TLG 2866 004 :: OECUMENIUS :: Fragmenta in epistulam ii ad Corinthios (in catenis)

OECUMENIUS Phil. Rhet.
(A.D. 6)

Fragmenta in epistulam ii ad Corinthios (in catenis)

Source: Staab, K. (ed.), Pauluskommentar aus der griechischen Kirche aus Katenenhandschriften gesammelt. Münster: Aschendorff, 1933: 444–446.

Citation: Page — (line)

444

(1t)

2 Kor 1,9
1 Ἢ οὕτως· ἑαυτῶν, φησίν, ἀπέγνωμεν παντελῶς, ἵνα τὴν ἐλπίδα ἐπὶ μόνῳ τῷ θεῷ σχῶμεν· ὁ γὰρ ἑαυτοῦ προαπογινώσκων πῶς ἂν οἰκείᾳ βουλῇ ἢ δυνάμει ἢ ἀπολογίᾳ σώζεσθαι ἐθελήσοι, ὡς ἐκ τοῦ ἀκολούθου τὸ ἅπαν αὐτὸν ἐκδιδόναι τῷ θεῷ.
5t2 Kor 2,14
5 Θυμιατήριον γάρ ἐσμεν, φησί, τοῦ μύρου τούτου καὶ οὐρανίου θυμιάματος τὴν ὀσμὴν αὐτοῦ περιφέροντες πανταχοῦ.
7t2 Kor 3,5
7Κατὰ τοῦ αὐτοῦ εἶπεν.
8t2 Kor 3,13—14
8 Διὰ τί δὲ ὡσεὶ εἶπέν τις· ἀνακεκαλυμμένως κηρύσσετε καὶ οὐ δίκην καλύμματος ἐπισκιασμένως λαλεῖτε. διὰ τί; πρῶτον μὲν θαρροῦντες τῷ
10καθαρῷ τοῦ κηρύγματος. ἔπειτα ὅτι ὑμεῖς καὶ ἰδεῖν δύνασθε τὸ ἐνὸν τῷ κηρύγματι κάλλος· οὐ γὰρ ἶσα Ἰουδαίοις ἀμβλυώττετε. ὅσῳ γὰρ ἡ νέα μείζων, τοσούτῳ καὶ τῶν μαθητευομένων τὸ διάφορον.
13t2 Kor 5,1
13Ἐπίγειον οἰκίαν σκήνους τὸ σῶμα καλεῖ.
14t2 Kor 5,17
14Ποῖα ἀρχαῖα; ἤτοι τὰ ἁμαρτήματά φησιν καὶ τὰς ἀσεβείας, ἢ
15τὰ Ἰουδαϊκὰ πάντα.
16t2 Kor 5,21
16 Ἄλλοι οὕτως ἡρμήνευσαν· ἁμαρτία λέγεται τὸ ὑπὲρ ἁμαρτιῶν θῦμα, ὡς καὶ ὁ προφήτης· ἁμαρτίας λαοῦ μου φάγονται, τοῦτ’ ἔστι τὰ ὑπὲρ ἁμαρτιῶν θύματα. θῦμα οὖν ὑπὲρ ἁμαρτιῶν
ἐποίησεν ὁ πατὴρ τὸν υἱόν.444

445

(1t)

2 Kor 7,12
1 Οὐ τοῦτο δὲ λέγει τὸ ἕνεκεν ἐκείνων οὐκ ἔργαψα, ἀλλὰ τὸ οὐ πρωτοτύπως δι’ ἐκείνους ἔγραψα, ἀλλὰ διά τε ὑμᾶς καὶ δι’ ἐκείνους.
3t2 Kor 8,9
3 Εἰ οὖν ἐκεῖνος, φησίν, ἐπτώχευσε διὰ σέ, σὺ οὐδὲ χρήματα δίδως δι’ αὐτόν;
5t2 Kor 8,18
5Δύναται ταῦτα καὶ εἰς τὸν Λουκᾶν νοηθῆναι.
6t2 Kor 8,24
6 Εἰς πρόσωπον, φησί, τῶν ἐκκλησιῶν, τοῦτ’ ἔστι καὶ εἰς τιμὴν τῶν ἀποστειλασῶν αὐτοὺς ἐκκλησιῶν· ἂν γὰρ τούτους τιμήσητε, τὰς ἀποστειλάσας ἐτιμήσατε. οὐ λέγει δὲ «ἀνθρώπων» ἀλλ’ ἐκκλησιῶν, σεμνότερον ἅμα καὶ ἀπαραίτητον ποιῶν τὸν λόγον.
10t2 Kor 11,9
10 Ἢ καὶ οὕτως· καὶ ταῦτα, φησίν, ὑστερηθεὶς οὐ κατενάρ‐ κησα, οὐδὲ ἠμέλησα, ἢ ῥᾳθυμότερος πρὸς τὸ κήρυγμα γέγονα, ἀλλὰ παρ’ ἐμοῦ μὲν ὅσα ἐχρῆν ἐγένετο πρὸς τὴν ὑμῶν σωτηρίαν· ἐγὼ δὲ ἐν ἐνδείᾳ διέτριβον.
14t2 Kor 11,25
14Ὁρᾷς ὅτι οὐ πάντα ἃ πέπονθεν ὁ Παῦλος, συνέγραψεν ἡμῖν ὁ
15Λουκᾶς ἐν ταῖς Πράξεσιν. πολλὰ γοῦν τῶν ἐνταῦθα εἰρημένων παρέλι‐ πεν· οὐ γὰρ πρὸς φιλοτιμίαν αὐτῷ τὰ τῆς γραφῆς πεπόνηται.
17t2 Kor 12,4
17Ποῦ εἰσιν οἱ τὴν ψευδεπίγραφον ἀποκάλυψιν συγγραψάμενοι;
18t2 Kor 12,20
18Τοῦτ’ ἔστι τιμωρούμενος τοὺς ἀνίατα νοσοῦντας. Οἷον ἁψιμαχίαι.445

446

(1t)

2 Kor 12,21
1Ποῦ εἰσιν οἱ Ναυατιανοί;
3t2 Kor 13,2
3 Τοῖς μὲν ἡμαρτηκόσιν, ἵνα διορθώσωνται, τοῖς δὲ λοι‐ ποῖς πᾶσιν, ἵνα μαρτυρήσειαν ὅτι, φησί, παρ’ ἐμὲ οὐδέν, ἐὰν μὴ
5μετανοήσαντας τιμωρήσωμαι.
5t2 Kor 13,4
5 Ὁμοίως νόησον καὶ τοῦτο τῷ ἄνω· ἀλλὰ ζῇ ἐκ δυνάμεως θεο. τὸ δὲ εἰς ὑμᾶς οἷον ὑμῖν ζήσομεν, τοῦτ’ ἔστιν εἰς τὴν ὑμῶν ὠφέλειαν, ἢ δι’ ὑμᾶς, ἐπεί, φησίν, ἐπεστρέψαμεν ὑμᾶς, ἢ σὺν ὑμῖν
ζήσομεν τότε.446