TLG 2866 006 :: OECUMENIUS :: Fragmenta in epistulam ad Ephesios (in catenis)

OECUMENIUS Phil. Rhet.
(A.D. 6)

Fragmenta in epistulam ad Ephesios (in catenis)

Source: Staab, K. (ed.), Pauluskommentar aus der griechischen Kirche aus Katenenhandschriften gesammelt. Münster: Aschendorff, 1933: 448–452.

Citation: Page — (line)

5tEph 1,17
5 Ὁ ἐν ἁγίοις Γρηγόριος ἐν τῷ Περὶ υἱοῦ λόγῳ, ὡς νομίζω, τὰ δύο εἰς τὸν Χριστὸν ἐδέξατο· πατέρα μὲν τοῦ λόγου, θεὸν δὲ τοῦ προσλήμματος, ἵνα ἐκ θεότητος καὶ ἀνθρωπότητος ἐν μίᾳ φύσει δείξῃ τὸν Ἐμμανουήλ.
9tEph 1,22
9Ἢ ὑπὲρ ἀγγέλους, φησί, καὶ ἀρχαγγέλους αὐτὸν τὸν υἱὸν ἔδωκε
10κεφαλήν· ἢ τὸν ὄντα ὑπὲρ πάντα τὰ ὁρώμενα καὶ νοούμενα Χριστόν, ἢ ὑπὲρ πάντα τὰ ἀγαθὰ τοῦτο πεποίηκεν, τὸ τὸν υἱὸν δοῦναι κεφαλήν.
13tEph 2,2
13 Ἢ ἀπολελυμένως νόησον, ὅτι ἐν τῷ νῦν, φησί, κόσμῳ περιεπατήσατε ἐν ἁμαρτίαις.
15 Ὥστε κατὰ τὸ νόημα τοῦτο, ὃ μᾶλλον καὶ ὁ ἅγιος Κύριλλος καὶ ὁ ἅγιος Ἰωάννης δέχεται, καὶ ἄρχων μέν ἐστι τῶν μετ’ αὐτοῦ πεσόντων, ἡμῶν δὲ οὐκ ἄρχει οὔτε ἦρξεν, ἀλλὰ μόνον ἐνεργε· ἐξὸν δὲ ἡμῖν μὴ δέξασθαι αὐτοῦ τὴν ἐνέργειαν.
19tEph 2,3
19Ὡσεὶ εἶπεν· σωματικῶς καὶ ψυχικῶς ἁμαρτάνοντες.
20tEph 2,5
20Νῦν μὲν τῇ δυνάμει, ὕστερον δὲ καὶ ἐνεργείᾳ.448

449

(1t)

Eph 2,12
1 Καὶ ξένοι, φησί, τῶν διαθηκῶν, ἢ τοῦ νόμου ἢ τῆς πρὸς αὐτοὺς ἐπαγγελίας.
3tEph 3,10
3 Πρὸ τῶν τῆς ἐνανθρωπήσεως τοῦ σωτῆρος ἡμῶν χρόνων ἁπλῆν ἐγίνωσκον αἱ οὐράνιαι δυνάμεις τὴν σοφίαν τοῦ θεοῦ, ἐκ μόνου τοῦ
5δυνατοῦ κατορθουμένην· ὁ γὰρ τῇ ὁρμῇ τοῦ οἰκείου θελήματος οὐσιώσας τὰ πάντα θεὸς δυνάμει ἀκαταλήπτῳ διετήρει πρὸς διαμονὴν τὰ δη‐ μιουργηθέντα, καὶ οὐδὲν ἦν ποικίλον, ἀλλ’ οἷον ἐθεωρεῖτο τοιοῦτον ὑπῆρχεν. νῦν δέ γε διὰ τῆς εἰς τὴν ἐκκλησίαν καὶ τὸ ἀνθρώπινον γένος οἰκονομίας οὐκέτι μόνον ἁπλῆ ἀλλὰ καὶ πολυποίκιλος ἐγνώσθη ἡ
10σοφία τοῦ θεο, διὰ τῶν ἐναντίων τὰ ἐναντία κατορθοῦσα· διὰ θανάτου ζωήν, διὰ ἀτιμίας δόξαν, διὰ σταυροῦ τρόπαιον, διὰ πάντων τῶν εὐτελῶν τὰ θεοπρεπῆ. διὰ οὖν τῆς εἰς ἡμᾶς οἰκονομίας τῆς ἐν τῇ ἐν‐ ανθρωπήσει γενομένης πολυποίκιλος ἐγνώσθη ἡ σοφία καὶ ἡ δύναμις τοῦ θεοῦ ταῖς οὐρανίαις δυνάμεσιν. —Οὕτως ὁ ἐν ἁγίοις
15Γρηγόριος ἐν τῇ ὀγδόῃ ὁμιλίᾳ τῆς ἑρμηνείας τῶν Ἀσμάτων διασαφηνί‐ ζων λέγει.
17tEph 3,21
17 Ἢ ὅτι τῇ ἐκκλησίᾳ ἐπεύχεται ὥστε διατηρεῖν ἀεὶ τὴν δοξολογίαν τοῦ θεοῦ καὶ μήποτε παρατραπῆναι. τὸ δὲ ἐν Χριστῷ Ἰησοῦ ἢ σὺν Χριστῷ Ἰησοῦ νόει, ἢ νοήσεις διὰ Χριστοῦ Ἰησοῦ, διὰ τὴν σάρκα τοῦτο
20νοῶν εἰρῆσθαι, ὃ καὶ ἀποδεκτέον ἡμῖν.
20tEph 4,10
21 Καὶ γὰρ καὶ γυμνῇ πάλαι τῇ θεότητι πάντα ἐπλήρωσεν· καὶ σαρκωθείς, ἵνα τὰ πάντα καὶ μετὰ σαρκὸς πληρώσ, κατέβη καὶ ἀνέβη.
24tEph 4,13
24Πλήρωμα Χριστοῦ φησι τὴν περὶ τοῦ Χριστοῦ ὁλοτελῆ
25γνῶσιν καὶ πίστιν, οἷον ὅτι ἐκ παρθένου σάρκα ἔλαβεν, ὅτι ἐκ θεότητος449

450

καὶ ἀνθρωπότητος εἰς μίαν ὑπάρχει φύσιν. ἵνα μὴ ἀκούσας ἄνδρα τέλειον καὶ μέτρον ἡλικίας τὴν σωματικὴν νοήσῃς, ἐπήγαγε τοῦ πληρώματος τοῦ Χριστο, ὡσεὶ ἔλεγεν· μέχρις οὗ εἰς τελειότητα φθάσωμεν τῆς ὁλοτελοῦς τοῦ Χριστοῦ πίστεως καὶ γνώσεως.
5tEph 4,16
5 Ὅρα τί κἀγὼ ἐνόμισα—οὔτε γὰρ ἐχώρησα τὰ τοῦ μακαρίου Ἰω〈άννου〉 ἕξει νοῆσαι—· ἐξ ο, Χριστοῦ, πᾶν τὸ σῶμα τῆς ἐκκλησίας συναρμολογούμενον αὐτῷ καὶ συμβιβαζό‐ μενον, τοῦτ’ ἔστι συγκεκολλημένον αὐτῷ καὶ προσηνωμένον ὡς ἰδίᾳ κεφαλῇ—ἐξ αὐτοῦ γὰρ ἡμῖν τὸ κεκολλῆσθαι αὐτῷ—, κεκολλημένον
10δὲ διὰ πάσης ἁφῆς, τοῦτ’ ἔστιν αἰσθήσεως, τῆς ἐπιχορηγίας κατ’ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους, τοῦτ’ ἔστι διὰ τῆς κατ’ ἐνέργειαν Χριστοῦ ἐπιχορηγίας τοῦ ἁγίου πνεύματος τῆς κατὰ τὸ μέτρον καὶ τὴν τῆς ὑποδοχῆς δύναμιν ἑνὸς ἑκάστου μέλους τοῦ Χριστοῦ γινομένης, τὴν αὔξησιν τοῦ σώματος τοῦ
15Χριστοῦ, τοῦτ’ ἔστι τῆς ἐκκλησίας, ποιεῖται. αὔξησιν δὲ δηλαδὴ πνευματικήν· διὰ γὰρ τῆς ἐπιχορηγίας τοῦ ἁγίου πνεύματος αὔξεται εἰς μέτρον τέλειον πνευματικῆς ἡλικίας ἡ ἐκκλησία, εἴτε διὰ χαρισμάτων, εἴτε διὰ γνώσεως, εἴτε διὰ πίστεως. Ἐν ἀγάπ, ᾗ αὐτὸς ἡμᾶς ἀγαπᾷ· διὰ γὰρ τὸ ἀγαπᾶν ἡμᾶς,
20φησί, ταῦτα ποιεῖ.
20tEph 4,26
21 Ἤκουσά τινων ἑρμηνευσάντων· μία, φησίν, ἀναμάρτητος ὀργὴ ἡ πρὸς τοὺς δαίμονας καὶ τὰ πάθη. Ἢ ὅτι τοῦ ἄνω ἤρτηται, μὴ ἐπιδυέτω, φησίν, ὁ ἥλιος ἐπὶ τῷ παροργισμῷ ὑμῶν, ἵνα μὴ δῶτε χώραν τῷ διαβόλ,
25διὰ τῶν κατὰ τὴν νύκτα λογισμῶν πλεῖον ὑμᾶς ἐκκαίειν κατὰ τῶν ἀδελφῶν.
27tEph 4,30
27Ὥσπερ γὰρ δήλους ποιῶν ἡμᾶς ὅτι ἐσμὲν θεοῦ λαός, ἐσφράγισεν
ἡμᾶς ἐν τῷ βαπτίσματι· αὕτη γὰρ ἡ ἡμέρα τῆς ἀπολυτρώσεως.450

451

(1t)

Eph 5,16
1 Ἢ οὕτως· ὁ καιρὸς οὐκ ἔστιν ἡμῖν βέβαιος· πάροικοι γάρ ἐσμεν. ἀγόρασον οὖν αὐτὸν καὶ ποίησον αὐτὸν ἴδιον. πῶς δὲ ἔσται τοῦτο; διὰ τοῦ ἐν αὐτῷ εὐαρεστῆσαι τῷ θεῷ· τότε γὰρ οὗτος ἴδιος γίνεται, ὅτι αἱ ἐν αὐτῷ πράξεις καλαὶ ἐπακολουθοῦσιν ἐκεῖ δοξάζουσαι, ὥσπερ
5αἱ κακαὶ κατακρίνουσαι.
6tEph 5,18
6Ὁ γὰρ οἶνος πρὸς εὐφροσύνην, οὐ πρὸς μέθην δέδοται.
7tEph 5,20—21
7 Διὰ γὰρ τοῦ ὀνόματος τοῦ Χριστοῦ πάντα ἡμῖν ὑπάρχει. Ὅταν γὰρ ἕκαστος ἑκάστῳ εἴη ὑποτεταγμένος, καὶ μὴ διὰ πρᾶγμα κοσμικὸν ἢ ἄτοπον, ἀλλὰ διὰ φόβον Χριστο, τί ἔσται λοιπὸν ἐν
10μέσῳ κακόν;
10tEph 5,24
11Τὸ ἅπαν πλῆθος· ἐν γὰρ τοῖς καθ’ ἕκαστον ἔνι καὶ ἀνυπότακτος.
12tEph 5,31
12 Ἐξ αὐτοῦ καθὸ ἀπαρχὴ ἡμῶν ἐστι τῆς δευτέρας πλάσεως, ὥσπερ ἐκ τοῦ Ἀδὰμ διὰ τὴν πρώτην.
14tEph 6,12
14Πρὸς τὰ πνευματικ, τοῦτ’ ἔστι δαιμόνια τὰ ὄντα, ἢ τῆς
15πονηρίας οἷον τοῦ διαβόλου—ὑπ’ αὐτὸν γὰρ τελοῦσιν—, ἢ τῶν πονηρῶν πράξεων καθηγηταί.
17tEph 6,14
17 Δύνῃ δὲ καὶ ὡς πρὸς τὸν Χριστὸν νοῆσαι, τὸν ὄντως ἀλήθειαν— ἐγὼ γάρ εἰμι, φησίν, ἡ ἀλήθεια—ὃν καὶ ἐνδεδύσθαι, οὐ μόνον περιεζῶσθαι τοῖς ἀνθρώποις δεδώρηται· ὅσοι γάρ, φησίν, εἰς
20Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.451

452

(1t)

Eph 6,17
1 Ἢ ὅτι τὰ πνευματικὰ λέγει χαρίσματα ἅπερ ἐστὶ διὰ ῥήματος καὶ προστάγματος θεοῦ, ἢ τὸ ὅπερ ἐστὶ ῥῆμα θεοῦ τῷ κάτω συζευ‐ κτέον, ἵνα ᾖ οὕτως· ὅπερ ἐστὶ ῥῆμα θεοῦ καὶ πρόσταγμα, τοῦτο, φησί, ποιεῖτε. ποῖον; διὰ πάσης προσευχῆς καὶ δεήσεως
5προσευχόμενοι ἵνα εἴητε, φησίν. ἢ κατὰ τὸ ἐνεργεῖν καὶ τέμνειν τὰ πνευματικὰ χαρίσματα ῥῆμά ἐστι θεοῦ· τμητικὸν γὰρ τὸ ῥῆμα τοῦ θεοῦ. οὕτω μᾶλλον ὁ μακάριος Ἰωάννης. διὰ γὰρ ῥήματος θεοῦ ἐπετελεῖτο τὰ χαρίσματα· πᾶν γὰρ ὃ ἐὰν αἰτήσητε, φησίν, ἐν τῷ ὀνόματί μου, δώσει ὑμῖν, φησὶ ὁ Χριστός.
10tEph 6,19
10Ἢ ἵνα ἐν παρρησίᾳ ἀπολογήσωμαι ἢ ἵνα εὐαγγελίζωμαι.452