TLG 2866 003 :: OECUMENIUS :: Fragmenta in epistulam i ad Corinthios (in catenis)

OECUMENIUS Phil. Rhet.
(A.D. 6)

Fragmenta in epistulam i ad Corinthios (in catenis)

Source: Staab, K. (ed.), Pauluskommentar aus der griechischen Kirche aus Katenenhandschriften gesammelt. Münster: Aschendorff, 1933: 432–443.

Citation: Page — (line)

5t1 Kor 2,8
5 Εἰ μὲν τὸ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου δέξῃ ὡς πρὸς τὸν Ἡρῴδην καὶ τὸν Πιλᾶτον, ἁπλουστέρως νοήσεις τὸ ἑπόμενον· εἰ γάρ, φησίν, ἔγνωσαν, οὐκ ἂν τὸν κύριον ἐσταύρωσαν. οὐδὲ γὰρ τοσοῦτον ἐμεμήνεσαν φθόνου μὴ ὑποκειμένου. εἰ δὲ ὡς πρὸς τοὺς ἀρχιερέας καὶ γραμματέας ἐκλάβοις, οἳ ᾔδεσαν αὐτὸν ὄντα τὸν
10Χριστόν, καὶ δῆλον ἐξ ὧν ἔλεγον οἱ γεωργοὶ τοῦ ἀμπελῶνος· οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ ὁ ἀμπελὼν ἡμῶν ἔσται, ἀλλὰ τῷ φθόνῳ ἐτυφλώθησαν, οὕτω νοήσεις τὸ κάτω, ὅτι εἰ ἔγνωσαν, φησίν, ὅτι τοσαύτη ἔσται τοῖς ἔθνεσι σωτηρία ἐκ τοῦ σταυροῦ, οὐδ’ ἂν ἦλθον εἰς τὸ σταυρῶσαι, ἐκτήκεσθαι
15μᾶλλον ἐκ τοῦ φθόνου αἱρούμενοι ἢ ἵνα σωθῇ τὰ ἔθνη καὶ ἐκβάλῃ αὐτοὺς καὶ ἀντικαταστήσῃ εἰς τὸν τόπον αὐτῶν.
17t1 Kor 2,12
17 Πνεῦμα κόσμου καλεῖ, ὡς οἶμαι, τὴν ἀνθρωπίνην σοφίαν καὶ παίδευσιν· ὅπερ, φησίν, οὐκ ἐλάβομεν—κατήργει γὰρ τὸν σταυρόν, ὡς ἄνω φησίν· οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ
20σταυρός, ἀλλὰ τὸ πνεῦμα τοῦ θεοῦ ἐλάβομεν, ἵνα εἰδῶμεν τὰ χαρισθέντα ἡμῖν ὑπὸ θεο, τοῦτ’ ἔστι τὰ κατὰ τὴν οἰκονομίαν τοῦ Χριστοῦ.
23t1 Kor 2,16
23 Ἢ νοῦν Χριστοῦ τὸν πατέρα καλεῖ. ἔχομεν, φησίν, ἐν ἑαυτοῖς τὸν τοῦ Χριστοῦ πατέρα, κατὰ τὸ ἐνοικήσω ἐν αὐτοῖς
25καὶ ἐμπεριπατήσω· νοῦν γὰρ τὸν πατέρα λέγειν ἔθος τοῖς ἁγίοις,432

433

ὡς Γρηγόριος· καὶ νῷ καὶ λόγῳ καὶ πνεύματι τῇ μιᾷ συμφυΐᾳ καὶ θεότητι, καὶ πάλιν· πρῶτον μὲν ἐννοεῖ τὰς ἀγγελικὰς δυνάμεις καὶ οὐρανίους, καὶ τὸ ἐννόημα ἔργον ἦν λόγῳ συμπληρούμενον καὶ πνεύματι τελειούμενον.
5t1 Kor 3,14—15
5 Ἆρα μὴ καὶ οὕτω δυνάμεθα νοῆσαι; οἱ μὲν οἰκοδομήσαντες τὴν εὐ‐ κατάπρηστον ὕλην τέλεον ἐκβέβληνται· ἐζημίωνται γὰρ αὐτῶν πάντα τὰ σπουδάσματα. αὐτὸς δὲ σωθήσεται. αὐτὸς τίς; ὁ ἐποικοδομήσας τὸν χρυσὸν καὶ τὸν ἄργυρον καὶ τοὺς τιμίους λίθους. εἰπὼν γὰρ περὶ αὐτοῦ ὅτι μισθὸν λήψεται, νῦν λέγει ποῖον μισθόν· τὴν σωτηρίαν,
10τοῦτ’ ἔστι σωθήσεται δέ γε ἐπωδύνως καὶ αὐτός, καὶ ὡς εἰκὸς τὸν διὰ πυρὸς παριόντα καὶ ἐκκαθαιρόμενον τὸν ἐνόντα αὐτῷ βραχὺν ῥύπον. θεοῦ γὰρ μόνου τὸ τελέως ἀναμάρτητον, οἱ δὲ ἄνθρωποι, κἂν ὅτι μάλιστά εἰσι δίκαιοι, οὐ τέλεόν εἰσι καθαροί. εἴρηται γὰρ ὅτι πολλὰ πταίομεν ἅπαντες καὶ οὐδεὶς καθαρὸς ἀπὸ ἁμαρτίας,
15οὐδ’ ἂν μία ἡμέρα ὁ βίος αὐτο, καὶ γὰρ εἴρηται τῷ Μαλαχίᾳ, ὅτι ὡς πῦρ ἐν χωνευτηρίῳ καὶ ὡς πόα πλυνόντων πλυνεῖ καὶ καθαρίσει ὁ θεός τινας.
18t1 Kor 3,16
18 Εἰ δὲ ναὸς θεοῦ ἐσμεν, ἐπειδὴ τὸ πνεῦμα οἰκεῖ ἐν ἡμῖν, ἄρα θεὸς τὸ πνεῦμα.
20t1 Kor 4,7
20 Οὕτως τις ἀνεγίνωσκεν· εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι λοιπὸν τὸ μὴ ὡς λαβών, κατ’ ἐρώτησιν ἔλεγεν, ἵνα οὕτω νοηθείη· τί καυχᾶσαι ἄρα ὡς μὴ λαβὼν ἀλλ’ οἴκοθεν ἔχων, καίτοι εἴληφας;
23t1 Kor 6,8
23 Ὡσεὶ εἶπεν· καλὸν μὲν τὸ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, ἐν αἱρέσει δὲ βέλτιον τὸ ἀδικεῖσθαι.
25t1 Kor 6,9
25Διὸ καὶ πρῶτον τέθεικε τὸ οὔτε πόρνοι.433

434

(1t)

1 Kor 6,12
1 Ἢ καὶ ἔτι νηπίοις οὖσιν ἔδει συγκαταβαίνειν καὶ πρὸς τὴν νηπιότητα αὐτῶν λαλεῖν.
3t1 Kor 6,14
3 Τὸ τοῦ λόγου ἀπίθανον διὰ τῆς δυνάμεως τοῦ θεοῦ πιστο‐ ποιεῖται, ὅπερ εἰς τὴν τοῦ Χριστοῦ ἀνάστασιν οὐ τέθεικεν—ἐγεγόνει
5γάρ—ἀλλ’ ἐπὶ τῆς ἡμῶν, ἵνα μὴ ἀπιστῶμεν καὶ ἵνα τοὺς ἀντιλέγοντας ἐπιστομίσῃ.
7t1 Kor 6,16
7Ἢ ὅτι διὰ μέσου τοῦ ἁγίου πνεύματος συνάπτεται τῷ Χριστῷ.
8t1 Kor 6,15—18
8 Ἢ ὅτι τὰ λοιπὰ ἁμαρτήματα καὶ ἐκ ψυχικοῦ πάθους γίνεται, οἷον ὀργῆς ἐπὶ ἀνδροφόνου, κενοδοξίας ἐπὶ τῶν πλουτεῖν ἐθελόντων· ἡ δέ
10γε πορνεία ἐξ αὐτοῦ τοῦ σώματος τὰς πηγὰς ἔχει τῆς ἐπιθυμίας. ἐξᾶραι δὲ ἐβουλήθη τὸ πρᾶγμα, ἐπειδὴ περὶ αὐτοῦ πρόκειται αὐτῷ ἡ παραίνεσις· οὐ γὰρ πάντως πάντων χεῖρον ἡ πορνεία. Εἶπεν εἰς τοῦτο πλείους ἑρμηνείας ὁ ἐν ἁγίοις Σευηριανὸς τεύχει νζʹ λόγῳ ϛʹ κεφαλαίῳ ιθʹ, ταύτην τε αὐτὴν εἰπὼν τῇ τοῦ ἐν ἁγίοις
15Ἰωάννου καὶ ἄλλην· ὅτι, φησίν, ὁ πορνεύων εἰς τὴν ἰδίαν σύστασιν καὶ εἰς αὐτὴν τὴν τοῦ σώματος τοῦ ἀνθρωπίνου κατασκευὴν πλημμελεῖ, ἐνυβρίζων εἰς τὸ τοῦ σώματος ἡμῶν ἐργαστήριον, —καὶ ἄλλην· ὅτι σῶμα Χριστοῦ καὶ μέλη Χριστοῦ ἐστιν ὁ ἄνθρωπος· ὁ οὖν εἰς τὸ ἴδιον σῶμα πλημμελῶν εἰς Χριστὸν πλημμελεῖ, τὴν κεφαλὴν ἡμῶν,
20οὗ καὶ ναός ἐστι τὸ σῶμα. Μετὰ πάντων καὶ ταῦτα δέξαι, εἰ βούλει· ἐξᾶραι βουλόμενος τὸ τῆς πορνείας ἁμάρτημα, τοιοῦτόν τινα λέγει σκοπόν, ὅτι μυρίων ἄξιος τιμωριῶν ὁ πόρνος· ὁ γὰρ τοῦ μολυσμοῦ τοῦ ἰδίου σώματος μὴ φειδόμενος, πῶς ἄλλου φείσαιτο; ὁ γὰρ ἑαυτῷ κακός, τίνι ἀγαθός; —Καὶ ἄλλως· γέγραπται περὶ τοῦ ἀνδρὸς καὶ τῆς
25γυναικός· ἔσονται οἱ δύο εἰς σάρκα μίαν. ὁ οὖν μὴ νόμῳ ἐπιτε‐ τραμμένος καὶ θείῳ γάμῳ ἀλλὰ πορνεύων, δέον ἔχειν τίμιον γάμον
καὶ κοίτην ἀμίαντον, ἐκ τῆς πορνείας καὶ τῆς ἔνθεν ἀκαθαρσίας434

435

ἐνυβρίζει τόν τε γάμον καὶ τὴν γυναῖκα· ὁ δέ γε τοῦτο ποιῶν εἰς ἴδιον σῶμα ἁμαρτάνει, εἰς τὴν γυναῖκα ἁμαρτάνων ἥτις ἓν σῶμά ἐστι μετὰ τοῦ ἀνδρός, καὶ σῶμά ἐστι τοῦ ἀνδρὸς καθὸ πλευρὰ αὐτοῦ ἐστι καὶ ἐξ αὐτοῦ ἐλήφθη. τὴν τελευταίαν νομίζω καλλίστην εἶναι, ἀνελλειπῆ γὰρ
5τὴν τοῦ ῥητοῦ διάνοιαν σώζει. εὑρίσκεται γὰρ οὕτως· πᾶν ἁμάρτημα ὃ ἐὰν πράξῃ ἄνθρωπος ἐκτός ἐστι τῆς πρὸς τὴν γυναῖκα ἐπὶ μίξει παροινίας καὶ ἀκαθαρσίας, ὁ δὲ πορνεύων εἰς τὴν γυναῖκα ἁμαρτάνει, ἀκαθαρσίας αὐτὴν ἀναπιμπλὰς καὶ αἰσχρότητος. Καὶ τοῦ ἁγίου Ἀθανασίου ἔστι πρὸς τούτοις ἅπασιν ἑρμηνεία ἐν
10τῷ Περὶ σεμνοῦ γάμου. Πρὸς τούτοις ὅλοις ἡρμήνευσέ τις καὶ οὕτως· πρὸς ἁβροδιαίτους καὶ φιλοσάρκους γράφων ὁ Παῦλος τῇ αὐτῶν φιλοσαρκίᾳ συνεργῷ ἐχρήσατο πρὸς τὴν τῆς πορνείας παραίτησιν, τοῦτο λέγων, ὅτι τὰ λοιπὰ ἁμαρτήματα ψυχὴν ἀδικεῖ καὶ εἰς αὐτὴν μόνην τὴν βλάβην παραπέμπει· ὁ δέ γε πορνεύων σὺν τῇ ψυχῇ καὶ τὸ σῶμα
15ἀδικεῖ, φθείρων αὐτὸ καὶ ἐκδυναμῶν καὶ τὸν ψυχικὸν καὶ ζωτικὸν καθαιρῶν τόνον, ὡσεὶ εἶπεν· φείσασθε κἂν τοῦ σώματος ὑμῶν, ὃ περιέπετε καὶ θάλπετε καὶ οὗ πρόνοιαν πλείστην ποιεῖσθε. ἐρωτηματι‐ κῶς· τί γάρ; ὁ φθόνος οὐ τήκει τὸ σῶμα; τί οὖν μόνην τὴν πορνείαν τοῦτο ποιεῖν φησίν;
20 Λίαν ἀσφαλῶς εἶπεν ὁ ἀπόστολος. φησὶ γάρ· πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ φθόνος οὐ γίνεται παρ’ ἡμῶν, ἀλλ’ ἐνεργεῖται εἰς ἡμᾶς. πάσχομεν οὖν, ἀλλ’ οὐ ποιοῦμεν τὸν φθόνον· καὶ πάθος ἐστίν, ἀλλ’ οὐκ ἐνέργεια. περὶ ἐνεργείας δὲ νῦν ὁ λόγος τῷ ἀποστόλῳ—φησὶ γάρ· πᾶν ἁμάρ‐
25τωμα ὃ ποιήσῃ ἄνθρωπος—οὐ μὴν περὶ πάθους.
26t1 Kor 6,18b
26Τοῦτ’ ἔστιν ἀκάθαρτον αὐτὸ ποιεῖ.
27t1 Kor 7,5—6
27 Οὐ γὰρ ὥσπερ τὸ οὐ μοιχεύσεις, οὐ φονεύσεις ἤδη καὶ τὸ μὴ ἀποστερεῖν ἀλλήλους ἐπιταγή τίς ἐστιν, καὶ ἐπαινετὸς ὁ τοῦτο ποιῶν ὡς νόμον πληρῶν. κατὰ συγγνώμην, φησί, τοῦτο
30εἶπον, συγκαταβὰς τῇ ἀσθενείᾳ ὑμῶν· ἐκ δὲ τοῦ εἰπεῖν συγγνώμην ἔδειξεν ὅτι καὶ κατεγνωσμένον πράττει πρᾶγμα ὁ μόνον ἐν τῇ νηστείᾳ
καὶ τῇ προσευχῇ ἀπεχόμενος.435

436

(1t)

1 Kor 7,18
1 Εἰκὸς γὰρ ἀπό τινος θεραπείας δύνασθαι εἰς τὸ ἀρχαῖον ἐπανελθεῖν τὴν περιτομήν. ἐν ἀκροβυστίᾳ, φησίν, ἐκλήθης· μένε ὃ εἶ. οὔτε γὰρ τοῦτο πρὸς σωτηρίαν συμβάλλεται, οὔτε ἐκεῖνο λυμαίνεται· ἑνὸς γὰρ χρεία, πληροῦν τὰς ἐντολάς.
5t1 Kor 7,21—22
5 Ἐν τοῖς κατὰ Χριστόν, φησί, πράγμασιν ἴσοι ἐστὲ σὺ καὶ ὁ δεσπότης ὁ σός· ἐκεῖνος γὰρ δοῦλος Χριστοῦ ἐστιν, σὺ δὲ τάχα, φησί, καὶ πλέον ἔχεις· ἀπελεύθερος γὰρ εἶ Χριστο, αὐτὸς γάρ σε πάσης νοητῆς δουλείας ἠλευθέρωσεν. ὅμως ἐκ τῆς περιουσίας τῶν λέξεων θέλει δεῖξαι τὸ ἴσον δούλου καὶ δεσπότου, ἐπεὶ πάντες ἀπελεύθεροί τέ
10ἐσμεν Χριστοῦ καθὸ ἠλευθέρωσεν ἡμᾶς τῆς τυραννίδος τοῦ σατανᾶ, καὶ δοῦλοι Χριστοῦ καθὸ ἐκεῖθεν ἐλευθερώσας ὑπὸ τὴν οἰκείαν ἤγαγε βασιλείαν.
13t1 Kor 7,25—28
13 Ἐπειδὴ εἰς μείζονα φιλοσοφίαν ἔρχεται, φοβεῖται αὐτὸ καθαρῶς ἐπιτάξαι, τὴν ἀποτυχίαν τῶν μετιόντων δεδοικώς· διὰ τοῦτο οὐχ ὡς
15ἐπιταγὴν ἀλλ’ ὡς συμβουλὴν δίδωσιν. Τὰ περὶ παρθένων ἐμμελέστερον ἡρμήνευσεν ὡς ἐν μονο‐ βίβλῳ τὰ περὶ τούτου διαλαβών, καὶ ἐκεῖ πρόσχες· ἐγὼ δὲ τὰ χάριτι θεοῦ ἐπελθόντα μοι ἔγραψα. Ἠλεημένος, φησίν, εἰς τὸ εἶναι πιστὸς οἷον κήρυξ καὶ
20γνωμοδότης. Ὅρα πάλιν πῶς τὴν ἐξ ἀνάγκης ἐπιταγὴν κολάζει· νομίζω γάρ, φησίν. τί δὲ νομίζω; καλὸν τὸ ἄνευ γάμου εἶναι διὰ τὰς ἐν αὐτῷ δυσκολίας καὶ τὰ τοῦ γάμου κακά. Ἐπιδιορθοῦται αὐτὸ τὸ ἀσθενὲς τῶν ἀκροατῶν, δεδοικὼς ὡς οὐ
25χωρούντων τὴν παρθενίαν. παρθένον ἐνταῦθά φησιν οὐ. τὴν ἀφιερω‐ μένην θεῷ, ἀλλὰ τὴν ἔτι ἄγαμον κόρην, ὡς ἥ γε ἀφιερωθεῖσα θεῷ, εἰ γήμει, μοιχὸν ἐπεισφέρει τῷ Χριστῷ ᾧ νενύμφευται. Οἱ γαμοῦντες, φησί, θλίψιν ἕξουσι διὰ τὰς ἐν τῷ γάμῳ
λύπας. ἐγὼ δ, φησί, φείδομαι ὑμῶν ὡς τέκνων καὶ βούλομαι436

437

ἐλευθέρους εἶναι καὶ ἀλύπους· τέως γὰρ ἐν δεσμοῖς εἰσιν. δέδεσαι γάρ, φησί, γυναικ; εἶτα καὶ ἑαυτῶν οὐκ ἐξουσιάζουσιν, ὡς ἄνω φησίν.
4t1 Kor 7,29—31
4Ἐπειδὴ εἶπεν ὅτι θλίψιν τῇ σαρκὶ ἕξουσιν, ἵνα μή τις
5εἴπῃ· ἀλλὰ καὶ ἡδονήν, ἐκ τοῦ συνεσταλμένου καιροῦ πειρᾶται τὰ τῆς ἡδονῆς ὑποτεμεῖν. διὰ τοῦτο, φησί, λέγω ὅτι θλίψιν ἕξουσιν, ἐπειδὴ μήτε ἡδονὴν δύνανται ἔχειν ἐν τῷ τὸν καιρὸν οὕτω συνεστάλθαι καὶ πρὸς λύσιν ἐπείγεσθαι· ἤδη γὰρ ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ, καὶ λοιπὸν ἀποδημεῖν πρὸς αὐτὸν κελευόμεθα.
10 Ἢ ὅτι καὶ περὶ τὴν μῖξιν ἐγκρατεῖς εἶναι βούλεται. Διὰ τὴν τοῦ καιροῦ βραχύτητα πάντα τὰ ἐν σπουδῇ νῦν ὑπάρχοντά τισιν ὡς οὐκ ὄντα, φησίν, ὀφείλομεν ἡγεῖσθαι, καὶ τὸ ἔχειν γυναῖκα καὶ τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι· ὅταν γὰρ ἐγγὺς ὁ θάνατος, τί δεῖ τοῖς ἐνταῦθα ἐμφιλοχωρεῖν καὶ νομίζειν εἶναι γάμον καὶ ἀγορασίας,
15ἢ τὸ ὅλως χρᾶσθαι τῷ κόσμῳ; Τὸ πάνυ τῇ τοῦ κόσμου ἀπολαύσει οἷον τρυφῇ καὶ πλούτῳ καὶ δυναστείᾳ κεχρῆσθαι παράχρησιν καλεῖ, τοῦτ’ ἔστι τὸ μὴ κεχρῆσθαι αὐτῷ καθὼς πρέπει σημαίνων. οὐ γὰρ διὰ τοῦτο παρήχθημεν εἰς τὸν κόσμον, ἵνα ταῦτα πράττωμεν· π’ ἔργοις γὰρ ἀγαθοῖς
20ἐκτίσμεθα. ὁ οὖν τὰ ἐν οἷς ἐπλάσθη ἀφεὶς καὶ ἑτέρως τῷ κόσμῳ χρώμενος παραχρᾶται αὐτῷ.
22t1 Kor 7,32—35
22 Ὅρα πῶς τῇ τῆς μερίμνης διαφορᾷ ἐπὶ παρθενίαν παρακαλεῖ· τὸ γὰρ τὰ τοῦ κυρίου μεριμνᾶν οὐκ ἔστι μέριμνα ἀλλὰ σωτηρία, ὅθεν ἄνω λέγει· θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι.
25 Μεμέρισται, τοῦτ’ ἔστιν οὐ τὴν αὐτὴν ἔχουσι φροντίδα, ἀλλὰ μεμερισμέναι εἰσὶ ταῖς σπουδαῖς. ἡ μὲν γὰρ παρθένος, φησί, τὰ τοῦ κυρίου μεριμν, ἵνα ᾖ σώματι καὶ πνεύματι ἁγία· σώματι μὲν διὰ τὴν ἁγνείαν, πνεύματι δὲ διὰ τὴν πρὸς θεὸν οἰκειότητα καὶ τὴν ἐνοίκησιν τοῦ παρακλήτου πνεύματος. ἡ δὲ τὰ
30τοῦ κόσμου μεριμν· ἀνδρὶ γὰρ ἀρέσαι βούλεται. τί ἐστι τὰ τοῦ κόσμου; ἴσως καὶ εὔοπτος εἶναι βούλεται καὶ οἰκουρός, καὶ μηδὲ τῷ
δεομένῳ ἁπλοῦσα χεῖρα φιλάνθρωπον.437

438

Τοὺς δὲ περὶ παρθενίας λόγους, φησίν, ἐκίνησα, τοῦτο ὑμῖν συμφέρον εἰδώς, οὐχ ἵνα ἀναγκάσω ὑμᾶς καὶ θέλοντας καὶ μή, παρθενεύειν· τὴν γὰρ ἀνάγκην βρόχον καλεῖ. Οὐ γὰρ λέγω, φησί, ταῦτα, ἵνα βρόχον καὶ ἀνάγκην ὑμῖν
5ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ ἀπερισπάστως εὐπρόσεδρον τῷ κυρίῳ ἀγαγεῖν ὑμᾶς βουλόμενος.
7t1 Kor 7,36—38
7 Οὕτω πῶς; ὃ θέλει, φησί, ποιείτω, εἴτε ἐγγαμισάτω, εἴτε τηρείτω παρθένον· οὐδέτερον γὰρ ἁμαρτία. εὐδοκιμεῖ δὲ μᾶλλον ὁ φυλάττων παρθένον ὡς προϊών φησιν.
10 Ὁρᾷς πῶς ἐκ προοιμίων θαυμάζει τὸν τηροῦντα αὐτὴν παρθένον, ὃς ἕστηκε, φησίν, ἑδραῖος ἐν τῇ καρδί· δῆλον ὅτι ἐκεῖνος, ὁ διὰ τὴν δοκοῦσαν ἀσχημοσύνην καθυφεὶς καὶ ἐγγαμίσας, οὐχ ἕστηκεν ἑδραῖος ἐν τῷ ἔργῳ τοῦ θεοῦ. Οὐκ ἔχει, φησίν, ἀνάγκην, μὴ ἐγγαμίσαι αὐτήν· ᾖ γὰρ ἄν,
15οὔτε οὕτω θαυμάσιος ἦν μὴ ἐγγαμίζων, τῇ γὰρ ἀνάγκῃ καὶ οὐκ αὐτῷ τὸ ἔργον ἐλογίζετο· νυνὶ δὲ φιλοτιμία ἐστὶν αὐτοῦ τὸ πᾶν, καὶ θεοφιλὴς προαίρεσις. Ἑδραῖόν τινα ὑποτίθεται ἄνθρωπον, ὃν οὐκ ἴσχυσε σαλεῦσαι ἡ δοκοῦσα παρὰ τοῖς ἀνθρώποις ἀσχημοσύνη ἐπὶ τῶν φυλαττόντων
20παρθένους τὰς θυγατέρας. Καὶ ἐκεῖνο μέν, φησί, καλόν· οὐ γὰρ ἁμαρτία τὸ ἐγγαμίζειν, πᾶν δὲ ὃ οὐχ ἁμαρτία καλόν· ὁ δέ γε μὴ ἐγγαμίζων καὶ κατόρθωμά τι πράττει ὃ κρεῖττόν ἐστιν. ὅρα δὲ πῶς ἐκ τῆς συγκρίσεως τὸ μὴ ἐγγαμίζειν συμβουλεύει.
25t1 Kor 7,39—40
25 Νόμῳ λέγει τῷ περὶ τῶν μοιχῶν· τούτῳ γὰρ κατέχεται εἰς τὸ μὴ συμπλακῆναι ἑτέρῳ. εἰπὼν δὲ δέδεται, ἔργῳ δείκνυσιν ὅτι ὁ μὴ ἐγγαμίζων κρεῖσσον ποιεῖ· δεσμοῦ γὰρ αὐτὴν ἐλευθεροῖ. Ἠλευθέρωται γὰρ καὶ ἐκ τοῦ πρώτου δεσμοῦ καὶ νόμου καὶ
λέλυται. εἰπὼν δὲ ὅτι ἐλύθη, προετρέψατο μὴ πάλιν γῆμαι καὶ δεθῆναι.438

439

Ἵνα μὴ ἀνάγκην τὸ πρᾶγμα εἶναι νομίσῃς, φησί· κατὰ τὴν ἐμὴν γνώμην· ὅσον ἐγὼ γινώσκω, φησίν. Πολλῆς ταπεινοφροσύνης τὸ δοκ, τοῦτ’ ἔστιν ἡγοῦμαι, ὑπονοῶ.
4t1 Kor 8,2
4Ἢ ὅτι ἐγνωσμένος παρὰ θεοῦ ἀξιοῦται ἀποκαλύψεως, ὡς καὶ
5αὐτός φησιν· καὶ ἤκουσεν ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν λαλῆσαι.
7t1 Kor 9,13
7 Ἱερὰ μὲν ἐργαζομένους τοὺς Λευΐτας φησίν, οἳ τὰ ἐπιδέκατα ἐλάμβανον· θυσιαστηρίῳ δὲ προσεδρεύοντας τοὺς ἱερέας φησίν, οἳ ἐκ τῶν θυμάτων εἶχον ἀφαιρέματα.
10 Καλῶς τὸ συμμερίζονται· τὰ μὲν γὰρ καὶ ὁλοκαυτώματα ἐγίνετο καὶ ἦν μόνου τοῦ θυσιαστηρίου, καὶ ἐκ τῶν θυομένων δὲ τὸ μὲν αἷμα προσεχεῖτο τῷ θυσιαστηρίῳ καὶ τὸ στέαρ ἐθυμιᾶτο, τῶν δὲ κρεῶν ἀφαίρεμά τι ἐλάμβανεν ὁ ἱερεύς, οἷον τὸν δεξιὸν βραχίονα καὶ τὸ στηθύνιον καὶ τὸ ἔνυστρον.
15t1 Kor 9,15—18
15 Καύχημα γάρ, φησίν, ὁ αὐτὸς ἐξ οἰκείας φιλοτιμίας ἐπιδείκνυται, τὴν δεσποτικὴν ἐπιταγὴν ὡς δοῦλος πιστὸς οὐ λογιζόμενος εἰς οἰκεῖον κατόρθωμα· ἤκουσεν γὰρ τοῦ δεσπότου λέγοντος· ὅταν πάντα ποιήσητε, λέγετε ἀχρεῖοι δοῦλοί ἐσμεν, ὅτι ὃ ὠφείλο‐ μεν ποιῆσαι πεποιήκαμεν. ποῖον οὖν καύχημα τὸ κατὰ χρέος
20γινόμενον; Ἢ οὕτως· εἰ μὲν ἑκὼν τοῦτο πράσσω, τὸ ἀδάπανον τιθέναι τὸ εὐαγγέλιον, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οὐδὲ οὕτως σφάλλομαι. τί δήποτε; οἰκονομίαν πεπίστευμαι. τοῖς δὲ τὴν τοιαύτην οἰκονομίαν ἐμπεπιστευμένοις ἔξεστι λαμβάνειν· ὁ γὰρ κύριος προσέταξεν
25τοῖς τὸ εὐαγγέλιον κηρύσσουσιν ἐξ αὐτοῦ ἐσθίειν. τοῦ δὲ ἑκὼν καὶ τοῦ ἄκων αὕτη διαφορά· ἑκὼν μὲν ἔνθα καὶ ὁ λογισμὸς συνευδοκεῖ, ἀβαρῶς φέρων καὶ χαίρων ἐπὶ τῷ γινομένῳ, ἄκων δὲ ἔνθα μετὰ βίας
καὶ ἀνάγκης τοῦ λογισμοῦ τοῦτο πράττει.439

440

(1t)

1 Kor 9,24
1Οὐκ οἴδατε;〉 οὐκ ἄρα κατειληφότες ἦσαν.
3t1 Kor 10,2
3 Εἰς τὸν Μωϋσῆν δέ, φησίν, ἐπειδὴ αὐτὸν ἰδόντες εἰσβάλλοντα κατὰ τῆς διαιρέσεως τῆς θαλάσσης ἐμιμήσαντο· ὥσπερ οὖν πρωτοστάτης
5αὐτοῖς τούτου γέγονε Μωϋσῆς.
5t1 Kor 10,5
5Ἢ διὰ τὸν Ἰησοῦν καὶ τὸν Χαλὲβ καὶ τοὺς νέους αὐτῶν υἱούς.
6t1 Kor 10,16
6Ἢ ὃ εὐλογοῦντες κατασκευάζομεν· οἶδας ὃ λέγω.
7t1 Kor 10,24
7 Μὴ γὰρ τοῦτο, φησί, μόνον ζήτει, εἰ καθαρᾷ σὺ ἐσθίεις συνειδήσει, ἀλλ’ εἰ καὶ τὸν ἀδελφόν σου ὠφελεῖ τὸ γινόμενον.
9t1 Kor 11,3
9Πλὴν εἰ μὴ καὶ Χριστοῦ οὕτω κεφαλὴ ὁ θεός, καθάπερ ἡμῶν
10ὁ Χριστὸς καθό ἐστι καὶ νοεῖται ἄνθρωπος.
10t1 Kor 11,17
11 Ἡ αἰτία τοίνυν τοῦ νῦν κεφαλαίου αὕτη· ἦν παρ’ αὐτοῖς δεῖπνα κυριακά. ἐγένετο δὲ οὕτως· κατὰ φανερὰς ἡμέρας μετὰ τὴν τῶν ἁγίων μυστηρίων μετάληψιν ἐγίνετο δεῖπνα κοινά, τῶν πλουτούντων παρα‐ σκευαζόντων καὶ τοὺς πένητας συγκαλουμένων. τοῦτο δὲ ἦν πρόφασις
15ἀγάπης καὶ ταπεινοφροσύνης. ἐπεὶ οὖν τὸ τούτων αἴτιον τῶν ἀγαθῶν παρεφθείρετο, ἐδεήθη τοῦ γράψαι.
17t1 Kor 11,23
17Ἢ ὅτι ἐδιδάχθη ταῦτα ἀπὸ τοῦ κυρίου, ἵνα ᾖ τὸ παρέλαβον
ἀντὶ τοῦ ἐδιδάχθην.440

441

(1t)

1 Kor 11,28
1 Περὶ τοῦ κυριακοῦ μὲν δείπνου ἦν ὁ λόγος αὐτῷ, ἀλλ’ ἐπειδὴ εἰς τὸν περὶ μυστηρίων ἐνέπεσε κατά τινα λόγου ἀκολουθίαν, τὰ προκείμενα διορθοῦται· τοῦτο γὰρ ἔθος τῷ Παύλῳ πάντα τὰ παρεμπίπτοντα διορθοῦν.
5t1 Kor 12,9
5Ἢ καὶ τὴν τῶν δογμάτων.
6t1 Kor 13,12b
6Ἢ τοῦτο νόει μοι περὶ τοῦ υἱοῦ αὐτὸν λέγειν.
7t1 Kor 13,13
7 Εἰσὶ μὲν καὶ γλῶσσαι καὶ προφητεῖαι καὶ γνώσεις νῦν, εἰ καὶ ἀμυδραί εἰσιν· ἀλλὰ τὸ εἰρημένον νυνὶ δὲ μένει νοήσεις, τὸ οἷον μονιμώτεραί εἰσι τῶν λοιπῶν αἱ τρεῖς αὗται ἀρεταί, ἤγουν τὰ
10χαρίσματα, ἡ πίστις καὶ ἡ ἐλπὶς καὶ ἡ ἀγάπη· καὶ τούτων δὲ αὐτῶν πάλιν ἡ ἀγάπη μείζων, ἐπειδὴ καὶ εἰς τὸν μέλλοντα χρόνον παρεκτείνεται. διὰ τοῦτο δὲ τὰ τρία ταῦτα τῶν λοιπῶν μονι‐ μώτερα οἷον τῆς προφητείας καὶ τῶν γλωσσῶν καὶ τῆς γνώσεως, ἐπειδὴ τῆς πίστεως χεθείσης ἀργεῖν ἤμελλον λοιπὸν αἱ κατὰ πλάτος προφητεῖαι
15καὶ γλῶσσαι, καὶ ἡ παρὰ Κορινθίοις δὲ γνῶσις τέλος ἤμελλεν ἕξειν, ἀμυδροτέρα ὑπάρχουσα τῆς νῦν ἐνούσης χάριτι Χριστοῦ ἐν τῷ κόσμῳ γνώσεως.
18t1 Kor 14,21
18 Ἢ καὶ τὸ οὐδ’ οὕτως εἰσακούσονταί μου ὡς πρὸς τὸ κοινὸν εἴρηται καὶ τὸ μὴ πάντας εἰσακοῦσαι, ἐπεὶ ἔνι μηδὲ ἕνα
20εἰσακοῦσαι.
20t1 Kor 14,32
21 Ἄντικρυς ἢ ἐπὶ τῶν μάντεων· ἐκεῖνοι γὰρ μετὰ τὴν παρ’ αὐτοῖς ἐνθουσίασιν, καὶ ἄκοντες οἷα δαιμονῶντες λαλοῦσιν ἃ οὐ βούλονται. εἰ τοίνυν τὸ χάρισμα τοῖς προφήταις ὑποτέτακται, πῶς οὐκ ἄτοπον ὑμᾶς μὴ ὑποτάσσεσθαι τῷ κοινῇ συμφέροντι, ἵνα ὅταν ᾖ καιρὸς
25σιωπῆς, σιωπᾶτε.441

442

(1t)

1 Kor 15,5
1 Λέγομεν ἢ γραφικόν ἐστι σφάλμα, ἢ ὅτι τῷ προγνωστικῷ ὀφθαλμῷ ὁ κύριος εἰδὼς ὅτι συγκαταριθμηθήσεται τοῖς ἕνδεκα, ὤφθη καὶ αὐτῷ, ἵνα μηδὲ ἐν τούτῳ ἔλαττον ἔχῃ τῶν λοιπῶν ἀποστόλων. τοιοῦτόν τι παραδηλοῖ καὶ ὁ Ἰωάννης· μηδαμοῦ μὲν λέγων ὅτι ὤφθη τοῖς ἕνδεκα,
5ἀλλὰ καὶ περὶ τοῦ Θωμᾶ διαλεγόμενος εἶπεν· Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα· μᾶλλον γὰρ ἂν εἴποιμεν, ὅτι τὸν Ματθίαν συνέταξε κατὰ πρόγνωσιν τοῖς λοιποῖς ἀποστόλοις, ἢ τὸν Ἰούδαν μετὰ τὴν προδοσίαν καὶ τὴν ἀγχόνην.
9t1 Kor 15,24
9Διὰ τὸ αἴτιον οὕτως εἶπεν.
10t1 Kor 15,25
10 Ὅμοιόν φησιν ὁ Δαυίδ· καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπι, ἕως οὗ παρέλθῃ ἡ ἀνομία. τότε γὰρ παρέρχεται, ὅταν αἱ ἀρχαὶ καὶ αἱ ἐξουσίαι καταργηθῶσι καὶ ἀνενέργητοι μείνωσιν.
13t1 Kor 15,27
13 Καὶ δίκαιος ὁ φόβος· πρὸς γὰρ ἄνδρας ἀπὸ Ἑλλήνων πιστεύσαντας ἔγραφεν, οἳ δοξάζουσι τὸν Δία ἐπαναστάντα τῷ οἰκείῳ πατρὶ ἐξεῶσαι
15αὐτὸν τῆς βασιλείας. δέος οὖν ἦν, μή τι τοιοῦτον καὶ παρ’ ἡμῖν ὑποπτεύσωσιν.
17t1 Kor 15,28
17 Οἰκειοποιεῖται γὰρ τὰ τοῦ υἱοῦ ὡς πατήρ, καὶ πᾶν ὅπερ δύναται ὁ υἱός, τοῦτο εἰς τὸν πατέρα ἀνάγεται· αὐτὸς γὰρ αὐτῷ αἴτιος τοῦ δύνασθαι, ὁ γεννήσας αὐτὸν ἀχρόνως.
20t1 Kor 15,32
20 Ἢ οὕτως· εἰ μὴ διὰ τὴν ἐσομένην ἐλπίδα καὶ ἀντίδοσιν ἐθηριο‐ μάχησα, ἀλλὰ διὰ δόξαν ἀνθρωπίνην, τί ὠφέλημαι; θηριομαχῆ‐ σαι δὲ καλεῖ τὸ πρὸς τοὺς Ἰουδαίους σχεῖν, τὸ πρὸς Δημήτριον τὸν
ἀργυροκόπον· τί γὰρ οὗτοι θηρίων διέφερον;442

443

(1t)

1 Kor 15,44
1 Ὁ δὲ Χριστὸς πνευματικὸν ἔσχε σῶμα, ὅλην δεξάμενον τοῦ ἁγίου πνεύματος τὴν παρουσίαν. καὶ δηλοῖ μείνασα ἐπ’ αὐτὸν ἡ περιστερ. καθὸ γάρ ἐστι καὶ νοεῖται ἄνθρωπος ὁ κύριος, ἔσχε τὴν τοῦ παρακλήτου ἐνέργειαν, καίτοι ἰδίου αὐτοῦ ὄντος τοῦ πνεύματος, οὐ
5καθό ἐστι καὶ νοεῖται θεός. σημείωσαι δὲ καὶ ζωοποιὸν τὸ πνεῦμα ὑπάρχον. καίτοι τῆς ἀκολουθίας ἀπαιτούσης εἰπεῖν εἰς πνεῦμα ζῶν, αὐτὸς εἶπε ζωοποιόν. Ἀναλόγως οὖν καὶ ψυχικὸν κληθὲν σῶμα τὸ ψυχῇ καὶ οὐ πνεύματι ἁγίῳ διοικούμενον.
10t1 Kor 15,52
10 Ἆρα μὴ ἔνι καὶ οὕτω νοῆσαι; μικρὰ δὲ προαφηγητέον τοῦ νοήματος· φησὶν ὁ εὐαγγελιστὴς Ἰωάννης ἐν τῇ Ἀποκαλύψει τὸ τέλος τοῖς ἀνθρώποις μὴ ὑφ’ ἓν πᾶσιν ἐπάγεσθαι, ἀλλὰ κατὰ μέρος αὐτοῖς ἐπάγεσθαι ἐλέῳ θεοῦ, ἵνα τῶν πρώτων ἀπολλυμένων οἱ ὑπολιμπανό‐ μενοι τῷ φόβῳ τῶν προαναλωθέντων εἰς μετάνοιαν ἔλθωσιν· λέγει δὲ
15τὸ δόγμα τοῦτο ἐν τῇ λύσει τῆς ἑβδόμης σφραγῖδος τοῦ βιβλίου. ὧν οὕτως ἐχόντων νοήσεις τὸ ἐν ἀτόμῳ καὶ ἐν ῥιπῇ ὀφθαλμοῦ κατὰ κοινοῦ εἰρῆσθαι, καὶ πρὸς τὰ δύο ἁρμόζειν, ἵνα ᾖ οὕτως· πάντες μὲν οὐ κοιμηθησόμεθα, οἷον ἀποθανούμεθα, ἐν ἀτόμ, ἐν ῥιπῇ ὀφθαλμοῦ διὰ τὸ κατὰ μέρος ἐπάγεσθαι τὸ τέλος, κατὰ τὸν
20λόγον τῆς Ἀποκαλύψεως, πάντες μέντοι ἀλλαγησόμεθα ἐν ἀτόμ, ἐν ῥιπῇ ὀφθαλμο, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· αἱ μὲν γὰρ πρῶται σάλπιγγες, ἑπτὰ οὖσαι κατὰ τὴν Ἀποκάλυψιν, οὐκ ἐγείρουσι τοὺς νεκρούς, ἀλλὰ συντελοῦσι τοὺς ἀνθρώπους, ἡ δὲ τελευταία ποιεῖ τήν τε ἔγερσιν καὶ τὴν ἐναλλαγὴν τῶν ἤδη ἀναστάντων ἐν ἀτόμῳ
25καὶ ἐν ῥιπῇ ὀφθαλμοῦ σὺν τῇ κτίσει· καὶ γὰρ καὶ ἡ κτίσις ἀπαλλαγήσεται τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεο, καθὼς ἐν τῇ πρὸς Ῥωμαίους
εἴρηται.443