TLG 2866 005 :: OECUMENIUS :: Fragmenta in epistulam ad Galatas (in catenis)

OECUMENIUS Phil. Rhet.
(A.D. 6)

Fragmenta in epistulam ad Galatas (in catenis)

Source: Staab, K. (ed.), Pauluskommentar aus der griechischen Kirche aus Katenenhandschriften gesammelt. Münster: Aschendorff, 1933: 446–448.

Citation: Page — (line)

9tGal 2,11—16
9Εὐσέβιος ὁ Παμφίλου ἐν τῇ Ἐκκλησιαστικῇ ἱστορίᾳ ἀποδείκνυσι
10μὴ εἶναι τὸν Κηφᾶν τοῦτον τὸν Πέτρον, ἀλλ’ ὁμώνυμον αὐτῷ ἕνα τῶν ἑβδομήκοντα. καὶ πιθανὸς ὁ λόγος· οὐ γὰρ ἂν ὁ Πέτρος ἐδεήθη πάλιν ὑποστολῆς, ὅστις ἤδη περὶ τούτου ἀπολογησάμενος ἦν ἐν Ἰερουσα‐ λὴμ καὶ πείσας ἅπαντας, ὅτε τῷ Κορνηλίῳ συμφαγών, τινὰς τῶν ἐκ περιτομῆς ἐσκανδάλισεν. εἰ δὲ τοῦτο παρὰ τὴν ἀρχὴν τοῦ κηρύγματος
15ποιήσας ἔπεισεν ἅπαντας ὡς οὐ κακῶς ἐποίησεν, τοῦ πνεύματος αὐτὸν εἰς τοῦτο ἐνάγοντος, πῶς ἂν νῦν μετὰ τοσοῦτον χρόνον, μετὰ τὸ πεῖραν δοῦναι τὸν Πέτρον τῆς οἰκείας ἀρετῆς, ἐδεήθη πάλιν τῆς τοιαύτης οἰκονομίας; Τὸ δὲ ὅτι κατεγνωσμένος ἦν, δύνασαι καὶ οὕτω νοῆσαι·
20γέγονε μοι, φησί, πρόφασις τοῦ κατὰ πρόσωπον αὐτῷ ἀντι‐ στῆναι καὶ διελέγξαι αὐτόν. ἄλλο μὲν οὐδὲν ἢ τὸ περὶ τοῦ συνεσθίειν τοῖς ἐν ἀκροβυστίᾳ κατεγνωσμένος ἦν ἀπὸ τῶν Ἰουδαίων ὅτε τῷ Κορνηλίῳ συνέφαγεν. εἰ γὰρ μὴ προκατεγνώσθη παρ’ αὐτῶν σκανδα‐ λισθέντων ἐκεῖ, οὐκ ἂν νῦν ὑπεστάλη· μὴ ὑποσταλέντος δέ, οὐχ ἦν χρεία
25τοῦ τε ἐλέγχου, τῆς τε κατὰ πρόσωπον ἀντιστάσεως. τί δὲ ὅλως ὠφελεῖ ἡ κατὰ πρόσωπον ἀντίστασις; ὅτι εὐκαίρως ἐποίησε λεχθῆναι ἔμπροσθεν τῶν Ἰουδαίων τὸ ἡμεῖς φύσει Ἰουδαῖοι καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλο, εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ
ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστο, καὶ446

447

ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιω‐ θῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου. διὰ τὸ λεχθῆναι οὖν ταῦτα ἔμπροσθεν πάντων γέγονεν ἡ κατὰ πρόσωπον ἀντίστασις, ἐπεὶ ἐχρῆν, εἴπερ ἄρα τι σφάλμα ἦν, κατ’ ἰδίαν ἐγκαλέσαι καὶ
5διορθώσασθαι τοῦ κυρίου λέγοντος· ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου, ἔλεγξον αὐτὸν κατ’ ἰδίαν, ἀπειθοῦντι δὲ καὶ ἑτέρους καὶ τὴν ἐκκλησίαν ἐπίστησον.
8tGal 3,23
8 Ἐδήλωσεν ὅτι ἄνωθεν ἡ εἰς Χριστὸν πίστις προώριστο, ἀλλὰ νῦν γέγονε τοῖς ἀνθρώποις καταφανής, ὅτε καὶ ἡ ἐνανθρώπησις.
10tGal 4,9
10 Ἀσθενῆ καὶ πτωχὰ αὐτὰ καλεῖ, οὐ διὰ τὴν εὐτέλειαν αὐτῶν —τί γὰρ οὐρανοῦ καὶ γῆς μεγαλοπρεπέστερον; τί δὲ ἡλίου καὶ σελήνης καὶ ἄστρων τιμαλφέστερον; —ἀλλὰ διὰ τὸ ἐστερῆσθαι νοῦ καὶ ζωῆς καὶ αἰσθήσεως.
14tGal 4,17
14Οὐκ ἐπ’ ἀγαθῷ, φησί, τὴν αὐτὴν ὑμῶν εἰς Χριστὸν πίστιν
15ἀσπάζονται, ἀλλ’ ἵνα ὑμᾶς ταύτης ἐκκλείσαντες ἑαυτοῖς ἀναπείσωσιν ἕπεσθαι, ὅτι πρὸς ὑμετέραν ἀπάτην τὸ τοιοῦτον αὐτοῖς μεμηχάνηται.
17tGal 4,20
17 Ὅρα ἀγάπην. οὐκ ἀρκοῦμαι, φησί, τοῖς γράμμασιν, παρεῖναι πρὸς ὑμᾶς ἐζήτουν καὶ ἀνταλλάξαι θρήνοις καὶ ὀλοφυρμοῖς τὴν διὰ ῥημάτων διδασκαλίαν, ἵνα, φησί, μετὰ θρήνων ὑμᾶς ἐδίδαξα.
20καὶ γὰρ ἀπορῶ τί εἴπω περὶ ὑμῶν. πόθεν οὕτως οἱ ὑψωθέντες τῇ γνώσει τοῦ εὐαγγελίου κατεβλήθητε καὶ περισύρεσθε χαμαί, πάλιν ἐχόμενοι τοῦ νόμου;
23tGal 6,2
23 Ἢ ὅτι τὸ τὰ ἀλλήλων βάρη καὶ ἐλαττώματα βαστάζειν κατὰ τοῦτο πλήρωσίς ἐστι τοῦ νόμου τοῦ Χριστοῦ καθ’ ὃ ἐξ ἀγάπης
25γίνεται· πληρωτικὴ δὲ ἡ ἀγάπη τοῦ θείου νόμου.447

448

(1t)

Gal 6,15
1 Καινὴ κτίσις ἐστί, φησί, τὰ πάντα· πάντες γὰρ οἵ τε ἐμπερί‐ τομοι καὶ ἀκρόβυστοι πιστεύσαντες καινὴ κτίσις γεγόναμεν, τοῦ παλαιοῦ ἀνθρώπου ταφέντος καὶ ἡμῶν ἐν τῇ κολυμβήθρᾳ
ἀναγεννηθέντων.448