TLG 2866 015 :: OECUMENIUS :: Fragmenta in epistulam ad Hebraeos (in catenis)

OECUMENIUS Phil. Rhet.
(A.D. 6)

Fragmenta in epistulam ad Hebraeos (in catenis)

Source: Staab, K. (ed.), Pauluskommentar aus der griechischen Kirche aus Katenenhandschriften gesammelt. Münster: Aschendorff, 1933: 462–469.

Citation: Page — (line)

3tHebr 1,4
3 Ἢ τὸ γενόμενος οὐκ ἐπὶ τῆς σαρκὸς ἐκλάβοις, ἵνα μὴ διαιρεῖν νομισθῇς, ἀλλ’ ἐπὶ τοῦ Χριστοῦ τοῦ ἐν μιᾷ φύσει προσκυνουμένου μετὰ
5τῆς σαρκὸς αὐτοῦ· ἅπαξ γὰρ τῆς οἰκονομίας ἐπιλαβόμενος ἀδεῶς τὰ ταπεινὰ φθέγγεται.
7tHebr 1,5
7 Πάλιν καὶ τοῦτο δέξαι ὡς οἰκειουμένου τοῦ πατρὸς τὴν κατὰ σάρκα γέννησιν τοῦ υἱοῦ· τὸ γὰρ ἔσομαι σαφῶς ἐπὶ τοῦ κατὰ σάρκα εἴρηται.
9tHebr 2,9
9Ἰστέον ὅτι οἱ Νεστοριανοὶ παραπταίουσι τῇ γραφῇ καὶ οὕτως
10ἀναγινώσκουσιν· ὅπως χωρὶς θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου, τοῦτο κατασκευάζοντες ὅτι οὕτως ἐνοίκησιν ἔσχεν ὁ Χριστός, φασί, τοῦ θεοῦ λόγου καὶ οὐχ ἕνωσιν, ὅτι σταυρουμένῳ αὐτῷ οὐκ ἦν ἡ θεότης· εἴρηται γάρ, φασί, χωρὶς θεοῦ γεύσηται θανάτου. ἀλλ’ ὅρα πῶς ὀρθόδοξός τις ἀπεκρίθη· πρῶτον μὲν γὰρ
15χάριτι θεοῦ κεῖται. πλὴν εἰ καὶ καθ’ ὑμᾶς χωρὶς θεοῦ εἴρηκεν, οὕτως δεκτέον αὐτό, ὅτι χωρὶς τοῦ θεοῦ ὑπὲρ πάντων τῶν ἄλλων ἀπέθανεν ὁ Χριστός, καὶ γὰρ οὐ μόνον ὑπὲρ ἀνθρώπων ἀλλὰ καὶ ὑπὲρ τῶν ἄνω δυνάμεων ἀπέθανεν, ἵνα λύσῃ τὸ μεσότοιχον τοῦ φραγμοῦ καὶ ἑνώσῃ τὰ κάτω τοῖς ἄνω. τούτῳ ὅμοιον τὸ ἀλλαχοῦ
20εἰρημένον· ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα.
22tHebr 2,14
22Ἡμεῖς οἱ ἐν τέκνοις ἠριθμημένοι θεοῦ κεκοινωνήκαμεν αἵματος
καὶ σαρκός, τοῦτ’ ἔστιν ἐν αἵματι ἐσμὲν καὶ ἐν σαρκὶ καὶ ἐν φθαρτοῖς καὶ462

463

γηΐνοις σώμασιν. ταύτης ἕνεκα τῆς αἰτίας ὁ μονογενὴς τοῦ θεοῦ λόγος ζωὴ κατὰ φύσιν ὑπάρχων μετέσχε τῶν αὐτῶν, καὶ οὐ καθ’ ἕτερον τρόπον ἀλλὰ παραπλησίως ἡμῖν. Πῶς δὲ ἄρχει τοῦ θανάτου; ὅτι τῆς ἁμαρτίας ἄρχων ἐξ ἧς ὁ θάνα‐
5τος, καὶ τοῦ θανάτου ἄρχει· ἤγουν κράτος θανάτου ἡ ἁμαρτία. ἔχων οὖν τὴν ἁμαρτίαν καὶ εὑρετὴς αὐτῆς ὑπάρχων, τὸ κράτος ἔχει τοῦ θανάτου—εἴπομεν γὰρ τὴν ἁμαρτίαν εἶναι τὸ κράτος τοῦ θανά‐ του—ἵνα οὕτως εἴη· διὰ τοῦ οἰκείου θανάτου κατήργησε τὴν ἁμαρτίαν, ὑποχείριον ἔχων τὸν διάβολον, ἥτις ἐστὶν ἰσχὺς καὶ κράτος
10τοῦ θανάτου. εἰ γὰρ μὴ αὕτη κατίσχυσε τοῦ ἀνθρώπου, οὐκ ἂν ὁ θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον.
12tHebr 4,9—10
12 Σαββατισμὸς κατάπαυσις· σάββατον γὰρ κατάπαυσις ἑρμη‐ νεύεται. ὑπολέλειπται οὖν τρίτη τις κατάπαυσις, ἡ τῆς βασιλείας τῶν οὐρανῶν. σαββατισμὸν δὲ αὐτὴν ἐκάλεσεν ἀπὸ τῆς ἀρχετύπου τῆς
15τοῦ σαββάτου καταπαύσεως, ἐν ᾗ κατέπαυσεν ὁ θεὸς ἀπὸ τῶν ἔργων αὐτοῦ.
17tHebr 4,12
17 Τὴν ἐν τοῖς Εὐαγγελίοις ἀπειλουμένην διχοτομίαν οἱ πατέρες ἐξέδωκαν τὴν τελείαν τοῦ ἁγίου πνεύματος ἐγκατάλειψιν. ἡγοῦμαι νῦν τοῦτο εἰρῆσθαι, ὅτι χωρισμὸν ἐργάζεται τοῦ ἁγίου πνεύματος, καὶ
20ἀφαιρεῖται αὐτὸ ἀπὸ τῆς ψυχῆς· οὗ γενομένου πάντα λοιπὸν ἕψεται τὰ χαλεπά.
22tHebr 4,15
22 Ἢ χωρὶς ἁμαρτίας, ὅτι οὐχ ἁμαρτιῶν ἐτίννυε δίκην ταῦτα, φησί, πάσχων.
24tHebr 5,1
24Εἰ δὲ ὁ ἐξ ἀνθρώπων λαμβανόμενος μετριοπαθεῖ τοῖς ἀγνοοῦσι
25καὶ πλανωμένοις, πόσῳ μᾶλλον ὁ μετὰ τοῦ ἄνθρωπος εἶναι καὶ θεὸς ὢν μετριοπαθή‐ σει καὶ χεῖρα ὀρέξει τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις; εἰ δ’ οὐ νοηθείη, καὶ τὸ λαμβανόμενος ἑτοιμότερον ἐκληφθήσεται ἀντὶ τοῦ ἀφοριζόμενος, εἷς ὢν τῶν
ἀνθρώπων καὶ ἐξ αὐτῶν ἱερὰ λαμβανόμενος, φησίν.463

464

(1t)

Hebr 5,6
1 Δηλοῦντος τοῦ λόγου, ὅτι εἰ καὶ μὴ αὐτὸς ὁ Χριστὸς ἀναίμακτον προσήγαγε θυσίαν—προσήγαγε γὰρ τὸ ἑαυτοῦ αἷμα—, ἀλλ’ οἵ γε ἀπ’ αὐτοῦ ἱερεῖς ὧν θεὸς καὶ ἀρχιερεὺς ἀξιοῖ εἶναι, ἀναίμακτον προσοίσουσιν· τοῦτο γὰρ δηλοῖ τὸ εἰς τὸν αἰῶνα. οὐ γὰρ τὴν πρὸς ἅπαξ γενομένην
5ὑπὸ θεοῦ θυσίαν καὶ προσφορὰν εἶπεν ἂν εἰς τὸν αἰῶνα, ἀλλ’ ἀφορῶν τοὺς νῦν ἱερουργοὺς δι’ ὧν μέσον Χριστὸς ἱερουργεῖ καὶ ἱερουρ‐ γεῖται, ὁ καὶ παραδοὺς αὐτοῖς ἐν τῷ μυστικῷ δείπνῳ τὸν τρόπον τῆς τοιαύτης ἱερουργίας.
9tHebr 5,7
9Οὐ διὰ τοῦτο εἶπεν ἡμέρας σαρκὸς τὰς ὅταν ἦν ὁ κύριος ἐπὶ
10γῆς αἰσθητῶς, ὡς νῦν ἀποθεμένου αὐτοῦ τὴν σάρκα. ἄπαγε· ἔχει γὰρ αὐτὴν εἰ καὶ ἄφθαρτον. ἀλλ’ ἡμέρας φησὶ σαρκὸς τὰς ἐν τῇ σαρκικῇ ζωῇ αὐτοῦ ἡμέρας.
13tHebr 5,9
13Ἰδοὺ καὶ θεοπρεπές.
14tHebr 6,2
14Μᾶλλον οὗτοι Ἰουδαϊκώτερον φρονοῦντες διὰ τὸ διαφόρους καὶ
15πολλοὺς ἐν τῷ νόμῳ εἶναι βαπτισμούς, ἠβούλοντο καὶ τὸ τῆς νέας βάπτισμα τὸ τὴν παλιγγενεσίαν δωρούμενον πολλάκις βαπτίζεσθαι διὰ τὸ ἀφέσεως ἁμαρτιῶν πολλάκις ἐθέλειν ἀξιοῦσθαι.
18tHebr 7,25
18 Ἢ τὸ ἐντυγχάνει δέξαι καθὼς τὸ ἔχομεν αὐτὸν παράκλη‐ τον πρὸς τὸν πατέρα. ἐξ αὐτῆς, φησί, τῆς ἐνανθρωπήσεως παρα‐
20καλεῖ καὶ προτρέπεται τὸν πατέρα ἐλεεῖν ἡμᾶς.
20tHebr 8,10
21 Ὅτι γὰρ τοῦτό ἐστιν, ἔνθεν δῆλον. τίς μετέπειθεν εὐχερῶς τινα ἐν τῇ παλαιᾷ ἀποστῆναι τῆς ἰδίας δεισιδαιμονίας; τοὐναντίον μὲν οὖν ἀπὸ
τῆς θεογνωσίας ὁ Ἰσραὴλ εἰς τὴν πλάνην μετετίθετο ἀπειθὴς ὤν.464

465

(1t)

Hebr 9,1—4
1 Ἡ πρώτη ὡς πρὸς τὰ Ἅγια τῶν Ἁγίων, ἐπεὶ οὐκ ἦν πρώτη ἀλλὰ μέση· πρώτη γὰρ ἦν ἔνθα τὸ χαλκοῦν θυσιαστήριον τὸ τῶν θυσιῶν καὶ ὁλοκαυτωμάτων, δευτέρα δὲ αὕτη περὶ ἧς φησιν· ἐν ᾗ ἡ λυχνία καὶ ἡ πρόθεσις τῶν ἄρτων ἐν τῇ τραπέζ,
5τρίτη ἐν ᾗ τὸ χρυσοῦν θυμιατήριον καὶ ἡ κιβωτὸς τῆς θιαθήκης. Τρεῖς ἐσημειωσάμην εἰς τὸ Ὀκτάτευχον σκηνὰς οὔσας· μίαν μέν, περὶ ἧς φησιν τὸ ἅγιον κοσμικόν, ἔνθα ἦν τὸ χαλκοῦν θυσιαστήριον τῶν ὁλοκαυτωμάτων, καὶ παντὶ ἐξῆν τῷ λαῷ εἰσιέναι καὶ τὰς θυσίας
10ἐπιτελεῖν· δευτέραν δὲ ἔνθα τοῖς ἱερεῦσιν ἐξῆν ἀεὶ τὰς λατρείας ἐπιτελεῖν, ἔνθα ἦν ἡ λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων· τρίτη ἔνθα ἦν τὸ θυμιατήριον καὶ ἡ κιβωτὸς ἐν ᾗ ἅπαξ τοῦ ἐνιαυτοῦ εἰσῄει μόνος ὁ ἀρχιερεύς.
14tHebr 9,5—7
14Ἦν γὰρ ἐπάνω τῆς κιβωτοῦ ὡσανεὶ τράπεζά τις τετράγωνος χρυσῆ
15ὅπερ ἱλαστήριον ἐκαλεῖτο, τυποῦσα τὸν Χριστὸν τὸν λεγόμενον ἡμῖν ἱλασμὸν καὶ ἀπολύτρωσιν. ὅρα τὴν ἐν τῇ Ἐξόδῳ παραγραφὴν ἐν τοῖς περὶ τούτων τόποις. Ἐν τῇ Ἐξόδῳ ἐν τοῖς περὶ τούτων τόποις φησὶν ὅτι δὶς τῆς ἡμέρας εἰσῄει ὁ ἀρχιερεὺς ἐν τοῖς Ἁγίοις τῶν Ἁγίων θυμιάσων. γέγραπται γὰρ
20οὕτως· καὶ θυμιάσει ἐπ’ αὐτοῦ—τοῦτ’ ἔστιν ἐπὶ τοῦ χρυσοῦ θυμιατηρίου οὗ ἦν ἐν τοῖς Ἁγίοις τῶν Ἁγίων—Ἀαρὼν θυμίαμα συνθέσεως λεπτῆς τὸ πρωῒ πρω· ὅταν ἐπισκευάζῃ τοὺς λύχνους, θυμιάσει ἐπ’ αὐτο, καὶ ὅταν ἅπτῃ Ἀαρὼν τοὺς λύχνους τὸ ὀψ, θυμιάσει θυμίαμα ἐν‐
25δελεχισμο. πῶς οὖν ὧδέ φησιν ὁ ἅγιος Παῦλος· ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς; καί φαμεν ὅτι μετὰ αἵματος μὲν ἅπαξ εἰσῄει τοῦ ἐνιαυτοῦ, ὡς ἐν αὐτῷ τῷ τόπῳ τῆς Ἐξόδου φησίν, θυμιάσων δὲ δὶς τῆς ἡμέρας. καὶ γὰρ ὧδέ φησιν· οὐ χωρὶς αἵματος, τοῦτ’ ἔστι μετὰ αἵματος, ἵνα ᾖ οὕτως· ἅπαξ τοῦ ἐνιαυτοῦ
30μόνος ὁ ἀρχιερεὺς μετὰ αἵματος, οὐ μετὰ θυμιάματος.465

466

(1t)

Hebr 9,12
1 Ἢ ἐπειδὴ κεφαλὴ τῆς ἀνθρωπότητος ἠξίωσεν εἶναι, τὰ ἡμῖν κατορθωθέντα αὐτῷ κατωρθῶσθαι λέγει ὁ ἀπόστολος.
3tHebr 9,27
3Ἢ ὅτι, ἐπειδὴ καὶ ἄνθρωπος ἦν μετὰ τοῦ εἶναι θεὸς, καὶ αὐτός, φησί, τὸ κοινὸν τῶν ἀνθρώπων ὑπέμεινεν· ὥσπερ γὰρ οἱ ἄνθρωποι
5ἅπαξ ἀποθνῄσκουσιν, οὕτως καὶ ὁ Χριστός.
6tHebr 9,28
6 Ἢ τὸ εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας ἐν τῷ σταυρῷ φησιν, ἵνα καὶ σβέσῃ αὐτάς, διδοὺς τὴν ὑπὲρ αὐτῶν δίκην. Νῦν ἁμαρτίαν αὐτὸν ποιήσας ὁ πατὴρ ἔπεμψεν· καὶ γὰρ ἦν σφόδρα ἁμαρτωλὸς ὁ Χριστός, ὡς τὰς τοῦ παντὸς κόσμου ἀναλαβὼν
10καὶ οἰκειωσάμενος ἁμαρτίας. ἀλλὰ τὴν ἁμαρτωλοῖς προσήκουσαν, δῆτα ὀφειλομένην δίκην δοὺς διὰ τοῦ σταυροῦ, λοιπὸν μετὰ τῆς πατρῴας ἥξει δόξης, οὐκέτι ὡς ἁμαρτωλός, οὐκέτι μετὰ τῶν ἀνόμων καταλογιζόμενος. ὅτι γὰρ ἁμαρτωλὸς ὁ Χριστός, ἄκουε· τὸν γὰρ μὴ γνόντα, φησίν, ἁμαρτίαν ἁμαρτίαν ἐποίησεν,
15οἷον αὐτόχρημα ἁμαρτίαν.
16tHebr 10,1
16 Δύνῃ καὶ οὕτως νοῆσαι· εἴρηται τῷ ἐν ἁγίοις Γρηγορίῳ ἐν τῷ Ἀπολογητικῷ καὶ ἐν τῷ Πρὸς τοὺς πολιτευομένους, τὰ νῦν θεῖα μυστήρια ἀντίτυπα εἶναι μειζόνων μυστηρίων. καὶ πάλιν ἐν τῷ Περὶ ἀναστάσεως· «Μεταληψώμεθα, φησί, τοῦ πάσχα, νῦν μὲν τυπικῶς, εἰς ὕστερον δὲ
20τελεώτερον· τὸ γὰρ νομικὸν πάσχα, τολμῶ καὶ λέγω, τύπου τύπος ἦν». τούτων οὕτως εἰρημένων. οἶδεν ἐν τούτοις ὁ ἀπόστολος σκιὰν καὶ εἰκόνα καὶ μέλλοντα ἀγαθὰ ἃ καὶ πράγματα καλεῖ, τοῦτ’ ἔστιν ἀληθῆ· ὡς γὰρ πρὸς παράθεσιν σκιᾶς καὶ εἰκόνος τὰ πράγματα ἀληθῆ δηλοῖ—καὶ γάρ ἐστιν ἀλήθεια—, σκιὰν μὲν οὖν οἶδε τὰ ἐν
25νόμῳ, εἰκόνα δὲ τὰ ἡμέτερα τῶν Χριστιανῶν, μέλλοντα δὲ ἀγαθὰ καὶ πράγματα ἀληθῆ τὰ ἐν τῷ μέλλοντι αἰῶνι. καὶ γὰρ ὅσον ἀπᾴδει εἰκὼν ἀληθείας, τοσοῦτον εἰκόνος σκιά· ἡ μὲν γὰρ εἰκών, εἰ
καὶ μὴ αὐτὴν ἔχει τὴν ἀλήθειαν, πλὴν μίμημα ἐναργὲς ὑπάρχει τῆς466

467

ἀληθείας καὶ σχῆμα σώζουσα διὰ τῶν χρωμάτων καὶ ἀναλογίαν μελῶν καὶ τὸ χρῶμα τοῦ ὑποκειμένου· ἡ δὲ σκιὰ ἴνδαλμα ἀμυδρόν ἐστι τῆς εἰκόνος, οὐδὲν τούτων ὧν ἡ εἰκὼν ὑποφαίνουσα. καὶ ἡγοῦμαι τὸν ἐν ἁγίοις Γρηγόριον ἐκ τούτων τῶν ἀποστολικῶν ῥητῶν προαχθῆναι εἰπεῖν
5τὰ προκείμενα. ὅμοια δὲ τῷ Γρηγορίῳ καὶ ἄλλοι πλείους εἶπον πατέρες.
6tHebr 10,4
6 Οὐ γὰρ μόνον, φησίν, ἐπὶ ταῖς ἐπιγινομέναις ἁμαρτίαις αἱ θυσίαι προσεφέροντο, ἀλλὰ μᾶλλον ἐπὶ πάσαις, ὡς μὴ ἀφεθείσαις ταῖς ἤδη γενομέναις θυσίαις.
9tHebr 10,21
9Οἶκον θεοῦ τοὺς πιστοὺς λέγει κατὰ τὸ ἐνοικήσω ἐν
10αὐτοῖς καὶ ἐμπεριπατήσω.
10tHebr 10,26
11 Σημαίωσαι ὅτι οὐκ εἶπεν ἁμαρτησάντων, ἀλλὰ τῷ παρατατικῷ ἐχρήσατο, δεῖξαι θέλων τὸ ἄχρι τελευτῆς ἐπιμένειν τῇ ἁμαρτίᾳ· ἔνθεν γὰρ μάλιστα δῆλον ὅτι οὐκ ἀναιρεῖ τὴν μετάνοιαν.
14tHebr 11,4
14Ἢ διὰ τῆς πίστεως. λαλεῖ δὲ τῇ φήμῃ, τῇ δόξῃ, τῇ μνήμῃ.
15tHebr 11,27
15 Ἢ ὅτι οὐκ ἐφοβήθη μὴ τοσοῦτος γένηται ὁ θυμὸς ὡς ἀναζητῆσαι αὐτὸν φεύγοντα· ὅθεν οὐ μακρὰν ἀλλ’ ἐκ νειτόνων ἀπέδρα. τοῦτο δὲ πίστεως ἦν.
18tHebr 11,32
18Ὁ χρόνος ὁ τῇ ἐπιστολῇ, φησίν, ἁρμόδιος, καὶ οἶον ἡ συμμετρία.
19tHebr 12,2
19Ἢ τὸ ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς οὕτω δέξαι
20ὡς καὶ Γρηγόριός φησιν· ᾧ ἐξόν, φησί, μένειν ἐπὶ τῆς ἰδίας δόξης τε467

468

καὶ θεότητος, οὐ μόνον ἑαυτὸν ἐκένωσεν ἄχρι τῆς τοῦ δούλου μορφῆς, ἀλλὰ καὶ σταυρὸν ὑπέμεινεν αἰσχύνης καταφρονήσας. Ἱκανὸς οὖν, φησί, καὶ ἀμείψασθαι ὑμᾶς ὑπὲρ τῶν δι’ αὐτὸν θλίψεων· οὐ γὰρ μόνον ἐσταυρώθη, ἀλλὰ καὶ ἐν δεξιᾷ κάθηται τοῦ
5θεο, τῆς δεξιᾶς καὶ τῆς καθέδρας τὸ ἰσότιμον παριστώσης.
6tHebr 12,9
6 Οὔτε γὰρ ἰσχύουσι δι’ ὅλου παιδεύειν ἡμᾶς, ἵνα τελείους ἐργάσωνται, ὁ δὲ θεὸς ἀεὶ παιδεύων τελείους ποιεῖ· ἢ γὰρ θάνατος τοῦ πατρός, ἢ αὔξησις τοῦ παιδὸς ἵστησι τὴν παιδείαν.
9tHebr 12,17
9Τινὲς οὕτως ἑρμηνεύουσιν· καίτοι μετὰ δακρύων ἐκζη‐
10τήσας τὴν εὐλογίαν, τοῦτ’ ἔστι καὶ τὸ μετανοίας τόπον οὐχ εὗρεν διὰ μέσου.
12tHebr 12,23
12 Πρωτοτόκων δὲ λέγει τοὺς ἁγίους, τοὺς τὸ ἐξαίρετον τῆς παρὰ τοὺς λοιποὺς πιστοὺς υἱοθεσίας ἠξιωμένους, ἀπὸ τῶν παρ’ ἡμῖν πρωτοτόκων οἳ ἐκ τῶν πρωτοτοκίων ἔχουσί τινα πρεσβείαν.
15tHebr 12,27
15 Τὸ ἔτι ἅπαξ δηλοῖ τὸ μετὰ τὸ δεύτερον προσθῆναι ἄλλο ἅπαξ. πρῶτον μὲν γὰρ ἐσείσθη ὁ κόσμος ἐπὶ τῆς ἐν Σινᾷ νομοθεσίας· γῆ γὰρ ἐσείσθη, ὁ Δαυὶδ λέγει. πάλιν ἐπὶ τῆς ἐν σαρκὶ ἐπιδημίας ἐσείσθη ὁ κόσμος· ἐσείσθη γὰρ πᾶσα Ἰερουσαλήμ, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου. σεισμὸν δὲ λέγει
20τὸ οἷον ἐξάκουστον τοῦ κηρύγματος, δι’ οὗ ἐσείσθησαν ἀπὸ τῆς πάλαι ἐν τῇ πλάνῃ στάσεως καὶ μετηνέχθησαν οἱ ἄνθρωποι. οὕτως ὁ Κύριλλος. τὸ δὲ ἔτι ἅπαξ, λέγει, ἐν τῇ δευτέρᾳ αὐτοῦ μετὰ δόξης παρουσίᾳ, ὅταν
μεταποιῇ καὶ ἐναλλάσσῃ τὴν κτίσιν· τότε γὰρ μάλιστα σεισθήσεται ἡ468

469

κτίσις τὸν ὄντως σεισμὸν καὶ πάταγον ἢ τὴν μετάθεσιν τὴν ἀπὸ τοῦ κακοῦ εἰς τὸ ἀγαθὸν τῶν τότε φθανομένων ἀνθρώπων. πρόσχες καὶ τῇ παραγραφῇ τοῦ μακαρίου Κυρίλλου εἰς τὸν Ἀγγαῖον.
4tHebr 12,29
4Ἢ αὐτοὺς πτοῆσθαι θέλει μὴ ἀχαριστεῖν μηδὲ γογγύζειν ἐπὶ ταῖς
5θλίψεσιν, μήπως, φησίν, ὀργιζομένου καὶ τιμωρουμένου τύχητε τοῦ θεοῦ· ἢ παραμυθήσασθαι, ὡς εἰ ἔλεγεν· ἡμεῖς ἐπὶ ταῖς θλίψεσιν εὐχαριστήσομεν, ἔχομεν γὰρ δεσπότην ἐξαναλῶσαι τοὺς ὑπεναντίους
δυνάμενον.469