TLG 2866 002 :: OECUMENIUS :: Fragmenta in epistulam ad Romanos (in catenis)

OECUMENIUS Phil. Rhet.
(A.D. 6)

Fragmenta in epistulam ad Romanos (in catenis)

Source: Staab, K. (ed.), Pauluskommentar aus der griechischen Kirche aus Katenenhandschriften gesammelt. Münster: Aschendorff, 1933: 423–432.

Citation: Page — (line)

423

(1t)

Röm 1,24
1 Ἢ τάχα ἑαυτοὺς παρέδωκαν, ἐπειδὴ τοῦτο ἐπεθύμουν· ἐν γὰρ ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν φησιν.
3tRöm 2,5
3Ὡς πρὸς τὴν ἑρμηνείαν τὸ κατὰ παρέλκεται.
4tRöm 2,8
4Παρέλκεται ὁ κα.
5tRöm 2,10
5Ἐξέσται φησίν.
6tRöm 2,29
6Οἷον ὁ νοητός.
7tRöm 3,4
7Θεοῖς λατρεύσαντες καὶ δαίμοσιν.
8tRöm 3,25—26
8 Ἔδει γὰρ τὰς πρὸς τὸν Ἀβραὰμ πληρωθῆναι ὑποσχέσεις—καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη
10—τῷ μὴ μόνον εἶναι δίκαιον τὸν θεόν, ἀλλὰ καὶ τῷ δικαιοῦν
τὸν διὰ τῆς πίστεως τοῦ Ἰησοῦ οἰκεῖον θεοῦ καὶ λαὸν γινόμενον.423

424

(1t)

Röm 4,19
1 Καλῶς τὸ ἑκονταέτης που· οὐ γὰρ ἦν ἑκονταέτης, ἀλλὰ ἐνενήκοντα ἐννέα.
3tRöm 5,5—6
3 Καλῶς δὲ τὴν ἀγάπην τοῦ θεο, ἥ ἐστιν ἡ δόσις τοῦ πνεύμα‐ τος, εἶπεν ἐκκεχύσθαι, οἷον δαψιλῶς δεδόσθαι ἐν ταῖς καρδίαις
5ἡμῶν· νοητὴ γὰρ ἡ ἐνοίκησις τοῦ προσκυνητοῦ καὶ τρισαγίου πνεύμα‐ τος καὶ νῷ μόνῳ καὶ καρδίᾳ καταληπτή. Τοῦτ’ ἔστι κατὰ τὸν εὔκαιρον καὶ προσήκοντα καιρὸν καὶ χρόνον.
8tRöm 5,12
8 Ἵνα μή τις ἀδικίαν ἐγκαλέσῃ τῷ θεῷ ὅτι τοῦ Ἀδὰμ πεσόντος ἡμεῖς ἀποθνήσκομεν, ἐπάγει· φ’ ᾧ πάντες ἥμαρτον, ὡσεὶ ἔλεγεν·
10αὐτὸς μὲν τὴν ἀρχὴν παρέσχεν καὶ τὴν αἰτίαν, ὅτι πάντες ἡμάρτομεν κατὰ ὁμοίωσιν αὐτοῦ.
12tRöm 5, 13—14a
12 Ὅρα δὲ τὴν ἀσφάλειαν τοῦ ἀποστόλου· ἵνα μὴ δόξωμεν λοιπὸν ἀδικεῖσθαι δι’ ἄλλον ἀποθνήσκοντες, εἶπεν· ἁμαρτία ἦν ἐν τῷ κόσμ, εἰ καὶ μὴ ἐλογίζετο. τοιγαροῦν οὐ μόνον διὰ τὸν
15Ἀδὰμ ἀλλὰ καὶ διὰ τὴν ἁμαρτίαν ἀποθνήσκομεν. Ἐγὼ νομίζω ἁμαρτίαν λέγειν αὐτὸν ἐνταῦθα τὴν ἐκ τῆς παραβάσεως τοῦ Μωϋσέως νόμου καὶ τῶν ἐκεῖσε ἐπιταγμάτων συνιστα‐ μένην, οἷον τοῦ δεῖν περιτέμνεσθαι, τοῦ σαββατίζειν, καὶ τάδε μὲν ἐσθίειν τῶνδε δὲ ἀπέχεσθαι, ἐπεὶ ἡ καθόλου ἁμαρτία ἦν καὶ αὐτὴ τῇ
20τῶν ἀνθρώπων φύσει γινωσκομένη, καὶ ἦν καὶ ἐλλογεῖτο, οἷον ἀνδρο‐ φονία, κλοπή, παιδοφθορία καὶ τὰ ὅμοια. καὶ μάρτυρες τούτων Κάϊν, Λάμεχ, οἱ ἐπὶ τοῦ κατακλυσμοῦ, οἱ Σοδομῖται· ἐπὶ γὰρ τούτων τῶν ἁμαρτιῶν καὶ ὁ φυσικὸς ἔκειτο νόμος· ὁ γὰρ δημιουργὸς παράγων εἰς γένεσιν τὸν ἄνθρωπον τῶν τε πρακτέων τῶν τε οὐ πρακτέων φυσικήν
25τινα γνῶσιν ἐντέθεικεν. φασὶ δέ τινες τῶν πατέρων, ὧν καὶ Γρηγόριος
ὑπάρχει ἐν τῷ τοῦ ἀνθρώπου ποιήματι, καὶ τὴν ἐντολὴν τὴν δοθεῖσαν424

425

τῷ Ἀδάμ, μὴ φαγεῖν ἐκ τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν ξύλου, νόμον εἶναι ἁμαρτιῶν τούτων δὴ τῶν καθόλου ἀπείργοντα· τὸ γὰρ ξύλον τὸ ποιητικὸν τῆς γνώσεως τοῦ καλοῦ καὶ πονηροῦ ἁμαρτίαν εἶναι ἐδέξαντο.
4tRöm 5,14b
4Ὥς φησιν, Ἀδὰμ τύπος ἦν τοῦ μέλλοντος ἔρχεσθαι, τοῦτ’
5ἔστι Χριστοῦ. πῶς; ὥσπερ, φησί, τῷ θανάτῳ τοῦ Ἀδὰμ πάντες ἀπέθνησκον, οὕτως τῷ θανάτῳ τοῦ Χριστοῦ πάντες ζησόμεθα καὶ ἀναστησόμεθα. ὁ οὖν τύπος ἐκ τοῦ ἐναντίου συμβέβηκεν.
8tRöm 5,15a
8 Βούλεται δεῖξαι μείζονα ἐνεργήσασαν τὴν τοῦ Χριστοῦ χάριν ἤπερ ἐνήργησε τὸ τοῦ Ἀδὰμ παράπτωμα. καὶ πῶς τοῦτο; καὶ γὰρ ὁρῶμεν
10τὰ ἴσα ἐνεργήσαντα, εἰ καὶ ἐναντία τὰ ἐνεργηθέντα· ὥσπερ γὰρ ἡ ὑπακοὴ τοῦ Χριστοῦ εἰς πάντας ἀνθρώπους παρέπεμψε τὴν ζωὴν καὶ τὴν ἀνάστασιν, τὸν ἴσον τρόπον καὶ ἡ παρακοὴ τοῦ Ἀδὰμ εἰς πάντας ἀνθρώπους παρέπεμψε τὸν θάνατον. πῶς οὖν φησιν· οὐχ ὡς τὸ παράπτωμα οὕτως καὶ τὸ χάρισμα;
15 Καὶ οὕτως ἔχοντος τοῦ πράγματος καθὼς εἶπας, μεῖζον ἐνήργησεν ἡ χάρις τοῦ θεοῦ, καὶ οὐ κατὰ τοῦτο λέγω μεῖζον, ὡς ἄν τις οἰηθείη, καθ’ ὃ μείζων καὶ διαφορωτέρα ἡ ζωὴ τοῦ θανάτου, ἀλλ’ ὅτι καὶ αὐτῷ τῷ ἔργῳ καὶ τῇ ἐνεργείᾳ τὸ μεῖζον εἰργάσατο ἡ Χριστοῦ ὑπακοὴ τῆς Ἀδὰμ παραβάσεως. πῶς; ὅτι ὁ μὲν θάνατος ὁ ἐκ τοῦ Ἀδὰμ τὴν ἀρχὴν
20λαβὼν συνέργειαν ἔσχε καὶ τὴν ἡμῶν ἁπάντων ἁμαρτίαν, ἵνα κατὰ πάντων ἰσχύσῃ, οὐ πάντως ἰσχύειν μέλλων, εἰ καθαροὶ παντὸς ῥύπου ἔμειναν οἱ ἄνθρωποι. ἡ δέ γε Χριστοῦ χάρις καὶ ἄνευ τῆς ἡμῶν συνεργείας εἰς πάντας ἀφίκετο, καὶ τοῦτο δηλοῖ τὸ τὴν χάριν τῆς ἀναστάσεως μὴ μόνον εἰς τοὺς πιστοὺς ἐνεργεῖσθαι, τοὺς οἷον δόξαντας
25τὴν πίστιν συνεισφέρειν, ἀλλὰ καὶ εἰς τοὺς ἀπίστους οἷον Ἰουδαίους καὶ Ἕλληνας. μεῖζον οὖν τὸ μὴ προσδεηθὲν τῆς ἀφ’ ἡμῶν συμμαχίας τοῦ
δεηθέντος καὶ τῆς ἡμῶν αὐτῶν εἰς τὸ ἰσχύσαι συνεργείας.425

426

(1t)

Röm 5,15b
1 Περισσείαν φησὶ τὴν δαψίλειαν· τοῦτο δὲ κατασκευαστικόν ἐστι τοῦ πάντως ἐν ζωῇ βασιλεῦσαι, ὅσῳ καὶ ἡ χάρις οὐ φειδωλῶς οὐδὲ μεμετρημένως ἐδόθη, ἀλλ’ ἐκ περισσείας.
4tRöm 5,19
4Ἢ διὰ τὸ τάξει καὶ εἱρμῷ εἰς πάντας τοὺς τοῦ γένους διαβῆναι τὴν
5τοῦ προπάτορος ἁμαρτίαν, πάντων κατά τινα μίμησιν καὶ διαδοχὴν ἐπιτελούντων αὐτήν.
7tRöm 6,5
7 Καὶ ὅρα ἀγαθότητα θεοῦ· τὸν μὲν θάνατον τοῦ κυρίου ὡς ἐν εἰκόνι ἀπεθάνομεν, τῆς δὲ ἀναστάσεως ἀληθῶς κοινωνήσομεν.
9tRöm 6,9
9Πῶς γὰρ δι’ ὃν καὶ οἱ λοιποὶ ζησόμεθα, συναναπεμπόμενον τοῦ
10ὅλου τῇ ἀπαρχῇ ἡμῶν;
10tRöm 6,10
11 Καὶ οὕτω νοήσεις, ὥσπερ λέγομεν ἐπὶ τοῦ καθ’ ἡμᾶς ἀνθρώπου· ἀπέθανε τῇ σαρκί, ζῇ δὲ τῇ ψυχῇ, κατὰ δοτικὴν ἀποδιδόντες τὸν λόγον· οὕτω, μοὶ νόει, τῷ θεῷ ζ, τοῦτ’ ἔστι τὸ εἶναι θεός, οὐκ ἐπειδὴ καὶ τῷ εἶναι ψυχῇ οὐκ ἔζη, ἀλλὰ τὸ ἀμαχώτερον ἔθηκεν, τὸ εἶναι αὐτὸν θεόν.
15tRöm 7,14
15 Πνευματικός· δῶρόν φησι τοῦ ἁγίου πνεύματος καὶ ὥσπερ ὑπαγόρευσις.
17tRöm 7,18
17 Τάχα δὲ καὶ τὸ οὐκ οἰκεῖ ἐν ἐμοὶ ἀγαθὸν τὸ αὐτεξούσιον δείκνυσιν, καὶ ὅτι ὁ ἄνθρωπος κύριος τῆς ἐπ’ ἄμφω, τό τε ἀγαθὸν καὶ
τὸ κακόν, ῥοπῆς· τὸ γὰρ οὐκ οἰκεῖ ταὐτὸν ἂν εἴποι τις τῷ· οὐκ426

427

ἀποκεκληρωμένον καὶ ἀνάγκῃ τινὶ παραμένον μοι ἔχω τὸ πράττειν τὰ ἀγαθά, ὥστε καὶ πρὸς βίαν ἀφέλκειν με τῶν κακῶν· τοῦτο γὰρ ἡ οἴκησις, ἡ εἰς ἀεὶ διαμονὴ καὶ οἷον ἐγκάθισις. ἐπὶ μὲν τοῦ ἀγαθοῦ οὐκ εἶπεν οἴκησιν, ἐπὶ δὲ τῆς ἁμαρτίας εἶπεν· λοιπὸν γὰρ ἐκ τοῦ
5διαμαρτάνειν εἰς ἕξιν τινὰ τῆς ἁμαρτίας ἤλθομεν, ἡ δὲ ἕξις ἴση τῇ φύσει γίνεται. καὶ οὐκ εἶπεν ἡ ἐρριζωμένη ἐν ἐμοὶ ἁμαρτία, τὸ ἐμπεφυκὸς κακόν, ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία, ἵνα μηδεὶς φυσικὴν τὴν ἁμαρτίαν νομίσῃ, ἀλλ’ ὥσπερ ἐπὶ οἰκήτορος ὡς εἰσῆλθεν ἐξελθεῖν δυνα‐ μένην. τὸ δ’ αὐτὸ καὶ συνηγορία τοῦ σώματος· οὐ γὰρ ἡ τῶν οἰκούντων
10κακία τῆς φύσεως τοῦ οἴκου διαβολή· τί γὰρ παρὰ τὸν οἶκον, εἰ λῃστὴς ἐν αὐτῷ τις κατοικεῖ;
12tRöm 7,23—24
12 Καλῶς εἶπεν· αἰχμαλωτίζοντά με· μάχης γὰρ κινουμένης μεταξὺ τῆς ἁμαρτίας καὶ τῶν τοῦ νόμου ἐπιταγμάτων, ἤγουν τοῦ ἀντιλέγοντος λογισμοῦ τῇ ἁμαρτίᾳ, ἄπεισι νικήσασα ἡ ἁμαρτία,
15αἰχμάλωτον λαβοῦσα τὸν ταλαίπωρον ἄνθρωπον.
16tRöm 8,9
16Κοινὸν γὰρ πατρὸς καὶ υἱοῦ τὸ πνεῦμα.
17tRöm 8,15
17 Τάχα δέ, εἰ καὶ οἱ Ἰουδαῖοι θεοὶ ἐκαλοῦντο καὶ υἱοὶ θεο, ὥσπερ τὰ παρ’ αὐτοῖς πάντα τύπος ἦν τῶν ἡμετέρων, οὕτω καὶ ἡ υἱοθεσία· οὔτε γὰρ κυρίως ἐκλήθησαν ἀλλὰ τυπικῶς υἱοί, οὔτε
20καθολικῶς πνεῦμα ἔλαβον.
20tRöm 8,21
21 Εἰς τὴν ἐλευθερίαν οἷον διὰ τὴν ἐλευθερίαν τῆς δόξης, τοῦτ’ ἔστι δι’ ἡμᾶς ἔσται καὶ ἡ κτίσις ἄφθαρτος· ὥσπερ γὰρ
δι’ ἡμᾶς γέγονε φθαρτή, οὕτω πάλιν δι’ ἡμᾶς ἔσται ἄφθαρτος.427

428

Ἢ τὸ εἰς τὴν ἐλευθερίαν δηλοῖ, ὅτι εἰς τὴν αὐτὴν εἰς ἣν καὶ ἡμεῖς, ἐλευθερουμένη τῆς φθορᾶς ἡ κτίσις ἐλεύσεται, οἷον ἐκ φθαρτῆς ἄφθαρτος γινομένη.
4tRöm 8,23
4Τότε γὰρ τὰ τῆς υἱοθεσίας ἀποτελέσματα.
5tRöm 8,26
5 Ὡσαύτως δὲ καὶ τὸ πνεῦμα φροντίσει σου, εἰ δὲ ἀμελεῖς, ἀμεληθήσῃ. Τοῦτο νῦν ὁ διάκονος πληροῖ λιτανεύων.
8tRöm 8,34
8 Καὶ οὕτω δύνῃ νοῆσαι ὡς πρὸς τὸ κατὰ πόδα τοῦ ῥητοῦ· εἰ τὸ πνεῦμα, φησίν, ἀντιλαμβάνεται, εἰ ὁ πατὴρ ἐδικαίωσεν,
10τίς ὁ κατακρῖναι δυνάμενος; ὑπολείπεται, φησίν, ὁ υἱός. ὁ υἱὸς οὖν, φησίν, ἔχει κατακρῖναι, καίτοι τοσοῦτον ἀγαπᾷ ὡς καὶ θάνατον αἱ‐ ρήσασθαι ὑπὲρ ἡμῶν, καὶ ὢν ἐν δεξιᾷ τοῦ πατρὸς καὶ εἰς τὴν ἰδίαν ἐπανελθὼν δόξαν οὐκ ἐπαύσατο τῆς πρὸς ἡμᾶς ἀγάπης, ἀλλὰ καὶ παρακαλεῖ τὸν πατέρα ὑπὲρ ἡμῶν· τοῦτο γὰρ δηλοῖ τὸ ἐντυγχάνει.
15τὴν δὲ παράκλησιν οὕτω νόει· αὐτῷ τῷ ἐνηνθρωπηκέναι παρακαλεῖ τὸν πατέρα ὑπὲρ ἡμῶν.
17tRöm 9,17
17 Δύναμις θεοῦ ἡ μακροθυμία, καὶ δύναμις μεγίστη· τίς γὰρ οὐκ ἂν ἐκπλαγείη τοσοῦτον μακροθυμήσαντος τοῦ θεοῦ; φησὶν οὖν ὅτι εἰς τοῦτο συγκεχώρηκα βασιλεῦσαί σε, ὅπως δειχθῇ, πῶς εἰμι
20μακρόθυμος.428

429

(1t)

Röm 9,22
2 Οὐκ ὀργῆς πάθει ἥλω ὁ θεός. ἄπαγε. ἀλλ’ ἐπειδὴ ταῦτα ἐποίησεν ἃ ἡμεῖς ὀργιζόμενοι ποιοῦμεν, ὀργὴν τὸ πρᾶγμα ἐκάλεσεν ἐκ τοῦ ἡμῖν γνωρίμου.
4tRöm 9,28
4Τὸ συντελῶν δηλοῖ ὅτι πέρας ἔχουσι πάντες λόγοι γνώσεως καὶ
5πίστεως θεοῦ, καὶ οὐκ ἔσται ἕτερος μετὰ τοῦτον τὸν νῦν κηρυττόμενον οὐχ ὥσπερ ἦν τὰ Ἰουδαίων καὶ μετέπεσεν εἰς τὰ νῦν, ἀλλ’ ἐπὶ συντελείᾳ πάσης πίστεως καὶ παντὸς λόγου δέδοται ὁ νῦν τῆς πίστεως λόγος. ὁ μὲν γὰρ Μωϋσαϊκὸς νόμος ἐδόθη προδιατυποῦντος τοῦ θεοῦ καὶ προδιαγρά‐ φοντος τὸν τῆς χάριτος, τὸν δὲ εὐαγγελικὸν δίδωσι συντελῶν καὶ
10συντέμνων, τοῦτ’ ἔστιν ἀπαρτίζων ἅπαντα καὶ εἰς τέλος ἄριστον ἄγων. τὸ δὲ λόγον συντελῶν ὡς αἰτίαν τῶν προειρημένων ἀπέδωκεν —ἐπειδὴ γὰρ εἶπε· καλέσω τὸν οὐ λαόν μου λαόν μου—, ἵνα μή τις εἴπῃ· καὶ τί τοῦτο; ὥσπερ γὰρ ἐγένοντο ἐκ λαοῦ τινες οὐ λαός, οὕτω κἂν ἐξ οὐ λαοῦ λαὸς γένηται, οὐδὲν κωλύει καὶ τούτους
15πάλιν γενέσθαι οὐ λαόν. οὐχ οὕτω φησὶ λόγον συντελῶν· ἐκεῖνα μὲν γὰρ μετέπιπτεν ἐπὶ τὸ κρεῖττον πάντων ὀφειλόντων μεταρρυθμί‐ ζεσθαι, νῦν δὲ οὐκέτι, ὅτι τετελειωμένη ἐστὶν ἡ νῦν κλῆσις καὶ ἡ πνευματικὴ νομοθεσία. ἄλλως τε, ἐπειδὴ εἶπεν· ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ καὶ τὰ ἑξῆς, ἵνα μὴ εἴπωσιν ὅτι πολλάκις
20ἐπαγγελιῶν πολλῶν ἀκούσαντες ἢ οὐδ’ ὅλως ἐτύχομεν, ἢ μετὰ μικρὸν χρόνον, καὶ γὰρ πολλῶν ἐξέπιπτον διὰ τὴν ἀχαριστίαν καὶ ἀγνωμοσύνην αὐτῶν. οὐχ οὕτω καὶ νῦν, φησίν, ἀλλ’ ἐὰν βούλησθε, τελεία καὶ σύντο‐ μος ἐπὶ χεῖρας ὑμῶν ἐστιν ἡ σωτηρία.
24tRöm 9,29
24Δύνῃ δὲ καὶ περὶ Χριστοῦ νοῆσαι τοῦτο· οὕτως ὁ ἐν ἁγίοις
25Κύριλλος.429

430

(1t)

Röm 11,9—10
1 Τὸ αὐθαιρέτως μέλλον παρ’ αὐτῶν γίνεσθαι ὡς ἐν κατάρας λέγει μέρει· ἐπειδὴ γάρ, φησίν, οὐκ ἠβουλήθησαν τὸν ἥλιον τῆς δικαιο‐ σύνης ἰδεῖν, μηδὲ ἴδοιεν. Τὸ μέλλειν αὐτοὺς ὑπὸ Ῥωμαίους γίνεσθαι δηλοῖ, τὸ δὲ διὰ
5παντὸς ὡς οὐδὲ ἐλευθερωθεῖέν ποτε σημαίνει.
6tRöm 11,15
6 Ἢ τοῦτό φησιν· τίς ἔσται ἡ πρόσληψις αὐτῶν, εἰ μὴ ἵνα εἴπωμεν ὅτι ἀποθανόντας αὐτοὺς ταῖς ἁμαρτίαις ζωοποιεῖ ὁ προσλαμ‐ βάνων θεός.
9tRöm 11,16
9Ἢ ὅτι αὐτοὺς ἁγίους καλεῖ, προτρέπων εἰς τὴν πίστιν, ὡσεὶ εἶπεν·
10ἐπιτήδειοί ἐστε καὶ πρέποντες, τὸ θέλειν ὑμῖν λείπει μόνον.
10tRöm 11,28—29
11 Εἶτα ἐπειδὴ ἐναπομεμενήκασι τῇ ἀπιστίᾳ καὶ διὰ τοῦτο οὔκ εἰσιν ἀγαπητοί, ἀσφαλῶς λαλῶν φησιν· διὰ τοὺς πατέρας, ὡσεὶ εἶπεν· εἰ καὶ αὐτοὶ διὰ τὴν ἀπιστίαν οὐκ ἀγαπητοί, διὰ μέντοι τοὺς πατέρας ἔτι ἀγαπῶνται, ὅθεν καὶ σωτηρίαν ἐκδέχονται. κλῆσιν δέ φησι τὴν
15περὶ τὸ ἔθνος γεγενημένην.
16tRöm 12,1—2
16 Ἢ ὅτι μὴ συμμεταβάλλεσθε τοῖς καιροῖς. Καὶ πῶς ἄν τις ἑαυτὸν προσενέγκῃ θυσίαν ζῶσαν; πῶς μὴ συνσχηματίζεσθε, τοῦτ’ ἔστι μὴ τυποῦτε ἑαυτοὺς κατὰ τὸ σχῆμα τοῦ κόσμου τούτου; οὐδὲν γὰρ ὑγιὲς ἔχει ἢ μόνιμον· διὸ καὶ σχῆμα
20αὐτὸ καλεῖ, δηλῶν τὸ μὴ μένον· εἰπὼν δὲ τοῦτο δηλοῖ τὸ ἐπίκαιρον.430

431

(1t)

Röm 14,5
1 Οὐ δεκτέον τὸ ῥητὸν ἐπὶ δόγματος πίστεως, ὅμως καὶ αὐτὸς αὐτὸ λέγει.
3tRöm 14,11—12
3 Εἴρηται περὶ τοῦ θεοῦ καὶ πατρὸς ὅτι αὐτὸς κρινεῖ οὐδένα, τὴν δὲ κρίσιν δέδωκεν τῷ υἱ. δῆλον οὖν ὡς περὶ τοῦ κριτοῦ
5εἴρηται τῷ Παύλῳ τὸ ἐξομολογήσεται τῷ θεῷ καὶ τὸ λόγον δώσει τῷ θε· ἄρα θεὸς ὁ Χριστός, κἂν οἱ ἀσεβεῖς μὴ βούλωνται.
7tRöm 14,15
7 Ὧι δὲ συμβουλεύει καὶ τοὺς πιστοὺς ἀπέχεσθαι βρωμάτων διὰ τὴν τῶν ὀλιγοπίστων συγκατάβασιν, ὅπερ καὶ παριὼν λέγει. Καλῶς μὲν διδάσκεις, ἀλλ’ ἡ μάχη βλασφημίας αἰτία γίνεται.
10tRöm 14,20
10 Ὁ θεὸς διὰ τοῦ σταυροῦ ᾠκοδόμησεν, σὺ τοίνυν καταλύεις τὴν οἰκοδομὴν τοῦ θεῦ.
12tRöm 15,8
12 Ἔνι δὲ καὶ οὕτως νοῆσαι· διάκονος, φησί, γέγονεν ὁ Χριστὸς τῶν Ἰουδαίων, τοῦτ’ ἔστι διάκονος γέγονεν ὑπὲρ τοῦ τοὺς Ἰουδαίους ἐντὸς γενέσθαι τῶν ἐπαγγελιῶν, καὶ ἵνα ὁ ταύτας ἐπαγγειλάμενος πατὴρ
15ἀληθεύσῃ.
16tRöm 15,29
16 Ἢ οὕτως· οἶδα ὅτι ἐρχόμενος πρὸς τὸ πληρῶσαι ὑμᾶς τῆς ἐκ τοῦ εὐαγγελίου εὐλογίας ἐλεύσομαι, τοῦτ’ ἔστι πρὸς ἀρετὴν καὶ πίστιν ὑμᾶς
ἀλείψω.431

432

(1t)

Röm 16,25—26
1 Ἵνα οὕτω ζῶσιν, φησίν, ὡς τὸ εὐαγγέλιον διαγορεύει. Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι, μόνῳ σοφῷ θεῷ —στηρίξαι δὲ πῶς; διὰ Ἰησοῦ Χριστοῦ—δόξα, φησίν, εἰς τοὺς
αἰῶνας.432