|
TLG 2866 010 :: OECUMENIUS :: Fragmenta in epistulam ii ad Thessalonicenses (in catenis) OECUMENIUS Phil.
Rhet. Fragmenta in epistulam ii ad Thessalonicenses (in catenis) Citation: Page — (line) | ||
| 17t | 2 Thess 1,3 | |
|---|---|---|
| 17 | Ἢ ὅτι, τοῦτο γάρ φησι, δίκαιόν ἐστι νοήσεις· ἢ τὸ μεγάλως ἐξακουστέον, ἵνα ᾖ· μεγάλως καθὼς ἄξιον τῷ μεγάλα παρέχοντι. | |
| 19t | 2 Thess 1,7 | |
| 19 | Ὡσεὶ εἶπεν· μετὰ τῶν ἀγγέλων τῶν διαφερόντων τῇ δυνάμει αὐτοῦ, | |
| 20 | ἢ ὡς τῶν ἀγγέλων δυνατῶν ὄντων. ἵνα τὴν σύνταξιν ἀμείψῃς, μετὰ τῆς δυνάμεως, φησί, τῶν ἀγγέλων αὐτοῦ, τοῦτ’ ἔστι μετὰ τῶν δυνατῶν αὐτοῦ ἀγγέλων. | |
| 23t | 2 Thess 1,10 | |
| 23 | Θαυμασθήσεται δὲ ὁ θεός, ἐπειδὴ ἐπιστεύθη ἐφ’ ὑμᾶς | |
| ἡ διαμαρτυρία αὐτοῦ καὶ τὸ κήρυγμα ἡμῶν. καὶ πῶς ἐκ τοῦ | 457 | |
458 | πιστεῦσαι αὐτοὺς τῷ κηρύγματι αὐτῶν μέλλει ὁ θεὸς θαυμάζεσθαι; ὅτι εἰ μὴ ἠκούσατε ἡμῶν, φησίν, οὐκ ἠμέλλετε τοσούτων ἀγαθῶν ἀξιοῦσθαι, μὴ ἀξιούμενοι δὲ οὐδὲ πρόφασιν δοξολογίας καὶ θαύματος τῷ Χριστῷ παρέσχετε ἐφ’ οἷς ὑμᾶς ἐδόξασεν. | |
| 5 | Ἐν γὰρ τῇ τότε ἡμέρᾳ γενήσεται φανερὸν ὅτι ἐπιστεύσατε· νῦν γὰρ πολλοὶ καὶ ὑποκρίνονται τὴν πίστιν. | |
| 7t | 2 Thess 2,8 | |
| 7 | Ἢ τὸ ἅγιον πνεῦμα. | |
| 8t | 2 Thess 2,9—10 | |
| 8 | Ἢ ἐν παντὶ πράγματι ἀπατῆσαι καὶ ἀδικῆσαι τοὺς πιστεύοντας δυναμένῳ· ἤ, ὡς εἴρηται, ἐν φαντασίᾳ καὶ δοκήσει τὰ σημεῖα ποιήσει. | |
| 10t | 2 Thess 3,5 | |
| 10 | Ὁ μακάριος Βασίλειος ἐν τοῖς Πρὸς Ἀμφιλόχιον τοῦτο σημειοῦται, ὅτι τῷ πνεύματι εὔχεται ὁ Παῦλος· ποῖος γὰρ κύριος παρὰ τὸ πνεῦμα ἤμελλε κατευθύνειν τὰς καρδίας αὐτῶν εἰς τὴν ἀγάπην τοῦ θεοῦ καὶ πατρὸς καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ; | |
| οὐδεὶς δὲ εὔχεται πλὴν θεῷ. | 458 | |