TLG 2866 007 :: OECUMENIUS :: Fragmenta in epistulam ad Philippenses (in catenis)

OECUMENIUS Phil. Rhet.
(A.D. 6)

Fragmenta in epistulam ad Philippenses (in catenis)

Source: Staab, K. (ed.), Pauluskommentar aus der griechischen Kirche aus Katenenhandschriften gesammelt. Münster: Aschendorff, 1933: 452–453.

Citation: Page — (line)

10tPhil 1,19
11Σωτηρίαν δέ φησι τὸ ὅσον οὐδέπω μαρτύριον.
12tPhil 1,24
12 Καὶ κατ’ ἄλλο δὲ νοήσεις τὸ ἀναγκαιότερον· ὅτι τὸ προσάγειν Χριστῷ διὰ τῆς πίστεως πλείονας πλεῖον αὐτὸν ᾠκείου τῷ Χριστῷ.
14tPhil 2,2
14Ἢ καὶ περὶ τοῦ δόγματος λέγει.
15tPhil 3,8
15 Δύνῃ καὶ κατ’ ἄλλο σκύβαλα νοῆσαι τὸν νόμον· τὸ γὰρ σκύβαλον κτηνώδης ἐστὶ τροφή, καὶ ὁ νόμος τοίνυν μετὰ τὴν πίστιν ἀλογωτέροις ἀνθρώποις ἐστὶν παραφυλακή. διὰ τί δὲ ὅλως ἥγησαι αὐτὸν ζημίαν καὶ σκύβαλα, ὦ Παῦλε; ὅτι ἐπὶ πολὺν χρόνον, φησίν, ἐζημίωσέ με Χριστοῦ τῷ γράμματι παρακαθήμενον, οὐχ ὅτι νῦν ἐζημιοῦτο ἐξ αὐτοῦ
20—ᾔδει γὰρ αὐτῷ πνευματικῶς χρήσασθαι—ἀλλὰ περὶ τῆς ζημίας452

453

ἐκείνης φησὶ τῆς πρὸ τῆς πίστεως αὐτοῦ· καὶ γὰρ καὶ μετὰ τὸ παρελθεῖν τὴν ζημίαν ζημιώσασαν ἡμᾶς, ἔτι αὐτῆς μεμνημένοι ζημίαν αὐτὴν καλοῦμεν. ὅρα γὰρ πῶς ἀσφαλῶς εἶπεν· ἡγοῦμαι αὐτὸν ζημίαν διὰ τὸ ὑπερβάλλον τῆς γνώσεως Χριστο, ὡσεὶ εἶπεν·
5φύσει μὲν οὐκ ἔστι ζημία, ἀλλ’ ἐπειδὴ δῆθεν φυλάττων αὐτὸν οὐκ ἐπεγίνωσκον τὸν Χριστόν, εἰς ζημίαν μοι ἐγένετο. Εἰ γάρ, φησίν, ἀντιπαραθείη τις τὴν τοῦ νόμου σωματικὴν παρα‐ φυλακὴν πρὸς τὴν τοῦ Χριστοῦ γνῶσιν, ζημίαν εὑρήσει τὸν νόμον· τοσαύτη διαφορὰ τῆς Χριστοῦ, φησί, γνώσεως.
10tPhil 3,14
10 Ἀνέγνωμεν δὲ ἔν τισιν ἀντιγράφοις· εἰς τὸ βραβεῖον τῆς ἀνεγκλη‐ σίας τοῦ θεοῦ ἐν Χριστῷ Ἰησο. καὶ εἴη ἂν ἐκεῖ τῆς λέξεως ὁ νοῦς τοιοῦτος· τὸ βραβεῖόν ἐστι βραβεῖον ἀνεγκλησίας, ὥστε μηδαμῶς ἐγκλήματι τῷ ἀπὸ θεοῦ ἐμπίπτειν τὸν καταλαβόντα τὸ διωκόμενον καὶ τυχόντα τοῦ σκοποῦ καὶ ἐπιλαβόμενον τοῦ βραβείου.
16tPhil 3,19
15 Καλῶς τὸ τέλος εἶπεν ἀπώλειαν· ἐὰν γάρ, φησίν, ἄχρι τέλους μείνωσι τοιοῦτοι· εἰκὸς γὰρ ἦν καὶ μεταβληθῆναι αὐτούς.
17tPhil 3,20—21
17 Ὅρα δὲ πόσην οἶδεν ὁμογνωμοσύνην τῆς ἁγίας τριάδος, ὅτι ἄνω τὸν υἱὸν ὑποθέμενος τὴν ἐναλλαγὴν τοῦ σώματος ἡμῶν ποιεῖσθαι, νῦν τὸν πατέρα τοῦτο ποιεῖν λέγει. ἆρα δέ, ἐὰν οὕτω νοήσωμεν, μὴ
20τολμηρόν ἐστιν ὅτι ὁ υἱὸς τοῦτο ποιήσει κατὰ τὴν δύναμιν αὐτοῦ, ἐκείνην ἐν ᾗ ὑπέταξε τῷ ἰδίῳ σώματι τὰ πάντα; ἀλλ’ εἰ οὕτω νοήσομεν, δέος ἐστὶ μὴ δόξωμεν διαιρεῖν μετὰ τὴν ἕνωσιν, τὴν μίαν σεσαρκωμένην
τοῦ θεοῦ λόγου φύσιν.453