TLG 2866 011 :: OECUMENIUS :: Fragmenta in epistulam i ad Timotheum (in catenis)

OECUMENIUS Phil. Rhet.
(A.D. 6)

Fragmenta in epistulam i ad Timotheum (in catenis)

Source: Staab, K. (ed.), Pauluskommentar aus der griechischen Kirche aus Katenenhandschriften gesammelt. Münster: Aschendorff, 1933: 458–460.

Citation: Page — (line)

15t1 Tim 3,16
15 Καὶ ποίαν ἐδικαιώθη δικαιοσύνην ἡ αὐτοδικαιοσύνη καὶ ἀπολύτρωσις, ὁ τῆς δικαιοσύνης ἥλιος κατὰ τὸν προφήτην Μαλαχίαν; ὃ δηλοῖ τὴν ἀκραιφνεστάτην καὶ καθαρωτάτην δικαιοσύνην, τὴν ἐκπλήρωσιν δηλονότι τῶν νομικῶν δικαιωμάτων περὶ ὧν ἔλεγε καὶ Ἰωάννῃ· ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν
20πληρῶσαι πᾶσαν δικαιοσύνην. ἐπειδὴ γὰρ καὶ περὶ βαπτι‐ σμάτων ἐνετείλατο ὁ νόμος, ἦλθεν ἐν Ἰορδάνῃ καὶ τούτους πληρῶσαι, ὥσπερ ἀμέλει τὴν περιτομὴν καὶ τὰς ὑπὲρ τῶν πρωτοτοκίων προσφοράς. τί δὲ βούλεται τὸ ἐν πνεύματι; πνεύματι δουλείας ἦν κατεσφιγμένος ὁ Ἰσραὴλ διὰ τοῦ κολάζοντος νόμου· οὐ γὰρ εἶχε τὸ
25πνεῦμα τῆς υἱοθεσίας· τοῦτο γὰρ Χριστιανοῖς δεδώρηται, καθώς φησι458

459

καὶ ὁ Παῦλος· ἡ δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν μήτηρ πάντων ἡμῶν. λέγει οὖν· εἰ καὶ τὰς νομικὰς ἐπλήρου δικαιοσύνας, ἀλλ’ οὐ τῷ τῆς δουλείας πνεύματι—πῶς γὰρ ὁ καὶ τοὺς ἄλλους ἐλευθερῶν; —ἀλλὰ τῷ ἁγίῳ πνεύματι τῷ τῆς
5υἱοθεσίας, ὅπερ ἔλαβε κατὰ τὸ ἀνθρώπινον, ἡμῖν τὸ δῶρον προξενῶν ὁ γνήσιος υἱὸς καὶ οὐχ ἑαυτῷ, ὥσπερ ἀμέλει καὶ ηὔχετο, τὰς ἡμῶν εὐχὰς εὐπροσδέκτους ποιῶν, καὶ ναὸν τὸ οἰκεῖον ἐκάλει σῶμα, ναοὺς ἡμᾶς θεοῦ γενέσθαι προξενῶν.
9t1 Tim 5,4
9Τοῦτ’ ἔστι διατιθέναι καλῶς.
10t1 Tim 5,9
10Φασὶ δὲ τὰς εἰς τὸ χηρικὸν τεταγμένας λέγειν.
10t1 Tim 5,10
11 Οὐ λέγει· εἰ ἔσχε τέκνα, ἀλλ’· εἰ ἔθρεψεν αὐτὰ κατὰ λόγον θεοῦ, εἰ ἤγαγεν αὐτὰ δεόντως· ἐξαίρετον γὰρ δεῖ νοεῖν τοῦτο εἰρῆσθαι περὶ τὰς χήρας.
13t1 Tim 5,13
13 Πῶς δὲ ἀργαὶ μανθάνουσιν; ἔχουσαι τοὺς ἐπεισάκτους ἄνδρας χορηγοῦντας αὐταῖς τὰ πρὸς τὴν χρείαν, τῶν μὲν ἔργων
15ῥᾳθυμοῦσιν, ὅπως δὲ εὐπρόσωποι τοῖς ἀνδράσι δόξωσιν ἐπιμελοῦνται.
16t1 Tim 5,21
16Ἢ τὸ ὂν εἶπεν, ἢ πρὸς ἀντιδιαστολὴν τῶν ἀπορριφέντων.
17t1 Tim 5,24—25
17 Οἶδα τοιαύτην παρά τινι τῶν ἁγίων ἀναγνοὺς ἑρμηνείαν· ὧν μέν, φησί, προάγουσιν αἱ ἁμαρτίαι, οὗτοι πᾶσίν εἰσι πρόδηλοι· ἔστωσαν τοιγαροῦν καὶ σοί. οἷς δὲ ἐπακολουθοῦσιν, τούτους σὺ
20φυλάξῃ τῷ προορατικῷ ὀφθαλμῷ. εἴ τι οὖν παρὰ τοῦτο ποιήσεις, κοινω‐ νήσεις ταῖς ἁμαρτίαις. ὁ δέ γε μακάριος Βασίλειος οὕτως ἡρμήνευσεν, ὡς οὐδὲν τοῦ κεφαλαίου πρὸς χειροτονίαν συντείνοντος· οἵτινες, φησίν, αὐτοὶ ἥμαρτον, μόνοι τὰς ἁμαρτίας ἔχουσιν ἐπὶ κρίσιν προαγού‐
σας. ὅσοι δὲ καὶ μετὰ τὸ ἔνθεν ἀπελθεῖν ἑτέροις καταλελοίπασι459

460

προφάσεις ἁμαρτιῶν, οἷον ὁ Νεστόριος καὶ οἱ λοιποὶ αἱρετικοί, τούτοις καὶ ἀπελθοῦσιν ἐντεῦθεν ἐπακολουθοῦσιν αἱ ἁμαρτίαι· τῶν γὰρ δι’ αὐτοὺς σφαλλομένων καὶ ἐκείνοις αἱ ἁμαρτίαι λογίζονται, ὡσαύ‐ τως δὲ καὶ τὰ καλὰ ἔργα, τοῦτ’ ἔστι παραπλησίως. ὅσα, φησίν,
5εἴρηται περὶ ἁμαρτιῶν, ταῦτα δέξαι καὶ ἐπὶ τοῖς καλοῖς ἔργοις· εἰσὶ γὰρ οἳ πρόφασις γεγόνασιν ἑτέροις σωτηρίας. τούτων οὖν αἱ κατορθώσεις καὶ τοῖς τὰ σπέρματα δεδωκόσιν ὑπολογίζονται.
8t1 Tim 6,16
8μόνος ἔχων ἀθανασίαν. ἐρωτηματικῶς· πῶς φησι περὶ τοῦ θεοῦ· ὁ μόνος ἔχων ἀθανασίαν, ὁπότε καὶ ἄγγελοι καὶ
10ψυχαὶ καὶ δαίμονες ἔχουσιν ἀθανασίαν; ὁ οὖν λέγων· ὁ μόνος ἔχων ἀθανασίαν περὶ τοῦ θεοῦ, ἢ ἀφαιρεῖται τῶν εἰρημένων τὴν ἀθανα‐ σίαν, ἢ ψεύδεται. ἐροῦμεν ὅτι οὗτοι περὶ ὧν ὁ λόγος, οὐκ ἔχουσιν ἀθανασίαν, ἀλλὰ μετέχουσιν ἀθανασίας· οὐ γὰρ φύσει ἔχουσιν, ἀλλὰ μετέχουσιν αὐτῆς· ἀπὸ θεοῦ γὰρ αὐτοῖς τοῦτο δεδώρηται· θεὸς γάρ
15ἐστιν οὗ πάντες μετέχομεν, ὥσπερ τῶν ἄλλων τῶν πρὸς τὸ κρεῖττον
νοουμένων, οὕτω δὴ καὶ ἀθανασίας.460