώ‐ τησε τὸν Ζιλγιβίν, εἰρηκὼς ὅτι Δῶρα ἔλαβες παρὰ Ῥωμαίων προτραπεὶς κατὰ Περσῶν; καὶ εἶπεν ὁ Ζιλγιβὶς τὸ ἀληθὲς καὶ ὡμολόγησε. καὶ ὠργίσθη ὁ βασιλεὺς Περσῶν Κωάδης, καὶ ἐφόνευσεν αὐτόν, ὑπονοήσας ὅτι δόλῳ ἦλθε πρὸς αὐτόν, καὶ
15πολλοὺς τοῦ ὄχλου αὐτοῦ νυκτὸς ἀνεῖλε, πέμψας κατ’ αὐτῶν πλῆθος πολύ, ἀγνοούντων ὅτι ἀπὸ τοῦ βασιλέως Περσῶν ἐπέμ‐ φθη κατ’ αὐτῶν τὸ πλῆθος, ἀλλὰ ὡς ἀπὸ ἄλλης χώρας, φησίν, ἐπελθόντων τοῖς Οὕννοις καὶ τῷ ῥηγὶ αὐτῶν· οἱ δὲ λοιποὶ τῶν Οὕννων οἱ περισωθέντες ἔφυγον. καὶ ἔδοξε λοιπὸν ὁ βασιλεὺς
20Κωάδης λαλεῖν περὶ πάκτων εἰρήνης, δηλώσας διὰ Λαβροΐου πρεσβευτοῦ τῷ βασιλεῖ Ῥωμαίων Ἰουστίνῳ.
Ἐν ᾧ χρόνῳ τελευτᾷ Παῦλος ὁ πατριάρχης Ἀντιοχείας, καὶ415
Chron
.

416

ἐγένετο ἀντ’ αὐτοῦ Εὐφράσιος ὁ Ἱεροσολυμίτης, ὅστις μέγαν ἐποί‐ ησε διωγμὸν κατὰ τῶν λεγομένων ὀρθοδόξων, πολλοὺς φονεύσας. Ἐν δὲ τοῖς αὐτοῖς χρόνοις τὸ Βένετον μέρος ἐν πάσαις ταῖς πόλεσιν ἠτάκτει, καὶ ἐτάρασσον τὰς πόλεις λιθασμοῖς καὶ κα‐
5ταβασίαις καὶ φόνοις· ἐπήρχοντο γὰρ καὶ τοῖς κατὰ πόλιν ἄρχουσιν, ἀρξάμενοι ἀπὸ τοῦ Βυζαντίου. ταῦτα δὲ ἐπράττον‐ το ἕως τῆς γενομένης προαγωγῆς τῆς ἐν Κωνσταντινουπόλει γε‐ νομένου Θεοδότου ὑπάρχου πόλεως, τοῦ ἀπὸ κομήτων τῆς ἀνα‐ τολῆς· ὅστις προεβλήθη ἐπὶ τῆς πρώτης ἰνδικτιῶνος, καὶ κατε‐
10δυνάστευσε τῆς δημοκρατίας τῶν Βυζαντίων, τιμωρησάμενος πολλοὺς τῶν ἀτάκτων κατὰ κέλευσιν τοῦ βασιλέως Ἰουστίνου. ἐν οἷς συνελάβετο Θεοδόσιόν τινα, τὸν ἐπίκλην Ζτικκάν, ὅστις ἐν πολλῇ εὐπορίᾳ ὑπῆρχε, καὶ τῇ ἀξίᾳ ὢν ἰλλούστριος, καὶ τοῦ‐ τον αὐθεντήσας ἀνεῖλε, μὴ ἀναγαγὼν τῷ βασιλεῖ. καὶ ἀγα‐
15νακτηθεὶς ὑπὸ τοῦ βασιλέως ἐπαύθη τῆς ἀρχῆς καὶ ἀπεζώ‐ σθη τῆς ἀξίας, κελευσθεὶς ἐξελθεῖν ἐπὶ τὴν ἀνατολήν. καὶ μετὰ τὸ καταλαβεῖν αὐτὸν τὴν ἀνατολὴν ἔφυγε φοβηθεὶς ἐν τῇ τρίτῃ ἰνδικτιῶνι, προσφυγὼν ἐν Ἱεροσολύμοις, καὶ ἀπεκρύβη ἐκεῖ· καὶ ἀντ’ αὐτοῦ προήχθη ἔπαρχος πόλεως Θεόδωρος ὁ ἀπὸ
20ὑπάτων, ὁ ἐπίκλην τηγανιστής. προήχθη δὲ ἐν Ἀντιοχείᾳ Ἐφραΐμιος ὁ Ἀμιδηνός· ὅστις ἠγωνίσατο κατὰ τῶν δημοκρα‐
τούντων Βενέτων· καὶ λοιπὸν ἡσύχασεν ἡ δημοκρατία τοῦ Βε‐416
Chron
.

417

νέτου μέρους τοῦ ποιεῖν ταραχὰς ἐν ταῖς πόλεσι· καὶ ἐπήρθη‐ σαν τὰ θεώρια, καὶ οἱ ὀρχησταὶ ἐκ τῆς ἀνατολῆς καὶ πάντες ἐξωρίσθησαν, δίχα μέντοι τῆς μεγάλης Ἀλεξανδρείας τῆς πρὸς Αἴγυπτον.
5 Ὁ δὲ αὐτὸς βασιλεὺς ἐκώλυσε τὸν ἀγῶνα τῶν Ὀλυμπίων πρὸς τὸ μὴ ἐπιτελεῖσθαι ἐν Ἀντιοχείᾳ ἀπὸ ἰνδικτιῶνος ιδʹ. ἀλυτάρχησαν δὲ ἀπὸ Ἀφρανίου ἕως ὀγδόου ἑξηκοστοῦ πεντα‐ κοσιοστοῦ, ἀφ’ οὗ ἐκωλύθη τὰ Ὀλύμπια, ἀλύταρχοι οζʹ. Τῷ δὲ αὐτῷ χρόνῳ, Ἀνατολίου τοῦ Καρίνου ὄντος κόμητος
10ἀνατολῆς, συνέβη ἐν Ἀντιοχείᾳ ἐμπρησμὸν μέγαν γενέσθαι ὑπὸ θεϊκῆς ὀργῆς· ὅστις ἐμπρησμὸς προεμήνυσε τὴν τοῦ θεοῦ μέλλου‐ σαν ἔσεσθαι ἀγανάκτησιν. ἐκαύθη γὰρ ἀπὸ τοῦ μαρτυρίου τοῦ ἁγίου Στεφάνου ἕως τοῦ πραιτωρίου τοῦ στρατηλάτου. ἐγένον‐ το δὲ καὶ μετὰ ταῦτα ἐμπρησμοὶ πολλοὶ εἰς διαφόρους γειτο‐
15νίας τῆς αὐτῆς πόλεως, καὶ ἐκαύθησαν πολλοὶ οἶκοι καὶ ἀπώ‐ λοντο πολλαὶ ψυχαί, καὶ οὐδεὶς ἐγίνωσκε πόθεν τὸ πῦρ ἀνήπτε‐ το. κατὰ πρεσβείαν Ἐφραϊμίου τοῦ πατριάρχου Ἀντιοχείας ἐφιλοτιμήσατο ὁ αὐτὸς βασιλεὺς διὰ τοὺς καυθέντας τόπους χρυσοῦ κεντηνάρια δύο.
20 Ἐν δὲ τῷ αὐτῷ χρόνῳ συνέβη παθεῖν ὑπὸ θεομηνίας τὸ λε‐ γόμενον Δοῤῥάχιον, πόλιν τῆς νέας Ἠπείρου ἐπαρχίας, ἐξ ἧς
ὑπῆρχεν Ἀναστάσιος ὁ βασιλεύς· ὅστις καὶ πολλὰ ἔκτισεν ἐκεῖ,417
Chron
.

418

παρεσχηκὼς αὐτοῖς καὶ τὸ ἱπποδρόμιον. ὁ δὲ βασιλεὺς Ἰουστῖ‐ νος πολλὰ παρέσχεν εἰς ἀνανέωσιν τῇ αὐτῇ Δοῤῥαχηνῶν πόλει, ἥτις πρῴην μὲν ἐλέγετο Ἐπίδαμνος· ὁμοίως δὲ καὶ τοῖς περι‐ λειφθεῖσιν ἐφιλοτιμήσατο. ἐν δὲ τῷ αὐτῷ χρόνῳ καὶ ἡ Κό‐
5ρινθος τῆς Ἑλλάδος ἔπαθε· καὶ πολλὰ κἀκεῖ ἐχαρίσατο ὁ αὐτὸς βασιλεύς. ἐν δὲ τῷ μεταξὺ χρόνῳ ἔπαθεν ὑπὸ θεομηνίας Ἀνά‐ ζαρβος, πόλις τῆς Κιλικίας τὸ τέταρτον αὐτῆς πάθος· ἀνήγειρε δὲ αὐτὴν ὁ αὐτὸς βασιλεύς. ἐν αὐτῷ δὲ τῷ χρόνῳ κατεπόθη ὑπὸ θεομηνίας ὑδάτων ποταμιαίων Ἔδεσα, πόλις μεγάλη τῆς
10Ὀσδροηνῆς ἐπαρχίας, ἐν ἑσπέρᾳ, τοῦ αὐτοῦ ποταμοῦ κατὰ μέ‐ σον τῆς πόλεως παρερχομένου τοῦ λεγομένου Σκίρτου, αὔ‐ τανδροι σὺν τοῖς οἴκοις ἀπώλοντο. ἔλεγον δὲ οἱ περισωθέντες καὶ οἰκοῦντες τὴν αὐτὴν πόλιν ὅτι καὶ ἐν ἄλλῳ καιρῷ κατέκλυσε τὴν αὐτὴν πόλιν ὁ αὐτὸς ποταμός, ἀλλ’ οὐχ οὕτως ἀπώλεσεν·
15ἐπεὶ μεμαθήκαμεν ὅτι καὶ ἐν ἄλλοις χρόνοις ἐγένετο τὸ αὐτὸ σχῆμα, μετὰ δὲ τὸ παυθῆναι τὴν ὀργὴν τὰ πλησίον τῶν θεμε‐ λίων τοῦ αὐτοῦ ποταμοῦ οἰκήματα φιλοκαλίας τυγχάνοντα εὑρέθη πλὰξ λιθίνη μεγάλη, ἐν ᾗ ἐπεγέγραπτο ἐν γλυφῇ ταῦτα· Σκίρτος ποταμὸς σκιρτήσει κακὰ σκιρτήματα πολίταις. ἡ δὲ
20αὐτὴ Ἔδεσα πόλις ἐκτίσθη ὑπὸ Σελεύκου τοῦ Νικάτορος, λα‐ βοῦσα τείχη· ἥντινα ὠνόμασεν ὁ αὐτὸς Σέλευκος ὁ Μακεδὼν
Ἀντιόχειαν τὴν μιξοβάρβαρον, καὶ ὅτε ἔπαθε τὸ πρῶτον αὐτῆς418
Chron
.

419

πάθος, μετεκλήθη Ἔδεσα. πολλὰ δὲ παρέσχεν ὁ αὐτὸς βασιλεὺς ἐν ἑκάστῃ πόλει, ἀνακαινίσας ἐν πολλαῖς εὐπρεπείαις καὶ τοῖς σωθεῖσι πολλὰ χαρισάμενος· τὴν δὲ Ἔδεσαν μετωνόμασεν Ἰου‐ στινούπολιν.
5 Τῷ δὲ ἑβδόμῳ ἔτει τῆς αὐτοῦ βασιλείας ἔπαθεν ὑπὸ θεο‐ μηνίας Ἀντιόχεια ἡ μεγάλη τὸ πέμπτον αὐτῆς πάθος ἐν μηνὶ μαΐῳ, ὑπατείας Ὀλυβρίου· πολὺς γὰρ ἦν ὁ φόβος ὁ τοῦ θεοῦ γενόμενος κατ’ ἐκεῖνον τὸν καιρόν, ὥστε τοὺς συλληφθέντας ὑπὸ τῶν οἰκημάτων ἐν τῇ γῇ καὶ πυρικαύστους γενέσθαι, καὶ
10ἐκ τοῦ ἀέρος δὲ σπινθῆρας πυρὸς φαίνεσθαι· καὶ ἔκαιον ὡς ἀπὸ ἀστραπῆς τὸν εὑρισκόμενον, καὶ ἐκόχλαζε τὸ ἔδαφος τῆς γῆς, καὶ ἐκεραυνοῦντο οἱ θεμέλιοι, κουφιζόμενοι ὑπὸ τῶν σεισμῶν καὶ ὑπὸ τοῦ πυρὸς τεφρούμενοι, ὥστε καὶ τοῖς φεύγουσιν ὑπήν‐ τα τὸ πῦρ. καὶ ἦν ἰδεῖν θαῦμα φοβερὸν καὶ παράδοξον,
15πῦρ ἐρευγόμενον ὄμβρον, ὄμβρος καμίνων φοβερῶν, φλὸξ εἰς ὑετὸν λυομένη, καὶ ὑετὸς ὡς φλὸξ ἐξαπτόμενος καὶ τοὺς βοῶντας ἐν τῇ γῇ κατανήλισκε. καὶ ἐκ τούτου Ἀντιόχεια ἄχρη‐ στος ἐγένετο· οὐκ ἔμεινε γάρ, εἰ μὴ τὰ πρὸς ὄρος μόνον πα‐ ροικούμενα οἰκήματα. οὐκ ἔμεινε δὲ οὔτε ἅγιος οἶκος εὐκτηρίου
20ἢ μοναστηρίου ἢ ἄλλου ἁγίου τόπου ἀδιάῤῥηκτος· τὰ γὰρ ἄλλα συνετελέσθησαν εἰς τὸ παντελές· ἡ δὲ μεγάλη ἐκκλησία Ἀν‐
τιοχείας ἡ κτισθεῖσα ὑπὸ Κωνσταντίνου τοῦ μεγάλου βασιλέως419
Chron
.

420

τῆς θεομηνίας γενομένης καὶ πάντων πεπτωκότων εἰς τὸ ἔδα‐ φος ἔστη ἐπὶ ἡμέρας βʹ μετὰ τὸ γενέσθαι τὴν τοῦ θεοῦ φο‐ βερὰν ἀπειλήν· καὶ αὐτὴ ὑπὸ πυρὸς ληφθεῖσα κατηνέχθη ἕως ἐδάφους. καὶ ἕτεροι δὲ οἶκοι μὴ πεπτωκότες ὑπὸ τοῦ πάθους
5τοῦ θεϊκοῦ ὑπὸ τοῦ πυρὸς διελύθησαν ἕως θεμελίων. καὶ ἀπώλοντο ἐν αὐτῷ τῷ φόβῳ ἄχρι χιλιάδων διακοσίων πεντήκον‐ τα· ἦν γὰρ ἡ μεγάλη ἑορτὴ Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἡ τῆς ἀνα‐ λήψεως· καὶ πολὺ πλῆθος ἦν τῶν ξένων ἐπιδημῆσαν· ἐπὶ δὲ τῆς αὐτῆς θεομηνίας ἐδείχθη καὶ τὸ τῶν πολιτῶν πλῆθος ὁπό‐
10σον ὑπῆρχε. πολλοὶ δὲ τῶν χωσθέντων ζήσαντες μετὰ τὸ ἀνενεχθῆναι αὐτοὺς ζῶντας ἀπέθανον. τινὲς δὲ ἐκ τῶν πο‐ λιτῶν τῶν σωθέντων, εἴ τι ἠδυνήθησαν, ἀφείλαντο καὶ ἔφευ‐ γον· καὶ ὑπήντουν αὐτοῖς γεωργοί, καὶ ἀπέσπων παρ’ αὐτῶν φονεύοντες αὐτούς. ἐδείχθη δὲ καὶ ἐν τούτῳ ἡ τοῦ θεοῦ φι‐
15λανθρωπία· ὅσοι γὰρ ἀπέσπων, ἀπέθνησκον βιαίως, οἱ μὲν σηπό‐ μενοι, οἱ δὲ τυφλούμενοι, οἱ δὲ χειρουργίαις κοπτόμενοι, καὶ ὁμο‐ λογοῦντες τὰ πλημμελήματα ἑαυτῶν παρεδίδουν τὰς ψυχάς. ἐν οἷς ἦν ἐν αὐτῷ τῷ καιρῷ ἁρπαγῇ χρησάμενος Θωμᾶς τις σιλεντιάριος, ὅστις ἐξῆλθε φεύγων ἐκ τῆς θεομηνίας, καὶ ἔξω τῆς πόλεως ὡς
20ἀπὸ μιλίων τριῶν ἐπὶ τὴν πόρταν τὴν λεγομένην τοῦ ἁγίου Ἰουλιανοῦ οἴκει, καὶ ἀπέσπα πάντα ἐκ τῶν φευγόντων διὰ τῶν οἰκετῶν αὐτοῦ. τοῦτο δὲ διεπράξατο ἐπὶ ἡμέρας τέσσαρας·
καὶ ὡς λυμαίνεται πάντα, ἐξαίφνης ὑγιὴς ὢν ἐτελεύτησε·420
Chron
.

421

καὶ πάντες ἐδόξαζον τὸν θεόν. ἡ δὲ αὐτοῦ περιουσία ἁρπαγεῖ‐ σα ἀπώλετο· καὶ ἐν ᾧ τόπῳ ἐτελεύτησεν, ἐκεῖ καὶ ἐτάφη. ἐδείχθη γὰρ καὶ ἄλλα τινὰ μυστήρια τοῦ φιλανθρώπου θεοῦ· ἔγκυοι γὰρ γυναῖκες δι’ εἴκοσιν ἡμερῶν ἢ καὶ τριάκοντα ἀνῆλ‐
5θον ἐκ τῶν χωσθέντων ὑγιεῖς· πολλαὶ δὲ γεννήσασαι εἰς τὴν γῆν κάτω ὑπὸ τὰ χώματα ἀνῆλθον σὺν νηπίοις ἀβλαβεῖς καὶ ἔζησαν μετὰ τῶν τεχθέντων ἐξ αὐτῶν. καὶ ἄλλα δὲ παιδία ὡσαύτως διεσώθησαν μεθ’ ἡμέρας λʹ· καὶ πολλὰ φοβερώτερα τούτων ἐγένετο. τῇ δὲ τρίτῃ ἡμέρᾳ μετὰ τὴν πτῶσιν ἐφάνη ἐν
10τῷ οὐρανῷ ὁ τίμιος σταυρὸς διὰ νεφέλης κατὰ τὸ ἀρκτῷον μέ‐ ρος τῆς αὐτῆς πόλεως· καὶ πάντες θεασάμενοι αὐτὸν ἔμειναν κλαίοντες καὶ εὐχόμενοι ἐπὶ μίαν ὥραν. ἐγένοντο δὲ μετὰ τὴν πτῶσιν τῆς πόλεως καὶ ἄλλοι σεισμοὶ πολλοὶ ὡς ἐπὶ χρόνον ἐνιαυτοῦ καὶ μηνῶν ἕξ. Σελευκείας δὲ καὶ Δάφνης ὡς ἐπὶ
15μίλια εἴκοσι πτῶσις ἐγένετο· πολλὰ δὲ χρήματα παρέσχε ταῖς παθούσαις πόλεσιν ὁ αὐτὸς βασιλεύς. ἀκούσας γὰρ τὴν γενο‐ μένην ὑπὸ τοῦ θεοῦ φιλανθρωπίαν, λύπῃ συσχεθεὶς οὐ μικρᾷ, θεωριῶν μὴ ἀγομένων ἐν Βυζαντίῳ, καὶ ἁγίας πεντηκοστῆς κα‐ ταλαβούσης, δίχα διαδήματος εἰσῆλθεν ἐν τῇ ἐκκλησίᾳ μετὰ
20πορφυροῦ μαντίου κλαίων, σὺν αὐτῷ δὲ καὶ πάντες οἱ συγκλη‐
τικοὶ καὶ πορφυρᾶ ἐφόρουν.421
Chron
.

422

Ἐν αὐτῷ δὲ τῷ χρόνῳ ἀπέστειλεν ὁ αὐτὸς βασιλεὺς Καρῖνον κόμητα μετὰ κεντηναρίων πέντε· συναπέστειλε δὲ καὶ Φωκᾶν τὸν πατρίκιον καὶ Ἀστέριον, ἄνδρας σοφούς, δοὺς καὶ αὐ‐ τοῖς χρήματα πολλὰ εἰς ἐπανόρθωσιν τῆς πόλεως καὶ τῶν ἀγω‐
5γῶν καὶ τῶν γεφυρῶν τοῦ ποταμοῦ, ὡς ἐπιστάμενος τὴν αὐτὴν πό‐ λιν· ἦν γὰρ οἰκήσας ἐν αὐτῇ χρόνον τινά, ὅτε κατῆλθε μετὰ τῶν στρατηλατῶν ἐν τῷ Περσικῷ πολέμῳ. καὶ πυκνῶς ἔγραφε τοῖς αὐτοῖς πατρικίοις τοῦ φροντισθῆναι τὴν πόλιν. Μετὰ δὲ τὸ ὄγδοον ἔτος τῆς αὐτοῦ Ἰουστίνου βασιλείας
10καὶ μηνῶν θʹ συνεβασίλευσεν αὐτῷ ὁ θειότατος Ἰουστινιανὸς μετὰ τῆς Αὐγούστας Θεοδώρας, στεφθεὶς ὑπὸ τοῦ θειοτάτου αὐτοῦ θείου ἐπὶ τῆς ὑπατείας Μαβορτίου. ὅστις βασιλεὺς Ἰουστινιανὸς πολλὰ ἐχαρίσατο τῇ αὐτῇ τῶν Ἀντιοχέων πόλει· καὶ εἰς πᾶσαν πόλιν τῆς Ῥωμαϊκῆς πολιτείας ποιήσας μεγάλην
15κατάστασιν· καὶ ἐν ἑκάστῃ δὲ πόλει κατέπεμψε θείας σάκρας, ὥστε τιμωρηθῆναι τοὺς ἀταξίας ἢ φόνους ποιοῦντας, ὁποίου δ’ ἂν ὑπάρχωσι μέρους, ὥστε μὴ τολμᾶν τινα τοῦ λοιποῦ τὴν οἱανδήποτε ἀταξίαν ποιῆσαι, φόβον ἐνδειξάμενος εἰς πάσας τὰς ἐπαρχίας.
20Ἐν δὲ Ἀντιοχείᾳ τῇ μεγάλῃ πρὸς ὀλίγον καιρὸν ἐγένοντο ἐν
φιλίᾳ οἱ δῆμοι.422
Chron
.

423

Ἔκτισε δὲ ἐν τῇ αὐτῇ Ἀντιοχείᾳ εὐκτήριον οἶκον τῆς ἁγίας θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἄντικρυς τῆς λεγομένης Ῥουφίνου βασιλικῆς, κτίσας πλησίον καὶ ἕτερον οἶκον τῶν ἁγίων Κοσμᾶ καὶ Δαμιανοῦ. ὡσαύτως δὲ ἔκτισε καὶ ξενῶνα καὶ
5λουτρὰ καὶ κινστέρνας. ὁμοίως δὲ καὶ ἡ εὐσεβεστάτη Θεο‐ δώρα καὶ αὐτὴ πολλὰ τῇ πόλει παρέσχεν· ἔκτισε δὲ καὶ οἶκον τοῦ ἀρχαγγέλου Μιχαὴλ εὐπρεπέστατον πάνυ· ἔκτισε δὲ καὶ τὴν λεγομένην Ἀνατολίου βασιλικήν, πέμψας τοὺς κίονας ἀπὸ Κωνσταντινουπόλεως. ἡ δὲ αὐτὴ Αὔγουστα Θεοδώρα, ποιή‐
10σασα σταυρὸν πολύτιμον διὰ μαργαριτῶν ἔπεμψεν ἐν Ἱεροσο‐ λύμοις. ὁ δὲ αὐτὸς Ἰουστινιανὸς δωρεὰς κατέπεμψε πᾶσι τοῖς ὑποτελέσι τῆς Ῥωμαϊκῆς πολιτείας. Οἱ δὲ αὐτοὶ βασιλεῖς προεχειρίσαντο τὸν πατρίκιον Ὑπάτιον στρατηλάτην ἀνατολῆς εἰς τὸ φυλάξαι τὰς ἐπιδρομὰς τῶν Σα‐
15ρακηνῶν διὰ τὰ ἀνατολικὰ μέρη. Ἐν δὲ τῷ αὐτῷ καιρῷ κατὰ πόλιν πολλοὶ ἐτιμωρήθησαν Μανιχαῖοι, ἐν οἷς ἐτιμωρήθη καὶ ἡ γυνὴ Ἐρυθρίου τοῦ συγκλη‐ τικοῦ καὶ ἄλλαι ἅμα αὐτῇ. Τῆς δὲ θεομηνίας συμβάσης κόμης ἀνατολῆς ὑπῆρχεν
20Ἐφραΐμιος· ὅστις μετ’ ὀλίγον χρόνον ἀναγκασθεὶς προεχειρίσθη πατριάρχης Ἀντιοχείας· ὁ γὰρ πρὸ αὐτοῦ γεγονὼς Εὐφράσιος
ἐν τῇ θεομηνίᾳ πυρίκαυστος ἐγένετο. γνόντες δὲ οἱ εὐσεβεῖς βα‐423
Chron
.

424

σιλεῖς ὅτι ὁ κόμης τῆς ἀνατολῆς Ἐφραΐμιος ὑπὸ τοῦ κλήρου κανονικῶς ἐχειροτονήθη πατριάρχης, προηγάγοντο ἀντ’ αὐτοῦ κόμητα ἀνατολῆς Ζαχαρίαν, ὅστις ὑπῆρχε Τύριος. ὁ δὲ αὐτὸς Ζαχαρίας, ἰδὼν τὴν γενομένην ἅλωσιν τῆς πόλεως, ᾐτήσατο
5τοὺς αὐτοὺς εὐσεβεῖς βασιλεῖς διὰ μηνύσεως αὐτοῦ ἀνελθεῖν ἐν Βυζαντίῳ καὶ πρεσβεῦσαι ὑπὲρ τῆς Ἀντιοχέων πόλεως. καὶ ἔλαβε μεθ’ ἑαυτοῦ τὸν ἐπίσκοπον Ἀμηδείας, ἄνδρα εὐλαβῆ, καὶ ἄλλους κληρικούς· καὶ ἀνῆλθον ἐν Κωνσταντινουπόλει, καὶ πολ‐ λὰ κατορθώσαντες ὑπέστρεψαν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ μετὰ
10δωρεῶν βασιλικῶν, λαβόντες χρυσοῦ κεντηνάρια λʹ καὶ τύπους περὶ διαφόρων κεφαλαίων τοῦ ἄγεσθαι ἐν τῇ αὐτῇ πόλει τὰ πάτρια. οἱ δὲ αὐτοὶ βασιλεῖς μετ’ ὀλίγον καιρὸν ἐδωρήσαντο τῇ αὐτῇ πόλει καὶ ἄλλα κεντηνάρια δέκα. Ἐν δὲ τῷ μεταξὺ συνέβη ἀσθενῆσαι τὸν θειότατον Ἰουστῖ‐
15νον ἐκ τοῦ ἕλκους οὗ εἶχεν ἐν τῷ ποδί· ἦν γὰρ λαβὼν ἐν τῷ τό‐ πῳ σαγίτταν ἐν πολέμῳ, καὶ ἐξ αὐτοῦ ὁ κίνδυνος τῆς ζωῆς αὐ‐ τοῦ ἐγένετο· μηνὶ αὐγούστῳ αʹ, ἰνδικτιῶνος πέμπτης· τελευτᾷ δὲ ἐνιαυτῶν οεʹ. ὡς εἶναι τὸν πάντα χρόνον τῆς αὐτοῦ βασι‐ λείας ἔτη θʹ καὶ ἡμέρας εἰκοσιδύο μετὰ καὶ τῶν τεσσάρων μη‐
20νῶν τοῦ αὐτοῦ ἀνεψιοῦ.424
Chron
.

425

(t1)

ΛΟΓΟΣ ΙΗʹ
t2ΧΡΟΝΩΝ ΙΟΥΣΤΙΝΙΑΝΟΥ ΒΑΣΙΛΕΩΣ.
1Μετὰ δὲ τὴν βασιλείαν Ἰουστίνου ἐβασίλευσεν ὁ θειότατος Ἰουστινιανὸς ἔτη ληʹ καὶ μῆνας ζʹ καὶ ἡμέρας ιγʹ ἐν μηνὶ ἀπριλλίῳ πρώτῃ, ἰνδικτιῶνι πέμπτῃ, ἔτους χρηματίζοντος κατὰ Ἀντιόχειαν πεντακοσιοστοῦ ἑβδομηκοστοῦ πέμπτου, ἐπὶ τῆς
5ὑπατείας Μαβορτίου. ἦν δὲ τῇ ἰδέᾳ κονδοειδής, εὔστηθος, εὔρινος, λευκός, οὐλόθριξ, στρογγύλοψις, εὔμορφος, ἀναφά‐ λας, ἀνθηροπρόσωπος, μιξοπόλιος τὴν κάραν καὶ τὸ γένειον, μεγαλόψυχος, χριστιανός. ἔχαιρε δὲ τῷ Βενέτῳ μέρει, καὶ αὐτὸς δὲ ὢν Θρᾲξ ἀπὸ Βεδεριάνας.
10 Ὁ δὲ αὐτὸς βασιλεὺς ἐπὶ τῆς ἕκτης ἐπινεμήσεως τῷ ὀκτω‐ βρίῳ μηνὶ προηγάγετο κόμητα ἀνατολῆς ἐν Ἀντιοχείᾳ ὀνόματι
Πατρίκιον, Ἀρμένιον· ᾧτινι δέδωκε χρήματα πολλά, κελεύσας425
Chron
.

426

αὐτῷ ἀπελθεῖν καὶ ἀνανεῶσαι πόλιν τῆς Φοινίκης εἰς τὸ λίμιτον τὴν λεγομένην Πάλμυραν καὶ τὰς ἐκκλησίας καὶ τὰ δημόσια, κελεύσας καὶ ἀριθμὸν στρατιωτῶν μετὰ τῶν λιμιτανέων καθέ‐ ζεσθαι ἐκεῖ καὶ τὸν δοῦκα Ἐμίσσης πρὸς τὸ φυλάττεσθαι τὰ
5Ῥωμαϊκὰ καὶ Ἱεροσόλυμα. ἡ δὲ Πάλμυρα πρῴην μὲν μεγάλη ὑπῆρχεν, ἐπειδὴ ὁ Δαβὶδ ἐν αὐτῷ τῷ τόπῳ πρὸ τοῦ κτισθῆ‐ ναι πόλιν ἐμονομάχησε μετὰ τοῦ Γολιὰθ ὡπλισμένου ὄντος. ὅστις Γολιὰθ λίθῳ λαβὼν ἔπεσε, καὶ δραμὼν ὁ Δαβὶδ ἀπεκεφά‐ λισεν αὐτὸν εἰς ὃ ἐπεφέρετο ὁ Γολιὰθ ξίφος, καὶ τὴν κεφαλὴν
10αὐτοῦ λαβὼν κατέσχεν ἐπὶ ἡμέρας, καὶ εἶθ’ οὕτως ἐν Ἱεροσολύ‐ μοις εἰσήγαγεν αὐτὴν μετὰ νίκης ἔμπροσθεν αὑτοῦ εἰς κοντὸν βασταζομένην. διὰ τοῦτο Σολομὼν ὁ βασιλεὺς ὑπὲρ τῆς νί‐ κης τοῦ αὑτοῖ πατρὸς Δαβὶδ ἐποίησεν αὐτὴν πόλιν μεγάλην, ἐπι‐ θεὶς αὐτῇ τὸ ὄνομα Πάλμυραν, ὡς γενομένην μοῖραν τῷ Γο‐
15λιάθ. τὸ δὲ πρῴην ἐφύλαττεν ἡ αὐτὴ πόλις καὶ τὰ Ἱεροσόλυ‐ μα, ὅθεν καὶ Ναβουχοδονόσορ ὁ βασιλεὺς Περσῶν δι’ αὐτῆς παρελθὼν πρώτην αὐτὴν παρέλαβε πολλῷ κόπῳ· ἐφοβεῖτο γὰρ ὄπισθεν αὐτὴν ἐᾶσαι· πλῆθος γὰρ στρατιωτῶν Ἰουδαίων ἐκάθητο ἐκεῖ· ἥντινα παραλαβὼν καύσας ἔστρεψε, καὶ οὕτως
20τὴν Ἱερουσαλὴμ παρέλαβεν. Ὁ δὲ αὐτὸς Ἰουστινιανὸς δέδωκεν ὑπατείαν τῇ ἕκτῃ ἐπινεμή‐
σει τῷ ἰανουαρίῳ μηνί.426
Chron
.

427

Ἐν δὲ τῷ αὐτῷ χρόνῳ ὁ Πέρσης ἐπολέμησε τῷ Λαζῶν βασι‐ λεῖ Ζταθίῳ, ὡς προσρυέντι Ῥωμαίοις. ὁ δὲ Λαζῶν βασιλεὺς πέμψας ἐδεήθη τοῦ βασιλέως Ῥωμαίων, αἰτῶν βοήθειαν παρ’ αὐτοῦ λαβεῖν· καὶ πέμψας αὐτῷ ὁ βασιλεὺς Ἰουστινιανὸς στρα‐
5τηλάτας τρεῖς, Γιλδέριχ καὶ Κήρυκον καὶ Εἰρηναῖον, μετὰ πολ‐ λῆς βοηθείας Ῥωμαϊκῆς, καὶ συγκρούσαντες πόλεμον, ἔπεσον ἐξ ἀμφοτέρων πολλοί. καὶ ἀκούσας ὁ βασιλεὺς Ῥωμαίων ἠγα‐ νάκτησε κατὰ τῶν στρατηλατῶν, ὅτι φθόνῳ φερόμενοι πρὸς ἑαυτοὺς οἱ στρατηλάται Ῥωμαίων προδεδώκασιν ἀλλήλους. καὶ
10ἀγανακτήσας ὁ βασιλεὺς κατ’ αὐτῶν διεδέξατο αὐτούς· καὶ κατελθόντος Πέτρου στρατηλάτου καὶ ἀποκινήσαντος αὐτοὺς τῆς ἐξαρχίας καὶ λαβόντος τὰ ἐξπέδιτα παρ’ αὐτῶν, ἀνεχώρη‐ σεν ἐκεῖθεν. Ὁ δὲ αὐτὸς βασιλεὺς ἀνενέωσε πόλιν τῆς Ἀρμενίας ὀνόματι
15Μαρτυρόπολιν, μετονομάσας αὐτὴν Ἰουστινιανόπολιν, ποιήσας τὰ τείχη αὐτῆς καὶ τοὺς ἐμβόλους, ἦσαν γὰρ τῷ χρόνῳ φθα‐ ρέντες, μετενέγκας ἐκεῖ καὶ ἀνατολικὸν ἀριθμόν. ἐν δὲ τῷ αὐτῷ χρόνῳ προσεῤῥύη Ῥωμαίοις ὁ ῥὴξ τῶν Ἑρούλων ὀνόματι Γρέπης· καὶ ἦλθεν ἐν Βυζαντίῳ μετὰ ἰδικῆς βοηθείας, καὶ
20προσεκύνησε τὸν βασιλέα Ἰουστινιανὸν καὶ ᾔτησεν ἑαυτὸν γε‐ νέσθαι χριστιανόν. καὶ βαπτισθεὶς ἐν ἁγίοις θεοφανίοις ἀνά‐ δοχος αὐτοῦ ἐγένετο τοῦ ἀχράντου βαπτίσματος ὁ αὐτὸς βασιλεὺς
Ἰουστινιανός· ἐφωτίσθησαν δὲ σὺν αὐτῷ καὶ οἱ συγκλητικοὶ αὐ‐427
Chron
.

428

τοῦ καὶ συγγενεῖς αὐτοῦ δώδεκα. καὶ πολλὰ χαρισάμενος αὐ‐ τῷ ἀπέλυσεν αὐτόν, καὶ ὥδευσεν ἐπὶ τὴν ἰδίαν χώραν μετὰ τῆς ἑαυτοῦ βοηθείας, εἰπόντος αὐτῷ τοῦ βασιλέως Ῥωμαίων ὅτι Ὅταν βουληθῶ, δηλῶ σοι.
5 Ἐν δὲ τῇ αὐτοῦ βασιλείᾳ ἐκωλύθησαν αἱρέσεις διάφοροι, καὶ ἀπεσπάσθησαν αἱ ἐκκλησίαι παρ’ αὐτῶν δίχα τῶν λεγομένων Ἐξακιονιτῶν Ἀρειανῶν. Γίνεται οὖν ὁ πᾶς χρόνος ἀπὸ τῆς ἀρχῆς Αὐγούστου τοῦ καὶ Ὀκταβιανοῦ Ἰμπεράτορος ἕως τῆς συμπληρώσεως τῆς δευτέ‐
10ρας ὑπατείας τοῦ βασιλέως Ἰουστινιανοῦ ἰνδικτιῶνος ζʹ ἔτη φνθʹ, ὡς εἶναι τὰ πάντα ἔτη ἀπὸ τοῦ Ἀδὰμ ἕως τῆς αὐτῆς ἰνδικτιῶνος ἔτη ͵ϛυϟζʹ, καθὼς εὗρον τὸν ἀριθμὸν τῶν ἐνιαυ‐ τῶν ἐν τοῖς συντάγμασι Κλήμεντος καὶ Θεοφίλου καὶ Τιμοθέου τῶν χρονογράφων ὁμοφωνησάντων. ἐν δὲ τοῖς χρόνοις Εὐσεβίου
15τοῦ Παμφίλου εὗρον τὸν ἀριθμὸν τῶν ἐτῶν ἀπὸ Ἀδὰμ ἕως τῆς ὑπατείας Ἰουστινιανοῦ βασιλέως τῆς ἑβδόμης ἰνδικτιῶνος ἔτη ͵ϛυλβʹ. ἀκριβέστερον δὲ μᾶλλον οἱ περὶ Θεόφιλον καὶ Τιμό‐ θεον ψηφίσαντες τοὺς χρόνους ἐξέθεντο. πάντων οὖν τὰ συγ‐ γράμματα φέρει ἕκτην χιλιάδα ἐνιαυτῶν περαιωθεῖσαν. ἔστι
20δὲ καὶ ἀπὸ κτίσεως Ῥώμης ἕως τῆς δευτέρας ὑπατείας τοῦ θειο‐ τάτου Ἰουστινιανοῦ ἔτη ͵ασπʹ μικρῷ πλέον ἢ ἔλασσον, ἀπὸ δὲ τῆς κτίσεως Κωνσταντινουπόλεως ἕως τῆς προγεγραμμένης
ὑπατείας Ἰουστινιανοῦ καὶ τῆς συμπληρώσεως τῆς ἑβδόμης ἰν‐428
Chron
.

429

δικτιῶνος ἔτη ρϟθʹ. τῶν ἀρχαίων δὲ βασιλέων τοὺς χρόνους οὐ δεῖ ψηφίζειν κατὰ τὸν προειρημένον ἀριθμὸν τῆς βασιλείας αὐτῶν διὰ τὸ καὶ δύο ἅμα βασιλεῦσαι. ὡσαύτως δὲ καὶ τὰ τέκνα αὐτῶν ἐκ παιδόθεν ἔστεφον οἱ πατέρες καὶ μετ’ αὐτῶν ἐβα‐
5σίλευον. ὁ οὖν χρονογράφος ἀνάγκην ἔχει γράφειν τοὺς χρό‐ νους ὅσους ἐβασίλευσεν ἕκαστος βασιλεύς. δεῖ οὖν τοὺς ἀναγι‐ νώσκοντας χρονικὰ συγγράμματα τῇ ποσότητι προσέχειν τῶν δια‐ δραμόντων χρόνων καὶ μόνον ἐπὶ τῆς τῶν προγεγραμμένων πάν‐ των βασιλείας.
10 Ἐν δὲ τοῖς χρόνοις τούτοις, ὡς προεῖπον, ἐβασίλευσεν ὁ θειό‐ τατος Ἰουστινιανός, τῶν δὲ Περσῶν βασιλεὺς Κωάδης ὁ Δα‐ ράσθενος, ὁ υἱὸς Περόζου, ἐν δὲ Ῥώμῃ Ἀλλάριχος, ἔκγονος τοῦ Οὐαλεμεριακοῦ, τῆς δὲ Ἀφρικῆς ῥὴξ Γιλδέριχ ὁ ἔκγονος Γινζι‐ ρίχου, τῶν δὲ Ἰνδῶν Αὐξουμιτῶν ἐβασίλευσεν Ἄνδας ὁ γεγονὼς
15χριστιανός, τῶν δὲ Ἰβήρων Σαμαναζός. Ἐν δὲ τῷ προγεγραμμένῳ ἔτει τῆς βασιλείας Ἰουστινιανοῦ κατεπέμφθη στρατηλάτης Ἀρμενίας ὀνόματι Ζτίττας. ἐν γὰρ τοῖς προλαβοῦσι χρόνοις οὐκ εἶχεν ἡ αὐτὴ Ἀρμενία στρατηλάτην, ἀλλὰ δοῦκας καὶ ἄρχοντας καὶ κόμητας. δέδωκε δὲ ὁ αὐτὸς
20βασιλεὺς τῷ αὐτῷ στρατηλάτῃ ἀριθμοὺς στρατιωτῶν ἐκ τῶν
δύο πραισέντων καὶ ἀνατολῆς. καὶ στρατεύσας ἐντοπίους σκρι‐429
Chron
.

430

νιαρίους ἐποίησεν ἑαυτῷ σκρινιαρίους στρατηλατιανοὺς ἀπὸ θείας σάκρας, αἰτησάμενος τὸν βασιλέα αὐτόχθονας στρατεῦσαι, ὡς εἰδότας τὰ μέρη τῆς Ἀρμενίας. καὶ παρέσχεν αὐτῷ τοῦτο καὶ τὰ δίκαια τῶν Ἀρμενίων τῶν δουκῶν καὶ τῶν κομήτων καὶ
5τοὺς ὑπάτους αὐτῶν, πρῴην μὲν ὄντας καστρισιανοὺς στρατιώ‐ τας· ἦσαν γὰρ καταλυθεῖσαι αἱ πρῴην οὖσαι ἀρχαί. ἔλαβε δὲ καὶ ἀπὸ τοῦ στρατηλάτου ἀνατολῆς ἀριθμοὺς τέσσαρας· καὶ γέ‐ γονεν ἔκτοτε μεγάλη παραφυλακὴ Ῥωμαίοις. ἦν δὲ καὶ ὁ ἀνὴρ πολεμικός· ὅστις καὶ τὴν ἀδελφὴν Θεοδώρας τῆς Αὐγούστας
10ἠγάγετο πρὸς γάμον, ὀνόματι Κομιτώ, νυμφευθεῖσαν ἐν τοῖς Ἀν‐ τιόχου, πλησίον τοῦ Ἱππικοῦ Κωνσταντινουπόλεως. Ἐν δὲ τῷ αὐτῷ χρόνῳ ἐξεφώνησεν ὁ αὐτὸς βασιλεὺς θεῖον τύπον περὶ ἐπισκόπων καὶ ὀρφανοτρόφων καὶ οἰκονόμων καὶ ξενοδόχων, εἰ μὴ ὅσα πρὸ τοῦ γενέσθαι ἕκαστος τῶν προειρημέ‐
15νων εἶχεν ἐν ὑποστάσει περιουσίας, εἰς ταῦτα καὶ μόνα ἵνα δια‐ τίθηται, καὶ εὐθέως, ἢ μόνον προεχειρίσθη, ἐδηλοῦτο ἡ αὐτοῦ περιουσία. Ἐν δὲ τῷ αὐτῷ χρόνῳ ἀνενεώθη τὰ μέρη Συκῶν καὶ τὸ θέατρον καὶ τὰ τείχη, μετονομάσας αὐτὴν Ἰουστινιανούπολιν.
20 Ἐν αὐτῷ δὲ τῷ χρόνῳ προσεῤῥύη Ῥωμαίοις ῥήγισσα ἐκ τῶν Σαβείρων Οὕννων, γυνή τις ἀνδρεία καὶ πλήθει καὶ φρονήσει,
ὀνόματι Βώα, χήρα, ἔχουσα δὲ μικροὺς υἱοὺς δύο καὶ ὑπ’ αὐ‐430
Chron
.

431

τὴν χιλιάδας ἑκατόν· ἥτις ἐδυνάστευσε τῶν Οὑννικῶν μερῶν μετὰ τὴν τοῦ ἰδίου ἀνδρὸς Βλὰχ ἀποβίωσιν. καὶ προτραπεῖσα ὑπὸ τοῦ βασιλέως Ἰουστινιανοῦ ξενίοις πολλοῖς βασιλικῆς φορε‐ σίας καὶ σκευῶν διαφόρων ἐν ἀργύρῳ καὶ χρημάτων οὐκ ὀλί‐
5γων, συνελάβετο δορυαλώτους καὶ ἄλλους ῥῆγας δύο Οὕννους, οὕστινας ἦν προτρεψάμενος Κωάδης ὁ τῶν Περσῶν βασιλεὺς εἰς τὸ συμμαχῆσαι αὐτῷ κατὰ Ῥωμαίων. καὶ παραλαβοῦσα αὐτοὺς ἡ αὐτὴ Βώα ῥήγισσα παριόντας ἐπὶ τὰ Περσικὰ πρὸς Κωάδην, βασιλέα Περσῶν, μετὰ πλήθους βοηθείας χιλιάδων
10κʹ. ὧντινων τὰ πλήθη κατεσφάγη ἐν τῇ συμβολῇ· τὸν δὲ ἕνα ῥῆγα αὐτῶν ὀνόματι Τύραγξ συλλαβομένη δέσμιον ἔπεμψεν ἐν Κωνσταντινουπόλει τῷ βασιλεῖ Ἰουστινιανῷ, καὶ ἐφούλκισεν αὐτὸν πέραν ἐν τῷ ἁγίῳ Κόνωνι. ὁ γὰρ Γλὼμ ὁ ἄλλος ῥὴξ τῶν αὐτῶν Οὕννων ἐσφάγη ἐν τῇ συμβολῇ ὑπὸ τῶν πολεμίων
15τῆς ῥηγίσσης. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ καὶ ὁ πλησίον Βοσπόρου ῥὴξ τῶν Οὕννων ὀνόματι Γρὼδ προσεῤῥύη τῷ αὐτῷ βασιλεῖ· καὶ ἦλ‐ θεν ἐν Κωνσταντινουπόλει καὶ ἐφωτίσθη· ὅντινα ὁ αὐτὸς βα‐ σιλεὺς ἐδέξατο εἰς φώτισμα, καὶ πολλὰ χαρισάμενος αὐτῷ ἀπέ‐
20λυσεν αὐτὸν εἰς τὴν ἰδίαν χώραν εἰς τὸ φυλάττειν τὰ Ῥωμαϊκὰ καὶ τὴν Βόσπορον, ἥντινα πόλιν Ἡρακλῆς ὁ ἀπὸ Ἱσπανιῶν ἔκτισε καὶ ἐποίησε συντελεῖν Ῥωμαίοις ἀντὶ χρημάτων βόας
κατ’ ἔτος, δεδωκὼς αὐτῇ τῇ πόλει ὄνομα Βοῶν φόρος, ὅπερ καὶ431
Chron
.

432

συντελεῖν αὐτὴν ἐκέλευσεν. ἐν αὐτῇ δὲ τῇ πόλει ἐκάθισεν ἀρι‐ θμὸν στρατιωτῶν Ῥωμαίων, ἤτοι Ἰταλῶν, λεγομένων Ἱσπανῶν, δοὺς αὐτοῖς καὶ τριβοῦνον σὺν αὐτοῖς φυλάττοντα. ἦν δὲ ἐν τῇ πόλει συναλλαγαὶ Ῥωμαίων τε καὶ Οὕννων.
5 Ὁ δὲ αὐτὸς ῥὴξ ὁ γενόμενος χριστιανὸς ἀπελθὼν ἐπὶ τὴν ἰδίαν χώραν πλησίον Βοσπόρου εὗρε τὸν ἴδιον ἀδελφόν· καὶ ἐάσας αὐτὸν μετὰ βοηθείας Οὑννικῆς ἀνεχώρησεν. ἔσεβον δὲ οἱ αὐτοὶ Οὗννοι ἀγάλματα· καὶ λαβόντες αὐτὰ ἐχώνευσαν· ἦσαν γὰρ ἀργυρᾶ καὶ ἠλέκτρινα· καὶ κατήλλαξαν αὐτὰ ἐν Βοσπό‐
10ρῳ, λαβόντες ἀντ’ αὐτῶν μιλιαρίσια. καὶ μανέντες οἱ ἱερεῖς τῶν αὐτῶν Οὕννων καὶ ἔσφαξαν τὸν ῥῆγα καὶ ἐποίησαν ἀντ’ αὐτοῦ τὸν αὐτοῦ ἀδελφὸν Μοῦγελ. καὶ πτοηθέντες Ῥωμαίους ἦλ‐ θον ἐν Βοσπόρῳ καὶ ἐφόνευσαν τοὺς φυλάττοντας τὴν πόλιν. Καὶ ἀκούσας ταῦτα ὁ αὐτὸς βασιλεὺς ἐποίησε κόμητα στε‐
15νῶν τῆς Ποντικῆς θαλάσσης, ὃν ἐκέλευσε καθῆσθαι ἐν τῷ λε‐ γομένῳ Ἱερῷ εἰς αὐτὸ τὸ στομίον τῆς Πόντου, Ἰωάννην τὸν ἀπὸ ὑπάτων, ἀποστείλας αὐτὸν μετὰ βοηθείας Γοτθικῆς. καὶ ἐπεστράτευσε κατὰ τῶν αὐτῶν Οὕννων ὁ αὐτὸς βασιλεὺς πέμψας διὰ τῆς αὐτῆς Ποντικῆς θαλάσσης πλοῖα γέμοντα στρατιωτῶν
20καὶ ἔξαρχον, ὁμοίως δὲ καὶ διὰ γῆς πέμψας πολλὴν βοήθειαν
καὶ στρατηγὸν Βαδουάριον. καὶ ἀκούσαντες οἱ βάρβαροι, ἔφυ‐432
Chron
.

433

γον, καὶ γέγονεν ἐν εἰρήνῃ ἡ Βόσπορος, ὑπὸ Ῥωμαίων οἰκου‐ μένη. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ συνέβη Ἰνδοὺς πολεμῆσαι πρὸς ἑαυ‐ τοὺς οἱ ὀνομαζόμενοι Αὐξουμῖται καὶ οἱ Ὁμηρῖται· ἡ δὲ αἰτία
5τοῦ πολέμου αὕτη. Ὁ τῶν Αὐξουμιτῶν βασιλεὺς ἐνδότερός ἐστι τῶν Ἀμεριτῶν, ὁ δὲ τῶν Ὁμηριτῶν πλησίον ἐστὶ τῆς Αἰγύπτου. οἱ δὲ πραγμα‐ τευταὶ Ῥωμαίων διὰ τῶν Ὁμηριτῶν εἰσέρχονται εἰς τὴν Αὐξού‐ μην καὶ ἐπὶ τὰ ἐνδότερα βασίλεια τῶν Ἰνδῶν. εἰσὶ γὰρ Ἰνδῶν
10καὶ Αἰθιόπων βασίλεια ἑπτά, τρία μὲν Ἰνδῶν, τέσσαρα δὲ Αἰ‐ θιόπων, τὰ πλησίον ὄντα τοῦ Ὠκεανοῦ ἐπὶ τὰ ἀνατολικὰ μέρη. τῶν οὖν πραγματευτῶν εἰσελθόντων εἰς τὴν χώραν τῶν Ἀμερι‐ τῶν ἐπὶ τὸ ποιήσασθαι πραγματείαν, ἐγνωκὼς Δίμνος ὁ βα‐ σιλεὺς τῶν Ἀμεριτῶν, ἐφόνευσεν αὐτοὺς καὶ πάντα τὰ αὐτῶν
15ἀφείλετο, λέγων ὅτι οἱ Ῥωμαῖοι οἱ χριστιανοὶ κακῶς ποιοῦσι τοῖς Ἰουδαίοις ἐν τοῖς μέρεσιν αὐτῶν καὶ πολλοὺς κατ’ ἔτος φο‐ νεύουσι· καὶ ἐκ τούτου ἐκωλύθη ἡ πραγματεία. ὁ δὲ τῶν Αὐ‐ ξουμιτῶν βασιλεὺς ἐδήλωσε τῷ βασιλεῖ τῶν Ἀμεριτῶν ὅτι Κα‐ κῶς ἐποίησας φονεύσας Ῥωμαίους χριστιανοὺς πραγματευτὰς
20καὶ ἔβλαψας τὰ ἐμὰ βασίλεια. καὶ ἐκ τούτου εἰς ἔχθραν ἐτρά‐ πησαν μεγάλην καὶ συνέβαλον πρὸς ἀλλήλους πόλεμον. ἐν τῷ
δὲ μέλλειν τὸν βασιλέα τῶν Αὐξουμιτῶν πολεμεῖν συνετάξατο433
Chron
.

434

λέγων ὅτι Ἐὰν νικήσω Δίμνον τὸν βασιλέα τῶν Ἀμεριτῶν, χρι‐ στιανὸς γίνομαι· ὑπὲρ γὰρ τῶν χριστιανῶν πολεμῶ αὐτῷ. καὶ νικήσας ὁ βασιλεὺς τῶν Αὐξουμιτῶν καὶ παραλαβὼν αὐτὸν αἰ‐ χμάλωτον, ἀνεῖλεν αὐτὸν καὶ πᾶσαν τὴν βοήθειαν αὐτοῦ, καὶ
5τὴν χώραν καὶ τὰ βασίλεια αὐτοῦ ἔλαβε. Καὶ μετὰ τὴν νίκην ἔπεμψε συγκλητικοὺς αὐτοῦ δύο καὶ μετ’ αὐτῶν διακοσίους ἐν Ἀλεξανδρείᾳ, δεόμενος τοῦ βασιλέως Ἰουστινιανοῦ ὥστε λαβεῖν αὐτὸν ἐπίσκοπον καὶ κληρικοὺς καὶ κατηχηθῆναι καὶ διδαχθῆναι τὰ χριστιανῶν μυστήρια καὶ φω‐
10τισθῆναι καὶ πᾶσαν τὴν Ἰνδικὴν χώραν ὑπὸ Ῥωμαίους γενέσθαι. καὶ ἐμηνύθη τῷ βασιλεῖ Ἰουστινιανῷ πάντα διὰ Λικινίου, αὐ‐ γουσταλίου Ἀλεξανδρείας· καὶ ἐθέσπισεν ὁ αὐτὸς βασιλεὺς ὅν‐ τινα βούλονται ἐπίσκοπον λαβεῖν αὐτούς. καὶ ἐπελέξαντο οἱ αὐ‐ τοὶ πρεσβευταὶ Ἰνδοὶ τὸν παραμονάριον τοῦ ἁγίου Ἰωάννου τοῦ
15ἐν Ἀλεξανδρείᾳ, ἄνδρα εὐλαβῆ, παρθένον, ὀνόματι Ἰωάννην, ὄντα ἐνιαυτῶν ὡς ἑξήκοντα δύο. καὶ λαβόντες τὸν ἐπίσκοπον καὶ τοὺς κληρικούς, οὓς αὐτὸς ἐπελέξατο, ἀπήγαγον εἰς τὴν Ἰνδικὴν χώραν πρὸς Ἄνδαν τὸν βασιλέα αὐτῶν. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ συνέβη ἔχθραν γενέσθαι τοῦ δουκὸς
20Παλαιστίνης Διομήδου σιλεντιαρίου μετὰ τοῦ φυλάρχου Ἀρέ‐ θα. ὁ δὲ Ἀρέθας φοβηθεὶς εἰσῆλθεν εἰς τὸ ἐνδότερον λίμιτον ἐπὶ τὰ Ἰνδικά. καὶ μαθὼν τοῦτο ὁ Ἀλαμούνδαρος ὁ Σαρα‐
κηνὸς τῶν Περσῶν, ἐπιῤῥίψας αὐτῷ τῷ φυλάρχῳ Ῥωμαίων, πα‐434
Chron
.

435

ραλαβὼν ἐφόνευσεν αὐτόν· ἦν γὰρ μετὰ χιλιάδων τριάκοντα. καὶ μαθὼν ταῦτα ὁ βασιλεὺς Ἰουστινιανὸς γράφει τοῖς δουξὶ Φοινίκης καὶ Ἀραβίας καὶ Μεσοποταμίας καὶ τοῖς τῶν ἐπαρ‐ χιῶν φυλάρχοις ἀπελθεῖν κατ’ αὐτοῦ καὶ καταδιῶξαι αὐτὸν καὶ
5τὸ πλῆθος αὐτοῦ. καὶ εὐθέως ἀπελθόντες Ἀρέθας ὁ φύλαρχος καὶ Γνούφας καὶ Νααμὰν καὶ Διονύσιος ὁ δοὺξ Φοινίκης καὶ Ἰωάννης ὁ τῆς Εὐφρατησίας καὶ Σεβαστιανὸς ὁ χιλίαρχος μετὰ τῆς στρατιωτικῆς βοηθείας· καὶ μαθὼν Ἀλαμούνδαρος ὁ Σα‐ ρακηνὸς ἔφυγεν εἰς τὰ Ἰνδικὰ μέρη μεθ’ ἧς εἶχε βοηθείας Σα‐
10ρακηνικῆς. καὶ εἰσελθόντες οἱ δοῦκες Ῥωμαίων καὶ οἱ φύλαρ‐ χοι μετὰ βοηθείας συνεπομένης, καὶ μηδαμοῦ αὐτὸν καταλα‐ βόντες, ὥρμησαν ἐπὶ τὰ Περσικὰ μέρη, καὶ παρέλαβον τὰς σκηνὰς αὐτοῦ, καὶ αἰχμαλώτους δὲ ἔλαβον πλῆθος ἀνδρῶν καὶ γυναικῶν καὶ παιδίων καὶ ὅσας εὗρον καμήλους δρομωναρίας
15καὶ ἄλλα διάφορα κτήνη. ἔκαυσαν δὲ καὶ κάστρα Περσικὰ τέσ‐ σαρα παραλαβόντες καὶ τοὺς ἐν αὐτοῖς ὄντας Σαρακηνούς τε καὶ Πέρσας, καὶ ὑπέστρεψαν εἰς τὰ Ῥωμαϊκὰ μετὰ νίκης. Ὁ δὲ αὐτὸς βασιλεὺς ἀνεπλήρωσε καὶ τὸ δημόσιον τὸ ἐν Κων‐ σταντινουπόλει, ὃ ἤρξατο κτίζειν Ἀναστάσιος ὁ βασιλεύς, τὸ
20ἐπίκλην Δαγισθέου. ἔκτισε δὲ καὶ τὸ μεσίαυλον τῆς βασιλικῆς435
Chron
.

436

κινστέρνας, βουλόμενος εἰσαγαγεῖν ἐν αὐτῇ τὸ ὕδωρ τὸ Ἀδριά‐ νιον. ἀνενέωσε δὲ καὶ τὸν ἀγωγὸν τῆς πόλεως. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ διεβλήθησάν τινες τῶν ἐπισκόπων ἀπὸ διαφόρων ἐπαρχιῶν, ὡς κακῶς βιοῦντες περὶ τὰ σωματι‐
5κὰ καὶ ἀρσενοκοιτοῦντες. ἐν οἷς ἦν Ἠσαΐας ὁ τῆς Ῥόδου ὁ ἀπὸ νυκτεπάρχων Κωνσταντινουπόλεως, ὁμοίως δὲ καὶ ὁ ἀπὸ Διὸς πόλεως τῆς Θρᾴκης, ὀνόματι Ἀλέξανδρος. οἵτινες κατὰ θείαν πρόσταξιν ἠνέχθησαν ἐν Κωνσταντινουπόλει, καὶ ἐξετα‐ σθέντες καθῃρέθησαν ὑπὸ Βίκτωρος ἐπάρχου πόλεως, ὅστις
10ἐτιμωρήσατο αὐτούς, καὶ τὸν μὲν Ἠσαΐαν πικρῶς βασανίσας ἐξώρισε, τὸν δὲ Ἀλέξανδρον καυλοτομήσας ἐπόμπευσεν εἰς κραβαταρίαν· καὶ εὐθέως προσέταξεν ὁ αὐτὸς βασιλεὺς τοὺς ἐν παιδεραστίαις εὑρισκομένους καυλοτομεῖσθαι. καὶ συνεσχέ‐ θησαν ἐν αὐτῷ τῷ καιρῷ πολλοὶ ἀνδροκοῖται, καὶ καυλοτομη‐
15θέντες ἀπέθανον. καὶ ἐγένετο ἔκτοτε φόβος κατὰ τῶν νοσούντων τὴν τῶν ἀῤῥένων ἐπιθυμίαν. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ ἔπαθεν ὑπὸ θεομηνίας ἐν τῇ Μυσίᾳ Πομπηιούπολις· τῆς γὰρ κινήσεως γενομένης ἐξαίφνης ἐσχί‐ σθη ἡ γῆ καὶ ἐχαώθη τὸ ἥμισυ τῆς πόλεως μετὰ τῶν οἰκούντων,
20καὶ ἦσαν ὑπὸ τὴν γῆν, καὶ τὸ ἦχος αὐτῶν ἐφέρετο τοῖς περισω‐
θεῖσι. καὶ πολλὰ ἐφιλοτιμήσατο ὁ αὐτὸς βασιλεὺς εἰς τὴν ἐκχόϊσιν436
Chron
.

437

τοῦ περισωθῆναι τοὺς ὄντας ὑπὸ τὴν γῆν, ὡσαύτως δὲ καὶ τοῖς ζήσασι καὶ τῇ πόλει εἰς ἀνανέωσιν. Ὁ δὲ αὐτὸς βασιλεὺς ἀνενέωσε τοὺς νόμους τοὺς ἐκ τῶν προλαβόντων βασιλέων θεσπισθέντας, καὶ ποιήσας νεαροὺς νό‐
5μους ἔπεμψε κατὰ πόλιν, ὥστε τὸν ἄρχοντα ἐν ᾧ τὴν ἀρχὴν ἔχει μὴ κτίζειν οἶκον ἢ ἀγοράζειν κτῆμα, εἰ μή τις συγγενὴς αὐ‐ τοῦ ὑπάρχει, διὰ τὸ μὴ βιάζεσθαι τοὺς συγκεκτημένους ἢ ἀναγ‐ κάζεσθαί τινα διὰ τὴν ἀρχικὴν προστασίαν εἰς αὐτὸν διατί‐ θεσθαι.
10 Ὁμοίως δὲ καὶ περὶ τῶν φυσικῶν παίδων, ὥστε κληρονο‐ μεῖν κατὰ τὸν Ἀναστασίου τοῦ βασιλέως νόμον. Καὶ περὶ τοῦ κληρονομοῦντος, ὥστε ἐξεῖναι αὐτῷ παραιτεῖ‐ σθαι τὴν κληρονομίαν ὅτε δ’ ἂν βούληται, καὶ μὴ ἀποκλείεσθαι χρόνῳ.
15 Περὶ δὲ τῶν μαρτύρων, ὥστε ἀναγκάζεσθαι τοὺς ἰδιώτας καὶ ἄκοντας μαρτυρεῖν. Ὁ δὲ αὐτὸς βασιλεὺς ἐδωρήσατο τὸ Γοτθικὸν ξυλέλαιον, κουφίσας τοὺς ὑποτελεῖς ἐκ τοῦ βάρους. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας δύο στρατηγοὶ Οὕννων ἐπιῤ‐
20ῥίψαντες μετὰ πλήθους εἰς τὴν Σκυθίαν καὶ τὴν Μυσίαν, ὄν‐ τος ἐκεῖ στρατηλάτου Ῥωμαίων Βαδουαρίου καὶ Ἰουστίνου, καὶ ἐξελθόντων αὐτῶν κατὰ τῶν Οὕννων, καὶ συμβολῆς γενομέ‐
νης, ἐσφάγη Ἰουστῖνος ἐν τῷ πολέμῳ· καὶ ἐγένετο ἀντ’ αὐτοῦ437
Chron
.

438

Κωνσταντίολος ὁ Φλωρεντίου στρατηλάτης τῆς Μυσίας. καὶ ἦλθον οἱ Οὗννοι πραιδεύοντες ἕως τῆς Θρᾴκης· καὶ ἐξελθὼν κατ’ αὐτῶν ὁ στρατηλάτης Κωνσταντίολος καὶ Γοδιλᾶς καὶ ὁ τοῦ Ἰλλυρικοῦ στρατηλάτης Ἀσκοὺμ ὁ Οὗννος, ὃν ἐδέξατο ὁ
5βασιλεὺς Ἰουστινιανὸς ἐν ἁγίῳ βαπτίσματι, καὶ μεσολαβηθέν‐ των τῶν Οὕννων ἐν τῷ πολέμῳ, καὶ πολλῶν ἐξ αὐτῶν πιπτόντων, ἀπέφυγεν ἡ πραῖδα πᾶσα, καὶ ἐγένοντο Ῥωμαῖοι ἐπικρατέστεροι, φονεύσαντες καὶ τοὺς δύο ῥῆγας. καὶ ὡς ὑποστρέφουσιν, ὑπην‐ τήθησαν ὑπὸ ἄλλων Οὕννων· καὶ συμβαλόντες ἀπὸ κόπου, καὶ
10ἀσθενέστεροι ὄντες οἱ Ῥωμαίων στρατηγοί, δέδωκαν νῶτα· καὶ καταδιώξαντες οἱ Οὗννοι ἐσόκευσαν φεύγοντας τοὺς ἐξάρχους Ῥωμαίων. καὶ ὁ μὲν Γοδιλᾶς ἀποσπάσας τὸ ἴδιον ξίφος ἔκοψε τὸν σόκον καὶ ἐξείλησεν, ὁ δὲ Κωνσταντίολος ἠνέχθη ἀπὸ τοῦ ἵππου ἐπὶ τὸ ἔδαφος· καὶ ὁ Ἀσκοὺμ δὲ συνελήφθη. καὶ λαβόν‐
15τες τοὺς δύο αἰχμαλώτους, τὸν μὲν Κωνσταντίολον ἀνέδωκαν, λαβόντες παρὰ τοῦ βασιλέως Ῥωμαίων νομίσματα μύρια, καὶ ἀνῆλθεν ἐν Κωνσταντινουπόλει· τὸν δὲ Ἀσκοὺμ τὸν Οὗννον κρατήσαντες ἀνεχώρησαν ἐπὶ τὴν χώραν αὐτῶν μετὰ καὶ ἄλ‐ λων πολλῶν αἰχμαλώτων· καὶ εἰρήνευσε λοιπὸν τὰ Θρᾳκικὰ
20μέρη. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ ἠγανακτήθη ὁ πατρίκιος Πρόβος, ὅστις συγγενὴς ἦν Ἀναστασίου τοῦ βασιλέως, ὡς λοιδορήσας
τὸν αὐτὸν βασιλέα Ἰουστινιανόν. καὶ γενομένου σιλεντίου κομ‐438
Chron
.

439

βέντου ἐπὶ πράξεως ὑπομνημάτων ἐγγράφως, καὶ τῶν πεπρα‐ γμένων πάντων ὑπαναγνωσθέντων τῷ βασιλεῖ μετὰ τὸ ἐλεγχθῆναι τὸν αὐτὸν Πρόβον ἐπὶ κοινοῦ τῆς συγκλήτου, λαβὼν ὁ αὐτὸς βασιλεὺς τὰ πεπραγμένα ἔσχισεν, εἰπὼν τῷ αὐτῷ Πρόβῳ ὅτι
5Ἐγὼ τὸ ἁμάρτημα συγχωρῶ σοι, ὃ κατ’ ἐμοῦ ἔπραξας· εὖξαι οὖν ἵνα καὶ ὁ θεὸς συγχωρήσῃ σοι. καὶ ἀνυμνήθη ὁ αὐτὸς βα‐ σιλεὺς ὑπὸ τῆς συγκλήτου. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ Εὐλάλιός τις, κόμης δομεστίκων, ἀπὸ εὐπόρων πένης γενόμενος τῷ τρόπῳ τούτῳ· ἐμπρησμοῦ
10γενομένου ἔνθα ἔμενε, γυμνὸς ἔφυγε μετὰ καὶ τῶν τριῶν αὐ‐ τοῦ τέκνων· οὐκ ὀλίγοις δὲ δανείοις ὑποκείμενος, καὶ μέλλων τελευτᾶν, διαθήκας συνεστήσατο εἰς τὸν αὐτὸν βασιλέα, εἰπὼν ἐν τῇ διαθήκῃ, ὥστε τὸν εὐσεβέστατον Ἰουστινιανὸν παρασχεῖν ταῖς ἐμαῖς θυγατράσιν ἡμερησίας ἀνὰ φόλεις ιεʹ· καὶ γινομένης
15αὐτῶν τελείας ἡλικίας καὶ ἐρχομένας ἐπὶ γάμον λαμβάνειν προῖ‐ κα ἑκάστην δέκα χρυσίου λιτρῶν. ἀποπληρωθῆναι δὲ καὶ τοὺς ἐμοὺς δανειστὰς παρὰ τοῦ ἐμοῦ κληρονόμου. καὶ ἐπὶ τούτοις ἐτελεύτα ὁ αὐτὸς Εὐλάλιος· καὶ ἀνηνέχθη ἡ διαθήκη τῷ βασιλεῖ διὰ τοῦ κουράτωρος. καὶ ἐκέλευσεν αὐτὸν ὑπεισελθεῖν τῇ κλη‐
20ρονομίᾳ· ὅστις ἀπελθὼν εἰς τὸν οἶκον ἔνθα κατέμεινεν ὁ αὐτὸς Εὐλάλιος, καὶ ποιήσας ἀναγραφὴν τῆς ὑποστάσεως αὐτοῦ, εὑρέ‐
θη ἡ περιουσία αὐτοῦ ἄχρι νομισμάτων φξδʹ. καὶ ἀπελθὼν439
Chron
.

440

ἀνήγαγε τῷ βασιλεῖ τὴν διατίμησιν τῆς ὑποστάσεως καὶ τὰ ὑπ’ αὐτοῦ καταλειφθέντα ληγᾶτα. καὶ ταῦτα ἀκούσας ὁ αὐτὸς βα‐ σιλεὺς ἐπιτρέπει τῷ κουράτωρι Μακεδονίῳ ὑπεισελθεῖν τῇ κληρονομίᾳ. καὶ δὴ τοῦ κουράτωρος ἀντειπόντος τῷ αὐτῷ βα‐
5σιλεῖ μὴ αὐταρκεῖν τὰ τῶν ληγάτων πρὸς τὰ τῆς διαθήκης, ἐπέτρεψεν ὁ αὐτὸς βασιλεύς, εἰπών, Τί με κωλύεις ὑπεισελθεῖν τῇ κληρονομίᾳ, εὐσεβὲς θέλοντα ποιῆσαι; ἄπελθε, ἀποπλή‐ ρωσον πάντας τοὺς δανειστὰς αὐτοῦ καὶ τὰ ληγᾶτα τὰ ὑπ’ αὐ‐ τοῦ διατυπωθέντα· τὰς δὲ τρεῖς θυγατέρας αὐτοῦ ἀχθῆναι κε‐
10λεύω παρὰ τῇ Αὐγούστᾳ Θεοδώρᾳ τοῦ φυλάττεσθαι αὐτὰς ἐν τῷ δεσποτικῷ κουβικλείῳ, κελεύσας τοῦ δοθῆναι αὐταῖς χάριν προικὸς ἀνὰ χρυσίου λιτρῶν εἴκοσι καὶ πᾶσαν τὴν ὑπόστασιν, ἣν εἴασεν αὐταῖς ὁ αὐτῶν πατήρ. Ἐν αὐτῷ δὲ τῷ καιρῷ ἡ εὐσεβὴς Θεοδώρα μετὰ καὶ τῶν
15ἄλλων αὐτῆς ἀγαθῶν ἐποίησε καὶ τοῦτο. οἱ γὰρ ὀνομαζόμε‐ νοι πορνοβοσκοὶ περιῆγον ἐν ἑκάστῳ τόπῳ περιβλεπόμενοι πέ‐ νητας ἔχοντας θυγατέρας, καὶ διδόντες αὐτοῖς, φησίν, ὅρ‐ κους καὶ ὀλίγα νομίσματα ἐλάμβανον αὐτάς, ὡς ἐπὶ συγκρο‐ τήσει, καὶ προΐστων αὐτὰς δημοσίᾳ, κατακοσμοῦντες ἐκ τῆς
20αὐτῶν ἀτυχίας, κομιζόμενοι παρ’ αὐτῶν τὸ τοῦ σώματος αὐ‐ τῶν δυστυχὲς κέρδος, καὶ ἠνάγκαζον αὐτὰς τοῦ προΐστασθαι. καὶ τοὺς τοιούτους πορνοβοσκοὺς ἐκέλευσε συσχεθῆναι μετὰ
πάσης ἀνάγκης· καὶ ἀχθέντων αὐτῶν μετὰ τῶν κορασίων, ἐκέ‐440
Chron
.

441

λευσεν εἰπεῖν ἕκαστον αὐτῶν μεθ’ ὅρκου δόσεως τί παρέσχον τοῖς αὐτῶν γονεῦσι· καὶ εἶπον δεδωκέναι ἀνὰ πέντε νομίσματα. καὶ πάντων ἐπιδεδωκότων γνῶσιν μεθ’ ὅρκου, δεδωκυῖα τὰ χρή‐ ματα ἡ αὐτὴ εὐσεβὴς βασίλισσα ἠλευθέρωσεν αὐτὰς τοῦ ζυγοῦ
5τῆς δυστυχοῦς δουλείας, κελεύσασα τοῦ λοιποῦ μὴ εἶναι πορ‐ νοβοσκούς, ἀλλὰ χαρισαμένη ταῖς αὐταῖς κόραις τὴν τοῦ σώ‐ ματος ἔνδυσιν καὶ ἀπὸ νομίσματος ἑνὸς ἀπέλυσεν αὐτάς. Ἐν δὲ τῇ συμπληρώσει τῆς αὐτῆς ἰνδικτιῶνος ἐξώρμησεν ἡ αὐτὴ Αὔγουστα Θεοδώρα εἰς τὸ λεγόμενον Πύθιον μετὰ πατρι‐
10κίων καὶ κουβικουλαρίων, οὖσα σὺν χιλιάσι τέτρασι. καὶ πολ‐ λὰ χαρισαμένη ταῖς κατὰ τόπον ἐκκλησίαις ὑπέστρεψεν ἐν Κων‐ σταντινουπόλει. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ ἀπηγγέλθη Ἰουστινιανῷ τῷ βασιλεῖ ὅτι συμβολῆς γενομένης μεταξὺ Περσῶν καὶ Ῥωμαίων, ἐπὶ τὴν
15Μεσοποταμίαν ἐπιῤῥιψάντων τῶν Περσῶν μετὰ χιλιάδων λʹ καὶ Ξέρξου τοῦ υἱοῦ τοῦ βασιλέως Κωάδου· ὁ γὰρ Περόζης ὁ μείζων υἱὸς αὐτοῦ ἐπὶ τὴν Λαζικὴν καὶ τὴν Περσαρμε‐ νίαν ἐπολέμει μετὰ βοηθείας πολλῆς· ὁ γὰρ πατὴρ αὐτῶν Κωάδης ἐν αὐτῷ τῷ καιρῷ οὐκ ἦλθεν ἐπὶ τὰ Ῥωμαϊκά· ἐξῆλ‐
20θον δὲ κατὰ τοῦ Μέραν καὶ Ξέρξου ὁ ἀπὸ δουκῶν Δαμασκοῦ Κουζτὶς ὁ Βιταλιανοῦ, ἀνὴρ μαχιμώτατος, καὶ Σεβαστιανὸς μετὰ τῆς Ἰσαυρικῆς χειρὸς καὶ Προκληιανὸς ὁ δοὺξ Φοινίκης καὶ Βασίλειος ὁ κόμης. ἦν δὲ καὶ Βελισάριος μετ’ αὐτῶν καὶ
Ταφαρὰς ὁ φύλαρχος. τοῦ δὲ ἵππου Ταφαρᾶ προσκόψαντος441
Chron
.

442

κατενεχθεὶς ἐπὶ τὴν γῆν ἐσφάγη, ὁμοίως δὲ καὶ Προκληιανός· Σεβαστιανὸς δὲ καὶ Βασίλειος ἐλήφθησαν αἰχμάλωτοι, Κου‐ ζτὶς δὲ πληγᾶτος γενόμενος παρελήφθη, Βελισάριος δὲ φυγῇ χρησάμενος διεσώθη. καὶ ἀπηγγέλθη τὰ γενόμενα τῷ βασιλεῖ
5Ἰουστινιανῷ, καὶ ἐλυπήθη σφόδρα. ἔπεσον δὲ καὶ ἐκ τῶν Περ‐ σῶν στρατηγοὶ μετὰ βοηθείας αὐτῶν πολλῆς· καὶ ὑπέστρεψαν εἰς τὴν ἰδίαν αὐτῶν χώραν. Ἔπεμψε δὲ ὁ αὐτὸς βασιλεὺς συγκλητικοὺς ἀπὸ Κωνσταντι‐ νουπόλεως φυλάττειν τὰς πόλεις τῆς ἀνατολῆς μετὰ τῆς αὐ‐
10τῶν βοηθείας, τὸν μὲν πατρίκιον Πλάτωνα ἐν Ἀμηδίᾳ, τὸν δὲ Θεόδωρον τὸν πατρίκιον ἐν Ἐδέσῃ, Ἀλέξανδρον δὲ τὸν Ἱερίου ἐν Βεροίᾳ, καὶ ἄλλους δὲ συγκλητικοὺς ἐπὶ τὸ Σοῦρον καὶ Κων‐ σταντῖναν εἰς τὸ φυλάττειν τὰς πόλεις. ἐπέμφθη δὲ ἐν αὐτῷ τῷ καιρῷ καὶ ὁ πατρίκιος Πόμπιος μετὰ πολλῆς βοηθείας,
15ἔχων μεθ’ ἑαυτοῦ Ἰλλυρικιανοὺς καὶ Σκύθας καὶ Ἰσαύρους καὶ Θρᾷκας· καὶ ἔνδοσις ἐγένετο τοῦ πολέμου κατὰ σύνταξιν Ῥω‐ μαίων τε καὶ Περσῶν διὰ τὸ γενέσθαι χειμῶνας βαρεῖς. Συνέβη δὲ ἐν αὐτῷ τῷ καιρῷ ὑπὸ θεομηνίας παθεῖν Ἀντιό‐ χειαν τὸ ἕκτον αὐτῆς πάθος. ὁ δὲ γεγονὼς σεισμὸς κατέσχεν
20ἐπὶ μίαν ὥραν, καὶ μετὰ τούτου βρυγμὸς φοβερός, ὥστε τὰ ἀνα‐ νεωθέντα κτίσματα ὑπὸ τῶν πρῴην γενομένων φόβων κατα‐
πεσεῖν καὶ τὰ τείχη καί τινας ἐκκλησίας. τὰ δὲ συμβάντα442
Chron
.

443

ἠκούσθη καὶ ἐν ταῖς ἄλλαις πόλεσι, καὶ πᾶσαι πενθοῦσαι ἐλιτά‐ νευον. ἔπαθε δὲ καὶ μέρη τῶν πέριξ τῆς πόλεως· τελευτῶσι δὲ ἐν αὐτῷ τῷ σεισμῷ ἄχρι ψυχῶν πεντακισχιλίων. οἱ δὲ περι‐ σωθέντες πολῖται εἰς τὰς ἄλλας πόλεις, φανεροὶ δὲ ἐν τοῖς ὄρε‐
5σιν ᾤκουν. ὁ δὲ πατριάρχης Ἐφραΐμιος πάντα τὰ γενόμενα ἀνήγαγε τῷ βασιλεῖ· καὶ ἀκούσαντες οἱ ἐν τῷ Βυζαντίῳ τὰ συμ‐ βάντα ἐλιτάνευον ἐπὶ ἡμέρας ἱκανάς. Ἐν δὲ τῷ αὐτῷ χρόνῳ συνέβη παθεῖν ὑπὸ σεισμοῦ Λαο‐ δίκειαν τὸ πρῶτον αὐτῆς πάθος· κατηνέχθη δὲ ὑπὸ τοῦ φόβου
10τὸ ἥμισυ τῆς αὐτῆς πόλεως καὶ αἱ συναγωγαὶ τῶν Ἰουδαίων. ἀπώλοντο δὲ ἐν αὐτῷ τῷ φόβῳ χιλιάδες ἑπτὰ ἥμισυ, Ἑβραίων τε πλῆθος καὶ χριστιανῶν ὀλίγοι· αἱ δὲ ἐκκλησίαι τῆς αὐτῆς πόλεως ἔμειναν ἀῤῥαγεῖς, περισωθεῖσαι ὑπὸ θεοῦ. ὁ δὲ αὐτὸς βασιλεὺς ἐχαρίσατο τοῖς Λαοδικεῦσιν εἰς ἐκχόϊσιν τῆς αὐτῶν
15πόλεως κεντηνάρια δύο. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ μετεκλήθη Ἀντιόχεια Θεούπολις κατὰ κέλευσιν τοῦ ἁγίου Συμεὼν τοῦ θαυματουργοῦ. εὑρέθη δὲ καὶ ἐν τῇ αὐτῇ Ἀντιοχείᾳ χρησμὸς ἀναγεγραμμένος, περιέχων οὕτως· Καὶ σύ, τάλαινα πόλις, Ἀντιόχου οὐ κληθήσῃ. ὁμοίως
20δὲ καὶ ἐν τοῖς χαρτίοις εὑρέθη τῶν τὰ ἄκτα γραφόντων τῆς αὐ‐ τῆς πόλεως ὅτι ἔκραζον κληδόνα διδοῦντες εἰς τὸ μετακλη‐
θῆναι τὴν αὐτὴν πόλιν. καὶ ἀνηνέχθη ταῦτα τῷ αὐτῷ βασιλεῖ443
Chron
.

444

Ἰουστινιανῷ. καὶ ἐδωρήσατο θείαν φιλοτιμίαν τοῖς Ἀντιοχεῦσι καὶ Λαοδικεῦσι καὶ Σελευκέσιν, ὥστε κουφισθῆναι τὴν αὐτῶν συντέλειαν ἐπὶ ἔτη τρία, χαρισάμενος ταῖς αὐταῖς πόλεσι λίτρας διακοσίας καὶ τοῖς κτήτορσιν ἀξίας ἰλλουστρίων.
5 Ἐν δὲ τῷ αὐτῷ χρόνῳ ἀνεφάνη ἐν τοῖς Περσικοῖς μέρεσι δόγμα Μανιχαϊκόν· καὶ μαθὼν ὁ τῶν Περσῶν βασιλεὺς ἠγα‐ νάκτησεν· ὡσαύτως δὲ καὶ οἱ ἀρχιμάγοι τῶν Περσῶν· ἦσαν γὰρ ποιήσαντες οἱ αὐτοὶ Μανιχαῖοι καὶ ἐπίσκοπον, ὀνόματι Ἰν‐ δαράζαρ. ὁ δὲ βασιλεὺς Περσῶν σιλέντιον ποιήσας, καὶ πάν‐
10τας αὐτοὺς κατεσχηκὼς καὶ τὸν ἐπίσκοπον τῶν Μανιχαίων, κελεύει τῇ παρεστώσῃ αὐτῷ ἐνόπλῳ στρατιᾷ, καὶ κατέκοψαν ξί‐ φεσι πάντας τοὺς Μανιχαίους καὶ τὸν ἐπίσκοπον αὐτῶν σὺν τῷ κλήρῳ αὐτοῦ· καὶ ἐφονεύθησαν πάντες ἐπ’ ὄψεσι τοῦ αὐτοῦ βα‐ σιλέως καὶ τοῦ ἐπισκόπου τῶν χριστιανῶν. ἐδημεύθησαν δὲ καὶ
15αἱ ὑποστάσεις αὐτῶν, καὶ τὰς ἐκκλησίας αὐτῶν δέδωκε τοῖς χριστι‐ ανοῖς, ἐκπέμψας θείας αὑτοῦ σάκρας ἐν τῇ ὑπ’ αὐτοῦ διοικουμένῃ πολιτείᾳ, ὥστε τὸν εὑρισκόμενον Μανιχαῖον πυρίκαυστον γενέσθαι· καὶ τὰς βίβλους δὲ αὐτῶν πάσας κατέκαυσεν. ἅτινα διηγήσατο βασταγάριος Περσῶν, ὅστις βαπτισθεὶς μετεκλήθη Τιμόθεος.
20 Ἐν αὐτῷ δὲ τῷ χρόνῳ ὁ Ῥωμαίων βασιλεὺς τὸ κάστρον τὸ λεγόμενον Ἀνάσαρθον μετεκάλεσε Θεοδωριάδα εἰς τὸ ὄνομα τῆς Αὐγούστας, παρεσχηκὼς καὶ δίκαια πόλεως. ὁμοίως δὲ τὸ ἐν
Σούσοις κάστρον μετωνόμασεν Ἰουστινιανούπολιν.444
Chron
.

445

Τῷ δὲ αὐτῷ χρόνῳ Ἀλαμούνδαρος ὁ τῶν Περσῶν Σαρα‐ κηνὸς ἐλθὼν μετὰ Περσικῆς καὶ Σαρακηνικῆς βοηθείας ἐπραί‐ δευσε τὴν πρώτην Συρίαν ἕως τῶν ὅρων Ἀντιοχείας, καύσας καὶ τόπους τῆς αὐτῆς χώρας. καὶ ἀκούσαντες τὰ γεγονότα οἱ
5ἔξαρχοι Ῥωμαίων ἐξῆλθον κατ’ αὐτῶν· καὶ γνόντες οἱ Σαρα‐ κηνοί, λαβόντες πᾶσαν τὴν πραῖδαν διὰ τοῦ ἐξωτέρου λιμίτου ἔφυγον. Ἐν αὐτῷ δὲ τῷ καιρῷ καὶ ὁ ἀγωγὸς Ἀλεξανδρείας τῆς μεγά‐ λης ἀνενεώθη ὑπὸ τοῦ βασιλέως Ἰουστινιανοῦ.
10 Ἀκούσας δὲ ὁ αὐτὸς βασιλεὺς τὰ γενόμενα ὑπὸ τῶν Σαρα‐ κηνῶν, πέμψας οὐκ ὀλίγην βοήθειαν πεζικὴν ἐκ τῆς Φρυγῶν χώρας, τοὺς λεγομένους Λυκοκρανίτας, ἀπῆλθεν ἐπὶ τὰ Σαρακη‐ νικὰ καὶ τὰ Περσικὰ μέρη. ἐν αὐτῷ δὲ τῷ καιρῷ προεβλήθη ἔξαρχος Ῥωμαίων Βελισσάριος ὑπὸ τοῦ αὐτοῦ βασιλέως· ἦν γὰρ
15διαδεχθεὶς Ὑπάτιος ὁ πατρίκιος, ὁ πρὸ αὐτοῦ ὢν στρατηλάτης, καταπιστευθεὶς δὲ Βελισσάριος τὰ ἐξέρκετα καὶ τοὺς δοῦκας εἰς τὴν κατὰ Περσῶν μάχην. ἐν αὐτῷ δὲ τῷ χρόνῳ ἐπέμφθη εἰς τὰ Περσικὰ Ἑρμογένης ὁ ἀπὸ μαγίστρων, ὁ Σκύθης, ἀνὴρ σοφός. τῷ δὲ ἰουνίῳ μηνὶ τῆς ἑβδόμης ἰνδικτιῶνος ταραχῆς
20γενομένης ἐθνικῆς, συμβαλόντων γὰρ τῶν Σαμαρειτῶν μεταξὺ χριστιανῶν καὶ Ἰουδαίων, πολλοὶ τόποι ἐνεπρήσθησαν ἐν Σκυ‐ θοπόλει ἐκ τῶν αὐτῶν Σαμαρειτῶν. καὶ τοῦτο ἀκούσας ὁ αὐτὸς βασιλεὺς ἠγανάκτησε κατὰ τοῦ ἄρχοντος Βάσσου· ὅντινα δια‐
δεξάμενος ἀπεκεφάλισεν ἐν αὐτῇ τῇ χώρᾳ. οἱ δὲ Σαμαρεῖται445
Chron
.

446

γνόντες τὴν καθ’ ἑαυτῶν ἀγανάκτησιν, ἐτυράννησαν καὶ ἔστεψαν λῄσταρχον ὀνόματι Ἰουλιανόν, Σαμαρείτην, καὶ ἔκαυσαν κτή‐ ματα καὶ ἐκκλησίας καὶ ἐφόνευσαν πολλοὺς χριστιανούς. καὶ εἰσελθὼν ἐν Νεαπόλει ἐθεώρησεν ἱπποδρόμιον μετὰ πλήθους
5Σαμαρειτῶν· καὶ τὸ πρῶτον βάϊον ἐνίκησε Νικέας τις, ἡνίοχος χριστιανός. ἦσαν δὲ καὶ ἄλλοι ἐν τῇ αὐτῇ Νεαπόλει ἡνίοχοι, Σαμαρεῖται καὶ Ἰουδαῖοι, οὕστινας ἐνίκησεν ὁ αὐτὸς Νικέας ἡνί‐ οχος. καὶ ἐλθὼν πρὸς τὸν τύραννον, ὀφείλων τιμηθῆναι, ἐπη‐ ρώτησε δὲ αὐτὸν ποίας ὑπάρχει θρησκείας; καὶ μαθὼν ὅτι
10χριστιανός ἐστι, καὶ εἰς σύμβολον δεξάμενος τὴν τῶν χριστια‐ νῶν εὐθέως πρώτην νίκην κατ’ αὐτοῦ, ὅπερ καὶ γέγονεν, εὐθέως πέμψας ἀπεκεφάλισε τὸν ἡνίοχον ἐν τῷ ἱπποδρομίῳ. ἐχρήσατο κακῶς καὶ τῷ ἐπισκόπῳ τῆς αὐτῆς πόλεως. τοῦτο δὲ γνόντες οἱ ἄρχοντες Παλαιστίνης καὶ ὁ δοὺξ Θεόδωρος ὁ σιμὸς τὸ τῆς τυ‐
15ραννίδος τόλμημα ἐμήνυσεν εὐθέως τῷ βασιλεῖ Ἰουστινιανῷ· καὶ ἀπελθὼν ὁ δοὺξ κατ’ αὐτοῦ μετὰ πολλῆς βοηθείας, λαβὼν μεθ’ ἑαυτοῦ καὶ τὸν φύλαρχον Παλαιστίνης· καὶ γνοὺς τοῦτο ὁ τύ‐ ραννος Ἰουλιανὸς ὁ Σαμαρείτης, φυγὼν ἐξῆλθεν ἀπὸ Νεαπόλεως. καὶ κατεδίωξεν αὐτὸν ὁ δοὺξ μετὰ τῆς ἑαυτοῦ βοηθείας, καὶ συν‐
20έκρουσαν πόλεμον· καὶ ἔκοψεν ὁ δοὺξ ἐκ τῶν Σαμαρειτῶν πλῆ‐
θος, καὶ παρέλαβεν αὐτὸν Σαμαρείτην Ἰουλιανόν, τοῦ θεοῦ πα‐446
Chron
.

447

ραδόντος αὐτόν. καὶ ἀποκεφαλίσας αὐτὸν ἔπεμψε τὴν κεφαλὴν αὐτοῦ μετὰ τοῦ διαδήματος τῷ βασιλεῖ Ἰουστινιανῷ. καὶ ὅτε ἐγνώσθη τῷ αὐτῷ βασιλεῖ τὰ γενόμενα, τὸ τῆς τυραννίδος τῶν Σαμαρειτῶν καὶ τοῦ δυστυχοῦς Ἰουλιανοῦ, ἡ παρὰ τῶν ἀρχόν‐
5των μήνυσις εὐθέως κατέλαβεν ἐν Κωνσταντινουπόλει καὶ ἡ τοῦ τυράννου κεφαλή. ἔπεσον δὲ ἐκ τῶν Σαμαρειτῶν ἐν τῷ πολέμῳ χιλιάδες εἴκοσι· καὶ οἱ μὲν ἔφυγον εἰς τὸ ὄρος τὸ λεγόμενον Ἀρ‐ παρίζιν, ἄλλοι δὲ εἰς τὸν Τραχῶνα εἰς τὸ λεγόμενον σιδηροῦν ὄρος. ἔλαβε δὲ καὶ ὁ φύλαρχος Σαρακηνὸς ὁ τῶν Ῥωμαίων
10πραῖδαν ἐξ αὐτῶν χιλιάδας εἴκοσι παίδων καὶ κορασίων· οὕσ‐ τινας λαβὼν αἰχμαλώτους ἐπώλησεν ἐν τοῖς Περσικοῖς καὶ Ἰνδικοῖς μέρεσιν. Ὁ δὲ αὐτὸς βασιλεὺς γνοὺς ὅτι πολλὰ κτήματα τῆς Παλαι‐ στίνης ἔκαυσαν οἱ Σαμαρεῖται τὴν ἀρχὴν ὅτε ἐτυράννησαν, ἠγα‐
15νάκτησε κατὰ τοῦ δουκὸς Παλαιστίνης, διότι πρὸ τοῦ ἐπιῤῥίψω‐ σιν εἰς τὰ κτήματα ἢ εἰς τὴν πόλιν, ἢ μόνον ἤκουσεν ὅτι συν‐ άγονται, οὐχ ὥρμησε κατ’ αὐτῶν καὶ ἐσκορπίζοντο. καὶ δια‐ δεξάμενος τὸν αὐτὸν δοῦκα ἀσχήμως ἐκέλευσεν αὐτὸν ἀσφαλι‐ σθέντα φυλάττεσθαι. καὶ ἐπέμφθη ἀντ’ αὐτοῦ δοὺξ Εἰρηναῖος,
20Ἀντιοχεύς· ὅστις ὁρμήσας κατὰ τῶν ἀπομεινάντων Σαμαρειτῶν ἐν τοῖς ὄρεσι, πολλοὺς ἀπώλεσε πικρῶς τιμωρησάμενος.
Ὁ δὲ τῶν Περσῶν βασιλεὺς Κωάδης δεξάμενος Ἑρμογένην447
Chron
.

448

μάγιστρον, ἐν φιλίᾳ πρεσβείας πεμφθέντα μετὰ καὶ δώρων τῆς ἀναγορεύσεως τοῦ βασιλέως Ἰουστινιανοῦ ἐν μηνὶ ἰουλίῳ. Συνέβη δὲ κατ’ ἐκεῖνο καιροῦ παθεῖν ὑπὸ θεομηνίας Ἀμά‐ σειαν ἐν τῇ Ποντικῇ καὶ αὐτῆς τῆς περιχώρου μέρη. ὁ δὲ αὐ‐
5τὸς βασιλεὺς τῇ αὐτῇ πόλει πολλὰ ἐχαρίσατο. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ ἀνακωδίκευσις ἐγένετο τῶν παλαιῶν νόμων· καὶ ποιήσας ἰδίους νόμους κατέπεμψεν ἐν πάσαις ταῖς πόλεσι πρὸς τὸ τοὺς δικαζομένους μὴ περιπίπτειν θλίψεσι καὶ ζημίαις, ἀλλὰ ταχεῖαν ἔχειν τὴν ἀπαλλαγήν· ὅπερ μονόβιβλον
10κατασκευάσας ἔπεμψεν ἐν Ἀθήναις καὶ ἐν Βηρυτῷ. Ὁ δὲ αὐτὸς βασιλεὺς ἀπεμέρισεν ἀπὸ Ἀντιοχείας τῆς πρώτης Συρίας Λαοδίκειαν καὶ Γάβαλα καὶ Πάλτον τὰς πόλεις, καὶ ἀπὸ Ἀπαμείας τῆς δευτέρας Συρίας Βαλανέας πόλιν, καὶ ἐποίησεν ἐπαρχίαν, ἥντινα ἐπωνόμασε Θεοδωριάδα, δοὺς αὐτῇ
15καὶ μητροπολιτικὸν δίκαιον. τὸν δὲ ἐπίσκοπον Λαοδικείας οὐκ ἠλευθέρωσε τοῦ ὑποκεῖσθαι τῷ πατριάρχῃ τῆς Ἀντιοχέων πόλεως. Ἐν δὲ τῷ αὐτῷ χρόνῳ ἔπαθεν ὑπὸ θεομηνίας μητρόπολις τῆς Λυκίας τὰ Μύρα· καὶ πολλὰ ἐχαρίσατο τοῖς ὑπολειφθεῖ‐ σι καὶ τῇ πόλει εἰς κτίσματα ὁ αὐτὸς βασιλεύς.
20 Ἐν δὲ τῷ αὐτῷ χρόνῳ ἐγένετο ταραχὴ ἐν Ἀντιοχείᾳ τῇ μεγά‐ λῃ ἐν τῷ θεάτρῳ. καὶ τὰ τῆς ταραχῆς ἀνηνέχθη τῷ αὐτῷ
βασιλεῖ. καὶ ἀγανακτήσας ἐξ ἐκείνου ἐκώλυσε τὴν θέαν τοῦ448
Chron
.

449

θεάτρου πρὸς τὸ μὴ ἐπιτελεῖσθαι τοῦ λοιποῦ ἐν τῇ τῶν Ἀντιο‐ χέων πόλει. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ διωγμὸς γέγονεν Ἑλλήνων μέγας, καὶ πολλοὶ ἐδημεύθησαν, ἐν οἷς ἐτελεύτησαν Μακεδόνιος, Ἀσκληπιό‐
5δοτος, Φωκᾶς ὁ Κρατεροῦ, καὶ Θωμᾶς ὁ Κοιαίστωρ· καὶ ἐκ τούτου πολὺς φόβος γέγονεν. ἐθέσπισε δὲ ὁ αὐτὸς βασιλεὺς ὥστε μὴ πολιτεύεσθαι τοὺς ἑλληνίζοντας, τοὺς δὲ τῶν ἄλλων αἱρέσεων ὄντας ἀφανεῖς γενέσθαι τῆς Ῥωμαϊκῆς πολιτείας, προ‐ θεσμίαν τριῶν μηνῶν λαβόντας εἰς τὸ γενέσθαι αὐτοὺς κοινω‐
10νοὺς τῆς ὀρθοδόξου πίστεως. ὅστις θεῖος τύπος ἐνεφανίσθη ἐν πάσαις ταῖς ἐξωτικαῖς πόλεσιν. Ἐν αὐτῷ δὲ τῷ καιρῷ ἠγανακτήθη ὁ ἀπὸ ὑπάτων Πρίσκος, ὁ ἀπὸ νοταρίων τοῦ αὐτοῦ βασιλέως, καὶ δημευθεὶς ἐγένετο διά‐ κονος καὶ ἐπέμφθη ἐν Κυζίκῳ.
15 Ἐν αὐτῷ δὲ τῷ καιρῷ Ἑρμογένης ὁ μάγιστρος ὑποστρέψας ἐκ τῶν Περσικῶν δοὺς τὰ δῶρα ἀνήγαγεν ἀποκρίσεις παρὰ Κωάδου, βασιλέως Περσῶν, πρὸς Ἰουστινιανόν, βασιλέα Ῥωμαίων, ἐπιφερόμενος σάκρας περιεχούσας οὕτως. Κωάδης βασιλεὺς βασιλευόντων, ἡλίου ἀνατολῆς, Φλαβίῳ
20Ἰουστινιανῷ Καίσαρι σελήνης δύσεως. ηὕραμεν ἐν τοῖς ἡμετέ‐
ροις ἀρχαίοις ἀναγεγραμμένα ἀδελφοὺς ἡμᾶς ἀλλήλων εἶναι, καὶ449
Chron
.

450

ἐάν τις ἐπιδεηθῇ σωμάτων ἢ χρημάτων, παρέχειν τὸν ἕτερον. καὶ μεμενήκαμεν ἐξ ἐκείνου καὶ μέχρι τοῦ παρόντος οὕτως διατε‐ λοῦντες· καὶ ποτὲ μὲν ἐθνῶν ἡμῖν ἐπανισταμένων, τοῖς μὲν πα‐ ρατάξασθαι ἠναγκάσθημεν, τοὺς δὲ καὶ διὰ δόσεως χρημάτων
5ὑποταγῆναι ἐπείσαμεν, ὡς δῆλον εἶναι πάντα τὰ ἐν τοῖς ἡμε‐ τέροις θησαυροῖς ἀναλωθῆναι. ταῦτα δὲ καὶ Ἀναστασίῳ καὶ Ἰουστίνῳ τοῖς βασιλεῦσι γεγραφήκαμεν, καὶ ἠνύσαμεν πλέον οὐ‐ δέν· ὅθεν ἠναγκάσθημεν παρατάξασθαι πολέμου χάριν, καὶ πλησίον τῶν Ῥωμαϊκῶν γενόμενοι τοὺς ἐν μέσῳ μηδὲν ἁμαρτή‐
10σαντας προφάσει τῆς ἐκείνων ἀπειθείας ἀπολέσαι. ἀλλ’, ὡς χριστιανοὶ καὶ εὐσεβεῖς, φείσασθε ψυχῶν καὶ σωμάτων, καὶ με‐ τάδοτε ἡμῖν χρυσίου· εἰ δὲ μὴ τοῦτο ποιεῖτε, εὐτρεπίσατε ἑαυ‐ τοὺς πρὸς πόλεμον, προθεσμίαν ἔχοντες ὅλου τοῦ ἐνιαυτοῦ, ἵνα μὴ νομισθῶμεν κλέπτειν τὴν νίκην καὶ δόλῳ περιγίνεσθαι τοῦ
15πολέμου. Τῷ δὲ αὐτῷ χρόνῳ ὁ αὐτὸς βασιλεὺς Ἰουστινιανὸς ἐδωρή‐ σατο τοῖς Ἀντιοχεῦσι τὴν ἰδίαν τόγαν, ἔχουσαν καὶ λίθους βασιλι‐ κούς· καὶ ἡπλώθη ἐν τῇ ἐκκλησίᾳ τῇ λεγομένῃ Κασσιανοῦ. Ἐπὶ δὲ τῆς ὑπατείας Δεκίου προσεῤῥύη Ῥωμαίοις Μοῦνδος
20ὁ ἐκ γένους τῶν Γηπέδων καταγόμενος, υἱὸς ὢν ῥηγός, μετὰ τὴν τελευτὴν τοῦ ἰδίου αὐτοῦ πατρὸς πρὸς Θραυστίλαν, θεῖον αὐ‐
τοῖ, γεγονώς, καὶ διῆγεν ἐν τῷ Σιρμίῳ. καὶ γνοὺς τοῦτο ὁ450
Chron
.

451

ῥὴξ Ῥώμης ὁ Οὐαλεμεριακὸς ὁ καὶ Θευδερίχος, πέμψας προε‐ τρέψατο τὸν αὐτὸν Μοῦνδον· καὶ πεισθεὶς ἀπῆλθε πρὸς αὐτὸν μετὰ τῶν ἀνθρώπων αὐτοῦ καὶ διέτριψε πρὸς αὐτόν, ὑπερμα‐ χῶν ὑπὲρ τοῦ Οὐαλεμεριακοῦ τοῦ καὶ Θευδερίχου. ἀναχωρή‐
5σας δὲ Μοῦνδος ἀπὸ Ῥώμης ἀνῆλθεν ἐπὶ τὸν Δανούβιον ποτα‐ μόν· καὶ πέμψας πρὸς τὸν βασιλέα Ἰουστινιανὸν πρεσβευτὰς ᾔτησεν αὐτὸν ὑπὸ τὴν βασιλείαν αὐτοῦ γενέσθαι. καὶ ἐδέξατο αὐτὸν σὺν τοῖς ἀνθρώποις αὐτοῦ, ποιήσας αὐτὸν στρατηλάτην τοῦ Ἰλλυριῶν ἔθνους, καὶ ἀπέλυσεν αὐτὸν ἐν τῇ ἰδίᾳ στρατηλα‐
10σίᾳ. καὶ καταλαβόντος αὐτοῦ τὴν χώραν τοῦ Ἰλλυρικοῦ, ἐπέῤ‐ ῥιψαν αὐτῷ Οὗννοι μετὰ πολλοῦ πλήθους διαφόρων βαρβάρων· καὶ ἐξελθὼν ὥρμησε κατ’ αὐτῶν, καὶ πάντας κατανήλωσε· καὶ ἔπεμψε πραῖδαν ἐξ αὐτῶν καὶ ἕνα ῥῆγα αὐτῶν· καὶ ἐγένετο εἰ‐ ρήνη ἐν τῇ Θρᾴκῃ, καὶ ἐκ τούτου φόβος κατεῖχε τὰ βάρβαρα
15ἔθνη. Ἐπὶ δὲ τῆς ὑπατείας τοῦ αὐτοῦ Δεκίου ὁ αὐτὸς βασιλεὺς θεσπίσας πρόσταξιν ἔπεμψεν ἐν Ἀθήναις, κελεύσας μηδένα δι‐ δάσκειν φιλοσοφίαν μήτε νόμιμα ἐξηγεῖσθαι μήτε κόττον ἐν μιᾷ τῶν πόλεων γίνεσθαι, ἐπειδὴ ἐν Βυζαντίῳ εὑρεθέντες τινὲς
20τῶν κοττιστῶν καὶ βλασφημίαις δειναῖς ἑαυτοὺς περιβαλόντες
χειροκοπηθέντες περιεβωμβήθησαν ἐν καμήλοις.451
Chron
.

452

Ἐν αὐτῷ δὲ τῷ χρόνῳ παρεσχέθη ἐτησία πρόσοδος ἐν τῷ ξενῶνι Ἀντιοχείας νομισμάτων τετρακισχιλίων ὑπὸ τοῦ αὐτοῦ εὐσεβοῦς βασιλέως. Εὑρέθη δὲ ἐν αὐτῷ τῷ χρόνῳ καὶ τὸ τίμιον λείψανον τοῦ
5ἁγίου μάρτυρος Μαρίνου εἰς τὴν πρώτην Συρίαν ἔξω τῆς λεγο‐ μένης Γινδάρου πόλεως, τοῦ περιοδευτοῦ τῆς χώρας ἐν ὀπτα‐ σίᾳ πλειστάκις ἑωρακότος τὸν τόπον ἔνθα ἔκειτο ὁ ἅγιος, ἔχων ἀπὸ τῆς κεφαλῆς κατὰ παντὸς τοῦ σώματος αὐτοῦ ἥλους σι‐ δηροῦς, εἰς σανίδα παραπλωθεὶς προσηλώθη, καὶ ἐτέθη εἰς πέ‐
10τραν γλυφεῖσαν αὐτῷ τάφον. καὶ ἐπήρθη τὸ λείψανον αὐτοῦ, καὶ ἠνέχθη καὶ κατετέθη ἔξω τῆς Ἀντιοχέων πόλεως ἐν τῷ ἁγίῳ Ἰουλιανῷ. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ κατεπέμφθησαν πρέσβεις Ῥωμαίων ἐν τοῖς Περσικοῖς μέρεσιν Ἑρμογένης καὶ Ῥουφῖνος ὁ στρατηλά‐
15της, ἐπὶ τῆς ὑπατείας Λαμπαδίου καὶ Ὀρέστου. καὶ φθασάν‐ των αὐτῶν τὸ Δόρας τὸ μετακληθὲν Ἀναστασιούπολις, μήνυ‐ σιν κατέπεμψαν τῷ βασιλεῖ Περσῶν Κωάδῃ· καὶ ὑπερέθετο ὁ αὐτὸς βασιλεὺς τοῦ δέξασθαι αὐτούς. καὶ ἐν τῷ διάγειν αὐ‐ τοὺς εἰς τὸ Δόρας ἅμα Βελισαρίῳ τῷ στρατηλάτῃ σὺν τοῖς
20ἄλλοις ἐξάρχοις καὶ τῇ στρατιωτικῇ βοηθείᾳ, καὶ ἀπληκευόντων αὐτῶν ἔξω τοῦ Δόρας, τὴν ἀπόκρισιν τοῦ βασιλέως Περσῶν δε‐ χόμενοι, ὁ Μηρὰμ ὁ πρῶτος ἔξαρχος Περσῶν καὶ ὁ υἱὸς τοῦ βασιλέως Περσῶν σὺν ἄλλοις ἐξάρχοις Περσῶν καθήμενοι εἰς
τὸ Νίσιβι, καὶ γνόντες ὅτι ἔξω τοῦ Δόρας ἀπληκεύουσιν οἱ Ῥω‐452
Chron
.

453

μαῖοι, ἐπέῤῥιψαν Πέρσαι μετὰ ἑβδομήκοντα χιλιάδων, διελόντες αὑτοὺς εἰς τρεῖς ἀρχάς. Καὶ γνόντες οἱ ἔξαρχοι Ῥωμαίων, ὁρμήσαντες κατὰ Περσῶν συνέκρουσαν· καὶ συμβολῆς γενομένης ἐμίγησαν τὰ Περσῶν
5καὶ Ῥωμαίων στρατόπεδα, καὶ ἔκοψαν Ῥωμαῖοι Πέρσας κατὰ κράτος, λαβόντες καὶ σίγνον Περσικόν. ὁ δὲ Μηρὰμ μετὰ ὀλί‐ γων φυγὼν σὺν τῷ υἱῷ τοῦ βασιλέως διεσώθη εἰς τὸ Νισίβιον. ἐν αὐτῇ δὲ τῇ συμβολῇ καὶ ἔξαρχος Περσῶν κατεσφάγη ὀνό‐ ματι Σάγος, Σουνίκα τοῦ δουκὸς καὶ ἐξάρχου Ῥωμαίων εἰς μο‐
10νομαχίαν αὐτὸν προτρεψαμένου· καὶ ἦν ἰδεῖν νίκην Περσικῆς ἀπονοίας, εἰς ἔδαφος ἡπλωμένων νεκρῶν. Καὶ γνοὺς τοῦτο Κωάδης ὁ Περσῶν βασιλεὺς ἐπέτρεψεν εἰσελθεῖν τὸν πατρίκιον Ῥουφῖνον ἅμα τῷ κόμητι Ἀλεξάνδρῳ εἰς τὴν πρεσβείαν.
15 Ἐν αὐτῷ δὲ τῷ χρόνῳ ἀνεφάνη τις ἐκ τῆς Ἰταλῶν χώρας κωμοδρομῶν, ἔχων μεθ’ ἑαυτοῦ κύνα ξανθόν, ὅστις κελευόμε‐ νος ὑπὸ τοῦ ἀναθρεψαμένου ἐποίει τινὰ θαύματος ἄξια. ὁ γὰρ αὐτὸν ἀναθρεψάμενος ἑστὼς ἐν τῇ ἀγορᾷ, καὶ ὄχλου περιεστῶ‐ τος εἰς τὸ θεάσασθαι, λάθρᾳ τοῦ κυνὸς ἐκομίζετο παρὰ τῶν
20ἑστώτων δακτυλίδια, καὶ ἐτίθει εἰς τὸ ἔδαφος περισκέπων αὐτὰ ἐν χώματι. καὶ ἐπέτρεπε τῷ κυνὶ ἐπᾶραι καὶ δοῦναι ἑκάστῳ τὸ ἴδιον· καὶ ἐρευνῶν ὁ κύων τῷ στόματι ἐπεδίδου ἑκάστῳ τὸ γνωριζόμενον. ὁ δὲ αὐτὸς κύων καὶ διαφόρων βασιλέων νομί‐
σματα μυρία ἐπεδίδου κατ’ ὄνομα. παρεστῶτος δὲ ὄχλου ἀν‐453
Chron
.

454

δρῶν τε καὶ γυναικῶν, ἐπερωτώμενος ἐδείκνυε τὰς ἐν γαστρὶ ἐχούσας καὶ τοὺς ὄντας πορνοβοσκοὺς καὶ μοιχοὺς καὶ κνιποὺς καὶ μεγαλοψύχους· καὶ ἀπεδείκνυε πάντα μετὰ ἀληθείας. ὅθεν ἔλεγον πολλοὶ ὅτι πνεῦμα Πύθωνος ἔχει.
5 Ἐπὶ δὲ τῆς αὐτῆς βασιλείας ἐφάνη ἀστὴρ μέγας καὶ φοβερὸς κατὰ τὸ δυτικὸν μέρος, πέμπων ἐπὶ τὴν ἄνω ἀκτῖνα λευκήν, ὁ δὲ χαρακτὴρ αὐτοῦ ἀστραπὰς ἀπέπεμπεν· ὃν ἔλεγόν τινες εἶναι λαμπαδίαν. ἔμεινε δὲ ἐπὶ ἡμέρας εἴκοσιν ἐκλάμπων, καὶ ἐγένον‐ το ἀνυδρίαι καὶ κατὰ πόλιν δημοτικοὶ φόνοι καὶ ἄλλα πολλὰ
10ἀπειλῆς πεπληρωμένα. Τῇ δὲ συμπληρώσει τοῦ σεπτεμβρίου μηνὸς οἱ πρέσβεις Ῥωμαίων οἱ πεμφθέντες ἐν τοῖς Περσικοῖς ὑπέστρεψαν ποιή‐ σαντες πάκτα. καὶ γνοὺς τοῦτο ὁ βασιλεὺς Ἰουστινιανός, ὅτι εἰρήνην ἔχει πρὸς Ῥωμαίους, χαρᾶς ἐπλήσθη. δεξάμενος γὰρ τὰ
15γράμματα τῶν πάκτων καὶ ἀναγνοὺς εὗρε περιέχοντα οὕτως. Ἀνελθόντες πρὸς ἡμᾶς οἱ ἡμέτεροι πρεσβευταὶ οἱ πρὸς τὴν σὴν σταλέντες ἡμερότητα ἀπήγγειλαν ἡμῖν τὴν ἀγαθὴν προαίρε‐ σιν τῆς πατρικῆς ὑμῶν διαθέσεως. καὶ ἐπὶ πᾶσιν εὐχαριστήσα‐ μεν τῷ δεσπότῃ θεῷ ὅτι πρέπον τῇ αὐτοῦ ἀγαθότητι πρᾶγμα γέ‐
20γονε καὶ προέβη σὺν θεῷ εἰρήνη εἰς ὠφέλειαν τῶν δύο πολιτειῶν. ὅτι δὲ μεγάλη δόξα καὶ ἔπαινός ἐστιν ἐν πάσῃ τῇ γῇ παρὰ θεῷ
καὶ ἀνθρώποις τὸ εἰρήνην γενέσθαι μεταξὺ τῶν δύο κόσμων ἐπὶ454
Chron
.

455

τῆς σῆς ἡμερότητος καὶ ἡμῶν τῶν γνησίως ὑμᾶς ἀγαπώντων πρόδηλόν ἐστι· καὶ οἱ ἐχθροὶ δὲ ἑκατέρας πολιτείας καταπε‐ σοῦνται ταύτης σὺν θεῷ γενομένης. διὰ τάχους τοίνυν ἐπικα‐ ταλήψονται οἱ ἡμέτεροι πρεσβευταί, ὀφείλοντες ἀναπληρῶσαι τὰ
5πρὸς ἀσφάλειαν τῆς εἰρήνης. εὐχόμεθα γοῦν ἐν πολλοῖς χρό‐ νοις τὴν πατρικὴν ὑμῶν διάθεσιν περισῴζεσθαι. Καὶ ἐκπεμφθεὶς ὑπὸ Ῥωμαίων πάλιν Ῥουφῖνος, δευτέρας ἀποκρίσεως καταπεμφθείσης ἐν τοῖς Περσικοῖς μέρεσιν, εὗρε τὸν βασιλέα Περσῶν ἀναδυέντα πρὸς τὰ δόξαντα μεταξὺ αὐτῶν ἕνε‐
10κεν τῆς εἰρήνης. φημισθέντος γὰρ τούτου, ὡς τῶν Σαμαρει‐ τῶν Ῥωμαίων ἀγανακτηθέντων ὑπὸ τοῦ βασιλέως Ἰουστινιανοῦ, ὡς προγέγραπται, φυγόντων καὶ ἀπελθόντων πρὸς Κωάδην, βα‐ σιλέα Περσῶν, ἀπὸ τῆς ἑαυτῶν χώρας Παλαιστίνης, καὶ ἐπαγ‐ γειλαμένων αὐτῷ συμμαχεῖν· τὸ δὲ πλῆθος αὐτῶν ἦν χιλιάδες
15πεντήκοντα, ἐπηγγείλαντο δὲ τῶν Περσῶν βασιλεῖ προδιδόναι τὴν ἑαυτῶν χώραν, τὴν Παλαιστίνην πᾶσαν καὶ τοὺς ἁγίους τόπους, πόλιν ἔχουσαν διαφόρων βασιλέων χαρίσματα· χρυσοῦ τε γὰρ πλῆθος πολὺ καὶ λίθων τιμίων ἀναρίθμητος ποσότης· καὶ ἀκούσας ταῦτα ὁ βασιλεὺς Περσῶν, καὶ πεισθεὶς τοῖς παρ’
20αὐτῶν λεγομένοις, ἀνεδύη περὶ τὸ ποιῆσαι τὰ πάκτα. ἀφορ‐ μὴν δὲ λαβὼν περὶ τῶν χρυσοῤῥύτων τῶν εὑρεθέντων πρῴην ἐπὶ Ἀναστασίου τοῦ βασιλέως, ὄντων ὑπὸ Ῥωμαίους· ἦν γὰρ πρῴην τὰ αὐτὰ ὄρη ὑπὸ τὴν Περσῶν πολιτείαν· τὰ δὲ χρυσόῤ‐
ῥυτα ὄρη ὑπάρχει μεταξὺ τῶν ὅρων Ἀρμενίων Ῥωμαίων καὶ455
Chron
.

456

Περσαρμενίων, ὡς εἰδότες λέγουσιν· ἅτινα ὄρη φέρουσι χρυσὸν πολύν· ὅτε γὰρ βροχαὶ καὶ ὄμβροι γίνονται, κατασύρεται ἡ γῆ τῶν αὐτῶν ὀρέων, λεπτίδας ἀναβλύζουσα χρυσοῦ· τὰ δὲ αὐτὰ ὄρη ἐμισθοῦντο τὸ πρότερόν τινες ἀπὸ Ῥωμαίων καὶ Περσῶν
5χρυσοῦ λιτρῶν διακοσίων· ἐξ οὗ δὲ παρελήφθησαν τὰ αὐτὰ ὄρη ὑπὸ τοῦ θειοτάτου Ἀναστασίου, Ῥωμαῖοι μόνοι κομίζονται τὴν θεσπισθεῖσαν συντέλειαν. καὶ ἐκ τούτου ἐγένετο διαστροφὴ περὶ τὰ πάκτα. Ἡ δὲ τῶν Σαμαρειτῶν προδοσία ἐγνώσθη Ῥωμαίοις, ὥς τι‐
10νων ἐξ αὐτῶν εὐπόρων συσχεθέντων ἐν τῷ ὑποστρέφειν αὐτοὺς ἀπὸ τῶν Περσικῶν μερῶν, καὶ γνωρισθέντων μετὰ τὸ ἀπελθεῖν αὐτοὺς πρὸς Κωάδην, βασιλέα Περσῶν, καὶ συντάξασθαι αὐτῷ ποιεῖν τὴν προδοσίαν τῆς ἰδίας χώρας, ὡς προείρηται· ἦσαν δὲ οἱ γνωρισθέντες Σαμαρεῖται ὀνόματα πέντε· καὶ συσχεθέντες
15ἀπηνέχθησαν πρὸς τὸν στρατηλάτην τῆς ἀνατολῆς, καὶ ἐξητά‐ σθησαν παρ’ αὐτῷ, καὶ ὡμολόγησαν τὴν προδοσίαν ἣν ἐμελέ‐ των. τὰ δὲ πεπραγμένα αὐτῶν ἀνεγνώσθη τῷ βασιλεῖ Ἰουστι‐ νιανῷ. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ ἐγένοντο σεισμοὶ κατὰ τόπον, καὶ λι‐
20ταῖς ἐσχόλαζον ἐν ἑκάστῃ πόλει. Τῷ δὲ αὐτῷ καιρῷ καὶ πρεσβευτὴς ἐπέμφθη ὑπὸ τοῦ βασι‐ λέως Περσῶν πρὸς τὸν βασιλέα Ῥωμαίων· καὶ ἐπιδοὺς ἃς ἐπε‐ φέρετο σάκρας ἀπελύθη κομισάμενος δῶρα.
Ὁ δὲ βασιλεὺς Ῥωμαίων ἀκούσας παρὰ τοῦ πατρικίου Ῥου‐456
Chron
.

457

φίνου τὴν παρὰ Κωάδου, βασιλέως Περσῶν, παράβασιν, ποιήσας θείας κελεύσεις κατέπεμψε πρὸς τὸν βασιλέα τῶν Αὐξουμιτῶν· ὅστις βασιλεὺς Ἰνδῶν συμβολὴν ποιήσας μετὰ τοῦ βασιλέως τῶν Ἀμεριτῶν Ἰνδῶν, κατὰ κράτος νικήσας παρέλαβε τὰ βασίλεια
5αὐτοῦ καὶ τὴν χώραν αὐτοῦ πᾶσαν, καὶ ἐποίησεν ἀντ’ αὐτοῦ βα‐ σιλέα τῶν Ἀμεριτῶν Ἰνδῶν ἐκ τοῦ ἰδίου γένους Ἀγγάνην διὰ τὸ εἶναι καὶ τὸ τῶν Ἀμεριτῶν Ἰνδῶν βασίλειον ὑπ’ αὐτόν. καὶ ἀποπλεύσας ὁ πρεσβευτὴς Ῥωμαίων ἐπὶ Ἀλεξάνδρειαν διὰ τοῦ Νείλου ποταμοῦ καὶ τῆς Ἰνδικῆς θαλάσσης κατέφθασε τὰ Ἰνδικὰ
10μέρη. καὶ εἰσελθὼν παρὰ τῷ βασιλεῖ τῶν Ἰνδῶν, μετὰ χαρᾶς πολλῆς ἐξενίσθη ὁ βασιλεὺς Ἰνδῶν, ὅτι διὰ πολλῶν χρόνων ἠξιώ‐ θη μετὰ τοῦ βασιλέως Ῥωμαίων κτήσασθαι φιλίαν. ὡς δὲ ἐξηγήσατο ὁ αὐτὸς πρεσβευτής, ὅτε ἐδέξατο αὐτὸν ὁ τῶν Ἰνδῶν βασιλεύς, ὑφηγήσατο τὸ σχῆμα τῆς βασιλικῆς τῶν Ἰνδῶν κατα‐
15στάσεως ὅτι γυμνὸς ὑπῆρχε καὶ κατὰ τοῦ ζώσματος εἰς τὰς ψύας αὐτοῦ λινόχρυσα ἱμάτια, κατὰ δὲ τῆς γαστρὸς καὶ τῶν ὤμων φορῶν σχιαστὰς διὰ μαργαριτῶν καὶ κλαβία ἀνὰ πέντε καὶ χρυσᾶ ψέλια εἰς τὰς χεῖρας αὐτοῦ, ἐν δὲ τῇ κεφαλῇ αὐτοῦ λινό‐ χρυσον φακιόλιν ἐσφενδονισμένον, ἔχον ἐξ ἀμφοτέρων τῶν μερῶν
20σειρὰς τέσσαρας, καὶ μανιάκιν χρυσοῦν ἐν τῷ τραχήλῳ αὐτοῦ, καὶ ἵστατο ὑπεράνω τεσσάρων ἐλεφάντων ἐχόντων ζυγὸν καὶ τροχοὺς δʹ, καὶ ἐπάνω, ὡς ὄχημα ὑψηλὸν ἠμφιεσμένον χρυσέοις
πετάλοις, ὥσπερ ἐστὶ τὰ τῶν ἀρχόντων τῶν ἐπαρχιῶν ὀχήματα457
Chron
.

458

ἀργύρῳ ἠμφιεσμένα. καὶ ἵστατο ἐπάνω ὁ βασιλεὺς τῶν Ἰνδῶν βαστάζων σκουτάριον μικρὸν κεχρυσωμένον καὶ δύο λαγκίδια καὶ αὐτὰ κεχρυσωμένα κατέχων ἐν ταῖς χερσὶν αὐτοῦ. καὶ οὕ‐ τως ἵστατο πᾶσα ἡ σύγκλητος αὐτοῦ μεθ’ ὅπλων καὶ αὐλοὶ ᾄδον‐
5τες μέλη μουσικά. Καὶ εἰσενεχθεὶς ὁ πρεσβευτὴς Ῥωμαίων, κλίνας τὸ γόνυ προσεκύνησε· καὶ ἐκέλευσεν ὁ βασιλεὺς Ἰνδῶν ἀναστῆναί με καὶ ἀναχθῆναι πρὸς αὐτόν. καὶ δεξάμενος τὴν τοῦ βασιλέως Ῥω‐ μαίων σάκραν κατεφίλησε τὴν σφραγῖδα. δεξάμενος δὲ καὶ τὰ
10δῶρα τὰ πεμφθέντα ὑπὸ τοῦ βασιλέως ἐξεπλάγη. λύσας δὲ καὶ ἀναγνοὺς δι’ ἑρμηνέως τὰ γράμματα, εὗρε περιέχοντα ὥστε ὁπλίσασθαι αὐτὸν κατὰ Κωάδου, βασιλέως Περσῶν, καὶ τὴν πλησιάζουσαν αὐτῷ χώραν ἀπολέσαι καὶ τοῦ λοιποῦ μηκέτι συν‐ άλλαγμα ποιῆσαι μετ’ αὐτοῦ, ἀλλὰ δι’ ἧς ὑπέταξε χάρας τῶν
15Ἀμεριτῶν Ἰνδῶν διὰ τοῦ Νείλου ἐπὶ τὴν Αἴγυπτον ἐν Ἀλεξαν‐ δρείᾳ τὴν πραγματείαν ποιεῖσθαι. καὶ εὐθέως ὁ βασιλεὺς Ἰν‐ δῶν Ἐλεσβόας ἐπ’ ὄψεσι τοῦ πρεσβευτοῦ Ῥωμαίων ἐκίνησε πόλεμον κατὰ Περσῶν, προπέμψας καὶ τοὺς ὑπ’ αὐτὸν Ἰνδοὺς Σαρακηνούς, ἐπῆλθε τῇ Περσικῇ χώρᾳ ὑπὲρ Ῥωμαίων, δηλώσας
20τῷ βασιλεῖ Περσῶν τοῦ δέξασθαι τὸν βασιλέα Ἰνδῶν πολεμοῦντα αὐτῷ καὶ ἐκπορθῆσαι πᾶσαν τὴν ὑπ’ αὐτοῦ βασιλευομένην γῆν.
καὶ πάντων οὕτως προβάντων ὁ βασιλεὺς Ἰνδῶν κρατήσας τὴν458
Chron
.

459

κεφαλὴν τοῦ πρεσβευτοῦ Ῥωμαίων, δεδωκὼς εἰρήνης φίλημα, ἀπέλυσεν ἐν πολλῇ θεραπείᾳ. κατέπεμψε γὰρ καὶ σάκρας διὰ Ἰνδοῦ πρεσβευτοῦ καὶ δῶρα τῷ βασιλεῖ Ῥωμαίων. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ κατεπέμφθη δέησις παρὰ Γιλδερίχου,
5ῥηγὸς τῶν Ἀφρῶν, ὡς τυραννήσαντος τοῦ ἰδίου ἐξαδέλφου κατ’ αὐτοῦ, καὶ πόλεμον τῶν Μαυρουσίων μετὰ τῶν Ἀφρῶν συμβα‐ λόντων, παρέλαβον πολλὴν αὐτοῦ χώραν, ἐν οἷς παρελήφθη ἡ παρ’ αὐτοῖς λεγομένη Τρίπολις καὶ Λεπτωμὰ καὶ Σαβαθὰ καὶ τὸ Βυζάκιν, αἰχμαλωτίσαντες ἐπὶ μονὰς δέκα. καὶ ἐπεστράτευσε
10κατ’ αὐτῶν ὁ αὐτὸς ῥὴξ τῶν Ἀφρῶν Γιλδερίχος πλῆθος ἔχων πολὺ σὺν στρατηγῷ ὀνόματι Γελίμερ· ὅστις συμβαλὼν μετὰ Μαυρουσίων περιεγένετο κατὰ κράτος. καὶ συνάψας φιλίαν μετ’ αὐτῶν ἔλαβεν αὐτοὺς εἰς συμμαχίαν, καὶ τυραννήσας εἰσ‐ ῆλθε κατὰ τοῦ αὐτοῦ Γιλδερίχου ἐν Καρταγένῃ, καὶ συνέλαβεν
15αὐτὸν καὶ ἀποκλείσας αὐτὸν ἐν οἴκῳ μετὰ τῆς γυναικὸς αὐ‐ τοῦ καὶ τῶν τέκνων αὐτοῦ, φονεύσας καὶ τοὺς συγκλητικούς. καὶ ἔπεμψεν ὁ αὐτὸς Γελίμερ διὰ τοῦ ἰδίου πρεσβευτοῦ δῶρα τῷ βασιλεῖ Ἰουστινιανῷ· καὶ μηνυθέντων τῷ βασιλεῖ Ῥωμαίων ἠγα‐ νάκτησε κατ’ αὐτῶν ἕνεκεν τοῦ ῥηγὸς τῶν Ἀφρῶν· ἦν γὰρ μα‐
20θὼν τὴν γενομένην τυραννίδα κατὰ Γιλδερίχου· καὶ ἀπέλυσεν
αὐτοὺς μεθ’ ὕβρεως πολλῆς. καὶ ἐκπέμψας μαγιστριανὸν ἐν Ῥώ‐459
Chron
.

460

μῃ πρὸς τὸν ῥῆγα Ἀθαλάριχον, ἔκγονον τοῦ Οὐαλεμεριακοῦ, δηλώσας αὐτῷ τοῦ μὴ δέξασθαι πρεσβευτὰς παρὰ Γελίμερ ἐκ‐ πεμπομένους πρὸς αὐτόν, μήτε δὲ τὴν ὀνομασίαν αὐτοῦ εἰς ῥῆ‐ γα, διότι ἐστὶ τύραννος. καὶ δεξάμενος τὰ ἐκπεμφθέντα γράμ‐
5ματα παρὰ τοῦ βασιλέως καὶ στοιχήσας, οὐκ ἐδέξατο πρεσβευ‐ τὰς παρὰ Γελίμερ τοῦ Ἀφροῦ. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ ὁ αὐτὸς βασιλεὺς ἀγωνίσασθαι βου‐ λόμενος κατὰ Περσῶν διὰ γῆς τε καὶ θαλάσσης, ἐκπέμπει στρά‐ τευμα τοῦ φυλάξαι ἀτάραχον τὴν πολιτείαν Ῥωμαίων.
10 Τῷ δὲ αὐτῷ χρόνῳ δέησις κατεπέμφθη Ἐφραϊμίῳ πατριάρ‐ χῃ παρὰ τῶν ἀπομεινάντων ἐν αἰχμαλωσίᾳ ὑπὸ Ἀλαμουνδάρου Σαρακηνοῦ, ὡς πικραῖς τιμωρίαις δεδέσθαι αὐτούς. τινὰς γὰρ καὶ ἀπεκεφάλισεν ἐξ αὐτῶν, φοβούμενος μήπως καὶ προδοσία ἐξ αὐτῶν γένηται. καί τινες προσπεσόντες αὐτῷ παρεκάλεσαν ὀλί‐
15γων ἡμερῶν ἔνδοσιν γενέσθαι αὐτοῖς πρὸς τὸ πέμψαι δέησιν ἐν τῇ Ῥωμαίων πολιτείᾳ τοῦ ἐκπεμφθῆναι χρήματα εἰς ἀνάῤ‐ ῥυσιν αὐτῶν. καὶ ταῦτα ἀκούσας Ἀλαμούνδαρος, χαίρων, φησί, παρεκλήθη· καὶ δεδωκὼς προθεσμίαν ἡμερῶν ἑξήκοντα, ἀντι‐ φωνήσαντος ὑπὲρ αὐτῶν Ταϊζάνου τοῦ ἀρχιφύλου Σαρακηνῶν,
20καὶ τῆς δεήσεως ἐκπεμφθείσης, ἀνεγνώσθη ἐν Ἀντιοχείᾳ, καὶ με‐ τὰ δακρύων πάντες εἰς τὰ λεγόμενα γαζοφυλάκια ἐν ἑκάστῃ ἐκ‐
κλησίᾳ καθ’ ὃ ηὐπόρει τις μετεδίδου. ἐν οἷς πρῶτος κατα‐460
Chron
.

461

νυχθεὶς ὁ πατριάρχης σὺν τοῖς κληρικοῖς καὶ τοῖς ἄρχουσιν ἐξ οἰκείας προαιρέσεως μετέδωκαν. καὶ ἀναγνωσθείσης τῆς δεήσεως τῆς παρὰ τῶν αἰχμαλώτων πεμφθείσης, ᾔτησε πᾶς ὁ δῆμος τοῦ ἀχθῆναι πάνδημον· καὶ τοῦ πανδήμου ἀχθέντος καὶ τάπητος
5ἁπλωθέντος, ἕκαστος καθ’ ὃ ηὐπόρει ἔῤῥιπτεν ἐν τῷ τάπητι. καὶ συναχθέντων πάντων καὶ ἐκπεμφθέντων ἀνεῤῥύσθησαν οἱ αἰχμάλωτοι. Τῷ δὲ αὐτῷ χρόνῳ κατεπέμφθη ὁ μάγιστρος Ἑρμογένης ἐν τοῖς ἀνατολικοῖς μέρεσιν ἕνεκεν τοῦ Περσικοῦ πολέμου· ἦν γὰρ
10ὁ βασιλεὺς Ῥωμαίων μαθὼν ὅτι στρατηλάτης Περσῶν Ἐξαρὰθ ὀνόματι μετὰ Περσικῆς βοηθείας, ἔχων μεθ’ ἑαυτοῦ καὶ βάνδον βασιλικόν, ὥρμησεν ἐπὶ τὰ Ῥωμαϊκά. καὶ Ἀλαμούνδαρος δέ, βασιλίσκος Σαρακηνῶν, μετὰ πολλῆς ἐνόπλου βοηθείας, διὰ τοῦ Κιρκησίου ἐλθὼν ἀνεφάνη εἰς Καλλίνικον, πόλιν τῆς Ὀσ‐
15δροηνῆς. Καὶ γνοὺς ταῦτα Βελισάριος ὁ στρατηλάτης, ἀπελθὼν εἰς συμμαχίαν τῶν δουκῶν μετὰ χιλιάδων ὀκτώ, ἐν οἷς εὑρέθη καὶ Ἀρέθας ὁ φύλαρχος μετὰ χιλιάδων πέντε. ὁρμήσαντες δὲ οἱ Πέρσαι μετὰ τῶν ἰδίων Σαρακηνῶν νυκτὸς κατεσκήνωσαν πλη‐
20σίον τοῦ κάστρου Γαββουλῶν, ἔχον παρακείμενον καὶ μικρὸν πο‐ ταμόν· καὶ ποιήσαντες ἐκεῖ φοσσᾶτον ἐσκόρπισαν πέριξ τοῦ
φοσσάτου τριβόλους σιδηροῦς ἐπὶ πολὺ διάστημα, μίαν ἑαυτοῖς461
Chron
.

462

ἐάσαντες εἴσοδον. καὶ ἐλθόντος ὄπισθεν αὐτῶν Σουνίκα τοῦ δουκὸς μετὰ χιλιάδων τεσσάρων, καὶ εὑρηκώς τινας ἐκ τῶν Περ‐ σῶν καὶ Σαρακηνῶν πραιδεύοντας τὰ παρακείμενα χωρία καὶ καταδιώξας, ἐφόνευσεν ἐξ αὐτῶν ὀλίγους, συλλαβόμενος καί τι‐
5νας ἐξ αὐτῶν· οὕστινας ἐξετάσας ἔμαθε περὶ τῶν βεβουλευ‐ μένων. Ὁ δὲ μάγιστρος Ῥωμαίων καταλαβὼν τὴν Ἱεράπολιν, καὶ μαθὼν ὅτι εἰς τὰ Ῥωμαϊκὰ ἐσκήνωσαν οἱ Πέρσαι, ἐξελθὼν πρὸς Βελισάριον πλησίον ὄντα τῶν Περσῶν μετὰ Στεφάνου καὶ
10Ἄψκαλ ἐξάρχων καὶ Σίμμα τοῦ δουκὸς μετὰ χιλιάδων τεσσάρων, ἐπὶ Βαρβαισισσὸν τὴν πόλιν· καὶ ἀγανακτήσαντος Βελισαρίου κατὰ Σουνίκα, διότι αὐθεντήσας ἐπῆλθε τῷ Περσικῷ στρατῷ, καὶ φθάσαντος τοῦ μαγίστρου ἐποίησεν αὐτοὺς γενέσθαι φίλους, προτρεψάμενος ὁρμῆσαι κατὰ Περσῶν. καὶ μεσολαβηθέντων
15τῶν Περσῶν σὺν τοῖς Σαρακηνοῖς ἐπὶ τὴν κώμην τὴν λεγο‐ μένην Βεσελαθὼν καὶ Βατνῶν καὶ τῶν πέριξ πόλεων, καὶ ποι‐ ήσαντες οἱ Πέρσαι διὰ ξύλων μηχανήματα καὶ διορύξαντες, ἔστρεψαν τὸ τεῖχος Γαββουλῶν, καὶ εἰσελθόντες ὅσους ηὗρον ἐφόνευσαν, ἐπαρόντες καὶ αἰχμαλώτους. καὶ ἄλλους δὲ τόπους
20παρέλαβον ποιήσαντες αἰφνιδίους καταδρομάς.
Οἱ δὲ Ἀντιοχεῖς ἀκούσαντες τὰ γενόμενα, ἔφυγον ἐπὶ τὴν462
Chron
.

463

πάραλον τῆς Συρίας. τῶν δὲ στρατηγῶν Ῥωμαίων δηλωσάν‐ των ἑαυτοῖς τοῦ ἑτοίμως ἔχειν συγκροῦσαι μετ’ αὐτῶν· ἦν γὰρ δηλωθὲν ἐκ τῶν Περσῶν τοῦ συναφθῆναι τὸν πόλεμον, καὶ παραλαβόντες πᾶσαν τὴν πραῖδαν, νυκτὸς ἔφυγον· καὶ μαθὼν
5ταῦτα Βελισάριος καὶ οἱ ἔξαρχοι Ῥωμαίων, ἐπιδιώξαντες κατέ‐ λαβον αὐτούς· καὶ στραφέντες οἱ Πέρσαι ἔστησαν, καὶ τάξαντες ἑαυτοὺς ἐσκήνωσαν ἐπὶ τὸ λίμιτον πέραν τοῦ Εὐφράτου βου‐ λευόμενοι. ὁμοίως δὲ καὶ οἱ ἔξαρχοι Ῥωμαίων στρατολογήσαν‐ τες ἔστησαν κατέναντι τῶν Περσῶν, κατὰ νώτου ἑαυτῶν τάξαν‐
10τες τὸν Εὐφράτην, Βελισαρίου ἐπιτρέψαντος τὰ πλοῖα παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ ἑστάναι. εἰς δὲ τὸ κατὰ μεσημβρίαν μέρος ἐσκήνωσεν Ἀρέθας μετὰ Δωροθέου καὶ Μάμαντος, ἐξάρχων Ἰσαύρων, εἰς δὲ τὸ ἀρκτῷον Σουνίκας καὶ Σίμμας ἔχοντες στρα‐ τόν. καὶ τῇ ιθʹ τοῦ ἀπριλλίου ἐν ἁγίῳ σαββάτῳ τοῦ πάσχα
15ἐγένετο ἡ συμβολὴ τοῦ πολέμου. ὁρμησάντων γὰρ τῶν Περσῶν κατὰ Σουνίκα καὶ Σίμμα, καὶ ἀντιστάντων Ῥωμαίων, δόλῳ δέ‐ δωκαν οἱ Πέρσαι νῶτα ἐπὶ τοὺς ἰδίους ἑαυτῶν. καὶ ὑφ’ ἓν γε‐ νόμενοι Πέρσαι, προσεσχηκότες ὅτι Ῥωμαῖοι κατὰ νώτου ἔχουσι τὸν Εὐφράτην, ὁρμήσαντες σὺν τοῖς Σαρακηνοῖς συνέκρουσαν
20τὸν πόλεμον, καὶ πολλῶν πεσόντων ἐξ ἀμφοτέρων τῶν μερῶν, ἐν οἷς ἔπεσον ἀπὸ μὲν Περσῶν Ἀνδράζης, χιλίαρχος, καὶ Νααμάν, υἱὸς Ἀλαμουνδάρου, ἐκ δὲ Ῥωμαίων Σαρακηνῶν ἐλήφθη Ἄβρος
ὀνόματι δούξ· καὶ Στεφανάκιος δὲ πληγεὶς ἔπεσε. τῆς γὰρ463
Chron
.

464

ἀμιξίας γενομένης, ὁ Ἄψκαλ εἰς μέσον Περσῶν ὁρμήσας, καὶ τοῦ ἵππου αὐτοῦ πατήσαντος λείψανον, εἰς μέσον αὐτῶν ἀπώλετο· οἱ δὲ Φρύγες ἑωρακότες τὸν ἔξαρχον ἑαυτῶν πεσόντα καὶ τὸ βάν‐ δον αὐτοῦ ὑπὸ Περσῶν συλληφθέντα εἰς φυγὴν ἐτράπησαν, σὺν
5αὐτοῖς δὲ καὶ οἱ Σαρακηνοὶ Ῥωμαίων. ἄλλοι δὲ ἐπέμειναν σὺν Ἀρέθᾳ μαχόμενοι. ὑπέλαβον δέ τινες ὅτι κατὰ προδοσίαν τῶν φυλάρχων αὐτῶν δέδωκαν νῶτα φανεροὶ τῶν Σαρακηνῶν. Ἴσαυ‐ ροι δὲ πλησίον αὐτῶν ἑστῶτες καὶ εἰδότες τοὺς Σαρακηνοὺς φεύ‐ γοντας, ἔῤῥιψαν ἑαυτοὺς ἐν τῷ Εὐφράτῃ, νομίζοντες περᾶν.
10Βελισάριος δὲ ἑωρακὼς τὸ γενόμενον, λαβὼν μεθ’ ἑαυτοῦ τὸ ἴδιον βάνδον ἀνῆλθεν ἐν πλοίῳ· καὶ περάσας τὸν Εὐφράτην ἦλθεν εἰς Καλλίνικον. συνηκολούθησε δὲ αὐτῷ καὶ ὁ στρατὸς αὐτοῦ· καὶ οἱ μὲν εἰς πλοῖα ἐμβάντες, οἱ δὲ μετὰ τῶν ἵππων ἐκκολυμβῆσαι βουλόμενοι, ἐπλήρωσαν τὸν ποταμὸν λειψάνων. Σουνίκας δὲ
15καὶ Σίμμας ἐπέμειναν μετὰ Περσῶν μαχόμενοι· καὶ οἱ δύο ἔξαρ‐ χοι ἐπιμείναντες μετὰ τοῦ περιλειφθέντος στρατοῦ ἀποβάντες τῶν ἵππων πεζικὴν μάχην ἐμάχοντο γενναίως, καὶ τακτικῶς χρησά‐ μενοι πολλοὺς ἀπώλεσαν ἐκ τῶν Περσῶν. οὐ συνεχώρησαν δὲ αὐτοῖς καταδιῶξαι τοὺς φεύγοντας, ἀλλὰ καὶ μεσολαβήσαντες
20τρεῖς ἐκ τῶν ἐξάρχων αὐτῶν δύο μὲν ἐφόνευσαν, ἕνα δὲ ζῶντα συνέλαβον τῷ ὀνόματι Ἀμερδάχ, ἄνδρα πολεμικόν, τῆς δεξιᾶς αὐ‐
τοῦ ἀπὸ τοῦ ἀγκῶνος τμηθείσης ὑπὸ Σουνίκα. καὶ ἐπέμειναν464
Chron
.

465

μαχόμενοι μετὰ τοῦ ἰδίου στρατοῦ· καὶ ἐπιλαβομένης ἑσπέρας, τῶν Περσῶν διωχθέντων ἐπὶ μίλια δύο, οἱ ἔξαρχοι Ῥωμαίων σὺν τῷ στρατῷ εἰσῆλθον εἰς Καλλίνικον πόλιν. καὶ τῇ ἑξῆς ἡμέρᾳ ἡλίου ἀνατείλαντος ἐξῆλθον ἀπὸ Καλλινίκου πόλεως, περάσαν‐
5τες τὸν Εὐφράτην μετὰ τοῦ ἰδίου στρατοῦ καὶ τῶν πολιτῶν· καὶ ἐσκύλευσαν τὰ λείψανα τῶν Περσῶν. καὶ μαθὼν πάντα τὰ γενόμενα ἐν τῷ πολέμῳ ὁ μάγιστρος, ἐδήλωσε τῷ βασιλεῖ Ῥω‐ μαίων. καὶ ἐντυχὼν τοῖς γράμμασιν ὁ βασιλεὺς Ἰουστινιανός, κελεύσας διὰ γραμμάτων Τζίττᾳ τῷ στρατηλάτῃ πραισέντου,
10ἐν Ἀρμενίᾳ διάγοντι, καταλαβεῖν τὴν ἀνατολὴν πρὸς συμμαχίαν· ὅστις Τζίττας καὶ Περσικὰς χώρας παρέλαβε. παρελθὼν δὲ διὰ τῶν Ἀρμενίων ὀρέων εἰσῆλθεν εἰς Σαμόσατα· ἐκελεύσθη δὲ καὶ Κωνσταντίολος καταλαβεῖν τὴν ἀνατολήν, γνῶναι τὴν ἀλήθειαν τοῦ πολέμου. καὶ καταλαβόντος αὐτοῦ Ἀντιόχειαν, ἐξώρμησε
15πρὸς τοὺς ἐξάρχους Ῥωμαίων, ὀφείλων τὴν πᾶσαν ἀλήθειαν μαθεῖν. Ἐν αὐτῷ δὲ τῷ καιρῷ διεδέχθη Ἰουλιανός, ἔπαρχος πραιτω‐ ρίων, καὶ ἐγένετο ἀντ’ αὐτοῦ Ἰωάννης ὁ Καππάδοξ. Ἐγνώσθη δὲ Ῥωμαίοις ὅτι ἔξαρχοι Περσῶν μετὰ Περσικῆς
20βοηθείας καὶ Σαρακηνῶν ἦλθαν ἐπὶ τὴν Ὀσδροηνήν, φοσσεύσαν‐ τες τὸ κάστρον τὸ λεγόμενον Ἀβγερσᾶτον, τὸ κτισθὲν ὑπὸ Ἀβ‐ γάρου, τοπάρχου τῆς Ὀσδροηνῶν πόλεως· εἶχε δὲ παλαιὸν τεῖ‐
χος πλίνθινον. οἱ δὲ ἔνδοθεν φύλακες βέλεσι κατατοξεύσαντες465
Chron
.

466

ἐθανάτωσαν ἐκ τῶν Περσῶν ἄνδρας χιλίους· καὶ ἀπορήσαντες βελῶν, σφενδόναις χρησάμενοι πολλοὺς ἐξ αὐτῶν ἐθανάτωσαν. ὅθεν οἱ Πέρσαι στενούμενοι καὶ διαφόροις χρησάμενοι μηχαναῖς, ὀρύξαντες τὸ πλίνθινον τεῖχος τοῦ κάστρου ὑπεισήρχοντο. γνόν‐
5τες δὲ οἱ ἐκ τοῦ τείχους τὴν γενομένην ὑπὸ βαρβάρων διωρυγήν, κατελθόντες ἐκ τοῦ τείχους τοὺς ὑπεισερχομένους Πέρσας ξίφε‐ σι κατανήλισκον. καὶ γνόντες οἱ Πέρσαι, ἐν τῷ ἀσχολεῖσθαι τοὺς στρατιώτας Ῥωμαίων εἰς τὴν διωρυγὴν λαβόντες σκάλας προσήγγισαν τῷ τείχει νυκτός· καὶ εἰσελθόντες παρέλαβον τὸ
10κάστρον καὶ πάντας ἀνεῖλον· τινὲς δὲ ἐκφυγεῖν δυνηθέντες ἀπήγ‐ γειλαν τὰ γενόμενα· κἀκεῖθεν οἱ Πέρσαι ἐξορμήσαντες ἀνεχώ‐ ρησαν εἰς τὰ Περσικά. Καὶ μαθὼν Κωνσταντίολος τὰ συμβάντα παρὰ τοῦ μαγί‐ στρου καὶ τῶν λοιπῶν ἐξάρχων, ἐξώρμησεν ἐν Βυζαντίῳ, καὶ
15ἀνήγαγε τὰ συμβάντα τῷ βασιλεῖ. ἀκηκοὼς δὲ παρὰ Κωνσταν‐ τιόλου τὰ περὶ τῆς συμβολῆς τοῦ πολέμου, διεδέξατο μὲν Βε‐ λισάριον τῆς στρατηλασίας, προαγαγὼν δὲ Μοῦνδον ἐποίησεν αὐτὸν στρατηλάτην ἀνατολῆς. τῷ δὲ ἰουνίῳ μηνὶ τῶν στρατη‐ λατῶν Ῥωμαίων κατὰ Περσῶν εὐτρεπιζομένων, Ἀλαμούνδαρος
20ὁ τῶν Σαρακηνῶν βασιλίσκος γράψας Ῥωμαίοις διὰ Σέργιόν τινα διάκονον ὥστε πεμφθῆναι αὐτὸν πρὸς αὐτόν, ἵνα δι’ αὐτοῦ μηνύσῃ τῷ βασιλεῖ Ῥωμαίων πάκτα εἰρήνης. καὶ Σεργίου κατα‐
πεμφθέντος πρὸς τὸν βασιλέα Ῥωμαίων μετὰ καὶ τῶν γραμμά‐466
Chron
.

467

των τῶν ὑπὸ Ἀλαμουνδάρου πεμφθέντων, καὶ ἐντυχὼν τοῖς γράμμασιν ὁ αὐτὸς βασιλεύς, οὐκ ἐπαύσατο ἐπιστρατεύειν κατὰ Περσῶν. καὶ πέμψας Ῥουφῖνον ἐν Περσίδι πρεσβευτήν, γράψας αὐτῷ τοῦ ἀγαπῆσαι φιλίαν· τιμὴ γάρ ἐστι καὶ δόξα ποιῆσαι
5τὰς δύο πολιτείας ἐν εἰρήνῃ διάγειν· εἰ δὲ μὴ τοῦτο ποιήσει, τὴν Περσικὴν γῆν δι’ ἐμαυτοῦ καταλήψομαι. Ἐν ταὐτῷ δὲ κατεπέμφθη καὶ Σέργιος διάκονος πρὸς Ἀλα‐ μούνδαρον βασιλέα μετὰ δώρων βασιλικῶν. ἐν αὐτῷ δὲ τῷ χρόνῳ κατεπέμφθησαν δῶρα παρὰ τοῦ βασιλέως Ῥωμαίων τῷ
10βασιλεῖ Περσῶν· ὁμοίως δὲ καὶ ἡ Αὔγουστα κατέπεμψε τῇ βα‐ σιλίσσῃ Περσῶν, τῇ οὔσῃ αὐτοῦ ἀδελφῇ. καὶ καταλαβόντες Ῥουφῖνος καὶ Στρατήγιος τὴν Ἐδεσηνῶν πόλιν ἐμήνυσαν Κωά‐ δῃ, βασιλεῖ Περσῶν. καὶ ἀνεβάλετο τοῦ δέξασθαι αὐτούς, ὅτι ἦν πέμψας κατὰ Ῥωμαίων λαθραίως.
15 Ἐν αὐτῷ δὲ τῷ χρόνῳ καὶ ἐμπρησμὸς ἐγένετο ἐν Ἀντιοχείᾳ· τινὸς γὰρ ὑφάψαντος κηροὺς ἐν τῷ θεάτρῳ, καὶ τοῦ κηροῦ στά‐ ξαντος ἐπάνω τῶν ξύλων, ὑφῆψαν τὰ ξύλα· καὶ συνδρομῆς γενο‐ μένης ἐσβέσθη. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ κατεπέμφθη εἰς τὰ ἀνατολικὰ Δη‐
20μοσθένης, ἐπιφερόμενος καὶ χρήματα οὐκ ὀλίγα εἰς τὸ εὐτρεπίσαι κατὰ πόλιν ἀπόθετα σίτου ἕνεκεν τῆς μετὰ Περσῶν συμβολῆς·
καὶ καταλαβόντος αὐτοῦ Ἀντιόχειαν ἐξῆλθεν ἐπὶ τὴν Ὀσδροηνήν.467
Chron
.

468

Κατεπέμφθησαν δὲ σάκραι ἐν ταῖς πόλεσιν, ὥστε τοὺς μὴ κοινωνοῦντας ταῖς ἁγίαις ἐκκλησίαις ἐν ἐξορίαις καταπέμπεσθαι, ὡς προφασιζομένους τοῦ ὀνομάζεσθαι τὴν σύνοδον Χαλκηδόνος τῶν ἑξακοσίων τριάκοντα. καὶ γενομένης ταραχῆς ἐν Ἀντιοχείᾳ,
5ὥρμησαν οἱ δῆμοι ἐν τῷ ἐπισκοπείῳ λιθοβολοῦντες καὶ φωνὰς ὑβριστικὰς κατακράζοντες. καὶ ἐξελθόντες οἱ παραμένοντες ἐν τῷ πατριαρχείῳ ἅμα τῷ κόμητι τῆς ἀνατολῆς, βέλεσι καὶ λίθοις ἀντιστάντες πολλοὺς τῶν στασιαζόντων ἀνεῖλον. τὰ δὲ πρα‐ χθέντα ἀνηνέχθη τῷ βασιλεῖ καὶ ἐκέλευσε τιμωρηθῆναι πολλούς.
10 Ἐν αὐτῷ δὲ τῷ χρόνῳ καὶ μήνυσις κατεπέμφθη παρὰ Ἑρ‐ μογένους ἕνεκεν τῆς συμβολῆς τοῦ πολέμου Ῥωμαίων τε καὶ Περσῶν. στρατηγοὶ γὰρ Περσῶν καταδραμόντες μετὰ βοηθείας χιλιάδων ἕξ, ὡς ὀφείλοντες παραλαβεῖν Μαρτυρόπολιν· ἦσαν γὰρ σκηνώσαντες εἰς τὰ μέρη Ἀμίδης παρὰ τῷ λεγομένῳ Νυμ‐
15φίῳ ποταμῷ. ἀντικαταστάντες δὲ Ῥωμαῖοι Πέρσαις οὐκ ἐδυνή‐ θησαν τρέψαι αὐτούς. καὶ δευτέραν σύγκρουσιν συμβαλόντες, καὶ τρακτάτῳ φυγῆς χρησάμενοι Ῥωμαῖοι, ἐδόκουν φεύγειν. οἱ δὲ Πέρσαι καταδραμόντες, νομίσαντες αὐτοὺς διώκεσθαι, ἔλυσαν τὰ ἑαυτῶν τάγματα· στραφέντες δὲ Ῥωμαῖοι ἔκοψαν ἐκ τῶν
20Περσῶν χιλιάδας δύο, χειρὶ λαβόντες καί τινας ἐξάρχους αὐτῶν αἰχμαλώτους, ἀφειλάμενοι ἐξ αὐτῶν καὶ βάνδα. τῶν δὲ λοιπῶν ἐκφευγόντων ἐκπερᾶν τὸν Νυμφίον ποταμὸν ἐν τοῖς ῥεύμασι τοῦ
ποταμοῦ ἀπώλοντο διωκόμενα· Ῥωμαῖοι δὲ ὑπέστρεψαν εἰς468
Chron
.

469

Μαρτυρόπολιν. ὁ δὲ δοὺξ Ῥωμαίων σὺν τοῖς κτήτορσιν ἐξελ‐ θὼν ἐσκύλευσε τὰ λείψανα τῶν Περσῶν, τοὺς ἐξάρχους αὐτῶν ἐν φρουρᾷ ἀποθέμενοι. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ καὶ Δωρόθεος ὁ τῆς Ἀρμενίας στρα‐
5τηλάτης ἔχων Ῥωμαϊκὴν χεῖρα πολεμικὴν ὥρμησε κατὰ Περσῶν· καὶ περιγενόμενος ἀπώλεσε Περσαρμενίους καὶ Πέρσας, πικρῶς αὐτοῖς χρησάμενος. παρέλαβε δὲ καὶ πολλὰ καστέλλια Περσι‐ κά· ἐν οἷς παρέλαβε καστέλλιον ὀχυρὸν κείμενον ἐπάνω ὄρους, μίαν ὁδὸν ἔχον μονοπατίου, ὅθεν κατιόντες οἱ ἐκεῖσε ὑδρεύοντο
10ἐκ τοῦ παραῤῥέοντος ποταμοῦ. οἱ δὲ πραγματευταὶ τῶν Περ‐ σῶν πάντα ὅσα ἐπεφέροντο ἐν τῇ πραγματείᾳ ἐκεῖσε ἀπετίθουν, ὡς ἀσφαλοῦς τοῦ τόπου ὄντος. καὶ μηνυθὲν τῷ αὐτῷ Δωρο‐ θέῳ, παρεφόσευσε τῷ κάστρῳ φυλάττων τὴν ἄνοδον αὐτοῦ· καὶ λιμώξαντες οἱ ἔνδοθεν Πέρσαι, ὅρκοις πεισθέντες προέδωκαν. καὶ
15καταπεμφθείσης μηνύσεως ὑπὸ Δωροθέου τῷ βασιλεῖ Ἰουστι‐ νιανῷ περὶ τῶν εὑρεθέντων ἐν τᾷ καστελλίῳ, ἐξέπεμψε Νάρ‐ σην κουβικουλάριον ἐπὶ τῷ παραλαβεῖν τὰ ἀποκείμενα ἐν τῷ κα‐ στελλίῳ. καὶ κατελθόντος Ναρσοῦ παρέδωκαν πάντα. Οἱ δὲ ἔξαρχοι Περσῶν ἀνήγαγον τὰ γενόμενα τῷ αὐτῶν βασι‐
20λεῖ· καὶ ἐκπεμφθέντος πλήθους στρατοῦ Περσικοῦ, ἦλθον πλη‐469
Chron
.

470

σίον Μαρτυρουπόλεως· ἦν γὰρ λαβόντες ἀπόκρισιν ὑπὸ τοῦ αὐ‐ τῶν βασιλέως μὴ ὑποστρέψαι ἐν Περσίδι, ἕως οὗ τὸ αὐτὸ κα‐ στέλλιον ἀντιπαραλάβωσι. καὶ ἐπιστάντες τῷ τόπῳ, παρεκάθι‐ σαν πολεμοῦντες καὶ κατορύσσοντες κλίμακάς τε ποιοῦντες καὶ
5τῷ τείχει ἐπανορθοῦντες. ὕστερον δὲ πύργον ὑψηλὸν διὰ ξύλων μηχανησάμενοι οὐδὲν ἠδυνήθησαν ὠφελῆσαι· ἦν γὰρ ἐκεῖσε φοσσευθεὶς ἀνὴρ σοφός, ὅστις ἀντιμηχανησάμενος ταῖς τῶν Περσῶν ἐπιβουλαῖς, ποιήσας ἔσωθεν ὑψηλότερον πύργον, καὶ τῶν Περσῶν ἐκ τοῦ πύργου ἔξωθεν μαχομένων, τῶν δὲ Ῥωμαίων
10ἔσωθεν ἐκ τοῦ πύργου ἀντιμαχομένων, κίων ἀπελύθη ὑπὸ μηχανή‐ ματος καὶ πάντα κατέστρεψεν ἕως ἐδάφους, καὶ Πέρσας δὲ πολ‐ λοὺς συναπώλεσεν. ὡς οὖν εἶδον τὸ γεγονὸς οἱ λοιποὶ Πέρσαι, φθειρόμενοι καὶ ἀκηκοότες ὡς Ζίττα στρατηλάτου Ῥωμαίων κα‐ τερχομένου πρὸς βοήθειαν τῶν ὄντων ἐν τῷ καστελλίῳ, ἀνεχώ‐
15ρησαν οἱ αὐτοὶ Πέρσαι, φοβούμενοι μήπως καὶ κυκλευθῶσιν. ἀκούσας δὲ ταῦτα ὁ βασιλεὺς Ἰουστινιανὸς διεκώλυσε τοὺς ἑαυ‐ τοῦ πρεσβευτὰς τοῦ εἰσελθεῖν ἐν Περσίδι ἄχρι δευτέρας αὐτοῦ μηνύσεως, ἀλλ’ ἔμειναν εἰς τὸ Ῥωμαϊκὰ σὺν τοῖς δώροις. Ὁ δὲ αὐτὸς βασιλεὺς κατέπεμψεν ἐν πάσαις ταῖς πόλεσι νό‐
20μους ἕνεκεν τῶν δικαζομένων περὶ τῶν παρεχομένων δαπανη‐ μάτων ἐν ταῖς διαγνώσεσιν, ὁμοίως δὲ καὶ περὶ τῶν παρεχομέ‐
νων σπορτούλων, θεσπίσας μηδένα τολμᾶν λαμβάνειν περαιτέ‐470
Chron
.

471

ρω τῆς παρ’ αὐτοῦ τυπωθείσης ποσότητος. ἐν δὲ τῇ Ἀντιοχέων πόλει ἐν τίτλοις σανίδων ἐπεγράφη δι’ Ἑλληνικῶν γραμμάτων. ἐν ταὐτῷ δὲ καὶ τὸ θέατρον τῆς πόλεως ἐχρημάτισε. Τῇ δὲ ὀγδόῃ τοῦ σεπτεμβρίου μηνὸς ὁ βασιλεὺς Περσῶν
5Κωάδης, ἀκηκοὼς τὰ συμβάντα Πέρσαις κακὰ ὑπὸ Ῥωμαίων, καὶ αἰφνίδιον παρεθεὶς τὰ δεξιὰ μέρη, καὶ ἀγαγὼν τὸν δεύτερον αὐ‐ τοῦ υἱὸν Χοσδρόην, ἀνηγόρευσε βασιλέα, ἐπιθεὶς αὐτῷ στέφα‐ νον τῇ κορυφῇ· καὶ ἀῤῥωστήσας ἡμέρας πέντε ὁ τῶν Περσῶν βασιλεὺς Κωάδης τελευτᾷ, ὢν ἐνιαυτῶν πβʹ καὶ μηνῶν τριῶν·
10ἐβασίλευσε δὲ ἔτη μγʹ καὶ μῆνας δύο. Ὅτε δὲ ἀνηγορεύθη βασιλεὺς Περσῶν Χοσδρόης, ἐδήλωσε τοῖς πρεσβευταῖς Ῥωμαίων διὰ Περσοῦ μαγιστριανοῦ εἰσελθεῖν ἐν τοῖς Περσικοῖς καὶ ποιῆσαι εἰρήνης πάκτα μεταξὺ Ῥωμαίων τε καὶ Περσῶν· τῶν δὲ πρεσβευτῶν Ῥωμαίων μὴ ἀνασχεθέντων
15εἰσελθεῖν εἰς τὰ Περσικὰ δίχα κελεύσεως βασιλικῆς, ἀπολογού‐ μενοι, Οὐ τολμῶμεν τὰ πρὸς ὑμᾶς καταφθάσαι, καὶ γνοὺς ταῦτα ὁ Περσῶν βασιλεύς, γράψας ἐπιστολὴν ἔπεμψε πρὸς τὸν βασιλέα Ἰουστινιανόν, αἰτῶν ἐπιτραπῆναι τοὺς πρεσβευτὰς Ῥω‐ μαίων εἰσελθεῖν ἐν Περσίδι καὶ πάκτα ποιῆσαι. καὶ γράψας
20φιλικὴν ἐπιστολὴν ὁ βασιλεὺς Περσῶν, ἀπέστειλε διὰ Ἑρμογένους μαγίστρου· ἥντινα μήνυσιν δεξάμενος ὁ βασιλεὺς Ῥωμαίων
ἀντέγραψεν, Ἡμεῖς οὐκ ἐπιτρέπομεν τοῖς ἡμετέροις πρεσβευ‐471
Chron
.

472

ταῖς πρὸς ὑμᾶς καταλαβεῖν· οὔτε γὰρ ἐπιστάμεθά σε βασιλέα Περσῶν. Καὶ αὐτῷ τῷ χρόνῳ ὁ βασιλεὺς Περσῶν τοὺς ὄντας ὑπὸ τὴν αὐτοῦ πολιτείαν Μανιχαίους ἐκέλευσε θρησκεύειν ὡς βούλονται.
5οἱ δὲ μάγοι Περσῶν, λυπηθέντες ἐπὶ τῷ συμβάντι, βουλευσάμενοι μετὰ τῶν συγκλητικῶν ἠβουλήθησαν ἐκβαλεῖν αὐτὸν τῆς βασι‐ λείας καὶ ποιῆσαι ἀντ’ αὐτοῦ τὸν ἀδελφὸν αὐτοῦ. καὶ γνοὺς ταῦ‐ τα ὁ βασιλεὺς Περσῶν, τὸν μὲν ἀδελφὸν αὐτοῦ ἀπεκεφάλισε, συγ‐ κλητικοὺς δὲ καὶ μάγους φονεύσας γράφει τῷ βασιλεῖ Ῥωμαίων
10ἐπιστολὴν περιέχουσαν τριῶν μηνῶν ἔνδοσιν πολέμου. καὶ ἀντέ‐ γραψεν ὁ Ῥωμαίων βασιλεὺς τῷ μαγίστρῳ τοῦ δέξασθαι τὴν τῶν τριῶν μηνῶν ἔνδοσιν καὶ δοῦναι ὁμήρους καὶ λαβεῖν ἀπὸ Περσῶν, κελεύσας Στρατηγίῳ καὶ Ῥουφίνῳ τοῖς πρεσβευταῖς ἀνελθεῖν ἐν Βυζαντίῳ.
15 Καὶ αὐτῷ τῷ χρόνῳ Οὗννοι Σάβηρες περάσαντες διὰ τῶν Κασπίων πυλῶν ἀνεφάνησαν ἐν τοῖς Ῥωμαϊκοῖς μέρεσι, πραι‐ δεύοντες ἐπὶ τὴν Ἀρμενίων χώραν· καὶ ἁπλώσαντες ἑαυτοὺς κα‐ τέσχον ἕως τῆς Εὐφρατησίας καὶ τῆς δευτέρας Κιλικίας καὶ τῶν Κυρηστικῶν. καὶ γνοὺς τοῦτο ὁ βασιλεὺς Ῥωμαίων, μεταστειλά‐
20μενος τὸν πατρίκιον Ῥουφῖνος ἐκέλευσεν αὐτῷ ἐξελθεῖν ἐπὶ τὰ ἀνατολικὰ μέρη καὶ μαθεῖν εἰ ἀπὸ τοῦ βασιλέως Περσῶν ἦλθον κατὰ Ῥωμαίων. καὶ ἐξελθὼν Ῥουφῖνος καὶ μηνύσας τῷ βασιλεῖ Περσῶν, εὗρεν ὅτι οὐ κατὰ γνώμην τοῦ βασιλέως Περσῶν οἱ αὐ‐
τοὶ Οὗννοι παρῆλθον· καὶ γράψας Δωροθέῳ τῷ στρατηλάτῃ472
Chron
.

473

Ἀρμενίας ὁπλίσασθαι κατὰ τῶν αὐτῶν Οὕννων, καὶ ἀκούσαν‐ τες οἱ Οὗννοι, λαβόντες τὴν πραῖδαν πᾶσαν ὑπέστρεψαν δι’ ὧν ἐπανῆλθον τόπων. καὶ καταδιώξας αὐτοὺς ὁ στρατηλάτης Δω‐ ρόθεος ἀφείλατο παρ’ αὐτῶν οὐκ ὀλίγην πραῖδαν.
5 Ἐν αὐτῷ δὲ τῷ χρόνῳ τῆς δεκάτης ἰνδικτιῶνος συνέβη ὑπό τινων ἀλαστόρων δαιμόνων πρόφασιν γενέσθαι ταραχῆς ἐν Βυ‐ ζαντίῳ, Εὐδαίμονος ἐπάρχου πόλεως ὄντος καὶ ἔχοντος ἀτάκτους ἐν φρουρᾷ ἐξ ἀμφοτέρων τῶν μερῶν, καὶ ἐξετάσαντος διάφορα πρόσωπα εὗρεν ἐξ αὐτῶν ὀνόματα ἑπτὰ αἰτίους φόνων· καὶ ψη‐
10φισάμενος τῶν μὲν τεσσάρων καρατόμησιν, τῶν δὲ τριῶν ἀνα‐ σκολοπισμόν. καὶ περιβωμισθέντων αὐτῶν ἀνὰ πᾶσαν τὴν πό‐ λιν καὶ περασάντων αὐτῶν, καὶ τῶν μὲν κρεμασθέντων, ἐξέπεσαν δύο τῶν ξύλων ῥαγέντων, ἑνὸς μὲν Βενέτου, καὶ ἑτέρου Πρασί‐ νου. καὶ ἑωρακὼς ὁ περιεστὼς λαὸς τὸ συμβὰν εὐφήμησαν τὸν
15βασιλέα. ἀκηκοότες δὲ οἱ πλησίον τοῦ ἁγίου Κόνωνος μοναχοὶ καὶ ἐξελθόντες, εὗρον ἐκ τῶν κρεμασθέντων δύο ζῶντας κειμέ‐ νους εἰς τὸ ἔδαφος. καὶ καταγαγόντες αὐτοὺς πλησίον θαλάσ‐ σης, καὶ ἐμβαλόντες ἐν πλοίῳ, ἔπεμψαν αὐτοὺς ἐν τῷ ἁγίῳ Λαυρεντίῳ ἐν ἀσύλοις τόποις. καὶ γνοὺς ταῦτα ὁ τῆς πόλεως
20ἔπαρχος, πέμψας στρατιωτικὴν βοήθειαν ἐφύλαττεν αὐτοὺς ἐκεῖσε473
Chron
.

474

ὄντας. καὶ μετὰ τρεῖς ἡμέρας ἤχθη τὸ ἱπποδρόμιον τὸ ὀνομα‐ ζόμενον τῶν εἰδῶν· εἰδοὶ δὲ ὀνομάζονται, διότι πάντας τοὺς προκόπτοντας ἐν ταῖς στρατείαις ὁ βασιλεὺς Ῥωμαίων ἐν ἀριστο‐ δείπνοις τρέφει ἐν τῷ αὐτοῦ παλατίῳ, χαριζόμενος ἑκάστῳ τὰ
5τοῦ πριμικηράτου. τοῦ δὲ ἱπποδρομίου ἀγομένου τῇ τρεισκαι‐ δεκάτῃ τοῦ ἰανουαρίου μηνός, τὰ ἀμφότερα μέρη παρεκάλουν τὸν βασιλέα φιλανθρωπευθῆναι. ἐπέμενον δὲ κράζοντες ἕως τοῦ εἰκοστοῦ δευτέρου βαΐου, καὶ ἀποκρίσεως οὐκ ἠξιώθησαν. τοῦ δὲ διαβόλου ἐμβαλόντος αὐτοῖς λογισμὸν πονηρόν, ἔκραζον πρὸς
10ἀλλήλους, Φιλανθρώπων Πρασίνων καὶ Βενέτων πολλὰ τὰ ἔτη. καὶ τοῦ ἱππικοῦ ἀπολύσαντες κατῆλθον τὰ πλήθη φιλιάσαντα, δεδωκότες ἑαυτοῖς μανδᾶτα ἐκ τοῦ λέγειν Νίκα, διὰ τὸ μὴ ἀνα‐ μιγῆναι αὐτοῖς στρατιώτας ἢ ἐξκουβίτορας· καὶ οὕτως εἰσήλαυ‐ νον. βραδείας δὲ γενομένης ὥρας ἦλθον ἐν τῷ πραιτωρίῳ τοῦ
15ἐπάρχου τῆς πόλεως, αἰτοῦντες ἀπόκρισιν περὶ τῶν προφύγων τῶν ὄντων ἐν τῷ ἁγίῳ Λαυρεντίῳ. καὶ μὴ τυχόντες ἀποκρίσεως ὑφῆψαν πῦρ ἐν τῷ αὐτῷ πραιτωρίῳ· ἐκαύθη δὲ τὸ πραιτώριον καὶ ἡ χαλκῆ τοῦ παλατίου ἕως τῶν σχολῶν καὶ ἡ μεγάλη ἐκ‐ κλησία καὶ ὁ δημόσιος ἔμβολος· καὶ ἐπέμεινεν ὁ δῆμος εἰσελαύ‐
20νων ἀτάκτως. καὶ πρωίας γενομένης, τοῦ βασιλέως κελεύσαν‐ τος ἀχθῆναι ἱπποδρόμιον, καὶ κρεμασθέντος τοῦ ἐξ ἔθους βήλου, ὑφῆψαν πάλιν οἱ αὐτοὶ δημόται ἐν τῇ ἀναβάθρᾳ τοῦ ἱππικοῦ·
καὶ ἐκαύθη μέρος καὶ τοῦ δημοσίου ἐμβόλου ἕως τοῦ Ζευξίπ‐474
Chron
.

475

που. καὶ ἐξελθόντες οἱ περὶ Μοῦνδον καὶ Κωνσταντίολον καὶ Βασιλίδην μετὰ βοηθείας κατὰ κέλευσιν τοῦ βασιλέως, βουλόμε‐ νοι κατασιγῆσαι τὰ στασιάζοντα πλήθη· κατέκραζε γὰρ τὸ πλῆ‐ θος Ἰωάννου τοῦ ἐπίκλην Καππάδοκος καὶ Τριβουνιανοῦ τοῦ
5Κοιαίστωρος καὶ τοῦ ἐπάρχου τῆς πόλεως Εὐδαίμονος· καὶ ταῦ‐ τα παρ’ αὐτῶν ἀκηκοότες οἱ ἐκπεμφθέντες συγκλητικοὶ ἀνήγαγον τῷ βασιλεῖ· καὶ εὐθέως διεδέχθησαν τῆς ἀρχῆς ὅ τε Ἰωάννης καὶ Τριβουνιανὸς καὶ Εὐδαίμων. καὶ ἐξελθόντος Βελισαρίου μετὰ πλήθους Γοτθικοῦ, καὶ συμβολῆς γενομένης, πολλοὶ ἐκ τῶν
10δημοτῶν κατεσφάγησαν. θυμωθὲν δὲ τὸ πλῆθος καὶ ἐν ἄλλοις τόποις ἔβαλον πῦρ καί τινας ἀτάκτως ἐφόνευον. τῇ δὲ ὀκτωκαι‐ δεκάτῃ τοῦ αὐτοῦ μηνὸς ἀνῆλθεν ὁ βασιλεὺς ἐν τῷ Ἱππικῷ βα‐ στάζων τὸ ἅγιον μεγαλεῖον· καὶ μαθόντες οἱ ὄχλοι ἀνῆλθον, καὶ προσεφώνησεν αὐτοῖς μεθ’ ὅρκων μανδᾶτα· καὶ πολλοὶ μὲν τοῦ
15δήμου ἔκραζον αὐτὸν βασιλέα, ἕτεροι δὲ ἐστασίαζον, κράζοντες Ὑπάτιον. καὶ λαβόντες οἱ δῆμοι τὸν αὐτὸν Ὑπάτιον ἀπήγα‐ γον αὐτὸν ἐν τῷ λεγομένῳ φόρῳ Κωνσταντίνου· καὶ στήσαντες αὐτὸν ἐν ὕψει εἰς τοὺς βαθμοὺς καὶ ἀφειλάμενοι ἐκ τοῦ παλατίου σίγνα καὶ μανιάκιον χρυσοῦν, περιέθηκαν αὐτῷ ἐν τῇ κεφαλῇ.
20καὶ λαβόντες αὐτὸν ἀπήγαγον ἐν τῷ Ἱππικῷ, βουλόμενοι ἀναγά‐ γαι αὐτὸν ἐν τῷ βασιλικῷ καθίσματι. ἔσπευδε γὰρ τὸ πλῆθος φορεσίαν βασιλικὴν ἐκβάλαι αὐτῷ ἐκ τοῦ παλατίου· ἦν γὰρ μα‐ θὼν ὁ Ὑπάτιος ὅτι ὁ βασιλεὺς ἀνεχώρησε· καὶ καθεσθεὶς ἐν
τῷ καθίσματι μετὰ θράσους ἐτυράννει.475
Chron
.

476

Ἀνελθόντων δὲ διὰ τοῦ καθίσματος ὄπισθεν Μούνδου καὶ Κωνσταντιόλου καὶ Βελισαρίου καὶ ἄλλων συγκλητικῶν καὶ βοηθείας ἐνόπλου, λαθραίως ἐξελθὼν Ναρσὴς κουβικουλάριος καὶ σπαθάριος ὑπέκλεψέ τινας τοὺς τοῦ Βενέτου μέρους, ῥογεύ‐
5σας αὐτοῖς χρήματα. καὶ στασιάσαντές τινες ἐκ τοῦ πλήθους ἔκραζον Ἰουστινιανὸν βασιλέα τῇ πόλει· διχονοῆσαν δὲ τὸ πλῆ‐ θος ὥρμησαν κατ’ ἀλλήλων. τῶν δὲ στρατηλατῶν εἰσελθόντων μετὰ βοηθείας ἐν τῷ ἱπποδρομίῳ, ἐξ ἀμφοτέρων τῶν εἰσόδων ἤρξαντο κόπτειν τὰ πλήθη· καὶ ἄλλοι μὲν ἐτόξευον, ἕτεροι δὲ κα‐
10τέσφαζον. κρυφῇ δὲ ἐξελθὼν Βελισάριος τὸν μὲν Ὑπάτιον καὶ Πομπήιον χειρὶ συνελάβετο, καὶ εἰσήγαγεν αὐτοὺς τῷ βασιλεῖ Ἰουστινιανῷ. καὶ προσέπεσαν ὑπὸ τοὺς πόδας τοῦ αὐτοῦ βασι‐ λέως ἀπολογούμενοι καὶ λέγοντες, Δέσποτα, πολὺς ἡμῖν κόπος ἐγένετο ὥστε συναγάγαι τοὺς ἐχθροὺς τοῦ κράτους ὑμῶν ἐν τῷ
15Ἱπποδρομίῳ. καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς ὁ βασιλεὺς εἶπε, Κα‐ λῶς μὲν πεποιήκατε· εἰ δὲ ἐπείθοντο ὑμῖν προστατοῦσι, διὰ τί μὴ τοῦτο ἐποιήσατε πρὸ τοῦ καυθῆναι πᾶσαν τὴν πόλιν; καὶ ἐπιτραπέντες οἱ σπαθάριοι ὑπὸ τοῦ βασιλέως παρέλαβον καὶ ἀπέκλεισαν Ὑπάτιον καὶ Πομπήιον. οἱ δὲ ἐν τῷ ἱπποδρομίῳ
20σφαγέντες ἦσαν χιλιάδες τριάκοντα πέντε μικρῷ πλέον ἢ ἔλασσον. καὶ τῇ ἐπαύριον ἐσφάγησαν Ὑπάτιος καὶ Πομπήιος, καὶ ἐῤῥί‐ φησαν τὰ λείψανα αὐτῶν ἐν θαλάσσῃ. ὁ δὲ αὐτὸς βασιλεὺς ἐσή‐
μανε τὴν ἑαυτοῦ νίκην ἐν πάσαις ταῖς πόλεσι καὶ τὴν ἀναίρεσιν476
Chron
.

477

τῶν τυράννων, ἐπιβαλλόμενος κτίζειν τοὺς καυθέντας τόπους. ἔκτισε δὲ πλησίον τοῦ παλατίου καὶ ὡρεῖον καὶ κιστέρνας ὑδάτων διὰ τὸ ἐν περιστάσεσιν ἔχειν ἀπόθετα. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ ἐξῆλθε Ῥουφῖνος ἐν τοῖς Περσικοῖς
5μέρεσι μετὰ θείων ὑπομνηστικῶν τοῦ ποιῆσαι μετὰ Περσῶν πά‐ κτα εἰρήνης. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ καὶ πρεσβευτὴς Ἰνδῶν μετὰ δώρων κατεπέμφθη ἐν Κωνσταντινουπόλει. καὶ αὐτῷ τῷ χρόνῳ Ἰωάν‐ νης ὁ Καππάδοξ ἐγένετο ἔπαρχος πραιτωρίων.
10 Καὶ ἐν αὐτῷ τῷ χρόνῳ ἐγένετο δρόμος ἀστέρων πολὺς ἀπὸ ἑσπέρας ἕως αὔγους, ὥστε πάντας ἐκπλήττεσθαι καὶ λέγειν ὅτι Οὐδέποτε οἴδαμεν τοιοῦτόν τι γεγονός. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ ὑπέστρεψαν ἐκ τῶν Περσικῶν Ἑρμο‐ γένης καὶ Ῥουφῖνος, ἐπιφερόμενοι μεθ’ ἑαυτῶν καὶ πάκτα εἰρή‐
15νης τῶν δύο πολιτειῶν Ῥωμαίων τε καὶ Περσῶν τῶν δύο πολι‐ τειῶν ἄχρι τῆς τῶν ἀμφοτέρων ζωῆς, ἀναδοθέντων μὲν Πέρσαις τὸ μέρος τῶν Φαραγγίων μετὰ πάντων τῶν αἰχμαλώτων, Ῥω‐ μαίοις δὲ τὰ κάστρα τὰ περιληφθέντα ὑπὸ Περσῶν σὺν τοῖς πα‐ ραληφθεῖσι, συνθεμένων τῶν δύο βασιλέων καὶ ὀνομασάντων
20ἐν τοῖς πάκτοις ἑαυτοὺς ἀδελφοὺς εἶναι κατὰ τὸ ἀρχαῖον ἔθος, καὶ ἵνα εἴ τις δεηθῇ ἑαυτῶν ἢ χρημάτων ἢ σωμάτων εἰς συμ‐
μαχίαν, ἀφιλονείκως παράσχωσι. καὶ τούτων προβάντων, ἀνε‐477
Chron
.

478

χώρησαν τὰ ἀμφότερα ἐξπέδιτα, Ῥωμαίων τε καὶ Περσῶν, τοῦ πολέμου κατασχόντος λʹ καὶ ἕνα ἐνιαυτὸν ἀφ’ οὗ ἦν ἀνελθὼν ἐν τοῖς Ῥωμαϊκοῖς Κωάδης ὁ Περσῶν βασιλεὺς πολεμῶν, ὡς προγέ‐ γραπται ἐπὶ τῆς βασιλείας Ἀναστασίου, καὶ τὴν παράληψιν Ἀμί‐
5δης, ὡς προγέγραπται, καὶ τὴν πρὸς Ῥωμαίους ἀποκατάστασιν τῆς αὐτῆς πόλεως Ἀμίδης καὶ τοὺς μερικοὺς πολέμους τῶν Σαρα‐ κηνῶν ἐπιδρομῶν. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ γέγονε σεισμὸς ἐν Βυζαντίῳ ἑσπέρας βαθείας, ὥστε πᾶσαν τὴν πόλιν συναχθῆναι ἐν τῷ λεγομένῳ φό‐
10ρῳ Κωνσταντίνου, ἐν λιταῖς καὶ δεήσεσι καὶ ἀγρυπνίαις συνα‐ γόμενοι. Ἐν αὐταῖς δὲ ταῖς ἡμέραις ὁ αὐτὸς βασιλεὺς Ἰουστινιανὸς ἐν ἑκάστῃ πόλει κατέπεμψε θείας προστάξεις περιεχούσας οὕτως. Ἤδικτον περιέχον περὶ τῆς ὀρθοδόξου πίστεως καὶ κατὰ ἀσεβῶν αἱ‐
15ρετικῶν. καὶ προετέθη ἐν ἑκάστῃ πόλει ἐν ταῖς ἐκκλησίαις. Καὶ μετ’ οὐ πολὺ σεισμὸς ἐγένετο φοβερὸς ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ ἀβλαβής. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ ἔῤῥιψε καὶ τὴν τρίτην ὑπατείαν ὁ αὐ‐ τὸς βασιλεύς, ἀνακαλεσάμενος τοὺς πατρικίους Ὀλύβριον καὶ
20Πρόβον, ὄντας ἐν ἐξορίᾳ, δεδωκὼς αὐτοῖς πάντα τὰ ὑπάρχοντα αὐτῶν.
Ἰνδικτιῶνος ιβʹ παρελήφθη ὁ ῥὴξ Ἀφρικῆς μετὰ τῆς αὐτοῦ478
Chron
.

479

γυναικὸς ὑπὸ Βελισαρίου· καὶ εἰσηνέχθησαν ἐν Κωνσταντινουπό‐ λει. καὶ ἱπποδρομίου ἀγομένου εἰσηνέχθησαν αἰχμάλωτοι μετὰ καὶ τῶν λαφύρων. Τῷ αὐτῷ δὲ χρόνῳ ἔπεσεν ἡ στήλη Ἰουλιανοῦ τοῦ παραβά‐
5του ἡ σταθεῖσα μέσον τοῦ Ἰουλιανοῦ λιμένος· καὶ ἔπηξαν ἀντὶ τῆς αὐτῆς στήλης σταυρόν. Καὶ μετὰ τὴν ὑπατείαν Βελισαρίου ἐγένετο σύνοδος ἐν Κων‐ σταντινουπόλει ὑπὸ τοῦ ἐπισκόπου Ῥώμης Ἀγαπητοῦ· καὶ κα‐ θῆρεν Ἀνθέμιον τὸν πατριάρχην Κωνσταντινουπόλεως. καὶ ἐν
10τῷ αὐτῷ ἔτει τελευτᾷ ἐν Βυζαντίῳ ὁ ἐπίσκοπος Ῥώμης· καὶ γέ‐ γονε πατριάρχης ἐν Κωνσταντινουπόλει Μηνᾶς ὁ ἀπὸ ξενοδόχων τῶν Σαμψών. Ἐν δὲ τῇ ὑπατείᾳ Ἰωάννου τοῦ Καππάδοκος ἐπήρθησαν αἱ ἐκκλησίαι τῶν Ἀρειανῶν.
15 Καὶ τῷ αὐτῷ χρόνῳ ἐπληρώθη ἡ χαλκῆ τοῦ παλατίου Κων‐ σταντινουπόλεως, κοσμηθεῖσα διαφόροις μαρμάροις καὶ μου‐ σίῳ. μετηνέχθη δὲ καὶ τὸ ὡρολογεῖον τὸ πλησίον τοῦ Αὐγου‐ στίου καὶ τῆς βασιλικῆς. περιῃρέθη δὲ τῷ αὐτῷ χρόνῳ ἡ τοῦ νυκτεπάρχου ἀρχή, καὶ ἐγένετο ἀντ’ αὐτοῦ πραίτωρ. καὶ τῷ
20αὐτῷ ἔτει προεβλήθη κοιαίστωρ. Ἐν αὐτῇ δὲ τῇ ὑπατείᾳ γέγονε τὰ ἐγκαίνια τῆς μεγάλης ἐκ‐ κλησίας.
Μηνὶ ἰουνίῳ ἰνδικτιῶνος γʹ παρελήφθη Ἀντιόχεια ἡ μεγά‐479
Chron
.

480

λη ὑπὸ Χοσρόου, βασιλέως Περσῶν. καὶ ἐπέμφθη εἰς τὸ πολε‐ μῆσαι Γερμανὸς ζωσθεὶς στρατηλάτης μετὰ καὶ τοῦ ἰδίου αὐ‐ τοῦ υἱοῦ Ἰουστίνου. καὶ μηδὲν ὠφελήσας ἐκάθητο ἐν Ἀντιοχείᾳ, ἀγοράζων τὸν ἄργυρον νομισμάτων βʹ ἢ τριῶν τὴν λίτραν ἐκ τῶν
5αὐτῶν Ἀντιοχέων. Ὁ δὲ βασιλεὺς Περσῶν εἰσῆλθε καὶ ἐν Ἀπαμείᾳ καὶ ἐν ἑτέ‐ ραις πόλεσι τῆς ἀνατολῆς. Καὶ τῷ αὐτῷ χρόνῳ κατεπέμφθη Βελισάριος ἐν Ῥώμῃ· καὶ πολεμήσας παρέλαβε τήν τε Ῥώμην καὶ Σικελίαν καὶ τὰς πέριξ
10πόλεις κρατουμένας ὑπὸ Οὐιττιγή, ῥηγὸς τῶν Γότθων. καὶ πο‐ λεμήσας, καὶ παραλαβὼν τὸν αὐτὸν Οὐιττιγὴν καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὸν υἱὸν αὐτοῦ, ἤγαγεν ἐν Βυζαντίῳ. Καὶ μετ’ ὀλίγον καιρὸν ὁ αὐτὸς βασιλεὺς ἔπεμψε Ναρσὴν τὸν κουβικουλάριον μετὰ πολλῆς βοηθείας ἐν Ῥώμῃ κατὰ τῶν αὐ‐
15τῶν Γότθων. Μηνὶ αὐγούστῳ ἀπεζώσθη Ἰωάννης ὁ ἐπίκλην Καππά‐ δοξ, δὶς διανύσας τὴν τῶν ἐπάρχων ἀρχήν. καὶ δημευθεὶς ἐπέμφθη ἐν Κυζίκῳ, κληρωθεὶς διάκονος ἐν Ἀρτάκῃ· κἀκεῖσε φρατριάσας μετά τινων κτητόρων ἀνεῖλον Εὐσέβιον τὸν ἐπί‐
20σκοπον τῆς αὐτῆς Κυζικηνῶν πόλεως. μαθὼν δὲ ὁ βασιλεὺς καὶ ἀγανακτήσας κατὰ τοῦ αὐτοῦ Ἰωάννου, πέμψας ἐξήτασεν αὐτὸν
ἐκεῖ διὰ τὸν γενόμενον φόνον. καὶ κατὰ κέλευσιν τοῦ αὐτοῦ480
Chron
.

481

βασιλέως ἐκεῖθεν ἐξωρίσθη ἐν Ἀντίνῳ. καὶ μετὰ χρόνον ἀνα‐ κληθεὶς τελευτᾷ ἐν Βυζαντίῳ. Ἰνδικτιῶνος εʹ συνέβη γενέσθαι τοιοῦτον πρᾶγμα. γυνή τις καταμένουσα πλησίον τῆς λεγομένης Χρυσῆς πόρτας κρεμα‐
5σθεῖσα ἐν μιᾷ νυκτὶ ἐφλυάρησε πολλά, ὥστε συνδραμεῖν τὰ πλή‐ θη Κωνσταντινουπόλεως καὶ ἀπελθεῖν λιτανεύοντα εἰς τὸν ἅγιον Διομήδην εἰς Ἱερουσαλὴμ καὶ καταγαγεῖν τὴν γυναῖκα ἐκ τοῦ οἴκου αὐτῆς καὶ εἰσαγαγεῖν εἰς τὴν ἐκκλησίαν τοῦ ἁγίου Διομήδους· ἔλεγε γὰρ ὅτι μετὰ τρεῖς ἡμέρας ἀνέρχεται ἡ θάλασσα καὶ πάντας
10λαμβάνει. καὶ πάντων λιτανευόντων καὶ κραζόντων τὸ Κύριε ἐλέησον· ἠκούετο γὰρ ὅτι καὶ πόλεις πολλαὶ κατεπόθησαν. τότε δὲ καὶ ἐν Αἰγύπτῳ καὶ ἐν Ἀλεξανδρείᾳ θνῆσις ἀνθρώπων γέ‐ γονεν. ὁ δὲ αὐτὸς βασιλεὺς πέμψας Ναρσὴν τὸν κουβικουλάριον μετὰ δρομώνων καὶ ἄλλους τινὰς μαθεῖν τὰ γενόμενα, καὶ ἀπελ‐
15θόντων τῶν παίδων Ναρσοῦ κατ’ ἐπιτροπὴν αὐτοῦ εἰς τὸν ἅγιον Διομήδην καὶ μαθόντων παρὰ τοῦ συναχθέντος ὄχλου τὰ λεγό‐ μενα ὑπὸ τῆς γυναικός, ἐλθόντες ἀπήγγειλαν Ναρσῇ τὰ γενόμενα ἐν τῇ ἐκκλησίᾳ, καὶ ὅτι ἤκουσαν ἀπὸ τῆς γυναικὸς τῆς κρεμα‐ σθείσης ὅτι μετὰ τρεῖς ἡμέρας ἀνέρχεται ἡ θάλασσα καὶ κα‐
20τακλύζει πάντας. καὶ ἀκούσαντες οἱ ὄχλοι τῶν λεγομένων παρ’
αὐτῆς ἀνεχώρουν πτοούμενοι.481
Chron
.

482

Καὶ τῷ αὐτῷ χρόνῳ Λογγῖνος ἔπαρχος πόλεως προεβλήθη· ὅστις ἔστρωσε τὸ μεσίαυλον τῆς βασιλικῆς κιστέρνης. ἔκτισε δὲ καὶ τοὺς ἐμβόλους τῆς αὐτῆς βασιλικῆς εὐπρεπῶς. Ἰδὼν δὲ κύριος ὁ θεὸς ὅτι ἐπληθύνθησαν αἱ ἀνομίαι τῶν ἀν‐
5θρώπων, ἐπήγαγε πτῶσιν ἀνθρώπων ἐπὶ τῆς γῆς εἰς ἐξάλειψιν ἐν πάσαις ταῖς πόλεσι καὶ ἐν ταῖς χώραις. ἐπεκράτησε γὰρ ἡ θνῆσις ἐπὶ χρόνον, ὥστε μὴ αὐταρκεῖν τοὺς θάπτοντας. τινὲς γὰρ καὶ ἐκ τῶν ἰδίων οἴκων ἐν ξυλίνοις κραβάτοις ἐξέφερον, καὶ οὐδὲ οὕτως ἐξήρκουν. ἔμενον γὰρ καί τινα τῶν σκηνωμάτων ἐπὶ ἡμέρας ἄτα‐
10φα· τινὲς γὰρ καὶ τῶν ἰδίων προσγενῶν τὴν ταφὴν οὐκ ἔβλεπον. ἐπεκράτησε δὲ ἡ εὐσπλαγχνία τοῦ θεοῦ ἐν Βυζαντίῳ ἐπὶ μῆνας δύο. Μηνὶ σεπτεμβρίῳ ἰνδικτιῶνος ζʹ ἐγένετο σεισμὸς ἐν Κυζί‐ κῳ, καὶ τὸ ἥμισυ τῆς αὐτῆς πόλεως ἔπεσε. Καὶ τῷ αὐτῷ χρόνῳ ἀνηνέχθη ἔφιππος στήλη τοῦ βασιλέως
15Ἰουστινιανοῦ πλησίον τοῦ παλατίου ἐν τῷ λεγομένῳ Αὐγου‐ στεών· ἥτις στήλη ἦν Ἀρκαδίου βασιλέως, πρῴην οὖσα ἐν τῷ Ταύρῳ ἐν βωμίσκῳ. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ καὶ σπάνις οἴνου ἐγένετο. Τῷ δὲ νοεμβρίῳ μηνὶ διαστροφὴ ἐγένετο περὶ τῆς ἀποκρεω‐
20σίμου· ὁ δὲ αὐτὸς βασιλεὺς προσέταξεν ἑτέραν ἑβδομάδα πρα‐
θῆναι κρέα· καὶ πάντες μὲν οἱ κρεωπῶλαι ἔσφαξαν καὶ προέθη‐482
Chron
.

483

καν, οὐδεὶς δὲ ἤσθιεν· ἐγένετο δὲ καὶ πάθος Χριστοῦ τοῦ θεοῦ ἡμῶν, καθὼς ὁ αὐτὸς βασιλεὺς ἠβουλήθη. Μηνὶ φεβρουαρίῳ ἰνδικτιῶνος δεκάτης ὁ ἐπίσκοπος Ῥώμης Βιγίλιος παρεγένετο ἐν Κωνσταντινουπόλει· καὶ τῷ αὐτῷ χρόνῳ
5παρελήφθη Ῥώμη ὑπὸ Γότθων. Ἐν αὐτῷ δὲ τῷ ἔτει Μηνᾶς ὁ πατριάρχης Κωνσταντινου‐ πόλεως καθῃρέθη ὑπὸ τοῦ πάπα Ῥώμης διά τινας αἰτίας κα‐ νονικάς. Καὶ τῇ αὐτῇ ἰνδικτιῶνι γενεθλίου ἀγομένου ἐν Βυζαντίῳ, ὄν‐
10τος ἐπάρχου πόλεως Θωμᾶ, ἀμιξία ἐγένετο ἐξ ἀμφοτέρων τῶν με‐ ρῶν· καὶ θεωρήσας ὁ βασιλεὺς τὸ γεγονός, κελεύσας τοῖς ἐξκου‐ βίτορσιν, ἐπέβησαν κατὰ τοῦ πλήθους· καὶ οἱ μὲν φεύγοντες ἀπεπνίγησαν, ἕτεροι δὲ κατεσφάγησαν. Τῇ δὲ αὐτῇ ἰνδικτιῶνι ἐδέχθη Μηνᾶς ὁ ἀρχιεπίσκοπος Κων‐
15σταντινουπόλεως εἰς τὴν ἐπισκοπὴν αὐτοῦ· καὶ ἀπῆλθεν εἰς τὴν ἄθλησιν τῶν ἁγίων ἀποστόλων ἐν τῷ περιτειχίσματι. Καὶ τῷ αὐτῷ χρόνῳ ὄντος κόμητος πραίτωρος τοῦ ἐπίκλην Διπουνδιαρίστου δημοσίᾳ ἐξητάσθησαν οἱ εὑρεθέντες ἐν τῷ φό‐ νῳ τοῦ ἐπισκόπου Κυζίκου, Ἀνδρέας καὶ Ἰωάννης ὁ ἐπίκλην
20Δάνδαξ· καὶ μετὰ τὴν ἐξέτασιν ἐπήρθησαν τῶν δύο αἱ δεξιαί. καὶ τῷ αὐτῷ χρόνῳ ἐγένοντο σεισμοὶ συνεχεῖς.
Μηνὶ ἰουνίῳ ἰνδικτιῶνι τῇ αὐτῇ ἐγένοντο βρονταὶ καὶ ἀστρα‐483
Chron
.

484

παὶ φοβεραὶ πάνυ, ὥστε καὶ ἀνθρώπους καθεύδοντας ἐκ τῶν ἀστραπῶν βλαβῆναι. ἐν αὐτοῖς δὲ τοῖς φόβοις καὶ τοῦ κίονος τοῦ ἐν τῷ Ξηρολόφῳ ἀπεπτελώθη μέρος. Καὶ τῇ κηʹ τοῦ αὐτοῦ μηνὸς ἰνδικτιῶνος δεκάτης τελευτᾷ
5ἡ Αὔγουστα Θεοδώρα. Καὶ τῷ ἰουλίῳ μηνὶ συμβολῆς γενομένης ἐξ ἀμφοτέρων τῶν μερῶν ἐμπρησμὸς γέγονεν ἐν τῇ οἰκίᾳ τῇ λεγομένῃ τὰ Πάρδου· καὶ ἐκαύθησαν πολλὰ καὶ ἔπεσαν φόνοι πολλοί. Ἰνδικτιῶνος ιγʹ πρεσβευτὴς Ἰνδῶν κατεπέμφθη μετὰ καὶ
10ἐλέφαντος ἐν Κωνσταντινουπόλει. Καὶ τῷ αὐτῷ χρόνῳ περιῃρέθη τὸ ὄνομα Μηνᾶ τοῦ ἀρχι‐ επισκόπου ἐκ τῶν ἁγίων διπτύχων καὶ τὸ ὄνομα Βιγιλίου τοῦ πάπα Ῥώμης. Μηνὶ ἀπριλλίῳ ἐγένετο συμβολὴ δημοτικὴ ἐν τῷ Ἱπποδρο‐
15μίῳ μὴ ἀγομένου τοῦ ἱππικοῦ· καὶ πολλοὶ ἀπέθανον ἐξ ἀμ‐ φοτέρων. Μηνὶ ἰουνίῳ κηʹ, ἰνδικτιῶνι τῇ αὐτῇ, ἐγένετο τὰ ἐγκαίνια τῶν ἁγίων ἀποστόλων καὶ ἡ κατάθεσις τῶν τιμίων λειψάνων Ἀν‐ δρέου, Λουκᾶ, καὶ Τιμοθέου ἐν Κωνσταντινουπόλει· καὶ διῆλθεν
20ὁ ἐπίσκοπος Μηνᾶς μετὰ τῶν αὐτῶν ἁγίων λειψάνων καθήμενος ἐν ὀχήματι βασιλικῷ.
Ἐν αὐτῷ δὲ τῷ χρόνῳ κατεπέμφθη καὶ Ναρσὴς ὁ κουβι‐484
Chron
.

485

κουλάριος ἐν Ῥώμῃ ἐπὶ τὸ πολεμῆσαι τοῖς Γότθοις, ὅτι μετὰ τὸ περιλαβεῖν Βελισσάριον Ῥώμην πάλιν παρελήφθη ὑπὸ τῶν Γότθων. Μηνὶ ἰουνίῳ κϛʹ, ἰνδικτιῶνι τῇ αὐτῇ, ἐδέχθη ὁ ἐπίσκοπος
5Ῥώμης Βιγίλιος ὑπὸ τοῦ βασιλέως· ἦν γὰρ ἀγανακτηθεὶς καὶ προσφυγίῳ χρησάμενος εἰς τὸν ἅγιον Σέργιον τοῖς ἐπίκλην τῶν Ὁρμίσδου. Ἰνδικτιῶνος ιδʹ ἐγένετο σεισμὸς μέγας καὶ φοβερὸς ἐν πάσῃ τῇ χώρᾳ τῆς Παλαιστίνης ἔν τε Ἀραβίᾳ καὶ ἐν τῇ χώρᾳ τῆς
10Μεσοποταμίας καὶ Ἀντιοχείας καὶ Φοινίκης παράλου καὶ Λιβα‐ νησίας. καὶ ἐν αὐτῷ τῷ φόβῳ ἔπαθον αἱ πόλεις, τοῦτ’ ἐστὶ Τύ‐ ρος, Σιδών, Βηρυτός, Τρίπολις, Βύβλος, Βότρυς, καὶ ἄλλων πόλεων μέρη. κατελήφθησαν δὲ ἐν αὐταῖς καὶ πλήθη ἀνθρώ‐ πων. ἐν δὲ τῇ πόλει Βότρυος ἀπεσπάσθη ἀπὸ τοῦ παρακειμέ‐
15νου τῇ θαλάσσῃ ὄρους τοῦ ἐπίκλην Λιθοπροσώπου μέρος καὶ κατηνέχθη εἰς τὴν θάλασσαν, καὶ ἀπετέλεσε λιμένα, ὡς δύνασθαι ὁρμεῖν ἐν τῷ λιμένι τοῦ ἀποσπασθέντος ὄρους πλοῖα παμμεγέθη· οὐκ εἶχε γὰρ ἡ αὐτὴ πόλις τὸ πάλαι λιμένα. ὁ δὲ αὐτὸς βασι‐ λεὺς ἀπέστειλε χρήματα ἐν πάσαις ταῖς ἐπαρχίαις καὶ ἀνήγειρε
20φανερὰ τῶν αὐτῶν πόλεων. ἐν δὲ τῷ καιρῷ τοῦ σεισμοῦ ἔφυγε θάλασσα εἰς τὸ πέλαγος ἐπὶ μίλιον ἕν, καὶ ἀπώλοντο πλοῖα πολ‐ λά· καὶ πάλιν τῇ τοῦ θεοῦ κελεύσει ἀπεκατέστη ἡ θάλασσα εἰς
τὴν ἀρχαίαν κοίτην.485
Chron
.

486

Μηνὶ σεπτεμβρίῳ ἰνδικτιῶνος ιεʹ γέγονε τὰ ἐγκαίνια τῆς ἁγίας Εἰρήνης τῆς οὔσης πέραν ἐν Ἰουστινιαναῖς· καὶ ἐξῆλθον τὰ ἅγια λείψανα ἐκ τῆς μεγάλης ἐκκλησίας μετὰ καὶ τῶν δύο πατριαρχῶν, λέγω δὴ Μηνᾶ τοῦ πατριάρχου Κωνσταντινουπόλεως
5καὶ Ἀπολλιναρίου τοῦ πάπα Ἀλεξανδρείας· καὶ ἐκάθισαν ἀμ‐ φότεροι ἐν τῷ βασιλικῷ ὀχήματι, κατέχοντες ἐν τοῖς γόνασιν αὐ‐ τῶν τὰ τίμια λείψανα. Καὶ τῷ αὐτῷ χρόνῳ ἐξηντλήθη καὶ ἐκαθαρίσθη ὁ λιμὴν ὁ πλησίον τοῦ παλατίου Σεκουνδιανῶν.
10 Μηνὶ αὐγούστῳ ἰνδικτιῶνος ιεʹ τελευτᾷ Μηνᾶς ὁ ἀρχιεπί‐ σκοπος Κωνσταντινουπόλεως· καὶ κειμένου τοῦ λειψάνου εἰς τὸ ἅγιον θυσιαστήριον τῆς μεγάλης ἐκκλησίας γέγονε πατριάρχης Εὐτύχιος ὁ ἀποκρισιάριος Ἀμασείας. Καὶ τῷ αὐτῷ μηνὶ ἐπινίκια ἦλθον ἀπὸ Ῥώμης ἀπὸ Ναρσοῦ
15τοῦ κουβικουλαρίου καὶ ἐξάρχου Ῥωμαίων. συμβαλόντος γὰρ αὐτοῦ πόλεμον μετὰ Τοτίλα, ῥηγὸς τῶν Γότθων, κατὰ κράτος νικήσας τὸν πόλεμον καὶ αὐτὸν κατέσφαξε· καὶ ἐπέμφθη τὰ ἱμάτια αὐτοῦ ᾑμαγμένα ἐν Κωνσταντινουπόλει. Μηνὶ μαρτίῳ ἰνδικτιῶνος αʹ ἐγένετο διαστροφὴ τοῦ κέρμα‐
20τος· καὶ ἐκ τῶν πτωχῶν στάσεως γενομένης καὶ θορύβου ἀνη‐ νέχθη τῷ αὐτῷ βασιλεῖ· καὶ ἐκέλευσε τὴν κατάστασιν τοῦ κέρ‐ ματος κρατῆσαι κατὰ τὸ ἀρχαῖον ἔθος.
Ἐν δὲ τῷ αὐγούστῳ μηνὶ τῆς δευτέρας ἰνδικτιῶνος ἐγένε‐486
Chron
.

487

το σεισμὸς φοβερός, ὥστε παθεῖν οἴκους πολλοὺς καὶ λουτρὰ καὶ ἐκκλησίας καὶ μέρη τῶν τειχέων παθεῖν ἐν Βυζαντίῳ. ἐν αὐτῷ δὲ τῷ φόβῳ ἔπεσεν ἡ λόγχη, ἣν ἐκράτει τὸ ἄγαλμα τὸ ἐν τῷ φόρῳ Κωνσταντίνου, καὶ κατεπάρη ἐν τῇ γῇ ἐπὶ πήχεις
5τρεῖς. ἐν δὲ τοῖς συμπτώμασι πολλοὶ συνελήφθησαν. ἐν αὐ‐ τῷ δὲ τῷ φόβῳ καὶ ἄλλαι πόλεις ἔπαθον, ἐν οἷς καὶ Νικομηδείας μέρος καταπεσεῖν. ἐκ δὲ τῶν συμπτωμάτων Νικομηδείας καὶ μεθ’ ἡμέρας τινὲς ζῶντες ἀνηνέχθησαν. ἐπεκράτησε δὲ ὁ αὐ‐ τὸς σεισμὸς ἡμέρας μʹ.
10 Μηνὶ ἰουλίῳ ἰνδικτιῶνος δʹ στασιάσαντες οἱ Σαμαρεῖται καὶ οἱ Ἰουδαῖοι ἐν Καισαρείᾳ Παλαιστίνης, ποιήσαντες τὸ ἓν εἰς ἀλλήλους ὡς ἐν τάξει μερικῶν ἐπῆλθον τοῖς χριστιανοῖς τῆς αὐτῆς πόλεως καὶ πολλοὺς κατέσφαξαν τῶν χριστιανῶν. ἐπῆλ‐ θον δὲ καὶ ἐπόρθησαν τὰς ἐκκλησίας. καὶ τοῦ ἄρχοντος τῆς
15αὐτῆς πόλεως ἐξελθόντος πρὸς βοήθειαν τῶν χριστιανῶν ἐπῆλ‐ θον οἱ αὐτοὶ Σαμαρεῖται, κἀκεῖνον κατέσφαξαν ἐν τῷ πραιτω‐ ρίῳ, καὶ τὰ πράγματα αὐτοῦ πάντα καθήρπασαν. ἡ δὲ γυνὴ τοῦ αὐτοῦ ἄρχοντος Στεφάνου, ἀνελθοῦσα ἐν Κωνσταντινουπό‐ λει, προσῆλθε τῷ αὐτῷ βασιλεῖ. καὶ ἀκούσας ὁ βασιλεὺς τὰ
20γεγονότα ὑπὸ τῶν Σαμαρειτῶν καὶ θυμωθείς, ἐκέλευσε τῷ ὄντι τότε ἄρχοντι τῆς ἀνατολῆς Ἀμαντίῳ ἐκζητῆσαι τὰ γενόμενα καὶ τὸν φόνον τοῦ αὐτοῦ Στεφάνου. ὅστις Ἀμάντιος δεξάμενος ἀπο‐ κρίσεις βασιλικὰς καὶ ἀπελθὼν ἐν Καισαρείᾳ, καὶ ἀναζητήσας
τοὺς πεποιηκότας τοὺς φόνους καὶ εὑρών, τοὺς μὲν ἐφούρκισεν,487
Chron
.

488

ἑτέρους δὲ ἀπεκεφάλισε καὶ ἄλλους ἐδεξιοκόπησε καί τινας ἐδή‐ μευσε· καὶ ἐγένετο φόβος μέγας ἐν τῇ πόλει Καισαρείας καὶ ἐν τοῖς ἀνατολικοῖς μέρεσι. Μηνὶ δεκεμβρίῳ, ἰνδικτιῶνι τῇ αὐτῇ, ἐγένετο θνῆσις ἀνθρώ‐
5πων ἐν διαφόροις πόλεσι. Μηνὶ μαΐῳ τῆς αὐτῆς ἰνδικτιῶνος ἐγένετο σπάνις ἄρτου ἐν Κωνσταντινουπόλει, καὶ πρὸς μὲν ὀλίγον ἐστενώθησαν οἱ ἄν‐ θρωποι, καὶ ἔκραξαν τῷ αὐτῷ βασιλεῖ ἐν γενεθλίῳ συνθεωροῦν‐ τος τῷ αὐτῷ βασιλεῖ πρεσβευτοῦ Περσῶν· καὶ ἀγανακτήσας ὁ
10αὐτὸς βασιλεὺς κελεύει Μουσωνίῳ τῷ ὄντι ἐπάρχῳ πόλεως, καὶ κατεσχέθησαν ἐκ τοῦ Βενέτου μέρους καὶ ἐκολάσθησάν τινες τῶν ἐνδόξων ἀνδρῶν. κατέσχε δὲ ἡ αὐτὴ σπάνις τοῦ ἄρτου ἐπὶ μῆ‐ νας τρεῖς. καὶ μετ’ ὀλίγας ἡμέρας ἐγένοντο ἀστραπαὶ καὶ βρον‐ ταὶ φοβεραὶ ἐν διαφόροις πόλεσιν, ὥστε καὶ πολλοὺς βλαβῆναι.
15 Μηνὶ νοεμβρίῳ ἰνδικτιῶνος εʹ ἐφάνη πῦρ ἐν τῷ οὐρανῷ ὡς εἶδος λόγχης ἀπὸ τῶν ἀνατολικῶν μερῶν ἐκτεταμένον ἕως δυσμῶν. Μηνὶ ἀπριλλίῳ, ἰνδικτιῶνι τῇ αὐτῇ, γέγονε σεισμὸς φοβερὸς καὶ ἀβλαβής.
20 Μηνὶ δεκεμβρίῳ ἰνδικτιῶνος ϛʹ γέγονεν ἕτερος σεισμὸς ἐν μεσονυκτίῳ φοβερὸς πάνυ, ὥστε παθεῖν τὰ δύο τείχη Κωνσταν‐
τινουπόλεως, τό τε παλαιὸν τὸ γενόμενον ὑπὸ Κωνσταντίνου καὶ488
Chron
.

489

τὸ κτισθὲν ὑπὸ Θεοδοσίου, καὶ ἐκκλησιῶν δὲ μέρη κατέπεσον, ἐξαιρέτως δὲ τὰ ἐπέκεινα τοῦ Ἑβδόμου· καὶ ὁ κίων δὲ ὢν ἐν Σε‐ κουνδιαναῖς σὺν τῇ στήλῃ κατηνέχθη· τοῦ δὲ Ῥηγίου πάνυ πολ‐ λὰ κατέπεσον. πολλοὶ ἀπέθανον ἐν τοῖς συμπτώμασι· τινὲς δὲ
5καὶ μεθ’ ἡμέρας ἐκ τῶν καταληφθέντων ὑπὸ τῶν συμπτωμάτων διεσώθησαν. ἐν αὐτῷ δὲ τῷ φόβῳ καὶ ἐν ταῖς ἔξω πόλεσι πολ‐ λοὶ τόποι πεπτώκασιν. ἡ δὲ αὐτὴ φοβερὰ ἀπειλὴ ἐπεκράτησεν ἐπὶ ἡμέρας δέκα· καὶ πρὸς ὀλίγον κατενύγησαν οἱ ἄνθρωποι λι‐ ταῖς καὶ δεήσεσι προσκαρτεροῦντες ἐν τῇ ἐκκλησίᾳ. ὁ δὲ αὐτὸς
10βασιλεὺς Ἰουστινιανὸς οὐκ ἐφόρεσε στέμμα ἐπὶ ἡμέρας τριάκοντα. Καὶ τῷ αὐτῷ χρόνῳ εἰσῆλθεν ἐν Κωνσταντινουπόλει ἔθνος Οὕννων παράξενον τῶν λεγομένων Ἀβάρων. Ἐν αὐταῖς δὲ ταῖς ἡμέραις τελευτᾷ ὁ ἐπίσκοπος Καισαρείας Καππαδοκίας ἐν Βυζαντίῳ· καὶ ἐγένετο ἀντ’ αὐτοῦ Θεόκριτος.
15 Μηνὶ φεβρουαρίῳ ἰνδικτιῶνος ϛʹ γέγονε θνῆσις ἐν Κων‐ σταντινουπόλει ἀπὸ βουβώνων. ἐν αὐτῷ δὲ τῷ φόβῳ τὰ μεθό‐ δια πάντα κραββάτους ἀργυροὺς ἐποίησαν. ἐπεκράτησε δὲ ἡ αὐτὴ φοβερὰ τοῦ θεοῦ ἀπειλὴ ἐπὶ μῆνας ἕξ. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ φιλοκαλουμένου τοῦ τρούλλου τῆς με‐
20γάλης ἐκκλησίας, ῥήξας γὰρ ἦν εἰς φανεροὺς τόπους ἐκ τῶν γε‐489
Chron
.

490

γονότων κατὰ φιλανθρωπίαν θεοῦ φόβων, αἰφνιδίως ἐργαζο‐ μένων τῶν Ἰσαύρων ἔπεσε τὸ ἀνατολικὸν μέρος τῆς προϋποστο‐ λῆς, καὶ συνέτριψε τὸ κιβούριον σὺν τῇ ἁγίᾳ τραπέζῃ. κατη‐ νέχθη δὲ καὶ τὸ λοιπὸν μέρος τὸ ἀπομεῖναν καὶ αὐτὰ τὰ εἰλήμα‐
5τα· ἐκτίσθη δὲ ὁ αὐτὸς τροῦλλος ὑψωθεὶς ἐπὶ πόδας εἴκοσι. Μηνὶ μαρτίῳ ἰνδικτιῶνος ζʹ ἐπανέστησαν οἱ Οὗννοι καὶ οἱ Σκλᾶβοι τῇ Θρᾴκῃ· καὶ πολεμήσαντες πολλοὺς ἀπέκτειναν καί τινας ἐπραίδευσαν· τὸν δὲ υἱὸν Βάκχου Σέργιον τὸν στρατη‐ λάτην καὶ Ἐδέρμαν μειζότερον Καλοποδίου ἐπραίδευσαν, λαβόν‐
10τες αὐτοὺς αἰχμαλώτους. εὗρον δὲ τοῦ τείχους Κωνσταντινου‐ πόλεως τόπους καταπεπτωκότας, κἀκεῖθεν εἰσελθόντες κατέδρα‐ μον ἕως τοῦ ἁγίου Στρατονίκου ****** τὴν ὀρθόδοξον πίστιν. Μηνὶ μαΐῳ ἀπεζώσθη Ζήμαρχος ὁ ἀπὸ ἐπάρχων καὶ κου‐ ράτωρ τοῦ δεσποτικοῦ οἴκου τῶν Πλακιδίας· καὶ γέγονεν ἀντ’
15αὐτοῦ Θεόδωρος ὁ ἐπίκλην Νικομηδεύς. Μηνὶ τῷ αὐτῷ οὐκ ἤχθη τὸ γενέθλιον τὸ ἐξ ἔθους ἐπιτελού‐ μενον, ἀλλ’ ἤχθη τῇ τρισκαιδεκάτῃ τοῦ αὐτοῦ μηνός. καὶ με‐ τὰ τὴν ἀπόλυσιν τοῦ ἱπποδρομίου ἀναχωρούντων τῶν Πρασίνων, καὶ κατερχομένων τὸν ἔμβολον τῶν Μοσχιανοῦ μετὰ παραφυλα‐
20κῆς, ἐξαίφνης ὑβρισθέντες οἱ αὐτοὶ Πράσινοι ἔκ τινων τῶν τῆς οἰκίας τῆς λεγομένης τῶν Ἀππίωνος, ἐπέβησαν τοῖς Πρασίνοις οἱ τοῦ Βενέτου μέρους, καὶ ἐγένετο συμβολὴ ἐν διαφόροις τόποις.
καὶ περάσαντες οἱ Βένετοι ἀπὸ Συκῶν ἤρξαντο βάλλειν πῦρ καὶ490
Chron
.

491

καίειν τὰς παραθαλασσίους ἀποθήκας· καὶ εἰ ἐπεχείρησέ τις τοῦ σβέσαι, ἐτοξεύετο ἐκ τῶν τοῦ Βενέτου μέρους· εἶχον γὰρ τῶν αὐ‐ τῶν ἐργαστηριακῶν διαφόρους ἀμοιβάς. καὶ τῇ ἔριδι συσχεθέν‐ τες, ἔκαυσαν τὴν οἰκίαν τὴν λεγομένην τῶν Ἀνδρέου τὴν οὖσαν
5ἐν τῷ νεωρίῳ· ὁμοίως δὲ συνέβαλον καὶ ἐν τῇ Μέσῃ· κἀκεῖσε ἔβαλον πῦρ εἰς τὴν οἰκίαν τὴν λεγομένην τῶν Βαρσυμίου, τότε διανύοντος τὴν τῶν ἐπάρχων ἀρχήν· καὶ ἐκαύθη ἕως τοῦ χαλκοῦ Τετραπύλου καὶ ὁ ἄντικρυς ἔμβολος· καὶ ἐπεκράτησεν ἡ μάχη ἡμέρας δύο. καὶ ἐξελθόντος τοῦ κόμητος τῶν ἐξκουβιτόρων
10Μαρίνου μετὰ πολλῆς βοηθείας στρατιωτικῆς καὶ Ἰουστίνου τοῦ ἐνδοξοτάτου κουροπαλάτου, μόλις ἠδυνήθησαν καταπαῦσαι τὰ ἀμφότερα μέρη. Τῷ δὲ αὐτῷ χρόνῳ ἐπάρχου πόλεως ὄντος Γεροντίου ἐμ‐ πρησμοὶ πολλοὶ γεγόνασιν ἐν διαφόροις μέρεσι Κωνσταντινουπό‐
15λεως. καὶ γενομένης κατοχῆς ἐξ ἀμφοτέρων τῶν μερῶν πολλοὶ μὲν ἐσωφρονίσθησαν, τινὲς δὲ καὶ ἀπετμήθησαν· καὶ ἐπεκρά‐ τησεν ἡ αὐτὴ κατοχὴ ἐπὶ ἡμέρας ἑβδομήκοντα. Μηνὶ ἰουνίῳ, ἰνδικτιῶνι τῇ αὐτῇ, συσχεθέντες Ἕλληνες πε‐ ριεβωμίσθησαν καὶ τὰ βιβλία αὐτῶν κατεκαύθη ἐν τῷ Κυνηγίῳ
20καὶ εἰκόνες τῶν μυσερῶν θεῶν αὐτῶν καὶ ἀγάλματα. Καὶ τῷ αὐτῷ μηνὶ ἠνέχθησαν τὰ συνοδικὰ τοῦ πάπα Ῥώμης.
Καὶ τῷ αὐτῷ μηνὶ συνήφθη δημοτικὴ μάχη ἐν Κυζίκῳ,491
Chron
.

492

ὥστε πολλοὺς πεσεῖν ἐξ ἀμφοτέρων τῶν μερῶν. ἐν αὐτῇ δὲ τῇ μάχῃ καί τινα τῶν ἐκεῖσε κατεστράφη. Μηνὶ αὐγούστῳ ἰνδικτιῶνος δεκάτης ἐγένοντο τὰ ἐγκαίνια τῆς ἁγίας μάρτυρος Θεοδώρας τῆς οὔσης πλησίον τῆς γεφύρης.
5κατὰ κέλευσιν δὲ τοῦ αὐτοῦ βασιλέως καὶ πρόβλησις ἐκ τῶν ἀρ‐ γυροπρατῶν καὶ φῶτα πάμπολλα ἐγένετο. Μηνὶ ὀκτωβρίῳ ἰνδικτιῶνος ιαʹ διμερὲς γέγονεν ἐκ τῶν Βε‐ νέτων ἐν Βυζαντίῳ· καὶ γενομένης συμβολῆς πρὸς ἀλλήλους ἐν τοῖς ἐπίκλην Πιττακίοις, ξιφῶν συρέντων, ἀπεχειρίσθη Κληρικός,
10ὡς μάχεται, υἱὸς ὢν Ἰωάννου Κομενταρισίου τοῦ ἐπίκλην Γύλου. Μηνὶ νοεμβρίῳ πολλὴ ἀβροχία ἐγένετο ἐν Κωνσταντινουπό‐ λει, ὡς καὶ πολλὰς μάχας γενέσθαι ἐν τοῖς ὑδρείοις. καὶ βορεῖς δὲ πολλοὺς φυσῆσαι· ἀπὸ γὰρ τῆς ἀρχῆς τοῦ αὐγούστου μηνὸς οὐκ ἐφύσησε νότος, καὶ ὁ τρίτος δὲ στόλος τῶν πλοίων οὐκ εἰσῆλ‐
15θεν, ὥστε καὶ λιτανείας Εὐτύχιον τὸν πατριάρχην ἐπιτρέψαι γε‐ νέσθαι εἰς Ἱερουσαλήμ. Καὶ τῷ αὐτῷ μηνὶ ἐπινίκια ἦλθον ἀπὸ Ῥώμης ἀπὸ Ναρσοῦ τοῦ πατρικίου, ὡς ὅτιπερ παρέλαβε πόλεις ὀχυρὰς τῶν Γότθων, τοῦτ’ ἐστὶ Βεροΐαν καὶ Βρίνκας. ἔπεμψε καὶ τὰς τῶν αὐτῶν
20πόλεων κλεῖς μετὰ καὶ τῶν λαφύρων.492
Chron
.

493

Μηνὶ νοεμβρίῳ ἰνδικτιῶνος ιαʹ ἐμελέτησαν δόλον τινὲς κα‐ τὰ τοῦ αὐτοῦ βασιλέως Ἰουστινιανοῦ τοῦ φονεῦσαι αὐτόν, ὡς κάθηται ἐν τῷ παλατίῳ ἐν ἑσπέρᾳ. οἱ δὲ τὴν σκέψιν τῆς ἐπιβου‐ λῆς μελετήσαντες ἦσαν οὗτοι, Ἀβλάβιος Μελτιάδου καὶ Μάρ‐
5κελλος ὁ ἀργυροπράτης καὶ Σέργιος ὁ ἀνεψιὸς Αἰθερίου τοῦ κουράτωρος. ἡ δὲ μελέτη αὐτῶν ἦν αὕτη, ἵνα, ὡς κάθηται ἐν τῷ τρικλίνῳ ἑσπέρας, εἰσέλθωσι καὶ σφάξωσι τὸν αὐτὸν βασιλέα. ἦσαν γὰρ καὶ ἰδίους ἀνθρώπους στήσαντες κατὰ τόπον, ἵνα γενο‐ μένης τῆς αὐτῆς ἐπιβουλῆς ταραχὴν ποιήσωσιν. ὁ δὲ αὐτὸς
10Ἀβλάβιος ἦν λαβὼν καὶ χρυσίον παρὰ Μαρκέλλου, περὶ τὰς πεντήκοντα τοῦ χρυσίου λίτρας, εἰς τὸ συνεπαμῦναι. καὶ δή, τοῦ θεοῦ οὕτως εὐδοκήσαντος, εἷς ἐξ αὐτῶν τῶν τὴν ἐπιβουλὴν μελετησάντων, Ἀβλάβιος ὁ Μελτιάδου, ἐθάῤῥησεν Εὐσεβίῳ τῷ κόμητι τῶν φοιδεράτων καὶ Ἰωάννῃ τῷ Δομετιόλου τὴν σκέ‐
15ψιν, ὅτι Ἐν τῇ ἑσπέρᾳ βουλόμεθα ἐπιβῆναι τῷ εὐσεβεῖ βασιλεῖ, ὡς κάθηται ἐν τῷ τρικλίνῳ. καὶ φανερωθείσης τῆς ἐπιβουλῆς, εὑρέθη Μάρκελλος ὁ ἀργυροπράτης τῇ αὐτῇ ἑσπέρᾳ ἐν ᾗ τὴν σκέψιν τῆς ἐπιβουλῆς ἔμελλε ποιεῖν εἰσερχόμενος ἐν τῷ παλα‐ τίῳ φορῶν βοῦγλιν, καὶ ὁ τὴν ἐπιβουλὴν φανερώσας Ἀβλάβιος
20ὁμοίως ἀπὸ σπαθίου. καὶ ὡς προγνωσθέντες συνεσχέθη μὲν Μάρκελλος, καὶ ἀστοχήσας τοῦ προσδοκωμένου σύρας τὸ βοῦγ‐ λιν ὃ ἐφόρει ἑαυτῷ ἐπήγαγε πληγὰς τρεῖς, καὶ οὕτως ἐτελεύτησε·
Σέργιος δὲ ὁ ἀνεψιὸς Αἰθερίου προσφυγίῳ ἐχρήσατο ἐν τῇ δε‐493
Chron
.

494

σποίνῃ ἡμῶν τῇ θεοτόκῳ ἐν Βλαχέρναις. καὶ ἐκβληθεὶς ἐκ τῶν ὅρων, ὡς οἷα κατὰ βασιλέως σκεψάμενος, καὶ ἐξετασθείς, κατέ‐ θετο ὅτι καὶ Ἰσάκιος ὁ ἀργυροπράτης ὁ κατὰ Βελισσάριον τὸν πατρίκιον καὶ αὐτὸς σύνοιδε τῇ αὐτῇ ἐπιβουλῇ, καὶ Βῖτος δὲ ὁ
5ἀργυροπράτης καὶ Παῦλος ὁ ὑποπτίων Βελισσαρίου. καὶ ἀμ‐ φοτέρων συσχεθέντων καὶ ἐκδοθέντων Προκοπίῳ, ἐπάρχῳ πό‐ λεως, συγκαθημένων αὐτῷ καὶ συνεξεταζόντων Κωνσταντίνου κοιαίστωρος καὶ Ἰουλιανοῦ ἀντιγραφέως καὶ Ζηνοδώρου ἀσεκρῆ‐ τις, ἐκλαμβάνοντος τὰς αὐτῶν ἀποκρίσεις, κατεῖπον Βελισσαρίου
10τοῦ πατρικίου· καὶ ἐκ τούτου ὑπὸ ἀγανάκτησιν γέγονεν. ἄλλοι δέ τινες τῶν ἐξονομασθέντων φυγῇ ἐχρήσαντο. καὶ τῇ πέμπτῃ τοῦ δεκεμβρίου μηνὸς ὁ αὐτὸς βασιλεὺς ποιήσας σιλέντιον κόμ‐ βεντον κελεύει πάντας τοὺς ἄρχοντας εἰσελθεῖν καὶ τὸν πατρι‐ άρχην Εὐτύχιον καί τινας ἐκ τῶν σχολῶν· καὶ δεξάμενος αὐτοὺς
15ἐν τῷ τρικλίνῳ, κελεύει τὰς τούτων καταθέσεις ἀναγνωσθῆναι καὶ φανερωθῆναι πᾶσι τὰ τῆς ἐπιβουλῆς, λέγω δὴ Σεργίου τοῦ ἀνεψιοῦ Αἰθερίου καὶ Εὐσεβίου τοῦ ἀργυροπράτου καὶ Παύλου τοῦ ὑποπτίωνος καὶ Βίτου. καὶ ἀνεγνώσθησαν αἱ καταθέσεις αὐτῶν, καὶ ἐξ αὐτῶν τῶν καταθέσεων ἠγανακτήθη ὁ πατρίκιος
20Βελισσάριος· καὶ πέμψας ὁ αὐτὸς βασιλεὺς ἐπῆρε πάντας τοὺς ἀνθρώπους Βελισσαρίου, καὶ ἐν οὐδενὶ ἀντέστη ὁ αὐτὸς ἀνήρ.
καὶ ὑπονοηθεὶς Κωνσταντῖνος ὁ κοιαίστωρ καὶ Ἰουλιανὸς ὁ ἀν‐494
Chron
.

495

τιγραφεύς, ὡς, φησίν, ὑπὲρ Αἰθερίου ποιήσαντες, ὡς οἷα καὶ αὐ‐ τοῦ Αἰθερίου συνειδότος τῇ ἐπιβουλῇ· καὶ μεθ’ ἡμέρας ἓξ πά‐ λιν ἐξητάσθησαν οἱ τὴν αὐτὴν ἐπιβουλὴν μελετήσαντες ὑπὸ Μα‐ ρίνου τοῦ κόμητος τῶν ἐξκουβιτόρων καὶ Κωνσταντιανοῦ τοῦ
5στρατηλάτου, καὶ ἔμεινεν ὁ αὐτὸς Βελισσάριος ὑπὸ ἀγανάκτησιν. Καὶ τῷ αὐτῷ μηνὶ προετέθη ἤδικτον περὶ τῶν διακρινομέ‐ νων ἐν διαφόροις ἐκκλησίαις ὑπὸ τοῦ αὐτοῦ βασιλέως ὅτι Οὐ χρὴ μετὰ τὴν ἕνωσιν λέγειν μίαν φύσιν, ἀλλὰ δύο ὁμολογεῖν. Καὶ τῇ αὐτῇ ἰνδικτιῶνι ἐγένοντο τὰ ἐγκαίνια τῆς ἁγιωτάτης
10μεγάλης ἐκκλησίας τὸ δεύτερον. προσετέθη δὲ τῷ τρούλλῳ κα‐ τὰ τὸ παλαιὸν σχῆμα πόδες λʹ, καὶ τὰς δύο καμάρας ἐκ προσθή‐ κης ποιήσαντες, τήν τε ἀρκτῴαν καὶ τὴν μεσημβρινήν. ἐν δὲ τῇ συμπληρώσει τοῦ εἰλήματος Εὐτυχίου τοῦ πατριάρχου κατέχον‐ τος τὸ ἅγιον μεγαλεῖον καὶ τοῦ ὄχλου παρισταμένου ἐψάλλετο,
15Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης, καὶ τὰ λοιπά. Μηνὶ ἰανουαρίῳ ἰνδικτιῶνος ιαʹ ἱπποδρομίου ἀγομένου συ‐ ρεὶς Ἰουλιανικὸς ὁ ἡνίοχος ἐν τῷ ἱπποδρομίῳ τελευτᾷ. Καὶ τῷ αὐτῷ μηνὶ παρελήφθη μέρη τινὰ τῆς Ἀφρικῆς ὑπὸ
20τῶν Μαυριτανῶν· Κουτζίνης γὰρ ὁ ἔξαρχος τοῦ αὐτοῦ ἔθνους ἔθος εἶχε λαμβάνειν ἀπὸ Ῥωμαίων διὰ τοῦ κατὰ καιρὸν ἄρχοντος
πόσον τι χρυσίον, ἐπειδὴ ἦρχε τοῦ ἔθνους τῶν Μαύρων. καὶ495
Chron
.

496

κατελθόντος Ἰωάννου τοῦ ἐπίκλην Ῥογαθινοῦ, καὶ μηδὲν αὐτῷ δεδωκότος κατὰ τὸ πρῴην ἔθος, ἀλλὰ τοὐναντίον καὶ δολοφονή‐ σαντος αὐτόν, ἀνέστησαν τὰ τέκνα τοῦ αὐτοῦ Κουζτίνη, ἐκδικοῦντες τὸ πατρῷον αἷμα. καὶ ἐπαναστάντες τοῖς μέρεσι τῆς Ἀφρικῆς,
5παρέλαβόν τινας τόπους φονεύσαντες καὶ πραιδεύσαντες. ὁ δὲ αὐτὸς βασιλεὺς Ἰουστινιανὸς ἔπεμψε Μαρκιανὸν τὸν ἴδιον αὐτοῦ
ἀνεψιὸν *******496