TLG 2866 009 :: OECUMENIUS :: Fragmenta in epistulam i ad Thessalonicenses (in catenis)

OECUMENIUS Phil. Rhet.
(A.D. 6)

Fragmenta in epistulam i ad Thessalonicenses (in catenis)

Source: Staab, K. (ed.), Pauluskommentar aus der griechischen Kirche aus Katenenhandschriften gesammelt. Münster: Aschendorff, 1933: 456–457.

Citation: Page — (line)

456

(1t)

1 Thess 1,3
1 Ἢ ἔργον πίστεώς φησι τὸ μὴ μόνον λόγοις ἀλλὰ καὶ ἔργοις δεικνύειν τὴν πίστιν, ὅτι ὑπὲρ τῆς τοῦ θεοῦ ἢ τῆς ἐμῆς, φησίν, ἀγάπης καὶ κόπους καὶ κινδύνους ὑπεμείνατε· τοῦτο γὰρ τὸ ὄντως ἀγαπᾶν, τὸ πάντα ὑπὲρ τοῦ ἀγαπωμένου πάσχειν ἀνέχεσθαι.
5t1 Thess 2,2
5Ἐν τῷ θεῷ ἡμῶν θαρρήσαντες, φησίν.
6t1 Thess 2,13
6 Ἢ ἐνεργεῖ ἐν ὑμῖν, τοῦτ’ ἔστι τὴν οἰκείαν δύναμιν ἐπιδείκνυσιν, ἴσως διὰ σημείων τινῶν· ἢ ἐνεργεῖται, τοῦτ’ ἔστιν αὔξει διὰ τοῦ ὑμετέρου βίου.
9t1 Thess 2,16
9Ταῦτα δὲ καὶ πάλαι ἐπὶ τῶν προφητῶν καὶ νῦν ἐπὶ Χριστοῦ καὶ ἐφ’ ἡμῶν
10ἔπραξαν, ἵνα πάντοτε ἀναπληρωθῶσιν αἱ ἁμαρτίαι αὐτῶν· ἐπειδὴ γὰρ πάντοτε ταῦτα ἔπραττον, πάντοτε ἀνεπλήρουν τὰς ἁμαρτίας αὐτῶν.
12t1 Thess 3,2
12Ἡ γὰρ παράκλησις ὑπὲρ τοῦ μὴ σαλευθῆναι εἰς τὴν πίστιν ἐγίνετο.
12t1 Thess 3,3
12 Σαίνεσθαι δὲ οἷον θορυβεῖσθαι καὶ ταράττεσθαι· ἀπὸ μετα‐ φορᾶς τῶν τὰς οὐρὰς ταρασσόντων κυνῶν.
15t1 Thess 3,9
15 Εἰκότως ἔμπροσθεν τοῦ θεοῦ χαίρομεν· αὐτὸς γὰρ ταύτης ἡμῖν τῆς χαρᾶς αἴτιος καὶ αὐτοῦ τὸ δῶρον.
17t1 Thess 4,10a
17Διὰ τοῦτο γὰρ οὐ χρείαν ἔχομεν γράφειν, ὅτι οὐ δεῖσθε περὶ τούτου
ὑπομνήσεως, ἀλλὰ ποιεῖτε αὐτό.456

457

(1t)

1 Thess 4,10b
1Μακεδονίας γὰρ μητρόπολις ἡ Θεσσαλονίκη.
2t1Thess 4,14
2 Τί οὖν, εἴποι τις ὡς πρὸς τὴν δευτέραν ἐξήγησιν, μερικὴ ἔσται ἡ ἀνάστασις, ὡς τῶν ἀπίστων μὴ ἀνισταμένων; οὐ τοῦτο, ἀλλ’ ὅτι πάντες μὲν ἀναστήσονται, οὐ πάντες δὲ ἀχθήσονται· τὸ γὰρ ἀχθῆναι τὴν
5μετὰ τιμῆς πανταχόθεν ἐν νεφέλαις ἁρπαγὴν καὶ ἀγωγὴν τὴν πρὸς τὸν κριτὴν δηλοῖ. οἱ μὲν γὰρ πιστοὶ καὶ οὐκ ἐπίπλαστον ἔχοντες τοῦτο τὸ ὄνομα ἐν νεφέλαις ἁρπαγήσονται εἰς ἀπάντησιν τοῦ Χριστο, οἱ δὲ ἄπιστοι κάτω περιμενοῦσιν αὐτὸν ἐρχόμενον μὴ ἀξιούμενοι ἀπαντῆσαι. διὰ τί γὰρ μὴ εἶπεν· ἵνα τιμωρηθῆτε ὡς μὴ
10ὁμολογοῦντες ἀνάστασιν; ἢ ὡς ὡμολογημένον τοῦτο παρείασεν, καί φησιν· ἵνα μὴ μετὰ τῆς τιμωρίας τῆς ἐκεῖ καὶ τὰ ἐνταῦθα λυπῆσθε. ἢ ὅτι τῇ μὲν ἀναστάσει οὐκ ἠπίστουν—καὶ δηλοῖ τὸ περὶ τῶν χρόνων αὐτοὺς ἀμφιβάλλειν, ὅπερ κάτω φησίν—ἀλλὰ μόνον ἠδημόνουν ἐπὶ τοῖς τελευτῶσιν.
15t1 Thess 4,15
15Ἴσως καὶ τοῦτο ἓν ἦν τῶν ἀρρήτων· πάντα δὲ οὐκ ἐξῆν, τοῦτο
δὲ ἐξῆν λαλῆσαι.457