TLG 2866 013 :: OECUMENIUS :: Fragmenta in epistulam ad Titum (in catenis) OECUMENIUS Phil.
Rhet. Fragmenta in epistulam ad Titum (in catenis) Citation: Page — (line) | ||
9t | Tit 1,12 | |
---|---|---|
9 | Ἐπιμενίδου Κρητὸς μάντεως χρησμός. κέχρηται δὲ καὶ ὁ Καλλίμαχος τῇ | |
10 | χρήσει ἐν τῷ ὑπ’ αὐτοῦ ῥηθέντι εἰς τὸν Δία ὕμνῳ. | |
10t | Tit 1,15 | |
11 | Τί δήποτε οὖν ὁ Ἰουδαίοις δοθεὶς νόμος εἶχεν ἀκαθάρτων παρα‐ τήρησιν; φαμέν· οὐκ ἐπειδὴ ἀκάθαρτα ἦν, οὕτως ἐνομοθέτησεν ὁ θεός, ἀλλὰ ταύτῃ τὴν πολλὴν τρυφὴν καὶ ἀδιαφορίαν τῶν Ἰουδαίων ὑποτεμνόμενος. τὸ γὰρ καθαρὸν καὶ ἀκάθαρτον κυρίως ἀπὸ τῆς τῶν | |
15 | λαμβανόντων διανοίας γίνεται, ἐπεὶ κατὰ φύσιν πάντα καθαρὰ τοῖς μὴ ἀκριβολογουμένοις· τοῖς δὲ τοιούτοις πάντα ἀκάθαρτα· ἀκάθαρτος γὰρ μόνη ἡ ἁμαρτία. | |
18t | Tit 2,3 | |
18 | Τὰς διακόνους λέγει, κατάστημα δὲ τὰ περιβόλαια λέγει. | |
19t | Tit 3,10—11 | |
19 | Καίτοι ἀλλαχοῦ φησιν· μή ποτε δῷ αὐτοῖς ὁ θεὸς μετά‐ | |
20 | νοιαν. πῶς οὖν ὧδε παραιτεῖσθαι κελεύει; ἐκεῖ περὶ τῶν ἐλπίδα | |
ἐχόντων διορθώσεως λέγει, ὧδε δὲ περὶ τῶν ἀνίατα νοσούντων. | 461 |