TLG 2866 001 :: OECUMENIUS :: Commentarius in Apocalypsin

OECUMENIUS Phil. Rhet.
(A.D. 6)

Commentarius in Apocalypsin

Source: Hoskier, H.C. (ed.), The complete commentary of Oecumenius on the Apocalypse. Ann Arbor: University of Michigan Press, 1928: 29–260.

Citation: Page — (line)

29

(1t)

Ἑρμηνεία τῆς ἀποκαλύψεως τοῦ θεσπεσίου καὶ εὐαγγελιστοῦ
2tκαὶ θεολόγου Ἰωάννου ἡ συγγραφεῖσα παρὰ Οἰκουμενίον.
1Λόγος πρῶτος Πάσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος ἔφη που λόγιον ἱερόν. ἐν πνεύματι γὰρ ἐσοφίσθησαν ἅπαντες οἱ κηρύ‐ ξαντες ἡμῖν τὸν σωτήριον λόγον, προφῆταί τε καὶ ἀπόστο‐
5λοι καὶ εὐαγγελισταί. ὁ δέ γε θεσπέσιος Ἰωάννης πάντων κηρύκων ἁγιώτερος καὶ παντὸς πνευματικοῦ πνευματικώτε‐ ρος, ὡς ἐπὶ τὸ στῆθος ἀναπεσὼν τοῦ Κυρίου, καὶ διὰ τῶν φιλημάτων ἀρυσάμενος δαψιλεστέραν τοῦ Πνεύματος χάριν· ὅθεν καὶ υἱὸς ἐπεκλήθη βροντῆς. κατεκτύπησεν
10γὰρ †τὴν† ὑπ’ οὐρανὸν ταῖς θείαις αὐτοῦ διδασκαλίαις. τὴν δέ γε παροῦσαν αὐτοῦ πραγματείαν ὅσῳ καὶ περὶ μυστηρίων ἰσχνῶν καὶ ἀποξεσμένων, ἔχει μυστικωτάτην δικαίως 〈ὡσ〉 ἄν τις λογίσαιτο. οὐ γὰρ περὶ παρόντων ἡμῖν μόνον διαλέγεται, ἀλλὰ καὶ περὶ παρεληλυθότων καὶ
15μελλόντων πραγμάτων. τοῦτο γὰρ ἴδιον ἐντελοῦς προφη‐ τείας περὶ τῶν τριῶν διαλαμβάνειν καιρῶν· καὶ γὰρ καὶ οἱ ἔξωθεν εἰσφέρουσιν τοὺς μάντεις τοὺς παρ’ αὐτοῖς εἰδότας τά τ’ ἐόντα, τά τ’ ἐσσόμενα, πρό τ’ ἐόντα ἐν περινοίᾳ τῶν παρ’ ἡμῖν, ὡς οἶμαι, προφητῶν γεγενημένοι. οὐ γὰρ οἱ παρ’
20αὐτοῖς χρησμολόγοι τὴν ἁπάντων γνῶσιν ἔσχον ποτέ, ἐπεὶ μηδὲ οἱ ἐνεργοῦντες ἐν αὐτοῖς δαίμονες ἐπηνάγκα‐
σαν τὸν τὰ πνευματικὰ διερμηνεύειν ἐπιχειροῦντα,29

30

πνευματικόν τε εἶναι καὶ τὰ θεῖα σοφόν, ἐπεὶ καὶ πνευμα‐ τικοῖς πνευματικὰ συγκρίνειν κατὰ τὸν θεῖον ἀπόστολον. ἐγὼ δὲ τοσοῦτον πόρρω καθέστηκα πνεύματος ἐνεργείας, ὅσῳ καὶ τὴς θείας καὶ ἀνωτάτω σοφίας· διὸ προπετῆ μᾶλ‐
5λον ἢ ἀσφαλῆ πεποίημαι τὴν ἐγχείρησιν· εἰς γὰρ κακότε‐ χνον ψυχήν, οὐκ εἰσελεύσεται σοφία, οὐδὲ οἰκεῖ ἐν σώματι κατάχρεως ἁμαρτίαις, ὡς Σολομῶντι καὶ τῇ ἀληθείᾳ δοκεῖ. γυμνασίαν οὖν τινα προειλόμην τὸ ἑαυτοῦ ἀπερίσκεπτον ἐν αὐτῇ διελέγχων. οὐκ ἠγνόηται δέ, ὥς τινες περὶ τοῦ
10παρόντος συγγράμματος ἐπειράσθησαν εἰπεῖν, ὅτι νόθον τέ ἐστι καὶ ἀσύντακτον ταῖς λοιπαῖς τοῦ Ἰωάννου συγγρα‐ φαῖς. ἐγὼ δὲ ἐξ αὐτῶν τῶν εἰρημένων ψυχωφελῶν τυγχα‐ νόντων καὶ οὐδὲν ἐχόντων ὅτι μὴ θεῖον καὶ τοῦ συγγρα‐ φέως ἐπάξιον, τὸ γνήσιον αὐτῷ μαρτυρῶ καὶ ἐξ ὧν ἔγκριτοι
15πατέρες ἐδέξαντό τε αὐτὸ καὶ ἐκύρωσαν, Ἀθανάσιος μὲν ὁ πάμμεγας ἐν τῇ ἐκθέσει τῶν κανονιζομένων βιβλίων τῆς παλαιᾶς τε καὶ νέας, Βασίλειος δὲ ὁ θεσπέσιος, ἐν τῇ Περὶ Υἱοῦ συντόμῳ ζητήσει, Γρηγόριος δὲ ὁ θεολόγος, ἐν τῷ εἰς τὴν τῶν Ἐπισκόπων Παρουσίαν λόγῳ, Μεθόδιος δὲ ὁ
20σοφώτατος, ἐν τῷ Περὶ Ἀναστάσεως λόγῳ, Κύριλλος δὲ ὁ μέγας ἔργῳ καὶ λόγῳ ἐν βιβλίῳ ἕκτῳ τῆς Ἐν Πνεύματι καὶ Ἀληθείᾳ Πραγματείας· πρὸς τούτοις καὶ Ἱππόλιτος ὁ θεσπέσιος ἐν τῇ Ἑρμηνείᾳ τοῦ Δανιήλ. οὐ γὰρ ἂν μνήμης παρὰ τοῖς οὕτως ἀκριβέσι τετύχηκε πατράσιν, εἴ τι ὅλως ἦν
25ἐν αὐτῷ νόθον καὶ ἀπόβλητον. ἦν δὲ καὶ ἄλλους παρα‐ θέσθαι τῶν ἁγίων κυροῦντας τὸ σύγγραμμα, εἰ μὴ τὸ μέ‐ τριον ἐγίνωσκον τοῖς εὖ φρονοῦσι σπουδαζόμενον. εἰ γὰρ τὸ ἔντριτον σπαρτίον οὐ ταχέως ἀπορραγήσεται κατὰ τὸν ἐκκλησιαστὴν, σχολῇ γ’ ἂν ἀπορραγείη τὸ ἑξάπλοκον· τι
30οὖν ἡμῖν διὰ τῆς ἀποκαλύψεως ὁ ἱερὸς τοῦ Χριστοῦ μαθη‐30

31

τής, καὶ τὴν θείαν αὐχῶν ἀγάπην διαλέγεται; ἰστέον γὰρ ἐπ’ αὐτὰ λοιπὸν τὰ θεσπέσια λόγια, τὰς αὐτοῦ πρεσβείας εἰς βοήθειαν καλεσάσας·
ἀποκάλυψις Ἰησοῦ Χριστοῦ· ἣν ἔδωκεν αὐτῷ ὁ Θεός, δεῖξαι
5 τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει· καὶ ἐσήμανεν ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ, ὃς ἐμαρτύρησε τὸν λόγον τοῦ Θεοῦ· καὶ τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ ὅσα εἶδεν. ἐν προοιμίοις καλὸν ἐπισημήνασθαι, ὅτι ἐν πάσαις ταῖς
10αὐτοῦ συγγραφαῖς ὁ θεσπέσιος Ἰωάννης ἐμφιλοχωρήσας τοῖς θεοπρεπέσι λόγοις τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐν τῷ παρόντι συγγράμματι τοῖς ἀνθρωποπρεπέσιν αὐτοῦ διατρίβει μᾶλλον ὅπως μὴ δόξειεν ἐκ τῶν θειοτέρων μὲν αὐτὸν ἐπιγινώσκων, οὐ μὴν καὶ ἐκ τῶν ἀνθρωπίνων. δεῖγμα
15γὰρ τῆς ἀκραιφνοῦς θεολογίας ὥσπερ τὸ πιστεύειν ὅτι ἐκ τοῦ Θεοῦ καὶ πατρὸς ὁ θεῖος λόγος πρὸ παντὸς αἰῶνος καὶ χρο‐ νικοῦ γεγέννηται διαστήματος, συναΐδιός τε καὶ ὁμοούσιος τῷ πατρὶ καὶ τῷ πνεύματι, καὶ συγκατάρχει τῶν αἰώνων, καὶ πάσης κτίσεως νοητῆς τε καὶ αἰσθητῆς, κατὰ τὸ εἰρη‐
20μένον τῷ σοφωτάτῳ Παύλῳ ἐν τῇ πρὸς Κολασσαεῖς ἐπι‐ στολῇ, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ἀόρατα καὶ τὰ ὁρατά, εἴτε θρόνοι, εἴτε κυριό‐ τητες, εἴτε ἀρχαί, εἴτε ἐξουσίαι· πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος καὶ
25τῆς ἐκκλησίας· ὅς ἐστιν ἀπαρχὴ πρωτότοκος ἐκ νεκρῶν,
ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων· οὕτω πιστεύειν αὐτὸν31

32

ἐπ’ ἐσχάτων δι’ ἡμᾶς καὶ τὴν ἡμῶν σωτηρίαν; καὶ ἄνθρω‐ πον γεγονέναι, οὐκ ἐκστάσει θεότητος, ἀλλὰ προσλήψει σαρκὸς ἀνθρωπίνης, ἐψυχωμένης νοερῶς, ἵν’ ἐκ δύο φύσεων νοεῖται συνημμένος ὁ Ἐμμανουήλ, θεότητός τε καὶ ἀνθρω‐
5πότητος, τελείως ἐχουσῶν κατὰ τὸν οἰκεῖον λόγον καὶ τὴν κατὰ ποιότητα φυσικὴν ἰδιότητα καὶ διαφοράν, οὔτε συγχυθέντων τῶν εἰς ἑνότητα συνδεδραμηκότων, οὔτε μὴν διαιρουμένων μετὰ τὴν ἄφραστον καὶ ἀφαντασίαστον ἕνωσιν. βδελυκτοὶ γὰρ ὁμοίως ἀμφότεροι
10Νεστόριος τε καὶ Εὐτυχής· τὰ ἐναντία καὶ ἐκ διαμέτρου κακά. ὅπως οὖν εἴη τὸ τοῦ σωτῆρος ἡμῶν δόγμα ἀκριβὲς καὶ ἀποξεσμένον αὐτῷ, ἐν τοῖς ἄλλοις τοῖς θείοις ἐνδιατρί‐ ψας, ὡς εἴρηται τοῦ Κυρίου, ἐνταῦθα τοῖς ἀνθρωπίνοις κατε‐ χρήσατο ῥήμασί τε καὶ διανοήμασι· πλὴν οὔτε ἐν ἐκείνοις
15τὰ θεῖα δίχα τῶν ἀνθρωπίνων, οὔτε ἐνταῦθα τὰ ἀνθρώπινα δίχα τῶν θείων ἐξέδωκεν. παρὰ τὸ πλέον δὲ καὶ ἧττον ταῖς συγγραφαῖς κατεχρήσατο. ἐντεῦθεν αὐτῷ τῷ εἰπεῖν ἀποκάλυψις, δέδοται μὲν παρὰ τοῦ πάτρος τῷ υἱῷ· δέδοται δὲ παρὰ τοῦ υἱοῦ ἡμῖν τοῖς δούλοις αὐτοῦ. δούλους δὲ
20Χριστοῦ τοὺς ἁγίους εἰπών, ἐφύλαξεν αὐτῷ τὸ θεοπρεπές. τίνος γὰρ ἂν εἴησαν οἱ ἄνθρωποι, πλὴν τοῦ ποιητοῦ καὶ δημιουργοῦ τῶν ἀνθρώπων; τίς δὲ ὁ τῶν ἀνθρώπων καὶ πάσης κτίσεως δημιουργός; οὐδεὶς παρὰ τὸν μονογενῆ τοῦ Θεοῦ λόγον καὶ υἱόν. πάντα γὰρ δι’ αὐτοῦ ἐγένετό φησιν ἐν
25Εὐαγγελίοις ὁ παρὼν συγγραφεύς. τί δὲ βούλεται αὐτῷ τὸ προσθεῖναι ἃ δεῖ γενέσθαι ἐν τάχει; καίτοι τῶν μελλόντων ἔσεσθαι οὔπω τετελεσμένων, ἤδη πλείστου δεδραμηκότος
χρόνου ἐξ οὗ ταῦτα εἴρηται, ἐτῶν πλειόνων ἢ πεντακο‐32

33

σίων. ὅτι πάντες οἱ αἰῶνες ἐν ὀφθαλμοῖς τοῦ ἀτελευτήτου αἰωνίου Θεοῦ εἰς οὐδέν εἰσι λελογισμένοι· χίλια γὰρ ἔτη, φησὶν ὁ προφήτης, ἐν ὀφθαλμοῖς σοῦ, Κύριε, ὡς ἡ ἡμέρα ἡ ἐχθὲς ἥτις διῆλθεν καὶ φυλακὴ ἐν νυκτί. διὰ τοῦτο τοιγαροῦν
5τὸ ἐν τάχει προσέθηκεν οὐ πρὸς τὸ μέτρον ἀπιδὼν τῶν χρόνων τῆς τῶν γενησομένων συμπληρώσεως, ἀλλὰ πρὸς τὴν ἰσχὺν καὶ τὸ αἰώνιον τοῦ Θεοῦ. τῷ ὄντι γὰρ πᾶσα χρονικὴ παράτασις κἂν ὅτι μάλιστα πλείστη τέ ἐστι καὶ μεγίστη μικρά τίς ἐστι πρὸς τὸ ἀτελεύτητον συγκρινομένη.
10Ἰησοῦς οὖν φησιν ὁ Χριστὸς ἐσήμανέν μοι ἃ δεῖ γενέσθαι. οὐκ αὐτὸς ἐπιφανεὶς καὶ εἶπεν, ἀλλὰ διὰ τοῦ ἀγγέλου αὐτοῦ μυσταγωγήσας με. ὁρᾶς τὸ φιλάληθες τοῦ θεσπεσίου τού‐ του, ὁμολογήσαντος ὡς δι’ ἀγγέλου αὐτῷ ἀποκεκάλυπται καὶ οὐκ ἀπὸ στόματος ἤκουσεν τοῦ Κυρίου· ὅστις, φησὶν
15Ἰωάννης, ἐμαρτύρησεν τὸν λόγον τοῦ Θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ ὅσα εἶδεν. τούτῳ τῷ σχήματι καὶ ἐν Εὐαγγε‐ λίοις κέχρηται, τὴν διδασκαλικὴν ἀξιοπιστίαν ἑαυτῷ φυλατ‐ τόμενος. εἶπεν οὗτός ἐστιν ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα· καὶ οἴδαμεν ὅτι ἀληθὴς ἡ μαρτυρία αὐτοῦ
20ἐστιν. καὶ νῦν φησιν μάρτυς ἐστὶν τοῦ ὀφθέντος αὐτῷ θείου λόγου. λέγει δὲ τοῦ τῆς παρούσης ἀποκαλύψεως καὶ τῆς δοθείσης παρὰ Χριστοῦ μαρτυρίας, τοῦτ’ ἔστι, διὰ μαρ‐ τυρίας μάρτυς εἰμὶ καὶ συγγραφεύς.
μακάριος ὁ ἀναγινώσκων καὶ ἀκούων τοὺς λόγους τῆς
25
προφητείας ταύτης καὶ οἱ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμ‐
μένα· ὁ γὰρ καιρὸς ἐγγύς.
οὐ τοὺς ἀναγινώσκοντας μόνον ἔφη μακαρίους· πολλοὶ γὰρ ἂν ἦσαν οὕτω μακάριοι, πλεῖστοι γὰρ οἱ ἀναγινώσκον‐ τες, ἀλλὰ καὶ τοὺς ἀκούοντας καὶ οἷον πειθηνίους γινομέ‐
30νους ταῖς ἐν αὐτῇ παραινέσεσιν, καὶ οἱ διατηροῦντες καὶ33

34

φυλάττοντες ὡς θείους νόμους τὰ εἰρημένα. ἐγγὺς γάρ φησιν ὁ καιρός· παντὶ γὰρ φυλάττοντι τὰς ἐντολὰς τοῦ Θεοῦ ἐγγὺς τῆς μακαριότητος ὁ καιρός. ἢ οὕτως ἢ ἐγγύς φησιν τῆς τῶν λεγομένων ἀποβάσεως ὁ καιρός. τὸ δέ γε
5ἐγγὺς ἐν τοῖς πρότερον ἡρμηνεύηται.
Ἰωάννης φησὶν ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ·
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ ὁ ὤν, καὶ ὁ ἦν, καὶ ὁ
ἐρχόμενος.
ἰσοδυναμεῖ τοῦτο τῷ εἰπεῖν, χάρις ὑμῖν ἀπὸ τοῦ πάν‐
10των ὑμῶν Θεοῦ· ὄντα μὲν γὰρ ἑαυτὸν ὁ Πατὴρ ὀνομά‐ ζει, χρηματίζων ἐπὶ τῆς βάτου τῷ σοφωτάτῳ Μωσεῖ λέγων, ἐγώ εἰμι ὁ ὤν. ἦν δέ γε περὶ τοῦ Υἱοῦ φησιν ὁ παρὼν θεσ‐ πέσιος εὐαγγελιστὴς εἰπών, ἐν ἀρχῇ ἦν ὁ λόγος· καὶ ὁ λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ λόγος· καὶ πάλιν
15ἐν 〈τῇ〉 πρώτῃ τῶν καθολικῶν ἐπιστολῶν· ὃ ἦν ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς. ἐρχόμενον δέ, ἔφη τὸ Πνεῦμα τὸ Ἅγιον. οὐ γὰρ μόνον παραγέγονεν τῇ τῆς πεντηκοστῆς ἡμέρᾳ κατὰ τὰ ἐν ταῖς
20πράξεσιν ἱστορούμενα, ἀλλὰ καὶ ἀεὶ παραγίνεται πρὸς τὰς ἀξίας αὐτὸ ὑποδέξασθαι ψυχάς.
καὶ ἀπὸ τῶν ἑπτά φησιν πνευμάτων ἅ ἐστιν ἐνώπιον τοῦ
θρόνου αὐτοῦ.
τὰ δὲ ἑπτὰ πνεύματα εἰσὶν ἄγγελοι ἑπτά· οὐχ ὡς ἰσότιμα
25δέ, ἢ συναΐδια, συμπαρελήφθη τῇ Ἁγίᾳ Τριάδι—ἄπαγε— ἀλλ’ ὡς θεράποντες γνήσιοι καὶ δοῦλοι πιστοί. φησὶ γὰρ τῷ Θεῷ ὁ προφήτης, ὅτι τὰ σύμπαντα δοῦλά σου. ἐν δὲ τοῖς ἅπασι καὶ οἱ ἄγγελοι περιέχονται. καὶ πάλιν ὁ αὐτὸς
περὶ αὐτῶν φησιν· εὐλογεῖτε τὸν Κύριον πᾶσαι αἱ δυνάμεις34

35

αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ. τούτῳ δὲ τῷ σχήματι καὶ ὁ ἀπόστολος συνεχρήσατο Τιμοθέῳ γράψων τὴν ἐπιστολὴν τὴν πρώτην· διαμαρτύρομαί σοί φησιν ἐνώπιον τοῦ Θεοῦ καὶ Ἰησοῦ Χριστοῦ καὶ τῶν ἐκλεκτῶν
5ἀγγέλων. ἀλλὰ καὶ τῷ εἰπεῖν ἅ ἐστιν ἐνώπιον τοῦ θρόνου αὐτοῦ, οἰκετικὴν αὐτοῖς καὶ λειτουργικὴν τάξιν προσεμαρ‐ τύρησεν· οὐ μὴν τὸ ἰσότιμον.
καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ φησιν ὁ μάρτυς ὁ πιστός, ὁ πρωτό‐
τοκος τῶν νεκρῶν, καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς.
10 πρότερον περὶ ἀσάρκου Θεοῦ λόγου γράψας, καὶ εἰπὼν περὶ αὐτοῦ ὃ ἦν· νῦν περὶ σεσαρκωμένου αὐτοῦ διαλέγεται εἰπών, καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ, οὐ διαιρῶν αὐτὸν εἰς δύο, ἀλλὰ τοῦτό τε καὶ ἐκεῖνο περὶ αὐτοῦ μαρτυρῶν, ὅτι λόγος τέ ἐστι τοῦ πατρός, καὶ ὅτι ἐσαρκώθη. ὅς ἐστι μάρτυς πισ‐
15τός· ἐμαρτύρησε γὰρ κατὰ τὸν ἀπόστολον ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν· ὃ δὲ ἦν, ὅτι Θεός ἐστι καὶ τῶν ὅλων Κύριος εἰ καὶ σεσάρκωται. ἀληθὴς δέ γε ἡ τοι‐ αύτη μαρτυρία· πιστὸν γὰρ τὸν ἀληθῆ λέγει, καὶ πίστεως ἄξιον· ὁ πρωτότοκος τῶν νεκρῶν· τοῦτο αὐτῷ καὶ ὁ Παῦλος
20προσμαρτυρεῖ, εἰπὼν ὅς ἐστιν ἀπαρχή, πρωτότοκος ἐκ νεκρῶν. πρωτότοκον δὲ αὐτὸν ἐκ νεκρῶν καλοῦσιν, ὡς προκατάρ‐ ξαντα τῆς κοινῆς ἀναστάσεως, καὶ ἐγκαινίσαντα ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν, τὴν ἐκ νεκρῶν ἀνάστασιν, διὰ τοῦ καταπετάσματος, τοῦτ’ ἔστιν, τῆς σαρκὸς αὐτοῦ κατὰ
25τὸ γεγραμμένον. πάντες μὲν γὰρ ὅσοι πρὸ τοῦ Κυρίου ἀνέστησαν ἐκ νεκρῶν, πάλιν παρεδόθησαν τῷ θανάτῳ· οὐ γὰρ ἦν ἐκείνη ἡ ἀληθής, ἀνάστασις, ἀπαλλαγὴ δὲ πρὸς καιρὸν τοῦ θανάτου. διὸ ἐκείνων μὲν οὐδεὶς πρωτότοκος ἐκ νεκρῶν ἐχρημάτισεν. ὁ δέ γε Κύριος τοῦτο καλεῖται, ὡς
30τῆς ἀληθοῦς ἀναστάσεως ἀρχή τε καὶ αἰτία γενόμενος. καὶ ὥσπερ τι πρωτόλειον γεγονὼς τῆς τῶν ἀνθρώπων ἐγέρ‐ σεως, γενηθεὶς οἷον καὶ προελθὼν ὥσπερ ἀπὸ παστάδος
τινὸς ἐκ τοῦ θανάτου πρὸς τὴν ζωήν.35

36

περὶ τοῦ Κυρίου γὰρ μόνου ὁ θεσπέσιος γέγραφε Παῦ‐ λος Ῥωμαίοις ἐπιστέλλων· εἰδότες φησὶν ὅτι Χριστὸς ἐξε‐ γερθεὶς ἐκ νεκρῶν, οὐκέτι ἀποθνήσκει· θάνατος αὐτοῦ οὐκέτι κυριεύσει. ὃ γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ
5δὲ ζῇ, τῷ Θεῷ ζῇ. καὶ ὁ ἄρχων φησὶν τῶν βασιλέων τῆς γῆς. τοῦτο καὶ ὁ Δανιὴλ ἔφη πρὸς τὸν Βαβυλώνιον· ἕως ἄν φησιν γνῷς ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν οὐρα‐ νῶν· καὶ ᾧ ἐὰν δόξῃ δώσει αὐτήν. βασιλεύει μὲν οὖν ὁ Χριστὸς καὶ τῶν ἐν οὐρανοῖς ἁπάντων. ἀλλὰ νῦν τέως
10περὶ τῶν ἐπὶ γῆς λέγει· προϊὼν δὲ δείκνυσιν αὐτὸν καὶ τῶν ἐν οὐρανοῖς ἁγίων ταγμάτων βασιλεύοντα.
τῷ ἀγαπήσαντί φησιν ἡμᾶς καὶ λούσαντι ἡμᾶς ἐκ τῶν
ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ· καὶ ἐποίησεν ἡμῖν βασι‐
λείαν, ἱερεῖς τῷ Θεῷ καὶ προφήτας αὐτοῦ· αὐτῷ ἡ δόξα καὶ
15
τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
ἡ σύνταξις τοῦ ῥητοῦ ἀπὸ τῶν τελευταίων ἐπὶ τὰ πρῶτα ἐπάνεισιν. αὐτῷ φησιν, ἡ δόξα καὶ τὸ κράτος τῷ ἀγαπή‐ σαντι ἡμᾶς· πῶς γὰρ οὐκ ἠγάπησεν ὁ ἑαυτὸν δοὺς ἀντί‐ λυτρον ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς; καὶ λούσαντι ἡμᾶς ἐκ
20τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ. αὐτὸς γὰρ ἦρεν τὸ καθ’ ἡμῶν χειρόγραφον ὃ ἦν ὑπεναντίον ἡμῶν ἐν τοῖς δόγμα‐ σιν· καὶ προσήλωσε τῷ ξύλῳ τοῦ σταυροῦ αὐτοῦ, ἐκτείνας ἡμῶν τὰς ἁμαρτίας τῷ οἰκείῳ θανάτῳ καὶ ἡμᾶς ἐν τῷ αἵματι αὐτοῦ ἐλευθέρους πλημμελημάτων ἀφείς, τῷ αὐτὸν
25ὑποταγῆναι ἀχρὶ θανάτου καὶ θανάτου σταυροῦ τὴν ἡμῶν ἰασάμενος παρακοήν. καὶ ἐποίησεν ἡμῖν βασιλείαν. καὶ τίς ἡ ἐν τῷ γενέσθαι ἡμᾶς φησιν ἱερεῖς τῷ Θεῷ καὶ προφήτας αὐτοῦ ὠφέλεια; τὸ γὰρ τούτων ἠξιῶσθαι τοῦς ἀνθρώπους
καὶ τὴν μέλλουσαν ἡμῖν βεβαιοῖ βασιλείαν καὶ ἐν τῷ πα‐36

37

ρόντι δόξαν ἀμύθητον προξενεῖ. τοῦ γὰρ ἀποπλῦναι ἡμῶν τὰς ἁμαρτίας τῷ οἰκείῳ αἵματι, τοῦτο μεῖζον καὶ παρα‐ δοξότερον, καὶ τῆς θείας δωρεᾶς ἐπάξιον. τὸ δὲ ἱερεῖς ἡμᾶς Θεοῦ καὶ προφήτας γενέσθαι τοὺς οὐδὲν προεισενεγκόντας,
5τῆς τοιαύτης δωρεᾶς.
ἰδοὺ ἔρχεται ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ καὶ ὄψεται
αὐτὸν πᾶς ὀφθαλμὸς καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν· καὶ
κόψονται ἐπ’ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς· ναὶ ἀμήν.
τὸ ἔρχεσθαι αὐτὸν ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, καὶ
10αὐτὸς ἔφη περὶ ἑαυτοῦ ὁ Κύριος ἐν τῷ κατὰ Μάρκον Εὐαγγε‐ λίῳ οὕτω λέγων· καὶ αἱ δυνάμεις αἱ ἐν τῷ οὐρανῷ σαλευθήσονται· καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης· ὥσπερ γὰρ οἶμαι ἀνιόντος
15αὐτοῦ ἐν τοῖς οὐρανοῖς ἐν τῇ τῆς ἀναλήψεως ἡμέρᾳ γέγρα‐ πται ἐν ταῖς Πράξεσιν, ὅτι νεφέλη αὐτὸν ὑπέλαβεν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν, οὕτω πάλιν ἥξει μετὰ νεφέλης. οἶμαι δὲ τροπικῶς τὴν θείαν γραφὴν τοὺς ἁγίους ἀγγέλους νεφέλας καλεῖν διὰ τὸ κοῦφον αὐτῶν καὶ μετάρσιον καὶ ἀεροβατές,
20ὡσεὶ ἔλεγεν ἥξει ὁ Κύριος θείοις ἀγγέλοις ἐποχούμενος καὶ δορυφορούμενος. οὕτω γὰρ αὐτὸν καὶ ὁ προφήτης εἰσάγει λέγων καὶ ἐπέβη ἐπὶ χερουβὶμ καὶ ἐπετάσθη· ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων. καὶ ὄψεται αὐτόν φησιν πᾶς ὀφθαλμός, καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν. οὐκ ἐν παραβύστῳ γὰρ
25ἐλεύσεται ἐν τῇ δευτέρᾳ αὐτοῦ τῇ ἐνδόξῳ παρουσίᾳ, οὔτε λαθραίως, ὡς τὸ πρότερον, ἡνίκα μετὰ σαρκὸς ἐπεφοίτα τῷ κόσμῳ· ἧς παρουσίας τὸ συνεσκιασμένον δηλῶν ὁ προ‐ φήτης ἔλεγεν· καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὥσει στα‐ γὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν. ἀλλ’ ἐν παρρησίᾳ καὶ φανε‐
30ρῶς ὡς παντὶ ὀφθῆναι ὀφθαλμῷ, καὶ τοῖς λίαν ἁμαρτωλοῖς
καὶ ἀσεβέσιν. ὧν ἐν τῇ μερίδι τακτέον τοὺς εἰς αὐτὸν37

38

παροινήσαντας ἢ ἐκκεντήσαντας. καὶ κόψονται ἐπ’ αὐτόν φησιν πᾶσαι αἱ φυλαὶ τῆς γῆς—αἱ ἐπιμείνασαι τῇ ἀπιστίᾳ δηλονότι, καὶ μὴ ἑλόμεναι κλῖναι τὸν ἑαυτῶν αὐχένα τῷ σωτηρίῳ αὐτοῦ ζυγῷ. τὸ δὲ ἐπ’ αὐτὸν, ἐν τῇ ἐπιφανείᾳ
5αὐτοῦ καὶ παρουσίᾳ νοήσεις. εἶτα τὸ πάντως ἐσόμενον δηλῶν, προσέθηκεν Ναὶ ἀμήν, μόνον οὐχὶ λέγων ἀκριβῶς ἔσται ταῦτα καὶ ἀναμφισβητηκώς, ὥσπερ γὰρ παρ’ Ἕλλησι τὸ ναὶ τὴν συγκατάθεσιν τῶν ἐσομένων ἐνδείκνυται, οὕτω καὶ τὸ ἀμὴν παρὰ τοῖς Ἑβραίοις.
10
ἐγώ εἰμι τὸ α καὶ τὸ ω, λέγει Κύριος ὁ Θεός· ὁ ὢν καὶ ὁ ἦν
καὶ ὁ ἐρχόμενος, ὁ παντοκράτωρ, καὶ Κύριος τῆς κτίσεως.
τὸ μὲν α, ἀρχήν, τὸ δὲ ω, τέλος δηλοῖ, ἐγὼ οὖν φησίν εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος, διὰ μὲν τοῦ πρώτου, τὸ ἀνάρ‐ χον τοῦ Θεοῦ, διὰ δὲ τοῦ τελευταίου, τὸ ἀτελεύτητον δηλῶν.
15ἐπειδὴ γὰρ οὐκ ἔστιν παρὰ ἀνθρώποις ἀνάρχον τι καὶ ἀτε‐ λεύτητον, τῇ παρ’ ἡμῖν ἀρχῇ καὶ τῷ τέλει ἀντὶ ἀνάρχου καὶ ἀτελευτήτου κατεχρήσατο. τοῦτο καὶ διὰ τοῦ Ἡσαίου ἔλεγεν ὁ Θεός· ἐγὼ Θεὸς πρῶτος· καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι. παντοκράτορα δὲ τὸν Θεὸν καὶ Κύριον τῆς κτίσεως
20καλεῖ, οὐ μόνον τῆς αἰσθητῆς, ἀλλὰ καὶ τῆς νοητῆς.
ἐγὼ Ἰωάννης, ὁ ἀδελφὸς ὑμῶν καὶ συγκοινωνὸς ἐν ταῖς θλί‐
ψεσιν καὶ ἐν βασιλείᾳ ὑπομονῆ.
πιστοῖς ἔγραφεν τοῖς κατὰ τὸν λόγον καὶ τὸ κήρυγμα τοῦ Χριστοῦ, πολλὰ παθοῦσι παρὰ τῶν διωκόντων τοὺς
25εὐσεβεῖς, διὸ ἑαυτὸν ὥσπερ τῶν θλίψεων καὶ τῆς ὑπομονῆς, οὕτω δὴ καὶ τῆς τοῦ Θεοῦ βασιλείας, εἶναι ἐνταῦθα τοῖς ὑπὲρ τοῦ λόγου προξενοῦσι θλίψεις καλεῖ κοινωνὸν ἐν
Ἰησοῦ.38

39

ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ διὰ τὸν λόγον τοῦ
Θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ.
διὰ τὸν Ἰησοῦν φησιν· τοῦτο γὰρ τὸ ἐν Ἰησοῦ. καὶ διὰ τὸν λόγον αὐτοῦ καὶ τὴν μαρτυρίαν, ἣν ἐγὼ ἐμαρτύ‐
5ρησα τὸ Εὐαγγέλιον αὐτοῦ κηρύξας, ἐγενόμην φησίν, ἐξόρι‐ στος ἐν τῇ Πάτμῳ. τοῦτο δὲ παθεῖν αὐτὸν ὁ Εὐσέβιος ἱστορεῖ ἐν τῷ Χρονικῷ Κανόνι ἐπὶ Δομετιανοῦ τοῦ βασιλέως. εἶτά φησιν, διάγων ἐν τῇ εἰρημένῃ νήσῳ,
ἐγενόμην ἐν Πνεύματι ἐν τῇ Κυριακῇ ἡμέρᾳ.
10ὃ εἶπεν ἐν πνεύματι ἐγενόμην, δείκνυσιν μὴ αἰσθητὴν μηδὲ σαρκικοῖς ὦσιν ἢ ὀφθαλμοῖς ὁρωμένην ἰδεῖν ὀπτασίαν, ἀλλὰ προφητικοῖς· περὶ ὧν πνευματικῶν ἀκοῶν ἔλεγεν ὁ Ἡσαΐας· προσέθηκέν μοι πρωὶ νοεῖν, —πρωὶ προσέθηκέν μοι ὠτίον ἀκούειν καὶ ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα.
15Καὶ ἤκουσα φωνῆς μεγάλης ὡς σάλπιγγος λεγούσης μοι· Ἰωάννη, ὁ βλέπεις γράψον εἰς βιβλίον καὶ πέμψον ταῖς ἑπτὰ ἐκκλησίαις, εἰς Ἔφεσον, καὶ εἰς Σμύρναν, καὶ εἰς Πέργαμον, καὶ εἰς Θυάτειρα, καὶ εἰς Σάρδεις, καὶ εἰς Φιλα‐ δέλφιαν, καὶ εἰς Λαοδίκειαν.
20 πλείους μέν εἰσι τῆς Ἀσίας πόλεις, ἀλλ’ αὐτὸς εἰς τὰς ὑπ’ αὐτοῦ μαθητευθείσας καὶ ἤδη δεξαμένας τὴν Χριστοῦ πίστιν γράψαι κελεύεται. ταῖς γὰρ ἀπίστοις καὶ ἀφισταμέ‐ ναις τοῦ σωτηρίου λόγου, τί ἄν τις καὶ παραινέσειεν;
καὶ ἐπέστρεψα βλέπειν τὴν φώνην ἥτις ἐλάλει μετ’ ἐμοῦ·
25καὶ ἐπιστρέψας, εἶδον ἑπτὰ λυχνίας χρυσᾶς· καὶ ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν, ὅμοιον υἱῷ ἀνθρώπου ἐνδεδυμένον πο‐
δήρη, καὶ περιεζωσμένον ἐν τοῖς μαστοῖς ζώνην χρυσῆν.39

40

ἡ δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες ὡς ἔριον λευκόν, ὥσει χίων· καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός· καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ ἐν καμίνῳ πεπυρωμένῳ, καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν· καὶ ἔχων ἐν τῇ
5
δεξιᾷ αὐτοῦ ἀστέρας ἑπτά· καὶ ἐκ τοῦ στόματος αὐτοῦ,
ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη· καὶ ἡ ὄψις αὐτοῦ, ὡς
ἥλιος φαίνει τῇ δυνάμει αὐτοῦ.
αἱ μὲν ἑπτὰ λυχνίαι ὡς αὐτὸς προιὼν ἑρμηνεύει, αἱ ἑπτὰ ἐκκλησίαι εἰσὶν πρὸς ἃς γράψαι κεκέλευσται· λυχνίας δὲ
10αὐτὰς ὠνόμασεν, ὡς ἐν αὐταῖς φερούσας τὸν φωτισμὸν τῆς δόξης τοῦ Χριστοῦ· οὐ γὰρ εἶπεν αὐτὰς λύχνους, ἀλλὰ λυχνίας. ἡ δὲ λυχνία αὐτὴ μὲν οὐκ ἔχει τὸ φωτίζειν· φέρει δὲ ἐν ἑαυτῇ τὸ φωτίζειν δυνάμενον. φωτίζει δὲ νοητῶς ὁ Χριστὸς τὰς ἐκκλησίας αὐτοῦ. ὥσπερ γὰρ ὁ ἱερὸς ἀπό‐
15στολος παραινεῖ τοῖς τὴν πίστιν δεξαμένοις· γίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ λόγον ζωῆς ἐπέχοντες· ὁ δέ γε φωστὴρ αὐτὸς μὲν καθ’ ἑαυτὸν οὐκ ἔχει φῶς, δεκτικὸς δέ ἐστιν ἐπει‐ σάκτου φωτός, οὕτω καὶ ἐνταῦθα λυχνίας καὶ οὐ λύχνους τὰς ἐκκλησίας εἶδεν ὁ ἐυαγγελιστής. εἴρηται μὲν γὰρ περὶ Χρι‐
20στοῦ φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων—ἀγγελι‐ κῶν, ἴσως δυνάμεων—καὶ πάλιν πρὸς τὸν πατέρα· ἐξαπόστει‐ λον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου· καὶ αὖθις ὁ φωτισμὸς τοῦ προσώπου σου, Κύριε. οἱ δέ γε μέτοχοι τοῦ θείου φωτός, πὴ μὲν φωστῆρες, πὴ δὲ λυχνίαι ἀνεγράφησαν. χρυσὰς δέ
25φησιν τὰς λυχνίας διὰ τὸ τίμιον καὶ ὑπεραῖρον τῶν ἀξιωθέν‐ των δέξασθαι τὸ θεῖον σέλας· καὶ ἐν μέσῳ φησὶν τῶν ἑπτὰ λυχνιῶν, ὅμοιον υἱῷ ἀνθρώπου· εἰ γὰρ αὐτὸς ὁ Κύριος ἐπαγ‐ γέλλεται ἐνοικήσειν καὶ ἐμπεριπατήσειν ταῖς τῶν δεξαμένων αὐτὸν ψυχαῖς, πῶς οὐκ ἂν ἐν μέσῳ τῶν λυχνιῶν ἐθεω‐
30ρήθη; υἱὸν δέ φησιν ἀνθρώπου, τὸν δι’ ἡμᾶς ἄχρι τῆς τοῦ
δούλου μορφῆς ἑαυτὸν ταπεινώσαντα Χριστόν, τὸν γενόμενον40

41

καρπὸν τῆς γαστρὸς κατὰ τὸν θεσπέσιον μελῳδόν· γαστρὸς δὲ τῆς ἀπειρογάμου καὶ ἀειπαρθένου Μαρίας· ἐπειδὴ γὰρ ἄνθρωπος ἡ Μαρία καὶ ἡμῶν ἀδελφή, εἰκότως ὁ ἐξ αὐτῆς τεχθείσης ἀσπόρως, κατὰ σάρκα Θεὸς λόγος, καὶ υἱὸς
5ἀνθρώπου χρηματίζει. ἀσφαλῶς δὲ εἴρηκεν μὴ εἰπὼν αὐτὸν υἱὸν ἀνθρώπου, ἀλλ’ ὅμοιον υἱῷ ἀνθρώπου, ἀλλὰ καὶ Θεὸς καὶ τῶν ὅλων Κύριος ὁ Ἐμμανουήλ, ποικίλην δὲ αὐτοῦ τὴν ἰδέαν δείκνυσιν ἡ ὀπτασία ἐκ τῶν ἐνεργειῶν αὐτοῦ καὶ δυνά‐ μεων τὴν μορφὴν σκιαγραφοῦσα. καὶ πρῶτον μὲν ἱερατι‐
10κὸν αὐτῷ περιτίθησι σχῆμα· ὁ γὰρ ποδήρης καὶ ἡ ζώνη, σχῆμα ἱερατικόν· εἴρηται γὰρ πρὸς αὐτὸν ἐκ τοῦ Θεοῦ καὶ Πατρός· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ· ἀλλὰ καὶ ὁ ἀπόστολος ἀρχιερέα καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν καλεῖ τὸν Χριστόν, ὡς ἱερουργοῦντα καὶ προσάγοντα
15ἑαυτῷ τὲ καὶ τῷ Πατρὶ καὶ τῷ Πνεύματι τὴν ἡμετέραν τῆς πίστεως ὁμολογίαν. χρυσῆν δὲ αὐτῷ ζώνην περιτίθησιν, τῶν κατὰ νόμον ἱερέων ἐκ φάρους πεποικιλμένου τὴν ζώνην ἐχόντων. ἔδει γὰρ τὸ διάφορον δειχθῆναι δούλων καὶ δεσπότου, τοῦ τε
20σκιώδους νόμου καὶ τῆς ἀληθείας τῆς ἐν τῇ νέᾳ. ἡ δὲ κε‐ φαλὴ αὐτοῦ φησιν καὶ αἱ τρίχες, ὡς ἔριον λευκὸν καὶ ὥσει χιών. τὸ γὰρ κατὰ Χριστὸν μυστήριον νέον μέν ἐστι τῇ ἐπιφανείᾳ, τῇ δέ γε εὐδοκίᾳ προαιώνιον. γέγραφε γὰρ περὶ αὐτοῦ ὁ θεσπέσιος ἀπόστολος τὸ μυστήριον τὸ ἀπο‐
25κεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενέων ὃ νῦν ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ οἷς ἠθέλησεν. τὸ οὖν ἀρ‐ χαῖον τοῦ μυστηρίου ὅσον ἧκεν εἰς τὴν θείαν εὐδοκίαν, παρα‐ δείκνυσι τὸ πολιὸν τῆς κεφαλῆς ἐρίῳ καὶ χίονι παρεικασ‐ μένον. καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ φησιν ὡς φλόξ. ἐνδείκνυται
30ἐπεὶ καὶ φῶς ἐστιν ὁ Χριστός, καὶ τοῦτο ἑαυτὸν ὀνομάζει,41

42

ἐγώ εἰμι λέγων τὸ φῶς καὶ ἡ ἀλήθεια, ἢ τὸ φοβερὸν καὶ τὴν ἀπειλὴν παραδηλοῖ κατὰ τῶν ἑπτὰ ἐκκλησιῶν αἷς τὰ τῆς ἀποκαλύψεως διαπέμπεται, ὡς οὐ τέλεον τοῖς αὐτοῦ νόμοις ἀκολουθούσαις· καὶ οἱ πόδες φησὶν αὐτοῦ ὅμοιοι χαλκολιβά‐
5νου. φασὶν τὸν ἐν τῷ Λιβάνῳ τῷ ὄρει μεταλλευόμενον χαλκὸν καθαρόν τε ὄντα καὶ ἀφ’ ἑαυτοῦ, καθαρώτερόν τε γινόμενον τοῦ ἐν αὐτῷ μετρίου ῥύπου καμίνῳ καθαρισ‐ θέντος· δι’ οὗ τὸ ἑδραῖον καὶ ἄσειστον μετὰ τοῦ λαμπροῦ καὶ περιόπτου τῆς εἰς Χριστὸν δηλοῦται πίστεως ἐν ἀσφα‐
10λείᾳ βεβηκυίας. πέτρα γὰρ εἴρηται τῷ ἀποστόλῳ ὁ Χριστός, καὶ λίθος ἔντιμος ἐν τοῖς θεμελίοις Σιὼν τῷ Ἡσαίᾳ. ἢ χαλκολίβανόν φησιν τὸν χαλκοειδῆ λιβανω‐ τόν, ὃν ἰατρῶν παῖδες, ἄρρενα καλεῖν εἰώθασιν. εὐώδης δέ ἐστιν οὗτος θυμιώμενος· τοῦ γὰρ τεθυμιᾶσθαι δεῖγμα ἡ
15κάμινος ἡ καιομένη. δηλοῖ ὅτι ὁ θεμέλιος τοῦ εὐαγγελικοῦ κηρύγματος· θεμέλιος γὰρ τοῦ λοιποῦ σώματος οἱ πόδες, ὅς ἐστι Χριστός· εὐώδης τε γάρ ἐστι καὶ κατακηλῶν τῇ νοητῇ εὐοσμίᾳ τὰ ἐν οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς. θεμέλιον δὲ τὸν Χριστὸν καὶ ὁ Παῦλος ὀνομάζει τινὰ γράφων
20Κορινθίοις ἐπιστολήν, ὡς σοφὸς λέγων ἀρχιτέκτων θεμέλιον τέθεικα· ἄλλος δὲ ἐποικοδομεῖ. ἕκαστος δὲ βλεπέτω πῶς ἐποι‐ κοδομεῖ· θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον ὅς ἐστιν Ἰησοῦς Χριστός. ὅτι δὲ εὐώδης ὁ Χριστὸς νοητῶς, ἡ διάπειραν αὐτοῦ λαβοῦσα τῆς εὐωδίας ἡ ἐν τοῖς
25ἄσμασιν νύμφη μαρτυρεῖ, πὴ μὲν λέγουσα καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα ἀρώματα, πὴ δὲ μῦρον ἐκκενωθὲν ὄνομά σου ἀλλὰ καὶ αὐτὸς ὁ Κύριος εὐώδη ἑαυτὸν παρατίθεται ἐν τοῖς πρὸς τὴν νυμφὴν λόγοις εἰπών, ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον
τῶν κοιλάδων. τί δέ; οὐχὶ καὶ ὁ Παῦλος ἐκ τῆς μετουσίας42

43

Χριστοῦ εὐώδης γενόμενος ἔλεγεν· ὅτι Χριστοῦ ἐσμεν εὐω‐ δία. καὶ πάλιν· καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανε‐ ροῦντι εἰς ἡμᾶς. καὶ φωνὴ αὐτοῦ φησιν, ὡς φωνὴ ὑδάτων πολ‐ λῶν· καὶ εἰκότως· πῶς γὰρ ἂν ἔφθασεν εἰς πᾶσαν τὴν
5γῆν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὸ περὶ αὐτοῦ κήρυγμα, εἰ μὴ ἐξάκουστος ἦν; οὐ τῇ αἰσ‐ θητῇ μεγαλοφωνίᾳ, ἀλλὰ τῇ τοῦ κηρύγματος δυνάμει. καὶ ἔχων φησὶν ἐν τῇ δεξιᾷ αὐτοῦ ἀστέρας ἑπτά. τούτους τοὺς ἀστέρας προιὼν αὐτὸς ἑρμηνεύει, τῶν ἑπτὰ ἐκκλησιῶν
10αὐτοὺς εἰπὼν ἀγγέλους, περὶ ὧν ὁ θεσπέσιος ἔφη Γρηγόριος ἐν τῇ τῶν ἐπισκόπων παρουσίᾳ πρὸς δὲ τοὺς ἐφεστῶτας ἀγγέλους· πείθομαι γὰρ ἄλλον ἄλλης προστατεῖν ἐκκλησίας· ὡς Ἰωάννης διδάσκει διὰ τῆς ἀποκαλύψεως. ἀστέρας δὲ οἶμαι καλεῖ τοὺς ἁγίους ἀγγέλους διὰ τὸν δαψιλῆ φωτισμὸν
15τὸν ἐν αὐτοῖς τοῦ Χριστοῦ· ἐν δὲ τῇ δεξιᾷ εἰσιν. τῆς γὰρ τιμιωτάτης στάσεως ἠξίωνται παρὰ Θεῷ καὶ οἷον ἐπανα‐ παύονται τῇ χειρὶ τοῦ Θεοῦ καὶ ἐκ τοῦ στόματος αὐτοῦ φησιν ῥομφαία ὀξεῖα δίστομος ἐκπορευομένη. ὁ μὲν οὖν θεσπέσιος Δαυὶδ περιζῶσαί φησιν πρὸς τὸν Κύριον τὴν
20ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ. οὕτω γὰρ ἡμῖν τότε τοὺς εὐαγγελικοὺς ἐνετέταλτο νόμους 〈τηρεῖν〉 οὓς τὸ παραβαίνειν ἦν ὀλέθριον· διὸ ἀναβολὴν κολάσεως ἡ τοπικὴ θέσις παρεδήλου τοῦ μηροῦ· οὐ γὰρ ἦν ἑτοιμοτάτη πρὸς σφαγήν. νῦν δὲ ἐκ τοῦ στόματος ἐκπορεύεται ἡ ῥομφαία,
25σημαίνοντος τοῦ αἰνίγματος, ὅτι δὴ οἱ ἀπειθεῖς περὶ τὰ εὐαγ‐ γελικὰ προστάγματα τὸν εἰς ψυχὴν ἕξουσι κίνδυνον διχοτο‐ μούμενοι τῇ ῥομφαίᾳ· ὃ δή φησιν ἐν Εὐαγγελίοις ὁ Κύριος, τοῦτο δηλῶν· καὶ ὁ ἀπόστολος ἔλεγεν· ζῶν γὰρ ὁ
λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ μάχαιραν43

44

δίστομον κατὰ τῶν ἀπειθούντων, δῆλον ὅτι τὴν ἀπειλὴν ἀνατεινόμενος. ὅθεν καὶ ὀξεῖα αὕτη τῷ Ἰωάννῃ γέγρα‐ πται· ὃ ταὐτόν ἐστιν τῷ παρὰ τῷ Παύλῳ τομωτάτη. ἡ ὄψις αὐτοῦ φησιν ὡς ἥλιος φαίνει τῇ δυνάμει αὐτοῦ. καλῶς
5ὡς ὁ ἥλιος· ἥλιος γάρ ἐστιν δικαιοσύνης ὁ Κύριος κατὰ τὸν προφήτην Μαλαχίαν· ἀλλ’ ὅπως μὴ νομίσῃς τὸν φωτισμὸν τοῦ προσώπου Χριστοῦ, ὃς φωτίζει πάντα ἄνθρωπον ἐρχό‐ μενον εἰς τὸν κόσμον σῶμα εἶναι διαφανὲς καὶ φωτίζον αἰσ‐ θητῶς, ἐπήγαγεν τῇ δυνάμει αὐτοῦ, ὡσεὶ ἔλεγεν· νοητόν ἐστι
10τὸ φῶς τοῦ Χριστοῦ, δυνάμει ἐνεργούμενον, οὐκ ὄψιν σωματι‐ κὴν, ψυχῆς δὲ ὀφθαλμοὺς καταλάμπον.
καὶ ὅτε φησὶν εἶδον αὐτόν, ἔπεσα εἰς τοῦς πόδας αὐτοῦ
ὡς νεκρός. καὶ ἔθηκεν τὴν δεξιὰν αὐτοῦ ἐπ’ ἐμὲ λέγων, ἐγώ
εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος, καὶ ὁ ζῶν, καὶ ἐγενόμην
15
νεκρός, καὶ ἰδοὺ ζῶν εἰμι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ ἔχω
τὰς κλεῖς τοῦ θανάτου καὶ τοῦ ἅδου. γράψον οὖν ἃ εἶδες
καὶ ἅ εἰσιν, καὶ ἃ μέλλει γίνεσθαι μετὰ ταῦτα.
ἔθος τοῖς ἁγίοις προφήταις ὁρῶσιν ὀπτασίαν καταπλήτ‐ τεσθαι καὶ τὴν ἀνθρωπίνην ἀσθένειαν ἐνδείκνυσθαι· καὶ
20ὅσα τὰ Θεῖα τῶν ἀνθρωπίνων ὑπερανέστηκεν καὶ ἀσυγκρί‐ τοις διαφοραῖς ὑπερτερεῖ τοῦτο καὶ Ἰησοῦν ἴσμεν πεπον‐ θότα τὸν τοῦ Ναυὴ ὅταν εἶδεν τὸν ἀρχιστράτηγον τῆς παρα‐ τάξεως Κυρίου, καὶ τὸν ἄνδρα τῶν ἐπιθυμιῶν τὸν Δανιὴλ ἐν ταῖς ὁραθείσαις αὐτῷ ὀπτασίαις. ἐγὼ μὲν οὖν ἔπεσα πρὸς
25τοὺς πόδας αὐτοῦ νεκρός φησιν ὁ εὐαγγελιστὴς τῇ θέᾳ κατα‐ πλαγείς. ὁ δὲ ἔθηκεν τὴν δεξιὰν αὐτοῦ ἐπ’ ἐμὲ λέγων, μὴ φοβοῦ. οὐκ ἂν ἴσχυσεν ὁ ἱερὸς Ἰωάννης ζῆν ἐκ τῆς κατα‐
πλήξεως μὴ τῆς σωτηρίου δεξιᾶς τοῦ υἱοῦ τοῦ Θεοῦ προσα‐44

45

ψαμένης αὐτοῦ, τῆς πλεῖστα ὅσα μόνῃ τῇ ἁφῇ ἐργασα‐ μένης τεράστια· καί φησιν πρός με ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος· ὥσει ἔλεγεν· ἐγώ εἰμι ὁ ἐπὶ σωτηρίᾳ πάντων ὑμῶν ἐπ’ ἐσχάτων τοῦ αἰῶνος καιρῶν συναναστραφεὶς ὑμῖν
5μετὰ σαρκὸς, καίτοι πρῶτος ὢν καὶ πρωτότοκος πάσης κτίσεως. πῶς οὖν οἷόν τέ σέ τι παθεῖν κακὸν ἐκ τῆς ἐπιφα‐ νείας μου; εἰ γὰρ ζῶν καὶ πηγὴ ζωῆς ὑπάρχων δι’ ὑμᾶς ἐγενόμην νεκρὸς καὶ αὖθις ἀνεβίων πατήσας τὸν θάνατον, πῶς οἷόν τέ σε τὸν ζῶντα δι’ ἐμὲ καὶ τὴν ἐμὴν ὀπτασίαν
10γένεσθαι νεκρόν; εἰ δὲ καὶ ἐγὼ ἔχω τὰς κλεῖς τοῦ θανάτου καὶ τοῦ ἅδου, ἵν’ οὓς ἂν θέλω θανατώσω καὶ ζωογονήσω, κατάξω εἰς ἅδου καὶ ἀνάξω κατὰ τὸ περὶ ἐμοῦ γεγραμ‐ μένον, καὶ ἐμαί εἰσιν, ὡς ὁ προφήτης φησὶν αἱ διέξοδοι τοῦ θανάτου, οὐκ ἂν τοὺς ἐμοὺς προσκυνητὰς καὶ μαθητὰς εἰς
15πρόωρον παραπέμψοιμι θάνατον. ἐπεὶ οὖν οὐ τεθνήξει, φησίν· γράψον ἃ εἶδες καὶ ἅ εἰσιν, καὶ μέλλει γίνεσθαι. ἐν τῷ εἰπεῖν ἅ εἰσιν, δηλοῖ τά τε παρεληλυθότα καὶ ἐνεστῶτα· ἐν δὲ τῷ λέγειν ἃ μέλλει γίνεσθαι, τὰ μέλλοντα. τῶν γὰρ ὁραθέντων ἐν τῇ ὀπτασίᾳ τῷ ἁγίῳ τὰ μὲν ἦν ἤδη γεγο‐
20νότα ἅτινα εἰ καὶ πέρας εἰλήφει οὐ μὴν εἰς ἀνυπαρξίαν ἦν κεχωρηκότα· διὸ καὶ περὶ αὐτῶν εἶπεν ἅ εἰσιν τὰ δὲ παρῆν· τὰ δὲ γίνεσθαι ἔμελλεν, ὡς προιὼν ὁ λόγος ἐπιδείξει.
τὸ μυστήριόν φησι τῶν ἑπτὰ ἀστέρων οὓς εἶδες ἐπὶ τὴν
δεξιάν μου, καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς. οἱ ἑπτὰ ἀστέ‐
25 ρες ἄγγελοι τῶν ἐκκλησιῶν εἰσιν· καὶ αἱ ἑπτὰ λυχνίαι, ἑπτὰ ἐκκλησίαι εἰσίν. ἐπεὶ οὖν αὐτῷ διεσάφησεν τίνες τέ εἰσιν οἱ ἀστέρες καὶ
τίνες αἱ λυχνίαι, λοιπὸν λέγει ἃ δεῖ πρὸς ἑκάστην τῶν45

46

ἐκκλησιῶν μαρτύρασθαι, καὶ ὅπως τὴν μὲν τέλεον ἔξω βαίνουσαν τοῦ θείου σκοποῦ ἐν αἰτιάσει ποιήσασθαι· τὰς δὲ ἐν μέρει μὲν φυλαττούσας τῶν εὐαγγελικῶν νόμων τὴν ἀκρίβειαν ἐπαινέσαι. ἐν δὲ ἑτέροις πταιούσας ἐπιδιορ‐
5θώσασθαι, δηλοῖ τῷ θεσπεσίῳ εὐαγγελιστῇ κατάλληλον ἑκάστῃ τῶν ἐκκλησιῶν φάρμακον τὸν λόγον καὶ τὴν διδα‐ σκαλίαν διαπέμψασθαι προστεταχὼς ὁ πάντας θέλων σωθῆναι Χριστὸς καὶ τῶν οἰκείων ἀγαθῶν κληρονόμους γενέσθαι βουλόμενος καὶ μετόχους· αὐτῷ ἡ δόξα εἰς τοὺς
10αἰῶνας τῶν αἰώνων, ἀμήν. Λόγος δεύτερος ὁ μὲν δὴ πρῶτος ἄθλος τῶν ἐμῶν λόγων τε καὶ ἑρμηνειῶν τετέλεσται· νῦν αὖθ’ ἕτερον βλητέον σκοπὸν δεικνύντα τίς ἡ τῶν ἐκκλησιῶν παραίνεσις. πρώτη τοιγαροῦν τῇ ἐν
15Ἐφέσῳ ἐκκλησίᾳ ὡς προκαθεζομένῃ τῆς λοιπῆς Ἀσίας γράψαι διακελεύεται, οὕτω πως λέγων·
τῷ ἀγγέλῳ τῆς ἐν Ἐφέσῳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ
κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν
μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν· οἶδά σου τὰ ἔργα καὶ
20τὸν κόπον καὶ τὴν ὑπομονήν, καὶ ὅτι οὐ δύνασαι βαστά‐ σαι κακούς, καὶ ἐπείρασας τοὺς λέγοντας ἑαυτοὺς ἀποστό‐
λους, καὶ οὐκ εἰσίν, καὶ εὗρες αὐτοὺς ψευδεῖς· καὶ ὑπομονὴν46

47

ἔχεις καὶ ἐβάστασας διὰ τὸ ὄνομά μου, καὶ οὐκ ἐκοπίασας. ἀλλὰ ἔχω κατὰ σοῦ, ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκας. μνημόνευε οὖν πόθεν πέπτωκας καὶ μετανόησον καὶ τὰ πρῶτα ἔργα ποίησον ἐν δικαιοσύνῃ· εἰ δὲ μή, ἔρχομαί σοι,
5καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετα‐ νοήσῃς. ἀλλὰ τοῦτο ἔχεις ἀγαθόν, ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ. ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. τῷ ἀκούοντι δώσω αὐτῷ Φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν παραδείσῳ τοῦ
10
Θεοῦ μου.
ἄγγελον τῆς Ἐφέσου ἐκκλησίας περιφραστικῶς ἔφη τὴν ἐν Ἐφέσῳ ἐκκλησίαν. οὐ γὰρ ὁ ἄγγελος αὐτοῦ ὁ προστα‐ τῶν τῆς ἐκκλησίας ἡμαρτήκει τι, ὡς δεῖσθαι τοῦ ἀκούειν μετανόησον, ὁ ἁγιώτατος καὶ διὰ τοῦτο εἴς τε τὴν δεξιὰν
15τοῦ Κυρίου ὑπάρχων, δεῖγμα τοῦτο φέρων τῆς κατὰ τὴν φύσιν αὐτοῦ καθαρότητος καὶ φωτοειδοῦς μαρμαρυγῆς. τίς δὲ ἦν καὶ χρεῖα τοῦ λέγειν τὸν χρηματίζοντα τῷ εὐαγγελι‐ στῇ γράψον αὐτῷ; παρῆν γὰρ καὶ ἤκουεν τῶν λεγομένων ὁ θεῖος ἄγγελος· ἐν γὰρ τῇ δεξιᾷ ἦν τοῦ διαλεγομένου, καὶ
20τέλος αὐτὸς ἑρμηνεύων ὁ ἅγιος τὴν ὀφθεῖσαν αὐτῷ θεωρίαν, φησίν· ὁ ἔχων οὖς, ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησί‐ αις· οὐ γὰρ εἶπεν τοῖς ἀγγέλοις τῶν ἐκκλησιῶν, ἀλλὰ ταῖς ἐκκλησίαις. οὕτως οὖν καὶ ἐν τοῖς λοιποῖς νοήσεις ἔνθα ἂν εὕρῃς, γράψον τάδε τῷ ἀγγέλῳ τῆσδε τῆς ἐκκλησίας ὅτι
25οὐ περὶ τοῦ ἀγγέλου, ἀλλὰ περὶ τῆς ἐκκλησίας ποιεῖται τοὺς
λόγους. τί δὲ κελεύει γραφῆναι τῇ ἐν Ἐφέσῳ ἐκκλησίᾳ;47

48

τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν. ὅμοιον τῷ εἰπεῖν, τάδε λέγει ὁ περιέπων καὶ διακρατῶν καὶ συνέχων τούς τε ἐν οὐρανῷ ἁγίους ἀγγέλους—οὗτοι γὰρ οἱ ἑπτὰ
5ἀστέρες—καὶ τοὺς ἐπὶ γῆς ἀνθρώπους. οὗτοι γὰρ αἱ ἑπτὰ λυχνίαι καθὼς πρόσθεν εἴρηται· ὅτι γὰρ ἐν μέσῳ τῶν σεβομένων αὐτῷ περιπατεῖ καὶ διὰ τοῦ προφήτου φησίν· ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω. οἶδά σού φησιν τὰ ἔργα καὶ τὸν κόπον καὶ τὴν ὑπομονὴν, καὶ οὐδὲν ὧν πράττεις ἀγαθῶν
10λέληθέ με· τὸν πλάσαντα κατὰ μόνας τὰς καρδίας ὑμῶν, τὸν συνιέντα εἰς πάντα τὰ ἔργα ὑμῶν καὶ ὅτι οὐ δύνασαί φησιν βαστάσαι κακούς, μισοπόνηρον ἦθος κεκτημένη. καὶ ἐπεί‐ ρασας τοὺς λέγοντας ἑαυτοὺς ἀποστόλους, καὶ οὐκ εἰσὶν καὶ εὗρες ὡς ψευδεῖς. θεῖον ἐπλήρουν οἱ ἐν Ἐφέσῳ παράγγελμα·
15μὴ παντὶ πνεύματι πιστεύειν, δοκιμάζειν δὲ τὰ πνευματικά, εἰ ἐκ τοῦ Θεοῦ εἰσιν. διὸ ἐπείραζον τοὺς ἐν αὐτοῖς τὸ Εὐαγγέ‐ λιον κηρύσσοντας καὶ πειράσαντας· εὗρόν τινας ψευδαπο‐ στόλους νόθα παραδιδόντας δόγματα, λέγει δὲ τοὺς περὶ Κόρινθον οἳ συγχρονίσαντες τῷ εὐαγγελίστῃ καταγγελεῖς
20βεβήλων ὑπῆρχον δογμάτων. καὶ ὑπομονήν φησιν ἔχεις, καὶ ἐβάστασας διὰ τὸ ὄνομά μου καὶ οὐκ ἐκοπίασας, καὶ μάλα πρεπόντως· εἴρηται γὰρ ἀλλήλων τὰ βάρη βαστάζετε καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Θεοῦ· ἀλλὰ ἔχω φησὶν κατὰ σοῦ, ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκας. μνημόνευε
25οὖν πόθεν πέπτωκας καὶ μετανόησον, καὶ τὰ πρῶτα ἔργα ποί‐ ησον ἐν δικαιοσύνῃ. ὥσπερ φησὶν οὐ λέληθε με τὰ ἀγαθά
σου τῶν πράξεων· οὕτως οὐδὲ ὅτι τὴν εἰς τοὺς δεομένους48

49

ἀγάπην ἐνέκοψας. ἐπάνελθε οὖν εἰς τὴν προτέραν εὐποιίαν διδαχθεῖσα παρ’ ἐμοῦ τί ἐνέλειψας. εἶδε μὴ ἐπιστρέψεις φησὶν ὅθεν ἐξῆλθες, ἔρχομαί σοι καὶ μετακινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς· τὸ ἔρχομαί σοι,
5οὐ μεταβατικὸν δηλοῖ κίνησιν πάντα πληροῦντος Θεοῦ, ἀλλὰ τὴν οἷον ἐκ μακροθυμίας πρὸς κόλασιν ἐπιστροφήν. τὴν δὲ μετακίνησιν τῆς λυχνίας ἤτοι τῆς ἐκκλησίας, τὴν ἑαυτοῦ φησιν ἐγκατάλειψιν ἧς γενομένης κατὰ τῶν ἁμαρτα‐ νόντων, ἐν παντὶ γίνονται σάλῳ καὶ ταραχῇ, ὡς καὶ λέγειν·
10ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου· καὶ ἐταράχθη ἡ καρδία μου ἐν ἐμοί· ἀλλὰ τοῦτό φησιν ἔχεις ἀγαθόν, ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ. τῶν δύο κατορθωμάτων μέσην τέθεικεν αὐτῶν τὴν ἁμαρτίαν, ἵνα ἐκ τῶν ἐν τοῖς ἄκροις ἐπαίνων τὴν ἐν τοῖς μέσοις ἐπιτίμησιν παραμυ‐
15θήσηται ἵνα μήτις τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ. ὁ δὲ γε Νικόλαος οὗτος περὶ οὗ νῦν ὁ λόγος, αἱρεσιάρχης γέγονεν βλάσφημος καὶ βδελυρός. τοὺς οὖν ἐξ αὐτοῦ καταγομένους τῶν ἐκείνου κακῶν ἀποστρεφόμενοι οἱ ἐν Ἐφέσῳ ἔπαινον εὗραν τὸ παρὰ Χριστῷ. εἶτα μετὰ τὸν
20χρηματισμὸν τὰ αὐτοῦ τίθησιν ὁ εὐαγγελίστης εἰπὼν ὁ ἔχων οὖς, τουτέστι πειθήνιον, καὶ θείοις πειθαρχοῦν νόμοις, ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. τὸ Πνεῦμα εἶπεν, ἢ ὅτι ἐν πνεύματι τὰ τῆς ἀποκαλύψεως ἐνηργεῖτο, ἢ πνεῦμα τὸν Χριστόν φησιν καθό ἐστι καὶ νοεῖται Θεός,
25ὥσπερ ἀμέλει καὶ υἱὸς ἀνθρώπου χρηματίζει καθό ἐστι καὶ νοεῖται ἄνθρωπος. πνεῦμα γὰρ εἴρηται καθόλου ἡ θεότης, ὥς φησιν αὐτὸς ὁ Κύριος τῇ Σαμαρείτιδι προσλα‐ λῶν· πνεῦμα ὁ Θεὸς καὶ τοὺς προσκυνοῦντας αὐτόν, ἐν πνεύ‐
ματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. τί οὖν λέγει τὸ Πνεῦμα;49

50

τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ μου· τροπικὸς ὁ λόγος· ξύλον γὰρ ζωῆς τὴν μακαρίαν λέγει καὶ ἀτελεύτητον ζωήν, ἧς οἱ ἅγιοι ἐν ἀπολαύσει γενήσονται ἐν τῇ τοῦ Θεοῦ βασιλείᾳ, ἣν
5νῦν Παράδεισον ἐκάλεσεν. ταύτης γὰρ ἄξιοί φησιν οἱ ἐνταῦθα τῶν πειρασμῶν νικηταὶ τοῦ ἐχθροῦ καὶ ἐκδικηταί. τὸ δέ γε εἰπεῖν τὸν Κύριον τοῦ Θεοῦ μου, μηδένα σκανδα‐ λιζέτω· πρέπει γὰρ τῇ μετὰ σαρκὸς οἰκονομίᾳ πάντα τῶν ῥημάτων τὰ ταπεινά. καὶ γὰρ καὶ ἐν Εὐαγγελίῳ εἴρηκε·
10πορεύομαι πρὸς τὸν πατέρα μου, καὶ πατέρα ὑμῶν καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. ταῦτα ἐν τῇ ἐκκλησίᾳ τῆς Ἐφέσου διε‐ πέμψατο.
καὶ τῷ ἀγγέλῳ δέ φησι τῆς ἐν Σμύρνῃ ἐκκλησίας γράψον· τάδε
λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν·
15οἶδα σου τὴν θλίψιν καὶ τὴν πτωχείαν, ἀλλὰ πλούσιος εἶ· καὶ τὴν βλασφημίαν τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι, καὶ οὐκ εἰσίν, ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ. μηδὲν φοβοῦ δι’ ἃ μέλλεις πάσχειν· ἰδού, μέλλει βάλλειν ὁ Διάβολος ἐξ ὑμῶν εἰς φυλακήν, ἵνα πειρασθῆτε· καὶ ἔχετε πειρασμὸν ἡμερῶν
20 δέκα. γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφα‐ νον τῆς ζωῆς. ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου. πρῶτον ἑαυτὸν ὁ Κύριος καλεῖ τῇ οὐσίᾳ τῆς θεότητος·
25ἔσχατον δέ γε τῇ ἐνανθρωπήσει καὶ τῇ μετὰ σαρκὸς οἰκο‐ νομίᾳ. ὃς ἐγένετό φησιν νεκρὸς καὶ ἔζησεν· ὁ εἰς πεῖράν φησιν ἐλθὼν θανάτου, καὶ θανάτῳ θανατώσας τὸν θάνα‐ τον. οἶδά σου τὴν θλίψιν καὶ τὴν πτωχείαν, καὶ μὴ εἴπῃς κατὰ τοὺς ἀθετήσαντας Ἰουδαίους τι, ὅτι ἐνηστεύσαμεν καὶ
30οὐκ ἔγνως, ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν καὶ οὐ προσέ‐50

51

σχες. ἀλλὰ πλούσιος εἶ φησιν ὡς Χριστὸν ἔχων τὸν πλού‐ σιον σκεπαστήν, εἰ καὶ ἐπτώχευσε δι’ ἡμᾶς μορφὴν δούλου λαβὼν, καὶ τὴν βλασφημίαν τῶν νόθων Ἰουδαίων, Ἰούδας ἐξομολόγησις ἑρμηνεύεται. οἱ οὖν ἀληθεῖς Ἰουδαῖοι, καὶ
5ὁ νοητὸς Ἰσραὴλ εἴησαν ἄν οἱ Χριστῷ ἐξομολογούμενοι, καὶ Ἰσραὴλ οἱ, †νῶ†, τὸν Θεὸν ὁρῶντες. οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περι‐ τομὴ εὐάρεστος τῷ Θεῷ, ὥς φησιν ὁ Παῦλος, ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος καὶ περιτομὴ καρδίας καὶ οὐ σαρκός. οἱ
10οὖν τῇ ἀπιστίᾳ παραμεμενηκότες Ἰουδαῖοι, συναγωγὴ τυγ‐ χάνουσι βλάσφημος ὑπὸ τοῦ Σατανᾶ στρατηγούμενοι. μηδὲν φοβοῦ φησιν δι’ ἃ μέλλεις πάσχειν. ἰδοὺ μέλλει βάλ‐ λειν ὁ Διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν ἵνα πειρασθῆτε. καὶ ἔχετε θλίψιν ἡμερῶν δέκα. καὶ γὰρ ἐνεργείᾳ τοῦ Διαβόλου
15κακοποιοῦσιν οἱ ἄνθρωποι τοὺς εὐσεβεῖς. ὁ δὲ Θεὸς συγ‐ χωρεῖ, δοκιμωτέρους αὐτοὺς ἐργαζόμενος τοῖς πειρασμοῖς. ἀλλὰ θαρσεῖτέ φησιν, ὠκύμορος ὑμῶν καὶ ὀλιγοχρόνιος ἡ θλίψις. γίνου φησὶν πιστὸς ἄχρι θανάτου καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς. ἀληθὲς τοῦτο· καὶ γὰρ εἴρηται ὁ ὑπο‐
20μείνας εἰς τέλος, οὗτος σωθήσεται, οὐ μὴν ὁ ῥίψασπις καὶ πρὸς τοὺς ἀγῶνας μαλακισθείς. ὁ ἔχων οὖς, ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου. ἀκριβὲς λίαν τὸ εἰρημένον· τῷ μὲν γὰρ πρώτῳ θανάτῳ ὅς ἐστι χωρισμὸς ψυχῆς ἀπὸ σώματος,
25πάντες ὁμοίως δίκαιοί τε καὶ ἁμαρτωλοὶ κάτοχοι γίνονται, ἵν’ ἡ θεία ἀπόφασις πέρας λάβῃ, γῆ εἶ, καὶ εἰς γῆν ἀπε‐ λεύσῃ· τῷ δὲ δευτέρῳ τῷ τῆς ἁμαρτίας ὃν ὁ Κύριος ὀνο‐ μάζει λέγων ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, οὐκ
ἂν ἀδικηθεῖεν οἱ νικηταὶ τῶν πειρασμῶν.51

52

καὶ τῷ ἀγγέλῳ φησίν, τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν· οἶδα ποῦ κατοικεῖς, ὅπου ὁ θρόνος τοῦ Σατανᾶ· καὶ κρατεῖς τὸ ὄνομά μου, καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου καὶ ἐν ταῖς ἡμέ‐
5ραις Ἀντίπας ὁ μάρτυς μου, ὁ πιστός μου, ὃς ἀπεκτάνθη παρ’ ὑμῖν, ὅπου ὁ Σατανᾶς κατοικεῖ· ἀλλ’ ἔχω κατὰ σοῦ ὀλίγα· ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ, ὃς ἐδί‐ δασκε τὸν Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν Ἰσραήλ, φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι. οὕτως ἔχεις καὶ
10σὺ κρατοῦντα τὴν διδαχὴν τῶν Νικολαϊτῶν ὁμοίως. μετα‐ νόησον· εἰ δὲ μή, ἔρχομαί σοι ταχύ, καὶ πολεμήσω μετ’ αὐτῶν ἐν ῥομφαίᾳ τοῦ στόματός μου. ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. τῷ νικῶντι δώσω αὐτῷ ψῆφον λευκήν, καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινόν, ὃ οὐδεὶς
15
οἶδεν εἰ μὴ ὁ λαμβάνων.
καὶ τῇ ἐν Περγάμῳ φησὶν ἐκκλησίᾳ γράψεις· ἐγώ σοι λέγω, ὁ ἐν τῷ στόματί μου φέρων ξίφος, ἵνα τοὺς παρα‐ βαίνοντας τὰ προστάγματά μου ἐκδικήσω· τὸν γὰρ κίν‐ δυνον τῶν οὐ πειθαρχούντων τοῖς θείοις κελεύσμασιν, ἡ ἐν
20τῷ στόματι ῥομφαία αἰνίττεται. κατοικεῖς φησιν εἰς τὸν θρόνον τοῦ Σατανᾶ. κατείδωλος μὲν γὰρ πᾶσα ἡ Ἀσία, μάλιστα δὲ ἡ Πέργαμος. ἀλλὰ καὶ τοιοῦτον μέν φησιν οἰκοῦσα τόπον, ἀνόθευτόν μου τὴν πίστιν ἐφύλαξας, μηδὲν ἐκτραπεῖσα τῇ τῶν πολλῶν ἐπὶ τὸ κακὸν συγκαταθέσει,
25ἀλλὰ καὶ ἀντειποῦσα ἐν ταῖς τῶν εἰδώλων ἡμέραις καὶ ἑορ‐ ταῖς, ὡς ὁ πιστός μου μάρτυς ὁ ἐν τῷ ὀνόματί μου παρ‐ ρησιασάμενός φησιν, σὺ ὅσον ἧκεν ἐπὶ τοῖς ἐπιβουλεύ‐ ουσιν, ἄχρι θανάτου ἤγγισας ἐμοί, φυλάττων τὸ γνήσιον.
ἐπειδὴ δὲ ἅπτεται καὶ τῶν ἁγιωτάτων ὁμῶμος, καὶ πολλὰ52

53

πταίομεν ἅπαντες κατὰ τὸ γεγραμμένον ὑμῖν καίτοι τοιοῦ‐ τοις οὖσιν, ἐγκαλεῖν φησιν ἔχω. ἔχεις γὰρ ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ, ὃς ἐδίδασκεν τὸν Βαλὰκ βαλεῖν σκάνδα‐ λον ἐπὶ τῶν υἱῶν Ἰσραήλ, φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι,
5οὕτω καὶ σὺ ἔχεις τὴν διδαχὴν τῶν Νικολαϊτῶν ὁμοίως. τὸ μὲν οὖν ἐδίδασκεν Βαλὰκ τὸ οἷον διδάσκαλος αὐτῷ ἐγίνετο δηλοῖ. ἡ δέ γε κατὰ τὸν Βαλαὰμ καὶ Βαλὰκ ἱστορία δήλη καθέστηκεν ἐν τοῖς Ἀριθμοῖς ἀναγεγραμμένη βίβλος δὲ οἱ Ἀριθμοὶ τοῦ σοφωτάτου Μωυσέως. ἱστορεῖ δὲ ὁ Ἰώσηππος
10ὅτι συμβουλῇ τοῦ Βαλαὰμ ἐπεπέμφθησαν τῷ Ἰσραὴλ αἱ Μαδιανίτιδες εἰς πορνείαν, καὶ τὴν ἀπὸ Θεοῦ ἀποστασίαν αὐτοὺς ἐκκαλούμεναι. τοιαῦτά φησιν ποιοῦντας τοὺς ἀπὸ Νικολάου ἔχεις καὶ οὐ διώκεις ἀπὸ σοῦ. εἶτά φησιν μετα‐ νόησον· εἰ δὲ μή, ἔρχομαί σοι ταχὺ καὶ πολεμήσω μετ’ αὐτῶν ἐν
15ῥομφαίᾳ τοῦ στόματός μου. ὦ βάθος πλούτου καὶ σοφίας, καὶ ἀγαθότητος Θεοῦ. οὐ γὰρ εἶπεν ἔρχομαί σοι καὶ πολεμήσω μετὰ σοῦ, ἀλλὰ πολεμήσω μετ’ αὐτῶν, τῶν Νικολαϊτῶν δηλονότι. τῶν γὰρ ἐν Περγάμῳ ἐφείσατο ὡς πιστῶν καὶ εὐσεβῶν. ὁ ἔχων οὖς φησιν ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς
20ἐκκλησίαις. τῷ νικῶντι δώσω αὐτῷ τοῦ μάννα τοῦ κεκρυμμένου τοῦ μυστηρίου. περιφραστικῶς δὲ ἔφη δώσω αὐτῷ ἐμπλησ‐ θῆναι τῶν νοητῶν καὶ μελλόντων ἀγαθῶν. καὶ δώσω αὐτῷ ψῆφον λευκήν· τουτέστιν νικῶσαν καὶ τῇ δόξῃ λαμπράν· καὶ ἐπὶ τῇ ψήφῳ ὄνομα καινόν, ὃ οὐδεὶς οἶδεν, εἰ μὴ ὁ λαμβάνων.
25εἴρηται γὰρ ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.
καὶ τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας γράψον· τάδε
λέγει ὁ υἱὸς τοῦ Θεοῦ, ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα53

54

πυρός, καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ· οἶδά σου τὰ ἔργα καὶ τὴν ἀγάπην καὶ τὴν πίστιν καὶ τὴν διακονίαν καὶ τὴν ὑπομονήν σου, καὶ τὰ ἔργα σου, καὶ τὰ ἔσχατα πλείονα τῶν πρώτων. ἀλλὰ ἔχω κατὰ σοῦ, ὅτι ἀφεῖς τὴν γυναῖκα
5Ἰεζάβελ, ἡ λέγουσα ἑαυτὴν προφῆτιν, καὶ διδάσκει καὶ πλανᾷ τοὺς ἐμοὺς δούλους πορνεῦσαι καὶ φαγεῖν εἰδωλόθυτα. καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ· καὶ οὐ θέλει μετα‐ νοῆσαι ἐκ τῆς πορνείας αὐτῆς. ἰδοὺ βάλλω αὐτὴν εἰς κλίνην καὶ τοὺς μοιχεύοντας μετ’ αὐτῆς εἰς θλίψιν μεγάλην,
10ἐὰν μὴ μετανοήσωσιν ἐκ τῶν ἔργων αὐτῆς. καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ· καὶ γνώσονται πᾶσαι αἱ ἐκκλη‐ σίαι ὅτι ἐγώ εἰμι ὁ ἐρευνῶν νεφροὺς καὶ καρδίας· καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν. ὑμῖν δὲ λέγω τοῖς λοιποῖς τοῖς ἐν Θυατείροις, ὅσοι οὐκ ἔχουσιν τὴν διδαχὴν ταύτην,
15οἵτινες οὐκ ἔγνωσαν τὰ βάθη τοῦ Σατανᾶ ὡς λέγουσιν· οὐ βάλλω ἐφ’ ὑμᾶς ἄλλο βάρος· πλὴν ὃ ἔχετε κρατήσατε ἄχρι οὗ ἐὰν ἥξω. καὶ ὁ νικῶν καὶ κρατῶν ἄχρι τέλους τὰ ἔργα μου, δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἔθνων· καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς τὰ σκεύη τὰ κεραμικὰ συντριβήσεται, ὡς
20
κἀγὼ εἴληφα παρὰ τοῦ πατρός μου· καὶ δώσω αὐτῷ τὸν
ἀστέρα τὸν πρωϊνόν. ὁ ἔχων οὖς, ἀκουσάτω τί τὸ Πνεῦμα
λέγει ταῖς ἐκκλησίαις.
σαφέστερον ποιεῖται τῆς οἰκείας προσηγορίας τὴν δήλω‐ σιν ὁ χρηματίζων τῷ εὐαγγελιστῇ. τάδε φησὶν λέγει ὁ υἱὸς
25τοῦ Θεοῦ, ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός, τὸ καταπληκτικὸν καὶ ἀπειλητικὸν κατὰ τῶν ἁμαρτανόντων αἰνιττόμενος. καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ, τὸ στερρὸν τῆς εἰς αὐτὸν πίστεως καὶ ἀκατάσειστον παραδη‐
λῶν, ἢ τῶν εὐαγγελικῶν δογμάτων τὴν νοητὴν εὐοσμίαν54

55

κατὰ τὰ ἀνώτερον εἰρημένα. οἶδά σού φησιν τὰ ἔργα καὶ τὴν ἀγάπην καὶ τὴν πίστιν καὶ τὴν διακονίαν, ὥσει ἔλεγεν ἐπαινῶ σου πᾶσαν ἐπιτήδευσιν. τὸ γὰρ οἶδα ἀντὶ τοῦ ἐπαινῶ τέθεικεν ὡς τὸ οἶδά σε παρὰ πάντας ἀνθρώπους
5εἰρημένον τῷ Μωϋσεῖ· καὶ γινώσκει Κύριος ὁδὸν δικαίων. διακονίαν δὲ τὴν εἰς τοὺς δεομένους ἐπικουρίαν φησίν. καὶ τὰ ἔσχατα πλείονα τῶν πρώτων φησίν· δηλοῖ ὅτι προ‐ ϊόντες μείζους ἑαυτῶν ἐγίνοντο ἐν τῇ τῶν ἐντολῶν ἐκπληρώ‐ σει· ἀλλ’ ἔχω κατὰ σοῦ ἵνα δείχθῃ τὸ, τελέως ἀναμάρτητον
10μόνου Θεοῦ. τί δὲ ἔχω; ὅτι ἀφεῖς τὴν γυναῖκα Ἰεζάβελ, καὶ οὐ διώκεις αὐτήν. ἡ λέγουσα ἑαυτὴν προφῆτιν. ἀπὸ τῆς Ἰεζάβελ τῆς τῷ Ἀχαὰβ συνοικησάσης τὴν ταύτης ἥτις ποτέ ἐστιν πονηρίαν παραδείκνυσιν. αὕτη φησὶν λέγουσα ἑαυτὴν προφῆτιν· διδάσκει καὶ πλανᾷ πολλοὺς εἰς τὸ πορνεύειν
15καὶ φαγεῖν εἰδωλόθυτα. πορνείαν ἢ τὴν αἰσθητὴν λέγει, ἢ τὴν ἀπὸ Θεοῦ ἀποστασίαν, κατὰ τὸ εἰρημένον καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν· καὶ πάλιν ἐμοιχῶντο ἐν τῷ ξύλῳ. ὁ δὲ μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ Κύριος· ἀλλὰ τὴν ἐπιστροφὴν καὶ τὴν ζωήν, φησιν, δέδωκα αὐτῇ
20μετανοίας ὑπέρθεσιν. εἰ δὲ οὐ βούλεται μετανοῆσαι, ταῦτα οὖν αὐτῇ καὶ ταῦτα ποιήσω καὶ τοὺς μοιχεύοντας αὐτὴν ἵνα πάντες γνῶσίν φησιν ὅτι ἐγώ εἰμι ὁ Θεός. Θεοῦ γὰρ τὸ ἐρευνᾶν νεφροὺς καὶ καρδίας εἴρηται γάρ, ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός. τοῖς δέ γε οὐδὲν κοινὸν ἔχουσιν πρὸς τὴν
25μοιχαλίδα γυναῖκα· ἁπλουστέροις δὲ οὖσι καὶ οὐ γινώσ‐ κουσι τὰς τοῦ πονηροῦ μεθοδίας, τοῦτο γάρ φατε· οὐ πλέον τι ὑμῖν ἐπιθήσω βάρος· ἀρκεῖ γὰρ ὑμῖν ἡ ἁπλότης. πλὴν τηρήσατε τὴν παραδοθεῖσαν ὑμῖν διδαχὴν ἄχρι τῆς
δευτέρας μου παρουσίας· καὶ τῷ νικῶντι τὸν πονηρόν, δώσω55

56

αὐτῷ φησιν ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεύη κεραμικὰ συντριβήσεται, ὡς κἀγὼ εἴληφα παρὰ τοῦ πατρός μου. τοῦτο ἔστι τὸ εἰρημένον ἐν Εὐαγγελίοις τοῖς καλῶς οἰκονομήσασι τὰς ἐμπιστευθείσας
5αὐτοῖς μνᾶς καὶ τὰ τάλαντα. ἔσο ἐπὶ δέκα πόλεων· καὶ ἑτέρῳ ἔσο ἐπὶ πέντε πόλεων. καὶ τῷ Δανιήλ· καὶ δοθήσεται ἡ βασιλεία ἁγίοις Θεοῦ. ἀρχὴν γάρ τινα καὶ ἐξουσίαν ταῦτα δηλοῖ δοθησομένην τοῖς ἁγίοις κατὰ τῶν ὑποδεεστέρων καὶ τῶν διευθύνεσθαι χρηζόντων. τούτους οὖν φησιν ποι‐
10μανεῖ ἐν αὐστηρᾷ ἐξουσίᾳ· τοὺς δέ γε ἀπειθεῖς συντρίψει ἶσα σκεύεσι κεράμου. καὶ δώσω αὐτῷ φησιν τὸν ἀστέρα τὸν πρωϊνόν φησιν ὁ προφήτης περὶ τοῦ Ἀσσυρίου ἤτοι τοῦ Σατανᾶ, πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων. τοῦτον καλεῖ καὶ νῦν ἀστέρα πρωϊνόν· δώσω
15οὖν φησιν ὑποχείριον τὸν Σατανᾶν τοῖς ἐμοῖς θεράπουσιν. ὅμοιον τῷ παρὰ τῷ ἀποστόλῳ εἰρημένον· συντρίψει ὁ Θεὸς τὸν Σατανᾶν ἐν τάχει ὑπὸ τοὺς πόδας ὑμῶν. καί· ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.
Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον, τάδε λέγει
20ὁ ἔχων τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας· οἶδά σου τὰ ἔργα ὅτι ὄνομα ἔχεις ὅτι ζῇς, καὶ νεκρὸς εἶ. γίνου γρηγορῶν, καὶ στήρισον τὰ λοιπὰ ἃ ἔμελλον ἀπο‐ θανεῖν· οὐ γὰρ εὕρηκά σου τὰ ἔργα πεπληρωμένα ἐνώπιον τοῦ Θεοῦ μου. μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας,
25καὶ τήρει, καὶ μετανόησον. ἐὰν οὖν μὴ γρηγορήσῃς, ἥξω ὡς κλέπτης, καὶ οὐ μὴ γνῷς ποῖαν ὥραν ἥξω πρός σε. ἀλλ’ ἔχεις ὀλίγα ὀνόματα ἐν Σάρδεσιν, ἃ οὐκ ἐμόλυναν τὰ ἱμάτια
αὐτῶν, καὶ περιπατοῦσι μετ’ ἐμοῦ ἐν λευκοῖς, ὅτι ἄξιοί56

57

εἰσιν. ὁ νικῶν οὗτος περιβαλεῖται ἐν ἱματίοις λευκοῖς, καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς. καὶ ὁμολογήσω τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ. ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ
5
Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
περὶ μὲν τῶν ἑπτὰ ἀστέρων, οὓς νῦν καὶ πνεύματα καλεῖ Θεοῦ, ἐν τοῖς προλαβοῦσιν εἴρηται· νῦν δέ γε ἀκουστέον ἃ λέγει περὶ τῶν ἐν ταῖς Σάρδεσιν. οἶδά σού φησιν τὰ ἔργα, ὅτι τὸ μὲν ὄνομά σου ὡς ζῶντός ἐστιν τὴν κατὰ θεὸν
10ζωὴν τὴν ἐνάρετον, νεκρὸς δὲ εἶ ταῖς ἁμαρτίαις. νεκροὺς γὰρ τοὺς ἐν ἁμαρτίαις ἔθος καλεῖν τῇ θείᾳ γραφῇ, ὡς δηλοῖ τὸ γεγραμμένον περὶ τῶν ἐξ ἀπιστίας εἰς τὴν Χριστοῦ πίσ‐ τιν μεταβεβηκότων τῷ σοφωτάτῳ Παύλῳ· καὶ ὑμᾶς νεκροὺς ὄντας τοῖς παραπτώμασι, συνεζωοποίησε τῷ Χριστῷ. καὶ ὁ
15ποιμὴν δέ φησιν καταβεβηκέναι τινὰς εἰς τὸ ὕδωρ τὸ τῆς κολυμβήθρας, δηλονότι νεκροὺς, καὶ ἀναβεβηκέναι ζῶντας. ἀλλ’ ἐξυπνίσθητί φησιν τοῦ ὕπνου τῆς ἁμαρτίας καὶ στή‐ ρισον τὰ λοιπὰ ἃ ἤμελλεν ἀποθανεῖν. ἔτι σοί, φησιν, ἔργα περιλέλειπται βραχέα καὶ ἐπιτηδεύματα οὐ τέλεον ἀπο‐
20θανόντα. ταῦτα οὖν φύλαξον ζῶντα, πρὸς θάνατον ἤδη ῥέοντα. τὸ γὰρ στήρισον τὸ οἷον στηροποίησον καὶ ἐνδυνάμωσον εἴρηται χαλαρά τε ὄντα καὶ πρὸς πτῶσιν ἕτοιμα. οὐδὲν γάρ σού φησιν τῶν σπουδασμάτων πλῆρές ἐστιν, ἀλλὰ τὰ μὲν τέθνηκε, τὰ δὲ μέλλει. μνήσθητι οὖν
25φησιν πῶς εἴληφας τὴν πίστιν καὶ ἤκουσας τὸν περὶ αὐτῆς λόγον, καὶ τὰ μὲν ἔτι ζῶντά σου τῶν ἔργων τήρει ἐν τῇ ζωῇ. ἐπὶ δὲ τοῖς τεθνεῶσι μετανόησον. ἐὰν οὖν μὴ γρηγορήσῃς
φησὶν καὶ ὡς ὁ ἐξ ὕπνου τῆς ῥαθυμίας διαναστῇς, ἥξω σοί57

58

φησιν κολαστὴς ὅτε οὐ προσδοκᾶς. φησὶ δὲ καὶ περὶ ἑτέ‐ ρων ὁ ἱερὸς ἀπόστολος· ὅταν δὲ λέγωσιν εἰρήνη καὶ ἀσφάλεια, τότε αὐτοῖς αἰφνίδιον ἥξει ὁ ὄλεθρος ὥσπερ ἡ ὠδὶς τῇ ἐν γαστρὶ ἐχούσῃ. ἔχεις φησὶν ὀλίγα ὀνόματα ἐν Σάρδεσιν, ἃ οὐκ
5ἐμόλυναν τὰ ἱμάτια αὐτῶν καὶ περιπατοῦσι μετ’ ἐμοῦ ἐν λευ‐ κοῖς, ὅτι ἄξιοί εἰσιν, οὕς φησιν τέως δυσωπούμενος ἀνα‐ βάλλομαι καὶ μακροθυμῶ εἰς ὑμᾶς. ἱμάτια δὲ μὴ μολυν‐ θέντα, τὰ σώματα λέγει τῶν ἁγίων κατὰ τὸ εἰρημένον παρὰ τοῦ πατριάρχου Ἰακώβ· πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ·
10καὶ ὁ Ἡσαΐας δὲ τοῦτο αὐτό φησιν· διὰ τί σου τὰ ἱμάτια ἐρυθρὰ ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρης καταπεπατημένης; τὸ λευκὸν οὖν ἱμάτιον τὴν καθαρότητα τοῦ σώματος αἰνίττεται. ὁ νικῶν φησιν τὰ πάθη λευκὰ περιβαλεῖται ἐν τῷ μέλλοντι αἰῶνι. καὶ γὰρ ἐκλάμψειν ὡς τὸν ἥλιον καὶ τὴν σελήνην
15τοὺς ἁγίους ἐν Εὐαγγελίοις αὐτὸς ἐπήγγελται· οἱ δὲ καθαροὶ ἐγγεγραμένοι φησὶν ἔσονται ἐν τῇ βίβλῳ τῶν ζώντων, τὴν μακαρίαν ἐκείνην καὶ ἀτελεύτητον ζωήν. Ταύτης τῆς ἐγγρα‐ φῆς καὶ ἐν Εὐαγγελίοις ὁ Κύριος ἐμνημόνευσε, λέγων τοῖς ἑαυτοῦ μαθηταῖς· μὴ χαίρετε ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται,
20ἀλλ’ ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς. καὶ ὁμολογήσω φησὶν τὸ ὄνομα ἐνώπιον τοῦ πατρός μου καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ. ὁμολογήσει δὲ ὡς πιστοὺς θεράποντας καὶ ὡς εὐνοϊκοὺς οἰκέτας. καὶ γὰρ καὶ ἐν Εὐαγγελίοις εἴρηται· ὃς ἐὰν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώ‐
25πων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου, τοῦ ἐν τοῖς οὐρανοῖς. τὸ δὲ εἰπεῖν περὶ τοῦ πατρὸς καὶ τῶν
ἀγγέλων αὐτοῦ, οὐκ ἀφαιρεῖται τὸ καὶ αὐτοῦ εἶναι τοὺς58

59

ἁγίους ἀγγέλους· ποτὲ μὲν γὰρ αὐτοὺς τοῦ πατρός, ποτὲ δὲ αὑτοῦ. φησὶ γὰρ παρὰ τῷ Ματθαίῳ· ἀποστελεῖ τότε ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος μεγά‐ λης· καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων
5ἀνέμων ἀπὸ ἄκρων τῶν οὐρανῶν, ἕως τῶν ἄκρων αὐτῶν.
καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφίᾳ ἐκκλησίας γράψον· τάδε
λέγει ὁ ἅγιος, ὁ ἀληθινὸς, ὁ ἔχων τὴν κλεῖν Δαυίδ, ὁ ἀνοίγων
καὶ οὐδεὶς κλείει, καὶ κλείων καὶ οὐδεὶς ἀνοίγει· οἶδά σου τὰ
ἔργα—ἰδού, δέδωκα ἐνώπιον σου θύραν ἠνεωγμένην, ἣν οὐδεὶς
10δύναται κλεῖσαι αὐτήν—ὅτι μικρὰν ἔχεις δύναμιν, καὶ ἐτή‐ ρησάς μου τὸν λόγον, καὶ οὐκ ἠρνήσω τὸν νόμον μου. ἰδού, δίδωμι ἐκ τῆς συναγωγῆς τοῦ Σατανᾶ τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους, καὶ οὐκ εἰσὶν, ἀλλὰ ψεύδονται· ἰδού, ποιήσω αὐτοὺς ἵνα ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιον τῶν
15ποδῶν σου, καὶ γνῶσιν ὅτι ἐγὼ ἠγάπησά σε. ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης, πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. ἔρχομαι ταχύ· κράτει ὃ ἔχεις ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου. ὁ νικῶν,
20ποιήσω αὐτὸν στῦλον ἐν τῷ ναῷ τοῦ Θεοῦ μου καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι· καὶ γράψω ἐπ’ αὐτὸν τὸ ὄνομα τοῦ Θεοῦ μου, καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ Θεοῦ μου, τῆς καινῆς Ἱερουσαλήμ, ἡ καταβαίνουσα ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ μου, καὶ τὸ ὄνομα τὸ καινόν. ὁ ἔχων οὖς, ἀκουσάτω τί τὸ Πνεῦμα λέγει
25
ταῖς ἐκκλησίαις
τοῖς ἐν Φιλαδελφείᾳ φησίν, γράψον· τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινός. ὁ ἅγιος μέν ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ. ἔπειτα καὶ
τούτῳ μαρτυρεῖται παρὰ τῶν Σεραφίμ, τῶν τρεῖς ἁγιασ‐59

60

μοὺς εἰς μίαν κυριότητα συγκλειόντων, ὡς μηδὲν ἔχων γήϊνον ἢ ἁμαρτητικόν, εἰ καὶ γέγονε σάρξ, ὁ λόγος. ἁμαρ‐ τίαν γὰρ οὐκ ἐποίησεν. οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ κατὰ τὴν φωνὴν Ἡσαΐου τοῦ προφήτου. ἀληθινὸς δὲ
5ὅτι ἐστὶ καὶ λέγεται, ἀληθῶς ἐστι· τὸ καὶ λέγεται, Θεὸς λέγεται, καὶ οὐ ψεύδεται ἡ προσηγορία. ἔστι γὰρ Θεὸς ἀληθῶς Ἐμμανουήλ, εἰ καὶ οὐ βούλεται τοῦτο ὁ κατάρατος Νεστόριος· ἄνθρωπος γέγονε, τὸ εἶναι Θεὸς οὐκ ἀποβαλών, καὶ ἔστιν ἄνθρωπος ἀληθῶς, εἰ καὶ δυσχεραίνει πρὸς τοῦτο
10ὁ θεοστυγὴς Εὐτυχής. ὅπερ ἔστιν ἀληθῶς, ἔστι, καὶ οὐδὲν ἢ κατὰ ἀναφοράν, ὡς Νεστοριανοί φασιν, οὐδὲ κατὰ δόκησιν ἢ φαντασίαν ὡς Εὐτυχιανισταὶ λέγουσιν, καὶ τὸ κατάρατον καὶ βδελυρὸν τῶν Μανιχαίων φῦλον. ὁ ἔχων φησὶν τὴν κλεῖν Δαυίδ. κλεῖν καλεῖ τὴν ἐξουσίαν. ὁ γὰρ κλεῖν οἴκου
15πεπιστευμένος ἐξουσίαν τοῦ ἀνοῖξαι καὶ κλεῖσαι πεπίστευ‐ ται. καὶ τοῦτο σαφῶς ἐν Εὐαγγελίοις δηλοῖ ἐν ταῖς πρὸς τὸν Πέτρον ἐπαγγελίαις. εἰπὼν γὰρ καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, εὐθὺς ἐπάγει καὶ ὃ ἂν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς· καὶ ὃ ἐὰν λύσῃς
20ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς. Ἐπεὶ οὖν ἡ κλεῖς τὴν ἐξουσίαν αἰνίττεται, λέγων ὁ ἔχων τὴν κλεῖν τοῦ Δαυίδ, παραδηλοῖ ὅτι ὥσπερ ὁ Δαυὶδ τοῦ αἰσθητοῦ Ἰσραὴλ ἐβασίλευσεν, οὕτως ἐγὼ πρὸς τῷ αἰσθητῷ καὶ τοῦ νοητοῦ, εἰ καὶ ἡ διαφορὰ τῆς ἐξουσίας ἀσυγκρίταις ὑπεροχαῖς
25διήλλακται. ποία γὰρ ἰσοτιμία ἀνθρώπου πρὸς Θεόν; τοῦτο καὶ ὁ θεῖος ἄγγελος Γαβριὴλ τῇ παρθένῳ εὐηγ‐ γελίσατο περὶ τοῦ Κυρίου, λέγων καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ βασιλεύσει ἐπὶ τὸν
οἶκον Δαυὶδ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ60

61

ἔσται τέλος. ἐπεὶ οὖν ὁμοίωμα τῆς βασιλείας τοῦ Δαυὶδ ἐφεῦρεν ὁ Χριστός, εἰκότως λέγει ὁ ἔχων τὴν κλεῖν Δαυίδ. εἶτα ἐπιμείνας τῇ τροπῇ τῆς κλειδός, ἐπάγει· ὁ ἀνοίγων, καὶ οὐδεὶς κλείει· καὶ κλείων, καὶ οὐδεὶς ἀνοίγει. Θεὸς γὰρ ὁ
5δικαιῶν· τίς ὁ κατακρίνων; Θεὸς ὁ κατακρίνων· τίς ὁ δικαιῶν; ἀνοῖξαι γὰρ καὶ κλεῖσαι τὸ δικαιῶσαί φησιν καὶ κατακρῖναι. οἶδά σού φησιν τὰ ἔργα ὅτι ἐστὶ θεοσεβῆ· καὶ δέδωκά σοι τὴν τῶν ἀγαθῶν θύραν ἠνεωγμένην. προ‐ λαβὼν δὲ ἔφη· ὁ ἀνοίγων καὶ οὐδεὶς κλείει οὐκοῦν καὶ τὴν
10θύραν ἣν δέδωκα ἠνεωγμένην οὒ κλείσει τις. ὅτι φησὶν μικρὰν ἔχεις δύναμιν καὶ ἐτήρησας μου τὸν λόγον καὶ οὐκ ἠρνήσω τὸ ὄνομα μου. μικρὰ πόλις ἡ Φιλαδέλφεια, δι’ ὃ καὶ μικρὰ αὐτῆς ἡ δύναμις. ἀλλ’ ἐν τῷ φυλάξαι τὴν Χριστοῦ πίστιν ὑπὲρ τὴν οἰκείαν ἰσχὺν ἀνέστη ὡς ἀπτόητος, μεῖναι
15παρὰ τῶν τοὺς πιστοὺς διενοχλούντων. εἶτα ὥσπερ ἀντί‐ δωρον τῆς εἰς αὐτὸν γνησιότητος ἐπαγγέλλεται πολλοὺς τοῦ Ἰουδαϊκοῦ καταλόγου προσδραμεῖσθαι αὐτῇ καὶ τὴν Χρισ‐ τοῦ δέξασθαι πίστιν. τοῦτο γὰρ τὸ προσκυνῆσαι τοὺς πόδας αὐτῆς αἰνίττεται τὸ καὶ ἐν ἐσχάτοις ἑλέσθαι ἐν τῇ ἐκ‐
20κλησίᾳ τετάχθαι—μόνον εἶναι μέρος τῆς ἐκκλησίας. τοῦτο καὶ ὁ προφήτης ἀσπαζόμενος ἔλεγεν· ἐξελεξάμην παραρρί‐ πτεσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώ‐ μασιν ἁμαρτωλῶν. ἐπεὶ οὖν ἐν ὑπομονῇ ἐτήρησάς μου τὴν πίστιν, κἀγὼ τηρήσω σε ἐκ τῆς ὥρας τοῦ πονηροῦ πειρασμοῦ.
25λέγει δὲ τὸν ἐπὶ Δομετιανοῦ τοῦ βασιλέως γενόμενον κατὰ Χριστιανῶν διωγμόν, ὃς δεύτερος μετὰ Νέρωνα γέγονε διώκ‐
της, ὡς Εὐσέβιος ἱστορεῖ ἔν τε τῇ Ἐκκλησιαστικῇ Ἱστορίᾳ61

62

καὶ ἐν τῷ Χρονικῷ Κανόνι· ἐφ’ οὗ καὶ ὁ θεσπέσιος εὐαγ‐ γελιστὴς τὴν Πάτμον οἰκεῖν κατεδικάσθη, νησίον ἔρημον καὶ βραχύ. ἔρχομαι ταχύ φησιν ἀντιληψόμενός σου. κράτει ὃ ἔχεις ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου. τί δὲ κράτει; τὴν
5εἰς τὸν Κύριον γνησίαν ἀγάπην δηλονότι, ἐν ᾗ ἄχρι τέλους ἐναθλήσας ἕξεις τὸν στέφανον τῆς ζωῆς. τῶν γὰρ ὑπομενόν‐ των τὰ νικητήρια· καὶ τὸν νικῶντά φησιν τοὺς πειρασ‐ μοὺς ποιήσω διὰ παντὸς ἐπευφραίνεσθαι τῇ τοῦ Θεοῦ θεωρίᾳ· τοῦτο γὰρ τὸ στῦλον τοῦ ναοῦ γενέσθαι τοῦ θείου.
10ὁ γάρ τοι στῦλος οὐκ ἂν ἐπ’ ἀγαθῷ ἐξέλθοι ποτὲ τοῦ ἐν ᾧ ἐνήρεισται τόπου καὶ γράψω ἐπ’ αὐτὸν τὸ ὄνομα τοῦ Θεοῦ μου, καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ Θεοῦ μου, τοῦ τῆς ἐπουρανίου Ἱερουσαλήμ, καὶ τὸ ὄνομα τὸ καινόν. διὰ πάντων τὴν τοῦ Θεοῦ ἀπόλαυσιν καὶ τὴν ἐπ’ ἀγαθοῖς κατοίκησιν καὶ τὴν
15μακαριότητα παραγυμνοῖ, ὅ, τι σχήσουσιν ἐν τῷ μέλλοντι αἰῶνι ὄνομα δέ φησιν καινόν, τὸ ἄχρι νῦν μή που ἀκουσθέν, οὗ τύχωσιν οἱ ἅγιοι Χριστῷ συμβασιλεύοντες, φίλοι καὶ ἀδελφοὶ καὶ θεράποντες ὀνομαζόμενοι. τὸ δέ γε καινὸν ὄνομα καὶ ὑπὲρ ταῦτα τυγχάνει. τὰ μὲν γὰρ ἀναγέγραπται
20τε τῇ θείᾳ γραφῇ καὶ εἰς ἀκοὰς ἦλθεν ἀνθρώπων· τὸ δὲ καινὸν ἀκατονόμαστον πάντη τυγχάνει. τὸ δὲ εἴρησθαι αὐτῷ τοῦ Θεοῦ μου οὐκ ἀπαξιοῦντός ἐστιν τὰ τῆς κενώσεως μέτρα οὐδὲ τὸ μικροπρεπὲς τῆς ἀνθρωπότητος. εἰ γὰρ ἀπηξίου, τίς ὁ ἀναγκάσας αὐτὸν σαρκὶ καθ’ ὑπόστασιν ἑνω‐
25θῆναι, καὶ οὕτω τὴν ἡμῶν διαπλέξαι σωτηρίαν; αὐτῷ ἡ δόξα
εἰς τοὺς αἰῶνας τῶν αἰώνων.62

63

Λόγος τρίτος ταῖς μὲν ἓξ πόλεσιν διαπεμφθῆναι τεθέσπικεν ἅπερ τεθέ‐ σπικεν, περὶ ὧν ἐν τῷ δευτέρῳ διελήλυθα λόγῳ τῇ ἐν Ἐφέσῳ, καὶ Σμύρνῃ, Περγάμῳ τε καὶ Θυατείροις, καὶ ταῖς ἐν Σάρδε‐
5σιν, καὶ Φιλαδελφείᾳ. νῦν δὲ ἃ δεῖ γραφῆναι καὶ αὐτῇ τάδε.
καὶ τῷ ἀγγέλῳ τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας γράψον· τάδε
λέγει ὁ ἀμήν, ὁ μάρτυς ὁ πιστός, ὁ ἀληθινός, ἡ ἀρχὴ τῆς
κτίσεως τοῦ Θεοῦ· οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ
10οὔτε ζεστός. ὄφελον ψυχρὸς ἦς, ἢ ζεστὸς, οὕτως ὅτι χλια‐ ρὸς εἶ, καὶ οὐ ζεστὸς οὔτε ψυχρός· μέλλω σε ἐμέσαι τοῦ στόματός μου. ὅτι λέγεις, πλούσιός εἰμι, καὶ πεπλού‐ τηκα, καὶ οὐδὲν χρείαν ἔχω, καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταπει‐ νὸς καὶ ἐλεεινὸς καὶ τυφλὸς καὶ γυμνὸς καὶ πτωχός.
15συμβουλεύω σοι ἀγοράσαι παρ’ ἐμοῦ χρυσίον πεπυρωμένον ἐκ πυρός, ἵνα πλουτήσῃς, καὶ ἱμάτια καινὰ λευκά, ἵνα περι‐ βάλλῃ, καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου· καὶ κουλλούριον ἐγχρῖσαι τοὺς ὀφθαλμούς σου, ἵνα βλέπῃς. ἐγὼ ὅσους ἂν φιλῶ, ἐλέγχω καὶ παιδεύω· ζήλωσον οὖν καὶ
20μετανόησον. ἰδού, ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, εἰσελεύσομαι πρὸς αὐτόν, καὶ δειπνήσω μετ’ αὐτοῦ, καὶ αὐτὸς μετ’ ἐμοῦ. ὁ νικῶν, δώσω αὐτῷ καθίσαι ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα, καὶ ἐκάθισα μετὰ τοῦ Πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ.
25ὁ ἔχων οὖς, ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.63

64

τάδε φησὶν λέγει ὁ ἀμήν. ἰσοδυναμεῖ τοῦτο τῷ τάδε λέγει ὁ ἀληθινός, ὅπερ ἐν τοῖς ἔμπροσθεν ἑρμηνεύεται· ἀμὴν γάρ ἐστιν τὸ ναί. ναὶ γάρ ἐστιν ἐν αὐτῷ καὶ οὐδὲν οὔ, τῶν περὶ αὐτοῦ λεγομένων. καὶ τὸ ὁ μάρτυς ὁ πιστὸς ἐν τοῖς ἔμπροσ‐
5θεν εἴρηται. περισσολογία οὖν τὸ δὶς περὶ τῶν αὐτῶν διεξιέναι. ἡ ἀρχὴ τῆς κτίσεως τοῦ Θεοῦ φησιν. ἐπιφοιτή‐ σειεν ἂν ἴσως τὸ χριστομάχον τῶν Ἀρειανῶν ἐργαστή‐ ριον τῷ εἰρημένῳ ὡς τοῦ Υἱοῦ κτίσματος διὰ τούτων γραφομένου. ἀλλὰ μὴ τοῖς ἀνοσίοις αὐτῶν λόγοις προσέ‐
10χωμεν. σκοπητέον δὲ εἴ τι τοιοῦτον καὶ ἐν ἑτέρᾳ κεῖται γραφῇ, ἵν’ ἔχοι τις ἐκ τῶν ὁμοίων τὰ ὅμοια κανονίζειν. φησὶν ὁ σοφὸς ἀπόστολος περὶ τοῦ Υἱοῦ, Κολασσαεῦσιν ἐπιστέλλων, ὅς ἐστιν ἀπαρχή ... πρωτότοκος πάσης κτίσεως, οὐ μὴν πρωτόκτιστος. καὶ ὁ προφήτης λέγει· ἐκ γαστρὸς
15πρὸ ἑωσφόρου ἐγέννησά σε, οὐ μὴν ἔκτισά σε. ἀλλὰ καὶ ὁ Σολομῶν· πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. τὸ γὰρ Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, ἐπὶ τοῦ νοερῶς ἐμψυχωμένου σώματος τοῦ Κυρίου, ὃ ἐν ἁγίοις ἐξείληφε Γρηγόριος ἐν τῷ Περὶ Υἱοῦ λόγῳ. τὸ δὲ γεννᾷ, ἐπὶ τῆς θεότητος αὐτοῦ. πάν‐
20των οὖν γέννησιν καὶ οὐ κτίσιν ἐπὶ τοῦ μονογενοῦς Λόγου καὶ Υἱοῦ δογματισάντων, τί βούλεται τὸ ἐν τῷ παρόντι λέγεσθαι ἡ ἀρχὴ τῆς κτίσεως τοῦ Θεοῦ; οὐδὲν ἕτερον ἢ ἄρχων τῆς κτί‐ σεως τοῦ Θεοῦ, καὶ ὁ τὴν κατὰ πάντων ἀρχὴν ἔχων. ἐπειδὴ γὰρ πάντα διὰ Υἱοῦ πεποίηκεν ὁ Πατήρ, εἰκότως ὁ
25ποιητὴς τῶν ἁπάντων καὶ δημιουργός, ὁ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι τὰ πάντα παραγαγὼν ἄρχει τῶν ὑπ’ αὐτοῦ γεγεννη‐ μένων. οἶδά σού φησιν τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεσ‐ τός. ζεστὸς μέν ἐστιν ὁ ζέων τῷ Πνεύματι· τῷ γὰρ Πνεύματι ζέοντές φησιν ὁ θεῖος ἀπόστολος· ψυχρὸς δέ, ὁ ἐστερημένος
30Ἁγίου Πνεύματος, ἐνεργείας καὶ ἐπιφοιτήσεως. ἀλλὰ σύ64

65

φησιν χλιαρὸς εἶ. χλιαρὸν δὲ καλεῖ τὸν μετουσίαν μὲν λαβόντα πνεύματος ἁγίου διὰ τοῦ βαπτίσματος, σβέσαντα δὲ τὸ χάρισμα διὰ ῥαθυμίας, καὶ τῆς τῶν προσκαίρων φροντίδος. ἐπιταγὴ δὲ θεία καὶ αὕτη, τὸ Πνεῦμα μὴ σβεν‐
5νύετε. ὄφελον ψυχρὸς ἦς ἢ ζεστὸς οὕτως, ὅτι χλιαρὸς εἶ. εἴθε φησὶν ἢ ζεστὸς ἦσθα τῇ τοῦ Πνεύματος ἐνεργείᾳ πεπυ‐ ρωμένος, ἢ καθόλου ψυχρὸς καὶ ἀμέτοχος τέλεον πνεύματος χάριτος καὶ ἀβάπτιστος καὶ μὴ χλιαρός. ὁ μὲν γὰρ ἔχων τὸ νοητὸν τοῦ Πνεύματος πῦρ ἐν ἀνδράσιν τελεῖ, τὰ αἰσθη‐
10τήρια γεγυμνασμένα ἔχων πρὸς διάκρισιν καλοῦ καὶ κακοῦ, καί ἐστι πνευματικός· ὁ δέ γε μήπω δεξάμενος τὴν τοῦ Πνεύ‐ ματος χάριν, ἐν ἐλπίδι τοῦ ποτε δέξασθαι τυγχάνων, οὐκ ἐν τοῖς ἀπεγνωσμένοις ἠρίθμηται. ὁ δέ γε χλιαρὸς πρὸς τῷ μὴ ξῆν καὶ τό ποτε βαπτισθῆναι καὶ ζέσαι συναφήρη‐
15ται. μέλλω σέ φησιν ἐμέσαι ἐκ τοῦ στόματός μου. τῇ μετα‐ φορᾷ τοῦ χλιαροῦ δεόντως ἐχρήσατο· πᾶν γὰρ χλιαρὸν ὄν, ὥς φασιν ἰατρῶν παῖδες, πλάδον ἐργαζόμενον εἰς ἔμε‐ τον ἐρεθίζει τὸν μεταλαβόντα· ὅθεν καὶ τοῖς δυσεμετοῦσιν ὕδατος χλιαροῦ διδόασιν ἀπορροφεῖν, ταύτῃ πρὸς ἔμετον
20ἐκκαλούμενοι. φησὶ δέ, ὅτι μέλλω σε ἀπόβλητον ποιεῖσθαι τῆς ἐμῆς οἰκειότητος. τίς δὲ τῆς τοιαύτης καταστάσεως ἡ αἰτία; ἐλπίζεις φησίν, ἐπὶ πλούτου ἀδηλίᾳ, καὶ συνέ‐ πνιξας ὡς ἐν ἀκάνθαις τὸ χάρισμα, οὐκ ἀκούων τοῦ λέγον‐ τος, πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν; πλοῦτον
25δέ φησι γήϊνον καὶ πρόσκαιρον. ἀγνοεῖς ὅτι πτωχὸς εἶ καὶ γυμνός, τὰ πνευματικὰ καὶ μένοντα. συμβουλεύω σοι οὖν
ἀγοράσαι χρυσίον πεπυρωμένον ἐκ πυρός, ἵνα πλουτήσῃς. τί65

66

δὲ πεπυρωμένον χρυσίον τῷ πνευματικῷ πυρί, ὁ προφή‐ της διδάσκει λέγων τὰ λόγια Κυρίου λόγια ἁγνά, ἀργύριον πεπυρωμένον δοκίμιον, τῇ γῇ κεκαθαρισμένον ἑπταπλασίως, τὸ εὐαγγελικὸν διὰ τούτων δηλῶν κήρυγμα. τοῦτο τοιγαροῦν
5αἰτεῖ παρ’ ἐμοῦ τὸ δυνάμενόν σε σοφίσαι καὶ προσοικειῶσαι Θεῷ. ὁ γὰρ τοῦτο κτησάμενος ἐν ἀρετῇ τε διαλάμπει καὶ καθαρισθήσεται ψυχὴν καὶ σῶμα. τοῦτο γάρ ἐστι τὰ καινὰ καὶ λευκὰ ἱμάτια. καὶ κουλλούριόν φησιν ἐγχρῖσαι τοὺς ὀφθαλμούς σου, ἵνα βλέπῃς. πρός τινας τῶν ἀμβλυω‐
10πούντων περὶ τὸ νοητὸν τοῦ Κυρίου φῶς, ἐπονειδίζουσα ῥῆσις Ἱερεμίου φησίν· ἰδού, οὔκ εἰσιν οἱ ὀφθαλμοί σου οὐδὲ ἡ καρδία σου καλή. διὰ τοῦτο τὴν συνεκτικὴν τῆς τοιαύτης πηρώσεως μετάνοιαν ὑπελθεῖν συμβουλεύεται, ὥσπερ καὶ ἡ ἄκαρπος συκῆ τὴν διὰ τῶν κοπρίων ἐξαγόρευσιν καὶ
15ἀτιμοτέραν διαγωγήν. ἐγώ φησιν οὓς ἂν φιλῶ, ἐλέγχω καὶ παιδεύω. ὦ τοῦ ὑπερβάλλοντος μεγέθους τῆς ἀγάπης τοῦ Χριστοῦ. τούτους γὰρ τοιούτους ὄντας οἵους ὁ λόγος ἔγρα‐ ψεν, ἀγαπᾶν ἐπαγγέλλεται, διὸ ἐλέγχει τε καὶ παιδεύει 〈καὶ〉 ζηλοῦν τὰ τῶν ἔργων κρείττονα, καὶ μετανοεῖν ἐφ’
20οἷς ἐξήμαρτον. ἰδού φησιν ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω. ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, εἰσελεύ‐ σομαι πρὸς αὐτὸν καὶ δειπνήσω μετ’ αὐτοῦ καὶ αὐτὸς μετ’ ἐμοῦ. τὸ πρᾶον καὶ εἰρηνικὸν ὁ Κύριος ἐνδείκνυται τὸ ἑαυτοῦ. ὁ μὲν γὰρ Διάβολος πελέκει καὶ λαξευτηρίῳ κατεάσσει τὰς
25θύρας τῶν μὴ δεχομένων αὐτὸν κατὰ τὴν τοῦ προφήτου φωνήν. ὁ δὲ Κύριος καὶ νῦν καὶ ἐν Τοῖς Ἄσμασιν τῇ νύμφῃ φησὶν ἄνοιξόν μοι, ἀδελφή μου νύμφη. καὶ εἰ μέν τις ἀνοίξει
αὐτῷ, εἰσέρχεται. τὸ δὲ δεῖπνον τὸ μετὰ τοῦ Κυρίου τὴν66

67

τῶν ἁγίων μυστηρίων μετάληψιν αἰνίττεται. τῷ νικῶντί φησιν τὸν ἐχθρόν, δώσω καθίσαι ἐν τῷ θρόνῳ μου, τουτέστι, συμβασιλεύσει μοι. εἴρηται γὰρ τῷ σοφωτάτῳ Παύλῳ, εἰ συμπάσχομεν, καὶ συμβασιλεύσομεν αὐτῷ. ὡς καὶ ἐγὼ ἐνί‐
5κησά φησι, καὶ συμβασιλεύω τῷ Πατρί μου. εἴρηκεν γὰρ καὶ ἐν Εὐαγγελίοις ὁ Κύριος· θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.
καὶ μετὰ ταῦτα εἶδον, καὶ ἰδού, θύρα ἐν τῷ οὐρανῷ ἀνεωγ‐
μένη· καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος
10 λαλοῦσα μετ’ ἐμοῦ, λέγων ἀνάβα ὧδε, καὶ δείξω σοι ἃ δεῖ γενέσθαι μετὰ ταῦτα. εὐθέως ἐγενόμην ἐν πνεύματι· καὶ ἰδού, θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τὸν θρόνον καθή‐ μενος ὅμοιος ὁράσει σμαραγδίῳ. οὐκ ἐπειδὴ θύρα τίς ἐστιν ἐν τῷ οὐρανῷ κατὰ καιρὸν
15κλειομένη καὶ ἀνοιγομένη, ἀλλ’ οὕτως ὤφθη τῷ εὐαγ‐ γελιστῇ ἵνα ἴδῃ τὰ ὑπερουρανία. πάσης γὰρ θύρας ἀνεωγ‐ μένης, τὰ ἔνδον ἐπάναγκες καθορᾶσθαι. καὶ φωνὴν ἤκουσά φησιν, ἥτις ὡς σάλπιγξ ἠχήσας τάδε εἶπε πρός με· ἀνάβηθί φησιν ὧδε ἵνα ἴδῃς τὰ μέλλοντα ἔσεσθαι. καὶ ἐν πνεύματι
20ἀνελθών—οὐ γὰρ σωματικὴ οὐδ’ αἰσθητὴ γέγονεν ἡ ἄνο‐ δος—ὁρῶ φησιν, θρόνον, καὶ τὸν Θεόν, καὶ πνεῦμα ἐπ’ αὐτῷ ὅμοιον ἰάσπιδι καὶ σαρδίῳ. οὐ τούτοις ὅμοιος ὁ Θεός, ἄπαγε, οὐδέ τινι τῶν αἰσθητῶν, ἢ ὅλως σώματι ὁ ἀόρατος καὶ ἀσώματος καὶ ἀσχημάτιστος, οὗ τὸ ἀόρατον τὰ Σερα‐
25φὶμ ἐνδεικνύμενα σκέπουσι ταῖς πτέρυξι τὰ πρόσωπα
ἑαυτῶν. καὶ τῷ Μωϋσεῖ δὲ χρηματίζων ὁ Θεὸς ἔλεγεν·67

68

οὐδεὶς ὄψεταί μου τὸ πρόσωπόν μου καὶ ζήσεται. ἀλλὰ καὶ αὐτὸς ὁ εὐαγγελιστὴς ὡς ἐν ἀποφάσει φησί· Θεὸν οὐδεὶς ἑώρακε πώποτε. οὐκ ἄρα οὖν ὤφθη ὅμοιός τινι ὁ Θεός, ἀλλ’ ἐκ τῶν ἐνεργειῶν τοῦ Θεοῦ ἡ ὅρασις αὐτοῦ ἐζωγραφήθη
5τῇ ἀποκαλύψει. ἡ μὲν γὰρ ἴασπις. λίθος δὲ αὕτη τιμία σμαραγδοειδής τίς ἐστιν καὶ χλοερά, ἰῷ ἀσπίδος προσεοι‐ κυῖα, ἐξ οὗ καὶ τὸ ὄνομα ἐκληρώσατο. τὸ δὲ σάρδιον ἄλλη τιμία λίθος, πυραυγῆς καὶ αἱματώδης. αἰνίττεται δὲ ἡμῖν ἡ ἴασπις τὸ φερέσβιον τοῦ Θεοῦ, καὶ ποριστικόν, ἐπεὶ καὶ
10πᾶσα τροφὴ ἀνθρώπων τε καὶ τετραπόδων καὶ πτηνῶν καὶ τῶν ἑρπηστικῶν θηρίων τὴν ἀρχὴν, καὶ οἷον τὴν αἰτίαν, ἀπὸ χλόης ἀρχομένην ἔχει. φησὶ γὰρ ὁ προφήτης· ἐξανα‐ τέλλων χόρτον τοῖς κτήνεσι καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων, τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς. καὶ οἶνος εὐφραίνει καρδίαν
15ἀνθρώπου, τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ. καὶ πάλιν ἐν τῇ κοσμοποιίᾳ φησὶν ὁ Θεός· ἐξαγαγέτω ἡ γῆ βοτάνην χόρτου· σπεῖρον σπέρμα κατὰ γένος. ἡ μὲν οὖν ἴασπις ταῦτα παρα‐ γυμνοῖ. τὸ δέ γε σάρδιον τὸ φοβερὸν γράφει τοῦ Θεοῦ· ὁ Θεὸς ἡμῶν γὰρ πῦρ καταναλίσκον φησὶν ὁ ἱεροφάντης
20Μωσῆς, ἀλλὰ καὶ ὁ προφήτης πρὸς αὐτὸν ἀναφωνεῖ· σὺ φοβερὸς εἶ καὶ τίς ἀντιστήσεταί σοι κατὰ πρόσωπόν σου; τούτῳ συμφώνως ὁ σοφὸς ἀπόστολος γράφει· φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. ἐπειδὴ γὰρ ἀσύμφωνος τοῖς φιλαμαρτήμοσι καὶ καταφρονηταῖς καὶ ἄκρατος ἡ
25χρηστότης τοῦ Θεοῦ, οὐ πρὸς μετάνοιαν ἄγουσα, πρὸς ἄδειαν δὲ τοῦ πλημμελλεῖν, εἰκότως ὁ Θεὸς σὺν τῷ χρηστῷ μετὰ τοῦ εὐεργετικοῦ καὶ τὸ φοβερὸν ἔχει σκιαγραφού‐
μενον· ὅθεν ὁ Παῦλος τὴν ἕξιν εἰδὼς τῶν μαθητευομένων68

69

κέντρων δεομένην, καὶ οὐ πραότητος, μόνοις ἐπιστέλλων Κορινθίοις ἔλεγεν· τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματι τε πραότητος; ἀλλὰ καὶ τῶν ἁγίων τίς προανεφώνει λέγων γέεννά σε οὐ πτοεῖ· βασιλεία σε οὐ
5προτρέπεται· λιθίνῃ καρδίᾳ διαλεγόμεθα. οὕτως ἐγινώσκετο φοβερὸν καὶ καταπληκτικὸν χρειῶδες τοῖς παιδευομένοις. ἀλλ’ οὐ πρῶτον παρὰ τῷ Θεῷ τὸ σάρδιον· πρώτη δέ γε ἡ ἴασπις. ἡ μὲν γὰρ φύσις αὐτὸ τὸ ἀγαθὸν καὶ φιλάνθρωπον καὶ ἥμερον, καὶ πατὴρ εἶναι βούλεται μᾶλ‐
10λον ἢ δεσπότης ἡμῶν. πρὸς δὲ τὸ φοβερὸν καὶ κολασ‐ τικὸν ἡμεῖς αὐτόν, εἰ θέμις εἰπεῖν, βιαζόμεθα, καὶ τὸ κατὰ φύσιν ἀφεὶς πολλάκις τὴν ἡμερότητα, ἐπὶ τὸ παρὰ φύσιν ἄγεται τὴν αὐστηρίαν. καὶ ἴρις φησὶν κυκλόθεν τοῦ θρόνου αὐτοῦ, ὁμοία ὁράσει σμαραγδίῳ. ἡ μὲν αἰσθητὴ ἴρις ἣν
15ἡ θεῖα γραφὴ τόξον καλεῖ Θεοῦ, ἡ ἐκ τῆς ἀντανακλάσεως τοῦ ἡλιακοῦ φωτὸς συνισταμένη, ὅταν ἐν παχύτητι νέφους ἀποληφθὲν ἀντιφράσσηται, ποικίλη καὶ παντοειδὴς χρόα καθέστηκεν. ἐκείνη δέ γε ἡ νοητή, ἡ τὸν θεῖον κυκλοῦσα θρόνον, μονοειδὴς ἦν· σμαραγδίζουσα γὰρ ἦν. καὶ αὐτὴ δέ
20γε προδείκνυσι πάντα τὰ περὶ Θεὸν ἅγια καὶ λειτουργικὰ πνεύματα, διὸ καὶ ἴριν κέκληκεν αὐτὴν καίτοι μονοειδῆ τυγχάνουσαν, ἵν’ ἐκ τῶν ποικίλων τῆς ἴριδος χρωμάτων τὰς πολλὰς τῶν θείων ἀγγέλων τάξεις καὶ διαφορὰς ἐννοήσω‐ μεν. παντὰ δέ γε μίαν ἧψε χρόαν· ἅπαντα γὰρ ὁμοίως
25ἐστὶν εὐεργετικὰ καὶ μίμησιν φέροντα τοῦ οἰκείου δεσπότου, τῆς σμαραγδιζούσης χρόας καὶ αὐτοῖς τὸ ποριστικὸν μαρ‐ τυρούσης, ὥσπερ τῷ Θεῷ τὸ τῆς ἰάσπιδος. καὶ μή 〈τί〉
τινι προσπταίῃ τῶν ἐντυγχανόντων· τί δή ποτε; τὰ μὲν69

70

περὶ Θεοῦ ἅγια τῶν ἀσωμάτων τάγματα τῇ τιμιωτέρᾳ λίθῳ τῆς σμαράγδου παρείκασται, αὐτὸς δέ γε ὁ Θεὸς τῇ ἧττον τιμίᾳ, τῇ ἰάσπιδι καὶ τῷ σαρδίῳ; οὐ γὰρ περὶ τῆς τιμιότη‐ τος τῶν ὁραθέντων ὁ λόγος νῦν, ἀλλὰ τῶν ἐκ τῆς χρόας
5σημαινομένων. εἰ γὰρ τιμιότητά τις μικροπρεπῶς ἐπιζη‐ τοίη, οὐδὲ ὑπῆρχέ τι ᾧ παρεικασθείη ὁ Θεὸς, †ἢ κἀκεῖνό τις μέμψοιτο†· ὅτι ὁ μὲν Κύριος λίθῳ παρεικάζεται. ἰδοὺ γὰρ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖόν φησι περὶ τοῦ Κυρίου ὁ Ἡσαΐας. καὶ ὁ προφήτης δὲ λίθον ὃν ἀπεδοκίμασαν οἱ
10οἰκοδομοῦντες περὶ αὐτοῦ λέγει. ὄρη δὲ τὰ πονηρὰ τῶν δαιμόνων ἀλληγορεῖται τάγματα· ὄρη γὰρ μετατίθεσθαι ὁ αὐτὸς ἔφη Δαυίδ· ἐν καρδίαις θαλασσῶν, καὶ ἐταράχθησαν ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ, ὧν ὅσον ἐν μεγέθει, τὸ ὑπερέχον οὐδὲ δυνατὸν εὑρεῖν.
15κυκλόθεν φησὶν τοῦ θρόνου, θρόνους κδ· καὶ ἐπὶ τοὺς κδ θρόνους, κδ πρεσβυτέρους καθημένους καὶ περιβεβλημένους ἐν ἱματίοις λευκοῖς, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς. καὶ ἐκ τοῦ θρόνου ἐκπέμπονται ἀστραπαί, φωναί, βρονταί, καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ
20
θρόνου, ἅ εἰσι τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ· καὶ ἐνώπιον
τοῦ θρόνου θάλασσα ὑαλίνη, ὁμοία κρυστάλλῳ.
τοὺς εἰκοσιτέσσαρας πρεσβυτέρους τοὺς ἐν τοῖς θρόνοις καθημένους εἰδείη μὲν ἂν μόνος ὁ τῶν κρυφίων γνώστης Θεός· καὶ ᾧ ἂν αὐτὸς ἀποκαλύψῃ, ὅσον δὲ ἐπὶ τῆ ἐμῇ εἰκα‐
25σίᾳ, ὁ Ἄβελ ἦν καὶ ὁ Ἐνὼχ καὶ Νῶε· Ἁβραὰμ καὶ Ἰσαὰκ
καὶ Ἰακώβ· ὁ Μελχισεδὲκ καὶ ὁ Ἰώβ· Μωϋσῆς καὶ70

71

Ἀαρών· Ἰησοῦς ὁ τοῦ Ναυῆ καὶ Σαμουήλ· Δαυίδ, Ἠλίας καὶ Ἐλισσαῖος· οἱ δώδεκα μικροὶ προφῆται ἐν σχήματι ἑνὸς γραφόμενοι· Ἡσαΐας καὶ Ἱερεμίας· Ἱεζεκιὴλ καὶ Δανιήλ· Ζαχαρίας καὶ Ἰωάννης· Ἰάκωβος ὁ τοῦ Ἰωσὴφ
5καὶ Στέφανος, οἱ τῆς καινῆς μάρτυρες διαθήκης. ἦν δὲ ἂν εἰπεῖν Πέτρον καὶ Παῦλον καὶ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάν‐ νου, ὃν Ἡρώδης ἀνεῖλε μαχαίρᾳ, καὶ τὸν λοιπὸν τῶν ἁγίων ἀποστόλων χορόν, εἰ μὴ ἐπαγγελίαν εἶχον παρὰ τοῦ Κυρίου, οὐ νῦν, ἀλλ’ ἐν τῇ παλιγγενεσίᾳ καθήσεσθαι ἐπὶ δώδεκα
10θρόνους, ἑτέρους δηλονότι παρὰ τοὺς εἰρημένους· οὕτω γὰρ ἔφη πρὸς αὐτοὺς ὁ Κύριος ἐν τῷ κατὰ Ματθαῖον εὐαγγελίῳ· ἀμὴν λέγω ὑμῖν, ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλιγγε‐ νεσίᾳ, ὁτὰν καθίσῃ ὁ υἱὸς τοῦ Θεοῦ ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα
15φυλὰς τοῦ Ἰσραήλ. τὰ δὲ λευκὰ ἱμάτια δεῖγμα τυγχάνει τῆς κατὰ τὸν βίον αὐτῶν καθαρότητος. οἱ δέ γε στέφανοι, τοῦ νικῆσαι τὰ πάθη καὶ τοὺς νοητοὺς ἐχθρούς. τὸ δὲ ἐκπο‐ ρεύεσθαι τοῦ θρόνου ἀστραπὰς καὶ φωνὰς βροντῶν, τὸ φοβερὸν αἰνίττεται πάλιν τοῦ Θεοῦ. τὸ γὰρ θεῖον κάλλος
20οὐκ ἐν διαχύσει τινὶ καὶ ἡδονῇ τέρψεως τὴν εὐφροσύνην ἔχει, ἀλλ’ ἐν τῷ μετὰ θαύματος φοβερῷ. καὶ τοῦτο εἰδὼς ὁ προφήτης ἔλεγε· δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλ‐ λίασθε αὐτῷ ἐν τρόμῳ. καὶ ἑπτά φησι λαμπάδες πυρός, καιό‐ μεναι ἐνώπιον τοῦ θρόνου, ἅ εἰσι τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ·
25ἑπτὰ τυγχάνειν τοὺς ἐν ἀγγέλοις ἄρχοντας. ὁ Κλήμης φησὶν ἐν ἕκτῳ Στρώματι, ἴσως ἐντεῦθεν ὁδηγηθεὶς ταῦτα λέγειν, τὰ ἑπτὰ πνεύματα, ὅμοια λαμπάσι πυρός. εἴρηται γάρ που περὶ ἀγγέλων· ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα, τούτους αἰνιττομένης
30τῆς θείας γραφῆς, περὶ ὧν νῦν ὁ λόγος καὶ ἐνώπιόν φησι71

72

τοῦ θρόνου θάλασσα ὑαλίνη ὁμοία κρυστάλλῳ. ἡ τῆς θαλάσ‐ σης ὀπτασία, τὸ πλῆθος· ἡ δὲ ὕαλος καὶ ὁ κρύσταλλος; τὸ καθαρόν. καὶ πάσης ἀμιγὲς κηλῖδος ἐνδείκνυται τῶν περὶ τὸν Θεὸν ἁγίων πατέρων, οἳ θάλασσά τέ εἰσιν ὅσον
5εἰς πλῆθος· χίλιαι γὰρ χιλιάδες παρειστήκεισαν αὐτῷ φησιν ὁ Δανιήλ, καὶ μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ. καὶ τοσοῦτοι τυγχάνοντες, πάντες εἰσὶ καθαροί, ὑάλῳ καὶ κρυστάλλῳ παραπλήσιοι.
καὶ κύκλω τοῦ θρόνου καὶ ἐν μέσῳ τοῦ θρόνου τέσσαρα ζῶα
10γέμοντα ὀφθαλμῶν, ἔμπροσθεν καὶ ὄπισθεν. καὶ τὸ ζῶον τὸ πρῶτον ὅμοιον λέοντι, καὶ τὸ δεύτερον ζῶον ὅμοιον μόσχῳ, καὶ τὸ τρίτον ζῶιον ἔχον τὸ πρόσωπον ὡς ἄνθρωπος, καὶ τὸ τέταρτον ζῶιον ὅμοιον ἀετῷ πετομένῳ. καὶ τὰ τέσσαρα ζῶα, ἓν καθ’ ἓν αὐτῶν ἔχον ἀνὰ πτέρυγας ἕξ, κυκλόθεν· καὶ
15
ἔσωθεν γέμουσιν ὀφθαλμῶν· καὶ ἀνάπαυσιν οὐκ ἔχοντες
ἡμέρας καὶ νυκτὸς λέγοντες· ἅγιος ἅγιος ἅγιος Κύριος
ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ὤν, καὶ ὁ ἦν, καὶ ὁ ἐρχόμενος.
οὐκ ἔστιν εἰπεῖν ὡς ταῦτα τὰ ἅγια ζῶα ἐκεῖνα τυγχάνει, ὧν τῆς ὀπτασίας ἠξιώθη Ἱεζεκιὴλ ὁ προφήτης. ἐκείνων
20μὲν γὰρ ἕκαστον τετραπρόσωπόν τε ἦν καὶ ὀκταπτέρυγον, καὶ τρόχους τινὰς ἐπεσύρετο οἳ ἐπεκέκληντο γὲλγέλ, εἰ καὶ πολυόμματα ἦν κἀκεῖνα ὥσπερ καὶ ταῦτα. ἐνταῦθα δέ, ἕν τε ἕκαστον πρόσωπον, εἰ καὶ διάφορον, καὶ πτέρυγας ἕξ. καὶ ἐκεῖνα μὲν ἦν τὰ Χερουβίμ, οὕτω γὰρ κέκληται παρὰ
25τῷ Ἱεζεκιήλ, ταῦτα δέ, ὡς οἶμαι, ἐστὶ τὰ Σεραφίμ, τὰ Ἡσαΐᾳ
τῷ θεσπεσίῳ δειχθέντα, εἰ καὶ ὁ Ἡσαΐας οὔτε εἰ πρό‐72

73

σωπά τινα ἦν αὐτοῖς ἐπεμνήσθη, μόνον δὲ ὅτι ταῖς πτέρυξιν ἔσκεπαν τὰ πρόσωπα ἑαυτῶν· οὔτε ὀφθαλμῶν πλῆθος, ἀλλ’ ὅτι ἦν ἑξαπτέρυγα. τί δὲ ταῦτα ἠνίττετο τὰ τῷ εὐαγ‐ γελιστῇ δειχθέντα καλὸν ἐξηγήσασθαι; πλάνη τίς ἦν
5παρά τισι τῶν Ἰουδαίων; ὡς τοῦ Θεοῦ τῶν μὲν ἐν οὐρανῷ ἁγίων ταγμάτων προνοοῦντος καὶ αὐτοῖς ἐμφιλοχωροῦντος μόνοις, ἀφισταμένου δὲ καὶ ἀμελοῦντος τῶν ἐπὶ γῆς, διὰ τὴν ἐν Ἀδὰμ παράβασιν. διὸ καὶ ἔλεγον παρὰ τῷ Ἡσαΐᾳ· τί ὅτι ἐνηστεύσαμεν, καὶ οὐκ ἔγνως; ἐταπεινώσαμεν
10τὰς ψυχὰς ἡμῶν, καὶ οὐ προσέσχες; ἡ δὲ τοιαύτη πλάνη προσῆν αὐτοῖς ἔκ τινος ῥητοῦ γραφικοῦ λέγοντος Κύριε ἐν τῷ οὐρανῷ, τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν. ὡς κατωτέρω τῆς θείας προνοίας προϊέναι ἀπαξιούσης διὰ τὰς ἐπὶ γῆς ἁμαρτίας, δείκνυσιν οὖν ἡ ὀπτασία τῷ εὐαγ‐
15γελιστῇ ὅτι διὰ πάντων ἡ πρόνοια διήκει τοῦ Θεοῦ, τῶν τε ἐν οὐρανοῖς προνοοῦσα καὶ ἐπιβεβηκυῖα τῶν ἐπὶ γῆς. καὶ τοῦτο αἰνίττεται τὰ τέσσαρα ἅγια ζῶα περὶ τὸν θεῖον ὑπάρχοντα θρόνον. ἐπειδὴ γὰρ ἅπαν αἰσθητὸν καὶ γήϊνον σῶμα ἐκ τῶν τεσσάρων κέκραται στοιχείων—πυρός, γῆς,
20ἀέρος, ὕδατος. ἕκαστον τῶν ζώων ἕν τι τούτων ἐνδείκνυ‐ ται—ὁ μὲν λέων τὸ πῦρ, διὰ τὸ θερμόν τε καὶ θυμικὸν τοῦ ζώου· ὁ δέ γε μόσχος τὴν γῆν, διὰ τὸ περὶ γῆν εἶναι τῷ μόσχῳ τὴν ἐργασίαν· ὁ δέ γε ἄνθρωπος τὸν ἀέρα, οὐράνιον γὰρ φυτὸν καὶ μετάρσιον ὁ ἄνθρωπος διὰ τὴν τοῦ
25νοῦ λεπτότητα· ὁ δὲ ἀετὸς τὸ ὕδωρ, ἐξ ὑδάτων γὰρ τοῖς πτηνοῖς ἡ γένεσις. περὶ δὲ τὸν θρόνον ὁρῶνται τοῦ Θεοῦ, ὡς φροντίδος καὶ προνοίας ἠξιωμένων τῶν διὰ τῶν ζώων σημαινομένων, τουτέστι, τῶν ἐπὶ γῆς. τὸ δέ γε πολυόμμα‐ τον αὐτῶν τὴν περὶ πάντα ἐποψίαν ἐπ’ αὐτὰ τοῦ Θεοῦ
30παραδείκνυσι. καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ73

74

νυκτός· οὐ τοῦτό φησιν ὅτι ὀδυνηρόν τινα καὶ μοχθηρὸν διαζῶσι βίον, οὐ δυνάμενα ἐκ τοῦ μόχθου καὶ ἐκ τῆς ἐπικει‐ μένης ἀνάγκης ἀναπαύσασθαι, ἀλλ’ ὅτι οὐ διαστέλλουσί ποτε δοξολογοῦντα τὸν Θεόν, καὶ ἐντρυφῶντα τῇ εἰς αὐτὸν μελω‐
5δίᾳ. τὸ δὲ ἑπτάκις λέγειν τὸ ἅγιος, τὸ πολλάκις καὶ ἀκα‐ ταπαύστως αἰνίττεται. ἑπτὰ γὰρ τὰ πολλὰ παρὰ τῆς θείας γραφῆς παραδέδοται· ὡς τὸ στεῖρα ἔτεκεν ἑπτὰ καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησε, καὶ ἑπτὰ ὀφθαλμοὶ Κυρίου οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν, καὶ ἑπτάκις ὁ δίκαιος ἐξ
10ἀναγκῶν ῥυόμενος. ὁ ὤν φησι καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος. ἡ ἁγία διὰ τούτων καὶ σεβασμία δηλοῦται τριὰς καθὼς πρόσθεν εἴρηται. οὐδὲν δὲ χεῖρον καὶ νῦν εἰπεῖν, τὰ γὰρ αὐτὰ γράφειν ἐμοὶ μὲν οὐκ ὀκνηρόν, τοῖς δὲ ἐντυγχάνουσιν ἀσφαλὲς ὁ θεῖος ἀπόστολος ἀπεφήνατο. ὢν ὁ Πατὴρ ὠνό‐
15μασται παρὰ τῷ Μωϋσῇ. φησὶ γὰρ πρὸς αὐτόν, ἐγώ εἰμι ὁ ὤν. ἦν δέ, περὶ τοῦ υἱοῦ εἴρηται αὐτῷ τῷ εὐαγγελιστῇ λέγοντι ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ λόγος. ἐρχόμενον δέ φησι τὸ Πνεῦμα τὸ Ἅγιον, ἀεὶ γὰρ ἐπιφοιτᾷ ταῖς ἀξίαις τοῦ δέξασθαι αὐτὸ ψυχαῖς.
20καὶ ὅταν δώσει τὰ ζῶα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου, τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώ‐ νων, πεσοῦνται οἱ εἰκοσιτέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, καὶ προσκυνήσουσι τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ βάλλουσι τοὺς στεφάνους
25αὐτῶν ἐνώπιον τοῦ θρόνου λέγοντες· ἄξιος εἶ, ὁ Κύριος ὁ Θεὸς ἡμῶν, λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν· ὅτι σὺ ἔκτισας τὰ πάντα, καὶ διὰ τὸ θέλημα σου ἦσαν καὶ
ἐκτίσθησαν.74

75

μετὰ τῶν ἁγίων ζώων οἱ πρεσβύτεροι διδόασίν φησιν δόξαν τῷ Θεῷ· τὸ δέ γε βαλεῖν τοὺς στεφάνους ἐνώπιον τοῦ Θεοῦ τοῦτο δηλοῖ· ὁ στέφανος νίκης καὶ βασιλείας ὑπάρχει σύμβολον. βάλλοντες οὖν αὐτοὺς πρὸ τοῦ θρόνου τοῦ
5Θεοῦ, τὴν ὄντως καὶ ἀληθῆ βασιλείαν καὶ τὴν κατὰ πάντων νίκην τῷ ἐπὶ πάντας ἀνατιθέασι Θεῷ, λέγοντες· Σοὶ, δέσ‐ ποτα, κατὰ πάντων ὀφείλεται δόξα· ὅτι Σὺ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα παρήγαγες, καὶ τῷ θελήματί σου ὑπέστησας οὐκ ὄντα πρότερον.
10καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βι‐ βλίον γεγραμμένον ἔσωθεν καὶ ἔξωθεν, κατεσφραγισμένον σφραγίσιν ἑπτά. καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ· τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον, καὶ λῦσαι τὰς σφραγίδας αὐτοῦ; καὶ οὐδεὶς ἐδύνατο ἐν τῷ οὐρανῷ,
15οὐδὲ ἐπὶ τῆς γῆς, οὐδὲ ὑποκάτω τῆς γῆς, ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό. καὶ ἔκλαιον πολὺ ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον, οὔτε βλέψαι αὐτό· καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι· μὴ κλαῖε· ἰδού, ἐνίκησεν ὁ λέων ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυίδ, ἀνοῖξαι τὰς ἑπτὰ
20σφραγίδας αὐτοῦ. καὶ εἶδον καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζώων, καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων, ἀρνίον ἑστηκὸς ὡς ἐσφαγμένον, ἔχον κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτὰ, οἵ εἰσι τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ, ἀπεσταλμένοι εἰς πᾶσαν τὴν γῆν. καὶ ἦλθε, καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ
25
καθημένου ἐπὶ τοῦ θρόνου.
βίβλον ἡμῖν τινὰ Θεοῦ ἡ θεῖα διηγεῖται γραφή, ἐν ᾗ πάντες ἄνθρωποι τυγχάνουσιν γεγραμμένοι, ἴσως τὴν παρὰ
Θεῷ μνήμην ἡμῶν τροπικῶς βίβλον καλοῦσα, πλὴν ὅτι75

76

βιβλίον αὐτὴν ὀνομάζει ὁ μὲν προφήτης λέγων τὸ ἀκατέρ‐ γαστον μου εἶδον οἱ ὀφθαλμοί σου· καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται. Μωϋσῆς δὲ ὁ σοφώτατος ἐξιλεούμενος ἡμαρτηκότα τὸν Ἰσραήλ, καὶ πρὸς Θεὸν ἀποκλαιόμενος, καὶ
5βοῶν· καὶ νῦν εἰ μὲν ἀφεὶς αὐτοῖς τὴν ἁμαρτίαν αὐτῶν, ἄφες· εἰ δὲ μὴ, ἐξάλειψόν με ἐκ τῆς βίβλου σου ἧς ἔγραψας. ταύτην ὁ θεῖος εὐαγγελιστὴς ὁρᾷ τὴν βίβλον γεγραμμένην ἔσωθεν καὶ ἔξωθεν. καὶ ἔσωθεν μὲν ἂν εἴησαν, οἱ ἐξ Ἰσραήλ, γεγραμμένοι ὡς θεοσεβεῖς τῇ ὁδηγίᾳ τοῦ νόμου· ὄπισθεν
10δέ, καὶ ἐν τῇ χείρονι μοίρᾳ, οἱ ἐξ ἐθνῶν ὡς εἰδωλολάτραι πρὶν ἢ Χριστῷ πιστεῦσαι. τὸ δὲ βιβλίον ἦν ἐν τῇ δεξιᾷ τοῦ Θεοῦ· αἱ ὁδοὶ τῶν ἁγίων, ὥς γε οἶμαι, τῶν ἐν τῇ παλαιᾷ κατορθωσάντων. τὸ δὲ βιβλίον ἐκέκλειστό τε καὶ ἐσφρά‐ γιστο σφραγῖσιν ἑπτά. ὁ ἕβδομος τέλειος ὢν ἀριθμὸς
15δηλοῖ τὸ λίαν ἀσφαλῶς κεκλεῖσθαι καὶ κατασεσημάνθαι τὸ βιβλίον. τί δὲ τὸ κεκλεῖσθαι τὸ βιβλίον βούλεται; τὸ μηδένα ἐποψίας ἠξιῶσθαι Θεοῦ πλὴν ὀλιγοστῶν. πῶς γὰρ ἐποπτευθείη τὸ κεκλεισμένον, διὰ τὴν ἐν Ἀδὰμ παράβασιν; ἀλλ’ οἱ πλείους οἱ ἐν ἁμαρτίαις κεκλεῖσθαι τὸ βιβλίον παρ‐
20εσκεύασαν. ἦσαν γὰρ ἀμύθητοί τινες ἤπερ οἱ ὀλιγοστοί, οἱ Θεῷ εὐάρεστοι, †ἀνεῶχθαι· τοῦτό τε καὶ τὸ† πᾶσαν κατὰ κοινοῦ ἐμπεφράχθαι παρρησίαν τὴν πρὸς Θεὸν τῶν ἔνδον γεγραμμένων, ἐπεὶ καὶ πάντες ἐξέκλιναν, ἅμα ἠχρει‐ ώθησαν, κατὰ τὸν προφήτην· εἰ γὰρ καὶ κατώρθωσαν
25ὀλίγοι καὶ εὐαρίθμητοι ἐν τῇ παλαιᾷ, ἀλλὰ ἄνθρωποι τυγχά‐ νοντες, οὐ γεγόνασιν ἀξιόχρεοι πᾶσιν ἀνθρώποις τὴν ἀπολ‐ λυμένην ἐκ τῆς ἁμαρτίας παρρησίαν ἀνακαλέσασθαι. ὅθεν
τοῦτο ἐπιστάμενος ὁ προφήτης πρὸς Θεὸν ἀνεφώνει· τὸ πρωῒ76

77

εἰσακούσῃ τῆς φωνῆς τῆς δεήσεώς μου, τὸ πρωῒ παραστήσο‐ μαί σοι καὶ ἐπόψει με, πρωΐαν νοητὴν καλῶν τὴν τοῦ Χρισ‐ τοῦ ἐπιφάνειαν, τοῦ τῆς δικαιοσύνης ἡλίου, τὴν λύσασαν τὸν ζόφον τῆς ἀγνωσίας· ὡς ἐν ταύτῃ κτησομένης παρ‐
5ρησίαν τῆς ἀνθρωπότητος· καὶ οὐκ ἄλλως· ὥστε καὶ εἰσα‐ κούεσθαι προσευχομένους, καὶ ἐποψίας ἀξιοῦσθαι, ἀνελόντος τοῦ Χριστοῦ τὴν διατειχίζουσαν ἡμᾶς ἀπὸ Θεοῦ ἁμαρτίαν. πρὸ δέ γε τῆς εἰς ἀνθρώπους ἐπιφοιτήσεως αὐτοῦ, ἅπαν στόμα ἐπέφρακτο, καὶ ὑπόδικος ἦν ἅπας ὁ κόσμος τῷ θεῷ κατὰ
10τὸ γεγραμμένον. τὸ οὖν ἀπαρρησίαστον τῶν ἐν τῇ βίβλῳ γεγραμμένων, ὡς εἴρηται, δηλοῖ τὸ τὴν βίβλον κεκλεῖσθαι καὶ ἐσφραγίσθαι. εἶδόν φησιν ἄγγελον ἰσχυρὸν κηρύσσοντα· τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ; οὐδεὶς μέν, ὦ θειότατε ἄγγελε, εἴποι τις πρὸς αὐτόν, μόνος δὲ
15ὁ ἐνανθρωπήσας Θεός, ὁ τὴν ἁμαρτίαν ἀνελών, καὶ τὸ καθ’ ἡμῶν ῥήξας χειρόγραφον, καὶ τῇ οἰκείᾳ ὑπακοῇ τὴν ἡμῶν παρακοὴν ἰασάμενος. Λόγος τέταρτος καὶ οὐδείς φησιν ἠδύνατο ἐν τῷ οὐρανῷ οὐδὲ ἐπὶ τῆς γῆς
20οὐδὲ ὑποκάτω τῆς γῆς λῦσαι τὸ βιβλίον. οὔτε γὰρ ἄγγελος ταῦτα ἡμῖν κατώρθωσεν ὥς φησιν Ἡσαΐας· οὐ πρέσβυς, οὐδὲ ἄγγελος, ἀλλ’ αὐτὸς ἔσωσεν αὐτοὺς διὰ τὸ ἀγαπᾶν αὐτούς· οὔτε ἄνθρωπος ζῶν, ἀλλ’ οὔτε τις τῶν τεθνηκότων. ἀδελ‐ φὸς οὐ λυτροῦται—οὐ λυτρώσεται ἄνθρωπος, καθὼς
25γέγραπταί που. καὶ τί φησι λέγω ἀνοῖξαι τὸ βιβλίον, ὁπότε77

78

οὔτε βλέπειν τις αὐτὸ ἴσχυε τῶν ἀνθρώπων; πῶς γὰρ ἄν τις τῶν τῇ ἀχλύι τῆς ἁμαρτίας πεπληρωμένων ἐνέβλεψεν ἐνώπιον τοῦ θείου θρόνου, ἐν ᾧ τὸ βιβλίον ἐπέκειτο; ἡ δὲ πάντων ἀναξιότης γέγονέ μοι θρήνων αἰτία. παρεμυθήσατο
5δέ τις τῶν πρεσβυτέρων ὑποδείξας τὸν ἀνοίξαντα. φησὶ γὰρ πρὸς ἐμέ· ἰδοὺ ἐνίκησεν ὁ λέων ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυίδ, ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ. ὅς φησιν ἐνίκησε τὸν ἡμέτερον νικητήν, τὸν Διάβολον, οὗτος τὸ βιβλίον καὶ τὰς σφραγῖδας ἤνοιξεν. τίς δὲ ὁ λέων ὁ
10ἐκ τῆς Ἰούδα φυλῆς ἦν, πάντως ὁ Χριστός, περὶ οὗ ὁ πατριάρχης εἶπεν Ἰακώβ· ἀναπεσὼν ἐκοιμήθη ὡς λέων καὶ ὡς σκύμνος. τίς ἐγερεῖ αὐτόν; ὅτι δὲ ἐξ Ἰούδα τὸ κατὰ σάρκα ἀνατέταλκεν ὁ Κύριος μάρτυς ὁ θεῖος ἀπόστολος εἰπών, πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν
15Ἰησοῦς Χριστός· θαυμάσειε δ’ ἄν τις πῶς οὐκ εἶπεν αὐτὸν ῥάβδον ἐκ τῆς ῥίζης Ἱεσσαί, οὐδὲ ἄνθος ἐκ τῆς ῥίζης ἀναβεβηκός, ὥσπερ ὁ Ἡσαΐας ἔφη, ἀλλὰ ῥίζαν τοῦ Δαυίδ. τοῦτό φησι, δεικνὺς ὅτι κατὰ μὲν τὸ ἀνθρώπινον ῥάβδος ἦν ἐκ τῆς ῥίζης Ἱεσσαὶ καὶ Δαυὶδ ἀναβλαστή‐
20σας κατὰ δὲ τὸ θεϊκὸν, αὐτός ἐστιν ἡ ῥίζα, οὐ μόνον Δαυίδ, ἀλλὰ πάσης αἰσθητῆς καὶ νοητῆς κτίσεως, ὡς αἴτιος τῶν ἁπάντων ὑπάρχων καθὼς καὶ πρόσθεν εἴρηται. καὶ εἶδόν φησιν ἐν μέσῳ πάντων τῶν ἀμφὶ τὸν θρόνον τοῦ Θεοῦ ἀρνίον ἑστηκὸς ὡς ἐσφαγμένον, ἔχον κέρατα ἑπτὰ καὶ
25ὀφθαλμοὺς ἑπτά, οἵ εἰσι τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ, ἀπεσταλ‐ μένοι εἰς πᾶσαν τὴν γῆν· καὶ ἦλθε καὶ εἴληφε—τουτέστι τὸ βιβλίον—ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου.
ἀρνίον μὲν τὸν Κύριον ἐκάλεσε διὰ τὴν ἀκακίαν καὶ τὸ78

79

ποριστικόν. ὥσπερ γὰρ ὁ ἀρνὸς τῇ ἐτησίᾳ τῶν ἐρίων φορᾷ ποριστικὸς ὑπάρχει, οὕτω καὶ ὁ Κύριος ἀνοίγει τὴν χεῖρα αὐτοῦ καὶ ἐμπιπλᾷ πᾶν ζῶον εὐδοκίας. οὕτω δέ γε αὐτὸν καὶ ἡ προφητεία καλεῖ, διὰ μὲν τοῦ Ἡσαΐου λέγουσα ὡς
5πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραν‐ τος αὐτόν, ἄφωνος· διὰ δὲ Ἱερεμίου· ἐγώ φησιν ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων. ἦν δὲ τὸ ἀρνίον οὐκ ἐσφαγμένον, ἀλλ’ ὡς ἐσφαγμένον. ἀνεβίω γὰρ ὁ Χριστὸς πατήσας τὸν θάνατον, καὶ σκυλεύσας τὸν Ἅδην τῶν παρ’
10αὐτοῦ κατεχομένων ψυχῶν· ὡς τὸν Χριστοῦ θάνατον μηδὲ εἶναι θάνατον βεβαίως, ἀλλ’ ὡς θάνατον διὰ τὸ τῆς ἀναστά‐ σεως σύντομον. ἐπεὶ δὲ ἦν καὶ τὰ σύμβολα τοῦ θανάτου ἐπιφερόμενος μετὰ τὴν ἀνάστασιν ὁ Κύριος, τὸν τύπον τῶν ἥλων, τὸ πεφοινίχθαι τῷ αἵματι τὸ ζωοποιὸν αὐτοῦ σῶμα
15κατὰ τὸν λέγοντα Ἡσαΐαν ἐκ προσώπου τῶν ἁγίων ἀγ‐ γέλων· διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ, πλήρους, καταπεπατημένης; —διὰ τοῦτο ἦν ὡς ἐσφαγμένον ἐν τῇ ὁράσει τῆς ὀπτασίας. τὰ δὲ ἑπτὰ κέρατα τὴν μεγάλην ἰσχὺν αὐτῷ μαρτυρεῖ, καθ’ ὃ
20τὰ μὲν ἑπτὰ τέλειος ὑπάρχων ἀριθμὸς τὰ πολλὰ δηλοῖ, ὡς καὶ πρόσθεν εἴρηται· τὰ δέ γε κέρατα δυνάμεώς ἐστι σύμβολον κατὰ τὸν λέγοντα προφήτην· καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συνθλάσω, καὶ ὑψωθήσεται τὸ κέρας τοῦ δικαίου· καὶ τὸν Ἀμβακοὺμ κέρατα ἐν χερσὶν αὐτοῦ
25ὑπάρχει αὐτοῦ. τοὺς δέ γε ἑπτὰ ὀφθαλμοὺς οἵ εἰσι τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ, τὰ ἀπεσταλμένα εἰς πᾶσαν τὴν γῆν ὁ Ἡσαΐας ἡμῖν διερμηνεύει, λέγων καὶ ἐπαναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· πνεῦμα φόβου Θεοῦ
30ἐμπλήσει αὐτόν. ἅτινα πνεύματα, τουτέστιν πνευματικὰ79

80

χαρίσματα, ἀπέσταλται μὲν πρὸς πάντα ἄνθρωπον ἀπὸ Θεοῦ, οὐδεὶς δὲ ἐδέξατο ὡς κοπιάσαντα μικροῦ τῇ εἰς πάν‐ τας περιαγωγῇ, ἐπαναπαύσασθαι Χριστῷ. καὶ ἦν κρεῖττον λόγου καὶ ἐννοίας τὸ γινόμενον. ἃ γὰρ αὐτὸς ἔπεμπεν ἄνω‐
5θεν πνεύματα ὡς Θεός, ταῦτα αὐτὸς ἐδέχετο κάτω ὡς ἄνθρωπος, ἐπεὶ τοῦτό τε ἦν κἀκεῖνο. αὐτῷ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν [Λόγος τέταρτος] πάντων τοιγαροῦν τῶν ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, καὶ ὑπο‐
10κάτω τῆς γῆς ἀπορησάντων ἀνοῖξαι τὸ βιβλίον, ἢ ἰδεῖν εἰς αὐτὸ κατὰ τὰ πρόσθεν ὁραθέντα, μόνος ὁ Χριστὸς ὁ τοῦ Θεοῦ υἱός, ὁ δι’ ἡμᾶς καθ’ ἡμᾶς γεγονὼς καὶ μείνας, ὃ ἦν, ἔλαβε τὸ βιβλίον.
καὶ ὅτε ἔλαβε τὸ βιβλίον, τὰ τέσσαρα ζῶα καὶ οἱ εἰκοσιτέσ‐
15σαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκασ‐ τος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων· καὶ ᾄδουσιν ὠδὴν καινὴν λέγοντες, ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖ‐ δας αὐτοῦ, ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ Θεῷ ἡμᾶς ἐν τῷ
20αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους, καὶ ἐποίησας αὐτοὺς τῷ Θεῷ ἡμῶν βασιλεῖς καὶ ἱερεῖς, καὶ βασιλεύσουσιν ἐπὶ τῆς γῆς. καὶ εἶδον, καὶ ἤκουσα φωνῆς ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζώων καὶ τῶν πρεσβυτέρων, καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων,
25λέγοντες φωνῇ μεγάλῃ, ἄξιόν ἐστι τὸ ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν τὴν δύναμιν καὶ σοφίαν καὶ πλοῦτον καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν.
λαβόντα τὸν Κύριον τὸ βιβλίον προσεκύνησαν ἅπαντες80

81

προεγνωκότες ἣν μέλλει σωτηρίαν τοῖς ἀνθρώποις ἐπιτε‐ λεῖν, κόλασιν δὲ τοῖς ἀκαθάρτοις δαίμοσιν, τὸ δὲ ἔχειν τοὺς πρεσβυτέρους κιθάρας, τὸ ἐναρμόνιον δηλοῖ καὶ εὔη‐ χον τῆς εἰς Θεὸν ὁμολογίας αὐτῶν κατὰ τὸ γεγραμμένον·
5ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε. τὰ δὲ θυμιάματα τὴν ἐκ πάντων τῶν ἐθνῶν προσφορὰν αἰνίττεται· φησὶ γὰρ ὁ Μαλαχίας ἐκ προσώπου τοῦ Θεοῦ πρὸς τὸν ἀπειθῆ Ἰσραήλ· θυσίαν οὐ προσδέχομαι ἐκ τῶν χειρῶν ὑμῶν, διότι ἀπὸ ἀνα‐ τολῶν ἡλίου καὶ μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν
10τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται ἐν τῷ ὀνόματί μου καὶ θυσία καθαρά. προαναφωνῶν διὰ τούτων τὴν τῶν ἐθνῶν πίστιν καὶ δωροφορίαν. καὶ ᾄδουσιν ὠδὴν καινήν· καινὴ γὰρ ἡ εἰς Θεὸν σεσαρκωμένον ᾀδομένη, οὔπω πρότερον πρὶν σαρκωθῆναι προσαχθεῖσα. τίς δὲ ἦν
15ἡ ὠδή; ἄξιος εἶ φησὶ ποιῆσαι τὴν σωτηρίαν ταύτην εἰς ἀνθρώπους, ὁ σφαγεὶς ὑπὲρ ἡμῶν καὶ τῷ αἵματί σου κατα‐ κτησάμενος ἐκ τῆς ὑπ’ οὐρανὸν πολλούς. ἀσφαλῶς δὲ λίαν εἶπεν ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους. οὐ γὰρ πάντας ἐκτήσατο, πολλοὶ γὰρ τῇ ἀπιστίᾳ ἐναπέ‐
20θανον, ἀλλὰ ἐκ πάντων τοὺς σωτηρίας ἀξίους. ὅμοιον καὶ ὁ προφήτης ἔφη· ἀνάστα, ὁ Θεός, κρίνον τὴν γῆν, ὅτι σὺ †κατα‐ κρινομήσεις† ἐν πᾶσι τοῖς ἔθνεσιν οὐ μὴν πάντα τὰ ἔθνη. καὶ ἐποίησεν αὐτοὺς τῷ Θεῷ ἡμῶν βασιλεῖς καὶ ἱερεῖς, καὶ βασιλεύσουσιν ἐπὶ τῆς γῆς. δύνῃ μὲν οὖν καὶ πρὸς τὸ
25γράμμα νοῆσαι, πιστοὶ γὰρ καὶ Χριστοῦ θεράποντες, οἱ τε βασιλεῖς καὶ τῶν ἐκκλησιῶν προστατοῦντες· δύνασαι δὲ καὶ βασιλεῖς νοῆσαι τοὺς κρατοῦντας τῶν παθῶν, καὶ οὐ κρατουμένους ὑπ’ αὐτῶν· καὶ ἱερεῖς, τοὺς προσάγοντας τὰ
οἰκεῖα σώματα θυσίαν ζῶσαν ἁγίαν εὐάρεστον τῷ Θεῷ κατὰ τὸ81

82

γεγραμμένον. καὶ οὐ μόνον φησὶν οἱ πρεσβύτεροι, ἀλλὰ καὶ τῶν ἀγγέλων καὶ ἀσώματοι δυνάμεις ἐπινίκιον ᾖδον ὠδὴν τῷ Χριστῷ. τὸν δέ γε νῦν εἰρημένον αὐτῶν ἀριθμὸν καὶ ὁ Δανιὴλ προανεφώνησεν· τὸ δὲ ἄσμα τῶν ἀγγέλων
5ἑπτὰ διαφόρους προσάγει τιμᾶς Χριστῷ, διὰ τῶν ἑπτὰ δηλοῦντες πρέπειν μυρίαις δοξολογίαις στεφανοῦσθαι Χριστόν.
καὶ πᾶν κτίσμα ὃ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς καὶ ἐπὶ
τῆς θαλάσσης, σά ἐστι καὶ τὰ ἐν αὐτοῖς πάντα· ἤκουσα
10 λέγοντας τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου καὶ τῷ ἀρνίῳ· ἡ εὐλο‐ γία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰωνῶν. καὶ τὰ τέσσαρα ζῶα λέγουσιν ἀμήν· καὶ οἱ πρεσ‐ βύτεροι ἔπεσαν καὶ προσεκύνησαν. τὴν ἐκ συμφωνίας παρὰ πάσης κτίσεως ἐπουρανίου τε
15καὶ ἐπιγείου προσαγομένην δοξολογίαν τῷ Θεῷ καὶ Πατρί, καὶ τῷ ἐνανθρωπήσαντι καὶ σαρκωθέντι Λόγῳ, συνδοξο‐ λογουμένου δηλαδὴ καὶ τοῦ Ἁγίου Πνεύματος, τὰ παρόντα δηλοῖ.
καὶ ὅτε φησὶν εἶδον ὅτι ἤνοιξε τὸ ἀρνίον μίαν ἐκ τῶν
20ἑπτὰ σφραγίδων, καὶ ἠκούσαμεν ἐκ τῶν τεσσάρων ζώων λεγόντων ὡς φωνὴν βροντῆς, ἔρχου. καὶ εἶδον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ’ αὐτὸν ἔχων τόξον, καὶ ἐδόθη αὐτῷ στέφανος, καὶ ἐξῆλθε νικῶν ἵνα νικήσῃ. καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν δευτέραν ἤκουσα τοῦ δευτέ‐
25ρου ζώου λέγοντος, ἔρχου. καὶ ἐξῆλθεν ἄλλος ἵππος πυρρός,
καὶ τῷ καθημένῳ ἐπ’ αὐτὸν ἐδόθη αὐτῷ λαβεῖν τὴν εἰρήνην82

83

ἀπὸ τῆς γῆς ἵνα ἀλλήλους σφάξωσιν, καὶ ἐδόθη αὐτῷ
μάχαιρα μεγάλη.
τὸ κεκλεῖσθαι δὲ καὶ ἐσφραγίσθαι τὸ βιβλίον τὸ τῶν ἀνθρώπων τῶν ἐν αὐτῷ γεγραμμένων ἀπαρρησίαστον δηλοῖ,
5καὶ τὸ πεφράχθαι αὐτῶν τὸ στόμα πρὸς πᾶσαν ἐνώπιον τοῦ Θεοῦ δικαιολογίαν κατὰ τὰ εἰρημένα ἐν τοῖς ἔμπροσθεν. ἄρα τὸ περιαιρεῖσθαι κατὰ μέρος τὰς σφραγίδας τὴν κατὰ μικρὸν ἐπανάληψιν σημαίνει τῆς πρὸς Θεὸν παρρησίας καὶ οἰκειότητος ἣν προὐξένησεν ἡμῖν ἐνανθρωπήσας ὁ μονο‐
10γενής, τοῖς οἰκείοις κατορθώμασιν τὰς ἡμετέρας ἐπανορθώ‐ σας πλημμελείας. ἰστέον δὲ ὅτι ἑκάστης σφραγῖδος λῦσιν, ἕν τι τῶν ὑπὸ Κυρίου ἐνεργηθέντων εἰς ἡμετέραν σωτηρίαν παραδηλοῖ, καὶ τῶν πραχθέντων παρ’ αὐτοῦ κατὰ τῶν νοητῶν ἡμῶν ἐχθρῶν, ἡ γὰρ εἰς ἡμᾶς προμήθεια τοῦ
15Κυρίου ἐκείνων τῆς δυναστείας ὑπάρχει καθαίρεσις. μὴ θαυμάσῃ δέ τις τῶν ἐντευξομένων, ὅτι πρὶν ἐνανθρωπῆσαι τὸν μονογενῆ· τὰ γὰρ πρὸ τῆς εἰς ἡμᾶς ἐπιδημίας αὐτοῦ ἔργα καὶ πράγματα διὰ τῆς θεωρίας δείκνυται τῷ θεσπεσίῳ εὐαγγελιστῇ. ὅμως ὦπται ἀρνίον ἐν τῇ ἀποκαλύψει ὡς
20ἐσφαγμένον. προαναφώνησιν γὰρ ἔχειν εἴωθεν τὰ τοῖς προφήταις ὁρώμενα τῶν ἔσεσθαι μελλόντων. οὕτως ἄνθρω‐ πος προσεπάλαιεν τῷ Ἰακὼβ τῷ Χριστοῦ τύπῳ· οὕτως ὁ Ἡσαΐας εἶδε τὴν προφῆτιν ἐν γαστρὶ συλλαβοῦσαν καὶ τεκοῦσαν υἱόν, οὗ καὶ τὸ ὄνομα κέκληται, ταχέως σκύλευσον,
25ὀξέως προνόμευσον. οὕτως υἱὸν ἀνθρώπου εἶδεν ὁ Δανιὴλ τὸν ἔτι ἄσαρκον Θεόν, λόγον ἐλθόντα πρὸς τὸν παλαιὸν τῶν ἡμερῶν. ἡ πρώτη τοιγαροῦν εὐεργεσία, ἡ εἰς τὸ ἡμέτερον γένος τοῦ σωτῆρος ἡμῶν, Χριστοῦ, ἥτις τὴν πρώτην ἔλυσε
τοῦ βιβλίου σφραγῖδα καὶ ἀρχὴν πεποίηκεν ἐπαναγαγεῖν83

84

ἡμᾶς ὅθεν ἐξήλθομεν ἐκ τῆς ἐν Ἀδὰμ παραβάσεως καὶ τὸ ἀνακτήσασθαι τὴν ἀπολομένην ἡμῖν οἰκειότητα τοῦ Θεοῦ καὶ τὸ ἀπαρρησίαστον ἡμῶν εἰς παρρησίαν μεταθεῖναι, ἡ τοῦ Κυρίου καθέστηκε σωματικὴ γέννησις, ἁγιάσασα
5ἡμῶν τὸν τόκον, ἵνα μηκέτι ἐν ἀνομίαις συλλαμβανώμεθα καὶ ἐν ἁμαρτίαις ὑπὸ τῶν μητέρων ἡμῶν κυισκώμεθα, ἀλλ’ ἔχωμεν ἡγιασμένην γέννησιν Χριστοῦ διὰ τῆς οἰκείας γεν‐ νήσεως τὸν ἀνθρώπινον τόκον εὐλογήσαντος· καὶ μάρτυς τῆς τοιαύτης εἰς ἀνθρώπους φιλοτιμίας ὁ θεῖος ἀπόστολος
10γράφων ἐπεὶ τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν, νῦν δὲ ἅγιά ἐστιν. τῆς πρώτης οὖν λυθείσης σφραγῖδος, εἶδόν φησιν ἐφ’ ἵππου τινὰ λευκοῦ προστρεπόμενον ἐλθεῖν ἐκ τῶν νοερῶν ἐκείνων ἁγίων ζώων, τόξον ἔχοντα, καὶ ἐδόθη αὐτῷ στέφανος, καὶ ἐξῆλθε νικῶν, ἵνα νικήσῃ. ὁ μὲν λευκὸς ἵππος σύμβολον
15εὐαγγελισμοῦ τυγχάνει, ὡς εὐεργεσίας πραχθησομένης τοῖς ἀνθρώποις. ὁ δέ γε στέφανος κράτος καὶ νίκην αἰνίττεται. ἐξῆλθε δὲ Χρίστῳ κομίζων τὸν στέφανον, ὡς ἀρξαμένῳ νικᾶν τὸν καταδουλωσάμενον ἡμῶν τὸ γένος διάβολον. ἐξῆλθε δέ φησιν ἵνα ὁ νικῶν νικήσῃ. Χριστὸς δὲ ἦν ὁ νικῶν, ὅπως
20τέλεον νικήσῃ, καὶ τὸ σύμβολον αὐτῷ τῆς νίκης ἐκόμιζε τὸν στέφανον. αὕτη μὲν ἡ πρώτη. δευτέρα δὲ εἰς ἡμᾶς εὐεργεσία Χριστοῦ, ἥτις τὴν δευτέραν ἔλυσε τοῦ βιβλίου σφραγῖδα, καὶ προσέθηκε λῦσαι μὲν ἡμῶν τὴν αἰσχύνην, ἐπαναγαγεῖν δὲ ἡμῖν τὴν θείαν ἐποψίαν· τῷ πειρασθῆναι
25τὸν Κύριον καὶ νικῆσαι τὸν πειράζοντα ἵνα εἰδείη μὴ μόνον νικῶν, ἀλλὰ καὶ ἡττημένος ὁ ἀλητήριος· μὴ δὲ δάκνων
πτέρναν ἱππέως καὶ ὑποσκελίζων ἡμῶν τὰ κατὰ Θεὸν84

85

διαβήματα, ἀλλὰ καὶ ὀπίσω πίπτων καὶ πεμπόμενος δουλο‐ πρεπῶς καὶ ἀκούων ὑπὸ ἀνθρώπου ὃν κατεπάλαισεν, εἰ καὶ Θεὸς ἦν ἐν αὐτῷ, ὕπαγε σατανά, καὶ μετ’ αἰσχύνης ἀπιών, καὶ νῦν πρῶτον γινώσκων τὴν ἑαυτοῦ ἀσθένειαν, —ὁ ἐπάνω
5τῶν νεφελῶν θεῖναι τὸν αὐτοῦ θρόνον μεγαλαυχῶν, καὶ ἔσεσθαι ὅμοιος τῷ Ὑψίστῳ φανταζόμενος κατὰ τὴν Ἡσαΐου προσωποποιΐαν. οὗ γενομένου, ἐξῆλθεν ἵππος πυρρός, προτραπεὶς ὑπό τινος τῶν ἁγίων ζώων· καὶ τῷ καθημένῳ φησὶν ἐπὶ τοῦ ἵππου, ἐδόθη ἐξουσία λαβεῖν τὴν εἰρήνην ἀπὸ
10τῆς γῆς, ἵνα ἀλλήλους σφάξωσι· καὶ ἐδόθη αὐτῷ μάχαιρα μεγάλη. ὁ πυρρὸς ἵππος αἵματος αἴνιγμα τυγχάνει· διὸ καὶ τῷ καθημένῳ ἐπ’ αὐτοῦ μάχαιρα δέδοται, ἐφ’ ᾧ τε τὴν εἰς τὸ κακὸν ὁμόνοιαν τῶν ἐπὶ γῆς διελεῖν καὶ κατατεμεῖν. ὁμόνοια δὲ ἦν αὐτοῖς πρὸς εἰδωλολατρείαν καὶ ἵνα φησὶν
15ἀλλήλους σφάξωσιν· τουτέστιν ἀλλήλων ἀνέλωσιν, τὰς ἐπὶ τὸ χεῖρον σπονδάς· οὐ γὰρ ἦλθεν ὁ Κύριος βαλεῖν εἰρήνην ἐπὶ τῆς γῆς, ἀλλὰ μάχαιραν· καὶ ἐπαναστῆσαι υἱὸν κατὰ πατρός, καὶ νύμφην κατὰ πενθερᾶς· τὰ νέα καὶ θεοσεβῆ τοῖς ἀρχαίοις καὶ κατεγνωσμένοις.
20καὶ ὅτε ἤνοιξέ φησι τὴν σφραγῖδα τὴν τρίτην ἤκουσα τοῦ τρίτου ζώου λέγοντος· ἔρχου. καὶ εἶδον, καὶ ἰδοὺ ἵππος μέ‐ λας· καὶ ὁ καθήμενος ἐπ’ αὐτόν, ἔχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ. καὶ ἤκουσα φωνὴν ἐν μέσῳ τῶν τεσσάρων ζώων λέγοντος· χοῖνιξ σίτου δηναρίου· καὶ τρεῖς χοίνικες κριθῶν
25δηναρίου· καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσης. καὶ
ὅτε ἤνοιξέ φησι τὴν σφραγῖδα τὴν τετάρτην, ἤκουσα τὸ85

86

τέταρτον ζῶον λέγον· ἔρχου. εἶδον, καὶ ἰδοὺ ἵππος χλω‐ ρός, καὶ ὁ καθήμενος ἐπάνω, ὄνομα αὐτῷ Θάνατος, καὶ ὁ Ἅδης ἀκολουθήσει μετ’ αὐτοῦ, καὶ ἐδόθη αὐτοῖς ἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς, ἀποκτεῖναι ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ
5
ἐν θανάτῳ καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς.
τρίτη εἰς ἡμᾶς ἐλεημοσύνη Χριστοῦ τὴν τρίτην ἔλυσε σφραγῖδα, καὶ προσήγαγεν ἡμᾶς τῷ Θεῷ καὶ Πατρὶ ἀπο‐ στροφὴν κατακριθέντας. ἡ δέ ἐστιν ἡ σωτηρίος αὐτοῦ διδασκαλία, καὶ αἱ διὰ τῶν θεοσημειῶν εὐεργεσίαι· αὗται
10γὰρ ἐπίδοσιν ἐποιήσαντο τῆς τοῦ Διαβόλου καταλύσεως· ἔγνωμεν γὰρ δι’ αὐτῶν, τίς ὁ φύσει καὶ ἀληθῶς Θεός, ἵνα μὴ ὦμεν νήπιοι κλυδωνιζόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας· καὶ ἐκεῖνα σεβώμεθα ἃ αἱ χεῖρες ἡμῶν ἐποίησαν, τοὺς φθο‐ ροποιοὺς δαίμονας, ἀνταλλαξάμενοι τῆς δοξῆς τοῦ Θεοῦ. ἡ
15γὰρ θεία τοῦ Κυρίου διδασκαλία εἰς ἑαυτὴν εἵλκυσεν, ὥσπερ ζύμη ἄλευρον, τοὺς μαθητευομένους, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, καὶ τῶν θαυμάτων ἀπολαύοντας, —ἅπερ τὰς ψυχὰς μᾶλλον ἰάσατο τῶν σωμάτων. ὧν γενομένων, ἵππος ἐξῆλθε μέλας, καὶ ὁ καθήμενος ἐπ’ αὐτοῦ ἔχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ.
20ὁ μὲν ἵππος ὁ μέλας κατηφείας ὑπάρχει καὶ πένθους δεικτι‐ κός, ἐπιταθείσης τῆς τοῦ Διαβόλου καθαιρέσεως ταῖς θείαις παιδαγωγίαις, καὶ διὰ τοῦτο πενθοῦντος τὴν ἑαυτοῦ λῦσιν, τὴν τοσούτοις ἀντισχοῦσαν χρόνοις. ὁ δέ γε ζυγὸς ἰσό‐ τητός ἐστι καὶ δικαιοσύνης αἴνιγμα. ἐκάθησε γὰρ ἐπὶ
25θρόνου ὁ κρίνων δικαιοσύνην· ἐπετίμησε τοῖς δαιμόνων ἔθνεσι καὶ ἀπώλετο ὁ ἀσεβὴς, ὁ τούτων ἡγούμενος. σύμβο‐ λον οὖν τῆς δικαίας κρίσεως τοῦ Κυρίου, τῆς ὑπὲρ ἡμῶν ὁ
ζυγός· ὡς καὶ λέγειν ἡμᾶς ἐν παρρησίᾳ πρὸς αὐτόν· ἐποίη‐86

87

σας τὴν κρίσιν μου καὶ τὴν δίκην μου ὅπως γνῶμεν τὰ ἔθνη ὅτι ἄνθρωποί ἐσμεν, καὶ μὴ δίκην κτηνῶν ἐν χαλινῷ καὶ κημῷ διελκώμεθα καὶ ἀποβουκολώμεθα παρὰ τῶν ὀλε‐ θρίων τυράννων. καὶ ἤκουσά φησι φωνὴν ἐν μέσῳ τῶν τεσ‐
5σάρων ζώων λέγοντος· χοῖνιξ σίτου δηναρίου, καὶ τρεῖς χοίνι‐ κες κριθῶν δηναρίου, καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσης. ὁ λόγος καὶ ἡ διδασκαλία, σπέρμα παρὰ τῇ θείᾳ τροπολο‐ γεῖται γραφῇ· γέγραπται γὰρ παρὰ τῷ Ματθαίῳ· ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι· καὶ πάλιν φασὶ πρὸς τὸν κύριον
10αὐτῶν οἱ τῶν δούλων εὐνούστατοι· κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ ἀγρῷ; πόθεν οὖν ἔχει ζιζάνια; τοῦ δέ γε σπέρματος, τὸ μέν ἐστι σῖτος, οἷον τὸ εὐαγγελικὸν κήρυγμα ὡς ἀνδρᾶσι πρέπουσα τροφὴ τελείοις· καὶ τὰ αἰσθητήρια γεγυμνασμένα ἔχουσι πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.
15τί δέ ἐστι κριθή; ἡ κατὰ τὸν Μωυσέως νόμον διδασκαλία, ὡς πρεπεστέρα τοῦ σίτου, καὶ ἀκμάσασα, καὶ τροφὴ κτη‐ νοπρεπὴς τὸν νήπιον τρέφουσα Ἰσραήλ. φησὶν οὖν ὁ χρη‐ ματίζων ἐν μέσῳ τῶν τεσσάρων ζώων Θεός· χοῖνιξ σίτου δηναρίου, καὶ τρεῖς χοίνικες κριθῆς δηναρίου. δι’ ὧν αἰνίτ‐
20τεται λιμὸν εἶναι καὶ σπάνιν παρὰ τοῖς τότε ἀνθρώποις διδα‐ σκαλίας εὐαγγελικῆς τε τῆς ἐκ τοῦ Κυρίου, καὶ νομικῆς, κατὰ τὸ γεγραμμένον· δώσω αὐτοῖς οὐ λιμὸν ἄρτου οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. εἰ καὶ τὰ μάλιστα οὖν φησι τάδε καὶ τάδε παθεῖν ἔδει τοὺς κατα‐
25φρονητὰς πάσης διδασκαλίας καὶ ἐπιστροφῆς, τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσῃς· ἄφες αὐτοὺς καὶ μηδεμίαν κόλασιν ἐπαγάγῃς· ἔτι ἐστὶν ἐλεημοσύνη αὐτοῖς παρ’ ἐμοῦ φησιν ὁ
Θεός. ἐπεὶ ἐλπίς ἐστιν αὐτοῖς, νοητῶς εὐφρανθῆναι τοῖς87

88

θείοις τοῦ μονογενοῦς μου κηρύγμασιν· ταῦτα γὰρ ὁ οἶνος, ὁ εὐφραίνων νοητῶς καρδίαν ἀνθρώπου. ὁ οὖν ἐπὶ τῆς προ‐ τέρας ἀπειθείας ἐπεξιὼν ἀδικήσειεν ἂν τὸν ἐσόμενον αὐτοῖς παρὰ Θεοῦ ἔλεον, καὶ τὴν ἐσομένην ἐπὶ τῇ πίστει νοητὴν
5εὐφροσύνην. καὶ τὶ λέγω νοητὴν μόνον; αἱ γὰρ τοῦ Κυρίου διδασκαλίαι καὶ αἰσθητὴν εἶχον τὴν χάριν· καὶ μάρτυς ὁ προφήτης ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου λέγων πρὸς τὸν Κύριον, καὶ ὁ Ἰώσηππος Ἰουδαῖος ἀνὴρ καὶ ὑπὸ τῆς ἀλη‐ θείας βιαζόμενος, καὶ γράφων περὶ αὐτοῦ ἐν βίβλῳ Ἰσραὴλ
10Ἀρχαιολογίας τάδε· γίνεται δὲ κατὰ τοῦτον τὸν χρόνον Ἰησοῦς, σοφὸς ἀνήρ, εἴγε ἄνδρα αὐτὸν λέγειν χρή· ἦν γὰρ παραδόξων ἔργων ποιητής, διδάσκαλος ἀνθρώπων τῶν ἡδονῇ τ’ ἀληθῆ λεγομένων· καὶ πολλοὺς μὲν Ἰουδαίους, πολλοὺς δὲ ἐκ τοῦ Ἑλληνικοῦ προσηγάγετο. ὁ Χριστὸς οὗτος ἦν. καὶ αὐτὸν
15ἐνδείξει τῶν πρώτων ἀνδρῶν παρ’ ἡμῖν, σταυρῷ ἐπιτετιμηκότος Πιλάτου, οὐκ ἐπαύσαντο οἱ τὸ πρῶτον ἀγαπήσαντες· ἐφάνη γὰρ αὐτοῖς τρίτην ἔχων ἡμέραν πάλιν ζῶν, τῶν θείων προφητῶν ταῦτα καὶ ἄλλα θαύματα μυρία περὶ αὐτοῦ εἰρηκότων. εἰσ‐ έτι τε νῦν τῶν Χριστιανῶν ἀπὸ τοῦδε ὠνομασμένων οὐκ
20ἐπέλιπεν φῦλον· τετάρτης σφραγῖδος λῦσις, καὶ λοιπῶν ἀρχὴ λύσεως τῆς ἐκ παραβάσεως Ἀδὰμ ἁμαρτίας· ἡ γὰρ ταύτης λῦσις ἐμφανής ἐστι οἰκείωσις πρὸς Θεόν. εἰ γὰρ αἱ ἁμαρτίαι ἡμῶν διϊστῶσιν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ ὡς φησὶν Ἡσαΐας, αἱ τούτων ἀναιρέσεις προσοικειοῦσι. τίς δὲ ἡ
25λύσις; τὰ ῥαπίσματα τοῦ Χριστοῦ, δι’ ὧν ἠλευθερώθημεν.
ἐπειδὴ γὰρ ἡδονῇ γεύσεως ἐκατεκρίθημεν, τοῖς ἐναντίοις88

89

ἰάθημεν. ἐναντία δὲ τῆς ἡδονῆς τὰ ῥαπίσματα, ἀλγεινὴν ἔχοντα τὴν συναίσθησιν—πάντα ἐκτίσαντος ὑπὲρ ἡμῶν τοῦ Χριστοῦ, δι’ ὧν εἰς φθορὰν θανάτου κατήχθημεν, ἐκτί‐ σαντος δὲ διὰ τῶν ἐναντίων· διὰ τῆς ὑπακοῆς τὴν παρα‐
5κοήν, δι’ ἀλγεινῆς ὑποθέσεως τὴν ἡδονήν, διὰ τῶν ἀνδρείως ταθεισῶν ἐπὶ τοῦ σταυροῦ χειρῶν τὰς προπετῶς ἁψαμένας τοῦ ἀπηγορευμένου ξύλου. οὗ φησιν γενομένου, ἐκ παρα‐ κλήσεως τοῦ τετάρτου τῶν ἁγίων ζώων, ἦλθεν ἵππος χλω‐ ρός, καὶ ὁ καθήμενος ἐπάνω ὄνομα αὐτῷ ὁ θάνατος· καὶ ὁ
10ἅδης ἀκολουθεῖ μετ’ αὐτοῦ· καὶ ἐδόθη αὐτοῖς ἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς· ὁ ἵππος ὁ χλωρὸς ὀργῆς σύμβολον· χλωρὰ γὰρ ἡ γῆ—χολή, καὶ οὕτως ὑπὸ ἰατρῶν καλουμένη. ὁ δέ γε θάνατος καὶ ὁ ἅδης καταστρέψαι νοητῶς ἐστάλη‐ σαν κατὰ τῶν ἀλητηρίων δαιμόνων καὶ δίκην εἰσπράξα‐
15σθαι τῆς τῶν ἀνθρώπων ἀπωλείας. ἀλλ’ ἐπειδὴ μηδέπω τῷ λόγῳ τῆς ὀπτασίας τὸ σωτηρίον ἐπράχθη Χριστοῦ πάθος, δι’ οὗ πάσας τὰς ὑπὲρ ἡμῶν ἐξέτισεν ἁμαρτίας, οὔπω τελεία γέγονεν ἡ τῶν δαιμόνων καθαίρεσις, ἀλλὰ τὸ τέταρ‐ τον τέως μέρος· ἥντινα καθαίρεσιν τροπικῶς σφαγὴν ὀνομά‐
20ζει καὶ λιμὸν τῶν πάλαι προσκυνούντων αὐτούς· καὶ θάνα‐ τον, τὸ τέλος τῆς τυραννίδος αὐτῶν διὰ τοῦ θανάτου παρα‐ γυμνῶν, καὶ ἀναίρεσιν ὑπὸ τῶν θηρίων τῆς γῆς, θηρία γῆς καλῶν τὰ ἐν τοῖς δαίμοσι τῆς ὑπερηφανίας καὶ κενοδοξίας πάθη· ἃ γηΐνους ὄντας αὐτούς, ὡς χαίροντας τοῖς ἐπὶ γῆς
25ἰλυσπωμένοις πάθεσιν, εἰ καὶ ἀσώματον ἔλαχον φύσιν, ὑποσμύχει καὶ κατεσθίει ἐκβαλλομένους τῆς κατὰ τῶν
ἀνθρώπων ἀρχῆς.89

90

καὶ ὅτε ἤνοιξε τὴν πέμπτην σφραγῖδα, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ Θεοῦ, καὶ διὰ τὴν ἐκκλησίαν ἣν εἶχον. καὶ ἔκραζον φωνῇ μεγάλῃ, λέγοντες· ἕως πότε, ὁ δεσπότης καὶ ἅγιος
5καὶ ἀληθινός, οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν ἐκ τῶν κατοικούντων ἐπὶ τῆς γῆς; καὶ ἐδόθη αὐτοῖς ἐκάστῳ στολὴ λευκή, καὶ ἐρρέθη αὐτοῖς ἵνα ἀναπαύσονται ἔτι μικρὸν χρό‐ νον, ἕως πληρώσωσι καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν οἱ μέλλοντες ἀποκτέννεσθαι ὡς καὶ αὐτοί.
10 πέμπτη ἄρα τοῦ Κυρίου σωτηρία τῷ γένει δωρηθεῖσα τῶν ἀνθρώπων, ἥτις τὴν πέμπτην ἔλυσε τοῦ Κυρίου σφραγῖδα καὶ ἡμῖν προεξένησεν λῦσιν ἁμαρτιῶν καὶ οἰκείωσιν πρὸς Θεόν, τὰ δεσμὰ καὶ πληγαί, οἷς τεθεὶς ὁ Κύριος προσ‐ ήχθη Πιλάτῳ, καὶ ἃς ἀπ’ αὐτοῦ πέπονθεν Πιλάτου ἐξ
15ἡμισείας εὐλαβοῦς. περὶ τούτων ὁ Ἡσαΐας τῶν πληγῶν ἔφη, ἐρωτώμενον παρὰ τῶν θείων ἀγγέλων τὸν Κύριον· τί αὗται αἱ πληγαὶ ἀνὰ μέσον τῶν χειρῶν σου, εἶπεν· ἃς ἐπλή‐ γην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου. αὗται γὰρ τὰς ἡμετέρας ἰάσαντο πληγὰς, ἃς ἐπλήγημεν, ἐξ Ἱερουσαλὴμ εἰς
20Ἱεριχῶ καταβαίνοντες, καὶ λησταῖς περιπεσόντες, οἳ δήσαντες ἡμᾶς καὶ τραυματίσαντες ἀφῆκαν ἡμιθανεῖς, κατὰ τὴν τοῦ Λουκᾶ παραβολήν. ἀλλὰ καὶ τὰ δεσμὰ λέλυκεν ἡμῶν, τὰ τῆς ἁμαρτίας σχοινία, οἷς ἦμεν ἐσφιγμένοι· σχοινία γάρ φησιν ἁμαρτωλῶν ὁ προφήτης περιεπλάκησάν
25μοι. ἠγνόει δὲ ἄρα καθ’ αὑτοῦ πονηρευόμενος ὁ Διάβολος,90

91

καὶ ἐν ταῖς τοῦ Κυρίου παροινίαις εἰς ἑαυτὸν ὠθῶν τὸ ξίφος καὶ τῆς κακῶς κτισθείσης ἐκπίπτων ἀρχῆς. οὗ γεγονότος, ἐπειδὴ πρότερον οἱ ἐν τῇ παλαιᾷ μαρτυρήσαντες ἅγιοι, μήπω κατὰ Χριστοῦ τοιούτων ἐνεργηθέντων, —εἰ γὰρ καὶ
5ἐνεπτύσθη καὶ ἐρραπίσθη καὶ ἐκολαφίσθη, ἀλλ’ ἐν παρα‐ βύστῳ ταῦτα ἐπράττετο ἐν τῷ παρανόμῳ τῶν ἀρχιερέων, συνεδρίῳ, ἐπὶ μάρτυσι μόνοις τοῖς ὑπηρέταις καὶ τοῖς εἰς τὴν βουλὴν συγκεκλημένοις—ἔτι ἡσύχαζον, οὐδενὸς τῶν καθ’ ἑαυτοὺς μεμνημένοι· ἐπειδὴ δὲ εἶδον δεθέντα τὸν
10Κύριον· καὶ ὑπὸ Πιλάτου φραγελλωθέντα ἐν δημοσίῳ καὶ ἐπὶ παντὸς τῶν Ἰουδαίων δήμου, συνεπανίστανται λοιπόν, καὶ ὡς ἀφορήτων γεγενημένων κατὰ τοῦ σφῶν δεσπότου, καὶ τῶν καθ’ ἑαυτοὺς ἐμνήσθησαν. εἶδον γάρ φησιν ὑπο‐ κάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἐσφαγμένων διὰ τὸν
15λόγον τοῦ Θεοῦ καὶ διὰ τὴν ἐκκλησίαν ἣν εἶχον. εἶδόν φησι τὰς τῶν μαρτύρων ψυχὰς τὸν ἀνωτάτω τόπον ἔχουσας· ἦσαν γὰρ ὑπὲρ τὸ ὑπερουράνιον θυσιαστήριον. εἶτα καὶ λέγει ποίων μαρτύρων—τῶν σφαγέντων φησὶν ὑπὲρ τοῦ εὐσεβοῦς τῆς παλαιᾶς λόγου καὶ τῆς ἐκκλησίας ἤτοι συνα‐
20γωγῆς ἣν εἶχον. οὐ μόνον γὰρ οἱ μάρτυρες ὑπὲρ ἑαυτῶν ἀποθνήσκουσι, ἀλλὰ κοινὴν ποιοῦνται τὴν ὠφέλειαν· προ‐ τροπὴ γὰρ τοῖς λοιποῖς τὸ αὐτῶν ἀνδρεῖον γίνεται, καὶ τοῖς τῶν ἁγίων αἵμασιν ἡ θεογνωσία ᾠκοδομήθη. καὶ ἔκραζον φωνῇ μεγάλῃ φησὶν λέγοντες· ἕως πότε ὁ δεσπότης, ὁ ἅγιος,
25ὁ ἀληθινὸς οὐ κρίνεις καὶ ἐκδίκεις τὸ αἷμα ἡμῶν ἐκ τῶν
κατοικούντων ἐπὶ τῆς γῆς; οὐ κατὰ τῶν ἀνθρώπων, ἀλλὰ91

92

κατὰ τῶν δαιμόνων τῶν τοῖς γηΐνοις ἐμφιλοχωρούντων τὴν ἔντευξιν ἐποιοῦντο· οὐ γὰρ ἦν τῆς τῶν ἁγίων ἀγάπης κατὰ τῶν ὁμογενῶν ἐξανίστασθαι, κατὰ δὲ τῶν ἐναγόντων τοὺς ἀνθρώπους εἰς τὴν κατ’ αὐτῶν ἀναίρεσιν. ταῦτα εἰπόντες
5λαμβάνουσι πρῶτον στολὰς λευκάς. τὸ δὲ ἦν αἴνιγμα τοῦ κεκαθάρθαι αὐτοὺς τῷ οἰκείῳ αἵματι, καὶ πάντα ἀποτε‐ θεῖσθαι ῥύπον. ἔπειτα ἀκούουσιν ἀναπαύσασθε ἔτι μικρὸν χρόνον ἕως πληρώσουσιν καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν, οἱ μέλλοντες ἀποκτέννεσθαι ὡς καὶ αὐτοί. οὐ
10γὰρ ἦν δίκαιον τοὺς ὁμοίους κατὰ τὴν ἀνδρείαν ἐκείνοις ἐμποδισθῆναι τῶν τοῦ μαρτυρίου στεφάνων ἀναιρεθέντων πρὸ καιροῦ τῶν διαγυμναζόντων αὐτοὺς δαιμόνων.
καὶ εἶδον ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν ἕκτην, καὶ σεισμὸς
μέγας ἐγένετο, καὶ ὁ ἥλιος ἐγένετο μέλας ὡς σάκκος τρίχινος,
15καὶ ἡ σελήνη ὅλη ἐγένετο εἰς αἷμα, καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσαν εἰς τὴν γῆν, ὡς συκῆ βάλλουσα τοὺς ὀλύνθους αὐτῆς ὑπὸ ἀνέμου μεγάλου σειομένη, καὶ ὁ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον ἐλισσόμενον, καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν. καὶ οἱ βασιλεῖς τῆς γῆς
20καὶ οἱ μεγιστάνες καὶ οἱ χιλίαρχοι καὶ οἱ πλούσιοι καὶ ἰσχυροὶ καὶ πᾶς δοῦλος καὶ ἐλεύθερος ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων· καὶ λέγουσι τοῖς ὄρεσι καὶ ταῖς πέτραις· πέσετε ἐφ’ ἡμᾶς καὶ κρύψατε ἡμᾶς ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ ἀπὸ τῆς
25 ὀργῆς τοῦ ἀρνίου, ὅτι ἦλθεν ἡ ἡμέρα ἡ μεγάλη τῆς ὀργῆς αὐτῶν, καὶ τίς δύναται στῆναι; ἡ ἕκτη τῆς σφραγῖδος λύσις, τελεωτάτην ἡμῶν τὴν
σωτηρίαν εἰργάσατο· τὸν θάνατον κατέλυσε· τὴν ζωὴν92

93

ἐπανήγαγεν· τὸν νικητὴν τῶν ἀνθρώπων ἀπεστεφάνωσεν, ἐν παρρησίᾳ θριαμβεύουσα κατὰ τὸ γεγραμμένον· ἀνέβη γὰρ εἰς ὕψος ὁ μονογενής· ἠχμαλώτευσεν αἰχμαλωσίαν· ἔλαβε δόματα ἐν ἀνθρώποις. τίς δὲ ἡ ἕκτη τῆς σφραγῖδος
5λύσις; ὁ σταυρὸς τοῦ Κυρίου καὶ ὁ θάνατος, οἷς ἠκολού‐ θησεν ἡ εὐκταία πάσῃ νοητῇ τε καὶ αἰσθητῇ κτίσει ἀνάστα‐ σις καὶ ἀνάληψις, ἐγκαινίζουσα ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν, τὴν ἐκ τοῦ θανάτου εἰς τὴν ζωὴν ἐπάνοδον διὰ τοῦ καταπετάσματος τῆς σαρκὸς αὐτοῦ· ἅπερ οὐ μόνον τοὺς
10ζῶντας, ἀλλὰ καὶ τοὺς προαπελθόντας εὐεργέτησε. πορευ‐ θεὶς γὰρ ὁ Κύριος καὶ τοῖς ἐν ἅδου ἐκήρυξεν ἀπειθήσασί ποτε κατὰ τὸν θεῖον ἀπόστολον Πέτρον, καὶ ἔσωσε κἀκεῖ τοῦς πιστεύοντας, ὡς καὶ τῷ Κυρίλλῳ δοκεῖ. ὧν γεγενη‐ μένων, σεισμὸς μέγας ἐγένετό φησιν, καὶ ὁ ἥλιος ἐγένετο μέλας
15ὡς σάκκος τρίχινος, καὶ ἡ σελήνη ὅλη ἐγένετο εἰς αἷμα, καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσαν εἰς τὴν γῆν, ὡς συκῆ βάλλουσα τοὺς ὀλύνθους αὐτῆς, ὑπὸ μεγάλου ἀνέμου σειομένη. σαφῶς τὰ ἐπὶ τοῦ σταυροῦ γεγενημένα σημεῖα ἡ ὀπτασία ἡμῖν διαγράφει, τὸν σεισμὸν καὶ τὸν κλόνον τῆς γῆς, τὸ τοῦ
20ἡλίου σκότος, καὶ τῆς σελήνης ὅλης τὴν εἰς αἷμα μεταποίη‐ σιν. πάνυ δέ γε ἀκριβῶς προσέθηκεν ἐπὶ τῆς σελήνης τὸ ὅλη· πλησιφαὴς γὰρ καὶ οὐ διχόμηνις ὑπάρχουσα σχεδὸν ἐν τῇ τοῦ σταυροῦ ἡμέρᾳ δι’ ὅλης αὐτῆς τὸ πάθος ἐδέξατο· ἔθος γὰρ τῷ πεφωτισμένῳ μέρει τὰ τοιαῦτα συμβαίνειν κατὰ
25τὰς σεληνιακὰς ἐκλείψεις. ταῦτα δὲ καὶ ὁ προφήτης Ἰωὴλ ἔσεσθαι προανεφώνησεν, ὁ ἥλιος λέγων μεταστραφήσεται εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου
τὴν μεγάλην καὶ ἐπιφανῆ. τὸ δὲ πεσεῖν ἐκ τοῦ οὐρανοῦ ἀστέ‐93

94

ρας τυχὸν μέν, καὶ αἰσθητῶς ἐγένετο· εἰ δὲ μή, ἀλλὰ τὸ σέλας τὸ οὐράνιον παύσασθαι, καὶ τὸ ἅπαν σκοτισθῆναι ὁ λόγος αἰνίττεται. καὶ ὁ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον εἰλισ‐ σόμενον. διὰ τοῦ οὐρανοῦ τὰς οὐρανίους λέγει τῶν ἀγγέ‐
5λων δυνάμεις, οἳ καὶ αὐτοὶ ἐταράχθησαν μὴ φέροντες τὴν εἰς τὸν δεσπότην αὐτῶν ὕβριν, ὡς ὧδε κἀκεῖσε. διάττειν ἴσα βιβλίῳ ἀνειλισσομένῳ τε καὶ ταραττομένῳ. καὶ πᾶν φησιν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν. ὄρη καὶ νήσους τὰ τῶν ὑψηλοφρόνων δαιμόνων καλεῖ τάγματα,
10κατὰ τὸ γεγραμμένον περὶ αὐτῶν· καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν. νήσους δὲ αὐτοὺς πάλιν φησὶν ὡς ὑψουμένους καὶ ἐπαιρομένους τῇ τῆς διανοίας αὐτῶν κενο‐ δόξῳ ματαιότητι ἐν τοῖς ἀστάτοις καὶ ἁλμυροῖς τοῦδε τοῦ βίου περισπασμοῖς. καὶ οἱ βασιλεῖς φησι τῆς γῆς καὶ οἱ
15μεγιστάνες καὶ οἱ χιλίαρχοι καὶ οἱ πλούσιοι καὶ ἰσχυροὶ καὶ πᾶς δοῦλος καὶ ἐλεύθερος ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων, καὶ λέγουσι τοῖς ὄρεσι καὶ ταῖς πέ‐ τραις· πέσετε ἐφ’ ἡμᾶς καὶ κρύψατε ἡμᾶς ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου, ὅτι
20ἦλθεν ἡ ἡμέρα ἡ μεγάλη ἡ τῆς ὀργῆς αὐτῶν, καὶ τίς δύναται στῆναι; βασιλεῖς πάλιν καὶ μεγιστάνας, χιλιάρχους τε καὶ πλουσίους καὶ ἰσχυρούς, τοὺς ἀλιτηρίους καλεῖ δαίμονας, ὡς κατάρξαντας τῶν ἐν τῇ γῇ διὰ πάτης καὶ δόλου· δού‐ λους δὲ καὶ ἐλευθέρους, τοὺς ἐν τοῖς δαίμοσι προὔχουν‐
25τάς τε καὶ ὑποτεταγμένους. τὸ δέ γε κρύψαι ἑαυτοὺς εἰς
τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρῶν καὶ μέντοι καὶ94

95

λέγειν πέσετε ἐφ’ ἡμᾶς καὶ κρύψατε ἡμᾶς, τροπικῶς μὲν εἴρηται· αἰνίττεται δὲ φυγάδας αὐτοὺς πειρωμένους γίνεσθαι ἀπὸ τῆς ἐπαγομένης αὐτοῖς κολάσεως παρὰ Χριστοῦ, εἰ γὰρ μήτις αὐτοὺς ἀόρατος κόλασις ἐπήγετο καὶ τιμωρία, τί
5βούλεται τὸ τῷ προφήτῃ Ἡσαΐᾳ εἰρημένον ἐκ προσώπου Χριστοῦ· ληνὸν ἐπάτησα μονώτατος, καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ’ ἐμοῦ, καὶ κατεπάτησα αὐτοὺς ἐν τῷ θυμῷ μου, καὶ κατέθλασα αὐτοὺς ἐν τῇ ὀργῇ μου, καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς τὴν γῆν· τί δὲ καὶ τὸ λέγειν τοὺς θεοστυγεῖς
10δαίμονας παρὰ τῷ Ματθαίῳ· τί ἡμῖν καὶ σοί, ὑιὲ τοῦ Θεοῦ; ἦλθες βασανίσαι ἡμᾶς; ταῦτα δὲ ἄν τις νοήσοι τὰ τῇ ἀποκαλύψει εἰρημένα οὐ μόνον εἶναι δαιμόνων πάθη, ἀλλὰ καὶ τῶν τὸν σταυρὸν τῷ Κυρίῳ πηξάντων ἀνόμων Ἰουδαίων, οἳ τῷ πρὸς Ῥωμαίους πολέμῳ πιεζόμενοι, φυγάδες τε ἐγέ‐
15νοντο ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, καὶ πανταχόθεν ἀπορίᾳ συνείχοντο καὶ ἐκτάσει.
μετὰ τοῦτό φησιν εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ
τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας
ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς μήτε ἐπὶ
20τῆς θαλάσσης μήτε ἐπί τι δένδρον. καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα Θεοῦ ζῶντος, καὶ ἔκραζε φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέ‐ λοις οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὰ δένδρα, λέγων· μὴ ἀδικήσετε τὴν γῆν μήτε τὴν
25θάλασσαν, μήτε τὰ δένδρα, ἄχρι σφραγίσομεν τοὺς δούλους95

96

τοῦ Θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν. καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ἑκατὸν τεσσαρακοντέσσαρας χιλιάδας ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ. —καὶ λέγει λοι‐ πὸν ἀπὸ ἑκάστης φυλῆς, δώδεκα χιλιάδας τοὺς σφραγισθέντας·
5 ἐντεῦθεν σαφῶς τὰ περιστάντα Ἰουδαίοις ἐν τῷ πρὸς Ῥωμαίους πολέμῳ δείκνυται τῷ εὐαγγελιστῇ, ἃ προφάσει γέγονεν αὐτοῖς τοῦ σταυροῦ καὶ τῆς κατὰ τοῦ Κυρίου παροι‐ νίας. οἱ γὰρ τέσσαρες ἄγγελοι οἱ κρατοῦντες τὰς τέσσα‐ ρας γωνίας τῆς Ἰουδαίων γῆς ἐφρούρουν ὅπως μηδεὶς τῶν
10ἀξίων τεθνᾶναι Ἰουδαίων διαφυγῇ, δειλίαν ἴσως αὐτοῖς ἐμβάλλοντες τῆς φυγῆς ἢ δυσχερείας τινὰς ἢ ἔξωρον τῆς πατρίδος πόθον γυναικῶν τε καὶ φιλτάτων, ἅτινα τροπι‐ κῶς διασημαίνεται, διὰ τοῦ κρατεῖσθαι τὰς τέσσαρας γωνίας τῆς Ἰουδαίας. τὸ δέ γε τοὺς τέσσαρας ἀνέμους κρατεῖσθαι,
15ἐφ’ ᾧ τε μὴ πνέειν μήτε ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσ‐ σης μήτε ἐπί τι δένδρον, ὑποσημαίνει τὸ μηδεμίαν αὐτοῖς ἀνάψυξιν εὑρᾶσθαι ἐν τῷ πολέμῳ, μηδέ τινα τῶν συμφο‐ ρῶν παραψυχήν, μήτε τοὺς ἐπὶ τῆς γῆς πεζομαχοῦντας, μήτε τοὺς ἐν τῇ θαλάσσῃ ναυμαχοῦντας—πολλὰ γὰρ
20ἐναυμάχησαν κατὰ τὸν Ἰώσηππον—μήτε μὴν τοὺς γεωργίᾳ καὶ φυτῶν ἐπιμελείᾳ προσανέχοντας· πάντας γὰρ ἄρδην κατέλαβε τὰ κακά, πόλεων μὲν πυρπολουμένων, γῆς δὲ δηουμένης, φυτῶν δὲ κειρομένων, ἃ δὴ πάντα ὁ Ἰώσηππος ἀκριβῶς ἐπεξέρχεται ἐν τῇ τῆς Ἱεροσολύμων ἁλώσεως ἱστο‐
25ρίᾳ. καὶ εἶδον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου,
ἔχοντα σφραγῖδα Θεοῦ ζῶντος, καὶ ἔκραξε φωνῇ μεγάλῃ τοῖς96

97

τέσσαρσιν ἀγγέλοις οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν, λέγων· μηδὲν ἀδικήσετέ φησιν ἄχρι σφραγισθῶσιν οἱ δοῦλοι τοῦ Θεοῦ ἡμῶν. τὸ μὲν ἀπὸ ἀνατολῆς ἡλίου ἀλλὰ μὴ ἀπὸ δυσμῶν καὶ τῆς ἑσπέρας παραγίνεσθαι τὸν θεῖον
5ἄγγελον, εὐαγγελισμὸν αἰνίττεται καὶ ἀγαθῶν ἐπαγγελίαν. τὴν δέ γε σφραγῖδα τὴν νῦν, καὶ ὁ προφήτης ἐν πνεύματι προορῶν ἔλεγεν· ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. καλῶς τέως τὸ μηδένα ἀδικηθῆναι κελεύει, ἄχρι σφραγισθῶσιν οἱ τοῦ διασωθῆναι τῶν Ἰουδαίων
10ἄξιοι, ὅπως μὴ δὲ οἱ δίκαιοι σὺν τοῖς ἁμαρτωλοῖς πάθωσί τι τῶν ἀβουλήτων. καὶ ἐσφράγισάν φησιν ἑκατὸν τεσσα‐ ρακοντέσσαρας χιλιάδας· πολλοὶ γὰρ ἦσαν καὶ ἀριθμοῦ κρείττονες οἱ Χριστῷ πιστεύσαντες ἐκ τῶν Ἰουδαίων, οἷς καὶ τὸ σώζεσθαι ἐκ τῆς κοινῆς ὠφείλετο πανωλεθρίας,
15καὶ μαρτυροῦσιν οἱ λέγοντες τῷ Παύλῳ ἐν Ἱερουσαλὴμ γενομένῳ· θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων; οὐ μόνον δὲ εἰκὸς ἦν διαφυγεῖν τοὺς πισ‐ τούς, ἀλλὰ καὶ τοὺς ἐν ἀγνοίᾳ καὶ ἀπάτῃ συνεργήσαντας τῷ σταυρῷ τοῦ Κυρίου, περὶ ὧν ἔλεγεν· Πατέρ, ἄφες
20αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν—εἰ καὶ ὁ Κύριλλος ἐν τρισκαιδεκάτῳ βιβλίῳ Κατὰ Ἰουλιανοῦ λέγει μὴ κεῖσθαι ταύτην τοῦ Κυρίου τὴν εὐχὴν ἐν τοῖς Εὐαγγελίοις, παρ’ ἡμῖν δέ γε εἴρηται—καὶ οὐ μόνον τούτους, ἀλλὰ καὶ τοὺς οὐδὲ παρόντας τηνικάδε, ἢ ἐνδημοῦντας ἐν τῇ Ἱερουσαλήμ, καὶ
25διὰ τοῦτο οὐ κεκοινωνηκότας τῇ ἀνοσίῳ βουλῇ τῶν καταρά‐97

98

των ἀρχιερέων τῇ περὶ τοῦ σταυροῦ, ἢ καὶ παρόντας μέν, οὐ μὴν τοῦ μιάσματος κατεσχηκότας, εἰ καὶ αὐτὸς πᾶσαν εὐλόγησε τὴν ὑπ’ οὐρανόν, ἐναντίως ἀποβὰν ἢ ὡς τὸ θεοσ‐ τυγὲς ἢ—βούλετο συνέδριον τῶν παρανόμων· οὓς πάντας
5εἰκὸς ὕστερον τῇ Χριστοῦ σφραγισθῆναι πίστει. οὐ γὰρ ἂν αὐτοὺς ἄλλως ὁ ἄγγελος ἐκάλεσε δουλοὺς Θεοῦ· ὧν διασωθέντων φυγῇ τὲ καὶ τῷ πρὸς Ῥωμαίους αὐτομολῆσαι οἱ λοιποὶ κακοὶ κακῶς διεφθάρησαν, θέατρον γενηθέντες τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις ἕτερως, καὶ οὐχ’ ὡς ὁ
10Παῦλος περὶ τῶν θεσπεσίων εἴρηκεν ἀποστόλων. τούτων δὲ πάλιν μάρτυς ὁ Ἰώσηππος πλείστας ὅσας ἀπαριθμού‐ μενος μυριάδας τῷ λιμῷ. τὸ δὲ ἶσον κατὰ τὸν ἀριθμὸν τῶν ἐξ ἑκάστης φυλῆς σφραγισθέντων τὲ καὶ πεπιστευ‐ κότων. τὸν ἰσότιμον ζῆλον καὶ τὸ τῆς πίστεως ὁμόδοξον
15αἰνίττεται, κἂν ἐκ τῆσδε μὲν τῆς φυλῆς πλείους, ἐξ ἑτέρας δὲ ἐλάττους ἐσώθησαν τε καὶ ἐπίστευσαν Χριστῷ, τῷ παρὰ Ἰουδαίων μὲν ἀτιμασθέντι; παρ’ ἡμῶν δέ γε καὶ πάσης ὑπερκοσμίου κτίσεως προσκυνουμένῳ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν
20Λόγος πέμπτος ταῦτα μὲν ἅπερ ὁ λόγος ἀφηγήσατο, δέδεικται τῷ θεσπεσίῳ εὐαγγελιστῇ περὶ τῶν ἐξ αἵματος Ἰσραὴλ ἐσφρα‐ γισμένων καὶ διὰ τοῦτο σωθέντων, εἶτα καὶ πεπιστευκότων. ἀλλ’ ὅπως μηδὲν ἐλλιπὲς αὐτῷ θεωρηθείη, δείκνυσιν αὐτῷ ὁ
25χρηματισμὸς καὶ τὰς ἀπείρους τῶν ἐθνῶν μυριάδας, τὰς μετὰ ταῦτα τῇ πίστει προσδραμοῦσας, ἀμφί τε τὸν Κύριον οὔσας καὶ τῷ θείῳ παρεστώσας θρόνῳ. ἐπειδὴ γὰρ ὅσον
οὔπω ἐν τῇ τῆς θεωρίας προαναφωνήσει ὁ Κύριος γράφεται98

99

παραγινόμενος ἐν τῇ δευτέρᾳ παρουσίᾳ, οἱ δὲ ἅγιοι τηνικάδε ἁρπάζονται ἐν νεφέλαις εἰς ὑπάντησιν τοῦ Σωτῆρος, κατὰ τὸν θεῖον ἀπόστολον προηρπαγμένους αὐτοὺς ἡ ὀπτασία δείκνυσι καὶ τῆς ἀποκειμένης αὐτοῖς μακαριότητος τετυχη‐
5κότας. τί γὰρ τοῦ ἠξιῶσθαι μετὰ Χριστοῦ εἶναι καὶ τὸν θεῖον ἐποπτεύειν θρόνον μακαριώτερον; ὅρα δὲ τί φησι.
μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ὄχλος πολύς, ὃν ἀριθμῆσαι οὐδεὶς
αὐτὸν ἠδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ
γλωσσῶν, ἑστῶτας ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ
10ἀρνίου, περιβεβλημένοι στολὰς λευκάς, καὶ φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν· καὶ κράζουσι φωνῇ μεγάλῃ λέγοντες· ἡ σωτη‐ ρία τῷ Θεῷ ἡμῶν, τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου. καὶ τῶν πρεσβυτέρων οἱ ἅγιοι ἑστήκασι κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζώων· καὶ ἔπεσαν ἐνώπιον
15τοῦ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ Θέῳ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι· οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς, τίνες εἰσὶ καὶ πόθεν ἦλθον; καὶ εἴρηκα αὐτῷ, Κύριέ μου, σὺ οἶδας. καὶ εἶπε μοι· οὗτοί εἰσιν οἱ
20ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης καὶ ἐπλάτυναν τὰς στολὰς αὐτῶν καὶ ἐλεύκαναν αὐτὰς ἐν τῷ αἵματι τοῦ ἀρνίου. διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ, καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ· καὶ ὁ καθή‐ μενος ἐπὶ τῷ θρόνῳ σκηνώσει ἐπ’ αὐτούς. οὐ πεινάσουσιν
25ἔτι, οὔτε μὴν διψήσουσιν, οὐδὲ μὴ πέσῃ ἐπ’ αὐτοὺς ὁ99

100

ἥλιος, οὐδὲ πᾶν καῦμα· ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ποιμανεῖ αὐτούς, καὶ ὁδηγήσει αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων, καὶ ἐξαλείψει ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.
5 τῶν ἐθνῶν μὲν οὖν αἱ ἀμύθητοι μυριάδες, αἱ τὴν πίστιν δεξάμεναι Χριστοῦ καὶ τῆς μακαρίας τετυχηκυῖαι λήξεως, τὸν ἔνδοξον ἐκληρώσαντο χῶρον, ἐνώπιον ἑστῶσαι τοῦ Κυρίου καὶ τοῦ πατρικοῦ αὐτοῦ θρόνου καθὼς πρόσθεν εἴρηται. τὸ δέ γε περιβεβλῆσθαι αὐτοὺς στολὰς λευκὰς δεῖγμα
10τῆς κατὰ τὸν βίον αὐτῶν ὑπάρχει καθαρότητος. οἱ δέ γε φοίνικες, νίκης ὑπάρχοντες σύμβολον, ἐπαγάλλεσθαι αὐτοὺς τῇ Χριστοῦ νίκῃ τῇ κατά τε τῶν νοητῶν ἐχθρῶν καὶ τῶν αἰσθητῶν ὑπεμφαίνουσι. κράζουσι δέ· ἡ σωτηρία τῷ θεῷ ἡμῶν καὶ τῷ ἀρνίῳ, παρ’ αὐτοῖς εἶναι τὴν σωτηρίαν
15ὁμολογοῦντες, ὅτι τῆς τοῦ κόσμου πανωλεθρίας διεσώ‐ σαντο τοὺς σφραγισθέντας δούλους τοῦ Θεοῦ. ἧς γενο‐ μένης εὐχαριστίας, τὰ ἐν οὐρανῷ λειτουργικὰ τάγματα σὺν τοῖς πρεσβυτέροις ὑπήκουσαν τὸ ἀμήν, τοῖς εἰρημένοις τὴν ἑαυτῶν προσχρήσαντες συγκατάθεσιν. εἶτα καὶ ἴδιον
20οἱ θεῖοι ἄγγελοι προσάγουσιν αἶνον τῷ Θεῷ, ἑπτὰ τιμαῖς αὐτὸν γεραίροντες, ὅπερ, ὡς πρόσθεν εἴρηται, τὸ ἀκατά‐ ληκτον αἰνίττεται τῆς τῶν ἀγγέλων δοξολογίας· τέλειος γὰρ ὁ ἑπτὰ ἀριθμός. τὸ δὲ ἕνα τῶν πρεσβυτέρων ἐρωτᾶν τὸν εὐαγγελιστὴν τίνες εἶεν οἱ ἐξ ἐθνῶν, οἱ τὰς λευκὰς ἠμφιεσ‐
25μένοι στολάς, οὐκ ἀγνοοῦντος ἦν, ἀλλὰ διερεθίζοντος100

101

αὐτὸν γνῶναι τὰ περὶ αὐτῶν. διὸ καί φησιν οὗτοί εἰσιν οἱ ἐρχομένοι ἐκ τῆς θλίψεως τῆς μεγάλης· οὐ μικρὸν γὰρ οἱ δίκαιοι, ἀλλὰ καὶ λίαν μέγαν ἔσχον ἀγῶνα ἐν τῇ τοῦ ἀντι‐ χρίστου ἐπικρατείᾳ. καὶ ἔπλυνάν φησι τὰς στολὰς αὐτῶν
5καὶ ἐλεύκαναν ἐν τῷ αἵματι τοῦ ἀρνίου· καίτοιγε ἀκόλουθον ἦν τὰς ἐν αἵματι βαφείσας στολὰς φοινικὰς μᾶλλον ἤπερ λευκὰς ἀποβῆναι. πῶς οὖν γεγόνασι λευκαί; ὅτι τὸ βάπ‐ τισμα εἰς τὸν θάνατον τοῦ Κυρίου τελούμενον, ὡς τῷ σοφω‐ τάτῳ Παύλῳ δοκεῖ, σμηκτικὸν ὑπάρχον ῥύπου παντὸς τοῦ
10ἐξ ἁμαρτίας, λευκοὺς καὶ καθαροὺς ἀποδίδωσι τοὺς βαπ‐ τιζομένους ἐν αὐτῷ. ἀλλὰ καὶ ἡ μετάληψις τοῦ ζωοποιοῦ αἵματος τοῦ Χριστοῦ τοῦτο χαρίζεται· περὶ πολλῶν γὰρ καὶ ὑπὲρ πολλῶν ἐκχέεσθαί φησιν ὁ Κύριος περὶ τοῦ ἰδίου αἵματος εἰς ἄφεσιν ἁμαρτιῶν. οὗτοι μὲν οὖν λατρεύουσι
15τῷ Θεῷ εἰς αἰῶνα· ὁ δὲ Θεὸς ἐν αὐτοῖς κατασκηνοῖ. τὴν δέ γε κατασκήνωσιν τοῦ Θεοῦ, ἔφη τις τῶν ἁγίων, τὸ ἀδιά‐ λειπτον αὐτοῦ μνήμην παραμένειν ταῖς τῶν ἁγίων ψυχαῖς· εἰκότως οὖν κατασκηνοῖ ὁ Θεός. τῆς ἡμέρας καὶ νυκτὸς λατρεύουσιν αὐτῷ. οὐ πεινάσουσιν ἔτι οὐδὲ διψήσουσιν ἔτι,
20πρότερον μὲν γὰρ διὰ παντὸς ἦλθον πειρασμοῦ οἱ ἐξ ἐθνῶν· νῦν δέ γε κορεσθήσονται τῶν ἀμυθήτων ἀγαθῶν. οὐδὲ μὴ πέσῃ φησὶν ἐπ’ αὐτοὺς ὁ ἥλιος. πειρασμὸς ὁ ἥλιος ἔν τισι τροπολογεῖται παρὰ τῇ θείᾳ γραφῇ· πῆ μὲν λέγοντος τοῦ προφήτου ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν
25νύκτα, πῆ δὲ γράφοντος τοῦ εὐαγγελιστοῦ ὡς ἐπιλάμψας ὁ ἥλιος ἐξήρανε τὰ ἐν τοῖς πετρώδεσιν ἐξανατείλαντα σπέρ‐ ματα, πειρασμὸν τὸν ἥλιον ἑρμηνεύων. φησὶν οὖν ἐν τῷ
παρόντι ὅτι πειρασμὸς οὐκ ἂν αὐτοὺς ἀδικήσειε τοῦ λοιποῦ·101

102

ἠξίωνται γὰρ ὑπὸ τοῦ Χριστοῦ ποιμαίνεσθαι καὶ ἐπὶ ὑδά‐ των ζωῆς ἐκτρέφεσθαι. καὶ ἐξαλείψει φησὶν ὁ Θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν. τοῖς γὰρ οὕτως βεβιωκόσι τε καὶ ἠγωνισμένοις μετὰ μελείας μὲν ἀνωφελοῦς οὐκ
5ὀφείλεται δάκρυον, οὐτὲ ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ἀγαθὸν δὲ ἅπαν καὶ ὑπερφυές.
καὶ ὅτε ἤνοιξε τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς
ἡμίωρον. καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ
Θεοῦ εἱστήκεισαν· καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες.
10 ἴσως τις τῶν λίαν περιεσκεμμένων ἐπισκώψειεν ἂν τοῖς εἰρημένοις, καὶ πρὸς ἐμὲ τάδε εἴποι· τί ποιεῖς, ὦ οὗτος; ἐπιλέλησαι μᾶλλον τῶν ἐν τοῖς προοιμίοις τῆς παρούσης ἀποκαλύψεως εἰρημένων; εἴρηται γὰρ καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετ’ ἐμοῦ, λέγων ἀνάβα
15ὧδε, καὶ δείξω σοὶ ἃ δεῖ γενέσθαι μετὰ ταῦτα· σὺ δὲ ἡμῖν οὐκ ἐσομένων, γεγενημένων δὲ πραγμάτων ἐξηγητὴς ἐγένου, τὸν τοκετὸν τοῦ Κυρίου διηγούμενος, τὸν πειρασμόν, τὰς διδασ‐ καλίας καὶ τὰς θεοσημείας, τὰ ῥαπίσματα καὶ τὰ δεσμὰ καὶ τὰς παρὰ τῷ Πιλάτῳ πληγάς, τὸν σταυρὸν καὶ τὸν θάνα‐
20τον, καὶ τὴν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον ἤτοι ἐπάνοδον; πρὸς ὃν εἴποιμι ἄν· μάλιστα μὲν ἤκουσας, ὦ φίλος, καί τινα τῶν γενησομένων, ὅταν τοὺς ἐξ ἐθνῶν δικαί‐ ους σὺν τῷ Ἰσραὴλ ἀμφὶ τὸν θεῖον ὄντας ἐξηγούμεθα θρό‐ νον, καὶ σὺν τῷ Κυρίῳ ὑπάρχοντας· ἀκούσῃ δὲ καὶ νῦν ἐν
25τῇ λύσει τῆς ἑβδόμης σφραγῖδος. ὁ γὰρ εἰπὼν τῷ εὐαγ‐ γελιστῇ χρηματισμὸς ἀνάβα ὧδε καὶ δείξω σοι ἃ δεῖ γενέσθαι
μετὰ ταῦτα, οὐκ ἀνεῖλε τὸ ἰδεῖν τι αὐτὸν καὶ τῶν πρόσθεν102

103

γεγονότων, ἀλλὰ μετ’ ἐκείνων καὶ τὰ ἐσόμενα ὑπέδειξεν. ἄκουε τοίνυν. ἡ τῆς ἑβδόμης σφραγῖδος λύσις τελεωτάτην ἡμῖν τὴν δόξαν εἰργάσατο· οὐκ ἔτι γὰρ ὡς πρότερον ἁμαρτιῶν λύσις καὶ ἐπιστροφὴ πρὸς Θεὸν καὶ Θεοῦ πρὸς
5ἡμᾶς, ἀλλὰ τὰ ἀμύθητα ἀγαθά· τὸ υἱοὺς χρηματίσαι Θεοῦ, κληρονόμους Θεοῦ, συγκληρονόμους δὲ Χριστοῦ, ἀδελ‐ φοὺς καὶ φίλους καὶ τέκνα Χριστοῦ, καὶ συμβασιλεύειν αὐτῷ καὶ συνδοξάζεσθαι, καὶ ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε· καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνῆλθεν ἀγαθά. τίς
10δὲ ἡ τῆς ἑβδόμης σφραγῖδος λύσις; ἡ δευτέρα τοῦ Κυρίου παρουσία καὶ ἡ ἀντίδοσις τῶν ἀγαθῶν. εἰ γὰρ καί τινες κολάσει παραδίδονται τῶν ἡμαρτηκότων, ἀλλ’ ὅ γε σκοπὸς τοῦ Χριστοῦ καὶ ἡ τῆς ἐνανθρωπήσεως ὑπόθεσις τὸ πάντας κληρονόμους τῆς αὐτοῦ γενέσθαι βασιλείας. λυθείσης
15τοιγαροῦν τῆς ἑβδόμης σφραγῖδος, ἐγένετό φησιν σιγὴ ὡς ἡμιώριον ὡς ἥξοντος δὴ τοῦ βασιλέως τῆς κτίσεως, καὶ πάσης ἀγγελικῆς καὶ ὑπερκοσμίου δυνάμεως καταπεπλη‐ μένης τῇ ὑπερβολῇ τῆς δόξης τοῦ παραγινομένου, καὶ διὰ τοῦτο σιωπησάσης. εἶτα καὶ ἐδόθησάν φησιν ἑπτὰ σάλπιγ‐
20γες τοῖς ἑπτὰ ἀγγέλοις ἵνα σαλπίσωσιν ὡς βασιλέως ἐφιστα‐ μένου. ταῖς δὲ αὐταῖς σάλπιγξι καὶ διυπνίζειν ἔμελλον τοὺς νεκρούς· καὶ γὰρ ὁ σοφὸς τὰ θεῖα ἀπόστολος Θεσ‐ σαλονικεῦσι γράφων, φησὶν ἐν τῇ πρώτῃ ἐπιστολῇ ὅτι αὐτὸς Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλ‐
25πιγγι Θεοῦ, καταβήσεται· καὶ πάλιν· σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι.
καὶ ἄγγελος ἦλθέ φησι καὶ ἐστάθη ἐπὶ τὸ θυσιαστήριον103

104

ἔχων λιβανωτὸν χρυσοῦν· καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλὰ ἵνα δῷ ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιασ‐ τήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου. καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ἐν ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ
5χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ Θεοῦ. καὶ ἔλαβεν ὁ ἄγγελος τὸν λιβανωτόν, καὶ ἐγέμισεν αὐτὸν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου, καὶ ἔβαλεν εἰς τὴν γῆν· καὶ ἐγένοντο φωναὶ καὶ βρονταὶ καὶ ἀστραπαὶ καὶ σεισμός. καὶ οἱ ἑπτὰ ἄγγελοι ἔχοντες ἑπτὰ σάλπιγγας ἡτοίμασαν ἑαυτοὺς ἵνα
10
σαλπίσωσι.
λιβανωτὸν μέν φησι τὸ θυσιαστήριον, ὡς δεκτικὸν λιβά‐ νου. ἐπιφανέντος δέ γε Χριστοῦ, ὥσπερ τι πρωτόλειον καὶ ἀπαρχὴ τιμία προσάγονται αὐτῷ παρὰ τῶν προστατούντων ἡμῶν ἀγγέλων αἱ τῶν ἁγίων προσευχαί, αἳ φύσει μέν εἰσιν
15εὐώδεις, εὐωδέστεραι δὲ γίνονται τῇ συνεργίᾳ τῶν ἁγίων ἀγγέλων. διὸ εἴρηται ὅτι ἐδόθη αὐτῷ θυμιάματα πολλά. ἐδόθη δὲ ἀπὸ Θεοῦ δηλονότι τὸ προστατεῖν τῶν ἀνθρώπων τοῖς ἀγγέλοις, καὶ εὐπροσδέκτους αὐτῶν ποιεῖν τὰς εὐχάς. οἱ δὲ λάβοντες διδόασι ταῖς προσευχαῖς τῶν ἁγίων τὸ εὐῶ‐
20δες. καὶ ἀνέβη φησὶν ὁ καπνὸς τῶν θυμιαμάτων ἐν ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου. ὁρᾶς ὅτι παρὰ τοῦ ἀγγέλου ὑπῆρξε τὸ εὐωδεστέρας τὰς εὐχὰς τῶν ἁγίων
γενέσθαι ἐνώπιον τοῦ Θεοῦ; εἶτα εἴληφέ φησιν ὁ θεσ‐104

105

πέσιος ἄγγελος, καὶ ἐγέμισε τὸ θυμιατήριον τοῦ θείου πυρὸς καὶ ἔβαλεν εἰς τὴν γῆν· καὶ ἐγένοντο φωναὶ καὶ βρονταὶ καὶ ἀστραπαὶ καὶ σεισμός. ἴσως τοῦ θείου τούτου πυρὸς ἔβαλέ τις τῶν ἀγγέλων ἐπὶ τὸ Σίναιον ὄρος, καὶ ἐγένοντο
5βρονταὶ καὶ φωναὶ καὶ σάλπιγγες καὶ ἀστραπαὶ καὶ τὸ ὄρος ἐκαπνίζετο ἐπιφοιτήσαντος τοῦ Θεοῦ. ὥσπερ οὖν τότε προῆλ‐ θον αἱ βρονταὶ καὶ τὰ δείματα, οὕτω καὶ νῦν τῆς ἐνδόξου τοῦ Κυρίου παρουσίας προεπεφοίτησε ταῦτα. εἶτα καὶ οἱ ἄγγελοι ἐσάλπισαν, τὴν παρουσίαν σημαίνοντες τοῦ
10Θεοῦ· καὶ γὰρ καὶ τότε αἱ σάλπιγγες ἤχουν μέγα.
καὶ ὁ πρῶτος ἐσάλπισε· καὶ ἐγένετο χάλαζα καὶ πῦρ με‐
μιγμένα ἐν αἵματι, καὶ ἐβλήθη εἰς τὴν γῆν· καὶ τὸ τρίτον
τῆς γῆς κατεκάη. τῶν δικαίων τῆς μακαρίας ἀξιωθέντων λήξεως, καθὼς ἐν τῷ
15τέλει τῆς λύσεως τῆς ἕκτης εἴρηταί μοι σφραγῖδος, ἅτε καὶ προαρπαζομένων πρὸ τῆς τοῦ Κυρίου παρουσίας ἐν νεφέλαις, εἰς ἀέρα ἵνα ἐρχομένῳ τῷ Κυρίῳ ὑπαντήσωσι κατὰ τὴν ἐκεῖ παρατεθεῖσάν μοι τοῦ ἀποστόλου μαρτυρίαν, λοιπὸν ἐπεξ‐ έρχεται ἡ ὀπτασία τῷ τέλει τῶν λοιπῶν ἀνθρώπων, καὶ τῇ
20τῶν ἁμαρτωλῶν κολάσει. πανωλεθρίας δὲ γίνεσθαι μελ‐ λούσης, ἐπάναγκες καὶ διαφόρους ἔσεσθαι θανάτου τρό‐ πους, καὶ τῆς τῶν ἀσεβῶν ἀντιδόσεως· ὧν αἱ πλείους διὰ πυρὸς παραχθήσονται, ἐν πυρὶ γὰρ μέλλειν ἀποκαλύπτεσθαι τὴν ἡμέραν ἐκείνην εἶπεν ὁ θεῖος ἀπόστολος Κορινθίοις γρά‐
25φων τὴν πρώτην ἐπιστολήν. εἰ γὰρ πολλαὶ μοναὶ ἀνα‐105

106

παύσεως ὡς ὁ Κύριός φησι, καὶ διάφοροι τόποι κολά‐ σεων. αἱ δὲ αὐταὶ σάλπιγγες, αἱ τὸν θάνατον τοῖς ἐπὶ τῆς γῆς ἐπάγουσαι, αὗται καὶ τοὺς νεκροὺς μετὰ τοῦτο διεγεί‐ ρουσι. τί οὖν φησι τοῦ πρώτου ἀγγέλου σαλπίσαντος
5χάλαζα καὶ πῦρ τὸ τρίτον κατακαῦσαι τῶν ἐν τῇ γῇ; τοῦτο καὶ αἰσθητῶς μὲν νομίζων τις ἔσεσθαι, οὐκ ἀποτεύξεται τοῦ ὀρθῶς ἔχοντος λόγου· καὶ τροπικῶς δὲ λογιζόμενος εἰρῆσθαι, οὐδὲν ἄτοπον ἐρεῖ, πῦρ λέγοντος τοῦ λόγου τὴν ἀνίαν καὶ τὴν κατὰ βάθους· ἀλγηδόνα τῶν ἁμαρτωλῶν,
10ὁρώντων τοὺς μὲν ἁγίους ἁρπασθέντας ἐν νεφέλαις εἰς ἀπάν‐ τησιν τοῦ Κυρίου, αὑτοὺς δὲ μεμενηκότας ἐν τῇ γῇ ἀτίμους καὶ μηδενὸς ἠξιωμένους λόγου. δένδρα γὰρ καὶ χόρτον καιόμενον τοὺς ἁμαρτωλοὺς ὁ λόγος τροπολογεῖ διὰ τὴν ἄνοιαν, καὶ τῆς ψυχῆς τὸ ἀναίσθητον καὶ ξυλῶδες καὶ πρὸς
15καῦσιν ἐπιτήδιον.
καὶ ὁ δεύτερός φησιν ἄγγελος ἐσάλπισε· καὶ ὡς ὄρος
μεγὰ πυρὶ καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν· καὶ ἐγέ‐
νετο τὸ τρίτον τῆς θαλάσσης αἷμα, καὶ ἀπέθανεν τὸ τρίτον
τῶν κτισμάτων τῶν ἐν τῇ θαλάσσῃ, τὰ ἔχοντα ψυχάς, καὶ τὸ
20
τρίτον τῶν πλοίων διεφθάρησαν.
φησὶν ὁ θεῖος ἀπόστολος Ῥωμαίοις γράφων· ὅτι τῇ μα‐ ταιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα ἀλλὰ διὰ τὸν ὑποτά‐ ξαντα, ἐπελπίδι ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν
25τέκνων τοῦ Θεοῦ. πότε δὲ ἐλευθερωθήσεται; ὅταν καινοὺς
οὐρανοὺς καὶ καινὴν γῆν κατὰ τὰ ἐπαγγέλματα αὐτοῦ ἔσηται,106

107

ὡς ὁ Πέτρος ἡμᾶς εὐαγγελίζεται, τὴν δευτέραν αὐτοῦ γράφων ἐπιστολήν. τῆς δὲ γῆς ἀμειβομένης ἵνα ἐλευθερωθῇ τῆς φθορᾶς καὶ καινὴ γένηται, ἐπάναγκες καὶ τὴν θάλασσαν τοῦτο παθεῖν· ἐν τῇ γῇ γὰρ ἡ θάλασσα. πῶς δ’ ἂν καθα‐
5ρείη καὶ αὐτή, πλὴν εἰ μὴ διὰ καθαρσίου πυρός; διὸ πῦρ εἰς αὐτὴν πεσὸν μετεποίησεν αὐτὴν εἰς αἷμα, καὶ ἀπέκτεινε τὸ τρίτον τῶν ἐν αὐτῇ. τοῦτο μὲν ὡς πρὸς τὸ γράμμα καὶ τὸ αἰσθητόν, καὶ θάλασσαν δὲ ἂν νοήσῃς κατά τε ἀναγωγὴν καὶ τοὺς τῆς τροπῆς νόμους, τὸν παρόντα βίον διὰ τὸν ἐν
10αὐτῷ σάλον καὶ τὸν ποικίλον περισπασμόν· ἰχθύας δὲ καὶ πλοῖα, τοὺς ἐν ταῖς ἁλμυραῖς καὶ πικραῖς ἰλυσπωμέ‐ νους ἁμαρτίαις ἀνθρώπους, οἳ ταῖς λύπαις κατατακήσον‐ ται ἐπὶ ἀνονήτοις μεταμελείαις τῶν βεβιωμένων.
καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισε· καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ
15ἀστὴρ μέγας καιόμενος ὡς λαμπάς, καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν καὶ ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων. καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται ἄψινθος. καὶ ἐγένετο τὸ τρίτον τῶν ὑδάτων εἰς ἄψινθον, καὶ πολλοὶ τῶν ἀνθρώπων ἀπέθα‐ νον ἐκ τῶν ὑδάτων, ὅτι ἐπικράνθησαν.
20 ἡ Νεομμὶν ἡ πάλαι γενομένη διὰ τὰς πολλὰς ἐπὶ τοῖς τέκνοις καὶ ταῖς ἄλλαις συμφοραῖς ἀνίας, ἐπεκλήθη πικρά. δεῖγμα οὖν τῶν ἐξαισίων λοιπῶν ἡ πικρία· ἣν τὸ τηνι‐ καῦτα πάθωμεν οἱ ἁμαρτωλοὶ ἐπὶ τῇ δόξῃ τῶν ἁγίων πικραινόμενοι, ὅτι δὴ τοιούτων ἀγαθῶν τοῖς ἀνθρώποις ἡτοι‐
25μασμένων, αὐτοὶ τὰ παρόντα τῶν μελλόντων ἠλλαξάμεθα. τοῦτο οἶμαί φησι τὸ πεσεῖν τὸν ἀστέρα, —ὀργήν τινα Θεοῦ
πικράνασαν τὰ ὕδατα. ὕδατα δὲ τροπικῶς τοὺς ἀνθρώπους107

108

καλεῖ κατὰ τὸ εἰρημένον τῷ προφήτῃ ἀπὸ φωνῶν ὑδάτων πολ‐ λῶν· θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, καὶ αὖθις ἐπῆραν οἱ ποταμοί, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν· ἀροῦσιν οἱ ποταμοὶ ἐπιτρίψεις αὐτῶν. ταῦτα μὲν ὡς ἐντροπο‐
5λογία. τὸ δὲ καὶ αἰσθητῶς ταῦτά τε καὶ τὰ τοιαῦτα γίνεσ‐ θαι τότε οὐκ ἀποβλητέον.
καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισε· καὶ ἐπλήγη τὸ τρίτον τοῦ
ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων,
ἵνα σκοτισθῇ τὸ τρίτον τῶν ἀστέρων, καὶ ἡ ἡμέρα μὴ φανῇ
10τὸ τρίτον αὐτῆς, καὶ ἡ νὺξ ὁμοίως. καὶ εἶδον καὶ ἤκουσα ἑνὸς ἀετοῦ πετομένου μεσουρανήματι λέγοντος φωνῇ μεγάλῃ οὐαὶ οὐαὶ οὐαὶ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἐκ τῶν λοι‐ πῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἄλλων ἀγγέλων τῶν μελλόντων σαλπίζειν.
15 ἐδιδάχθημεν παρὰ Ἰωὴλ τοῦ προφήτου ὅτι στραφήσεται ὁ ἥλιος εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου, τὴν μεγάλην καὶ ἐπιφανῆ. ὡς καὶ ἐν αὐτῇ τούτων πάντων γενησομένων. καὶ ὁ Πέτρος δὲ ἔφη ἐν δευ‐ τέρᾳ τῶν αὐτοῦ ἐπιστολῶν· ἥξει φησὶν ἡ ἡμέρα Κυρίου ὡς
20κλέπτης, ἐν ᾗ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα λυθήσεται. ἀλλὰ καὶ αὐτὸς ὁ Κύριος παρὰ τῷ Ματθαίῳ τίτλῳ ἑκατοστῷ ἐννάτῳ φησὶν εὐθέως δὲ μετὰ τὴν θλίψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ
25οὐρανοῦ. ταῦτα καὶ νῦν διδασκόμεθα διὰ τῆς ἀποκαλύψεως ἔσεσθαι ἐν τῇ τοῦ παρόντος αἰῶνος συντελείᾳ. τί δὲ βού‐ λεται τὸ μὴ πάντα τὰ ἐν τῇ γῇ, καὶ τῇ θαλάσσῃ καὶ τοῖς ποταμοῖς, προσέτι δὲ καὶ τὰ ἐν τοῖς οὐρανοῖς στοιχεῖα τὰ
εἰρημένα ὑπομεῖναι πάθη, ἀλλὰ τὸ τρίτον αὐτῶν; φιλαν‐108

109

θρωπίας ἐστὶ καὶ τοῦτο τῆς τοῦ Θεοῦ ἀπόδειξις ἀκριβής, τῇ κατὰ μέρος καὶ οὐκ εἰς ἅπαν τῶν στοιχείων πληγῇ εἰς μετά‐ νοιαν καλοῦντος τοὺς τότε φθανομένους ἀνθρώπους· ὧν μὴ ἐπιστρεφόντων, πανωλεθρίαν ἐπάγει λοιπόν. τοιοῦτόν τι
5καὶ ὁ προφήτης φησὶν ὡδοποίησε τρίβον τῇ ὀργῇ αὐτοῦ, οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν. τὸ γὰρ κατὰ μέρος καὶ οἷον ὡς ἐν ὁδῷ προβαίνειν καὶ προϊέναι τὴν ὀργὴν τοῦ Θεοῦ, θύραν ἐστὶν ἀνοίγοντος μετανοίας, τῷ τῶν γινομένων φόβῳ εἰς μεταμέλειαν τοὺς ἀνθρώπους καλοῦντος. οὗ μὴ
10προβαίνοντος παρ’ αὐτῶν, οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν. τὸν δὲ ἐν τῷ μεσουρανήματι ἀετὸν τὸν ἐπιστυγνάζοντα ταῖς τῶν ἐπὶ γῆς συμφοραῖς, ἄγγελόν τινα θεῖον νοήσεις συμπαθοῦντα τῇ τῶν ἀνθρώπων πληγῇ.
καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπισε· καὶ εἶδον ἀστέρα ἐκ τοῦ
15οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν, καὶ ἐδόθη αὐτῷ ἡ κλεῖς τοῦ φρέατος τῆς ἀβύσσου· καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος ὡς καπνὸς καμίνου μεγάλης καιομένης, καὶ ἐσκοτίσθη ὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ. ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν, καὶ ἐδόθη αὐταῖς ἐξουσία ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι
20 τῆς γῆς. καὶ ἐρρέθη αὐταῖς ἵνα μὴ ἀδικήσωσι τὸν χόρτον τῆς γῆς οὐδὲ πᾶν χλωρὸν οὐδὲ πᾶν δένδρον, εἰ μὴ τοὺς ἀν‐ θρώπους οἵτινες οὐκ ἔχουσι τὴν σφραγῖδα τοῦ Θεοῦ ἐπὶ τῶν μετώπων αὐτῶν. ἄχρι τοῦ νῦν διηγεῖτο ἡμῖν ἡ ὀπτασία ποίῳ τρόπῳ καὶ
25ποίαις πληγαῖς συντελεῖται ἤτοι ἐναλλάσσεται τά τε ἐπὶ τῆς γῆς καὶ οὐρανοῦ καὶ μετ’ αὐτῶν οἱ ἄνθρωποι. νῦν δέ γε ὡς ἤδη τῆς συντελείας γεγενημένης καὶ τῆς ἀναστάσεως
ἐνεγερθείσης τὰς κατὰ τῶν ἁμαρτωλῶν διηγεῖται κολάσεις.109

110

εἶδόν φησιν ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν, ἀστέρα λέγων ἄγγελον Θεοῦ διὰ τὴν λαμπρότητα ἐν τῇ γῇ καταβάντα. ἐν αὐτῇ γὰρ ἡ κρίσις τῶν ἁμαρτωλῶν ἔσται, ὅν τινα χῶρόν τις τῶν ἁγίων προφητῶν κοιλάδα ὠνόμασε τοῦ
5Ἰωσαφάτ. καὶ ἐδόθη αὐτῷ φησιν ἡ κλεῖς τοῦ φρέατος τῆς ἀβύσσου. φρέαρ ἀβύσσου, τὴν Γέενναν καλεῖ. διὸ καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος, ὡς πυρὸς πλείστου δηλονότι ἐμφωλεύοντος τῷ φρέατι. ὁ δέ γε καπνὸς οὐ μόνον τὸ πῦρ, ἀλλὰ καὶ τὸ σκότος αἰνίττεται· τὸ γὰρ εἰρημένον τῷ προ‐
10φήτῃ φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός, οὕτως ἑρμηνεύε‐ ται τοῖς ἁγίοις ὡς διακοπησομένου τοῦ φωτιστικοῦ ἐκ τοῦ τῆς Γεέννης πυρὸς καὶ μένοντος μόνου τοῦ καυστικοῦ μετὰ σκότους ἐν αὐτῷ· καὶ ἐσκοτίσθη φησὶν ὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος· οὐχ ὅτι ταῦτα ἐσκοτίσθη τὰ στοι‐
15χεῖα, ἀλλ’ ὅτι οἱ ἐν τῷ φρέατι βληθέντες, σκότους διὰ τὴν κόλασιν πληρωθέντες, ἀθέατον ἔχουσι τὸν ἀέρα καὶ τὸν ἥλιον. οὕτω γάρ τις καὶ τῶν ἁγίων ἔφη προφητῶν· σκοτισθήσεται ὁ ἥλιος μεσημβρίας, τὰς Ἰουδαίων συμφορὰς ἐξηγούμενος, οὐ τοῦ ἡλίου σκοτισθέντος, ἀλλὰ τῶν ἐν τῇ
20θλίψει τοῦτο παθόντων καὶ οὐχ ὁρώντων τὸν ἥλιον· σκοτο‐ δίνης γὰρ πληροῦν εἴωθε τὰ μεγέθη τῶν συμφορῶν. καὶ ἐκ τοῦ καπνοῦ φησιν ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν. ἀκρίδας οἶμαι καλεῖ τοὺς σκώληκας, περὶ ὧν ὁ Ἡσαΐας φησίν· ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται,
25ἴσως τὴν δῆξιν τῆς ψυχῆς καὶ τὴν ἀνένδοτον καὶ ἑρπυ‐ στικὴν ἀλγηδόνα σκώληκα καλέσας. καὶ ἐδόθη αὐταῖς φησιν ἐξουσία, ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς. καὶ
ἐρρέθη αὐταῖς, ἵνα μὴ ἀδικήσωσι τὸν χόρτον τῆς γῆς οὐδὲ πᾶν110

111

χλωρὸν οὐδὲ πᾶν δένδρον, εἰ μὴ τοὺς ἀνθρώπους μόνους, οἵτινες οὐκ ἔχουσι τὴν σφραγῖδα τοῦ Θεοῦ ἐπὶ τῶν μετώπων, τῆς γῆς τῇ ἐναλλαγῇ καινῆς γενομένης. εἴρηται γάρ που περὶ αὐτῆς ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται, καὶ ἀνα‐
5καινιεῖς τὸ πρόσωπον τῆς γῆς. οὐκ ἔτι καλὸν ἦν πληγῆναί τι τῶν κοσμούντων τὴν γῆν οὔτε δένδρον οὔτε τι τῶν φυομένων, εἰ μὴ μόνον τοὺς ἀνθρώπους· καὶ τῶν ἀνθρώπων δὲ ἐκείνους ὅσοι οὐκ ἔχουσι τὴν σφραγῖδα τοῦ Θεοῦ ἐπὶ τῶν μετώπων. τῶν γὰρ ἀνθρώπων οἱ μὲν εἰς ἅπαν ἅγιοι καὶ
10καθαροὶ τὸν ἐν τοῖς ἔμπροσθεν εἰρημένον ἀπειλήφασι χῶρον, Χριστῷ συνόντες ἀεὶ, καὶ τὸν θεῖον ἐποπτεύοντες θρόνον. οἱ δέ γε ἧττον ἅγιοι βεβαπτισμένοι δὲ ὅμως, καὶ τὸ σημεῖον φέροντες Χριστῷ ἐπὶ τῶν μετώπων, καὶ οὐ παντάπασιν ἀπεγνωσμένοι, καὶ ῥυπώσαντες κατὰ βάθους
15ἑαυτοὺς καὶ τὸ βάπτισμα τῇ ἀτοπίᾳ τῶν πράξεων, ἀλλ’ οἷον μέσοι τινὲς ὄντες ἀρετῆς καὶ κακίας μένουσι μὲν ἐν τῇ γῇ, ἀτιμωρητοὶ μέντοι. εἰ γὰρ μὴ τοῦτο ἦν, πῶς τοῖς καλῶς διατεθεὶς τὰς ἐμπιστευθείσας αὐτοῖς μνᾶς; εἴρηται παρὰ τοῦ Κυρίου ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων· καὶ
20ἄλλον ἐπὶ πέντε πόλεων; ὡς ἄρχειν μελλόντων τῶν ὑπο‐ δεεστέρων, καὶ ἀτιμώρητοι δὲ πάντως οἱ ἀρχόμενοι. τίς γὰρ ἂν ἄρχειν ἕλοιτο τιμωρουμένων καὶ ἀνενδότως τοὺς ὀδόντας βρυχόντων, καὶ ἀποκλαιομένων ἀπαραμύθητα—οὐ λέγω τῶν ἁγίων, ἀλλ’ οὐδὲ τῶν οἵων δή, ἀνθρώπων δὲ
25ὅμως συμπαθῶν, πλὴν εἰ μὴ καὶ αὐτὸς μέλλοι τῷ περὶ
αὐτοὺς ἀνιάτῳ ὅμοια πείσεσθαι τοῖς κολαζομένοις; ἡ δέ111

112

γε τρίτη τῶν ἀνθρώπων μοῖρα κολάσει παραδίδοται, ἁμαρ‐ τωλοί τε ὄντες καὶ ἀσεβεῖς καὶ τὴν Χριστοῦ μὴ παραδεξά‐ μενοι πίστιν. διὸ εἴρηται πληγῆναι τοὺς ἀνθρώπους· οἳ οὔκ εἰσιν ἐσφραγισμένοι τῇ σφραγῖδι τοῦ Θεοῦ.
5καὶ ἐδόθη αὐτοῖς φησιν ἵνα μὴ ἀποκτείνωσιν αὐτούς, ἀλλ’ ἵνα βασανισθήσονται μῆνας πέντε· καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίων, ὅταν παίσῃ ἄνθρωπον. καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον, καὶ οὐ μὴ εὕρωσιν αὐτόν, καὶ ἐπιθυμήσουσιν ἀπο‐
10
θανεῖν καὶ φεύγει ὁ θάνατος ἀπ’ αὐτῶν.
ἆρα μὴ ἐντεῦθέν τινες τῶν πατέρων τὴν ἀποκατάστασιν παρεδέξαντο, τὸ ἄχρι μὲν τοῦδε κολάζεσθαι τοὺς ἁμαρτω‐ λοὺς λέγοντες, μετὰ τοῦτο δὲ οὐκέτι, ὡς καθαρισθέντας τῇ τιμωρίᾳ; ἀλλὰ τί ποιητέον, ἄλλων πλειόνων τοῦτο μὲν
15πατέρων, τοῦτο δὲ ἐγκρίτων γραφῶν αἰωνίας λεγόντων τὰς τιμωρίας τῶν τότε κολαζομένων; τί οὖν ἄν τις εἴποι, ἢ πῶς διαιτήσοι τοῖς μέρεσι; κεράσαι δεῖ τὰς ἀμφοτέρων δόξας. λέγω δὲ τοῦτο ὡς ἐν γυμνασίᾳ τινὶ καὶ οὐχ’ ὡς ἐν καταφάσει· ἐγὼ γὰρ τῷ δόγματι τῆς ἐκκλησίας προστί‐
20θεμαι τῷ βουλομένῳ αἰωνίας εἶναι τὰς ἐν τῷ μέλλοντι κολάσεις, ἐπεὶ καὶ τοῦτο ὅτε Κύριος εἴρηκεν ἐν τῷ κατὰ Ματθαῖον εὐαγγελίῳ, εἰπὼν καὶ ἀπελεύσονται οὗτοι εἰς κόλα‐ σιν αἰώνιον· καὶ ὁ Ἡσαΐας ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει,
καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται. ὡς ἐν γυμνασίᾳ οὖν τοῦτο112

113

λεκτέον, μέσην τινὰ μέρους ἑκάστου διάττον τὴν τρίβον, ὅτι ἄχρι μέν τινος χρόνου ὃν πέντε μῆνας εἶπεν ἡ ἀποκά‐ λυψις ἡ παροῦσα μυστικῷ τινι χρησαμένη τῷ ἀριθμῷ, σφοδρότατα κολασθήσονται οἱ ἁμαρτωλοὶ ὡς σκορπίου παί‐
5σαντος αὐτούς· μετὰ δὲ τοῦτο ὑφειμένως, οὐ μὴν παντε‐ λῶς ἔξω κολάσεως ἐσόμεθα, καὶ τοσοῦτον ὡς ζητεῖν τὸν θάνατον καὶ μὴ τυγχάνειν αὐτοῦ. τίς γὰρ ἦν ἀνάγκη ζητεῖν θάνατον τοῖς παντελῶς μὴ κολαζομένοις; φεύγει δέ φησιν ὁ θάνατος ἀπ’ αὐτῶν, συνδιαιωνίζουσι γὰρ τῇ
10κολάσει.
καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων ὅμοια ἵπποις ἡτοιμασμένοις
εἰς πόλεμον, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοι ὅμοιοι
χρυσῷ, καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα ἀνθρώπων, καὶ
εἶχον τρίχας ὡς τρίχας γυναικῶν, καὶ οἱ ὀδόντες αὐτῶν ὡς
15λεόντων ἦσαν· καὶ εἶχον θώρακας ὡς θώρακας σιδηροῦς, καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν ὡς φωνὴ ἁρμάτων ἵππων πολ‐ λῶν, τρεχόντων εἰς πόλεμον· καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις καὶ κέντρα, καὶ ἐν ταῖς οὐραῖς αὐτῶν ἡ ἐξουσία αὐτῶν ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε· ἔχουσιν
20
ἀπ’ αὐτῶν βασιλέα τὸν ἄγγελον τῆς ἀβύσσου· ὄνομα αὐτῷ
Ἑβραϊστὶ Βανδὼν καὶ ἐν τῇ Ἑλληνικῇ ὄνομα ἔχει Ἀπολ‐
λύων. οὐαὶ ἡ μία ἀπῆλθεν· ἰδοὺ ἔρχονται ἔτι δύο οὐαί.
μετὰ ταῦτα γλαφυρῶς ἡμῖν ἅμα καὶ φοβερῶς τὸ κατὰ τοὺς σκώληκας διαγράφει ὁ θεσπέσιος εὐαγγελιστής. ἐν
25ἑκάστῳ δὲ τῶν περὶ αὐτοὺς λεγομένων, θαυμάσειεν ἄν τις113

114

τὸ ἀκριβὲς τοῦ λόγου· οὐ γὰρ εἶπεν ὀδόντας εἶχον λεόντων καὶ οὐρὰς σκορπίων καὶ πρόσωπα ἀνθρώπων, ἀλλὰ τὸ ὡς ἐν ἑκάστῳ κείμενον, εἰκασμόν τινα καὶ λόγον ἐκφαῖνον παραβολικόν, οὐκ ἀλήθειαν. ἢ οὖν τὸ φοβερὸν αὐτῶν καὶ
5καταπληκτικὸν αὐτῶν διὰ τούτων ἐνδείκνυται, ἢ ἀληθῶς ἐσκιαγράφησεν αὐτῶν τὴν μορφήν. καὶ ἔχουσί φησιν ἐπ’ αὐτοὺς βασιλέα, τὸν ἄγγελον τῆς ἀβύσσου· ὄνομα αὐτῷ Ἑβραϊ‐ στὶ μὲν Βάδδον, Ἑλληνιστὶ δὲ Ἀπολλύων. καὶ τὸ ὄνομα ἢ πεποιημένον ἐστὶ καὶ κατάλληλον τῶν εἰς θεωρίαν προ‐
10κειμένων, ἢ γοῦν οὐ μόνον εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν κατὰ τὸν θεῖον ἀπόστολον, ἀλλὰ καὶ πνεύματα εἰς κόλασιν ἀποστελλόμενα διὰ τοὺς ἀξίους κολάσεως· ὁποῖος ἦν καὶ ἐκεῖνος ὁ ἐν μιᾷ νυκτὶ πατάξας τὰς ἑκατὸν
15ὀγδοηκονταπέντε χιλιάδας τῶν Ἀσσυρίων, καὶ οἱ πυρπο‐ λήσαντες τὰς πέντε Σοδομικὰς πόλεις. ἡ οὐαί φησιν ἡ μία ἀπῆλθεν· ἰδοὺ ἔρχονται ἔτι δύο οὐαὶ μετὰ ταῦτα. τὸ οὐαὶ ἐπίρρημα ὑπάρχον σχετλιασμοῦ τὰ ὄντα αὐτοῖς καὶ ἐσόμενα ἐνδείκνυται κακά. ἡ μία οὖν φησιν εἴρηται κόλα‐
20σις· λεχθήσονται δὲ δύο λοιπαί.
καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισε· καὶ ἤκουσα φωνὴν μεγάλην
ἐκ τῶν κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον
τοῦ Θεοῦ, λέγουσαν τῷ ἕκτῳ ἀγγέλῳ, ὁ ἔχων τὴν σάλπιγγα·
λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ
25ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ. καὶ ἐλύθησαν οἱ τέσσαρες114

115

ἄγγελοι οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν καὶ ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν, ἵνα ἀποκτείνωσι τὸ τρίτον τῶν ἀνθρώπων. καὶ ὁ ἀριθμὸς τῶν στρατευμάτων τοῦ ἱππικοῦ μυριάδες μυριά‐ δων· ἤκουσα δὲ τὸν ἀριθμὸν αὐτῶν. καὶ οὕτως εἶδον
5τοὺς ἵππους ἐν τῇ ὁράσει· καὶ τοὺς καθημένους ἐπ’ αὐτῶν, ἔχοντας θώρακας πυρίνους καὶ ὑακίνθους καὶ θεοειδεῖς· καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων, καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ καπνὸς καὶ θεῖον. ἀπὸ τῶν τριῶν πληγῶν τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν
10ἀνθρώπων, ἐκ τοῦ πυρὸς καὶ ἐκ τοῦ καπνοῦ καὶ τοῦ θείου τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν· ἡ γὰρ ἐξουσία τῶν ἵππων ἐν τῷ στόματι αὐτῶν ἐστι καὶ ἐν ταῖς οὐραῖς αὐτῶν, ὅμοιοι ὄφεων ἐχούσαις κεφαλάς, καὶ ἐν αὐταῖς ἀδικοῦσιν.
15 σαλπίσαντός φησι τοῦ ἀγγέλου ἤκουσα φωνὴν ἐκ τῶν κεράτων τοῦ θυσιαστηρίου. κέρατα θυσιαστηρίου, τοὺς ἐν ἀγγέλοις προὔχοντας καὶ τῶν ἄλλων ὑπερεξέχοντάς φησι. χρυσοῦν δὲ λέγει τὸ θυσιαστήριον, διὰ τὸ ἔντιμον αὐτοῦ καὶ θεῖον, ἐκ τῆς παρ’ ἡμῖν τιμίας ὕλης, τὸ θυσιαστήριον θαυ‐
20μάσιον ζωγραφῶν. ὥσπερ δὲ τὰ κέρατα τοῦ θυσιαστηρίου ἄρχοντας τῶν ἀγγέλων ἐνοήσαμεν. οὕτως αὐτὸ τὸ θυσιασ‐ τήριον πάντα τὰ λειτουργικὰ πνεύματα νοεῖν ἀκόλουθον· διὰ τὸ λογικὴν θυσίαν προσάγειν τῷ Θεῷ. τίς δέ γε ἡ φωνὴ ἡ ἀκουσθεῖσα ἐκ τῶν κεράτων τοῦ θυσιαστηρίου;
25λῦσόν φησι τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ115

116

τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ. ἡ θεῖα γραφὴ τὸν ἀποστά‐ την ἄγγελόν—φημι δὲ τὸν Σατανᾶν καὶ τοὺς συναποστάν‐ τας αὐτῷ—πὴ μὲν ἡμῖν παρέδωκεν ὡς ὑπὸ ζόφου εἰσὶν ἐν δεσμοῖς ἀϊδίοις τετηρημένοι, πὴ δὲ ὡς τὸν βυθόν εἰσι τῆς
5θαλάσσης καταδεδικασμένοι. διὰ γὰρ μὲν τῆς Πέτρου δευτέρας ἐπιστολῆς φησιν εἰ γὰρ ὁ Θεὸς ἀγγέλων ἁμαρτησάν‐ των οὐκ ἐφείσατο, ἀλλὰ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρουμένους, διὰ δὲ τῆς Ἰούδα ἀγγέλους λέγει μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον
10οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζοφὸν τετήρηκεν. ἡ δέ γε βίβλος τοῦ Ἰὼβ ἐν τῇ θαλάσσῃ λέγει, βεβλῆσθαι τὸν ἀποστάτην ποικίλως αὐτοῦ τροπο‐ λογήσασα μορφήν τε καὶ μέγεθος καὶ τὸ τοῦ ἤθους πικρόν· ὃν καί φησιν ἐμπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων τοῦ Θεοῦ. καὶ ὁ
15Ἡσαΐας δὲ κέκραγε περὶ αὐτοῦ ὅτι ἐπαχθήσεται ἡ μάχαιρα τοῦ Θεοῦ ἐπὶ τὸν δράκοντα τὸν ὄφιν τὸν φεύγοντα, ἐπὶ τὸν δράκοντα τὸν ὄφιν τὸν σκολιόν· καὶ ἀνελεῖ τὸν δράκοντα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸν ἐν τῇ θαλάσσῃ. καὶ ὁ προφήτης δέ γε περὶ αὐτοῦ λέγων μετὰ τὸ πᾶσιν ἐπεξελθεῖν τοῖς ἐν τῇ κτί‐
20σει, ἔτι καὶ τοῦτο προστίθησιν περὶ τῶν ἐν τῇ θαλάσσῃ τυγχανόντων· δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ· ἀκόλουθα τούτοις φησὶ καὶ ὁ θεσπέσιος προφήτης Ἱεζε‐ κιὴλ περὶ τοῦ Αἰγυπτίου διαλεγόμενος· λέοντί φησιν ἐθνῶν ὡμοιώθης σύ, καὶ ὡς δράκων ἐν τῇ θαλάσσῃ, καὶ ἐκεράτιζες τοῖς
25ποταμοῖς σου. οὐδεὶς δέ γε ἡμῖν παρέδωκεν αὐτοὺς ἐν τῷ Εὐφράτῃ δεδέσθαι ποταμῷ οὔτε μὴν λυθήσεσθαί ποτε, ἀλλ’ οὔτε δι’ αὐτῶν κολασήσεσθαι τοὺς ἀνθρώπους. ὁ γὰρ
εἰπὼν Ἰούδας δεσμοῖς αὐτοὺς ἀϊδίοις δεδέσθαι, τὸ ποτὲ116

117

λυθήσεσθαι ἀπηγόρευσε· καὶ ὁ εἰπὼν Ἡσαΐας ὅτι ἀναι‐ ρεθήσεται ὁ δράκων ὁ ἐν τῇ θαλάσσῃ ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ οὐκ ἄλλους αὐτὸν ἀναιρεῖν εἴρηκεν, ἀλλ’ αὐτὸν ἐκεῖ‐ νον. καὶ ὁ Κύριος δὲ πέμπων ἐν Εὐαγγελίοις τοὺς ἐξ‐
5αμαρτήσαντας, εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ Διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, ἀπεῖπεν ὅτι αὐτοῖς τιμωροῖς καὶ ἐκ‐ δικηταῖς χρήσοιτο, αὐτοὺς δέ γε μέλλειν τιμωρίας ὑπέχειν. πῶς οὖν ἄν τις νοήσοι τὸ νῦν εἰρημένον ὅτι τε ἐν τῷ πο‐ ταμῷ Εὐφράτῃ δέδενται καὶ ὅτι λυθήσονται καὶ ὡς αὐτοὶ
10τοὺς ἁμαρτωλοὺς κολάσονται; τροπολογίαν οἶμαι τὸ εἰρη‐ μένον ὑπάρχειν, ὥσπερ νόμος ἐπὶ πάσης ὀπτασίας καθέ‐ στηκε· λέγειν γὰρ αὐτὸν ἥγημαι τοὺς ἀγγέλους φησὶ τοὺς προσδεδεμένους τῇ τοῦ Θεοῦ νοητῶς εὐφραινούσῃ θεωρίᾳ· ποταμὸς γὰρ τὸ θεῖον ἀλληγορεῖται παρὰ μὲν τῷ Ἡσαΐᾳ·
15ἰδοὺ ἐκκλίνω εἰς αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάρ‐ ρους ἐπικλύζων δόξαν ἐθνῶν· παρὰ δὲ τῷ προφήτῃ· τοῦ ποτα‐ μοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. καὶ αὐτὸς δὲ ὁ Κύριος παρὰ τῷ Ἰωάννῃ, τίτλῳ εἰκοστῷ δευτέρῳ περὶ τοῦ Πνεύματος ἔφη ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ
20γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. τούτους φησὶ λύσας ἐκ τῆς τοῦ Θεοῦ θεωρίας, εἰς τιμωρίαν ἀπόστειλον τῶν ἀσεβῶν· τούτους γὰρ εἶναί φησι τοὺς ἀφω‐ ρισμένους εἰς τὴν παροῦσαν ἡμέραν. ἄρα δὲ ποίους φησὶ τέσσαρας ἀγγέλους; ἴσως ἐκείνους τοὺς τῇ γραφῇ διη‐
25γουμένους· τὸν Μιχαήλ, τὸν Γαβριήλ, τὸν Οὐριήλ, τὸν Ῥαφαήλ. οὗ γενομένου, ἐξῆλθον μετὰ στρατεύματος ἱππι‐ κοῦ ἀμυθήτου τινός. τοῦτο δέ φησι τῆν τῶν θείων ἀγγέ‐ λων ἄμαχον δύναμιν, ἱππικῷ μεγίστῳ παρείκασας· τοὺς
δὲ καθημένους ἐπὶ τῶν ἵππων εἶδόν φησιν ἔχοντας θώρακας117

118

πυρίνους καὶ ὑακίνθους καὶ θεοδεῖς. τὸ πῦρ τῆς ὀργῆς καὶ τῆς κολάσεως σύμβολον· ἡ ὑάκινθος τὸ οὐρανίους εἶναι τοὺς ἀποσταλέντας δηλοῖ, ὑακίνθῳ γὰρ ἐμφερὴς ὁ οὐρανός· τὸ δὲ θεοειδεῖς τῷ Θεῷ αὐτοὺς ἀρέσκειν, οἷον θεαδεῖς
5ὄντας, ἄδειν γὰρ τὸ ἀρέσκειν. τίνες δ’ ἂν μᾶλλον τῶν ἁγίων ἀγγέλων ἀρέσαιεν τῷ Θεῷ; εἶτα ἡ θεωρία ποικίλει καὶ ἐξαίρει τὴν τῶν ἁγίων ἀγγέλων δύναμιν, παρεικάζουσα λέουσι καὶ πυρί, καπνῷ τε καὶ θείῳ καὶ ὄφεσι, δι’ ὧν ἁπάν‐ των τὸ φοβερὸν καὶ ἀνύποιστον αὐτῶν διασημαίνεται.
10καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων, οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις, οὐδὲ μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν, ἵνα μὴ προσκυνήσωσι τὰ δαιμόνια καὶ τὰ εἴδωλα τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα, ἃ οὔτε βλέπειν δύνανται, οὔτε ἀκούειν, οὔτε περιπατεῖν,
15
καὶ οὐ μετενόησαν ἐκ τῶν φώνων (
sic) αὐτῶν, οὔτε ἐκ τῶν
φαρμακειῶν αὐτῶν, οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν.
ὁ προφήτης τὴν πνευματικὴν ἀνακρουόμενος λύραν περὶ τῶν ἐν Ἅδου κολαζομένων ἡμῖν διηγήσατο, λέγων πρὸς τὸν Θεόν· ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· ἐν δὲ
20τῷ Ἅδῃ τίς ἐξομολογήσεταί σοι, ἀμφοτέρων αὐτοὺς ἀποστερῶν, εὐφροσύνης τε τῆς κατὰ Θεὸν καὶ μετανοίας· διὰ μὲν γὰρ τοῦ μνημονεύειν Θεοῦ τῆς πνευματικῆς εὐφροσύνης, γράφει γὰρ ὁ αὐτὸς ἀλλαχόσε που ἐμνήσθην τοῦ Θεοῦ καὶ εὐφράνθην· διὰ δὲ τοῦ μὴ ἐξομολογεῖσθαι τῆς μετανοίας, ἔστι γὰρ ἡ
25ἐξομολόγησις, ἐξαγόρευσις τῶν πεπλημμελημένων ἐκ με‐ ταμελείας καὶ ἐπιστροφῆς διὰ κατανύξεως ἐγγινομένη τῇ
ψυχῇ. τῷ γὰρ ὄντι, δύο τινὰς βίους ἔθετο ἡμῖν ὁ Θεός, τὸν118

119

παρόντα καὶ τὸν μέλλοντα. ἀλλ’ ἐν μὲν τῷ παρόντι δέδοται τὸ κατὰ γνώμην καὶ ἐξουσίαν ἡμᾶς πολιτεύεσθαι· ἐν δὲ τῷ μέλλοντι αἱ ἀντιδόσεις γίνονται τῶν βεβιωμένων καὶ οὔτε ὁ παρών ἐστι κρίσεως, πλὴν εἰ μή πού τις συμφερόντως
5ὑπομνησθείη πρὸς μετάνοιαν προτρεπόμενος, οὔτε ὁ μέλλων πολιτείας ἵνα δὴ καὶ μεταρυθμιζώμεθα ἀπὸ διαβεβλη‐ μένης ζωῆς εἰς τὸν κρείττονα. τούτων οὕτως ὄντων, πῶς νῦν εἴρηται περὶ τῶν ἐκεῖ κολαζομένων; καὶ οἱ λοιποὶ τῶν ἀνθρώ‐ πων. οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις. οὔτε
10μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν. οὐ τοῦτό φησιν ὅτι οἱ μὴ μετανοήσαντες ἐν τῷ ἐκεῖσε βίῳ, ἀλλ’ ὅτι οἱ ζῶντες ἔτι καὶ μὴ ἐκ τῆς ὑπακοῆς καὶ θεὰς τῶν τότε ἐσομένων μετα‐ νοήσαντες. ἀπὸ τῶνδε καὶ τῶνδε τῶν ἀθεμίτων πράξεων. ταύτῃ μὲν τῇ εἰρημένῃ πληγῇ, μὴ ἀποθάνωσι τὸν νοητὸν
15θάνατον—θάνατον καλῶν τὴν κόλασιν—ὡς συνδιαιω‐ νίζουσιν τοῖς πονηροῖς εἰ μὴ ἑτέρῳ μέντοι χείρονι κολα‐ σθήσονται, ὃν καὶ εἰπεῖν ἐπιχειρήσας ἀπεσιώπησεν οἰκο‐ νομικῶς. ὧν γένοιτο πάντας ἡμᾶς ἐλευθέρους γενέσθαι· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
20μεθ’ οὗ τῷ Πατρὶ δόξα σὺν Ἁγίῳ Πνεύματι εἰς τὸν αἰῶνα ἀμήνΛόγος ἕκτος ἔτι τὰ συμβεβηκότα τοῦ ἕκτου ἀγγέλου σαλπίσαντος, καὶ ἐν τῷ παρόντι λόγῳ ὁ θεσπέσιος ἡμῖν διηγεῖται Ἰωάννης,
25οἷς πᾶσιν ὑφ’ ἓν οὐκ ἐπεξῆλθον, εἰς μῆκος ὁρῶν τὸ πέμπτον
ἐκτεινόμενον λόγον. τί δὲ καὶ ἕτερον γεγενῆσθαι γράφει;119

120

καὶ εἶδον ἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένον νεφέλην, καὶ ἴρις ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στύλοι πυρός, καὶ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ βιβλιδάριον
5ἠνεωγμένον. καὶ ἔθηκε τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τῆς θαλάσσης, τὸν δὲ εὐώνυμον ἐπὶ τῆς γῆς, καὶ ἔκραξε φωνῇ μεγάλῃ ὥσπερ λέων μυκᾶται. καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς. καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταί, ἤμελλον γράφειν· καὶ ἤκουσα φωνὴν ἐκ τοῦ
10
οὐρανοῦ λέγουσαν· σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ
καὶ μὴ αὐτὰ γράψῃς.
ὅσοι τοιγαροῦν ζῶντες ἔτι καὶ ἀκηκοότες ἢ καὶ θεασά‐ μενοι τὰς κατὰ τῶν πλημμελούντων κολάσεις οὐ μετενενοή‐ κασιν, ἀλλ’ ἔμειναν ὄντες πονηροὶ καθὼς πρόσθεν εἴρηται,
15κατὰ τούτων φησὶν ἄγγελον εἶδον ἐκ τοῦ οὐρανοῦ καταβάντα εἴδη κολάσεων κομίζοντα. ἦν δέ φησιν ἡ ἰδέα αὐτοῦ καὶ τὸ σχῆμα τοιόνδε· περιεβέβλητο νεφέλην. ἡ νεφέλη τὸ ἀειδὲς καὶ ἀόρατον τῶν ἁγίων ἀγγέλων αἰνίττεται· ἀθεωρησίας γὰρ ἡ νεφέλη τύπος· τοῦ γὰρ Θεοῦ τὸ ἀόρατον διαση‐
20μαίνων ὁ προφήτης, νεφέλη φησὶ καὶ γνόφος κύκλῳ αὐτοῦ. καὶ ἴρις ἐπὶ τῆς κεφαλῆς αὐτοῦ· ὡσεὶ ἔλεγε τὸ κεφάλαιον καὶ τὸ προὖχον τῶν ἐν ἀγγέλοις ἀγαθῶν, ἡ λαμπρότης ἐστίν· εἰσὶ γὰρ ἄγγελοι φωτός. καὶ τὸ πρόσωπον αὐτοῦ φησιν ὡς ὁ ἥλιος· καὶ τοῦτο λαμπρότητος τῆς ἀκραιφνοῦς
25ἀπόδειξις. ἀλλ’ ἡ μὲν ἴρις λαμπρότητος κτιστῆς, τῆς δι’ ἀρετῶν δηλωτική· τοιγαροῦν οὐ μονοειδὴς ἡ τῆς ἴριδος
λαμπρότης, ἀλλὰ ποικίλη πάσας τὰς ἀγγέλων ἀρετὰς120

121

ἐνδεικνυμένη. ὁ δέ γε ἥλιος τὴν φυσικὴν αὐτῶν αἰνίττεται μαρμαρυγήν. διὸ τὴν μὲν ἴριν περιεβέβλητο, περὶ ἡμᾶς γὰρ αἱ ἀρεταί· τὸ δὲ πρόσωπον ἡλίῳ ἐμφερὲς εἶχεν, ἐν ἡμῖν γὰρ ἅπαν φυσικὸν πλεονέκτημα. καὶ οἱ πόδες αὐτοῦ
5στύλου πυρός. τὸ πῦρ τὴν τιμωρίαν δηλοῖ, ἣν ἦλθε κομίζων κατὰ τῶν ἀσεβῶν. καὶ ἔχων φησὶν ἐν τῇ χειρὶ αὐτοῦ βιβλιδάριον ἠνεωγμένον. τῶν τοιούτων βιβλίων ὁ Δανιὴλ μεμνημένος φησίν· ἔμπροσθεν αὐτοῦ, κριτήριον ἐκά‐ θισεν καὶ βίβλοι ἠνεῴχθησαν. ἦν δὲ τὸ βιβλιδάριον ἐν ᾧ
10ἦσαν ἐγγεγραμμένα τῶν κολασθησομένων λίαν ἀσεβῶν τά τε ὀνόματα καὶ αἱ πλημμέλειαι. διὸ καὶ ὑποκοριστικῶς βιβλιδάριον αὐτὸ προσεῖπεν, ὡς βίβλου μὲν ὑπαρχούσης, ἤτοι βιβλίου—ἀμφότερα γὰρ εἴρηται τῇ θειᾷ γραφῇ— ἐν αἷς τὰ πάντων ἀνθρώπων ὀνόματα γέγραπται κατὰ τὰ ἔμ‐
15προσθεν εἰρημένα μοι, —βιβλιδαρίου δὲ ἐν ᾧ τὰ τῶν λίαν ἀσεβῶν. μὴ γὰρ τοσοῦτοι εἴησαν οἱ τῶν εἰδώλων προσ‐ κυνηταὶ καὶ φόνοις καὶ φαρμακείαις στιγματίαι καὶ τὰ ἄλλα ἃ κατέλεξε νοσοῦντες, ὡς βιβλίον ὅλον πληρῶσαι. καὶ ἔθηκέ φησι τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τῆς θαλάσσης, τὸν
20δὲ εὐώνυμον ἐπὶ τῆς γῆς. τοῦτο δεῖγμα μὲν καὶ τοῦ μεγέ‐ θους τῶν ἁγίων· δεῖγμα δὲ ὅτι τοῖς τε ἐν τῇ γῇ πλημμελή‐ σασι καὶ τοῖς ἐν θαλάσσῃ, τοῖς οἷον καταποντισταῖς, ἢ καὶ ἄλλους κακουργήσασι τὰ τῆς τιμωρίας ἔφερε. καὶ ἔκραζε φωνῇ μεγάλῃ ὥσπερ λέων μυκᾶται. καὶ τὸ ἶσα λέουσιν ὠρύ‐
25σασθαι τὸν ἅγιον ἄγγελον τῆς ὀργῆς ἐστι σύμβολον121

122

τῆς κατὰ τῶν ἀσεβῶν. καὶ ὅτε φησὶν ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς. ἑπτὰ λέγει βροντᾶς τὰ ἑπτὰ λειτουργικὰ πνεύματα ὧν ἐν τοῖς ἔμπροσθεν μνήμην πεποίηται, διὸ μετὰ τοῦ ἄρθρου τέθειται· αἱ ἑπτά φησι
5βρονταί, πρὸς ἐκεῖνα τὰ ἑπτὰ πνεύματα τὴν ἀναφορὰν ἔχου‐ σαι. τί δὲ τὸ κράξαι τὰ ἑπτὰ πνεύματα βούλεται; τὸ καὶ αὐτὰ πάντως συνεπιψηφίσασθαι ταῖς κατὰ τῶν ἁμαρ‐ τωλῶν τιμωρίαις, εὐχάριστον ὕμνον ἀναφέροντα τῷ Θεῷ, ὅτι δίκαια πάντα πέπρακται. ἅμα δὲ καὶ κράξαντα διεσά‐
10φησε τὰ τῶν κολάσεων εἴδη. ἤμελλον δέ φησι γράφειν τὰ εἰρημένα τοῖς ἑπτὰ πνεύμασι. καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν· σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ καὶ μὴ αὐτὰ γράψῃς. τὸ μὲν σφράγισον τὸ οἷον ἔχε τὴν μνή‐ μην ἐντετυπωμένην τῇ διανοίᾳ σου· τὸ δέ γε κωλυθῆναι
15γραφῇ παραδοῦναι οἰκονομικόν, δι’ ἣν μὲν οἶδεν ὁ Θεὸς αἰτίαν, ἴσως δὲ τῶν δοξαζομένων κολάσεων ἐλαφρότεραι τυγχάνουσαι καὶ τῆς ἀγαθότητος τοῦ κολάζοντος ἄξιαι, εὐκαταφρονήτους αὐτὰς τοῖς ἀνθρώποις ἐποίουν. τί γάρ φασι περὶ τούτων Γρηγόριός τε ὁ θεσπέσιος καὶ Εὐάγριος
20ὁ τὰ γνωστικὰ μέγας; ὁ μὲν καὶ γίνεταί φησι τοῖς ἀμφὶ τὸν Ἀδὰμ ἡ τιμωρία φιλανθρωπία, οὕτω γὰρ πείθομαι κολάζειν Θεόν, καὶ ἐν ἑτέρῳ οὔτε τὸ ἔλεος ἄκριτον, οὔτε ἡ κρίσις ἀνέλεος· Εὐάγριος δὲ λανθανέτω φησὶ τοὺς νεωτέρους καὶ τοὺς κοσμικοὺς ὁ περὶ κρίσεως ὑψηλότερος λόγος· οὐ γὰρ ἴσασιν πόνον, ψυχῆς
25λογικῆς καταδικασθείσης τὴν ἄγνοιαν.
καὶ ὁ ἄγγελος, ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ
τῆς γῆς, ἦρε τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν εἰς τὸν οὐρανόν,
καὶ ὤμοσεν ἐν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς122

123

ἔκτισε τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ· καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι χρόνος οὐκέτι ἔσται· ἀλλ’ ἐν ταῖς ἡμέραις τοῦ ἑβδόμου ἀγγέλου ὅταν μέλλῃ σαλπίζειν·
5 κατὰ σχῆμα ἐλλείψεως εἴρηται· φησὶν γὰρ ὅταν μέλλῃ σαλπίζειν ὁ ἕβδομος ἄγγελος πᾶσα πληρωθήσεται ἡ κατὰ τῶν ἀσεβῶν κόλασις διάφορός τε οὖσα καὶ ποικίλη. οὐ νῦν δὲ λέγει τοῦτο ἔσεσθαι ὅταν ἐν τῇ θεωρίᾳ σαλπίσῃ, ἐπεὶ μήτε τὰ ἄλλα τότε προβέβηκεν, ἀλλ’ ὅταν ἐν τῷ προσήκοντι
10σαλπίσῃ καιρῷ. οὗ γενομένου, τέλος λήψεταί φησι τὸ μυστήριον τῷ Θεῷ ὡς εὐηγγέλισεν τοὺς ἑαυτοῦ δούλους τοὺς προφήτας. ἄχρι γὰρ τῆς κρίσεως καὶ τῆς τῶν ἀγαθῶν καὶ φαύλων ἀντιδόσεως, προεφήτευσαν οἱ προφῆται, καὶ μετὰ τοῦτο οὐκέτι. σαλπίζοντος οὖν ἐν τῷ τότε αἰῶνι τοῦ
15ἑβδόμου ἀγγέλου, τέλος λήψεται ἅπαν μυστήριον, καὶ πᾶσα προφητικὴ προαγόρευσις.
καὶ φωνὴν ἤκουσα ἐκ τοῦ οὐρανοῦ πάλιν, λαλοῦσαν μετ’ ἐμοῦ
καὶ λέγουσαν· ὕπαγε λάβε τὸ βιβλίον τὸ ἀνεῳγμένον ἐν τῇ
χειρὶ τοῦ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τὴς θαλάσσης καὶ ἐπὶ
20τῆς γῆς. καὶ ἀπῆλθον πρὸς τὸν ἄγγελον λέγων αὐτῷ· δός μοι τὸ βιβλίον. καὶ λέγει μοι· λάβε καὶ φάγε αὐτό· καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλ’ ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι. καὶ ἔλαβον τὸ βιβλιδάριον ἐκ τῆς χειρὸς
τοῦ ἀγγέλου καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῷ στόματί μου123

124

ὡς μέλι γλυκύ· καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη ἡ κοιλία μου. καὶ λέγει μοι· δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς καὶ ἔθνεσι καὶ γλώσσαις καὶ βασιλεῦσι πολλοῖς. καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, πάλιν αὐτήν φησιν
5ἤκουσα λαλοῦσαν μετ’ ἐμοῦ. τί δὲ ἐλάλει; λαβεῖν τὸ βιβλίον ἐκ τοῦ ἀγγέλου. ὃ λαβών φησιν ἔφαγον καὶ ἦν μὲν γλυκὺ ἐν τῷ στόματί μου, μετὰ δέ γε τὴν βρῶσιν, πικρὸν ἐν τῇ κοι‐ λίᾳ μου. ἐπειδὴ εἶδέ τε καὶ ἤκουσεν ὁ θεσπέσιος εὐαγγε‐ λιστὴς τὰς κατὰ τῶν ἀσεβῶν κολάσεις, ὅπως παιδευθῇ ἔργῳ
10καὶ οὐκ ἀκοῇ μόνῃ ὅπως ἀπηχθημέναι τυγχάνουσι τῷ Θεῷ τῶν ἀνθρώπων αἱ ἀνομίαι, πικραί τε οὖσαι καὶ βδελυκταί, διὰ τῆς θεωρίας τοῦτο διδάσκεται—οὐ γὰρ ἐκ πείρας τοῦτο ἠπίστατο, ἀνὴρ ἅγιος καὶ παρθένος γεγονὼς—καὶ διὰ τούτου γνῶναι δικαίαν εἶναι τὴν κατὰ τῶν ἀσεβῶν
15ὀργὴν τοῦ Θεοῦ. τὸ μὲν γὰρ βιβλίον εἶχε τά τε ὀνόματα τάς τε ἁμαρτίας τῶν λίαν πεπλημμεληκότων καθὼς πρόσ‐ θεν εἴρηται. κεκέλευσται οὖν τοῦτο φαγεῖν, καὶ οἷον ἐν γεύσει καὶ νοητῇ τινι πεῖρᾳ διὰ τῆς ὀπτασίας γενέσθαι τῆς τῶν ἁμαρτιῶν πικρίας. καὶ φαγὼν εὗρεν αὐτὰς γλυ‐
20κείας μὲν τῷ στόματι, πικρὰς δὲ τῇ κοιλίᾳ μετὰ τὴν βρῶσιν· τοιαύτη γὰρ πᾶσα ἁμαρτία. γλυκεῖα μὲν ἐνεργουμένη, πι‐ κρὰ δὲ ἀποτελεσθεῖσα. κολάσεως γὰρ γίνεται πρόξενος, ἀλλὰ καὶ τῇ μεταμελείᾳ, πικραίνει τοὺς χρησαμένους. τοι‐ οῦτον ἦν καὶ τὸ ἀπηγορευμένον ὑπὸ Θεοῦ ἐν τῷ παραδείσῳ
25ξύλον, ὃ πάντες εἰς τὴν ἁμαρτίαν τροπολογοῦσι, γνῶσιν ἐμποιοῦν καλοῦ τε καὶ πονηροῦ· καλοῦ μὲν ἐν τῇ γεύσει, κακοῦ δὲ μετὰ τὴν πεῖραν. καὶ λέγει μοί φησι δεῖ σε πάλιν
προφητεῦσαι ἐπὶ λαοῖς καὶ ἔθνεσι καὶ βασιλεῦσι πολλοῖς, ὥσει124

125

ἔλεγε· μὴ ἐπειδὴ ἐν ὀπτασίᾳ τήν τε συντέλειαν τοῦ παρόν‐ τος αἰῶνος ἑώρακας καὶ τὴν κατὰ τῶν ἀσεβῶν ὀργήν, ἤδη νόμιζε καὶ ἔργῳ παρεῖναι τὴν τῆς συντελείας ἡμέραν· χρό‐ νος πολὺς ἐν μέσῳ ὡς καὶ προφητεῦσαί σε πολλοῖς ἔθνεσί
5τε καὶ βασιλεῦσι. τοιγαροῦν ἄχρι τοῦ νῦν ὁ θεσπέσιος Ἰωάννης προφητεύει διά τε τοῦ εὐαγγελίου καὶ τῶν καθο‐ λικῶν αὐτοῦ ἐπιστολῶν καὶ διὰ τῆς παρούσης ἀποκαλύψεως· πάντα γὰρ αὐτῷ ἐν πνεύματι εἴρηταί τε καὶ προεφήτευται·
καὶ ἐδόθη μοι κάλαμος ὅμοιος ῥάβδῳ, λέγων· ἔγειραι καὶ μέτρη‐
10σαι τὸν ναὸν τοῦ Θεοῦ καὶ τὸ θυσιαστήριον, καὶ τοὺς προσ‐ κυνοῦντας ἐν αὐτῷ. καὶ τὴν αὐλὴν τὴν ἔξωθεν τοῦ ναοῦ ἔκβαλε ἔξωθεν τοῦ ναοῦ· ἔκβαλε, καὶ μὴ αὐτὴν μετρήσῃς, ὅτι ἐδόθη τοῖς ἔθνεσι, καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσι μήνας τεσσαρακονταδύο.
15 ἐν τοῖς φθάσασιν ἔδειξεν ἡ ὀπτασία τῷ θεσπεσίῳ Ἰωάννῃ τὴν τῶν ἁγίων πληθὺν τῶν συνόντων Χριστῷ καὶ τὸν θεῖον ἐποπτευόντων θρόνον, ἐν οἷς πολλαπλασίους ἦσαν οἱ ἐξ ἐθνῶν τῶν ἐξ Ἰσραήλ. νῦν δέ γε ἕτερον αὐτῷ δείκνυσι, πόσοι τέ τινές εἰσιν οἱ ἐν τῷ χρόνῳ τῆς
20παλαιᾶς διαθήκης ηὐδοκιμηκότες, καὶ πόσοι κατὰ τὸν τῆς νέας καιρόν. καὶ ὅρα ὅπως ἀστείως τοῦτο αὐτῷ σκιαγρα‐ φεῖται. δίδοται μὲν αὐτῷ κάλαμος γεωμετρικὸς ἵνα με‐ τρήσῃ τὸν ναὸν τοῦ Θεοῦ καὶ τὸ θυσιαστήριον τὸ ἐν τῷ ναῷ, δηλονότι τῷ ἐν Ἱερουσαλήμ, καὶ τοὺς ἐν αὐτῷ προσκυνοῦν‐
25τας. καὶ ἐμέτρησε· μετρητοὶ γὰρ ἦσαν δι’ ὀλιγότητα οἱ
κατὰ τοὺς τῆς παλαιᾶς χρόνους εὐαρεστήσαντες τῷ Θεῷ.125

126

καὶ τὴν αὐλήν φησιν τὴν ἔξωθεν τοῦ ναοῦ, ἔκβαλε ἔξω καὶ μὴ αὐτὴν μετρήσῃς, ὅτι ἐδόθη τοῖς ἔθνεσι. μετρήσας τὸν ναὸν καὶ τὸ θυσιαστήριον καὶ τοὺς ἐν αὐτῷ θύοντας, ἤκουσε δεῖν τὴν αὐλὴν ἐκβαλεῖν ἐπὶ τὰ ἔξω καὶ πλατῦναι, οὐ μὴν μετρῆ‐
5σαι ὡς κρείττονα μέτρου τυγχάνουσαν. τοῖς δὲ ἔθνεσί φησιν δέδοται ἡ αὐλή, καὶ ἔχεται τοῦ ναοῦ καὶ ἔξωθεν αὐτοῦ τυγχάνει· καὶ ἡ καινὴ διαθήκη ἔχεται τῆς παλαιᾶς. τὰ γὰρ ἐν αὐτῇ σκιώδη πνευματικῶς καὶ ἀληθῶς ἐπιτελεῖ, καὶ ἑτεροῖά ἐστιν παρ’ αὐτῇ κατὰ τὸν Ἱερεμίαν λέγοντα· ἰδοὺ
10ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατρᾶσιν αὐτῶν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου. αὐλὴν οὖν τοῦ ναοῦ τὴν νέαν φησὶ διαθήκην. εἶτα ὑποσημαίνουσα
15μυστικῶς ἡ ὀπτασία, ὅτι καὶ τῆς παλαιᾶς Κύριος καθέστη‐ κεν, ὁ ἐν τῇ νέᾳ χρηματίσας Χριστὸς καὶ ἀρχή, καθὼς τῷ Παύλῳ δοκεῖ λέγοντι περὶ τοῦ Ἰσραὴλ ἔπινον γὰρ ἐκ πνευ‐ ματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἣν ὁ Χριστός. αὐλὴν ἐκάλεσε τῆς παλαιᾶς τὴν νέαν· ἡ γὰρ αὐλὴ ἀρχὴ
20καὶ εἴσοδος ὑπάρχει τοῦ Θεοῦ, οὐ μὴν ναός. τὴν οὖν αὐλήν, δι’ ἧς αὐτή τε καὶ οἱ ἐν αὐτῇ δηλοῦνται, οὐκ ἐμέτρη‐ σεν· ἔστι γὰρ ἥ τε νέα καὶ οἱ ἐν αὐτῇ κατορθώσαντες ἐπέ‐ κεινα καταλήψεως, οἱ μὲν διὰ τὸ ἀμύθητον πλῆθος, ἡ δὲ διὰ τὴν τῶν δογμάτων λεπτότητα καὶ τὸ ὕψος. ὅτι φησὶν
25ἐδόθη τοῖς ἔθνεσιν, ἐδόθη μὲν καὶ τῷ Ἰσραὴλ τὰ ἐν τῇ νέᾳ ἀγαθά, ἀλλ’ ἐπειδὴ καὶ ἀριθμοῦ κρείττονες οἱ ἐν αὐτῇ τῶν ἐθνῶν παρὰ τοὺς ἐξ Ἰσραὴλ εὐδοκιμήσαντας, ἐκ τοῦ πλείο‐ νος τὸ πᾶν δεδήλωκε, τοῖς ἔθνεσι λέγουσα δεδόσθαι τὴν
αὐλήν. καὶ τὴν πόλιν φησὶ τὴν ἁγίαν πατήσουσι μῆνας τεσ‐126

127

σαρακονταδύο, τὴν πόλιν, οὐ μὴν τὸν ναόν, πόλιν λέγων τὴν ἐκκλησίαν, περὶ ἧς εἴρηται δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ, ἡ ἐπουράνιος Ἱερουσαλήμ, ἡ τῶν πρωτοτόκων μητήρ, τῶν ἀπογεγραμμένων ἐν οὐρανῷ. τί δὲ τὸ μέτρον βού‐
5λεται, τὸ τῶν τεσσαρακονταδύο μηνῶν; παραδηλοῖ ὅτι ὀλίγος ἔσται ἐπὶ τῆς γῆς χρόνος τῆς ἐν τῇ νέᾳ πολιτείας, καὶ ἥξει λοιπὸν τὸ τέλος. ὁ γὰρ τεσσαρακοστὸς ἀριθμὸς ἐκ τεσσάρων δεκάδων συγκείμενος οὐκ ἔστι τέλειος, ὁμοίως δὲ καὶ ὁ δύο. δι’ ὧν τὸ μὴ χρονίζειν ἐν τῷ νῦν βίῳ τὴν
10τῆς νέας κατάστασιν ὁ λόγος ἐνδείκνυται· ὅθεν ἐσχάτην ὥραν καὶ αὖθις ἑνδεκάτην ἡ γραφὴ καλεῖ τὸν τῆς νέας και‐ ρόν, καθ’ ὃν ἐνηνθρώπησεν ὁ μονογενής· ἐν δέ γε τῷ μέλ‐ λοντι διαιωνίσει. τὸ δὲ εἰπεῖν πατῆσαι τοὺς ἐξ ἐθνῶν τὴν ἁγίαν πόλιν, τουτέστι τὴν ἐκκλησίαν, τὸ ἐν αὐτῇ ἀναστρα‐
15φῆναι δηλοῖ.
καὶ δώσω τοῖς δυσὶ μάρτυσί μου, καὶ προφητεύσουσιν ἡμέρας
δισχιλίας διακοσίας ἑξήκοντα, περιβεβλημένοι σάκκους. οὗτοί
εἰσιν αἱ δύο λυχνίαι, αἱ ἐνώπιον τοῦ Θεοῦ τῆς γῆς ἑστῶ‐
σαι. καὶ εἴ τις θέλει αὐτοὺς ἀδικῆσαι, πῦρ ἐκπορεύεται ἐκ
20τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν· καὶ εἴ τις θέλει αὐτοὺς ἀδικῆσαι, οὕτω δεῖ αὐτὸν ἀποκταν‐ θῆναι. οὗτοι ἔχουσι τὴν ἐξουσίαν κλεῖσαι τὸν οὐρανόν, ἵνα μὴ ὑετὸς βρέξῃ τὰς ἡμέρας τῆς προφητείας αὐτῶν, καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τῶν ὑδάτων στρέφειν αὐτὰ εἰς
25αἷμα, καὶ πατάξαι τὴν γῆν ἐν πάσῃ πληγῇ, ὁσάκις ἂν
θελήσωσιν.127

128

ἐπειδὴ πάντα ἐν τῇ ὀπτασίᾳ διεπλάσθη τῷ εὐαγγελιστῇ, τὰ κατὰ τὴν τοῦ Κυρίου ἔνσαρκον οἰκονομίαν, ἡ γέννησις, ὁ πειρασμός, αἱ διδασκαλίαι, αἱ κατ’ αὐτοῦ παροινίαι, ἔτι τε ὁ σταυρός, καὶ ἡ ἀνάστασις, καὶ ἡ δευτέρα παρουσία, καὶ
5πρὸς τούτοις τῶν τε ἁγίων καὶ τῶν ἁμαρτωλῶν αἱ ἀντιδό‐ σεις—παρελείφθη δὲ τὰ κατὰ τοὺς προδρόμους τῆς δευτέ‐ ρας αὐτοῦ παρουσίας—ὥσπερ ἐξ ὑποστροφῆς νῦν τὰ περὶ αὐτῶν διδάσκεται, ὅτι μὲν οὖν ἥξειν Ἠλίαν τὸν Θεσβίτην προηγόρευσεν ἡμῖν ἡ θεία γραφὴ παντίπου δῆλον· τοῦ μὲν
10Μαλαχίου λέγοντος ἰδοὺ ἐγὼ ἀποστελῶ ὑμῖν Ἠλίαν τὸν Θεσ‐ βίτην πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπι‐ φανῆ, ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱόν, καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ, μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην· τοῦ δὲ Κυρίου προσφωνοῦντος παρὰ τῷ Ματθαίῳ
15περὶ τοῦ βαπτιστοῦ καὶ εἰ θέλετε δέξασθαι, οὗτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι. περὶ ἑτέρου δὲ προδρόμου οὐδαμοῦ σαφές τι ἀκηκόαμεν, πλὴν ὅτι περὶ τοῦ Ἐνὼχ εἶπεν ἡ Γένεσις ὅτι εὐαρεστήσας τῷ Θεῷ μετετέθη, καὶ ὁ σοφὸς ἀπόστολος περὶ αὐτοῦ πίστει Ἐνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ
20ηὑρίσκετο διότι μετέθηκεν αὐτὸν ὁ Θεός. λόγος δὲ παλαιὸς ἐκ παραδόσεως ἐν τῇ ἐκκλησίᾳ κρατεῖ· μετὰ Ἠλίου τοῦ Θεσ‐ βίτου ἥξειν καὶ τὸν Ἐνὼχ προτρέχοντα τῆς δευτέρας Χριστοῦ παρουσίας μέλλοντος ἐφίστασθαι τοῦ ἀντιχρί‐ στου· φασὶ γὰρ αὐτοὺς προελθεῖν καὶ προδιαμαρτύρασθαι
25ἀπάτην εἶναι τὰ παρ’ αὐτοῦ γενησόμενα σημεῖα καὶ ὡς οὐ δεῖ πιστεῦσαι τῷ ἀλητηρίῳ. περὶ τούτων νῦν ἡ ὀπτασία διαλέγεται· ὅτι προφητεύσουσιν ἡμέρας τοσάσδε ἢ μυστι‐
κόν τινα λέγουσα ἀριθμὸν ἢ τὸν πάντως ἐσόμενον. τοῦτο128

129

δὲ ποιήσουσι περιβεβλημένοι φησὶ σάκκους. πενθήσουσι γὰρ ἐπὶ τῇ ἀπειθείᾳ τῶν τότε ἀνθρώπων. οὗτοί φησίν εἰσιν αἱ δύο ἐλαῖαι καὶ αἱ δύο λυχνίαι αἱ ἐνώπιον τοῦ Κυρίου ἐπὶ τῆς γῆς ἑστῶσαι. Ζαχαρίας ὁ θεσπέσιος προφήτης εἶδε
5λυχνίαν, ἑπτὰ λύχνους ὑπερείδουσαν, καὶ δύο κλάδους ἐλαιῶν, ἀλλὰ τοὺς κλάδους ἑστῶτας ἐν δύο λύχνων μυξωτῆρσιν, οὕτω πως λέγων· τί οἱ δύο κλάδοι τῶν ἐλαιῶν οἱ ἐν ταῖς χερσὶ τῶν δύο μυξωτήρων τῶν χρυσῶν· καὶ ἤκουσε παρὰ τοῦ χρηματίζοντος ἀγγέλου τοὺς υἱούς τ’ εἶναι τῆς πιότητος, οἳ
10παρεστήκασι τῷ Κυρίῳ πάσης τῆς γῆς. ἆρα οὖν μὴ περὶ αὐτῶν καὶ νῦν λέγει; τὸ γὰρ μετὰ τῶν ἄρθρων κεῖσθαι οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι· καὶ αἱ δύο λυχνίαι, πρός τι ὁμο‐ λογημένον σημαινόμενον τὴν δήλωσιν ποιεῖται, πλὴν ὅτι τοὺς ἐκεῖ δύο μυξωτῆρας ἐνταῦθα δύο λυχνίας ἐκάλεσεν. ὅτι
15μὲν οὖν εἰς τοὺς δύο λαούς, τοὺς ἐξ Ἰουδαίων καὶ ἐθνῶν οἱ δύο κλάδοι τῶν ἐλαιῶν ἡρμηνεύθησαν, τοῖς ἁγίοις οὐκ ἠγ‐ νόηται. δύναται μέντοι καὶ τοὺς δύο περὶ ὧν νῦν ὁ λόγος σημαίνειν προφήτας. καὶ τοὺς ἀδικῆσαί φησι θέλοντας αὐτοὺς πῦρ ἐκπορευόμενον διὰ τῶν στομάτων αὐτῶν ἀμυνεῖ‐
20ται, καὶ ἔχουσιν ἐξουσίαν κλεῖσαι τὸν οὐρανὸν, ἵνα μὴ βρέξει τὰς ἡμέρας τῆς προφητείας αὐτῶν. τοῦτο τῶν λίαν πιθανο‐ τάτων· εἰ γὰρ τοιαύτην εἶχεν ὁ εἷς αὐτῶν ἐξουσίαν, Ἠλίας ὁ Θεσβίτης καὶ πρὶν ἀποπληροῦν τὴν Χριστοῦ διακονίαν, πῶς ἀπίθανον σχήσειν αὐτὸν προτρέχοντα
25Χριστοῦ; καὶ ἐξουσίαν φησὶν ἔχουσιν ἐπὶ τῶν ὑδάτων στρέφειν αὐτὰ εἰς αἷμα καὶ πατάξαι τὴν γῆν ἐν πάσῃ πληγῇ ὁσάκις ἂν θελήσωσιν. ἐπειδὴ γὰρ ἡ παρουσία τοῦ ἀντιχρίστου κατ’ ἐνέρ‐
γειαν γενήσεται τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ129

130

τέρασι ψεύδους, ὥς φησιν ὁ Παῦλος γράφων τὴν δευτέραν Θεσσαλονικεῦσιν ἐπιστολήν, εἷλκον δὲ εἰς συγκατάθεσιν καὶ πίστιν τὰ σημεῖα, διὰ τοῦτο καὶ οἱ δύο προφῆται οἱ περὶ αὐτὸν λέγοντες ὅτι πλάνος ἐστὶ καὶ ἀπατέων, σημείοις
5χρήσονται παντοδαποῖς ἵνα τοὺς ἀκούοντας εἰς πίστιν ἐφελ‐ κύσωνται.
καὶ ὅταν τελέσωσι τὴν μαρτυρίαν αὐτῶν, τὸ θηρίον τὸ ἀνα‐
βαῖνον ἐκ τῆς ἀβύσσου ποιήσει μετ’ αὐτῶν πόλεμον καὶ νική‐
σει αὐτοὺς καὶ ἀποκτενεῖ αὐτούς. καὶ τὸ πτῶμα αὐτῶν
10ἐπὶ τῆς πλατείας θήσει τῆς πόλεως τῆς μεγάλης, ἥτις καλεῖται πνευματικῶς Σόδομα καὶ Αἴγυπτος, ὅπου καὶ ὁ Κύριος αὐτῶν ἐσταυρώθη. καὶ βλέπουσιν ἐκ τῶν λαῶν καὶ γλωσσῶν καὶ φυλῶν καὶ ἐθνῶν τὸ πτῶμα αὐτῶν. καὶ οὐκ ἀφήσουσιν τεθῆναι εἰς μνῆμα· καὶ οἱ κατοικοῦντες
15
ἐπὶ τῆς γῆς χαίρουσιν ἐπ’ αὐτοῖς καὶ εὐφραίνονται,
καὶ δῶρα πέμψουσιν ἀλλήλοις, ὅτι οὗτοι οἱ δύο προφῆται
ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. καὶ ὅταν τελέσωσί
φησι τὴν μαρτυρίαν· μαρτυρήσουσι γὰρ ὅτι ὁ μὲν παρὼν οὗτος οὐκ ἔστιν ὁ Χριστός, ἀπατέων
20δέ τίς ἐστι καὶ πλάνος καὶ ὀλέθριος. ἥξει δὲ ὅσον οὔπω ὁ τοῦ Θεοῦ υἱός, ᾧ καὶ πιστευτέον ὡς Σωτῆρι καὶ Θεῷ καὶ ἐπ’ εὐεργεσίᾳ τῶν ἀνθρώπων, καὶ πάλαι παραγεγονότι, καὶ νῦν παραγενομένῳ. καὶ τὸ θηρίον φησὶ τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου. θηρίον μὲν τὸν ἀντίχριστον λέγει διὰ τὸ ὠμὸν
25καὶ ἀπάνθρωπον καὶ αἱμοβόρον· ἄβυσσον δὲ τὸν τῶν ἀν‐130

131

θρώπων βίον, τὸν πικρὸν ταῖς ἁμαρτίαις καὶ ἁλμυρὸν καὶ ἀστατοῦντα τῇ περιφυσήσει τῶν τῆς πονηρίας πνευμά‐ των. οὐ γὰρ ἐξ ἄλλης τινὸς οὐσίας ἐγερθήσεται ὁ ἀλητή‐ ριος, ἀλλ’ ἐκ τῆς ἀνθρωπίνης καὶ ἡμετέρας φύσεως· ἄν‐
5θρωπος γὰρ ἔσται, οὗ ἐστιν ἡ παρουσία κατ’ ἐνέργειαν τοῦ Σατανᾶ, καθὼς ἔναγχος εἴρηται. τοῦτο οὖν φησι τὸ θηρίον ἀποκτενεῖ τοὺς δύο μάρτυρας, καὶ τὰ πτώματα αὐτῶν ἄταφα ῥίψει ἐν ταῖς πλατείαις τῆς Ἱερουσαλήμ. ἐν αὐτῇ γὰρ βα‐ σιλεύσει ὡς Ἰουδαίων βασιλεύς, οὓς ἀπατήσας ἕξει πρὸς
10πάντα ὑπουργοῦντας καὶ πειθομένους, καθώς φησιν ὁ Κύριος παρὰ τῷ Ἰωάννῃ· ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου καὶ οὐ λαμβάνετε με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε. τὴν δέ γε Ἱερουσαλὴμ πνευματικῶς, οὐ γὰρ παθητῶς, Σόδομα καλεῖ διὰ τὴν τότε ἀσέλγειαν καὶ
15κακοδοξίαν, καὶ Αἴγυπτον, ὡς καταδωλουμένην καὶ ἀδικοῦ‐ σαν τοὺς Χριστοῦ δούλους, καθὼς ἐκείνη τὸν Ἰσραήλ, ὅπου καὶ ὁ Κύριός φησιν αὐτῶν—τουτέστι τῶν δύο μαρτύρων— ἐσταυρώθη. ὁρῶντες δὲ οἱ τῷ ἀντιχρίστῳ ἐκ πάσης φυλῆς ἠπατημένοι τὴν ἀναίρεσιν τῶν μαρτύρων, χαρήσονται ἐπ’
20αὐτοῖς ὡς τοῦ σφῶν βασιλέως νενικηκότος. τὸ δὲ καὶ δῶρα πέμπειν ἑαυτοῖς δεῖγμα εὐφροσύνης καὶ χαρμονῆς. ὅτι φησὶν οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς—βάσανον μὲν αἰσθητὴν οὐδεμίαν· ἐπισκώπτοντες δὲ ταῖς αὐτῶν ἁμαρτίαις καὶ διελέγχοντες καὶ τὴν ἀπάτην
25αὐτῶν ἀνακαθαίροντες βασανίσουσι νοητῶς.
καὶ μετὰ τὰς τρεῖς ἡμέρας καὶ ἥμισυ πνεύματα ζωῆς ἐκ
τοῦ Θεοῦ εἰσῆλθεν αὐτοῖς, καὶ ἔστησαν ἐπὶ τοὺς πόδας131

132

αὐτῶν, καὶ φόβος μέγας ἔπεσεν ἐπὶ τοὺς θεωροῦντας αὐτούς· καὶ ἤκουσαν φωνὴν μεγάλην ἐκ τοῦ οὐρανοῦ λέγουσαν αὐτοῖς· ἀνάβητε ὧδε, καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν ἐν τῇ νεφέλῃ, καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν. καὶ ἐν ἐκείνῃ τῇ ὥρᾳ
5 ἐγένετο σεισμὸς μέγας, καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσε, καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ χιλιάδες ἑπτά, καὶ οἱ λοιποί, ἔμφοβοι γενόμενοι, ἔδωκαν δόξαν τῷ Θεῷ τοῦ οὐρανοῦ. ἡ οὐαὶ ἡ δευτέρα ἀπῆλθεν· ἰδοὺ ἡ οὐαὶ ἡ τρίτη ἔρχεται ταχύ. πάντων δήλων τυγχανόντων, καὶ αἰσθητῶς συμβαίνειν
10μελλόντων κατ’ ἐκεῖνον τὸν χρόνον, ἀπειροκαλία τὸ ἐνδια‐ τρίβειν τοῖς ὡμολογημένοις.
καὶ ὁ ἕβδομος ἄγγελος ἐσάλπισε· καὶ ἐγένοντο φωναὶ μεγάλαι
ἐν τῷ οὐρανῷ, λέγοντες· καὶ ἐγένετο ἡ βασιλεία τοῦ κόσ‐
μου τοῦ Κυρίου ἡμῶν καὶ τοῦ Χριστοῦ αὐτοῦ, καὶ βασι‐
15λεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. καὶ εἰκοσιτέσσαρες πρεσβύτεροι, οἳ ἐνώπιον τοῦ Θεοῦ κάθηνται ἐπὶ τοὺς θρό‐ νους αὐτῶν, ἔπεσον ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ Θεῷ, λέγοντες· εὐχαριστοῦμέν σοι, Κύριε, ὁ Θεός, ὁ παντο‐ κράτωρ, ὁ ὢν καὶ ὁ ἦν, ὅτι εἴληφας τὴν δύναμίν σου τὴν μεγά‐
20λην καὶ ἐβασίλευσας· καὶ τὰ ἔθνη ὠργίσθησαν, καὶ ἦλθεν ἡ ὀργή σου καὶ ὁ καιρὸς τῶν ἐθνῶν κριθῆναι, καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις καὶ τοῖς ἁγίοις καὶ
τοῖς φοβουμένοις τὸ ὄνομά σου, τοῖς μικροῖς καὶ τοῖς μεγά‐132

133

λοις, καὶ διαφθεῖραι τοὺς διαφθείροντας τὴν γῆν. καὶ ἠνοί‐ γει ὁ ναὸς τοῦ Θεοῦ ἐν τῷ οὐρανῷ, καὶ ὤφθη ἡ κιβωτὸς τῆς διαθήκης αὐτοῦ ἐν τῷ ναῷ αὐτοῦ· καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶ καὶ σεισμὸς καὶ χάλαζα μεγάλη.
5 ὡς ἐν παρεξόδῳ τὰ κατὰ τοὺς δύο μάρτυρας ἤτοι προφῆ‐ τας διηγησαμένη ἡ ὀπτασία, καὶ πάντα τὰ περὶ αὐτῶν ἐπεξελθοῦσα, ἐπὶ τὸ προκείμενον καὶ ὅθεν ἐξελήλυθεν ἔρχεται· ἐξελήλυθε δὲ ἐκ τῆς τῶν ἁγίων ἀντιδόσεως τῆς μελλούσης, καὶ ὅτι πλείους οἱ ἐξ ἐθνῶν τοῦ Ἰσραήλ, καὶ οἱ
10ἐν τῇ νέᾳ εὐαρεστήσαντες τῷ Θεῷ παρὰ τοὺς ἐν τῇ παλαιᾷ. καί φησιν τοὺ ἑβδόμου σαλπίσαντος ἀγγέλου, ἐγένοντο φωναὶ ἐν τῷ οὐρανῷ λέγουσαι ὅτι γέγονεν ἡ βασιλεία τοῦ κόσ‐ μου τῷ Θεῷ καὶ τῷ Χριστῷ αὐτοῦ. ἀεὶ μὲν ὁ Θεὸς βασιλεύει, καὶ οὔτε ἤρξατο οὔτε μὴν παύσεται βασιλεύων οὐρανοῦ
15καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς ὁρατῶν τε καὶ νοητῶν, ἀλλὰ ἀνάρχως τε καὶ ἀτελευτήτως ἐστὶ πάντων δεσπότης καὶ κύριος. ἐπειδὴ δὲ καὶ οἱ ἄνθρωποι βασιλεῖς ἐχρημάτισαν· ἐπὶ τῆς γῆς, καὶ τρόπον τινὰ εἶχεν ὁ Θεὸς τοὺς συμβασι‐ λεύοντας αὐτῷ, λυομένης τῆς ἐπιγείου τῶν ἀνθρώπων βασι‐
20λείας τῇ συντελείᾳ τοῦ παρόντος αἰῶνος, μόνος ὁ Θεὸς βασιλεύσει. διὸ εἴρηται ὅτι ἐγένετο ἡ βασιλεία τοῦ κόσμου τῷ Θεῷ καὶ τῷ Χριστῷ αὐτοῦ, λυθέντων καὶ παυσαμένων τῶν ἐν τῇ γῇ βασιλευόντων ἀνθρώπων καὶ τῶν τυραννούντων δαιμόνων. ἧς γενομένης φωνῆς, προσεκύνησάν φησι τῷ Θεῷ
25οἱ πρεσβύτεροι, ἰδίαν καὶ αὐτοὶ προσαγαγόντες εὐχαριστίαν, εὐχαριστοῦμέν σοι λέγοντες, Κύριε, ὁ Θεός, ὁ παντοκράτωρ, ὁ ὢν καὶ ὁ ἦν. καὶ τὸ ὢν ἐπὶ τῆς Ἁγίας ἁρμόζει λέγεσθαι Τριάδος, καὶ τὸ ὁ ἦν, εἰ καὶ τὰ μάλιστα περὶ τοῦ Πατρὸς
εἴρηται τὸ ὁ ὤν· περὶ δὲ τοῦ Υἱοῦ τὸ ἦν, καὶ γὰρ ὤν ἐστιν133

134

ὅτε Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον· καὶ τὸ ἦν καλῶς λέγομεν ἐπὶ τοῦ Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύμα‐ τος· ὥστε ἡ εὐχαριστία τῶν πρεσβυτέρων εἰς τὴν Ἁγίαν ἀνατίθεται Τρίαδα. ὅτι φησὶν εἴληφας ἐκ τῶν ἐπὶ γῆς τὴν
5δύναμίν σου τὴν μεγάλην καὶ τὴν βασιλείαν σου ἣν ἔδωκας αὐτοῖς, καὶ σὺ νῦν μόνος βασιλεύεις· τῆς δὲ ἐπιγείου ἀπολλυμένης βασιλείας, εἰκότως τὰ ἔθνη ὠργίσθησαν, ὡς καθαιρεθέντα τῆς αὐτῶν δυναστείας, —ἔθνη λέγων τά τε τῶν δαιμόνων τά τε τῶν ἀνθρώπων τῶν ἀπίστων τάγματα.
10καὶ ἦλθεν ἡ ὀργή σού φησι καὶ ὁ κλῆρος τῶν ἐθνῶν κριθῆναι καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις καὶ τοῖς ἁγίοις. πολλά φησιν ἐπ’ αὐτοὺς πάλαι μακροθυμήσας, ἐπεὶ μηδὲν ἀπώναντο τῆς χρηστότητός σου νῦν, τουτέστιν ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ ἤγαγες κατ’ αὐτῶν τὴν ὀργήν σου,
15ἦλθέ τε καὶ πάρεστι τὰ τοῖς ἔθνεσιν ἀποκεκληρωμένα καὶ ὀφειλόμενα. τί δέ; ταῦτα ἦν τὸ κριθῆναι καὶ δοῦναι τὴν ἀντιμισθίαν τοῖς κακῶς ὑπ’ αὐτῶν πεπονθόσιν ἁγίοις, καὶ διαφθαρῆναι τῇ τῆς κολάσεως ἀντιδόσει τοὺς φθείραντας τὴν γῆν, καὶ οἷον μολύναντας ταῖς οἰκείαις ἁμαρτίαις. καὶ
20ἠνοίχθη φησὶν ὁ ναὸς τοῦ Θεοῦ ἐν τῷ οὐρανῷ, καὶ ὤφθη ἡ κιβωτὸς τῆς διαθήκης αὐτοῦ ἐν τῷ ναῷ αὐτοῦ. τούτων φησὶν εἰρημένων, τὰ ἀποκεκρυμμένα ἀγαθὰ καὶ πρὸς τούτοις καινά τινα μυστήρια ὤφθη τοῖς ἁγίοις· τοῦτο γὰρ τὸ ἀνεω‐ χθῆναι τὴν κιβωτὸν τῆς διαθήκης. ὅτι γὰρ ἀγαθά τέ ἐστιν
25ἐν τῷ μέλλοντι αἰῶνι ἀποκεκρυμμένα ἀπὸ τῶν νῦν ἀνθρώπων,
δηλοῖ ὁ λέγων ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ134

135

καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. καὶ πάλιν ὅτι μυστήριά ἐστί τινα καὶ γνῶσις ἑτέρα τοῖς νῦν ἀγνοουμένη, δηλοῖ ὁ Κύριος εἰπών, οὐ μὴ πίω ἀπ’ ἄρτι ἐκ τοῦ γενήματος τῆς ἀμπέλου ταύτης ἕως τῆς ἡμέρας
5ἐκείνης ὅταν αὐτὸ πίνω μεθ’ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου. οἱ μὲν ἁγίοι τούτων ἠξιώθησαν, τοῖς δέ γε ἁμαρτωλοῖς ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶ καὶ σεισμοὶ καὶ χάλαζα μεγάλη, ἅ ἐστιν ἡ τρίτη οὐαί, ἐκ τῶν ἡμῖν γνωρίμων τὰς ἐπιούσας κολάσεις τοῖς ἀσεβέσι,
10καὶ τὰ ἐκ Θεοῦ δείματα ὁ λόγος αἰνίττεται.
καὶ σημεῖον μέγα ὤφθη ἐν τῷ οὐρανῷ, γυνὴ περιβεβλημένη
τὸν ἥλιον, καὶ ἡ σελήνη ἦν ὑποκάτω τῶν ποδῶν αὐτῆς, καὶ
ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα· καὶ ἐν
γαστρὶ ἔχουσα, καὶ κράζει ὠδίνουσα καὶ βασανιζομένη
15
τεκεῖν.
τὰ κατὰ τὸν ἀντίχριστον ἡμῖν τελεώτερον ἡ ὀπτασία δια‐ γράψαι βούλεται, οὗ μνήμην βραχείαν ἐν τοῖς ἔμπροσθεν πεποίηται. ἀλλ’ ἐπειδὴ τοῦ ἀναστῆναι τοῦτον καὶ ὑπὸ τοῦ Σατανᾶ προχειρισθῆναι πρόφασις γεγένηται ἡ τοῦ Κυρίου
20ἐνανθρώπησις, τὸν κόσμον οἰκειωσαμένη καὶ ὑποτάξασα— ταύτης γὰρ χάριν ὁ ἀντίχριστος διεγερθήσεται, ἐφ’ ᾧ τε πάλιν τὸν κόσμον ἀποστῆσαι μὲν τοῦ Χριστοῦ, πεῖσαι δὲ πρὸς τὸν Σατανᾶν ἐξ ὑποστροφῆς αὐτομολῆσαι—καὶ ἐπειδὴ πάλιν ἀρχὴ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως ἡ κατὰ σάρκα
25σύλληψις αὐτοῦ καὶ γέννησις ὑπῆρξεν, εἰς τάξιν τινὰ καὶ εἱρμὸν ἄγουσα ἡ θεωρία τὰ περὶ ὧν μέλλει διηγεῖσθαι, ἀπὸ τῆς τοῦ Χριστοῦ κατὰ σάρκα συλλήψεως τὴν ἀρχὴν τοῦ
διηγήματος πεποίηται, καὶ τὴν θεοτόκον ἡμῖν ζωγραφεῖ. τί135

136

γάρ φησι καὶ σημεῖον ὤφθη ἐν τῷ οὐρανῷ, γυνὴ περιβεβλημένη τὸν ἥλιον· καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς; περὶ μὲν τῆς μητρὸς τοῦ σωτῆρος ἡμῶν φησιν, ὡς εἴρηται. εἰκότως δὲ αὐτὴν ἡ ὀπτασία ἐν τῷ οὐρανῷ καὶ οὐκ ἐν τῇ γῇ γράφει,
5ὡς καθαρὰν ψυχὴν καὶ σώματι, ὡς ἰσάγγελον, ὡς οὐρανο‐ πολῖτιν, ὡς τὸν ἐν οὐρανῷ ἐπαναπαυόμενον θεόν—ὁ οὐρανὸς γάρ μοί φησι θρόνος—χωρήσασαν καὶ σαρκώσασαν, καὶ ὡς μηδὲν κοινὸν πρὸς τὴν γῆν ἔχουσαν καὶ τὰ ἐν αὐτῇ κακά, ἀλλ’ ὅλην ὑψηλήν, ὅλην οὐρανοῦ ἀξίαν εἰ καὶ τῆς
10ἡμετέρας καὶ ἀνθρωπίνης ὑπῆρχε φύσεώς τε καὶ οὐσίας. ὁμοούσιος γὰρ ἡμῖν ἡ παρθένος· τὸ γὰρ Εὐτυχοῦς ἀνόσιον δόγμα τὸ καὶ τὴν παρθένον ἑτερούσιον ἡμῖν τερατευόμενον σὺν τοῖς ἄλλοις αὐτοῦ δόγμασι τῆς δοκήσεως ἔξω που τῶν θείων αὐλῶν ἐξοριζέσθω. τί βούλεται τὸ λέγειν αὐτὴν
15περιβεβλῆσθαι τὸν ἥλιον, καὶ τὴν σελήνην ἔχειν ὑποκάτω τῶν ποδῶν αὐτῆς; ὁ θεσπέσιος προφήτης Ἀμβακοὺμ περὶ τοῦ Κυρίου προφητεύων φησὶν ἐπήρθη ὁ ἥλιος καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆς εἰς φῶς, ἥλιον λέγων τῆς δικαιοσύνης τὸν σωτῆρα ἡμῶν Χριστόν, ἢ γοῦν τὸ εὐαγγελικὸν κήρυγμα.
20οὗ φησιν ὑψωθέντος καὶ αὐξηθέντος, ἡ σελήνη, τουτέστιν ὁ Μωυσέως νόμος, ἔστη καὶ οὐκέτι προσθήκην ἐδέξατο· οὐ γὰρ ἔτι μετὰ τὴν Χριστοῦ ἐπιφάνειαν ἐκ τῶν ἐθνῶν ἔλαβε προσηλύτους ὡς τὸ πρίν, ἀλλὰ καὶ ἀφαίρεσιν καὶ μείωσιν ὑπέμεινε. τοῦτο οὖν μὴ νοήσεις καὶ ἐνταῦθα σκέπεσθαι
25τὴν ἁγίαν παρθένον τῷ ἡλίῳ τῷ νοητῷ· οὕτω γὰρ τὸν Κύριον καὶ ὁ προφήτης καλεῖ περὶ τοῦ Ἰσραὴλ λέγων ἔπεσεν πῦρ ἐπ’ αὐτοὺς καὶ οὐκ εἶδον τὸν ἥλιον· ἡ δέ γε
σελήνη, τουτέστιν ἡ κατὰ νόμον ἱερουργία καὶ ἡ κατὰ136

137

νόμον πολιτεία, ἅτε ὑποβιβασθεῖσα καὶ παρὰ πολὺ μείων ἑαυτῆς γενομένη, ὑπὸ πόδας ἐστί, νικηθεῖσα τῇ εὐαγγελικῇ λαμπρότητι. καλῶς δὲ τὰ ἐν νόμῳ σελήνην ὠνόμασεν, ὡς καὶ αὐτὰ ὑπὸ τοῦ ἡλίου τουτέστι Χριστοῦ φωταγωγη‐
5θέντα, ὥσπερ καὶ ἡ αἰσθητὴ σελήνη ὑπὸ τοῦ ἡλίου τοῦ αἰσθητοῦ. ὡς δὲ πρὸς τὸ δηλούμενον, ἀκολουθότερον ἦν εἰπεῖν τῷ ἡλίῳ μὴ περιβεβλῆσθαι τὴν γυναῖκα, ἀλλὰ τὴν γυναῖκα περιβεβληκέναι τὸν ἐν γαστρὶ περιεχόμενον ἥλιον· ἀλλ’ ἵνα δείξῃ καὶ ἐν τῇ ὀπτασίᾳ ὅτι κυοφορούμενος ὁ
10Κύριος τῆς οἰκείας μητρὸς καὶ πάσης κτίσεως ὑπῆρχε σκέπη, αὐτὸν ἔφη περιβεβληκέναι τὴν γυναῖκα. ὅμοιον ἔφη καὶ ὁ θεῖος ἄγγελος πρὸς τὴν ἁγίαν παρθένον· πνεῦμα Κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι. τὸ γὰρ ἐπισκιάζειν, τὸ σκέπειν, καὶ περιβεβληκέναι ταὐτόν
15ἐστιν κατὰ δύναμιν. καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς φησι στέ‐ φανος ἀστέρων δώδεκα. στεφανοῦται γὰρ ἡ παρθένος τοῖς δώδεκα ἀποστόλοις κηρύσσουσι Χριστὸν συγκηρυσσομένη. καὶ ἐν γαστρὶ ἔχουσά φησι καὶ κράζει ὠδίνουσα καὶ βασανι‐ ζομένη τεκεῖν· καί τοί φησιν ὁ Ἡσαΐας περὶ αὐτῆς πρὶν
20τὴν ὠδίνουσαν τεκεῖν καὶ πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδί‐ νων, ἐξέφυγε καὶ ἔτεκεν ἄρσεν· καὶ ὁ Γρηγόριος ἐν λόγῳ δεκάτῳ τρίτῳ τῆς Ἑρμηνείας τοῦ Ἄσματος περὶ τοῦ Κυρίου φησὶν οὗ ἀσυνδύαστος μένει ἡ κυοφορία, ἀμόλυντος δὲ ἡ λοχεία. ἀνώδυνος δὲ ἡ ὠδίς. εἰ οὖν παρὰ τῷ τοσούτῳ προφήτῃ καὶ
25τῷ τῆς ἐκκλησίας διδασκάλῳ τὸν πόνον τῶν ὠδίνων ἐκπέ‐ φευγεν ἡ παρθένος, πῶς ἐνταῦθα κράζει ὠδίνουσα καὶ βα‐
σανιζομένη τεκεῖν; οὐκ ἐναντιότης τὸ εἰρημένον, μὴ γένοιτο·137

138

οὐδὲν γὰρ ἂν εἴη ἐναντίον παρὰ τῷ ἕνι καὶ τῷ αὐτῷ τῷ δι’ ἀμφοτέρων λαλήσαντι, ἀλλὰ τὸ ἐνταῦθα κράζει καὶ βασανίζεται οὕτω νοήσεις. ἄχρι οὗ ὁ θεῖος ἄγγελος τῷ Ἰωσὴφ εἶπε περὶ αὐτῆς ὅτι ἐκ Πνεύματος Ἁγίου ἐστὶ τὸ
5κυοφορούμενον, ἐν ἀθυμίαις ἦν ὡς εἰκὸς ἡ παρθένος ἐρυ‐ θριῶσα τὸν μνηστευσάμενον, καὶ λογιζομένη μὴ ἄρα πως ὑπονοήσοι ἐκ λαθραίων γάμων αὐτὴν ὠδίνειν· ἣν ἀθυμίαν καὶ λύπην κατὰ τοὺς τῆς τροπῆς νόμους κραυγὴν καὶ βάσα‐ νον ὠνόμασε, καὶ οὐ θαυμαστόν. καὶ γὰρ καὶ τῷ θεσ‐
10πεσίῳ Μωυσῇ νοητῶς ἐντυγχάνοντι τῷ Θεῷ καὶ ἀθυμοῦντι —ἑώρα γὰρ ἐν ἐρήμῳ τὸν Ἰσραὴλ καὶ θαλάσσῃ καὶ πολε‐ μίοις κεκυκλωμένον—εἴρηται παρὰ τοῦ Θεοῦ τί βοᾶς πρός με; οὕτω καὶ νῦν τὴν εἰς νοῦν καὶ καρδίαν λυπηρὰν διάθεσιν τῆς παρθένου, κραυγὴν ἡ ὀπτασία φησίν. ἀλλ’ ὁ τῆς
15ἀχράντου δούλης σου καὶ κατὰ σάρκα μητρός, ἐμῆς δὲ δεσποίνης, τῆς ἁγίας θεοτόκου τὴν ἀθυμίαν λύσας τῷ ἀρ‐ ρήτῳ σου τόκῳ, λῦσον καὶ τὰς ἐμὰς ἁμαρτίας· πρέπει γάρ σοι ἡ δόξα εἰς τὸν αἰῶνα, ἀμήνΛόγος ἕβδομος
20 πληρώσας ἐν μέρει τὴν θεωρίαν τῆς περὶ τῆς κοινῆς δεσ‐ ποίνης τῆς ἁγίας ἀειπαρθένου καὶ θεοτόκου Μαρίας, ἄλλην ἡμῖν παραδίδωσι λέγων·
καὶ ὤφθη ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ. καὶ ἰδοὺ δράκων πυρ‐
ρὸς μέγας, ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα, καὶ ἐπὶ τὰς
25κεφαλὰς ἑπτὰ διαδήματα, καὶ ἡ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον
τῶν ἄστρων ἐν τῷ οὐρανῷ, καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν.138

139

καὶ ὁ δράκων ἔστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης τεκεῖν, ἵνα ὅταν τέκῃ τὸ τέκνον αὐτῆς καταφάγῃ. καὶ ἔτεκεν υἱὸν ἄρσενα, ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη ῥάβδῳ σιδηρᾷ· καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν
5 Θεὸν καὶ πρὸς τὸν θρόνον αὐτοῦ. καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον, ὅπου ἔχει ἐκεῖ τόπον ἡτοιμασμένον ἀπὸ τοῦ Θεοῦ, ἵνα ἐκεῖ τρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα. ὥσπερ ἐν ἀρχῇ τῆς ἡγησαμένης ὀπτασίας εἴρηται, ὅτι
10τὰ κατὰ τὸν ἀντίχριστον τελεώτερον ἡ ὀπτασία διηγήσα‐ σθαι βουλομένη, ἀρχὴν ποιεῖται τὴν τοῦ Κυρίου σύλληψίν τε καὶ γέννησιν, ἧς χάριν καὶ προβέβληται ὑπὸ τοῦ κοινοῦ πάντων ἐχθροῦ καὶ πολεμίου ὁ λυμεὼν ἐκεῖνος ὅπως τοὺς ὑπὸ τοῦ Κυρίου συναχθέντας αὖθις ἀνδραποδίσηται, οὕτω
15καὶ νῦν λεκτέον, ὅτι τὰ κατὰ τὸν ἀντίχριστον διηγήσασθαι ἡ ὀπτασία βουλομένη, τῆς πρόσθεν εἰρημένης ἀρχῆς— φημὶ δὴ τῆς τοῦ Κυρίου γεννήσεως—ἄλλην προτερεύουσαν ἀρχὴν ποιεῖται, τὴν κατὰ τὸν Σατανᾶν, πῶς κατενήνεκται ἐκ τοῦ οὐρανοῦ, εἰ καὶ ἐν τῇ ἑξῆς ὀπτασίᾳ σαφέστερον τοῦτό
20φησι, προσθεὶς ὅτι καὶ ἐπεβούλευσε τῷ Κυρίῳ, ἵνα τῆς ἀρχῆς ὥσπερ θεμελίου τινὸς προκαταβληθείσης τὰ λοιπὰ προσεποικοδομήσῃ διηγήματα τὰ κατὰ τὸν ἀντίχριστον καὶ τὰ ὑπ’ αὐτοῦ πεπραγμένα. τούτων οὕτω προαφηγηθέντων, ἐπὶ τὴν τῶν ῥητῶν ἐπίσκεψιν μεταβητέον. καὶ ὤφθη φησὶν
25ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ, ὥσπερ ἐπιρραπίζων ὁ λόγος τὸν ἀρχέκακον Σατανᾶν, ὅτι οὐράνιος ὢν διὰ τὴν ἔπαρσιν χαμερ‐
πὴς γεγένηται· ἐν τῷ οὐρανῷ αὐτὸν προδείκνυσιν, ἵνα εἰδείη139

140

ὁ ἀποστάτης ἐξ οἵων εἰς οἷα καταπέπτωκε. καὶ ἰδού φησι δράκων πυρρὸς μέγας. δράκοντα μὲν τὸν Σατανᾶν καλεῖ διὰ τὸ σκολιόν· οὕτω γὰρ αὐτὸν καὶ ὁ Ἡσαΐας λέγει· ἐπὶ τὸν δράκοντα λέγων τὸν ὄφιν τὸν σκολιόν· πυρρὸς δὲ διὰ τὸ αἱμο‐
5βόρον καὶ ὀργίλον. ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα· καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ἑπτὰ διαδήματα. οὐδὲ ὁ προφήτης αὐτὸν ἠγνόησεν ὥς ἐστι πολυκέφαλος· τοιγαροῦν φησι πρὸς τὸν Θεόν· σὺ συνέτριψας τὰς κεφαλὰς τοῦ δράκοντος· ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν. πολυκέφαλον δὲ
10αὐτόν φασιν, τῶν ἑπτὰ τὰ πολλὰ δηλούντων καθὼς πολ‐ λάκις εἴρηται, ὡς πολλὰς ἀρχὰς καὶ ἐπινοίας μεθοδειῶν ποιούμενον κατὰ τῶν ἀνθρώπων δι’ ὧν αὐτοὺς καταδουλοῦ‐ ται, σύμβολον γὰρ τυραννίδος τὸ διάδημα. τὰ δὲ δέκα κέρατα τὴν μεγίστην αὐτοῦ δύναμιν αἰνίττεται. τέλειος
15γὰρ ὁ δέκατος ἀριθμός, δυνάμεως δὲ σημεῖον τὸ κέρας. εἴρηται γὰρ καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου. ὅπως δέ ἐστιν δυνατός, ἔξεστι γνῶναι τὸν τῇ βίβλῳ τοῦ Ἰὼβ ἐντευξόμενον. καὶ τῇ οὐρᾷ αὐτοῦ φησι σύρει τὸ τρίτον τῶν ἄστρων τοῦ οὐρανοῦ καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν. συγ‐
20κατέβαλε γὰρ ἑαυτῷ πλείστην ἀγγέλων μοῖραν συναποστῆ‐ σαι πείσας Θεοῦ καὶ πεποίηκε χθονίους τοὺς οὐρανίους, καὶ σκότος τοὺς λαμπροὺς ὡς ἀστέρας. τὸ δὲ τῇ οὐρᾷ δηλοῖ τὸ οἷον τοῖς τελευταίοις αὐτοῦ καὶ ὀπισθίοις πλημμε‐ λήμασι· πρότερον γὰρ αὐτὸς ἀπόνοιαν καὶ ἀποστασίαν
25νοήσας, καὶ ταύτην ἱκανῶς ἐν τῷ τῆς διανοίας διαθρέψας ὑπερηφάνῳ, οὕτως ἦλθε καὶ εἰς τὸ διαφθεῖραι τοὺς λοιπούς.
καὶ ὁ δράκων φησὶν ἑστήκει ἐνώπιον τῆς γυναικὸς τῆς μελλού‐140

141

σης τεκεῖν, ἵνα ὅταν τέκῃ τὸ τέκνον αὐτῆς καταφάγῃ. ἐκ τῶν περὶ τὸν Κύριον συμβεβηκότων ὡς τεχθήσεται ὁ κατα‐ λύσων αὐτοῦ τὴν δυναστείαν, ἐπιμελῶς παρετήρει ἵνα ὅταν ἡ παρθένος τέκῃ τὸ τεχθὲν ἀπολέσῃ. τοιγαροῦν οὐκ ἠμέλει,
5ἀλλ’ ἐπήγειρε τὸν Ἡρώδην διαφθεῖραι τὸ παιδίον τὸν ἄρ‐ ρενα καὶ ἀνδρεῖον; τὸν μηδὲν ἔκλυτον ἔχοντα καὶ γυναι‐ κῶδες. πρὶν γὰρ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, ὁ Ἡσαΐας ἡμᾶς εὐαγγελίζεται, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἐναντίον βασιλέως Ἀσσυρίων. καὶ
10τίς ἐστιν οὗτος ὁ τεχθεὶς, ὁ ἄρρην, ἀποκάλυψον ἡμῖν σα‐ φέστερον, ὦ Ἰωάννη, ὅς φησι ποιμαίνειν παντὰ τὰ ἔθνη ῥάβδῳ σιδηρᾷ. ἀναφανδὸν ἡμῖν, ὦ θεσπέσιε, τὸν ἡμέτερον σωτῆρα καὶ κύριον εἴρηκας Ἰησοῦν τὸν Χριστόν· αὐτῷ γὰρ ἐπήγγελται παρὰ τοῦ οἰκείου πατρὸς αἴτησαι παρ’ ἐμοῦ
15καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσιν σου τὰ πέρατα τῆς γῆς· ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς. καὶ ἡρπάσθη φησὶ τὸ τέκνον αὐτῆς πρὸς τὸν Θεὸν καὶ πρὸς τὸν θρόνον αὐτοῦ. ὁ μὲν δράκων ὁ ἰοβόλος ἐνήδρευε, καὶ τὸν Ἡρώδην παρέ‐
20θηγεν ἀνελεῖν τὰ ἐν τῇ Βηθλεὲμ παιδία, ὡς ἐν ἐκείνοις πάντη τὸν Κύριον εὑρήσων. τὸ παιδίον δὲ προνοίᾳ τοῦ πατρὸς διέφυγε τὴν ἐπιβουλήν· ἤκουσε γὰρ χρηματισμὸν ὁ Ἰωσὴφ παραλαβεῖν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεύγειν εἰς Αἴγυπτον, ὡς μέλλοντος τοῦ Ἡρώδου ζητεῖν τὴν
25ψυχὴν τοῦ παιδίου. καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον ὅπου
ἔχει τόπον ἡτοιμασμένον ὑπὸ τοῦ Θεοῦ, ἵνα ἐκεῖ τρέφωσιν αὐτὴν141

142

ἡμέρας χιλίας διακοσίας ἑξήκοντα. ἆρα οὖν τὸ μὲν παιδίον διεσώθη ἐκ τῆς ἐπιβουλῆς τοῦ δράκοντος, ἡ δὲ γυνὴ παρε‐ δόθη εἰς διαφθοράν; οὐ μὲν οὖν, ἀλλὰ καὶ αὐτὴ διεσώθη τῇ εἰς Αἴγυπτον φυγῇ, ἥτις ἔρημος ἦν καὶ σχολάζουσα τῆς
5Ἡρώδου ἐπιβουλῆς. καὶ ἐκεῖ διῆγέ φησι καὶ διεστρέφετο ἡμέρας χιλίας διακόσιας ἑξήκοντα, αἳ συνάγουσιν ἔτη τρία ἥμισυ ὀλίγων λειπόντων. τοσοῦτον γὰρ ἴσως χρόνον ἐν τῇ Αἰγύπτῳ διεγένετο ἡ θεοτόκος, ἄχρι τῆς Ἡρώδου τελευ‐ τῆς, μεθ’ ἣν πάλιν αὐτοὺς χρηματισμὸς ἀγγέλου πρὸς τὴν
10Ἰουδαίαν εἵλκυσε.
καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ, ὁ Μιχαὴλ καὶ οἱ ἄγγελοι
αὐτοῦ πολεμῆσαι μετὰ τοῦ δράκοντος. καὶ ὁ δράκων ἐπο‐
λέμησε καὶ οἱ ἄγγελοι αὐτοῦ. καὶ οὐκ ἴσχυσαν, οὐδὲ τόπος
εὑρέθη αὐτῷ ἐν τῷ οὐρανῷ. καὶ ἐβλήθη ὁ δράκων ὁ μέγας,
15
ὁ ὄφις ὁ ἀρχαῖος, ὁ καλούμενος Διάβολος· καὶ ὁ Σατανᾶς,
ὁ πλανῶν τὴν οἰκουμένην ὅλην, ἐβλήθη εἰς τὴν γῆν, καὶ οἱ
ἄγγελοι μετ’ αὐτοῦ ἐβλήθησαν.
ὥσπερ κατ’ ἐπανάβασιν ἀεὶ τῆς εἰρημένης ἀρχῆς, ἀρχὴν πρεσβυτέραν ἐπινοεῖ, ἧς ἐν μέρει καὶ πρόσθεν ἐπεμνήσθη,
20τὰ κατὰ τὸν ἀντίχριστον ἡμῖν διηγεῖσθαι μέλλουσα ἡ ὀπτα‐ σία· ἀρχὴ γὰρ πρώτη τῶν κατ’ αὐτῶν, ἡ τοῦ Σατανᾶ ἡ τοῦ οὐρανοῦ πτῶσις. περὶ ἧς καὶ ὁ Κύριός φησιν εἶδον τὸν Σατανᾶν ἐκ τοῦ οὐρανοῦ ὡς ἀστραπὴν πεσόντα. τί οὖν λέγει καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ; φησὶν ἡ θεῖα γραφὴ
25τὸν Σατανᾶν τραχηλιᾶσαι κατὰ τοῦ Θεοῦ, τουτέστι σκληρὸν142

143

αὐτῷ καὶ ἀγέρωχον ἀντανατεῖναι τράχηλον, καὶ ἀποστα‐ σίαν μελετῆσαι. ἀλλ’ ὁ μὲν Θεός, ἅτε φύσει ἀγαθὸς ὢν καὶ ἀνεξίκακος, ἐμακροθύμει ἐπ’ αὐτῷ· οἱ δέ γε θεῖοι ἄγγελοι μὴ ἐνεγκόντες τὴν ὕβριν τοῦ σφῶν δεσπότου ἐξώθησαν
5αὐτὸν τῆς μετ’ αὐτῶν διαγωγῆς. τοῦτο νῦν φησιν ὅτι ὁ Μιχαήλ, εἷς δὲ οὗτος τῶν ἐν ἀγγέλοις μεγάλων ἀρχόντων, ἐπολέμησε κατὰ τοῦ Σατανᾶ καὶ τῶν ὑπ’ αὐτόν. ὁ δέ γε Σατανᾶς οὐκ ἴσχυσε πρὸς τὸν κατ’ αὐτοῦ πόλεμον· οὐδὲ τό‐ πος ηὑρέθη φησὶ φυγῆς αὐτῷ ἢ γοῦν οἰκήσεως ἐν τῷ
10οὐρανῷ, καὶ ἐβλήθη κάτω εἰς τὴν γῆν, ἢ τοῦτο αἰσθητῶς παθών, ἢ ὅτι τοῦ ἀγγελικοῦ καὶ οὐρανίου περιαιρεθεὶς ἀξιώ‐ ματος, εἰς γήϊνον κατερρίφη φρόνημα. εἶτα ὥσπερ ἀμυνό‐ μενος, τὸν Θεὸν διὰ τὴν πτῶσιν, ἐπεὶ μὴ αὐτὸν ἀδικῆσαι ἐνῆν, τοὺς αὐτοῦ δούλους ἀδικεῖ τοὺς ἀνθρώπους, καὶ πλανᾷ
15καὶ ἀφιστᾶν πειρᾶται Θεοῦ, ταύτῃ τὸν αὐτὸν δεσπότην ἀδικεῖν οἰόμενος.
καὶ ἤκουσα φωνὴν μεγάλην ἐν τῷ οὐρανῷ λέγουσαν ἄρτι
ἐγένετο ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ βασιλεία τοῦ Θεοῦ
ἡμῶν καὶ ἡ ἐξουσία τοῦ Χριστοῦ αὐτοῦ, ὅτι ἐβλήθη ὁ κατήγο‐
20ρος τῶν ἀδελφῶν ἡμῶν, ὁ κατηγορῶν αὐτῶν ἐνώπιον τοῦ Θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτός· καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν διὰ τὸ αἷμα τοῦ ἀρνίου καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας αὐτῶν, καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν ἄχρι θανάτου· διὰ τοῦτο εὐφραίνεσθε οὐρανοὶ καὶ οἱ ἐν αὐτοῖς σκηνοῦντες· οὐαὶ τὴν
25 γῆν καὶ τὴν θάλασσαν, ὅτι κατέβη ὁ Διάβολος πρὸς ὑμᾶς, ἔχων θυμὸν μέγαν, εἰδὼς ὅτι ὀλίγον καιρὸν ἔχει. τὴν οἰκείαν οὖν εὐφροσύνην οἱ ἅγιοι παραδηλοῦντες
ἄγγελοι ἣν ἔσχον ἐπὶ τῇ καθαιρέσει τοῦ Σατανᾶ, ἐπινίκιον143

144

ᾄδουσιν ὠδὴν τῷ Θεῷ, ἄρτι λέγοντές φησιν ἐγένετο ἡ σω‐ τηρία καὶ ἡ βασιλεία, καὶ ἔλαμψεν ἡ τοῦ Θεοῦ δύναμις, καὶ ἡ ἐξουσία τοῦ Χριστοῦ αὐτοῦ, ὅπως ἐστὶ παντοδύναμος· αὐτῆς γάρ φησι τῇ συνεργίᾳ νενικήκαμεν τὸν ἐχθρόν. καὶ ἀπῆλ‐
5θεν ἐξ ἡμῶν ὁ κατήγορος τῶν ἀδελφῶν ἡμῶν, ὁ κατηγορῶν αὐτῶν ἐνώπιον τοῦ Θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτός. ὢ τῆς μετριότητος τῶν ἁγίων ἀγγέλων· πῶς εἰσι μιμηταὶ τοῦ οἰκείου δεσπότου. ἀδελφοὺς ἑαυτῶν, καλοῦσιν τοὺς ἀνθρώ‐ πους. καὶ τί θαυμαστόν; —ὁπότε καὶ ὁ κοινὸς δεσπότης
10τοῦτο αὐτοὺς καλεῖν οὐκ ἀπηξίωσεν, ἀπαγγελῶ λέγων τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου· ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. τι δέ φασι περὶ τοῦ Σατανᾶ; ἀπῆλθεν. καθηρέθη τῆς ἀξίας. οὐκέτι αὐτῷ χώρα ἐνώπιον ἑστάναι τοῦ Θεοῦ, καὶ κατηγορεῖν τῶν ἀνθρώπων. καὶ αὐτοί φησι τοῖς ἴσοις αὐτὸν ἠμύναντο,
15νικήσαντες τὸν δοκοῦντα ἀήττητον ὡς καὶ κατὰ Θεοῦ τολ‐ μῆσαι. ἐνίκησαν δὲ συνεργῷ καὶ βοηθῷ χρησάμενοι τῷ τιμίῳ αἵματι τοῦ Χριστοῦ, καὶ τῷ λόγῳ τῆς ὑπὲρ αὐτοῦ μαρτυ‐ ρίας, ἣν προέκριναν τῶν οἰκείων ψυχῶν. ὧν γενομένων, εὐ‐ φραίνεσθέ φησι πάντες ἄγγελοι Θεοῦ πικροῦ γειτονήματος
20ἀπαλλαγέντες τοῦ Σατανᾶ. οὐαί φησι τὴν γῆν καὶ τὴν θάλασσαν, ὅτι κατέβη ὁ Διάβολος πρὸς ὑμᾶς ἔχων θυμὸν μέγαν, εἰδὼς ὅτι ὀλίγον καιρὸν ἔχει. καὶ εἰ κακῶς ἤμελλε τῇ γῇ καὶ τῇ θαλάσσῃ, τῇ καθόδῳ τοῦ Σατανᾶ, εἴποι τίς ἄν· διὰ τί κατῆλθεν; ὅτι τοῖς μὲν νήφουσι καὶ τὴν ἐλπίδα
25ἔχουσιν ἐπὶ τῷ Θεῷ οὐ μόνον πρὸς βλάβης οὐ γεγένη‐ ται, ἀλλὰ καὶ πρὸς ὠφελείας, διαγυμνάζων αὐτοὺς ὥσπερ
παιδοτρίβης, καὶ τοῖς πειρασμοῖς δοκιμωτέρους ἐργαζόμενος144

145

καὶ στομῶν ἴσα σιδήρῳ. ἀδικεῖ δὲ τοὺς νωθροὺς καὶ ἐξι‐ τήλους, οἳ τάχα ἂν καὶ μὴ ὑπόντος τοῦ διερεθίζοντος, ἀφ’ ἑαυτῶν ἦσαν κακοὶ εἰς φύσιν, τὰ πάθη μεταβαλόντες. λέγοντες δὲ οὐαὶ τὴν γῆν καὶ τὴν θάλασσαν, οὐ τοῦτό
5φασιν, οὐαὶ τοῖς οἰκοῦσι τὴν γῆν καὶ τὴν θάλασσαν πλέ‐ ουσιν ἀνθρώποις, ἀλλὰ τοὺς τὴν γῆν ὄντας καὶ σποδὸν κατὰ τὸ γεγραμμένον καὶ γεώδεις τὸ φρόνημα; ἔτι δὲ τοὺς εὑριπίστους, καὶ περιαγομένους καὶ ἀστάτους τὸν νοῦν. κατὰ τούτων γὰρ ὁ κοινὸς ἐχθρὸς στρατευόμενος καταδου‐
10λοῦται τοὺς ἀσθενεῖς, ἑκόντας, ὑποκύπτοντας τῇ αὐτοῦ τυραν‐ νίδι. εἰδώς φησιν ὅτι ὀλίγον καιρὸν ἔχει. ὀλίγος γὰρ ὁ ἐκ τῆς τοῦ Διαβόλου καταπτώσεως καιρὸς ἄχρι τῆς κρίσεως αὐτοῦ καὶ ἀνταποδόσεως πρὸς τοὺς ἀτελευτήτους αἰῶνας παραβαλλόμενος. τούτου χάριν καὶ Ἰακὼβ ὁ πατριάρχης,
15καίτοι ἑκατὸν ἄγων ἔτη πρὸς τοῖς τριάκοντα, ἔλεγεν ἐρωτῶν τι τῷ Φαραώ, μικραὶ καὶ πονηραὶ γεγόνασιν αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου.
καὶ ὅτε εἶδεν ὁ δράκων ὅτι ἐβλήθη εἰς τὴν γῆν, ἐδίωκε τὴν
γυναῖκα ἥτις ἔτεκεν τὸν ἄρσενα. καὶ ἐδόθησαν τῇ γυναικὶ
20αἱ δύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου, ἵνα πέτεται εἰς τὴν ἔρημον εἰς τὸν τόπον αὐτῆς, ὅπου τρέφεται ἐκεῖ καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ ἀπὸ προσώπου τοῦ ὄφεως. καὶ ἔβαλεν ὁ ὄφις ἐκ τοῦ στόματος αὐτοῦ ὀπίσω τῆς γυναικὸς
ὕδωρ ὡς ποταμόν, ἵνα αὐτὴν ποταμοφόρητον ποιήσει. καὶ145

146

ἐβοήθησεν ἡ γῆ τῇ γυναικί, καὶ ἤνοιξεν ἡ γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιε τὸν ποταμὸν ὃν ἔβαλεν ὁ δράκων ἐκ τοῦ στόματος αὐτοῦ· καὶ ὠργίσθη ὁ δράκων ἐπὶ τῇ γυναικί, καὶ ἀπῆλθεν ποιῆσαι πόλεμον μετὰ τῶν λοιπῶν τοῦ σπέρματος αὐτῆς, τῶν
5
τηρούντων τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ ἐχόντων τὴν μαρτυρίαν
Ἰησοῦ.
ἐπανάληψιν ἔχει τὰ παρόντα τῶν εἰρημένων· οὐ γὰρ τοῦτο λέγει, ὅτι μεθ’ ὃ εἶδεν ὁ δράκων ὅτι ἐβλήθη εἰς τὴν γῆν, εὐθὺς ἐδίωκε τὴν γυναῖκα, ἀλλ’ ἐπειδὴ εἶδεν ἑαυτὸν ὁ
10δράκων ἐν οἷς ὑπάρχει κακοῖς, καὶ ὅτι ἐκπέπτωκε τῆς ἀγγελι‐ κῆς ἀξίας, πικρὸς γέγονε λίαν κατὰ τῶν ἀνθρώπων, καὶ τὴν γυναῖκα τὴν τὸν σωτῆρα τῶν ἀνθρώπων γεννήσασαν ἐδίω‐ κεν, ἵνα αὐτὴν ἀπολέσῃ. ἐδίωκε δὲ τὴν γυναῖκα, ἐπεὶ ἔγνω τὸν ἐξ αὐτῆς τεχθέντα κρείττονα εἶναι τοῦ ἁλῶναι, διαφθο‐
15νούμενος τοῖς ἀνθρώποις τῆς ἐκ τοῦ Κυρίου σωτηρίας, καὶ μὴ φέρων τὴν τοσαύτην μεταβολὴν, εἰ αὐτὸς μὲν ἐξ οὐρανῶν ἀπερρίφη, ἐκ τῆς γῆς δὲ οἱ ἄνθρωποι εἰς οὐρανὸν δι’ ἀρετῆς ἀναφοιτήσειαν. καὶ ἐδόθησάν φησι τῇ γυναικὶ αἱ δύο πτέ‐ ρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου, ἵνα πέτεται εἰς τὴν ἔρημον, εἰς
20τὸν τόπον αὐτῆς, ὅπου τρέφεται ἐκεῖ καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ, ἀπὸ προσώπου τοῦ ὄφεως. ἀλλ’ οὐδὲ ἡ γυνή φησιν ὑπὸ χεῖρα γέγονεν τῷ Σατανᾷ, ἀλλὰ πέφευγεν εἰς τὴν ἔρημον. αὕτη δέ ἐστι ἡ Αἴγυπτος κατὰ τὰ πρόσθεν εἰρη‐ μένα. ὁ μὲν οὖν προφήτης ἐζήτει πτέρυγας ὡσεὶ περιστε‐
25ρᾶς, ἵνα πετασθείς, καταπαύσῃ ἐν τῇ ἐρήμῳ· τῇ δὲ πανά‐ γνῳ παρθένῳ δυνατώτεραι πτέρυγες δέδονται, τοῦ ἀετοῦ φησι τοῦ μεγάλου. πτέρυγας δὲ ἀετοῦ λέγει τὴν τοῦ θεσπε‐ σίου ἐπιφοίτησιν ἀγγέλου, ὃς τὸν Ἰωσὴφ προυτρέψατο παραλαβεῖν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεύγειν εἰς
30Αἴγυπτον, δι’ ἧς ἐπιφοιτήσεως ὡς διὰ πτερύγων ἀετοῦ τὴν146

147

Αἴγυπτον κατείληφαν. ταύτης οὖν τῆς ἐπιβουλῆς ἀπο‐ τυχὼν ὁ δράκων, ἣν διὰ τοῦ Ἡρώδου κατεσκευάκει, ἄλλην μέτεισι κατὰ τῆς παρθένου τὴν τοῦ υἱοῦ αὐτῆς ἀναίρεσιν, καὶ λοιπὸν ἀκολούθως ἀφηγεῖται τὸν σταυρὸν τοῦ Κυρίου
5καὶ τὸν θάνατον. καὶ ἔβαλέ φησιν ὁ ὄφις ἐκ τοῦ στόματος αὐτοῦ ὀπίσω τῆς γυναικὸς ὕδωρ ὡς ποταμὸν, ἵνα αὐτὴν ποταμο‐ φόρητον ποιήσῃ· ποταμὸν τὸν πειρασμὸν ἡ θεία ἀλληγορεῖ γραφή, πῆ μὲν λέγουσα, διὰ τοῦ Ἰωνᾶ ἀπερρίψας με εἰς βάθη καρδίας θαλάσσης, καὶ ποταμοὶ ἐκύκλωσάν με· πῆ δὲ διὰ τοῦ
10Κυρίου· κατέβη φησὶν ἡ βροχή· παρῆσαν οἱ ποταμοί· ἦλθον οἱ ἄνεμοι· καὶ οὐ κατέβαλον τὴν οἰκίαν τὴν τεθεμελιωμένην ἐν τῇ πέτρᾳ. ποταμὸν οὖν λέγει τὸν ἐπὶ τῷ πάθει τοῦ Κυρίου πειρασμόν. ἵνα διὰ τούτου φησὶν ἀποπνίξῃ τὴν παρθένον· καὶ ἀληθῶς, τό γε ἧκον εἰς αὐτὸν καὶ εἰς τὴν τῆς ἀλγηδόνος
15ὑπερβολήν, ἴσχυσε πληρῶσαι τὴν πρόθεσιν ὁ δράκων. τί γὰρ λέγει πρὸς αὐτὴν ὁ Συμεών; καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. ἀλλ’ ἐβοήθησεν ἡ γῆ φησι τῇ γυναικί, καὶ ἤνοιξεν ἡ γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιε τὸν ποταμὸν ὃν ἔβαλεν
20ὁ δράκων τῇ γυναικὶ ἐκ τοῦ στόματος αὐτοῦ. τὸ μὲν κατα‐ πιεῖν τὴν γῆν τὸν ποταμὸν δηλοῖ τὸ τὸν πειρασμὸν ἐν αὐτῇ δέξασθαι, τουτέστι θανατωθέντα τὸν Κύριον. ἀλλ’ οὐκ ἐν τούτῳ ἐβοήθησεν, ἀλλ’ ἐν τῷ αὐτὴν πάλιν ἀποδοῦναι τὸν Κύριον· ἀνεβίω γὰρ τριήμερος, πατήσας τὸν θάνατον, ἐπεὶ
25οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ, ἀρχηγὸν ζωῆς ὑπάρχοντα κατὰ τὸν θεσπέσιον Πέτρον. ἵνα οὕτως εἴη ἡ σύνταξις, καὶ ἐβοήθησεν ἡ γῆ τῇ γυναικί, τελείαν ἀναγνω‐
στέον· εἶτα ὡς ἐξ ἐρωτήματος, τίνα δὲ τρόπον ἐβοήθησε;147

148

κατέπιε τὸν ποταμόν, τουτέστι τὸν ἐπιβουλευθέντα Κύριον ἐν ἑαυτῇ δεξαμένη, πάλιν ἀνέδωκε, καὶ ἐν τούτῳ ἐβοήθησεν. ὡς οὖν καὶ τῆς δευτέρας ἐπιβουλῆς ἀποτετύχηκεν ὁ δράκων, τί λοιπὸν ποιεῖ τοὺς χρηματίσαντας υἱοὺς καὶ ἀδελφοὺς τοῦ
5Κυρίου, τουτέστι τοὺς πιστούς; ἐδίωκε—τούτους γὰρ τοῦ σπέρματος εἶναί φησι τῆς γυναικός· υἱοὶ γὰρ καὶ ἀδελφοὶ τοῦ Κυρίου οἱ πιστοὶ κατὰ τὸ γεγραμμένον ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, καὶ αὖθις ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. ἆρα οὖν καὶ τῆς συγγενείας εἰσὶ τῆς
10αὐτοῦ μητρός—καὶ πόλεμον ἐποίει μετ’ αὐτῶν, διώκων καὶ ἐπιβουλεύων, ἀποκτιννὺς διὰ τῶν τυράννων καὶ δυναστῶν τῆς γῆς, ἐπειδὴ Θεὸν εἶναι τὸν ἐκ τῆς παρθένου τεχθέντα ἐμαρτύρουν.
καὶ ἐστάθην παρὰ τὴν ἄμμον τῆς θαλάσσης. καὶ εἶδον ἐκ
15τῆς θαλάσσης θήριον ἀναβαῖνον, ἔχον κέρατα δέκα καὶ κεφα‐ λὰς ἑπτά, καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα, καὶ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ὀνόματα βλασφημίας. καὶ τὸ θηρίον ὃ εἶδον ἦν ὅμοιον παρδάλει, καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος. καὶ ἔδωκεν αὐτῷ ὁ δρά‐
20κων τὴν δύναμιν αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ καὶ ἐξουσίαν μεγάλην. καὶ μίαν τῶν κεφαλῶν αὐτοῦ ὡς ἐσφαγμένην εἰς θάνατον, καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη. καὶ ἐθαμβήθη ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου, καὶ προσεκύνησαν τῷ δράκοντι, ὅτι ἔδωκε τὴν ἐξουσίαν τῷ θηρίῳ.
25 ἐν τῇ πρὸ ταύτης θεωρίᾳ εἶδεν ὁ θεσπέσιος εὐαγγελιστὴς σημεῖον ἐν τῷ οὐρανῷ, καὶ ἰδού φησι δράκων πυρρός. νῦν
δὲ ἡμῖν ἀφηγεῖται ἑωρακέναι ἐκ τῆς θαλάσσης θηρίον ἀνα‐148

149

βαῖνον ὅμοιον παρδάλει. εἶτα ἐν τῇ μετὰ ταύτην ὀπτασίᾳ πάλιν ὁρᾷ ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς ἔχον κέρατα δυὸ ἀρνίου. τρία τοιγαροῦν τὰ πάντα εἶδε θηρία· τὸ μὲν πρῶ‐ τον ἐν τῷ οὐρανῷ, τὸ δὲ δεύτερον ἐκ τῆς θαλάσσης, τὸ
5δὲ τρίτον ἐκ τῆς γῆς. ἀλλὰ τὸ μὲν πρῶτον καὶ τρίτον δῆλα πᾶσι τυγχάνει· τὸ μὲν γάρ ἐστιν ὁ ἀρχέκακος δράκων, ὁ ἀποστατήσας καὶ τραχηλιάσας κατὰ τοῦ Θεοῦ τοῦ παντο‐ κράτορος Σατανᾶς, τὸ δὲ τρίτον ὁ ἀντίχριστος. τοῦτο δὲ τὸ μέσον θηρίον, τὸ νῦν ἡμῖν εἰς θεωρίαν προκείμενον, ἆρα τί
10ἐστιν; οἶμαι τοῦτο τυγχάνειν μετὰ τὸν ἀποστάτην μὲν δρά‐ κοντα, τὸν Σατανᾶν, τῶν λοιπῶν δὲ προὔχοντα δαιμόνων· πολλοὶ γὰρ συνωλίσθησαν. καὶ δῆλον ἐκεῖθεν ὅτι τὸν μὲν πάντων ἄρχοντα δαιμόνων ἡ θεία λέγει γραφὴ τὴν θάλασ‐ σαν καὶ τὸν τάρταρον καταδεδικᾶσθαι, καθὼς πρόσθεν ἀπο‐
15δέδεικται, τροπικῶς μὲν ἴσως οὕτω καλοῦσα τὴν ταραχὴν καὶ τὸν κλόνον ᾧ σύνεστιν, ἐννοῶν ἐξ οἵων εἰς οἷα κατῆ‐ κται, καὶ ὅτι εἰς κρίσιν τηρεῖται μεγάλης ἡμέρας κατὰ τὸ γεγραμμένον. εἰ γὰρ μὴ τοῦτο ἦν, ἀλλ’ αἰσθητῶς ἦν ἐν τῇ θαλάσσῃ καὶ ἐν τῷ ταρτάρῳ, πῶς ἐν τῇ πρὸ ταύτης
20ἀναγέγραπται θεωρίᾳ πολλὰ μηχανησάμενος κατά τε τοῦ Κυρίου καὶ κατὰ τῆς μητρὸς αὐτοῦ; —πλὴν ὅτι κατὰ τὸ γράμμα τῆς ἱστορίας, οὐδὲ αὐτὸ ἀθετητέον, τὸν τάρταρον καὶ τὸν βυθὸν κεκλήρωται. οὗτος δέ γε ὁ δεύτερος. ὁ νῦν ἡμῖν προκείμενος, εἰσῆκται ἐν τῇ βίβλῳ τοῦ Ἰώβ, καὶ προσ‐
25διαλεγόμενος τῷ Θεῷ, καὶ τὸν Ἰὼβ ἐξαιτούμενος, καὶ μυρίας πείρας αὐτῷ προσφέρων, καὶ μέντοι καὶ λέγων ὡς ἐμπερι‐ πατήσας τὴν ὑπ’ οὐρανὸν πάρεστι. καὶ οὐ μόνον ἡ βίβλος
τοῦ Ἰώβ, ἀλλὰ καὶ ὁ Κύριος μνήμην αὐτοῦ πεποίηται παρὰ149

150

τῷ Ἰωάννῃ τοῖς Ἰουδαίοις προσφωνῶν· ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ Διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ’ ἀρχῆς, καὶ ἐν τῇ ἀλη‐ θείᾳ οὐχ ἕστηκεν, ὅτι οὐκ ἔστι ἀλήθεια ἐν αὐτῷ. ὅταν λαλῇ
5τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶ καὶ ὁ πατὴρ αὐτοῦ, πατέρα τοῦ Διαβόλου καλῶν, τούτου δὴ τοῦ νῦν ἡμῖν εἰς θεωρίαν προκειμένου, τὸν ἀποστάτην δράκοντα, ὡς ἀρχηγέτην αὐτῶν καὶ πρωτουργὸν τῆς ἀποστασίας γενό‐ μενον· ὥσπερ καὶ ὁ ἱερὸς Ἁβραὰμ πατὴρ ἐθνῶν χρηματίζει
10ὡς προκατάρξας αὐτοῖς τῆς πίστεως κατὰ τὸ πρὸς αὐτὸν εἰρημένον, πατέρα πολλῶν ἐθνῶν τέθεικά σε. τούτων οὕτω κατὰ τὴν ἐμὴν οἴησιν διευκρινηθέντων, ἐπανέλθωμεν εἰς τὸ προκείμενον. εἶδόν φησιν ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον, ἔχον κέρατα δέκα καὶ κεφαλὰς ἑπτά, καὶ ἐπὶ τῶν κεράτων
15αὐτοῦ δέκα διαδήματα. ἐκ τῆς θαλάσσης ὁρᾷ αὐτὸν ἀνα‐ βαίνοντα· ἡ γὰρ ἄνοδος αὐτῷ καὶ οἷον ἡ ὕψωσις ἐκ τοῦ τεταραγμένου καὶ ἀστάτου βίου τῶν ἀνθρώπων ἐστί, τῶν χειροτονησάντων αὐτὸν καθ’ ἑαυτῶν τύραννον· τὰ δέ γε δέκα κέρατα δυναστείαν αὐτῷ μεγάλην προμαρτυρεῖ, ὥσπερ
20καὶ αἱ ἑπτὰ κεφαλαὶ μεθοδείας τινὰς καὶ ἀρχὰς δόλων καὶ κατασκευῶν· τέλειοι γὰρ ἀριθμοὶ ὅ τε δέκα καὶ ὁ ἑπτά. διαδήματα δὲ ἦν αὐτοῦ περὶ τὰ κέρατα δεικνύντα δυνάστην αὐτὸν κατὰ τῆς ἀνθρωπότητος γενόμενον, ἡμῶν ἐξ ἀπάτης αὐθαιρέτως ἑαυτοὺς παραδεδωκότων αὐτῷ. καὶ ἐπὶ τῆς
25κεφαλῆς αὐτοῦ φησιν ὀνόματα βλασφημίας. καλῶς ἐπὶ τῆς κεφαλῆς αὐτοῦ· καθ’ ἑαυτοῦ γὰρ μαίνεται καὶ κατὰ τῆς οἰκείας κεφαλῆς εἰς Θεὸν παροινῶν, καὶ συλῶν μὲν ἐκ τοῦ
Θεοῦ τὸ σέβας, ἑαυτῷ δὲ ἀνατιθείς. καὶ τὸ θηρίον φησὶν 150

151

εἶδον ὅμοιον ἦν παρδάλει, καὶ διὰ τὸ ὀξύρροπον, οἶμαι, καὶ ταχὺ πρὸς ἐπιβουλάς. καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκου φησίν, οἱονεὶ εὐσθενεῖς καὶ ὑπομονητικοὶ ὡς καὶ ἐμπεριπατεῖν τὴν ὑπ’ οὐρανὸν εἰς ἐπιβουλὴν τῶν ἀνθρώπων. καὶ τὸ στόμα
5αὐτοῦ φησιν ὡς στόμα λέοντος· περιέρχεται γὰρ ὁ ἀντίδικος ἡμῶν Διάβολος ὡς λέων, τίνα καταπίῃ κατὰ τὸ γεγραμμένον. καὶ ἔδωκέ φησιν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ. ἡ δέ γε δύναμις τοῦ ἀποστάτου δράκοντος ἐν ταῖς ἀπάταις καὶ τοῖς δόλοις ἐστὶ τούτων, καὶ αὐτῷ γέγονεν αἴτιος καὶ διδάσ‐
10καλος. καὶ ὁρῶ φησι μίαν τῶν κεφαλῶν αὐτοῦ ὡς ἐσφαγμένην εἰς θάνατον· καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη. τοῦτον τὸ σημαινόμενον εἰδείη ἂν αὐτὸς ὁ πνευματοφόρος εὐαγγελιστής· ὡς δὲ ἐμοὶ καταφαίνεται, τοιοῦτόν τι δηλοῖ· ἣν γὰρ ἔλαβεν ὁ Διάβολος θανατηφόρον πληγὴν κατὰ μιᾶς
15τῶν κεφαλῶν διὰ τῆς τοῦ Ἰσραὴλ θεοσεβείας, ταύτην ἰάθη διὰ τῆς ἐκείνων πάλιν εἰδωλολατρείας. καὶ ἐθαμβήθη φησὶν ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου. πῶς γὰρ οὐκ ἔμελλε καὶ τὸ θεοσεβὲς ἔθνος τοῦ Ἰσραὴλ προσκεκυνηκὸς αὐτῷ; καὶ τοῦτό ἐστι τὸ εἰρημένον τῷ Ἡσαΐᾳ ἐκ προσώπου τοῦ Θεοῦ
20πρὸς τὸν Ἰσραήλ· δι’ ὑμᾶς τὸ ὄνομα μου διὰ παντὸς βλασφη‐ μεῖται ἐν τοῖς ἔθνεσιν, ἀλλὰ καὶ τὸν ἀρχέκακον συμπροσεκύ‐ νησαν δράκοντα τὸν τῆς τοσαύτης ἀπάτης καὶ τῶν δολερῶν μεθοδιῶν αἴτιον ὑπάρχοντα τῷ θηρίῳ.
καὶ προσεκύνησαν τῷ θηρίῳ· καὶ τίς δύναται πολεμῆσαι
25μετ’ αὐτοῦ; καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ βλασ‐151

152

φημία, καὶ ἐδόθη αὐτῷ ἐξουσία ποιῆσαι μῆνας τεσσαρακον‐ ταδύο. καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ εἰς βλασφημίαν πρὸς τὸν Θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ, καὶ τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας. καὶ ἐδόθη αὐτῷ
5 ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος. καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ κατοικοῦντες τὴν οἰκου‐ μένην, οὗ οὐ γέγραπται τὸ ὄνομα αὐτοῦ ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ οὐρανοῦ τοῦ ἐσφραγισμένου ἀπὸ καταβολῆς κόσμου. ἐξ ὧν κατεστρατήγησε τοῦ Ἰσραὴλ τὴν εὐφημίαν αὐτῷ
10πλέκουσιν οἱ ἁλόντες αὐτῷ, τίς ὅμοιος, λέγοντες τῷ θηρίῳ, καὶ τίς δύναται πολεμῆσαι μετ’ αὐτοῦ. πάντων φησὶν ἡττη‐ μένων καὶ ὑπὸ πόδας πεσόντων, καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ βλασφημία. ἐδόθη παρὰ τίνος; παρὰ τῶν ἐξαπατηθέντων καὶ προσκεκυνηκότων ἀνθρώπων αὐτῷ·
15ὑπερηφανίας γὰρ τὸ ὑψηγορεῖν. τί γὰρ τούτου μεῖζον; — τοῦ λέγειν εἰς τὸν οὐρανὸν ἀναβήσομαι· ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου. καὶ μικρὸν ὑποβάς, ἔσομαί φησιν ὅμοιος τῳ ὑψίστῳ, ὡς Ἡσαΐας αὐτὸν κωμωδεῖ, ἃ δὴ ταῦτα καὶ βλασφημίαι κατὰ Θεοῦ τυγχάνουσι. καὶ ἐδόθη φησὶν
20αὐτῷ ἐξουσία ποιῆσαι μῆνας τεσσαρακονταδύο. ἐν τοῖς φθά‐ σασι τοὺς τεσσαρακονταδύο μῆνας εἰς βραχὺν χρόνον ἐδεξάμεθα. πᾶς γὰρ χρόνος βραχύς, κἂν ὅτι μάλιστα
μακρὸς εἶναι δοκῇ, πρὸς τοὺς ἀτελευτήτους αἰῶνας παρα‐152

153

βαλλόμενος. καὶ ἤνοιξέ φησι τὸ στόμα αὐτοῦ εἰς βλασφη‐ μίαν πρὸς τὸν Θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ καὶ τὴν σκη‐ νὴν αὐτοῦ, τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας. εἴρηνται τίνες αἱ κατὰ Θεοῦ βλασφημίαι τοῦ ἀποστάτου. σκηνὴν δὲ τοῦ
5Θεοῦ λέγει τοὺς ἁγίους ἀγγέλους διὰ τὸ ἐν αὐτοῖς σκηνοῦν τὸν Θεόν. εἰ γὰρ περὶ ἀνθρώπων εἴρηται ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, τί ἄν τις εἴποι περὶ οὐρανίων δυνάμεων ὅπως ἔχουσιν ἔνοικον τὸν Θεόν; καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πάσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος. καὶ προσκυ‐
10νήσουσιν αὐτῷ πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. φθάσας εἶπον ὅτι παρὰ τῶν ἀνθρώπων τῶν ἑκόντων ὑποκλινάντων ἑαυτοὺς τῇ ὀλεθρίῳ αὐτοῦ δυναστείᾳ τὴν ἐξουσίαν εἴληφε. καλῶς δὲ εἶπεν ὅτι πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην προσκυνήσουσιν αὐτῷ· χωρὶς γὰρ τοῦ θεοσεβοῦς Ἰσραὴλ
15τοῦτο παθόντος, ἅπαν λοιπὸν εὕρηται γένος ἀνθρώπων καὶ φυλὴ προσκεκυνηκυῖα τῷ ἀλητηρίῳ. οὗ φησιν οὐ γέγραπται τὸ ὄνομα αὐτοῦ ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ οὐρανοῦ τοῦ ἐσφραγισμένου ἀπὸ καταβολῆς κόσμου λίαν ἀσφαλῶς προδιω‐ ρίσατο ἡ ὀπτασία· ἐπειδὴ γὰρ εἴρηται πάντας τοὺς κατοι‐
20κοῦντας τὴν οἰκουμένην προσκεκυνηκέναι τὸν ἀποστάτην Διάβολον, ἦσαν δὲ ὀλίγοι τινες καθαροὶ τῆς αὐτοῦ λατρείας καὶ ἐκ τῶν ἐθνῶν καὶ ἐκ τοῦ Ἰσραήλ, οἷον ὁ Ἰώβ, οἱ τέσσα‐
ρες αὐτοῦ φίλοι, ὁ Μελχισεδέκ, καὶ τοῦ Ἰσραὴλ δὲ οἱ ἅγιοι153

154

προφῆται. καὶ οἱ ἐπ’ εὐσεβείᾳ μαρτυρούμενοι παρὰ τῇ πα‐ λαιᾷ φησι πάντες αὐτῷ προσκεκυνήκασιν ἐκτὸς τούτων οἵτινες διὰ τὴν θεοσέβειαν, καὶ τῆς πολιτείας τὸ ἀκριβὲς καὶ ἀπεξεσμένον εἰσὶν ἐν οὐρανῷ γεγραμμένοι, καὶ ὑπὸ Θεοῦ
5φρουρούμενοι· τοῦτο γὰρ σημαίνει τὸ ἐσφραγίσθαι τὸ βιβλίον. περὶ τούτου τοῦ βιβλίου φησὶ ὁ Κύριος τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς παρὰ τῷ θεσπεσίῳ Λουκᾷ· πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς.
10
εἴ τις ἔχει οὖς ἀκουσάτω. εἰ τις εἰς αἰχμαλωσίαν, ὑπάγει·
εἴ τις ἐν μαχαίρᾳ ἀποκτενεῖ, δεῖ αὐτὸν ἐν μαχαίρᾳ ἀποκταν‐
θῆναι. ὧδέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων.
εἴ τις ἔχει φησὶ νοῦν συνιέναι τὰ λεγόμενα δυνάμενον, ἀκουσάτω τῶν εἰρημένων καὶ γινωσκέτω ὅτι ὁ περὶ τὸ αἰχμα‐
15λωτίζειν ἑτέρους πρόχειρος αἰχμαλωτισθήσεται ὑπὸ τοῦ θηρίου καὶ πρὸς αὐτὸ αὐθαίρετος αὐτομολήσει· μηδεμιᾶς γὰρ ἀντιλήψεως παρὰ Θεοῦ τυγχάνων, εἰς ἅπαν ἀπενεχθή‐ σεται κακόν. εἴ τις εἰς φόνους παρασκευασμένος, τὸν νοη‐ τὸν τεθνήξεται θάνατον ἐν τῇ τοῦ Διαβόλου προσκυνήσει.
20ὧδέ φησίν ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων. οὕτως ἀθῶος τῆς τοῦ πονηροῦ γίνεται δουλείας, ἧς γένοιτο δουλείας ἡμᾶς πάντας ἐλευθέρους ἀποδειχθῆναι χάριτι τοῦ καλέσαν‐ τος ἡμᾶς Θεοῦ εἰς τὴν αὐτοῦ ἐπίγνωσιν. αὐτῷ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν
25Λόγος ὄγδοος πολλὰς ἐκδρομὰς ποιησάμενος καὶ ἐκ τῶν δὲ τῶν ἀρχῶν
εἰς προγενεστέρας ἀρχὰς ἐπαναβάς, ἔφθασεν εἰς τὸ σπουδα‐154

155

ζόμενον. τὸ δὲ ἦν διηγήσασθαι ἡμῖν τὰ περὶ τοῦ δυσσε‐ βοῦς καὶ θεοστυγοὺς ἀντιχρίστου. οὗτος οὖν ἐν μέσῳ πρόκειται νῦν, καὶ ὅρα τί φησι περὶ αὐτοῦ.
καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχε κέρατα
5δύο ὅμοια ἀρνίῳ, καὶ ἐλάλει ὡς δράκων. καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ. καὶ ποιεῖ τὴν γῆν καὶ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ ἵνα προσκυνήσουσι τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ. καὶ ποιεῖ σημεῖα μεγάλα ἵνα πῦρ ποιῇ ἐκ τοῦ
10
οὐρανοῦ καταβαίνειν εἰς τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων. καὶ εἶδόν
φησι ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, ὅθεν καὶ πᾶσιν ἀνθρώποις ἡ ἀρχὴ τῆς γενέσεως. ἄνθρωπος γὰρ ὁ ἀντίχριστος, οὗ ἐστιν ἡ παρουσία κατ’ ἐνέργειαν τοῦ Δια‐ βόλου, ὡς τῷ σοφωτάτῳ Παύλῳ δοκεῖ. καὶ εἶχε κέρατα δύο
15ὅμοια ἀρνίῳ, καὶ ἐλάλει ὡς δράκων. εἰκότως ἔφη μὴ ἔχειν αὐτὸν κέρατα ἀρνίου, ἀλλὰ ὅμοια ἀρνίου, καὶ μὴ εἶναι δράκοντα, ἀλλὰ λαλεῖν ὁμοίως δράκοντι. ἐπειδὴ γὰρ ὁ ἀλητήριος πλάττεται εἶναι ὁ Χριστός, οὐκ ἔστι δέ, ὅμοια ἀρνίου δέδωκεν αὐτῷ κέρατα. καὶ ἐπειδὴ διὰ πάσης δίεισιν
20ἀνοσιουργίας ἶσα τῷ Διαβόλῳ, οὐ μὴν ἔστιν ὁ Διάβολος, οὐκ ἔφη αὐτὸν δράκοντα, ἀλλὰ λαλεῖν ὡς δράκοντα. ἐπεὶ οὖν ταῦτα οὕτως, ἐφύλαξεν αὐτῷ τὴν εἰκόνα καὶ ἐν τῇ ὀπτασίᾳ ὁ λόγος, καὶ δίδωσιν αὐτῷ σχῆμα οὐκ ἀρνίου, ἀλλ’ ὅμοιον ἀρνίου, οὔτε δράκοντος, ἀλλ’ ὅμοιον δράκοντι. ἀρνίον μὲν
25γὰρ ὁ Χριστὸς εἴρηται, δράκων δὲ ὁ Διάβολος, ἀλλ’ οὔτε τοῦτο ἦν οὔτε ἐκεῖνο. καὶ τὴν ἐξουσίαν φησὶ τοῦ πρώτου
θηρίου, πᾶσαν ποιεῖται ἐνώπιον αὐτοῦ. τουτέστιν διάδοχος155

156

τῆς ἐξουσίας γίνεται τοῦ Διαβόλου, καὶ παρασκευάζει πάν‐ τας ἐκείνῳ προσκυνεῖν, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ. τοῦτο ἐν τοῖς φθάσασιν εἴρηται. νῦν δὲ μόνον ἐπισημήνασθαι δεῖ. ἐπειδὴ γὰρ ἔφη ὅτι τὴν ἐξουσίαν τοῦ
5πρώτου θηρίου πᾶσαν ποιεῖται ἐνώπιον αὐτοῦ, πρῶτον δὲ πάντων εἰρήκει τὸν δράκοντα τὸν πυρρόν, ὃν ἔδειξεν ἐν τῷ οὐρανῷ γεγραμμένον ἡ ὀπτασία, ἵνα μήτις περὶ αὐτοῦ νο‐ μίσῃ λέγειν νῦν αὐτὸν ὡς τὴν ἐξουσίαν ἔλαβε τοῦ πρώτου θηρίου, οὐ περὶ ἐκείνου φησὶ τοῦ πάντων πρώτου λέγω, ἀλλὰ
10τοῦ μετ’ ἐκεῖνον μέν, πρώτου δὲ τοῦ ἀντιχρίστου, ὃν ἡ ὀπτα‐ σία ἔδειξεν ἐκ τῆς θαλάσσης ἀναβαίνοντα ὅμοιον παρδάλει. τούτου γὰρ ἡ πληγὴ τοῦ θανάτου ἰάσθη κατὰ τὰ πρόσθεν εἰρημένα. καὶ ποιεῖ σημεῖα μεγάλα, ἵνα πῦρ ποιῇ ἐκ τοῦ οὐρα‐ νοῦ καταβαίνειν ἐπὶ τῆς γῆς ἐνώπιον τῶν ἀνθρώπων. καὶ τὸ
15ποιεῖν σημεῖα καὶ τέρατα κατ’ ἐνέργειαν τοῦ Διαβόλου μαρ‐ τυρεῖται παρὰ τοῦ ἀποστόλου· μετὰ γὰρ τὸ εἰπεῖν οὗ ἐστιν ἡ παρουσία κατ’ ἐνέργειαν τοῦ Σατανᾶ, ἐπάγει ἐν πάσῃ δυνά‐ μει καὶ σημείοις καὶ τέρασι ψεύδους.
καὶ πλανᾷ φησι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ
20σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου, λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ ὡς ἔχει τὴν πληγὴν τῆς μαχαίρας καὶ ἔζησε. καὶ ἐδόθη αὐτῷ δοῦναι πνεῦμα τῇ εἰκόνι τοῦ θηρίου, ... ἀποκτανθῶσιν. καὶ ποιεῖ πάντας τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ τοὺς
25πλουσίους καὶ τοὺς πτωχοὺς, καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα δώσει αὐτοῖς χάραγμα ... τὸ ὄνομα τοῦ
θηρίου, ἢ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ. ᾧδε ἡ σοφία156

157

ἐστίν· ὁ ἔχων νοῦν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου, ἀριθμὸς γὰρ ἀνθρώπου ἐστί· καὶ ὁ ἀριθμὸς αὐτοῦ ἐστιν, ἑξακόσια ἑξήκοντα ἕξ. καὶ πλανᾷ φησι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ ση‐
5μεῖα. ποιεῖ μὲν γὰρ σημεῖα, κλέπτων δὲ τοὺς ὀφθαλμοὺς τῶν ὁρώντων, ὥσπερ καὶ οἱ φαρμακοὶ ἐνώπιον τοῦ Φαραώ· ἑνὶ γὰρ ἐστρατηγοῦντο δαίμονι πλάνῳ ἐκεῖνοί τε καὶ οὗτος. καλῶς δὲ ἔφη ποιεῖν αὐτὸν τὰ σημεῖα ἐνώπιον τοῦ θηρίου. ἐπειδὴ γὰρ εἰκόνα αὐτῷ ἀναστηλώσει, ἣν καὶ προσκυνεῖν
10πάντας βιάσεται, παρ’ αὐτῇ τὰ σημεῖα δῆθεν ἐπιτελέσει, ὡς θειάζων τὴν εἰκόνα, ὅτι δὴ παρ’ αὐτῆς ἔχει τὸ δύνασθαι ταῦτα. καὶ ἐδόθη αὐτῷ φησι δοῦναι πνεῦμα τῇ εἰκόνι. πολλὰ γάρ φασι τῶν ἀγαλμάτων καὶ ἰδροῖ καὶ δοκεῖ λαλεῖν ἐνεργείᾳ διαβολικῇ. φασὶ δὲ καὶ διδόναι χάραγμα
15καὶ σφραγῖδα τὸν ἀντίχριστον τοῦ οἰκείου ὀνόματος, ἧς ἄνευ οὔτε ὠνήσεταί τις οὔτε μὴν ἐκποιήσει. ᾧδέ φησίν ἐστιν ἡ σοφία ψηλαφησάτω τὸ ὄνομα τοῦ θηρίου, καὶ διὰ τῆς ψήφου εὑρέτω αὐτό. οὐ γὰρ ψῆφον ἐρῶ φησι ξένην καὶ ἀήθη, οὐδὲ μετὰ ἐπικρύψεως καὶ διπλόης ὀνομαζομένην,
20ἀλλὰ ψῆφον ἐντριβῆ καὶ ἐγνωσμένην ἀνθρώποις, ἥτις συνά‐ γει ἀριθμὸν ἑξακοσιοστὸν ἑξηκοστὸν ἕκτον. σημαίνει δέ γε οὗτος ὁ ἀριθμὸς καὶ ἄλλα μὲν πολλὰ κύριά τε καὶ προσηγορικὰ ὀνόματα, σημαίνει δὲ καὶ ταῦτα· κύρια μὲν Λαμπέτις, Βενέδικτος, Τιτάν. τὸ μὲν γὰρ Τιτὰν διὰ
25τοῦ ῗ γράφεται, ἔνι δὲ καὶ δίφθογγον αὐτὸ γράψαι. εἰ157

158

γὰρ ἀπὸ τῆς τείσεως ὁ Τειτάν, ἔστι δὲ τὸ ῥῆμα, τείνω, καὶ ὁ μέλλων, τενῶ, εἰκότως δίφθογγον γραπτέον αὐτό, ὡς τὸ φθείρω ἀπὸ τοῦ φθερῶ, καὶ σπείρω ἀπὸ τοῦ σπερῶ· προση‐ γορικὰ δὲ ὁ νικητής, ἴσως γὰρ οὕτως ἑαυτὸν ὠνόμασεν, ἐξ
5οὗ τὰ τρία κέρατα ἤτοι τοὺς βασιλεῖς καταπολεμήσας ἐκρι‐ ζώσει. ὅρα τί φησιν ὁ Δανιὴλ περὶ τούτων ἐν τῇ ὀγδόῃ αὐτοῦ ὀπτασίᾳ· προσενόουν φησὶν τοῖς κέρασιν αὐτοῦ, του‐ τέστι τοῦ τετάρτου θηρίου, καὶ ἰδοὺ κέρας ἕτερον μικρὸν ἀνέ‐ βαινεν ἐν μέσῳ αὐτῶν, καὶ τρία κέρατα τῶν ἔμπροσθεν αὐτοῦ
10ἐξερριζώθη ἀπὸ προσώπου αὐτοῦ· καὶ ἰδοὺ ὀφθαλμοὶ ὡς ὀφθαλ‐ μοὶ ἀνθρώπου ἐν τῷ κέρατι τούτῳ, καὶ στόμα λαλοῦν μεγάλα. εἶτα ὁ ἐπίσαλος, κακὸς ὁδηγός, ἀληθὴς βλαβερός, πάλαι βάσκανος, ἀμνὸς ἄδικος· τούτοις γὰρ ἴσως 〈ἂν〉 τοῖς ὀνό‐ μασιν ἐπικληθείη ἐκ τῶν ἐναντιουμένων αὐτῷ. ὁ δὲ οὐ
15μόνον οὐκ ἐντραπήσεται ταῦτα καλούμενος, ἀλλὰ καὶ ἐπευ‐ φρανθήσεται ταῖς τοιαύταις προσηγορίαις ὡς μὴ αἰσχύνε‐ σθαι καὶ ἑαυτὸν οὕτω καλεῖν. τὰς τοιαύτας μοχθηρὰς καὶ θεοστυγεῖς προαιρέσεις ἐπιρραπίζων, ὁ σοφὸς ἀπόστολός φησιν· ᾧν ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν ἐστι. πολλῶν τοίνυν
20εὑρεθέντων ὀνομάτων, ἐξουσία τῷ βουλομένῳ τὸ ἁρμοδιώ‐ τερον ἐπιθεῖναι τῷ καταράτῳ.
καὶ εἶδον καὶ ἰδοὺ τὸ ἀρνίον ἑστὼς ἐπὶ τὸ ὄρος Σιών, καὶ μετ’
αὐτοῦ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες ἔχουσαι
τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων
25αὐτῶν. καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῆς μεγάλης, καὶ φωνὴν ἤκουσα
ὡς φωνὴν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν. καὶ ᾄδου‐158

159

σιν ὠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τῶν τεσσά‐ ρων ζώων καὶ τῶν πρεσβυτέρων· καὶ οὐδεὶς ἠδύνατο μαθεῖν τὴν ὠδὴν εἰ μὴ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς. οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν
5 οὐκ ἐμολύνθησαν, παρθένοι γάρ εἰσιν οὗτοι οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἂν ὑπάγῃ· οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀν‐ θρώπων ἀπαρχὴ τῷ Θεῷ καὶ τῷ ἀρνίῳ, καὶ ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη ψεῦδος. ἄμωμοί εἰσιν. ὁ Κύριος ἐν Εὐαγγελίοις ἀναγέγραπται τῷ παρανόμῳ τῶν
10Ἰουδαίων προσφωνῶν λαῷ· ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. οὐ γὰρ ἔτι θείας ἐπιφοιτήσεως ἦσαν ἄξιοι μετὰ τὴν ἐν σταυρῷ μανίαν. πῶς οὖν νῦν ὥσπερ ἐκ μεταμελείας ὁ Κύριος δείκνυται; διὰ τῆς θεωρίας ἑστηκὼς ἐπὶ τὸ ὄρος Σιών. ὅτι μὲν οὖν ἐγκαταλέλειπται ἡ πόλις αὐτῶν καὶ ὁ ναὸς καὶ
15τὸ φύλον ἅπαν ἔρημον, σαφῶς ἔδειξαν Ῥωμαῖοι, τόν τε ναὸν ἐμπρήσαντες, καὶ πόλεις πυρπολήσαντες, καὶ πᾶσαν αὐτῶν δηώσαντες τὴν γῆν καὶ αὐτὴν τὴν μητρόπολιν ἀνδρα‐ ποδισάμενοι. τὸ δὲ νῦν δείκνυσθαι τὸν Κύριον ἐπιβεβη‐ κότα τῷ ὄρει Σιὼν τὴν ἐπ’ ἐσχάτων διὰ πίστεως ἐπιστροφὴν
20τοῦ Ἰσραὴλ παραδείκνυσι, καὶ ὡς ὁ Κύριος αὐτοὺς οἰκειώση‐ ται καὶ προσλάβοι. τοῦτο γάρ εἰσιν εὐηγγελισμένοι διὰ τοῦ Ἡσαΐου λέγοντος ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ, εἶπε Κύριος. σύμφωνοι τυγχάνουσι τῷ Ἡσαΐᾳ ὅ τε προφήτης καὶ ὁ ἀπόστολος, ὁ μὲν ψάλλων, ὅτι
25θήσεις αὐτοὺς νῶτον, ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν, ὁ δὲ γράφων ὅταν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται. καὶ μετ’ αὐτοῦ φησιν ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, ἔχουσαι τὸ ὄνομα τοῦ
πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν. ἐν τοῖς159

160

φθάσασιν ἑκατὸν τεσσαρακοντατέσσαρας χιλιάδας εἶναι ἔφη τὰς ἐξ Ἰσραὴλ πεπιστευκυῖας δώδεκα χιλιάδας κατὰ μίαν ἑκάστην φυλήν. ἆρα οὖν περὶ τούτων καὶ νῦν λέγει; οὐκ οἶμαι· οὔτε γὰρ μετὰ τοῦ ἄρθρου ὠνόμακεν αὐτάς, οὐ
5γὰρ εἶπεν αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, ἀλλὰ μόνον ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες· μὴ ὅτι καὶ παρθενίαν αὐτοὺς κατωρθωκέναι μαρτυρεῖ. παρ‐ θενία γὰρ οὐ πάνυ παρὰ τῷ Ἰσραὴλ ἐσπουδάζετο, ὥσπερ ἀμέλει παρὰ τῶν ἐξ ἐθνῶν ὕστερον· ὥστε ἀναμὶξ ἔκ τε τοῦ
10Ἰσραὴλ ἔκ τε τῶν ἐθνῶν εἶναι νομιστέον τοὺς ὠνομασμένους, καὶ τοὺς πλείους γε ἐκ τῶν ἐθνῶν. τὸ δὲ ἔχειν τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ αὐτοῦ γεγραμμένον δηλοῖ θείᾳ τινὶ δόξῃ τυγχάνειν αὐτοὺς κατεστεμμένους. καὶ ἤκουσά φησι φωνῆς ὡς κιθαρωδῶν ᾀδόντων ὠδὴν καινὴν ἐνώπιον
15τοῦ θρόνου καὶ τῶν ζώων καὶ τῶν πρεσβυτέρων. τὸ εὔηχον κατὰ Θεὸν καὶ ἐναρμόνιον τῆς ὠδῆς δηλοῖ τὸ ὡς κιθαριζόν‐ των ἐξιέναι τὴν ἠχήν· εἰ γὰρ οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ κατὰ τὸ γεγραμμένον, πάντως ὡραῖος καὶ ἐμμε‐ λὴς ἐν στόματι δικαίων. καὶ οὐδείς φησιν ἠδύνατο μαθεῖν
20τὴν ὠδήν, εἰ μὴ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, οἱ ἀγορασμένοι ἀπὸ τῆς γῆς. ἐγὼ δὲ οἶμαι ὡς οὔτε ἀκοῦσαί τις ἴσχυε τὰ τῆς νέας ὠδὴς μυστήρια, εἰ μὴ οἱ τοῦ ᾄδειν αὐτὰ ἠξιωμένοι· ἑκάστῳ γὰρ ἡ γνῶσις κατὰ τὴν ἀναλογίαν τῆς καθαρότητος· πολλαὶ γὰρ μοναί φησιν ὁ Κύριος, ἤτοι ἀγα‐
25θῶν ἀντιδόσεις, παρὰ τῶ Πατρί μου. ἠγορασμένους δέ φησι
τοὺς τῷ αἵματι Χριστοῦ ἐξωνηθέντας. ὑπὲρ πάντων μὲν160

161

γὰρ ἀνθρώπων ἐκκέχυται τὸ τίμιον αἷμα Χριστοῦ, ἀλλ’ ὑπὲρ μέν τινων ἀνωφελῶς, ὅσοι τῆς ἐντεῦθεν σωτηρίας ἑκόντες ἑαυτοὺς ἀπεστέρησαν, οἷς καὶ ὁ Κύριος ἐπονειδίζων διὰ τοῦ προφήτου φησὶ τίς ὠφέλεια ἐν τῷ αἵματι μου ἐν τῷ κατα‐
5βαίνειν με εἰς διαφθοράν· ὑπὲρ δὲ τῶν σωθέντων καὶ δικαιω‐ θέντων, ὧν εἰσιν ἀπαρχὴ καὶ πρωτόλιον οὗτοι περὶ ὧν νῦν ὁ λόγος, καὶ σφόδρα ἐπωφελῶς, καὶ ὡς οὐκ ἂν εἴποι τις ὅσον. οὗτοί εἰσί φησι οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν· παρθένοι γάρ εἰσιν· οὗτοι οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου δ’ ἂν ὑπάγη·
10οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ Θεῷ καὶ τῷ ἀρνίῳ. καὶ ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη ψεῦδος, ἄμωμοί εἰσιν, ὡς ὑπερφερῆ τῆς φύσεως καὶ ἐπέκεινα τῆς ἀνθρω‐ πίνης ὁ λόγος τῆς θεωρίας μαρτυρεῖ τοῖς οὖσιν ἐν Χριστῷ.
καὶ εἶδον ἄλλον ἄγγελον πετώμενον ἐν μεσουρανήματι,
15ἔχοντα εὐαγγέλιον αἰώνιον εὐαγγελίσαι ἐπὶ τοὺς καθημένους ἐπὶ τῆς γῆς καὶ ἐπὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν, λέγοντα ἐν φωνῇ μεγάλῃ· φοβήθητε τὸν Θεὸν καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσ‐ κυνήσατε τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν
20
θάλασσαν καὶ πηγὰς ὑδάτων.
τὸ μεσουράνημα τὸ ὑψηλὸν καὶ μετέωρον κατὰ τὴν φύσιν αἰνίττεται τοῦ θεσπεσίου ἀγγέλου. εὐαγγέλιον δὲ εἶχεν αἰώνιον· ἐξ αἰῶνος γὰρ σωτήριον τὸ μάθημα, φοβεῖσθαι τὸν Κύριον, ἐπεὶ καὶ ἀρχὴ σοφίας ἐστὶν ὁ φόβος τοῦ Θεοῦ,
25τέλος δὲ ἡ ἀγάπη. οὐ μὴν φοβητέον φησὶ τὸ ἀπηνὲς καὶ ψυχοφθόρον θηρίον τὸν ἀντίχριστον κἂν ἀπειλῇ καὶ δρᾷ
χαλεπώτερα. ἦλθε γάρ φησιν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ161

162

δώσει δίκην ὅσον οὐδέπω καὶ αὐτὸς ὁ ἐκφοβῶν τοὺς ἐπὶ γῆς. καὶ προσκυνήσατέ φησι τῷ ποιήσαντι πᾶσαν τὴν κτίσιν, καὶ μὴ τῷ ἀλητηρίῳ καὶ θεοστυγεῖ Διαβόλῳ.
καὶ ἄλλος ἄγγελος δεύτερος ἠκολούθησε λέγων· ἔπεσε Βαβυ‐
5
λὼν ἡ μεγάλη, ἣ ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς
πεπότικε πάντα τὰ ἔθνη.
Βαβυλῶνα οἶμαι λέγειν αὐτὸν τὴν τοῦ παρόντος βίου σύγχυσιν καὶ τὸν εἰκαῖον πειρασμόν· σύγχυσις γὰρ ἡ Βαβυλὼν ἑρμηνεύεται καὶ τὴν τῶν εἰδωλομανούντων ἐμπλη‐
10ξίαν. καὶ σεμνοποιεῖται τοῖς ὀνόμασιν, ἐνθουσιασμὸς παρ’ αὐτοῖς ὀνομαζομένη. εἰ δὲ καὶ αὐτὴν νοήσεις τὴν αἰσθη‐ τὴν Βαβυλῶνα, οὐκ ἂν ἔξω πέσοις τοῦ προκειμένου σκοποῦ. οἶνον δὲ θυμοῦ πορνείας τὴν ἐκ Θεοῦ φησιν ἀποστασίαν κατὰ τὸ γεγραμμένον· ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα
15ἀπὸ σοῦ, ἥτις πορνεία σκότωσιν παρέχει τοῦ καθεστῶ‐ τος λογισμοῦ· τίς γὰρ τὸν νοῦν ὑγιαίνων ἕλοιτο ξύλοις καὶ λίθοις προσκυνεῖν, καὶ τὸν θυμὸν ἐκκαλεῖσθαι τοῦ Θεοῦ; περὶ τούτου ἆρα εἴρητο τοῦ οἴνου, θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίδων ἀνίατος αὕτη δὲ ἡ Βαβυλὼν πρῶ‐
20τον μὲν πεπότικεν αὐτὴ τοῦ ὀλεθρίου οἴνου, ἔπειτα πάντα τὰ ἔθνη, ὧν ἦρχε πιεῖν ἠνάγκασε.
καὶ ἄλλος ἄγγελος τρίτος ἠκολούθησεν αὐτοῖς λέγων ἐν με‐
γάλῃ φωνῇ· εἴ τις προσκυνεῖ τὸ θηρίον καὶ τὴν εἰκόνα
αὐτοῦ, καὶ λαμβάνει χάραγμα ἐπὶ τοῦ μετώπου αὐτοῦ ἢ ἐπὶ
25τὴν χεῖρα αὐτοῦ, καὶ αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ
τοῦ Θεοῦ, τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς162

163

ὀργῆς αὐτοῦ, καὶ βασανισθήσεται ἐν πυρὶ καὶ θείῳ ἐνώπιον ἀγγέλων ἁγίων καὶ ἐνώπιον τοῦ ἀρνίου. καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ αὐτῶν εἰς αἰῶνας τῶν αἰώνων ἀναβαίνει, καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτός, οἱ προσκυνοῦντες τὸ
5
θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ εἴ τις λαμβάνει τὸ χάραγμα
τοῦ ὀνόματος αὐτοῦ. ὧδε ἡ ὑπομονὴ τῶν ἁγίων ἐστίν, οἱ
τηροῦντες τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ τὴν πίστιν Ἰησοῦ.
ὁ τρίτος ἄγγελος ἀπαγορεύει τοῖς ἀνθρώποις τὴν προσκύ‐ νησιν τοῦ θηρίου καὶ τὸ λαβεῖν αὐτοῦ τὴν σφραγῖδα. τὸ
10γὰρ ὡς θεὸν προσκυνεῖν ἕτερόν τινα πλὴν τοῦ ὄντως καὶ ἀληθῶς Θεοῦ, ἀνοσιώτατον. καὶ αὐτός φησι πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ Θεοῦ, τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ. τούτου τοῦ ποτηρίου καὶ τοῦ οἴνου καὶ ὁ θεσπέσιος Δαυὶδ μέμνηται λέγων ὅτι ποτήριον ἐν χειρὶ
15Κυρίου, οἴνου ἀκράτου πλῆρες κεράσματος, καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο· πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη· πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς. οἶνον δέ φησι τὴν ὀργὴν τοῦ Θεοῦ, οὐκ ἀπὸ τῆς εὐφροσύνης τὴν μεταφορὰν ποιησάμενος, ἀλλ’ ἀπὸ τῆς σκοτώσεως καὶ τῆς μεταφορᾶς, ᾗ συνέχονται
20οἱ τῷ θυμῷ τοῦ Θεοῦ κάτοχοι. τοῦ κεκερασμένου φησὶν ἀκρά‐ του. τουτέστιν ἀκράτως κεκερασμένου· κεκέρασται γὰρ ὁ θυμὸς τοῦ Θεοῦ, φιλανθρωπίᾳ καὶ ἀγαθότητι, κεκέρασται ἀκράτως· οὐ γάρ ἐστιν ἰσομοιρία τῆς ὀργῆς καὶ τῆς ἀγαθό‐ τητος, ἀλλὰ πολλαπλασίων ἡ φιλανθρωπία. εἰ γὰρ ἦν ἰσό‐
25της τοῦ τε θυμοῦ τοῦ δικαίου καὶ τῆς ἀγαθότητος, οὐκ ἂν ὑπέστη πᾶς ζῶν. τοῦτο εἰδὼς ὁ προφήτης ἔλεγεν ἐὰν ἀνο‐ μίας παρατηρήσῃ, Κύριε, Κύριε, τίς ὑποστήσεταί σοι; ὅτι δὲ
πολλαπλασίων ἡ ἀγαθότης ἐν τῷ ποτηρίῳ τοῦ Θεοῦ παρὰ163

164

τὴν δικαίαν ὀργήν, ὁ αὐτὸς πάλιν ᾐνίξατο, εἰπὼν ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ, μέσην τάξας τὴν δικαιοσύνην αὐτοῦ, ὡς ἂν ὑπὸ τοῦ παρακειμένου ἐλέου ἐκ‐ θλιβομένης καὶ μὴ συγχωρουμένης ἐνεργῆσαι τὰ ἴδια·
5τοῦτο 〈δὲ〉 τῆς δικαιοσύνης ἴδιον, τὸ νεῖμαι τὰ κατ’ ἀξίαν ἑκάστῳ. οἴνου δὲ ἅπαξ ἐπιμνησθεὶς καὶ οὕτω τὴν ὀργὴν καλέσας, ἐπέμεινε τῇ τροπῇ καὶ τὸ ποτήριον ὠνόμασε τὸ διδόμενον τοῖς ἁμαρτωλοῖς ἐκ χειρὸς τοῦ Θεοῦ. ἀλλ’ ἐρεῖ τις ἴσως, πῶς λέγεις πολλαπλασίονα τὸν ἔλεον τοῦ Θεοῦ ἐν
10τῇ τότε κρίσει ὁπότε παρέδωκεν ἡμῖν ἡ ὀπτασία μικρὸν ὑποβᾶσα αἰωνίας εἶναι τῶν κολαζομένων τὰς τιμωρίας; τί γάρ φησι; καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ αὐτῶν εἰς αἰῶνας αἰώνων ἀναβαίνει, καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκ‐ τός. πρὸς ὃν ἄν τις εἴποι; ἔστιν, ὦ οὗτος, αἰώνια βασανί‐
15ζεσθαι καὶ οὐ κατὰ τὴν ἀξίαν πάσχειν. τί γάρ; εἰ ἄξιος τίς ἐστι πυρὸς καὶ σκότους, καταδεδίκασται δὲ εἰς σκότος, ὁ δὲ ἐν τούτῳ τιμωρεῖται μόνον, ἐν τῷ μὴ εἶναι ἐν μετουσίᾳ τῶν τοῦ Θεοῦ ἀγαθῶν καὶ τούτῳ μόνον ὀδυνᾶται, οὐ μὴν καὶ κολάζεται αἰσθητῶς. καπνὸν δέ φησι βασανισμοῦ
20ἀναβαίνοντα τὸ ἆσθμα τῶν ἁμαρτωλῶν, τὸ κάτωθεν ἐν ταῖς οἰμωγαῖς ἐξωχετευμένον ἐπὶ τὰ ἔξω. ὧδέ φησιν ἡ ὑπομονὴ τῶν ἁγίων ἐστίν. ἐν τούτῳ φησὶ τῷ καιρῷ τῷ τοῦ ἀντι‐ χρίστου, καὶ τούτῳ τῷ πειρασμῷ διαδείκνυται. ὅσῳ γὰρ μέγιστος ὁ κίνδυνος καὶ ἡ τότε θλίψις, τοσούτου μεγέθους
25ὑπομονῆς χρεία. εἶτα ὡς ἐξ ἐρωτήσεως ὁ λόγος ἐσχημάτι‐ σται. καὶ τίνες φησίν εἰσιν οὓς λέγεις ἁγίους καὶ ὑπομο‐ νητικούς; οἱ τηροῦντές φησιν τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ τὴν
πίστιν Ἰησοῦ. οἱ γὰρ τοιοῦτοι, καὶ πειρασμῶν παρόντων164

165

καὶ θανάτου, πάντα δεύτερα θήσονται τῆς πίστεως καὶ τῆς ἀγάπης τοῦ Θεοῦ.
καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσάν μοι γράψον·
μακάριοι οἱ νεκροὶ οἱ ἐν Κυρίῳ ἀποθνήσκοντες ἀπάρτι· καὶ
5
λέγει τὸ Πνεῦμα, ἵνα ἀναπαύσωνται ἐκ τῶν κόπων αὐτῶν,
τὰ γὰρ ἔργα αὐτῶν ἀκολουθεῖ μετ’ αὐτῶν.
μακαρίζει τοὺς μὴ ἑλομένους προσκυνῆσαι τῇ εἰκόνι τοῦ θηρίου μηδὲ λαβεῖν χάραγμα ἐπὶ τοῦ μετώπου καὶ τῆς χει‐ ρὸς αὐτῶν καὶ διὰ τοῦτο ἀναιρεθέντας· οὗτοι γὰρ τὸν τοῦ
10μαρτυρίου στέφανον ἀναδησάμενοι, τῆς αὐτῆς τοῖς μάρτυσιν λήξεως ἐπιτύχωσι.
καὶ εἶδον, καὶ ἰδοὺ νεφέλη λευκή, καὶ ἐπὶ τῆς κεφαλῆς καθή‐
μενον ὅμοιον υἱῷ ἀνθρώπου, ἔχοντα ἐπὶ τῆς κεφαλῆς αὐτοῦ
στέφανον χρυσοῦν καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ. καὶ
15 ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ οὐρανοῦ, κράζων ἐν φωνῇ μεγάλῃ τῷ καθημένῳ ἐπὶ τῆς κεφαλῆς· πέμψον τὸ δρέπανόν σου καὶ θέρισον, ὅτι ἦλθεν ἡ ὥρα τοῦ θερίσαι, ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς. καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶ τὴν νεφέλην. ἐπεὶ καὶ τοῦτό φησι τὸ εὐαγγέλιον, ἥντινα μαρτυρίαν ἐν
20τοῖς ἔμπροσθεν παρεθέμην, εἶναι ἀγγελικήν τινα δύναμιν· γέγραπται γὰρ καὶ ἐπέβη ἐπὶ Χερουβὶμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων. νεφέλην δὲ τοὺς ἀγγέλους καλεῖ, διὰ τὸ μετέωρον καὶ ὑψηλὸν τῆς φύσεως αὐτῶν καὶ ἀξίας· ἢ
γοῦν νεφέλην καλεῖ τὴν θεοτόκον ἐφ’ ᾗ ἐποχεῖται τιμῶν165

166

καὶ ταύτην τὴν κατὰ σάρκα μητέρα· οὕτω γὰρ αὐτὴν καὶ ὁ Ἡσαΐας προορᾷ λέγων ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσονται τὰ χειρο‐ ποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ. τοῦτο τὸ ῥητὸν
5ἑρμηνεύων ὁ Ἀκύλας φησὶ τὴν νεφέλην πάχος ἐλαφρόν· πάχος μὲν ὡς οἶμαι, διὰ τὸ εἶναι αὐτὴν ἄνθρωπον καὶ σάρκα, ἐλαφρὸν δὲ διά τε τὸ καθαρὸν καὶ ἄμωμον καὶ μηδὲ μιᾷ καταφορτίζεσθαι ἁμαρτίᾳ, ἔτι δὲ καὶ διὰ τὸ ὑψηλὸν καὶ οὐρανοπόρον τῆς ψυχῆς. οὕτω μὲν τὴν νεφέλην νοήσεις·
10λευκὸν δὲ διὰ τὸ καθαρὸν καὶ φωτοειδὲς τῶν θεωρηθέντων. ὁ δέ γε στέφανος τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ βασιλείαν αἰνίττεται· βασιλεὺς γὰρ τῶν τε νοητῶν καὶ αἰ‐ σθητῶν ὁ Χριστός, χρυσοῦς δὲ ὁ στέφανος ἐκ τῶν παρ’ ἡμῖν τιμίων τὸ ἔνδοξον τῆς βασιλείας ὑπογράφων. τὸ δὲ ἐν τῇ
15χειρὶ δρέπανον ἔχειν αὐτὸν παραδηλοῖ τὸ ἐν τῇ ἐξουσίᾳ αὐτοῦ καθῆσθαι τὴν τοῦ αἰῶνος συντέλειαν. τί δὲ καὶ ὁ ἄγγελος αὐτῷ φησι πέμψον τὸ δρέπανόν σου καὶ θέρισον ὅτι ἦλθεν ἡ ὥρα θερίσαι, ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς· καὶ ἔβαλέ φησι τὸ δρέπανον καὶ ἐθερίσθη ἡ γῆ; θερισμὸς ἀνα‐
20γέγραπται πολὺς ἐν τοῖς Εὐαγγελίοις· οἱ δὲ ἐργάται ὀλίγοι· ἀλλ’ ἐκεῖ μὲν τὴν τῶν πιστῶν συλλογὴν ὁ θερισμὸς ἐδήλου, ἐνταῦθα δὲ τὴν συντέλειαν τῶν ἀνθρώπων ἵνα εἴτι μὲν εἴη ἐν αὐτοῖς ἀχυρῶδες καὶ ἀτελεσφόρητον καὶ πυρὸς ἄξιον, πυρὶ παραδοθῇ.
25καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ. καὶ ἄλλος ἄγγελος ἐκ τοῦ θυσιαστηρίου, ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός, καὶ ἐφώνησε
φωνῇ μεγάλῃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξύ· λέγων· θέρι‐166

167

σον τοὺς βότρυας τῆς ἀμπέλου τῆς γῆς, ὅτι ἤκμασαν αἱ σταφυλαὶ αὐτῆς. καὶ ἔβαλεν ὁ ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν, καὶ ἐτρύγησε τὴν ἄμπελον τῆς γῆς, καὶ ἔβαλεν εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ Θεοῦ τὴν μεγάλην. καὶ
5
ἐπατήθη ἡ ληνὸς ἔξωθεν τῆς πόλεως, καὶ ἐξῆλθεν αἷμα ἐκ
τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν τῶν ἵππων ἀπὸ σταδίων χιλίων
ἑξακοσίων.
ὁ τὸ δρέπανον ἔχων ἄγγελος, ὃς ἐκ τοῦ ἐπουρανίου ἐξελή‐ λυθε ναοῦ, ὑπουργός ἐστι καὶ αὐτὸς καὶ διάκονος τῆς μελ‐
10λούσης ἔσεσθαι συντελείας. οὐράνιος δὲ ὢν καὶ λειτουργὸς τοῦ Θεοῦ ἐκ τοῦ ἐπουρανίου ναοῦ ἐξεληλυθὼς γράφεται. καὶ ἄλλος φησὶν ἄγγελος ἐκ τοῦ θυσιαστηρίου ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός. καὶ τοῦτόν μοι νόει ἐπὶ τῆς κολάσεως τῶν ἀσεβῶν τετάχθαι. εἶτά φησι πέμψον τρύγησον τοὺς βότρυας
15τῆς ἀμπέλου τῆς γῆς. ὁ μὲν οὖν πρόσθεν εἰρημένος θερι‐ σμὸς δικαίους ἔγραφε καὶ ἁμαρτωλοὺς συντελουμένους ἅμα, ὧν τὴν διάκρισιν τῶν ὄντων ποιήσει—τὸ πτύον τοῦ Κυρίου ᾧ περικαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ τὸν μὲν σῖτον συναγάγῃ εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον πυρὶ ἀσβέστῳ κατὰ τὸ ἐν
20Εὐαγγελίοις εἰρημένον—ἡ δέ γε τρύγη τῶν σταφυλῶν τοὺς λίαν ἀνόμους αἰνίττεται, ἀπὸ τῆς μέθης αὐτοὺς καὶ τῆς παραφροσύνης τῆς ὀπτασίας ζωγραφούσης· καὶ δῆλον ἐξ ὧν οὔτε ὁ Κύριος αὐτῶν ἀξιοῖ τὴν συλλογὴν ποιήσασθαι ὥσπερ τῶν πρώτων, ἀλλά τις τῶν ἀγγέλων, καὶ ἔξω εἰς τὴν
25ληνὸν τοῦ θυμοῦ τοῦ Θεοῦ εὐθέως βέβλη〈ν〉ται, μήτε ἀπο‐
λογίας ἀξιωθέντες μήτε ἐρωτηθέντες, ἢ εἰς κρίσιν ἐλθόντες,167

168

ὥσπερ καὶ ἐν Εὐαγγελίοις εἰσαχθέντες ἁμαρτωλοί, οἷς τὸ ἀμετάδοτον καὶ ἀκοινώνητον αἴτιον γέγονε τῆς κολάσεως. περὶ τούτων οἶμαι τὸν προφήτην λέγειν ὅτι οὐκ ἀναστήσον‐ ται ἀσεβεῖς ἐν κρίσει. ληνὸν δὲ κέκληκε τὴν κόλασιν τῇ
5μεταφορᾷ τῶν βοτρύων καὶ τοῦ τρυγητοῦ ἀστείως χρησάμε‐ νος. καὶ ἐπατήθη φησὶν ἡ ληνὸς ἔξω τῆς πόλεως· οὐ γὰρ ἦν θέμις τοὺς κολαζομένους ἐν τῇ τοῖς ἁγίοις ἀποκεκληρωμένῃ ἐπουρανίῳ Ἱερουσαλὴμ τὰς ἀντιδόσεις δέχεσθαι τῶν κακῶν καὶ λυμαίνεσθαι τὴν τῶν ἁγίων εὐφροσύνην διὰ τῆς τῶν
10δικαίως τιμωρουμένων συμπαθείας, —μὴ ὅτι καὶ χάσμα μέγα διείργει τοὺς εὐσεβεῖς ἀπὸ τῶν ἀσεβῶν κατὰ τοὺς λόγους τοῦ πατριάρχου Ἁβραάμ, οὓς πρὸς τὸν πλούσιον ἐν Εὐαγ‐ γελίοις πεποίηται. καὶ ἐξῆλθέ φησιν αἷμα ἐκ τῆς ληνοῦ. καλῶς εἶπεν αἷμα, ἵνα δείξῃ ὅτι βότρυας εἰπὼν μεταφορικῶς εἴρη‐
15κεν, ἐπεί τοί γε ἄνθρωποι ἦσαν οἱ συμπατούμενοι καὶ κνα‐ πτόμενοι ἄχρι φησὶν τῶν χαλινῶν τῶν ἵππων ἀπὸ σταδίων χιλίων ἑξακοσίων. ἵπποι τινὲς Θεοῦ παραδέδονται ἡμῖν ἐν τῇ θείᾳ γραφῇ, δύναμιν ἀγγελικὴν αἰνιττόμενοι ἔποχον ἔχου‐ σαν τὸν Θεόν· φησὶ γὰρ τῇ ἐν τῷ Ἄσματι νύμφῃ ὁ οὐρά‐
20νιος νυμφίος τῇ ἵππῳ μου ἐν ἅρματι Φαραὼ ὡμοίωσά σε, ἡ πλησίον, ἡ πλησίον μου. καὶ Ἀμβακοὺμ δὲ ὁ προφήτης ᾄδει πρὸς Θεὸν ὅτι ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία. τούτων τῶν ἵππων τοὺς χαλινοὺς βρέ‐ χεσθαι τῷ αἵματι τῶν ἁμαρτωλῶν φησιν ἡ ἀποκάλυψις,
25οὐ πλησίον ἀλλ’ ἀπὸ μήκους ἑστώτων· τροπικὸν δὲ ὅλον τὸ εἰρημένον δεικνύντος τοῦ αἰνίγματος, τοσοῦτον εἶναι τὸ αἷμα.
πολλαπλασίους γὰρ οἱ τὴν πλατείαν ὁδεύοντες παρὰ τοὺς168

169

τὴν στενὴν καὶ τεθλιμμένην, ὡς καὶ τοὺς χαλινοὺς ἀναδεῦσαι τῶν ἐπὶ τῇ τιμωρίᾳ ἐφεστώτων ἵππων εἴ τ’ οὖν ἀγγέλων.
καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν,
ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν
5αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ Θεοῦ. καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ, ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην, ἔχοντας κιθάρας τοῦ Θεοῦ. καὶ ᾄδουσιν ὠδὴν Μωυσέως τοῦ δούλου
10τοῦ Θεοὺ καὶ τὴν ὠδὴν τοῦ ἀρνίου, λέγοντες· μεγάλα καὶ θαυ‐ μάσια τὰ ἔργα σου, Κύριε, ὁ Θεός, ὁ παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ὁ βασιλεὺς τῶν ἐθνῶν. τίς οὐ μὴ φοβηθῇ, Κύριε, καὶ δοξάσει τὸ ὄνομά σου; ὅτι μόνος ὅσιος, ὅτι πάντα τὰ ἔθνη ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου,
15
ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.
εἶδόν φησιν ἀγγέλους ἑπτὰ ἔχοντας ἑπτὰ πληγάς. ἑπτὰ λέγει τὰς πολλάς, τὰς κατὰ τῶν ἁμαρτωλῶν ηὐτρεπισμένας, δι’ ὧν ὁ θυμὸς τοῦ Θεοῦ πέρας λαμβάνει. καὶ εἶδόν φησι θάλασσαν ὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ
20θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην ἔχοντας κιθάρας τοῦ Θεοῦ. φησί που τῶν αὐτοῦ λόγων ὁ σοφώτατος Παῦλος
εἴ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσόν, ἄργυρον,169

170

λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται. ἆρα οὖν οὐ μόνον οἱ ἁμαρτωλοὶ οἱ τὰ εὐκατάπριστα φορτία τῆς ἁμαρτίας ἀνατιθέμενοι, ἀλλὰ καὶ οἱ δίκαιοι ἐν πυρὶ δοκιμα‐
5σθήσονται, καί τοι χρυσὸν καὶ τὰς τιμίας ὕλας ἐπαγόμενοι; τοῦτο καὶ νῦν λέγει τοὺς νενικηκότας διὰ πάντων τὸ θηρίον, ἑστῶτας ἐν τῇ θαλάσσῃ τῇ ὑαλίνῃ τῇ μεμιγμένῃ πυρί, ὑαλίνῃ μὲν διὰ τὸ λαμπρὸν καὶ καθαρὸν τῶν ἐν αὐτῇ δικαίων, ἀναμὶξ δὲ πυρὶ διὰ τὸ σμηκτικὸν καὶ καθαριστικὸν ῥύπου
10παντός, ἐπεὶ καὶ τοῖς δικαίοις χρεία καθάρσεως. πολλὰ γὰρ πταίομεν ἅπαντες κατὰ τὸ γεγραμμένον καὶ τίς καθαρὸς ἔσται ἀπὸ ῥύπου; ἀλλ’ οὐ δὲ ἐὰν μία ἡμέρα ἔσται ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς. αἱ κιθάραι ὡς πολλάκις εἴρηται, τὴν εὔηχον Θεῷ τῶν ἁγίων ὠδὴν αἰνίττεται. καὶ ᾄδουσί φησι τὴν ὠδὴν
15Μωυσέως ἐκείνην πάντως ἣν ᾖσε καταποντισθέντος παν‐ στρατιᾷ τοῦ Φαραώ, ᾄσωμεν εἰπὼν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν· βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν. ἐπινίκιος δὲ ἡ ὠδὴ ἐπὶ τῇ τῶν ἀσεβῶν κολάσει καὶ τῇ κατὰ τοῦ Διαβόλου
20νίκῃ καὶ τοῦ τῆς ἀνομίας υἱοῦ τοῦ ἀντιχρίστου. καὶ τὴν ὠδήν φησι τοῦ ἀρνίου, τὴν ἁρμοδίαν τουτέστιν εἰς τὸν Κύριον καὶ εἰς τὴν αὐτοῦ κατὰ τῶν ἀσεβῶν δικαιοκρισίαν· τοιγαρ‐ οῦν θαυμάζουσι τοῦ Κυρίου τὴν ἀλήθειαν καὶ τὴν δικαιο‐ σύνην. ὁ βασιλεύς φησι τῶν ἐθνῶν πάντων μὲν βασιλεὺς
25ὁ Χριστός, ἀλλ’ ἐπειδὴ εἴρηται τῷ Ἡσαΐᾳ· καὶ ἔσται ἡ ῥίζα
τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπι‐170

171

οῦσι, τούτου χάριν καὶ ὁ χρηματισμὸς βασιλέα τε αὐτόν φησι τῶν ἐθνῶν καὶ πάντα τὰ ἔθνη ἥξειν καὶ προσκυνήσειν αὐτῷ, προαναφωνῶν ἀστείως τὴν τῶν ἐθνῶν κλῆσιν καὶ τὴν εἰς τὸν Κύριον αὐτῶν πίστιν.
5καὶ μετὰ ταῦτα εἶδον, καὶ ἠνοίγει ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρ‐ τυρίου ἐν τῷ οὐρανῷ, καὶ ἐξῆλθον ἑπτὰ ἄγγελοι ἔχοντες ἑπτὰ πληγὰς ἐκ τοῦ ναοῦ, ἐνδεδυμένοι λίθον καθαρὸν λαμ‐ πρόν, καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς. καὶ ἓν ἐκ τῶν τεσσάρων ζώων ἔδωκε τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιά‐
10λας χρυσὰς γεμούσας τοῦ θυμοῦ τοῦ Θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. καὶ ἐγεμίσθη ὁ ναὸς καπνοῦ ἐκ τῆς δόξης τοῦ Θεοῦ καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ, καὶ οὐδεὶς ἠδύνατο εἰσελθεῖν εἰς τὸν ναὸν ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων. καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ
15
τοῦ ναοῦ λεγούσης τοῖς ἑπτὰ ἀγγέλοις· ὑπάγετε καὶ ἐκχέετε
τὰς ἑπτὰ φιάλας τοῦ θυμοῦ τοῦ Θεοῦ εἰς τὴν γῆν.
σκηνὴν μαρτυρίου τὴν ἐν τῇ ἐρήμῳ συμπηχθεῖσαν σκηνὴν ὑπὸ Βεσεὴλ τοῦ ἀρχιτέκτονος τῶν τότε γεγενημένων ἔργων ἔθος καλεῖν τῇ θείᾳ γραφῇ διὰ τὸ τῶν τοῦ Θεοῦ μαρ‐
20τυρίων καὶ προσταγμάτων εἶναι σκηνήν. ἐκεῖ γὰρ ἦν ἡ κιβωτὸς τῆς διαθήκης. τὸ ἱλαστήριον, ἡ τράπεζα, τὰ θυσια‐ στήρια τῶν τε θυμιαμάτων καὶ τῶν καρπωμάτων, ἡ λυχνία, καὶ ὅσα ὁ Θεὸς προστέταχε τῷ θεσπεσίῳ Μωϋσῇ κατα‐ σκευάσαι, εἰπὼν καὶ ποιήσεις μοι κατὰ πάντα ὅσα ἐγὼ δεικνύω
25σοι ἐν τῷ ὄρει, ἐκ μεταφορᾶς οὖν τῆς πάλαι σκηνῆς καὶ τὸν
ὑπερουράνιον ναὸν ὅς τίς ποτέ ἐστι, σκηνὴν μαρτυρίου κέκλη‐171

172

κεν. ἐκεῖθεν ἐξῆλθόν φησιν οἱ ἑπτὰ ἄγγελοι. πόθεν γὰρ ἔδει τοὺς οὐρανίους τοῦ Θεοῦ λειτουργοὺς ὀφθῆναι ἐξιόντας ἢ ἐκ τοῦ οὐρανίου ναοῦ; εἶχον δέ φησιν ἐν χερσὶν ἑπτὰ πληγὰς ἃς ἀφήσουσι κατὰ τῆς γῆς. πολλὰ γὰρ ἐν τῷ τῆς
5συντελείας καιρῷ γενήσεται δείγματα ἐν τῇ γῇ· ὧν καὶ ὁ Χριστὸς ἐν Εὐαγγελίοις ἐμνημόνευσε, τὰ περὶ τοῦ τέλους διδάσκων. τὸ δὲ ἐνδεδύσθαι τοὺς ἀγγέλους λίθον καθα‐ ρὸν λαμπρὸν δεῖγμα τυγχάνει τῆς τιμίας αὐτῶν καὶ καθαρᾶς καὶ φωτεινῆς καὶ εἰς τὸ καλὸν παγίως ἐχούσης φύσεως, εἰ
10ἄρα τὸν Χριστὸν ἐνεδέδυντο. λίθος γὰρ ὁ Κύριος παρὰ τῆς θείας ὠνόμασται γραφῆς, ὡς παρὰ Ἡσαΐᾳ· ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ ἐκλεκτόν· καὶ παρὰ τῷ προφήτῃ· λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. τοῦτον ἐνδεδύσθαι τὸν
15λίθον καὶ ἡμῖν ὁ σοφώτατος Παῦλος παραινεῖ· ἐνδύσασθαι τὸν λίθον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας· ἔξω γὰρ πάσης ἐπιθυμίας ψυχοβλα‐ βοῦς ὁ τοῦτον ἐνδεδυμένος. αἱ δέ γε ζῶναι τὸ πρακτικὸν αὐτῶν καὶ εὐσταλὲς αἰνίττονται· εἴρηται γὰρ περὶ αὐτῶν
20δυνατοὶ ἰσχύι ποιοῦντες τὸν λόγον αὐτοῦ. οὗτοι δὴ οἱ ἑπτὰ ἄγγελοι εἰλήφασιν ἐξ ἑνὸς τῶν τεσσάρων ζώων, ὧν ἔμπρο‐ σθεν πολὺς ὁ λόγος, τὸν θυμὸν τοῦ Θεοῦ ἐν ἑπτὰ φιάλαις χρυ‐ σαῖς. καλῶς χρυσαῖς· τιμία γὰρ καὶ ἡ ὀργὴ τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ συμφέρον ἐν ἑαυτῇ φέρουσα μᾶλλον ἢ τὸ δίκαιον
25κἂν ἀνιῶνται οἱ κολαζόμενοι. καὶ ἐγεμίσθη φησὶν ὁ ναὸς172

173

καπνοῦ ἐκ τῆς δόξης τοῦ Θεοῦ καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ. ὁ καπνὸς τῆς θείας ὀργῆς δεῖγμα τυγχάνει. γέγραπται γὰρ ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ. ὁ δὲ καπνὸς πυρός ἐστι σημαν‐ τικός, ἀλλὰ καὶ ὁ καπνὸς ὃν Ἡσαΐας ὁ θεσπέσιος εἶδεν
5ἔνθα φησίν· καὶ ἐπήρθη τὸ ὑπέρθυρον ἀπὸ τῆς φωνῆς ἧς ἐκ‐ έκραγον τὰ ἅγια Σεραφὶμ καὶ ὁ οἶκος ἐπλήσθη καπνοῦ. τὸν θυμὸν ἐδήλου τοῦ Θεοῦ τὸν κατὰ τὸν τῆς Ἱερουσαλήμ. τὸ δὲ ἐκ τῆς δόξης τοῦ Θεοῦ καὶ τῆς δυνάμεως αὐτοῦ γενέσθαι τὸν καπνὸν περίφρασιν ἔχει τινά, ὡς ἂν εἶπεν· ἐπλήσθη
10καπνοῦ ἐκ τοῦ θυμοῦ τοῦ Θεοῦ, αὐτὸ γὰρ δύναμις καὶ αὐτὸ δόξα ὁ Θεός, καὶ τίς ἐνέγκοι τὸν θυμὸν αὐτοῦ; καὶ οὐδείς φησιν ἠδύνατο εἰσελθεῖν εἰς τὸν ναὸν ἄχρι πληρωθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων· τίς γὰρ ἐπιβήσεται τοῦ θυμοῦ τοῦ Θεοῦ, ἢ ἐν αὐτῷ γενόμενος ζήσεται; εἰ γὰρ
15οὐδεὶς ἔστη ἐν ὑποστήματι Κυρίου, κατὰ τὸ γεγραμμένον, σχολή γ’ ἂν ὑπενέγκοι τὴν ὀργὴν τοῦ Θεοῦ. καὶ ἤκουσά φησιν πρόσταγμα ἐξελθόντος, ἵνα τὰς ἑπτὰ φιάλας τῆς θείας ὀργῆς ἐκχέωσιν ἐπὶ τῆς γῆς.
καὶ ἀπῆλθεν ὁ πρῶτος καὶ ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ
20τὴν γῆν· καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ. καὶ ὁ δεύτερος ἐξέχεε τὴν
φιάλην αὐτοῦ ἐπὶ τὴν θάλασσαν· καὶ ἐγένετο αἷμα ὡς173

174

νεκροῦ, καὶ ἅπασα ψυχὴ ζῶσα ἀπέθανε. καὶ ὁ τρίτος ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς καὶ τὰς πηγὰς τῶν ὑδάτων· καὶ ἐγένοντο αἷμα. καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος· δίκαιος εἶ, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ὅσιος,
5 ὅτι ταῦτα ἔκρινας, ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεον, καὶ αἷμα αὐτοῖς ἔδωκας πιεῖν· ἄξιοι γάρ εἰσι. καὶ ἤκουσα τοῦ θυσιαστηρίου λέγοντος· ναὶ, Κύριε, ὁ Θεὸς, ὁ παντοκρά‐ τωρ, ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου. ταῦτα δισσῶς ἄν τις νοήσειεν, ἢ αἰσθητῶς συμβησόμενα
10ἐν τῷ καιρῷ τῆς συντελείας ἢ ἀλληγορικῶς. ἐπειδὴ γὰρ τὰ σημεῖα τοῦ τέλους ὁ Κύριος προσαγορεύων τοῖς ἑαυτοῦ μαθηταῖς πολλὰ τὸ τηνικάδε παρέστησε τὰ συμβησόμενα κακά, λέγων μελλήσετε ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων. καὶ ἐγερθήσεται ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν,
15καὶ ἔσονται λιμοὶ καὶ λοιμοὶ καὶ σεισμοὶ κατὰ τόπους· ταῦτα δὲ πάντα ἀρχὴ ὠδίνων, καὶ μετ’ ὀλίγα, ἔσται γὰρ τότε θλίψις μεγάλῃ οἷα οὐ γέγονεν ἀπ’ ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδ’ οὐ μὴ γένηται, —εἰς ἐκεῖνα ἂν ἑρμηνευθείη τὰ νῦν λεγόμενα συμβεβηκέναι, ἑκάστης τῶν ἑπτὰ φιαλῶν ἐκχεομένης, τοῦ
20μὲν ἕλκους τοῦ γενομένου ἐκ τῆς πρώτης φιάλης τὰς θλίψεις καὶ τὰς ἀλγηδόνας αἰνιττομένου, αἳ ὑποσμύχουσι τὰς ψυχὰς τῶν τότε ἀνθρώπων διὰ τὰς τῶν πολέμων ἀκοάς· τὸ δὲ αἷμα τὸ τῶν ποταμῶν καὶ τῶν ὑδάτων τοὺς ἐν ταῖς
πεζομαχίαις φόνους τῶν παρὰ τὰ ὕδατα στρατοπεδευομένων174

175

ὡς εἰκὸς παραδηλοῦσι. καὶ ἤκουσά φησι τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος. παντοδύναμος μὲν ὁ Θεὸς καὶ προνοῶν τῶν αὐτοῦ κτισμάτων καὶ ἐξαρκῶν πρὸς τὴν ἁπάντων εὐερ‐ γεσίαν, ὡς μὴ δεῖσθαι πρὸς τοῦτο τοῦ συνεργοῦντός
5τινος· οὗ γὰρ τὸ θελῆσαι μόνον ἔργον ἐστὶ συντετελεσμένον καὶ οὗ τῇ ὁρμῇ τοῦ βουλήματος οὐσιώθη τὰ πάντα, πῶς ἂν δεηθείη τοῦ συμπράττοντος καὶ πρὸς τὰς εὐεργεσίας συλλη‐ ψομένου; ἀλλ’ ἐπειδὴ ἀγαθὸς ὢν βούλεται καὶ τοὺς ἁγίους ἀγγέλους εὐεργετεῖσθαι διὰ τῆς πρὸς τοὺς δεομένους ἐπικου‐
10ρίας, ὁ γὰρ ἑτέρῳ χρήζοντι βοηθῶν οὐ τοσοῦτον ἐκεῖνον ὅσον ἑαυτὸν ὠφελεῖ, οὐδεὶς δὲ ἦν ἐν ταῖς ἀγγελικαῖς δυνά‐ μεσιν ἐνδεὴς καὶ χρήζων ἐπικουρίας τῆς ἐξ ἑτέρου τινός, ἔταξεν ὁ Θεὸς τοὺς ἐπὶ γῆς τοῦ παντὸς ἐνδεεῖς ἀγαθοῦ ὑπὸ τῶν ἁγίων ἀγγέλων προνοεῖσθαι. τοιγαροῦν ἐν τοῖς ἔμ‐
15προσθεν ἔγνωμεν τῶν ἐκκλησιῶν προστατοῦντας ἀγγέλους, καὶ ὁ σοφώτατος δὲ γέγραφε Δανιὴλ τὸν ἐν ἀγγέλοις ἄρχοντα Μιχαὴλ τοῦ Ἰουδαίων προνοεῖν φύλου. καὶ νῦν ἡ ἀποκάλυψις ἄγγελον ἡμῖν διηγεῖται ἐπὶ τῶν ὑδάτων τεταγ‐ μένον. τῆς γὰρ ἐπιγείου κτίσεως ἐκ τῶν τεσσάρων στοι‐
20χείων συμπεπηγμένης ἀέρος, πυρός, γῆς τε καὶ ὕδατος—τὰ γὰρ οὐράνια τινὲς ἐβουλήθησαν πέμπτῳ τινὶ σώματι κατα‐ σκευάσθαι ὅπερ αἰθέριόν τε εἶναί φασι καὶ κυκλοφορικόν— τὰ μὲν τρία τῶν στοιχείων, πῦρ καὶ γῆ καὶ ἀήρ, κέχυται πλουσίως πρὸς χρῆσιν ἀναπνοῆς καὶ ἑτέρων κοινωφελῶν.
25τοῦ δέ γε πυρὸς εἰ καὶ τὸ στοιχεῖον ἅπαν τὸν αἰθέρα φασί, πλὴν δαψιλές ἐστι καὶ αὔταρκες ἐπὶ τῆς γῆς, ἐν ταῖς λαγό‐ σιν αὐτῆς καὶ λίθοις ἐμφωλεῦον· ἤδη δέ τινες καὶ ἐξ ὑδά‐
των ἐν σκεύεσιν ὑάλου στεγομένων ἕλκουσι πῦρ, ὅταν175

176

πρὸς ἥλιον ἀνίσχοντα ἀντιπρόσωποι γέγωνται. ἡ δὲ γῆ κοινὴ πᾶσιν μητὴρ καὶ τάφος καὶ ἕδος ἀσφαλὲς πρόκει‐ ται. μόνου δὲ τοῦ ὕδατος οὐ πᾶσιν ἀφθονία πάρεστι τοῦ ποτίμου τοῦ τε ἐν πηγαῖς καὶ κρήναις καὶ φρέασι ποταμοῖς
5τε, καὶ τοῦ ἀερίου ὃ ταῖς νεφέλαις ἐν τοῖς μετεώροις κρα‐ τούμενον εὔκαιρον δίδωσιν ἡμῖν ὑετὸν θείῳ προστάγματι καὶ τρέφει πᾶν ζῶον ἐπὶ τῆς γῆς. ἐπεὶ οὖν οὐκ ἄφθονον πᾶσι τὸ ὕδωρ, τέτακταί τις τῶν ἁγίων ἀγγέλων ἐπ’ αὐτό, ὅπως ἀνενδεὲς καὶ ἀρκοῦν τῇ χρείᾳ τοῦτο παρέχηται τοῖς
10δεομένοις, ὃ δὴ πολλάκις ταῖς κακίαις ἡμῶν ἀνακοπὲν καὶ ἐλλεῖψαν τοὺς αὐχμοὺς καὶ τοὺς λιμοὺς καὶ τοὺς τούτοις ἑπομένους λοιμοὺς κατεργάζεται. τούτου δῆτά φησι τοῦ ἀγγέλου τοῦ ἐπὶ τῶν ὑδάτων προνοίᾳ Θεοῦ τεταγμένου ἤκουσα λέγοντος· δίκαιος εἶ, ὁ ὢν καὶ ὁ ἦν ὁ ὅσιος. τὸ μὲν
15οὖν ὁ ὢν τὸ ἀτελεύτητον δηλοῖ τοῦ Θεοῦ· τὸ δὲ ἦν, τὸ ἄναρ‐ χον· ὁ δὲ ὅσιός ἐστιν ὁ ἐν πᾶσιν διὰ πάντων δίκαιος. ὅτι φησὶ ταῦτα ἔκρινας ἵνα οἱ ἐκχέαντες τὸ αἷμα τῶν ἁγίων αἷμα πίωσιν· ἀνάγκη γὰρ τοὺς ἐν πολέμοις παρὰ τὰ ὕδατα καὶ τοὺς ποταμοὺς ἐστρατοπεδευκότας μεμολυσμένον αἵματι
20πίνειν τὸ ὕδωρ ἐκ τῆς τῶν θνησκόντων ἀναιρέσεως· ᾧ σύμ‐ φωνον ἀγγέλου ἀναπέμπουσιν εὐχαριστίαν καὶ οἱ τὸ ἐπου‐ ράνιον κυκλοῦντες θυσιαστήριον. τὸ γὰρ εἰπεῖν ἤκουσα τοῦ θυσιαστηρίου τόδε τι λέγοντος τοὺς ἐν τῷ θυσιαστηρίῳ λειτουργοῦντας διασημαίνει. γένοιτο δὲ πάντων ἡμᾶς
25ἀπαλλαγέντας τῶν χαλεπῶν τῶν προρρηθησομένων εὐ‐ χάριστον ὕμνον ἀναπέμπειν Χρίστῳ, ᾧ ἡ δόξα εἰς τοὺς
αἰῶνας, ἀμήν 176

177

Λόγος ἔνατος αἱ μὲν τρεῖς ἐκχεθεῖσαι φιάλαι παρὰ τῶν τριῶν ἀγγέ‐ λων ἔδρασαν τὰ ἀναγεγραμμένα. τί δὲ καὶ ἡ τετάρτη καὶ ἡ πέμπτη, πεποίηκε σκοπητέον.
5καὶ ὁ τέταρτός φησιν ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον· καὶ ἐδόθη αὐτῷ καυματίσαι τοὺς ἀνθρώπους ἐν πυρί, καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα· καὶ ἐβλασφή‐ μησαν τὸ ὄνομα τοῦ Θεοῦ τοῦ ἔχοντος ἐξουσίαν ἐπὶ τὰς πλη‐ γὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν. καὶ ὁ
10πέμπτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου· καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη, καὶ ἐμασῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου, καὶ ἐβλασφήμησαν τὸν Θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν.
15 οὐ δὲ ταῦτα κατὰ τοὺς τῆς τροπῆς ἐξηγήσασθαι λόγους δυσχερές. τὸ γὰρ καυματίσαι τὸν ἥλιον τοὺς ἀνθρώπους εἴη ἂν ὁ αὐχμὸς καὶ ἡ συνοχὴ καὶ ἡ ἀπορία τῶν ἐν τοῖς πολέ‐ μοις ἀπολειφθέντων, οἵτινες τοῖς κακοῖς πιεζόμενοι, δέον αἰτήσασθαι παρὰ τοῦ δυναμένου Θεοῦ βοήθειαν καὶ
20ἀπαλλαγὴν τῶν κατεχόντων ἀνιαρῶν, οἵδε καὶ προσε‐ βλασφήμησαν καὶ οὐ μετενόησάν φησι· καί τοι διὰ τοῦτο αἱ πληγαί, ἵν’ ἐπειδὴ διὰ τῶν τοῦ Θεοῦ εὐεργεσιῶν οὐκ ἐπέ‐ γνωσαν τὸν δεσπότην, διὰ γοῦν τῶν κολάσεων ἐπιγνῶσιν. ἡ δὲ τοῦ πέμπτου φιάλη ἐξεχύθη φησὶν ἐπὶ τὸν θρόνον
25τοῦ θηρίου· καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη. γέγρα‐177

178

πται γὰρ τῷ ἀποστόλῳ περὶ τοῦ ἀντιχρίστου, ὃν ἀνελεῖ ὁ Κύριος τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ τῷ Ἡσαΐᾳ· ἀρθήτω ὁ ἀσεβὴς ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου, δόξαν καλοῦντι τὴν ἔνδοξον τοῦ Κυρίου παρουσίαν. τὸ οὖν εἰρημένον ὅτι
5ἐξεχύθη ἡ φιάλη ἐπὶ τὸν θρόνον τοῦ θηρίου δηλοῖ ὅτι ἡ ἀσεβὴς τοῦ ἀντιχρίστου τέλος λήψεται τυραννίς, ἐλεεινῶς ἀναιρεθέντος αὐτοῦ, σκότος δὲ λήψεται πάντας τοὺς ὑπ’ αὐτὸν τεταγμένους τῇ ἀπροσδοκήτῳ τίσει τοῦ καταράτου· σκότωσιν γὰρ λογισμῶν ὑπομείνωσιν ἀπορούμενοι τοῖς
10συμβεβηκόσι. καὶ ἐμασῶντό φησι τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πυρός. τοῦτο ἐφ’ ἑκάστης θλίψεως ὑπερτάτης συμβαίνειν εἴωθεν, εἰ γε τὰς γλώσσας ἤ τι τοῦ σώματος μέρος τοῖς ὀδοῦσιν ἀπολαμβάνειν εἰώθασι, τὸ πολὺ τῆς θλίψεως ἐντεῦ‐ θεν οἰόμενοι κενοῦν. οἱ καὶ αὐτοί, δέον μετανοῆσαι εἰ καὶ
15μὴ δι’ ἄλλο τι, διὰ μέντοι τὴν τοῦ ἀντιχρίστου κατάλυσιν, ὃν ἑαυτοῖς ἐχειροτόνησαν βασιλέα καὶ θεόν, καὶ προσεβλασ‐ φήμησαν τὸν ὄντως Θεὸν διὰ τὴν τοῦ ἀλητηρίου καθαί‐ ρεσιν.
καὶ ὁ ἕκτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ποταμὸν τὸν
20μέγαν Εὐφράτην· καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμάσθῃ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ἀνατολῆς ἡλίου. καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου πνεύματα ἀκάθαρτα τρία ὡς βάτραχοι· εἰσὶν γὰρ πνεύματα δαιμονίων ποιοῦντα σημεῖα, ἃ ἐκπορεύε‐
25ται ἐπὶ τοὺς βασιλεῖς τῆς οἰκουμένης ὅλης, συναγαγεῖν αὐτοὺς
εἰς τὸν πόλεμον τῆς ἡμέρας τῆς μεγάλης τοῦ Θεοῦ τοῦ παντο‐178

179

κράτορος. ἰδοὺ ἔρχομαι ὡς κλέπτης· μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ καὶ βλέπωσι τὴν ἀσχημοσύνην αὐτοῦ. καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον Ἑβραϊστὶ Μαγεδδών.
5 ὁ μὲν ἕκτος ἄγγελος βατὸν ἐποίησε τὸν Εὐφράτην ποτα‐ μόν, τινὰς ἴσως αὐτοῦ πηγὰς ἀποξηράνας ὡς εὐμαρῆ γενέ‐ σθαι τὴν δι’ αὐτοῦ πάροδον τοῖς βασιλεῦσιν. ἐνεργείᾳ δὲ διαβολικῇ καὶ συγχωρήσει Θεοῦ πλεῖστοι συνήχθησαν βασιλεῖς εἰς τὸν καθ’ ἑαυτῶν πόλεμον· καὶ πολέμους γὰρ
10συμβήσεσθαι ἀμφὶ τὴν συντελείαν ὁ Κύριος εἴρηκεν ἐν τῇ μικρῷ πρόσθεν παρατεθείσῃ μαρτυρίᾳ. καὶ εἶδόν φησιν ἐκ τοῦ στόματος τοῦ δράκοντος καὶ ἐκ τοῦ στόματος τοῦ ψευδο‐ προφήτου. δράκοντα μὲν τὸν ἀρχέκακον καλεῖ Διάβολον, ψευδοπροφήτην δὲ ἢ ἕτερόν τινα ἐνεργείᾳ τοῦ Διαβόλου
15προφητεύοντα δῆθεν ἢ τὸν ἀντίχριστον. εἰ δέ γε ὅλως τὸν ἀντίχριστον λέγει, ὃν ἐν μὲν τοῖς φθάσασιν εἰσήγαγε τῷ πνεύματι τοῦ Κυρίου ἀνηρημένον, νῦν δὲ ὡς ἔτι ζῶντα διὰ τοῦ στόματος δαιμόνια ἐξοχετεύει, μὴ θαυμάσῃς ὁ ἐντευξό‐ μενος· θεωρία γάρ ἐστιν τὰ ὁρώμενα καὶ τὰ πρῶτα πολ‐
20λάκις ὕστερα καὶ ἔμπαλιν τὰ ὕστερα πρῶτα δείκνυται τῷ εὐαγγελιστῇ, καί φησιν εἶδον πνεύματα τρία ὡς βα‐ τράχους. εἰσὶ γὰρ πνεύματα δαιμονίων ποιοῦντα σημεῖα ἃ ἐκπορεύεται ἐπὶ τοὺς βασιλεῖς. βατράχοις παρείκασται τὰ δαιμόνια διὰ τὸ χαίρειν τῷ βορβορώδει τῶν ἀνθρώπων βίῳ
25καὶ ἰλυώδει. ἀλλὰ καὶ ἡ δίυγρος καὶ ἀνειμένη μᾶλλον
αὐτοὺς ἤδη ζωὴ τῶν ἁμαρτωλῶν ἤπερ ὁ καρτερικὸς καὶ179

180

κατεσκληρὸς βίος τῶν δικαιῶν, ὡς φθονεροὺς λίαν καὶ χαίροντας τῇ ἀπωλείᾳ τῶν ζώντων. εἶδος δὲ θαυματοποιΐας τῶν δαιμόνων, τὸ τοὺς βασιλεῖς κατ’ ἀλλήλων συναγαγεῖν πόλεμον ἐν τῷ τῆς συντελείας καιρῷ μεγάλην δέ φησι τὴν
5ἡμέραν, ἤγουν τὸν καιρὸν ἐκεῖνον· καὶ γάρ ἐστιν ἀληθῶς μεγάλη καὶ φοβερὰ οὕτως ὀνομαζομένη καὶ παρὰ τοῦ Ἰωὴλ λέγοντος πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. ἰδοὺ ἔρχομαι ὡς κλέπτης φησὶν ὁ Κύριος. ὡς κλέπτης λέγει διὰ τὸ αἰφνίδιον καὶ ἀπροσδόκητον τῆς ἐλεύ‐
10σεως αὐτοῦ τῆς δευτέρας. μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ ἵνα μὴ γυμνὸς περιπατῇ· ἐπέμεινε τῇ τοῦ κλέπ‐ του τροπῇ· διὸ φυλακὴν εἶπε δεῖν γίνεσθαι τῶν ἱματίων ὅπως μὴ ἀπόλωνται, ἱμάτια λέγων ἢ τὸν ἐνάρετον καὶ εὐσχή‐ μονα βίον, δι’ οὗ τῆς τοῦ Θεοῦ σκέπης ἀξιούμεθα, ἤγουν τὸ
15σῶμα ἵνα ἁγνὸν εἴη καὶ καθαρόν. ὁ γὰρ μὴ φυλάξας ἀσχη‐ μονήσει ἔμπροσθεν τῶν ἀγγέλων καὶ τῶν ἀνθρώπων τοῦ θείου θρόνου, διωκόμενος ἐν τῇ τότε κρίσει καὶ γυμνὸς θείας ἐπικουρίας καταλιμπανόμενος. καὶ συνήγαγόν φησι τοὺς βασιλεῖς τῆς γῆς οἱ δαίμονες εἰς τὸν τόπον τὸν καλούμενον
20Ἑβραϊστὶ Μαγεδδών. διακοπὴ ἤτοι διακοπτομένη ἑρμηνεύε‐ ται· ἀπὸ τοίνυν τῆς μελλούσης τῶν ἐν αὐτῷ συνειλεγμένων κοπῆς καὶ σφαγῆς τὸν τοῦ πολέμου τόπον Μαγεδδὼν προσηγόρευσε.
καὶ ὁ ἕβδομος ἐξέχεεν αὐτοῦ τὴν φιάλην εἰς τὸν ἀέρα, καὶ
25ἐξῆλθε φωνὴ μεγάλη ἐκ τοῦ ναοῦ ἀπὸ τοῦ θρόνου λέγουσα
γέγονε· καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί, καὶ180

181

σεισμὸς ἐγένετο μέγας, οἷος οὐκ ἐγένετο ἀφ’ οὗ ἄνθρωποι ἐγέ‐ νοντο ἐπὶ τῆς γῆς τηλικοῦτος σεισμὸς οὕτως μέγας, καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη ... ἐμνήσθη ἐνώπιον τοῦ Θεοῦ δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ Θεοῦ μου τῆς ὀργῆς
5αὐτοῦ· καὶ πᾶσα νῆσος ἔφυγε καὶ ὄρη οὐχ ηὑρέθησαν. καὶ χάλαζα μεγάλη ὡς ταλαντιαῖα καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους· καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν Θεὸν ἐκ τῆς πληγῆς τῆς χαλάζης, ὅτι μεγάλη ἐστὶν ἡ πληγὴ αὐτῆς σφόδρα.
10 ἐν τῷ ἀέρι μὲν ἐξέχεε τὴν φιάλην· ἡ δὲ φωνὴ ἔφη γέγονε. τί γέγονε; τὸ πρόσταγμα, τουτέστιν τοῦ Θεοῦ καὶ ἡ βουλή. οὗ λεχθέντος, γέγονεν ἐκ τοῦ ἀέρος, ἀστραπαὶ καὶ φωναί· ἀστραπαὶ μὲν ἐκ τῶν μετεώρων, φωναὶ δὲ τῶν ἐπὶ τῆς γῆς ἐκ τοῦ δέους τῶν ἀστραπῶν. καὶ βρονταὶ καὶ
15σεισμός. ἢ σεισμόν φησι τὸν κλόνον τῆς γῆς, ἐπεὶ καὶ τοῦτο ἐν τοῖς σημείοις τοῦ τέλους περιέχεται, ἢ σεισμὸν λέγει τὴν μεταποίησιν τῶν ὁρωμένων κατὰ τὸ εἰρημένον τῷ Ἀγγαίῳ· ἔτι ἅπαξ ἐγὼ σείω οὐ μόνον τὸν οὐρανὸν ἀλλὰ καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ξηράν, καὶ συσσείσω πάντα
20τὰ ἔθνη. διὸ καὶ ἐπισημαίνεται οἷός φησιν οὐ γέγονε ποτέ. καὶ ἐγένετό φησιν ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη· καὶ αἱ πόλεις τῶν ἐθνῶν ἔπεσαν. περὶ τῆς Ἱερουσαλήμ φησιν ἡ πόλις ἡ μεγάλη καὶ δῆλον ἐξ ὧν ἀντιδιαστέλλει ταύτῃ
τὰς πόλεις τῶν ἐθνῶν· τοῦ γὰρ Ἰσραὴλ χωρὶς τοὺς λοιποὺς181

182

ἀνθρώπους ἔθνη καλεῖν ἔθος τῇ θείᾳ γραφῇ. μεγάλην δὲ αὐτὴν λέγει, ὡς περιβόητον. πᾶσαι δὲ αἱ πόλεις ἔπε‐ σαν· τῆς γὰρ γῆς μεταποιουμένης καὶ καινῆς γενομένης πῶς οἷόν τε ἦν τὰς ἐν αὐτῇ πόλεις ἑστᾶναι μεμολυσμένας τῇ
5τῶν ἁμαρτωλῶν οἰκήσει; καὶ Βαβυλών φησιν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ Θεοῦ δοῦναι αὐτῇ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ. ἐν τοῖς φθάσασιν εἴρηται καὶ ἄγγελος δεύτερος ἠκολούθησε λέγων ἔπεσεν, ἔπεσε Βαβυλὼν ἡ μεγάλη· ἐν δὲ τῷ παρόντι περὶ ἄλλης ἡμῖν λέγων Βαβυλῶνος
10νοεῖν δίδωσιν οὐκ ἐκείνην, ἑτέραν δέ τινα σημαίνειν αὐτόν. καὶ οἶμαι περὶ τῆς Ῥώμης φησὶ καὶ τῶν τότε καταληψο‐ μένων αὐτήν, ὡς προϊὼν ὁ λόγος διδάξει. διό φησιν καὶ Βαβυλὼν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ Θεοῦ. τουτέστι τῶν πάλαι αὐτῆς ἁμαρτιῶν, ὅτε τοὺς ἁγίους ἐδίωκον καὶ ἀνήρουν,
15μνήμη γέγονεν παρὰ τῷ Θεῷ, τὸ δέ γε ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τοῦ Θεοῦ ἤδη ἡρμηνεύεται· οὐ δεῖ οὖν περιττολο‐ γεῖν καὶ πᾶσά φησι νῆσος ἔφυγε καὶ ὄρη οὐχ εὑρέθησαν. νῆσοι εἴρηνται μὲν αἱ ἐξ ἐθνῶν ἐκκλησίαι, ὡς ὁ προφήτης φησίν· ὁ Κύριος ἐβασίλευσεν· ἀγαλλιάσθω ἡ γῆ· εὐφρανθή‐
20τωσαν νῆσοι πολλαί. εἴρηνται δὲ νῆσοι, ὡς ἀνακύψασαι καὶ ὑπερσχοῦσαι τῆς πικρᾶς καὶ ἁλμυρᾶς εἰδωλολατρείας. νήσους δὲ ἄν τις καὶ τὰ δαιμόνων ἀκάθαρτα τάγματα νοή‐ σειε καθ’ ἕτερον σημαινόμενον, ὡς ἐγκαλινδούμενα τῷ ἁλ‐ μυρῷ τούτῳ καὶ εὐμεταρριπίστῳ βίῳ. περὶ δέ γε τῶν ὀρῶν,
25ὅτι δαίμονάς φησι, καὶ ὁ θεσπέσιος δείκνυσι μελωδὸς ψάλ‐ λων τὰ ὄρη ὡσεὶ κηρὸς ἐτάκησαν ἀπὸ προσώπου Κυρίου ὅτι ἔρχεται. φροῦδα οὖν καὶ ἀφανῆ γενήσεσθαι τὸ τηνικάδε
τὰ τῶν δαιμόνων τάγματα, ὁ λόγος ἡμῖν παραδίδωσιν. ἀλλὰ182

183

ποῦ φύγοιεν οἱ τάλανες ἀπὸ προσώπου τοῦ Θεοῦ, οὗ ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, ὃς ἐμέτρησε τὸν οὐρανὸν σπι‐ θαμῇ καὶ τὴν γῆν δρακί; —πλὴν ὅτι τοῖς συμβαίνουσιν οἱ πεπληγμένοι δρασμὸν ἀνωφελῆ καὶ φυγὴν ἐπιτηδεύσουσι.
5τούτων γεγονότων καὶ χαλάζης ἐπισυρρεούσης ἐξαισίας, δέον τοὺς τότε ἀνθρώπους εἰς λιτὰς τραπῆναι καὶ δεήσεις. ἦ γὰρ ἂν τὰ κατ’ αὐτῶν ἐπαύσατο δείγματα οἱ δὲ καὶ προσεβλασφήμησαν τὸν Θεόν, οὗ χάριν αὐτοῖς καὶ ἐπιτείνε‐ ται τὰ κακά.
10καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, καὶ ἐλάλησε μετ’ ἐμοῦ λέγων· δεῦρο, δείξω σοι τὸ κρῖμα τῆς πόρνης τῆς μεγάλης, τῆς καθημένης ἐπὶ ὑδάτων πολλῶν, μεθ’ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύ‐ σθησαν οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας
15αὐτῆς. καὶ ἀπήνεγκέ με εἰς ἔρημον ἐν πνεύματι. καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ θηρίον κόκκινον, γέμοντα ὀνόματα βλασφημίας, ἔχον κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα· καὶ ἡ γυνὴ ἦν περιβεβλημένη πορφυρὸν καὶ κόκκινον, καὶ κεχρυσωμένη χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα ποτήριον
20 ἐν τῇ χειρὶ αὐτῆς χρυσοῦν γέμοντα βδελυγμάτων καὶ τὰ ἀκάθαρτα τῆς πορνείας τῆς γῆς, καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον· μυστήριον, Βαβυλὼν ἡ μεγάλη, ἡ μήτηρ τῶν πόρνων καὶ τῶν βδελυγμάτων τῆς γῆς. πληρώσασα τὰ περὶ τῆς συντελείας τοῦ παρόντος αἰῶ‐
25νος ἡ ὀπτασία καὶ τὰ τότε συμβησόμενα, εἰς ἕτερον ἔρχεται,183

184

δεῖξαι θέλουσα τῷ εὐαγγελιστῇ τὰ κατὰ τὴν Ῥώμην. καί φησιν εἶπε πρός με δεῦρο, δείξω σοι τὸ κρῖμα τῆς πόρνης τῆς καθημένης ἐπὶ ὑδάτων πολλῶν, κρῖμα λέγων τὴν διαγωγὴν καὶ τὴν πολιτείαν, ἐν ᾗ κέκρικεν εἶναι καὶ οἵᾳ ἐπιτηδεύει. πόρ‐
5νην δὲ αὐτὴν καλεῖ, ὡς ἀπὸ Θεοῦ πορνεύουσαν καὶ ἀποστα‐ τοῦσαν· καὶ τοῦτο γὰρ πορνεία παρὰ τῆς θείας ὠνόμασται γραφῆς κατὰ τὸ εἰρημένον τῷ προφήτῃ πρὸς τὸν τῶν ὅλων Θεόν· ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπό σου. ὕδατα δὲ πολλὰ τὰ ἔθνη φησίν, ὧν ἄρχει καὶ προκάθηται, ὡς
10αὐτὸς προϊών φησι. μεθ’ ἧς φησιν ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς. οἱ δέ εἰσιν οἱ ἐν αὐτοῖς βασιλεύσαντες· οὗτοι γὰρ τῆς γῆς οἱ βασιλεῖς οἳ τῇ πορνείᾳ αὐτῆς καὶ τῇ εἰδωλομανίᾳ κεκοινωνήκασι. καὶ ἐμεθύσθησάν φησιν οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς· καὶ γὰρ καὶ οἱ λοιποί,
15ὧν ἦν ἄρχουσα, συναπέστησαν Θεοῦ, ταύτης τὰ μὲν ἀναγκα‐ ζούσης, τὰ δὲ ἡγουμένης. καὶ ἀπήνεγκέ μέ φησιν εἰς ἔρημον ἐν πνεύματι. τὴν ἐρήμωσιν αὐτῆς τὴν ἐσομένην ἡ ἔρημος αἰνίττεται. καὶ εἶδόν φησι γυναῖκα καθημένην ἐπὶ θηρίον κόκ‐ κινον. θηρίον μέν φησι τὸν Διάβολον ᾧ ἐπανεπαύετο, καὶ
20παρ’ οὗ ἐστρατηγεῖτο· κόκκινον δὲ διὰ τὸ πεφοινίχθαι τῷ αἵματι τῶν ἁγίων. βλασφημίας δὲ ὀνόματα ἔγεμε τὸ θηρίον· ὁ γὰρ ἑαυτῷ ἀνατεθεὶς Διάβολος τὸ τῷ Θεῷ πρέπον σέβας εἰς Θεὸν ἐξαμαρτάνει. ἔχοντά φησι κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα. ταῦτα αὐτὸς προϊὼν ἑρμηνεύει, τὰς κεφαλὰς καὶ τὰ
25κέρατα βασιλέας λέγων τούς τε ἐν αὐτῇ βασιλεύσαντας καὶ βασιλεύειν μέλλοντας. καὶ ἡ γυνὴ ἦν περιβεβλημένη πορφυ‐ ροῦν καὶ κόκκινον, —πορφυροῦν μὲν διὰ τὴν βασιλείαν,
κόκκινον δὲ διὰ τὸ πολλῶν ἁγίων αἵματα ἐκχέαι. κεχρυσω‐184

185

μένη χρυσῷ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις. ὡς βασιλίδα εὐλόγως ὁ λόγος κοσμεῖ, κόσμῳ βασιλικῷ. ἔχουσα ποτήριον χρυσοῦν ἐν τῇ χειρὶ αὐτῆς, γέμον βδελυγμάτων, —χρυσοῦν μὲν διὰ τὸ τῆς ἡγεμονίας ἔντιμον, γέμον δὲ ὅμως εἰδωλολα‐
5τρείας καὶ μιασμάτων, οἷς ἐτρέφετο καὶ ᾧτινι τοῖς ἰδίοις ἔσπενδε δαίμοσιν. καὶ τὰ ἀκάθαρτά φησι τῆς πορνείας τῆς γῆς· καὶ γὰρ καὶ τῶν λοιπῶν ἐθνῶν τῆς εἰδωλολατρείας αὐτῇ τὰς αἰτίας ἀνατίθησιν, ὡς πρωτουργῷ τῶν κακῶν καὶ τῆς εἰδωλομανίας. ἦν δέ φησι καὶ γεγραμμένον ἐπὶ τῷ
10μετώπῳ αὐτῆς, ὥσπερ ἐν στηλογραφίᾳ τινί φησι, τίς εἴη· καὶ ὅτι Βαβυλών ἐστιν, ἡ μήτηρ τῶν πόρνων, —Βαβυλὼν μὲν διὰ τὴν ἐν αὐτῇ ταραχὴν καὶ σύγχυσιν καὶ τῶν ἁγίων τοὺς διωγμούς· σύγχυσις γάρ, ὡς εἴρηται, σημαίνει τὸ τῆς Βαβυλῶνος ὄνομα· μήτηρ δὲ τῆς ἀπὸ Θεοῦ πορνείας καὶ ἀπο‐
15στασίας. πῶς γὰρ οὐ μήτηρ καὶ διδάσκαλος ἡ τὸν εὐαγγε‐ λικὸν διώκουσα λόγον καὶ τοὺς τοῦτον κηρύσσοντας, πεί‐ θουσα δὲ τὰ ἔθνη προσμένειν τῇ πατροπαραδότῳ πλάνῃ;
καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν τοῦ αἵματος τῶν μαρτύ‐
ρων Ἰησοῦ. καὶ ἐθαύμασα ἰδὼν αὐτὴν θαῦμα μέγα· καὶ
20εἶπέ μοι ὁ ἄγγελος· διὰ τί ἐθαύμασας; ἐγὼ ἐρῶ σοι τὸ μυστήριον τῆς γυναικὸς καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα· τὸ θηρίον ὃ εἶδες, ἦν καὶ οὐκ ἔστι, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου, καὶ εἰς ἀπώλειαν ὑπάγει· καὶ θαυμάσονται οἱ
25κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὸ ὄνομα ἐπὶ τὸ185

186

βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, βλεπόντων τὸ θηρίον
ὅτι οὐκ ἔστι καὶ παρέσται· ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν.
οὐ μόνον γὰρ ἐκορέσθη τοῦ αἵματος τῶν ἁγίων ἡ πόρνη, ἀλλὰ καὶ ἐμεθύσθη. τοσοῦτον ἔχεαν διαφορῶς οἱ ἐν αὐτῇ
5βασιλεύσαντες, ἐγώ σοί φησι ἐρῶ τί ἐστι τὸ μυστήριον τῆς γυναικὸς καὶ τοῦ θηρίου· τουτέστι, μυστικῶς δηλοῖ ταῦτα τὰ ὡς ἐν εἰκόνι γραφόμενά σοι διὰ τῆς ἀποκαλύψεως. τὸ θηρίον φησὶν ὁ εἶδες, ἦν καὶ οὐκ ἔστι, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου. ἦν μὲν γὰρ ὁ Διάβολος πρὸ τῆς ὑπάρξεως
10τοῦ αἰσθητοῦ κόσμου γεγονὼς ὑπὸ τοῦ Θεοῦ ἐπ’ ἔργοις ἀγα‐ θοῖς, ὥσπερ καὶ οἱ λοιποὶ θεσπέσιοι ἄγγελοι· οὐκ ἔστι δὲ καθὸ καὶ τὰ ἀμφὶ τὴν συντέλειαν τοῦ αἰῶνος δείκνυται τῷ εὐαγγελιστῇ, ἐν ᾗ πορεύσεται εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον αὐτῷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. τὸ γὰρ ἐν τούτοις εἶναι οὐδὲ
15εἶναί ἐστι κυρίως. εἶτα ἐπειδὴ ἐνεργεία αὐτοῦ μέλλει περὶ τὰς τοῦ τέλους ἡμέρας ἀναδείκνυσθαι ὁ ἀντίχριστός φησι· καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου καὶ εἰς ἀπώλειαν ὑπάγει. διὰ γὰρ τοῦ ἀντιχρίστου ἄνοδος καὶ οἷον αὔξησις γενήσε‐ ται τῷ Διαβόλῳ, πλανῶντος τοὺς ἀνθρώπους τοῦ ἀντιχρίστου
20καὶ πείθοντος αὐτῷ προσκυνεῖν κατὰ τὰ πρόσθεν διὰ πολ‐ λῶν εἰρημένα. ἤ, τό, ἦν καὶ οὐκ ἔστιν οὕτω νοήσεις· ὁ ἀπό‐ στολος γράφων Φιλιππησίοις φησὶ πᾶσι τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ, τοῖς οὖσιν ἐν Φιλίπποις, ὄντας καλῶν τοὺς ἁγίους διὰ τὸ ἐν Χριστῷ εἶναι καὶ ἐν οἰκειότητι καὶ μνήμῃ
25Θεοῦ. εἰ οὖν οἱ ἅγιοι ὄντες εἰσίν, ἄρα ὁ ἀλιτήριος Διά‐ βολος οὐκ ἔστι νῦν, εἰ καὶ ἦν πρὶν ἢ τραχηλιάσας κατὰ Θεοῦ παντοκράτορος ἐξώλισθε τῆς οἰκείας τάξεως. ὁμοίως δὲ
καὶ οἱ ἀσεβεῖς, εἰ καὶ εἶναι δοκοῦσιν ὅσον εἰς ὑπόστασιν186

187

καὶ οὐσίαν, πλὴν οὐκ εἰσὶν ὅσον ἧκεν εἰς ψῆφον καὶ μνή‐ μην Θεοῦ· καὶ ὅτι τοῦτο οὕτως ἐστί, τοὺς ἀπὸ τοῦ Κάϊν οὐ γενεαλογεῖ ἡ τῆς Γενέσεως βίβλος, ὡς διὰ τὴν ἀσέβειαν οὐκ ὄντας ἀπώλειαν δέ φησιν ἐν ᾗ ἀπιέναι μέλλει. τουτέστι
5τὴν δικαίαν κατ’ αὐτοῦ τιμωρίαν τῆς Γεέννης· τοὺς γὰρ ἐν αὐτῇ καταδεδικασμένους ἀπολωλέναι φησὶν ὁ Κύριος παρὰ τῷ Ματθαίῳ λέγων· φοβηθῆτε δὲ τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν Γεέννῃ. καὶ θαυμάσονταί φησιν οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς. οὐ πάντες δέ, ἀλλ’ ὧν τὰ ὀνόματα
10ἐν βίβλῳ ζωῆς. τί δὲ θαυμάσονται; ὅτι ἦν καὶ οὐκ ἔστι καὶ παρέσται καὶ ἀπόλλυται τὸ θηρίον· τὴν γὰρ ἐπ’ αὐτῷ μεγίστην ἐκπλαγῶσι μεταβολὴν οἱ πεποιθότες ἐπ’ αὐτῷ. κοσμοκράτωρ γὰρ εἶναι θέλων καὶ τοῦτο ἑαυτὸν ἀπο‐ δεικνύς, οὐ μόνον τῆς ἀρχῆς καθαιρεθήσεται, ἀλλὰ καὶ
15τέλος ἄξιον λήψεται τῆς αὐτοῦ μοχθηρίας. ὧδε ὁ νοῦς φησιν ὁ ἔχων σοφίαν. ὧδέ ἐστί φησι νοῦς σεσοφισμένος· γνώτω τὸ αἴνιγμα πῶς ἦν καὶ οὐκ ἔστι, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου. καὶ γὰρ τῷ ἐκ τοῦ ὄντος χωρῆσαι εἰς τὸ μὴ εἶναι, ἐναντίον εἶναι δοκεῖ τὸ μέλλειν ἀναβαίνειν πάλιν ἐκ
20τῆς ἀβύσσου, πλὴν εἰ μὴ οὕτως τὶς νοήσοι ὥσπερ καὶ εἴρηται.
αἱ ἑπτὰ κεφαλαὶ ἑπτὰ ὄρη εἰσίν, ὅπου ἡ γυνὴ κάθηται ἐπ’
αὐτῶν. καὶ βασιλεῖς ἑπτά εἰσιν· οἱ πέντε ἔπεσαν, ὁ εἶς
ἔστιν, ὁ ἄλλος οὔπω ἦλθε· καὶ ὅταν ἔλθῃ, ὀλίγον αὐτὸν δεῖ
25μεῖναι· καὶ τὸ θηρίον ὃ ἦν καὶ οὐκ ἔστι, καὶ αὐτὸς ὄγδοός ἐστι, καὶ ἐκ τῶν ἑπτά ἐστι, καὶ εἰς ἀπώλειαν ὑπάγει. καὶ
τὰ δέκα κέρατα ἃ εἶδες δέκα βασιλεῖς εἰσιν, οἵτινες βασιλείαν187

188

οὔπω ἔλαβον, ἀλλ’ ἔξουσιν ὡς βασιλεῖς μίαν ὥραν λαμβά‐ νουσι μετὰ τοῦ θηρίου. οὗτοι μίαν γνώμην ἔχουσιν, καὶ τὴν δύναμιν καὶ τὴν ἐξουσίαν αὐτῶν τῷ θηρίῳ διδόασιν. οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσι, καὶ τὸ ἀρνίον νικήσει αὐτούς,
5
ὅτι Κύριος κυρίων ἐστὶ καὶ Βασιλεὺς βασιλέων, καὶ οἱ μετ’
αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί. αἱ ἑπτά
φησι κεφαλαὶ ἑπτὰ ὄρη εἰσίν, ὅπου ἡ γυνὴ κάθηται ἐπ’ αὐτῶν. ἀπὸ τούτου μάλιστα δείκνυται ὅτι περὶ τῆς Ῥώμης λέγει τὰ εἰρημένα· αὑτὴ γὰρ ἑπτάλοφος εἶναι ἱστό‐
10ρηται, οὐδὲ μία δὲ ἄλλη πόλις. καὶ βασιλεῖς ἑπτά φησιν· οἱ πέντε ἔπεσαν, ὁ εἷς ἔστιν, ὁ ἄλλος οὔπω ἦλθε, καὶ ὅταν ἔλθῃ ὀλίγον αὐτὸν δεῖ μεῖναι. εἰκότως τοὺς βασιλεῖς εἰς τὰς κεφαλὰς ὁρᾷ· τὸ γὰρ κεφάλαιον τῆς Ῥωμαίων ἡγεμονίας οἱ βασιλεῖς εἰσιν. τί δήποτε πλείστων ὅσων ἐν Ῥώμῃ
15βασιλευσάντων ἑπτὰ μόνους εἶναι ἔφη κεφαλὰς τοῦ θη‐ ρίου; ἐπειδὴ οὗτοι μάλιστα οἱ ἑπτὰ τὸ θηρίον, τουτέστι τὸν Διάβολον, διᾶραι τὴν ἑαυτοῦ κεφαλὴν κατὰ τῶν Χριστι‐ ανῶν ἐποίησαν, διωγμοὺς κατὰ τῆς ἐκκλησίας κινήσαντες· ὧν ἐστι πρῶτος Νέρων, δεύτερος Δομετιανός, εἶτα Τραϊανός,
20Σευῆρος, μετ’ αὐτόν, Δέκιος, Οὐαλλεριανός, Διοκλητιανός· οὗτοι γὰρ τῶν ἐν Ῥώμῃ βασιλευσάντων ἀνέδην τὴν ἐκ‐ κλησίαν ἐδίωξαν, ὥς φησι ἐν τοῖς Χρονικοῖς ὁ Εὐσέβιος, ὧν ἑπτὰ τοὺς πέντε φησὶ θανάτῳ πεπτωκέναι· Νέρωνα, Δομε‐ τιανόν, Τραϊανόν, Σευῆρον, Δέκιον· τὸν δὲ ἕνα εἶναι, τουτέστι
25τὸν Οὐαλλεριανόν. ὁ ἄλλος φησὶν οὔπω ἦλθε, καὶ ὅταν ἔλθῃ188

189

ὀλίγον αὐτὸν δεῖ μεῖναι. ἄλλον δέ φησι τὸν Διοκλητιανόν, μεθ’ ὃν ἐπαύσατο ἡ ἐπὶ Ῥώμην βασιλέα καὶ μετῆλθεν εἰς τὴν ἐπώνυμον τοῦ εὐσεβοῦς Κωνσταντίνου πόλιν, αὐτοῦ Κωνσταντίνου τὰ βασίλεια μεταγαγόντος. πάνυ δὲ ἀκριβῶς
5ἀπηγγέλθη τῷ εὐαγγελιστῇ πάντα μέν, μάλιστα δὲ τὰ κατὰ τὸν Διοκλητιανόν, ἐν οἷς εἴρηται καὶ ὅταν ἔλθῃ ὀλίγον αὐτὸν δεῖ μεῖναι, μεῖναι λέγων ἐν τῷ κατὰ τῶν Χριστι‐ ανῶν διωγμῷ· καίτοι γὰρ εἴκοσι ἔτη βασιλεύσας, τὰ τελευταῖα δύο ἀρξάμενος τοῦ διωγμοῦ, ἀπέθετο τὴν βασι‐
10λείαν. καὶ τὸ θηρίον φησὶν ὃ ἦν καὶ οὐκ ἔστι. καὶ αὐτὸ ὄγδοόν ἐστι καὶ ἐκ τῶν ἑπτά ἐστι, καὶ εἰς ἀπώλειαν ὑπάγει. καὶ τὸν Διάβολον πρῶτόν τε καὶ ἔσχατον τέταχε διώκτην καὶ τῶν ἑπτὰ ὁμογνώμονα. πῶς γὰρ ἂν οὐκ ἂν ταγείη καὶ οὗτος ὁ καὶ τοῖς ἑπτὰ τὸ οὕτως εἶναι πάνυ πονηροὺς
15στρατηγήσας; καὶ τὰ δέκα φησὶ κέρατα ἃ εἶδες δέκα βασιλεῖς εἰσιν, οἵτινες βασιλείαν οὔπω ἔλαβον. περὶ τούτων τῶν δέκα βασιλέων ἤτοι κεράτων ὁ σοφώτατος προφήτης Δανιὴλ διεί‐ ληφεν ἐκ τῆς Ῥωμαίων ἀρχῆς λέγων· αὐτοὺς ἀνίστασθαι ἐν τοῖς ἐσχάτοις χρόνοις ὧν ἐν μέσῳ ὁ ἀντίχριστος ἀναστή‐
20σεται. διὰ τοῦτο οὖν φησι βασιλείαν οὔπω ἔλαβον ἀλλ’ ἔξου‐ σιν ὡς βασιλεῖς. καλῶς ὡς βασιλεῖς διὰ τὸ ὠκύμορον καὶ σκιῶδες τῆς βασιλείας αὐτῶν. εἶτα ἐπάγει μίαν ὥραν λαμ‐ βάνουσι μετὰ τοῦ θηρίου. θηρίον ἐνταῦθα τὸν ἀντίχριστον καλεῖ. ἐπεὶ καὶ ἐν τοῖς προλαβοῦσιν οὕτως αὐτὸν κέκληκεν
25εἰπὼν καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχε
κέρατα δύο ὅμοια ἀρνίου. τὸ δὲ μίαν ὥραν βασιλεῦσαι189

190

αὐτοὺς ἢ τὸ ὀλιγοχρόνιον τῆς βασιλείας αὐτῶν αἰνίττεται, ἢ μίαν ἔτους ὥραν καὶ τροπήν. οὗτοί φησι μίαν γνώμην ἔχου‐ σιν, καὶ τὴν δύναμιν καὶ ἐξουσίαν αὐτῶν τῷ θηρίῳ διδόασιν. εἰ γὰρ καὶ ἐναντίοι εἰσὶν ἑαυτοῖς περὶ τὰς γνώμας οἱ ἐσό‐
5μενοι δέκα βασιλεῖς, ἀλλ’ ἐν τούτῳ ἔσται αὐτοῖς μία γνώμη, ἐν τῷ δοῦναι τὴν δύναμιν αὐτῶν καὶ τὴν ἐξουσίαν τῷ θηρίῳ, τουτέστι τῷ ἀντιχρίστῳ. ἡττηθήσονται γὰρ ὑπ’ αὐτοῦ καὶ μόνος λοιπὸν ἐκεῖνος πάντων κατάρξει. ἀλλ’ εἰ καὶ παρὰ γνώμην ἡττηθήσονται, ὅμως ἐπειδὴ οἱ δέκα τὸ αὐτὸ πάθος
10τῆς ἥττης καὶ τῆς καθαιρέσεως πάθωσι, μίαν αὐτοὺς ἔφη γνώμην ἔχειν· ὥσει ἔλεγεν ὥσπερ ἐκ συμφωνίας καὶ ὁμο‐ γνωμοσύνης οἱ δέκα ἡττηθήσονται τῷ ἀντιχρίστῳ. οὗτοί φησι μετὰ τοῦ ἀρνίου πολεμήσουσι. πρὶν γὰρ ὅλως ὑπὸ τοῦ ἀντιχρίστου καθαιρεθῆναι, διώξουσι τὴν ἐκκλησίαν οὗτοι
15περὶ ὧν ὁ λόγος. ἀλλ’ ὁ Χριστὸς νικήσει· κακοὺς γὰρ ὄντας αὐτοὺς κακίονι παραδώσει τῷ ἀντιχρίστῳ πρὸς θάνατον. καὶ κατ’ ἄλλο δὲ ὁ Χριστὸς νικήσει, τῶν αὐτοῦ δούλων μέχρι θανάτου ὑπὲρ τῆς εἰς αὐτὸν ἀγωνιζομένων πίστεως· κλητοὶ γάρ εἰσί φησι καὶ ἐκλεκτοὶ καὶ πιστοί, —οἱ τοῦ Χρι‐
20στοῦ τουτέστι δοῦλοι.
καὶ λέγει μοι· τὰ ὕδατα ἃ εἶδες, οὗ ἡ πόρνη κάθηται, λαοὶ
καὶ ἔθνη εἰσὶν καὶ ὄχλοι καὶ γλῶσσαι. καὶ τὰ δέκα κέρατα
ἃ εἶδες καὶ τὸ θηρίον, οὗτοι μισοῦσι τὴν πόρνην, καὶ ἐρη‐
μωμένην ποιήσουσιν αὐτὴν καὶ γυμνήν, καὶ τὰς σάρκας αὐτῆς
25φάγονται, καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί· ὁ γὰρ Θεὸς δέδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ, καὶ ποιῆσαι μίαν γνώμην καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἄχρι τελεσθήσονται οἱ λόγοι τοῦ Θεοῦ. καὶ ἡ γυνὴ ἣν εἶδες, ἐστὶν ἡ πόλις ἡ μεγάλη, ἔχουσα βασιλείαν ἐπὶ τῶν
30βασιλέων τῆς γῆς.190

191

τὰ ὕδατα ἔφη ἐφ’ ὧν ἡ πόρνη κάθηται, λαοὺς καὶ ἔθνη, ἐφ’ οὗς δηλαδὴ τὴν βασιλείαν ἡ πόλις ἔχει. πῶς δὲ ἐρημωθή‐ σεται ὑπὸ τῶν βασιλέων ἡ Ῥώμη; ταύτην γὰρ ἐνοήσαμεν δηλοῦσθαι διὰ τῆς ἀποκαλύψεως. ἴσως αὐτοῖς ἔσται περι‐
5μάχητος ὡς βασιλὶς καὶ ὀχυρὰ καὶ πολυάνθρωπος καὶ φό‐ ρους δεχομένη. ἐν τῷ οὖν περὶ αὐτῆς πολέμῳ ἐπάναγκες αὐτὴν ἆθλον νίκης κειμένην ὑπὸ πάντων πάσχειν κακῶς, πυρπολουμένην καὶ ἐρημουμένην. ὁ γὰρ Θεός φησιν ἔδω‐ κεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτῶν. Θεοῦ
10φησι συγχωροῦντος, ταῦτα πείσεται ὑπὸ τῶν ἀντεχομένων αὐτῆς καὶ ἑλεῖν ἐθελόντων. καὶ ποιῆσαί φησι μίαν γνώμην καὶ δοῦναι τὴν βασιλείαν τῷ θηρίῳ. καὶ ὥσπερ ἐκ μιᾶς γνώ‐ μης ὑποχειρίους παραδοθῆναι τῷ ἀντιχρίστῳ, καθὼς ἔμ‐ προσθεν εἴρηται, ἄχρι φησὶ τελεσθήσονται οἱ λόγοι τοῦ Θεοῦ.
15ὑποχείριοί φησιν γενήσονται τῷ θηρίῳ ἄχρις οὗ καὶ ἡ κατὰ τοῦ ἀντιχρίστου τιμωρία φθάσει καὶ τέλος λάβοι τὰ εἰρη‐ μένα διὰ τῶν προφητῶν ὑπὸ τοῦ Θεοῦ, καὶ ἐπ’ αὐτῷ. σαφέ‐ στερον δὲ τὰ κατὰ τὴν πόλιν περὶ ἧς ὁ λόγος σημᾶναι θέλων, ἐπάγει ὅτι ἔστιν ἡ γυνὴ ἡ πόλις ἡ μεγάλη ἡ ἔχουσα
20κατὰ πάντων τὴν βασιλείαν.
μετὰ ταῦτα εἶδον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρα‐
νοῦ, ἔχοντα ἐξουσίαν μεγάλην, καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς
δοξῆς αὐτοῦ. καὶ ἔκραξεν ἐν ἰσχυρᾷ φωνῇ λέγων· ἔπεσεν,
ἔπεσε Βαβυλὼν ἡ μεγάλη, καὶ ἐγένετο κατοικητήριον δαι‐
25μονίων, καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου καὶ φυ‐191

192

λακὴ παντὸς ὀρνέου ἀκαθάρτου καὶ μεμισημένου, ὅτι ἐκ τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πέπτωκε πάντα τὰ ἔθνη, καὶ οἱ βασιλεῖς τῆς γῆς μετ’ αὐτῆς ἐπόρνευσαν, καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν.
5 καὶ εἶδόν φησιν ἄλλον ἄγγελον ἔχοντα ἐχουσίαν μεγάλην. ταύτην λέγει τὴν τοῦ φωστήρ τε εἶναι καὶ φωτίζειν τὴν γῆν ἐκ τῆς δοξῆς αὐτοῦ. ἔπεσέ φησι Βαβυλών. τὴν κατ’ αὐτῆς ἀπόφασιν τοῦ Θεοῦ ἀνακηρύττει. δέδοκταί φησι τάδε αὐτὴν παθεῖν, καὶ ἐγένετο κατοικητήριον δαιμονίων· ὡς μισάν‐
10θρωποι γὰρ οἱ ἀλητήριοι δαίμονες καὶ αἱμοβόροι, ἐν οἷς ἂν εὕρωσι τόποις αἷμα ἀνδρῶν κεχυμένον, ἢ ἐν πολέμοις ἢ ἑτέρως πως ἀναιρεθέντων, ὥσπερ ἐφηδόμενοι τῷ γεγονότι ἐν αὐτοῖς τὰς διατριβὰς ποιοῦνται. ἐπεὶ οὖν πλεῖστοι ἀναιρε‐ θήσονται ἐν τῇ πόλει, ὡς φθάσας εἶπεν, γίνεται λοιπὸν κατοι‐
15κητήριον δαιμόνων καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου, καὶ παντὸς θηρίου ἀκαθάρτου· φεύγονται γὰρ τὰ τοιαῦτα τὴν μετὰ ἀνθρώπων δίαιταν, καὶ τὰς ἐρημίας καταλαμβά‐ νοντα ἑαυτὰ διαφυλάττει ἀπὸ τῶν ἐπιβουλευόντων καὶ τῆς θήρας τῶν ἀγρευόντων. τοιαῦτά τινα καὶ Ἡσαΐας ὁ προ‐
20φήτης φησὶ περὶ τῆς Βαβυλῶνος. φησὶ καὶ ἀναπαύσονται ἐκεῖ σειρῆνες καὶ δαιμόνια ἐκεῖ ὀρχήσονται· καὶ ὀνοκένταυροι ἐκεῖ κατοικήσουσι καὶ νοσσοποιήσουσι ἐχῖνοι ἐν τοῖς οἴκοις
αὐτῶν. ὅτι ἐκ τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πέπωκε πάντα192

193

τὰ ἔθνη. πορνείαν ἐνταῦθα τὴν ἀπλησίαν καὶ φιλοχρημα‐ τίαν αὐτῶν φησι· τοιοῦτος γὰρ ὁ τῶν πόρνων τρόπος. καὶ γὰρ ἐπεφύησαν οἱ ἐν τῇ εἰρημένῃ πόλει πᾶσι τοῖς ἔθνεσι, καὶ καταστρεψάμενοι φόρους τελεῖν ἔταξαν αὐτούς.
5καὶ οἱ βασιλεῖς φησιν οἱ ἐν αὐτῇ μέτοχοι καὶ κοινωνοὶ τῆς φιλαργυρίας αὐτῆς γεγένηνται, καὶ οἱ ἔμποροι δὲ οἱ ἐν αὐτῇ ἐμπορευόμενοι ἐπλούτησάν φησιν ἐκ τοῦ στρήνους αὐτῆς, τουτέστιν, ἐκ τῆς ὑπεροψίας αὐτῆς καὶ τῆς ἀνειμένης καὶ κεχυμένης καὶ κατεβλακευμένης διαίτης αὐτῆς, παντοῖα
10φορτία ἐν αὐτῇ διατιθέντες.
καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν· ἔξελθε
ἐξ αὐτῆς, ὁ λαός μου, ἵνα μὴ συγκοινωνήσηται ταῖς ἁμαρ‐
τίαις αὐτῶν, καὶ ἐκ τῶν πληγῶν αὐτῆς ἵνα μὴ λάβητε· ὅτι
ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ, καὶ ἐμνη‐
15μόνευσεν ὁ Θεὸς τὰ ἀδικήματα αὐτῆς. ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκε, καὶ διπλώσατε αὐτὰ διπλᾶ κατὰ τὰ ἔργα αὐτῆς ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασεν αὐτῇ διπλοῦν ὅσα ἐδό‐ ξασεν αὑτὴν καὶ ἐστρηνίασεν, τοσοῦτον δότε αὐτῇ βασανι‐ σμὸν καὶ πένθος. ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει ὅτι κάθημαι
20βασίλισσα, καὶ χήρα οὐκ εἰμί, καὶ πένθος οὐ μὴ ἴδω· διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς, θάνατος καὶ πένθος καὶ λιμός, καὶ ἐν πυρὶ κατακαυθήσεται· ὅτι ἰσχυρὸς
ὁ Κύριος ὁ κρίνας αὐτήν.193

194

ὅταν οἱ θεῖοι ἄγγελοι τὴν Σοδομιτῶν κατέλαβον πόλιν ἐφ’ ὧ δίκην εἰσπράξασθαι τοὺς ἐν αὐτῇ καὶ τὰς ἀστυγεί‐ τονας πόλεις, μᾶλλον δὲ ὡς τῷ ἐν ἁγίοις Κυρίλλῳ δοκεῖ, ὅταν ὁ τοῦ Θεοῦ Υἱὸς καὶ τὸ Ἅγιον Πνεῦμα ἐκεῖσε ἐπεφοί‐
5των, —ὁ γὰρ Πατὴρ κρινεῖ οὐδένα κατὰ τὸ γεγραμμένον, τὴν δὲ πᾶσαν κρίσιν δέδωκε τῷ υἱῷ συμπαρόντος αὐτῷ δηλονότι φυσικῶς καὶ οὐσιωδῶς τοῦ ζωοποιοῦ πνεύματος, —τότε φασὶ πρὸς τὸν θεσπέσιον Λώτ· σώζων σῶζε τὴν σεαυτοῦ ψυχήν· μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω μηδὲ στῇς ἐν πάσῃ τῇ περιχώρῳ·
10εἰς τὸ ὄρος σώζου, μή ποτε συμπαραληφθῇς. τοῦτο καὶ νῦν ἡμᾶς ἡ ἀποκάλυψις διδάσκει· ἐπειδὴ γὰρ οὐκ ἔνι ἐν οὕτω μεγίστῃ καὶ πολυανθρώπῳ πόλει, τῇ Ῥώμῃ, μὴ καὶ Χρι‐ στοῦ δούλους ἐν αὐτῇ τυγχάνειν, φησὶ πρὸς αὐτοὺς ἔξελθε ἐξ αὐτῆς, ὁ λαός μου, ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις
15αὐτῶν, καὶ ἐκ τῶν πληγῶν αὐτῶν ἵνα μὴ λάβητε. τὸ γὰρ κοινωνῆσαι τῶν ἁμαρτιῶν καὶ τῶν πληγῶν ἐστι κοινωνῆσαι· δι’ αὐτὰς γὰρ αἱ πληγαί. ὅτι φησὶν ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ· ὡς ἂν εἴποι καὶ τὸν μεταξὺ ἀέρα ἐμόλυναν ταῖς ἁμαρτίαις. διό φησι πολλὰ μακροθυμήσας
20ὁ Θεὸς νῦν εἰς ἀνταπόδοσιν ἐγήγερται. ἀπόδοτε οὖν φησιν αὐτῇ τὰς ἁμαρτίας διπλᾶς, καίτοι διὰ τοῦ πανσόφου Μωϋ‐ σέως ἐντέταλται ἡμῖν ὁ Θεός· οὐκ ἐκδικήσεις δὶς ἐπὶ τὸ αὐτό. πῶς οὖν αὐτὸς διπλᾶ ἀποδίδωσιν; οὐ τὸ διπλάσιον σημαίνει τὸ διπλᾶ, ἀλλ’ ὅτι φιλάνθρωπος ὢν καὶ ἀγαθὸς ὁ
25Θεὸς, καὶ πολὺ καταδεέστερον τῆς ἀξίας κολάζων, διπλὰ
οἴεται ἀποδεδωκέναι καὶ ὅταν μέρος ἀποδῷ· καὶ οὐ μόνον194

195

διπλᾶ, ἀλλὰ καὶ ἑπταπλασίονα. καὶ τοῦτο εἰδὼς ὁ προφή‐ της ἔλεγεν ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτῶν τὸν ὀνειδισμὸν αὐτῶν ὃν ὠνείδισάν σε, Κύριε, ἐκ τῆς αἰτήσεως τοῦ ἑπταπλασίονος τὸν Θεὸν ἐξαιτῶν περὶ τῆς
5κατ’ ἀξίαν τῶν ἐχθρῶν τιμωρίας, ἀνθ’ ὧν φησι δοξασθεῖσα καὶ κατασπαταλήσασα τοῦ παρόντος βίου πρόνοιαν οὐ πεποίηται τοῦ θείου θελήματος. ἀπόδοτε αὐτῇ. λέγει γάρ, οὐκ ἔσομαί ποτε τοῦ βασιλεύειν ἐστερημένη· τοῦτο γὰρ ἡ χήρα, ἡ οἷον τοῦ βασιλεύοντος ἔρημος. οὐδέ τι κακὸν ὄψο‐
10μαι. διὰ οὖν τὴν μεγαλορρημοσύνην αὐτῆς ἥξει αὐτῇ ἅπαν ὁμοῦ κακόν· ἰσχυρὸς γάρ φησιν ὁ Θεὸς καὶ ὑπ’ οὐ‐ δενὸς κωλυθήσεται κρίσιν αὐτῇ καὶ κόλασιν ἐπαγαγεῖν· ἧς γένοιτο πάντας ἡμᾶς ἐλευθέρους γενέσθαι χάριτι τοῦ καλέ‐ σαντος ἡμᾶς εἰς τὴν αὐτοῦ ἐπίγνωσιν καὶ ἐλπίδα Χριστοῦ·
15ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν Λόγος δέκατος ἔτι περὶ τῆς Ῥώμης λόγος τῇ ἀποκαλύψει· ἅτε γὰρ περὶ μεγίστης μεταβολῆς διηγουμένη καὶ ξενοπρεποῦς ἐμφιλο‐ χωρεῖ τῷ λόγῳ. τί οὖν φησι;
20καὶ κλαύσονται καὶ κόψονται ἐπ’ αὐτῇ οἱ βασιλεῖς τῆς γῆς οἱ μετ’ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέ‐ πωσι τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, ἀπὸ μακρόθεν ἑστη‐ κότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, λέγοντες· οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, Βαβυλών, ἡ πόλις ἡ ἰσχυρά, ὅτι
25μίαν ὥραν ἦλθεν ἡ κρίσις σου. καὶ οἱ ἔμποροι τῆς γῆς195

196

κλαίουσι καὶ πενθοῦσιν ἐπ’ αὐτῇ, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει· οὐκέτι γόμον χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶ μαργαρίτου καὶ βυσσίνου καὶ πορφύρας καὶ σηρικοῦ καὶ κοκκίνου, καὶ πᾶν ξύλον θύινον καὶ πᾶν
5σκεῦος ἐλεφάντινον καὶ πᾶν σκεῦος ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου καὶ κιναμώμου, καὶ θυμιάματα καὶ μύρον καὶ λίβανον καὶ οἶνον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σῖτον καὶ κτήνη καὶ πρόβατα, καὶ ἵπποι καὶ ῥέδων καὶ σωμάτων, καὶ ψυχὰς ἀνθρώπων. καὶ ἡ
10ὀπώρα τῆς ἐπιθυμίας τῆς ψυχῆς σου ἀπῆλθεν ἀπὸ σοῦ, καὶ πάντα τὰ λιπαρὰ καὶ λαμπρὰ ἀπώλετο ἀπὸ σοῦ, καὶ οὐκέτι αὐτὴν οὐ μὴ εὑρήσουσιν οἱ ἔμποροι τούτων, οἱ πλουτή‐ σαντες ἀπ’ αὐτῆς ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, κλαίοντες καὶ πενθοῦντες καὶ λέγοντες·
15οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινον καὶ πορφυροῦν καὶ κόκκινον, καὶ κεχρυσωμένη χρυσῷ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίτῃ, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦ‐ τος. καὶ πᾶς κυβερνήτης καὶ πᾶς ὁ ἐπὶ τὸν ποταμὸν πλέων, καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται, ἀπὸ
20μακρόθεν ἔστησαν καὶ ἔκραζον, βλέποντες τὸν πόνον τῆς πυρώσεως αὐτῆς λέγοντες· τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ;
καὶ ἔβαλον χοῦν ἐπὶ τῆς κεφαλῆς αὐτῶν, καὶ ἔκραζον196

197

κλαίοντες καὶ πενθοῦντες, λέγοντες· οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη. ὡς ποικίλως καὶ γλαφυρῶς τὸν κατ’ αὐτῆς ὕφηνε θρῆνον
5καὶ τοῦ πένθους τὴν ἀκμήν. σαφῶν δὲ ὄντων σχεδὸν ἁπάν‐ των, εἴ τι δυσχερὲς μόνον εἶναι δοκεῖ, παρασημειωσάμενοι ἐπὶ τὰ λοιπὰ χωρήσωμεν. καὶ ἵπποι φησὶ καὶ ῥέδων καὶ σωμάτων. τὸ ῥέδων Ῥωμαϊκὴ μὲν λέξις ἐστίν· Ῥωμαίων γὰρ κρατούντων, οὐδὲν ἀπεικὸς τὸν θεσπέσιον εὐαγγελιστὴν
10Ῥωμαίᾳ λέξει συγχρήσασθαι· ἐξελλήνισε δὲ αὐτὴν ἡ γραφή. ῥεδιοὺμ γάρ ἐστι παρὰ Ῥωμαίοις τὸ ὄχημα, γενικὴν δὲ πληθυντικὴν τέθεικε πτῶσιν· καὶ δέον κατὰ Ῥωμαίους ῥεδιοροὺμ εἰπεῖν, ὡς ἐξελληνίσας αὐτὴν Ἑλληνι‐ κὴν γέγραφε κατάληξιν, ῥέδων εἰπών, ἵνα ᾖ τὸ εἰρημένον
15τοιοῦτον. καὶ ἵπποι φησὶ ῥέδων καὶ σωμάτων, οἷον καὶ ὀχη‐ μάτων ἵπποι οἱ εἰς ὀχήματα ἐπιτήδειοι, καὶ σωμάτων, τουτέ‐ στι, κέλητες καὶ εἰς ἀναβάτας πεποιημένοι.
εὐφραίνου ἐπ’ αὐτῇ, οὐρανέ, καὶ οἱ ἅγιοι καὶ οἱ ἀπόστολοι
καὶ οἱ προφῆται, ὅτι ἔκρινεν ὁ Θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς.
20καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸν λίθον ὡς μύλινον μέγαν καὶ ἔβαλεν εἰς τὴν θάλασσαν, λέγων· οὕτως ὁρμήματι βληθή‐ σεται Βαβυλὼν ἡ μεγάλη, καὶ οὐ μὴ εὑρεθῇ ἔτι. καὶ φωνὴ
κιθαρωδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιγκτῶν197

198

οὐ μὴ εἰσακουσθῇ ἔτι ἐν σοί, καὶ πᾶς τεχνίτης καὶ πάσης τέχνης οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ μύλου οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, καὶ φῶς λύχνου οὐ μὴ φανῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ νυμφίου καὶ νύμφης οὐ μὴ ἀκουσθῇ ἐν σοὶ
5 ἔτι· ὅτι οἱ ἔμποροι ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς, ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη, καὶ ἐν αὐτῇ αἷμα προφητῶν καὶ ἁγίων ηὑρέθη πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς. οἱ μὲν ἔμποροι καὶ οἱ βασιλεῖς τῆς γῆς καὶ πάντες οἷς
10διέφερεν ἡ πόλις ἑστῶσα καὶ εὐθηνουμένη, ἀποκλαύσονται περὶ αὐτῆς· οἱ δέ γε οὐρανοὶ εὐφρανθήτωσαν, τουτέστιν οἱ ἐν οὐρανῷ ἄγγελοι καὶ αἱ τῶν δικαίων ψυχαί, —αἱ μέν, ὅτι ἐκδίκησις γέγονε παρὰ Θεοῦ, οἱ δέ, ὡς συνευφραινόμενοι τοῖς ἐκδικηθεῖσι. πάλιν δὲ διὰ τῆς ἐν τῇ διηγήσει δια‐
15τριβῆς ἐξαίρει τὸ πάθος τῆς νοητῆς Βαβυλῶνος· ὧν σαφῶν ὄντων, οὐ δεῖ τοῖς ὡμολογημένοις ἐμφιλοχωρεῖν.
μετὰ ταῦτα ἤκουσα φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ
οὐρανῷ λεγόντων ἀλληλούϊα· ἡ σωτηρία καὶ ἡ δόξα καὶ ἡ
δύναμις τοῦ Θεοῦ ἡμῶν, ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις
20αὐτοῦ· ὅτι ἔκρινε τὴν πόρνην τὴν μεγάλην, ἥτις ἔφθειρε τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐξεδίκησε τὸ αἷμα τῶν
δούλων αὐτοῦ ἐκ τῆς χειρὸς αὐτῆς· καὶ δεύτερον εἰρήκα‐198

199

σιν ἀλληλούϊα· καὶ ὁ κάπνος αὐτῆς ἀναβαίνει εἰς τὸν αἰῶνα τῶν αἰώνων, καὶ ἔπεσαν οἱ πρεσβύτεροι οἱ εἴκοσι τέσσαρες καὶ τὰ τέσσαρα ζῶα, καὶ προσεκύνησαν τῷ Θεῶ τῷ καθημένῳ ἐν τῷ θρόνῳ, λέγοντες ἀμήν, ἀλληλούϊα.
5
καὶ φωνὴ ἀπὸ τοῦ θρόνου ἐξῆλθε, λέγουσα· αἰνεῖτε τὸν Θεὸν
ἡμῶν, πάντες οἱ δοῦλοι αὐτοῦ, καὶ οἱ φοβούμενοι αὐτόν, οἱ
μικροὶ καὶ οἱ μεγάλοι. ὡς ὄχλου πολλοῦ
φησιν ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ· ἀμύθητα γὰρ τὰ τάγματα τῶν ἁγίων ἀγγέλων ἐστίν, ὥς τινα
10τῶν πατέρων εἰπεῖν τὰ ἐνενήκοντα ἐννέα πρόβατα, τὰ διασω‐ ζόμενα καὶ ἀπλανῆ μείναντα τοὺς ἀγγέλους εἶναι, τὸ δὲ ἓν τὸ πλανηθὲν πᾶσαν τὴν ἀνθρωπότητα. ἔλεγον δέ φησιν ἀλληλούϊα. τὸ δὲ ἀλληλούϊα Ἑβραία λέξις ἐστί· σημαίνει δὲ αἰνέσατε, ὑμνήσατε τὸν Θεόν. εὐχαριστήριον τοιγαροῦν
15ἄδουσι φωνὴν ἐπὶ τῇ δικαίᾳ κρίσει τῆς νοητῆς Βαβυλῶνος. καὶ δεύτερον ἀνήγαγον τὸν αὐτὸν ὕμνον, καὶ ἔτι κατωτέρα πάλιν αὐτὸν ἀπεφθέγξατο, ὡς τῇ τρισσῇ τοῦ ἀλληλούϊα ἀναθέσει τὴν ἁγίαν καὶ πολυΰμνητον δοξολογεῖσθαι παρ’ αὐτῶν τριάδα· αὐτῆ γὰρ Θεός. καὶ ὁ κάπνος αὐτῆς
20φησιν ἀναβαίνει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. ἐν μέσῳ τὸ ἀλληλούϊα δοξολογηθὲν διέκοψε τὸν εἱρμὸν τοῦ λόγου, ἐπεὶ τοίγε ἡ ἀκολουθία τῆς συντάξεως αὕτη τυγχάνει· καὶ ἐξεδί‐ κησε τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς· καὶ ὁ κάπνος αὐτῆς ἀναβαίνει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. καπνὸν δέ φησιν
25ὡς πάντως καιομένης τῆς πόλεως περὶ ἧς ταῦτά φησιν·199

200

ὁ γὰρ κάπνος μήνυμα τυγχάνει πυρός. τὸ δὲ εἰπεῖν τοὺς πρεσβυτέρους καὶ τὰ ζῶα ἀμήν, συγκατάθεσιν δηλοῖ τῆς παρὰ τῶν ἁγίων ἀγγέλων προσαχθείσης δοξολογίας· ση‐ μαίνει γὰρ τὸ ἀμὴν εἰς τὴν Ἑλληνίδα μεταφερόμενον φωνὴν
5ἐκ τῆς Ἑβραίων, γένοιτο. αἰνεῖτέ φησι τὸν Θεὸν ἡμῶν, οἱ μικροὶ καὶ οἱ μεγάλοι· μικροὺς γὰρ καλεῖ τοὺς μείζονας κατὰ τὸν ἁγιασμόν, μεγάλους δὲ τοὺς προὔχοντας.
καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ καὶ ὡς φωνὴν ὑδάτων
πολλῶν καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν, λεγόντων ἀλλη‐
10λούϊα, ὅτι ἐβασίλευσεν Κύριος ὁ Θεὸς ἡμῶν, ὁ παντοκράτωρ. καὶ χαίρομεν καὶ ἀγαλλιῶμεν, καὶ δώσομεν τὴν δόξαν αὐτῷ, ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου, καὶ ἡ γυνὴ αὐτοῦ ἡτοί‐ μασεν ἑαυτήν, καὶ ἐδόθη αὐτῇ ἵνα περιβέβληται βύσσινον. τὰ δικαιώματα τῶν ἁγίων ἐστί. καὶ λέγει μοι γράψον·
15
μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι.
καὶ λέγει μοι· οὗτοι οἱ λόγοι ἀληθινοὶ τοῦ Θεοῦ εἰσιν.
ὥσπερ τὰ Σεραφὶμ παρὰ τῷ θεσπεσίῳ προφήτῃ Ἡσαΐᾳ τρὶς εἰπόντα τὸ ἅγιος εἰς μίαν κυριότητα συνέκλεισαν τὴν τρισσὴν ὑμνολογίαν, σημαίνοντα τὰ τρία μὲν ταῖς ἰδιό‐
20τησιν εἴ τ’ οὖν προσώποις ὅτῳ φίλον καλεῖν εἶναι τὰ ὑμνούμενα, ἓν δὲ τῇ τῆς θεότητος οὐσίᾳ, οὕτω καὶ ἐνταῦθα
τρὶς ἐν τοῖς ἔμπροσθεν τὸ ἀλληλούϊα φθεγξάμενοι οἱ θεσ‐200

201

πέσιοι ἄγγελοι, καὶ ἑκάστῃ τῶν ἁγίων τριῶν ὑποστάσεων τὸ σέβας ἀνατεθεικότες, νῦν ἐν τῇ Ἁγίᾳ Τριάδι τὸ ἀλληλούϊα προσᾴδουσι, παραδηλοῦντες ὅτι ἐν μοναδικῇ οὐσίᾳ καὶ θεό‐ τητι ἡ ἁγία καὶ πανύμνητος ὑπάρχει τριάς. ὅτι φησὶν ἐβα‐
5σίλευσε Κύριος ὁ Θεὸς ἡμῶν. ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ πρὸ τῆς σωτηρίου ἐνανθρωπήσεως τῶν τε ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἐβασίλευε σὺν τῷ Πατρὶ καὶ τῷ Παναγίῳ Πνεύ‐ ματι, ὡς υἱὸς μονογενὴς καὶ λόγος τοῦ Πατρὸς καὶ τῶν ἁπάντων δημιουργός. καὶ μετὰ τὴν ἐνανθρώπησιν δὲ πάν‐
10των ὁμοίως ἐστὶ κύριος καὶ βασιλεύς, οὐδὲν ἐκ τῆς σαρκώ‐ σεως ἐλαττωθεὶς εἰς τὴν κατὰ πάντων ἀρχὴν καὶ βασιλείαν. ἀλλ’ ἐπεὶ κατὰ τὸν σοφώτατον ἀπόστολον οὔπω ὁρῶμεν τὰ πάντα αὐτῷ ὑποτεταγμένα, ἐν δὲ τῷ μέλλοντι αἰῶνι πάντα ὑποταγήσεται καὶ οἱ νῦν τέως ἀγέρωχον αὐτῷ τὸν αὐχένα
15ἀντιτείνοντες ὡς καὶ αὐτὸν τὸν θάνατον ὑποτάττεσθαι, — ἔσχατος γὰρ ἐχθρὸς καταργεῖται ὁ θάνατος—εἰκότως φασὶν οἱ θεσπέσιοι ἄγγελοι ἐβασίλευσε Κύριος ὁ Θεὸς ἡμῶν, εἰς τὸν μέλλοντα αἰῶνα τὴν ἀναφορὰν ποιούμενοι τῆς δοξο‐ λογίας, ὡς τότε τῇ ἁπάντων ὑποταγῇ τελεωτάτην ἐπὶ πᾶσι
20κτωμένου Χριστοῦ τὴν βασιλείαν· οἱ μὲν γὰρ τῇ κολάσει, οἱ δὲ τῇ κατὰ πρόσωπον ἐπιγνώσει, καὶ οὐ δι’ ἐσόπτρου ἢ αἰνίγματι ὥσπερ νῦν τὴν ὑποταγὴν ποιήσονται. ὅτι ἦλθέ φησιν ὁ γάμος τοῦ ἀρνίου καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν. ὁ ἐν τῷ παρόντι τοῦ Κυρίου γάμος πρὸς τὴν ἐκκλησίαν ἔτι
25μνηστεία ἐστὶ καὶ οὔπω τέλειος γάμος. καὶ τοῦτο αἰνίττεται ὁ θεσπέσιος ἀπόστολος τὴν δευτέραν πρὸς Κορινθίους γρά‐ φων ἐπιστολήν, ἐν ᾗ φησιν ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ
παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. ἔτι οὖν μνηστείας201

202

τὸ πρᾶγμα· μνηστείας γὰρ τὸ ἡρμοσάμην. καὶ σύμβολον τῆς μνηστείας τὸν ἀρραβῶνα τοῦ πνεύματος δεχόμεθα. ὅταν μέντοι ἓν πνεῦμα γένηται μετὰ Χριστοῦ ἡ ἐκκλησία, ὥσπερ ὁ ἀνὴρ ἓν σῶμα μετὰ τῆς γυναικός, τότε ὁ τέλειος γάμος.
5καὶ γὰρ περὶ τοῦ σωματικοῦ γάμου φιλοσοφῶν ἡμῖν ὁ σοφὸς ἀπόστολος καὶ τὸ γραφικὸν παραθεὶς τὸ φάσκον ἔσονται οἱ δύο εἰς σάρκα μίαν, ἐπάγει τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν. διό φασιν οἱ ἅγιοι ἄγγελοι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου, σημαίνον‐
10τες τότε τῆς νῦν μνηστείας τὸν γάμον ἐπιτελεσθησόμενον· τοῦτο γὰρ σαφῶς ἡμῖν καὶ τὸ Εὐαγγέλιον παραδέδωκε πῆ μὲν εἰσάγον γάμους υἱοῦ παρὰ πατρὸς βασιλέως γινομένους, καὶ πολλοὺς εἰς τὸ συμπόσιον κεκλημένους, καὶ τοὺς μὲν κοινωνοῦντας τῆς εὐωχίας, τοὺς δὲ παραιτησαμένους τὸ δεῖ‐
15πνον, καὶ ἐκδιωκόμενον τὸν μὴ ἔνδυμα γάμου ἠμφιεσμένον· πῆ δὲ δέκα παρθένους λέγον ὧν αἱ μὲν πέντε ἃς καὶ φρονίμους καλεῖ συνεισιούσας τῷ νυμφίῳ εἰς τὴν μακα‐ ρίαν ἐκείνην παστάδα, τὰς δὲ ἀποκλειομένας ἐπεὶ μὴ ἐλαίῳ δαψιλεῖ τὰς ἑαυτῶν ἐκόρεσαν λαμπάδας· ὧν οὐδὲν εἰς τὸν
20παρόντα χρόνον νοεῖν ἐνδέχεται, ἀλλ’ εἰς τὸν ἐσόμενον. ἦλθεν οὖν ὁ γάμος τοῦ ἀρνίου καὶ ἡ γυνὴ αὐτοῦ ἡ ἐκκλησία ἑτοίμη πάρεστιν τῶν ἀμυθήτων ἐκείνων τυχεῖν ἀγαθῶν τῇ πρὸς Χριστὸν συναφείᾳ. περιβεβλημένη φησὶ τὸ ἐξ ἀρετῶν ἱμάτιον βύσσινον. βύσσον δὲ διὰ τὸ λαμπρὸν αὐτῆς καὶ
25ἰσχνόν· λαμπρὸν μὲν τῇ ἀλήπτῳ ζωῇ καὶ πολιτείᾳ, ἰσχνὸν δὲ τοῖς περὶ Θεοῦ δόγμασι καὶ διανοήμασι. καὶ λέγει μοί
φησι γράψον· μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ202

203

ἀρνίου κεκλημένοι, καὶ δὴ καὶ ἀπιόντες ὡς δεῖ· πολλοὺς γὰρ ἴσμεν κεκλημένους μὲν ἐν τοῖς Εὐαγγελίοις, παραιτησαμένους δὲ τὸ πνευματικὸν συμπόσιον ἢ καὶ ἀπιόντας μέν, ἔξω δὲ βαλλομένους ὡς μὴ ἔχοντας ἔνδυμα γάμου, ὡς πρὸ μικροῦ
5δεδήλωται. ἀλλὰ καὶ ὁ θεῖος ἀπόστολος, πολλοὺς εἴρηκε τοὺς κλήτους, ὀλίγους δὲ τοὺς ἐκλεκτούς.
καὶ ἔπεσα ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ.
καὶ λέγει μοι· ὅρα μή· σύνδουλός σου εἰμὶ καὶ τῶν ἀδελφῶν
σου τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ· τῷ Θεῷ προσκύ‐
10
νησον· ἡ γὰρ μαρτυρία Ἰησοῦ ἐστὶ τὸ πνεῦμα τῆς προφητείας.
οἱ κατάρατοι καὶ θεοστυγεῖς Ἕλληνες ἀκούοντες ὥς ἐστι δόγμα παρ’ ἡμῖν θεσπίζον ἁγίους ἀγγέλους εὐδοκίᾳ Θεοῦ προστατεῖν ἐθνῶν τε καὶ ἐκκλησιῶν καὶ τῶν καθ’ ἕκα‐ στον, —ἐθνῶν μὲν τοῦ σοφωτάτου Δανιὴλ γεγραφότος καὶ
15ἐγὼ ἦλθον ἐν τοῖς λόγοις σου. καὶ ὁ ἄρχων βασιλείας Περσῶν εἱστήκει ἐξ ἐναντίας μου, καὶ αὖθις καὶ νῦν ἐπιστρέφω πολε‐ μῆσαι μετὰ τοῦ ἄρχοντος Περσῶν· καὶ ἐγὼ ἐξεπορευόμην, καὶ ὁ ἄρχων τῶν Ἑλλήνων ἤρχετο, καὶ πάλιν καὶ οὐκ ἔστι τις ἀντεχόμενός μου ὑπὲρ τούτου ἀλλ’ ἢ Μιχαὴλ ὁ ἄρχων ὑμῶν,
20καὶ πάλιν καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἀναστήσεται Μιχαὴλ ὁ ἄρχων ὁ μέγας, ὁ ἑστηκὼς ἐπὶ τοὺς υἱοὺς τοῦ λαοῦ σου· ἐκκλη‐ σιῶν δὲ τῆς παρούσης ἀποκαλύψεως ἐν τοῖς φθάσασι τοῦτο εἰπούσης, ᾗ συνῳδὰ γράφων ὁ ἐν ἁγίοις Γρηγόριός φησι περὶ τῶν ἁγίων ἀγγέλων πείθομαι γὰρ ἄλλον ἄλλης προστα‐
25τεῖν ἐκκλησίας, καθὼς Ἰωάννης με διδάσκει διὰ τῆς ἀποκαλύ‐ ψεως· τοῦ δὲ καθ’ ἕκαστον ἐν τῷ εἰρῆσθαι τῷ προφήτῃ
παρεμβαλεῖ ἄγγελος τοῦ Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν203

204

καὶ ῥύσεται αὐτούς, ἔτι δὲ καὶ τοῦ ἀποστόλου γράφοντος περὶ τῶν ἁγίων ἀγγέλων οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύ‐ ματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρο‐ νομεῖν σωτηρίαν; —ἐπεὶ οὖν ταῦτα ἀκούουσι παρ’ ἡμῖν
5δογματιζόμενα, φασὶ πρὸς ἡμᾶς τί τὰ αὐτὰ ἡμῖν δοξά‐ ζοντες, ὦ οὗτοι, καταμέμφεσθε τὸ παρ’ ἡμῖν δόγμα τὸ τοὺς ἐθνάρχας θεοὺς παρατιθέμενον· οὓς γὰρ ὑμεῖς ἀγγέλους φατέ, τούτους ἡμεῖς θεοὺς ὀνομάζομεν, ὡς μόνον ἡμᾶς περὶ τὰ ὀνόματα, οὐκέτι δὲ καὶ περὶ τὰ πράγματα διαφωνεῖν· μὴ
10ὅτι γε καὶ θεοὺς λέγετε τάγμα ἀγγέλων καλούμενον, ὡς μηδὲ περὶ τὰ ὀνόματα εἶναι ἡμῖν τὴν διαφοράν. πρὸς οὓς λεκτέον ὦ κατάρατοι καὶ τοῖς ἔργοις τῶν ὑμετέρων προσκυ‐ νοῦντες χειρῶν, καὶ θεοὺς στησάμενοι χθὲς καὶ πρώην οὓς ἐπὶ πᾶσι τοῖς αἰσχροῖς ἐγνωρίσατε, οἳ τὰ πλεῖστα τῶν παρ’
15ἡμῖν θείων δογμάτων ὑφελόμενοι ταῦτα φέροντες τοῖς ὀλε‐ θρίοις ὑμῶν ἐγκατεμίξατε δόγμασιν, ἀλλ’ ὡς ὁδηγῷ νῷ καὶ οὐ Θεῷ χρώμενοι οὐκ ἰσχύσατε διασῶσαι τὴν περὶ πάντα τῶν ἡμετέρων δογμάτων εὐγένειαν, μικρὸν δὲ ἀκολουθή‐ σαντες αὐτοῦ που περὶ τὴν πρώτην ἀφετηρίαν ἐναυαγήσατε.
20διὸ οὐδὲν κοινὸν ἡμῖν καὶ ὑμῖν ὥσπερ οὐδὲ φωτὶ πρὸς σκότος ἢ Χριστῷ καὶ Βελίαρ (sic) γραφικῶς. ὑμεῖς μὲν γὰρ ἐθνάρχας ὑποτιθέμενοι θεούς, μᾶλλον δὲ ἀκαθάρτους δαίμονας, ἑαυ‐ τοὺς εἰσάγετε τούτοις τὸ σέβας ἀνατιθέντας καὶ προσ‐ κυνεῖσθαι βουλομένους ὡς θεούς, καὶ δὴ καὶ παρ’ ὑμῶν
25θειαζομένους καὶ μηδένα λόγον ποιουμένους τοῦ τάξαντος εἰς τὴν τῶν ἀνθρώπων κηδεμονίαν Θεοῦ, ἀλλ’ οἰκείᾳ βουλῇ τὰ ἔθνη διοικοῦντας ὡς ἂν ἐθελήσωσιν αὐτοί. διὸ Ἄρεϊ
μὲν Σκύθους καὶ Γερμανοὺς ἀπενείματε τοὺς ἀγριωτάτους204

205

καὶ αἱμοβόρους, τοιούτους γεγονότας ὡς παρὰ τοῦ βροτολοι‐ γοῦ καὶ μιαιφόνου διοικουμένους Ἄρεως, Ἕλληνας δὲ ὡς συνετοὺς Ἀθηνᾶ, παρ’ αὐτῆς λαχόντας τὴν σύνεσιν, καὶ ἄλλῳ ἄλλους, καὶ ἕκαστον τῶν θεῶν πρὸς τὰ οἰκεῖα πάθη τὰ
5ἔθνη ῥυθμίζοντα. ἡμεῖς δὲ τί φαμεν ἐκ τῶν παρόντων ἐπιγνώσῃ. βουλομένου γὰρ τὸν θεῖον ἄγγελον προσκυ‐ νῆσαι τοῦ εὐαγγελιστοῦ, καὶ οὐχ ὡς θεὸν προσκυνῆσαι— τίς γὰρ μᾶλλον ἠπίστατο τοῦ Ἰωάννου τίς τέ ἐστιν ὁ φύσει καὶ ἀληθῶς Θεός, τίνες δέ εἰσιν οἱ ἄγγελοι, ὅτι λειτουργοὶ
10καὶ δοῦλοι καὶ κτίσματα τυγχάνουσι τοῦ Θεοῦ; —ὅμως καὶ αὐτὴν τὴν ὡς ἀγγέλου προσκύνησιν φαίνεται παραιτούμενος, ἐπειδὴ ὅλως ἐστὶ προσκύνησις, καὶ λέγων ὅρα μή· σύνδου‐ λός σου εἰμὶ καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ. τὸ ὅρα οὐχ ἁπλῶς κωλύοντος ἀλλὰ διαμαρτυρου‐
15μένου ῥῆμα τυγχάνει. λέγει δὲ καὶ σύνδουλον ἑαυτὸν πάντων τῶν ὁμολογούντων ἑαυτοῦς δούλους Χριστοῦ καὶ μαρτυρούντων ὅτι Θεός ἐστι σεσαρκωμένος. τί οὖν ποιη‐ τέον, ὦ θειότατε ἄγγελε, σοῦ τὸ προσκυνηθῆναι ἀπαγο‐ ρεύοντος; τῷ Θεῷ φησι προσκύνησον· ἡ γὰρ μαρτυρία Ἰησοῦ
20ἐστι τὸ πνεῦμα τῆς προφητείας, ὥσει ἔλεγεν διὰ τοῦτο με ζητεῖς προσκυνῆσαι, ὅτι σοὶ τὰ ἔσεσθαι μέλλοντα προαφη‐ γησάμην; πάντες ὅσοι μαρτυροῦσι τῇ δεσποτείᾳ καὶ τῇ θεότητι τοῦ Χριστοῦ ἔμπλεοι τυγχάνουσι προφητικοῦ χαρί‐ σματος καὶ οὐκ ἐγὼ μόνος. τί οὖν φησι προσκυνεῖς τὸν
25ἶσον χάρισμα τοῖς συνδούλοις μου λαχόντα; ὅμοιά γε τὰ Ἕλλησι περὶ τῶν ἐθναρχῶν δοξαζόμενα καὶ τὰ Χριστια‐ νοῖς περὶ τῶν ἁγίων ἀγγέλων λεγόμενα.
καὶ εἶδον τὸν οὐρανὸν ἀνεωγμένον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ
ὁ καθήμενος ἐπ’ αὐτοῦ καλούμενος πιστὸς καὶ ἀληθινός, καὶ205

206

ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ. οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ φλὸξ πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά, ἔχων ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός, καὶ περι‐ βεβλημένος ἱμάτιον ἐρραμμένον αἵματι, καὶ κέκληται τὸ
5ὄνομα αὐτοῦ ὁ Λόγος τοῦ Θεοῦ. καὶ τὰ στρατεύματα ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐφ’ ἵπποις λευκοῖς καὶ ἐνδεδυμένοι βύσσινον λευκὸν καθαρόν. ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύε‐ ται ῥομφαία ὀξεῖα, ἵνα ἐν αὐτῇ πατάξῃ τὰ ἔθνη, καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· καὶ αὐτὸς πατεῖ τὴν
10 ληνὸν τοῦ οἴνου τοῦ Θεοῦ, τῆς ὀργῆς τοῦ Θεοῦ τοῦ παντο‐ κράτορος. καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον αὐτοῦ καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ὄνομα γεγραμμένον Βασιλεὺς βασιλέων, καὶ Κύριος κυρίων. μετὰ τὴν ὥραν τῆς καταστροφῆς Βαβυλῶνος· δῆλον δὲ
15τίς νενόηται ἡ Βαβυλών, ἔτι καὶ τοῦτο δείκνυται τῷ εὐαγγε‐ λιστῇ, τοῦ τε ἀντιχρίστου καὶ τοῦ ἀρχεκάκου δράκοντος ἡ πτῶσις, καὶ εἰς ποίαν ἀπίασι κόλασιν ἐν τῷ τοῦ τέλους καὶ τῆς ἀντιδόσεως καιρῷ, καὶ τῶν βασιλέων δὲ ἡ καταστροφὴ τῶν ἐπαναστησομένων τὸ τηνικάδε τοῖς Χριστοῦ δούλοις,
20καὶ ὅρα τί φησιν. εἶδον τὸν οὐρανὸν ἀνεωγμένον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ ἐπιβάτης πιστὸς καὶ ἀληθὴς καὶ δίκαιος. τὸν Κύριον ὁρᾶ μονονουχὶ συμπολεμοῦντα καὶ προπολε‐ μοῦντα τῶν ἁγίων καὶ στρατευόμενον κατὰ τῶν ἀντιπάλων. διὸ καὶ στρατηγικὸν αὐτῷ σχῆμα περιτίθησιν ἡ ὀπτασία,
25ἵππον καὶ ξίφος ἐγχειρίζουσα καὶ τὸ ἐξηγεῖσθαι στρατευμά‐206

207

των. καὶ ἰδού φησιν ἵππος λευκὸς ᾧ ἐποχεῖτο ὁ Κύριος, δηλοῦντος τοῦ αἰνίγματος μὴ ἄλλοις ἐπαναπαύεσθαι Χρι‐ στὸν ἢ τοῖς καθαροῖς καὶ μηδενὶ ῥύπῳ ἁμαρτίας κατεστιγ‐ μένοις. διὸ καὶ περὶ τοῦ σκεύους τῆς ἐκλογῆς τοῦ Παύλου
5εἴρηται παρὰ τοῦ Κυρίου τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον τῶν ἐθνῶν καὶ βασιλέων υἱῶν Ἰσραήλ. ὅρα οὖν τοῖς κατὰ τὸν Παῦλον ἐπαναπαύεται καὶ ἐποχεῖται ὁ Χριστός. καὶ ὁ καθήμενός φησιν ἐπ’ αὐτοῦ, τουτέστι τοῦ ἵππου, καλούμενος πιστὸς καὶ ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρινεῖ καὶ πολεμεῖ.
10πιστός ἐστιν ὁ ἀληθὴς κατὰ τὸν λέγοντα περὶ αὐτοῦ ἀπόστο‐ λον· αὐτὸς πιστὸς μένει· ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται. ὥστε ὁ πιστὸς καὶ ἀληθινός· κατὰ τοῦ αὐτοῦ γὰρ εἴρηται, δύο κειμένων προσηγοριῶν ἐφ’ ἑνὶ πράγματι. ὅτι δὲ κρίνει δικαίως καὶ πολεμεῖ κατὰ τῶν αἰσθητῶν ἐχθρῶν ὑπὲρ τῶν
15αὐτοῦ δούλων, μάρτυς ὁ λέγων προφήτης ὁ Θεός, τὸ κρῖμα σου τῷ βασιλεῖ δός, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασι‐ λέως, τουτέστι Χριστῷ· υἱὸς γὰρ Σολομῶνος τὸ κατὰ σάρκα Χριστός, εἰς ὃν ὁ ψαλμὸς ἀνατίθεται εἶτα ἐπάγων κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ καὶ τοὺς πτωχούς σου ἐν
20κρίσει. ὅτι δὲ καὶ πολεμεῖ ὁ αὐτός, δηλοῖ στρατιωτικῶς αὐτὸν ὁπλίζων ἐν τῷ λέγειν περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου, καὶ ἔντεινον, καὶ κατευοδοῦ καὶ βασίλευε, εἶτα προστιθεὶς τὰ βέλη σου ἠκονημένα, δυνατέ· λαοὶ ὑποκάτω σου πεσοῦνται.
25οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ φησι φλὸξ πυρός. τὴν κατὰ τῶν πολε‐ μίων ὀργὴν ἡ τῶν ὀφθαλμῶν ἐμφαίνει πύρωσις. καὶ ἐπὶ
τῆς κεφαλῆς αὐτοῦ φησι διαδήματα πολλά, τοσαῦτα πάντως207

208

ὅσων ταγμάτων ἐν οὐρανῷ καὶ ἐπὶ γῆς βασιλεύει. ἔχων φησὶν ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός. φησὶν ὁ Θεὸς ἐν τῇ Ἐξόδῳ τῆς ἑβδόμης πρὸς τὸν θεσπέσιον Μωϋ‐ σέα· ἐγὼ Κύριος ὤφθην πρὸς Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ
5Θεὸς ὢν αὐτῶν· καὶ τὸ ὄνομά μου τὸ κύριον οὐκ ἐδήλωσα αὐτοῖς, ὡς κρεῖττον δῆλον ἢ ἀκοῇ ἀνθρώπου χωρηθῆναι. διὸ καὶ ὅπως βαπτιστέον τοὺς ἐπιστρέφοντας εἰς θεο‐ γνωσίαν παραδιδοὺς ὁ Κύριος τοῖς ἀποστόλοις, ἔφη βαπτί‐ ζοντες αὐτοὺς εἰς τὸ ὄνομα, καὶ εἰπὼν ὄνομα οὐ τὰ κύρια
10παρέδωκεν· οὐ γὰρ ἦν ὁ ὑποστῆναι τὴν ἐκφώνησιν αὐτῶν ἰσχύων, ἀλλὰ ἀντὶ τῶν κυρίων σχετικὰ καὶ προσηγορικὰ παρέδωκεν, σχετικὰ μὲν εἰπὼν εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, προσηγορικὸν δὲ ἐπάγων καὶ τοῦ Ἁγίου Πνεύματος. ὅθεν λίαν ἀσφαλῶς καὶ ἐν τῇ ἀποκαλύψει ἄγνωστον ἐᾶται
15πᾶσι τὸ κύριον ὄνομα τοῦ μονογενοῦς. περιβεβλημένος φησὶν ἱμάτιον ἐρραμμένον αἵματι· ἔφερε γὰρ καὶ ἐν τῇ ὀπτασίᾳ τὰ σύμβολα τοῦ πάθους ὁ Κύριος καὶ τὸ πανά‐ γιον σῶμα ἐδείκνυ μονονουχὶ πεφυρμένον τῷ τιμίῳ αὐτοῦ αἵματι. καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ ὁ Λόγος τοῦ Θεοῦ. ὁρᾶς
20πῶς ἐν τοῖς ἄνω φυγοῦσα τὸ κύριον ὄνομα, ἡ ὀπτασία νῦν προσηγορικὸν ἀντ’ αὐτοῦ τέθεικεν, ὁ Λόγος εἰποῦσα τοῦ Θεοῦ; καὶ τὰ στρατεύματα ἠκολούθη αὐτῷ ἐν ἵπποις λευ‐ κοῖς, ἐνδεδυμένοι βύσσινον λευκὸν καθαρόν· ἀρχιστράτηγος γὰρ τῶν οὐρανίων δυνάμεών ἐστί τε καὶ ἑαυτὸν οὕτω κέκλη‐
25κεν ὁ Κύριος, Ἰησοῦ τοῦ Ναυῒ χρηματίζων. ἐγώ φησιν208

209

ἀρχιστράτηγος δυνάμεως Κυρίου νῦν παραγέγονα. λευκοὶ δὲ καὶ τοῖς ἁγίοις ἀγγέλοις οἱ ἵπποι· καὶ γὰρ καὶ αὐτοὶ τοῖς καθαροῖς τῶν ἀνθρώπων ἐφήδονται ἐπεὶ καὶ καθαροὶ τὴν φύσιν εἰσὶ καὶ πάσης κηλίδος ἀμιγεῖς. καὶ δείκνυσι τοῦτο
5τὸ ἐκ βύσσου περίβλημα τῆς λευκῆς καὶ καθαρᾶς. καὶ ἐκ τοῦ στόματος αὐτοῦ, τοῦ ἀρχιστρατήγου δηλονότι, ῥομφαία ἐκπορεύεται. ὁ μὲν οὖν θεῖος προφήτης ἐπὶ τῷ μηρῷ τοῦ Κυρίου δίδωσι τὴν ῥομφαίαν ἐν τῇ μικρῷ πρόσθεν παρατε‐ θείσῃ χρήσει· ἡ δὲ ὀπτασία ἀκριβέστερον ὑπογράφουσα
10ἐν τῷ στόματι παρέχει. δι’ οὗ σημαίνεται ὅτι τῷ λόγῳ τοῦ Θεοῦ πάντα οὐσιοῦται καὶ ὁ τοῦτον παραβαίνων κατά τι οὐκ ἀτιμώρητος ἔσται ἵνα ἐν αὐτῷ πατάξῃ τὰ ἔθνη. ἔθνη ποῖα; τὰ συστρατευόμενα τῷ ἀντιχρίστῳ κατὰ τῶν τοῦ Χριστοῦ δούλων καὶ ὑπ’ αὐτὸν τεταγμένα. καὶ αὐτός φησι
15ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ἤθελε μὲν γὰρ ὁ Κύριος, ὡς αὐτοαγαθότης ὢν καὶ ἐλεημοσύνη, ῥάβδῳ ποιμαντικῇ καὶ παρακλητικῇ ποιμᾶναι ταῦτα τὰ ἔθνη περὶ ὧν ὁ λό‐ γος, ἄγειν τε αὐτὰ εἰς τόπον χλόης καὶ ἐπὶ ὕδατος ἀναπαύ‐ σεως ἐκτρέφειν. ἀλλ’ ἐπεὶ μὴ βεβούληνται τοῦτο, σιδηρᾷ
20ῥάβδῳ ποιμανθήσονται, τουτέστιν αὐστηρᾷ καὶ θανατηφόρῳ. οὓς γὰρ λόγος οὐ μεταρρυθμίζει, τούτους τιμωρία πάντως ἐκδέχεται. καὶ ὅτι τὴν αὐστηρὰν καὶ τιμωρητικὴν δηλοῖ ἡ ῥάβδος ἡ σιδηρᾶ, τὴν Ῥωμαίων ἀρχὴν ὑποσημᾶναι θέλων ὁ προφήτης περὶ ἧς ὁ Δανιήλ φησιν ἀνάστηθι, φάγε κρέα
25πολλά, ἔφη πρὸς τὸν Θεὸν ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς. ἀλλ’ ὅτε μὲν ἦν καιρὸς εὔκαιρος δι’ ἐκείνης ἐποίμανεν ὁ Θεός· ἐν δὲ τῷ
καιρῷ τῷ ἐσχάτῳ διὰ ταύτης. καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ209

210

οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ Θεοῦ τοῦ παντοκράτορος. ὁ Κύριος ἐν Εὐαγγελίοις ἔφη περὶ τοῦ οἰκείου πατρὸς ὁ πατὴρ κρίνει οὐδένα· τὴν δὲ κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ. ὀρθότατα οὖν εἴρηται τῇ ἀποκαλύψει ὅτι αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ
5θυμοῦ τῆς ὀργῆς τοῦ Θεοῦ· αὐτὸς γὰρ διὰ τῆς κρίσεως καὶ ἀνταποδόσεως τῶν πονηρῶν τὸ πατρικὸν ἐκπληροῖ θέλημα καὶ τῆς δικαίας ὀργῆς τοῦ Πατρὸς γίνεται πληρωτής. καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον αὐτοῦ καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ γεγραμ‐ μένον· Βασιλεὺς βασιλέων καὶ Κύριος κυρίων. ἱμάτιον μὲν
10ἡ σὰρξ τοῦ Κυρίου τροπολογεῖται ἡ νοερῶς ἐμψυχωμένη κατὰ τοὺς λέγοντας ἁγίους ἀγγέλους παρὰ τῷ Ἡσαΐᾳ· διὰ τί σου ἐρυθρᾶ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ; πλήρης καταπεπατημένης. ὁ δέ γε μηρὸς τὴν σαρ‐ κικὴν γέννησιν διασημαίνει· γέγραπται γὰρ ἐν τῇ Γενέσει
15πᾶσαι δὲ αἱ ψυχαὶ αἱ εἰσελθοῦσαι μετὰ Ἰακὼβ εἰς Αἴγυπτον, αἱ ἐξελθοῦσαι ἐκ τῶν μηρῶν αὐτοῦ. τοῦτο οὖν δηλοῖ τὸ αἴνιγμα τὸ ἐν ἱματίῳ καὶ τῷ μηρῷ γεγράφθαι βασιλέα πάντων τὸν Ἐμμανουήλ. ὅτι καὶ σαρκὶ καθ’ ὑπόστασιν ἑνωθεὶς ὁ Λόγος καὶ σαρκικὴν ὑπομείνας τὴν ἐκ παρθένου γέννησιν,
20οὐδὲν ἧττον Βασιλεὺς καὶ Κύριος πάντων καθέστηκε τῶν ἐν οὐρανῷ καὶ τῶν ἐπὶ γῆς, οὐκ ἐλαττωθεὶς τῆς ἀξίας διὰ τὴν ἐνανθρώπησιν· ἦν γὰρ καὶ οὕτω Θεὸς καὶ ἔστι καὶ ἔσται.
καὶ εἶδον ἄλλον ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ, καὶ ἔκραξε
φωνῇ μεγάλῃ, λέγων πᾶσι τοῖς ὀρνέοις τοῖς πετομένοις ἐν
25μεσουρανήματι· συνάχθητε εἰς τὸ δεῖπνον τὸ μέγα τοῦ Θεοῦ, ἵνα φάγητε σάρκας βασιλέων καὶ σάρκας χιλιάρχων
καὶ σάρκας ἰσχυρῶν καὶ σάρκας ἵππων καὶ τῶν καθημένων210

211

ἐπ’ αὐτῶν, καὶ σάρκας πάντων, ἐλευθέρων τε καὶ δούλων, μι‐ κρῶν τε καὶ μεγάλων. καὶ εἶδον τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι πό‐ λεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου καὶ τοῦ στρατεύ‐
5ματος αὐτοῦ. καὶ ἐπιάσθη τὸ θηρίον καὶ μετ’ αὐτοῦ ὁ ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησε τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τὴν εἰκόνα αὐτοῦ· ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τὴν καιομένην ἐν θείῳ. καὶ οἱ
10
λοιποὶ ἀπεκτάνθησαν ἐν ῥομφαίᾳ τοῦ καθημένου τοῦ ἵπ‐
που τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ, καὶ πάντα τὰ
ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν. οἶμαι τοῦτον τὸν ἅγιον ἄγγελον περὶ οὗ νῦν ὁ λόγος στρατοκήρυκά τινα ὑπάρχειν τῆς θείας παρατάξεως. καὶ
15πᾶσιν ἐγκελεύεσθαι τοῖς ἐν οὐρανῷ ἁγίοις ἀγγέλοις, οὓς τροπικῶς ὄρνεα καλεῖ διὰ τὸ μετέωρον αὐτῶν καὶ ἀεροπόρον, μετασχεῖν τοῦ κατὰ τῶν ἐχθρῶν φόνου· οὐχ ὅτι ἀνίκανος ἦν καὶ εἷς ἄγγελος πᾶσαν τῶν πολεμίων ἀνελεῖν τὴν παράταξιν, τοῦτο γὰρ ἔδειξε σαφῶς ὁ ἐν μιᾷ νυκτὶ τῶν Ἀσ‐
20συρίων πατάξας ἕκατον ὀγδοηκονταπέντε χιλιάδας, ἀλλ’ ἵνα πάντες μέτοχοι γένωνται τῆς κατὰ τῶν ἐχθρῶν εὐφροσύνης. οἶμαι γὰρ καὶ αὐτοὺς λέγειν σὺν τῷ προφήτῃ οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα, καὶ ἐπὶ τοὺς ἐχθροὺς σου ἐξετη‐ κόμην; τέλειον μῖσος ἐμίσουν αὐτοὺς, εἰς ἐχθροὺς ἐγένοντό μοι.
25ἐπειδὴ δὲ τοῖς ἐν τῷ μεσουρανήματι πετομένοις ἀγγέλοις ἐνεκελεύετο, καὶ αὐτὸς ἐν τῷ μεσουρανήματι στὰς ἐκήρυτ‐
τεν· ὁ γὰρ ἥλιος ἐν μέσῳ τῶν ἑπτὰ πλανητῶν κατεστήρι‐211

212

κται, τρεῖς ἔχων ὑπὲρ αὐτὸν καὶ τρεῖς ὑπ’ αὐτόν. ἢ οὖν τοῦτο, ἢ ὅτι ἐν τῷ φωτὶ οἷον ἐν πνεύματι ἐποιεῖτο τὸ κή‐ ρυγμα, καὶ τῶν μελλόντων ἔσεσθαι φόνων ἔλεγε τὴν ἀπόβα‐ σιν· φῶς γὰρ νοητὸν τὸ πνεῦμα ὡς ὁ προφήτης διδάσκει,
5πρὸς τὸν Θεόν· καὶ πατέρα ποιούμενος τοὺς λόγους καὶ λέγων ἐν τῷ φωτί σου ὀψόμεθα φῶς, τουτέστι, ἐν πνεύματι τὸν υἱόν. ἵνα φησὶ φάγητε σάρκας βασιλέων. καὶ τῶνδε καὶ τῶνδε βρῶσιν καλεῖ τὴν ἐπὶ τῷ θανάτῳ τῶν ἐχθρῶν χαρ‐ μονήν· οὕτως γὰρ καὶ ὁ Κύριος τὴν χαρὰν ὀνομάζει λέγων
10πρὸς τοὺς αὐτοῦ μαθητὰς καὶ ἀποστόλους· ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε, τὴν ἐπὶ τοῖς πιστεύειν μέλλουσιν εὐφροσύνην οὕτω καλῶν. ἐποίησαν μὲν τὸν πόλεμον μετὰ τοῦ Κυρίου καὶ τῶν θείων ἀγγέλων ὅ τε Διάβολος καὶ ὁ ἀντίχριστος, τοῦτον γὰρ καλεῖ ψευδοπροφήτην τοῦ θηριώ‐
15δους Διαβόλου, καὶ οἱ τούτοις συστρατεύοντες βασιλεῖς· ἡττήθησαν δὲ θᾶττον ἢ λόγος. τί γάρ φασιν αἱ θεῖαι γραφαὶ περὶ αὐτῶν; ὁ μὲν Ἡσαΐας ἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου, τὴν αἰφνίδιον ἀναίρεσιν, λέγων· ὁ δὲ ἀπόστολος ὃν ὁ Κύριος ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος
20αὐτοῦ. τί δὲ συντομώτερον τοῦ ἐμπνεῦσαι καὶ ἐμφυσῆσαι τοὺς ἐχθρούς; καὶ ζῶντές φησιν ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρός, καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν ῥομφαίᾳ. ὢ δικαιοσύνης ὑπερβολή. οὐ τῆς αὐτῆς ἠξίωσε κολάσεως τούς τε αἰτίους τοῦ πολέμου καὶ τοὺς συναιτίους· ἀλλ’ οἱ
25μὲν δύο, ὁ Διάβολος τουτέστι καὶ ὁ ἀντίχριστος, τῷ πυρὶ κατεδικάσθησαν, ἐν ᾧ ζῶντες διαιωνίσουσι, τοῦτο γὰρ
αἰνίττεται τὸ ζῶντας αὐτοὺς ἐν τῷ πυρὶ βληθῆναι· οἱ δὲ212

213

λοιποὶ ξίφει ἀνηρέθησαν. παρὰ πολὺ δὲ δήπουθέν ἐστι τὸ ξίφει δοῦναι σύντομον δίκην ἢ πυρί. ἅπαξ δὲ ἀρξάμενος εἰπεῖν περὶ τοῦ Διαβόλου οἷαν δώσει δίκην, τὴν συνέχειαν ὥσπερ φυλάττων τοῦ λόγου, λέγει καὶ ἃ πέπονθεν ἐν τῇ τοῦ
5Κυρίου ἐνανθρωπήσει· καὶ τούτου λαβόμενος τοῦ εἱρμοῦ, πλείονα λέγει περὶ τῆς τοῦ Κυρίου ἐν σαρκὶ παρουσίας, καί φησιν·
εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα τὴν
κλεῖν τῆς ἀβύσσου καὶ ἅλυσιν μεγάλην ἐπὶ τὴν χεῖρα
10αὐτοῦ. καὶ ἐκράτησε τὸν δράκοντα, τὸν ὄφιν τὸν ἀρχαῖον, ὅς ἐστιν ὁ Διάβολος καὶ ὁ Σατανάς, καὶ ἔδησεν αὐτὸν χίλια ἔτη, καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον, καὶ ἔκλεισε καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ, ἵνα μὴ πλανήσῃ ἔτι τὰ ἔθνη, ἄχρι τελεσθῇ τὰ χίλια ἔτη· μετὰ ταῦτα δεῖ λυθῆναι αὐτὸν
15
μικρὸν χρόνον, ἵνα πάλιν πλανήσῃ τὰ ἔθνη. τοῦτο γὰρ προϊών φησιν. ἆρα μὴ τὴν χιλιοντα–ετη‐ ρίδα τῶν ἀθέων Ἑλλήνων καὶ τὰς τῶν ψυχῶν μετενσωμα‐ τώσεις καὶ τὸ λήθαιον ὕδωρ, καὶ οὐκ οἶδα οὕς τινας ὕθλους καὶ λήρους ἡμῖν ἡ ἀποκάλυψις παραδίδωσι, χίλια
20λέγουσα ἔτη δεθήσεσθαι τὸν Διάβολον καὶ πάλιν λυθή‐ σεσθαι καὶ πλανῆσαι τὰ ἔθνη; ἄπαγε τῶν οὕτως ὀλε‐ θρίων δογμάτων καὶ τῇ σκαιότητι τῇ Ἑλληνικῇ πρεπόντων.
τί οὖν φησιν εἴρηται τῷ προφήτῃ; ὅτι χίλια ἔτη ἐν ὀφθαλ‐213

214

μοῖς σου, Κύριε, ὡς ἡ ἡμέρα ἡ ἐχθὲς ἥτις διῆλθε καὶ φυλακὴ ἐν νυκτί. τὰ χίλια τοιγαροῦν ἔτη ὡς μία ἡμέρα λογίζεται ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ. τὸ δὲ αὐτὸ καὶ ἡ δευτέρα Πέτρου τοῦ θεσπεσίου ἐπιστολή φησι, γράψαντος· ἓν δὲ τοῦτο μὴ
5λανθανέτω ὑμᾶς, ἀγαπητοί, ὅτι μία ἡμέρα παρὰ Κυρίῳ ὡς χίλια ἔτη, καὶ χίλια ἔτη ὡς ἡμέρα μία. τοῦτο μὲν οὕτως. ὁ θε‐ σπέσιος δὲ Ἡσαΐας ἡμέραν φησὶ πᾶσαν τὴν τοῦ Κυρίου ἐνανθρώπησιν, λέγων καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησα σοι. οὐ μόνον δέ, ἀλλὰ καὶ ὁ ψαλ‐
10μωδὸς ἡμέραν αὐτὴν καλεῖ καὶ πρωΐαν, πῆ μὲν λέγων αὕτη ἐστὶν ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐ‐ φρανθῶμεν ἐν αὐτῇ τὴν τῆς σωτηρίας ἡμῶν εὐφροσύνην· πῆ δὲ ψάλλων τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου· τὸ πρωῒ παραστήσομαί σοι, καὶ ἐπόψει με· εὐπρόσδεκτοι γὰρ ἡμῶν
15αἱ δεήσεις τῆς ἐποψίας ἀξιωθεῖσαι τοῦ Θεοῦ καὶ Πατρός· τῇ τοῦ Κυρίου γεγόνασι μεσιτείᾳ καὶ καταλλαγῇ. καὶ αὖθις περὶ τῆς Ἱερουσαλήμ φησι· βοηθήσει αὐτῇ ὁ Θεὸς τὸ πρὸς πρωῒ πρωΐ. ἡμέρα δὲ καὶ πρωΐα ἡ τοῦ Κυρίου ἐναν‐ θρώπησις γέγονεν, ὡς ἐπιλάμψαντος ἡμῖν τοῦ τῆς δικαι‐
20οσύνης ἡλίου. οὕτω γὰρ αὐτὸν ὁ Μαλαχίας φησί, 〈καὶ〉 κομίσαντος ἡμῖν τὸ τῆς γνώσεως φῶς, περὶ οὗ θείου φωτὸς ὁ Ζαχαρίας προανεφώνησε, λέγων ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, ἐπιφάναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις· ᾧ συνωδὰ καὶ ὁ προφήτης Θεὸς ἔφη Κύριος
25καὶ ἐπέφανεν ἡμῖν συστήσασθαι ἑορτὴν ἐν τοῖς πυκάζουσιν214

215

ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου. τούτων οὕτω προαφηγηθέν‐ των, ἐπὶ τὸ προκείμενον ἰτέον. ἐπειδὴ εἴρηται ὅτι ἡ ἡμέρα ὡς χίλια ἔτη λελόγισται τῷ Θεῷ, καὶ ἀνάπαλιν ἡμέρα κέκληται ἡ τοῦ Κυρίου ἐπὶ γῆς ἀναστροφή, ταύτην τὴν ἡμέ‐
5ραν χίλια ἔτη φησίν, ὡς οὐκ οὔσης διαφορᾶς παρὰ Θεῷ ἡμέρας τε μιᾶς καὶ χιλίων ἐτῶν· ἐν ᾗ ταύτῃ, τῇ τοῦ Κυρίου ἐνανθρωπήσει, ἐδέθη ὁ Διάβολος, ταῖς τοῦ σωτῆρος θεοσημείαις ἀνταιρεῖν μὴ δυνάμενος. ὅθεν τοῦ νοητοῦ τούτου δεσμοῦ ἐπαισθανόμενοι οἱ ἀλητήριοι δαίμονες
10ἔκραζον τί ἡμῖν καὶ σοί, ὑιὲ τοῦ Θεοῦ τοῦ ζῶντος; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς; ἀλλὰ καὶ ὁ Κύριος τούτων παραγυμνῶν τὸν δεσμόν, ἔλεγεν· ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὸν οἶκον τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν; καὶ τότε τὴν οἰκίαν αὐτοῦ
15διαρπάσει. ἐπεὶ οὖν, ὡς εἴρηται, τὴν ἐνανθρώπησιν τοῦ Κυρίου καὶ τὴν ἐπὶ γῆς ἀναστροφὴν ἡμέραν τε μίαν καὶ χίλια ἔτη νενοήκαμεν, ἀδιαφόρως τῇ θείᾳ γραφῇ κεκλη‐ μένον μυστικῶς τὸν τοιοῦτον ἀριθμόν, ὅρα τί φησιν ἡ ἀπο‐ κάλυψις. εἶδον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ,
20ἔχοντα τὴν κλεῖν τῆς ἀβύσσου καὶ ἅλυσιν, καὶ κρατήσας φησὶ τὸν Διάβολον ἔδησε καὶ ἔβαλεν εἰς τὴν ἄβυσσον. ὡς ἐν πίνακι ζωγραφίας θεωρεῖται τῷ εὐαγγελιστῇ τὰ νοητῶς ἐνεργηθέντα τῷ Κυρίῳ κατὰ τοῦ Διαβόλου. ἐπειδὴ γὰρ τὰ νοητὰ οὐκ ἦν ἰδεῖν ἄνθρωπον ὄντα τὸν Ἰωάννην, σωματικῶς
25αὐτῷ τὰ γεγονότα διαγράφεται, ἄγγελος ἅλυσιν ἔχων καὶ δεσμῶν τὸν Διάβολον καὶ βάλλων εἰς τὴν ἄβυσσον· οὕτω
γὰρ καὶ ἡ βίβλος τοῦ Ἰὼβ ἐγχείρησιν τοῦ Διαβόλου καὶ215

216

τὴν τοῦ Θεοῦ συγχώρησιν σωματικῶς διαπλάττουσα, τὸν μὲν ἐποίησεν παρὰ τοῦ Θεοῦ τὸν Ἰὼβ ἐξαιτούμενον, τὸν δὲ Θεὸν παρέχοντα καὶ λόγους ἐπιτηδείους πρὸς αἴτησιν καὶ δόσιν συμπαρέγραψε τοῖς γενομένοις. οὕτως οὖν καὶ νῦν
5μοι νοήσεις ὀρθῶς ποιῶν. ἵνα μὴ πλανήσῃ φησὶν ἔτι τὰ ἔθνη ἄχρι τελεσθῇ τὰ χίλια ἔτη· ἔδει γάρ τι πλέον ἔχειν ἀντιλήψεως καὶ κηδεμονίας λόγου τὴν τοῦ Κυρίου ἐπὶ γῆς διατριβὴν εἰς τὸ κωλύεσθαι κατὰ ταύτην τὰ ἴσα τοῖς πρὸ τῆς ἐνανθρωπήσεως χρόνοις ἐνεργεῖν κατὰ τῶν ἀνθρώπων
10τοὺς ἀκαθάρτους δαίμονας. καὶ μετὰ τοῦτο δεῖ αὐτόν φησι λυθῆναι μικρὸν χρόνον. ποῖον λέγει μικρόν; τὸν μεταξὺ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως καὶ τῆς συντελείας τοῦ παρόντος αἰῶνος· μικρὸς γὰρ οὗτος, κἂν μέγιστος εἶναι δοκῇ, πρός τε τὸν παρεληλυθότα καὶ τὸν μέλλοντα μετρούμενός τε καὶ
15παραβαλλόμενος. εἰ γὰρ ἐν τῇ ἐσχάτῃ ὥρᾳ καὶ ἐν τῇ ἑν‐ δεκάτῃ ὁ Κύριος ἡμῶν ἐπεφάνη σωματικῶς κατὰ τὴν πί‐ στιν τῶν ἱερῶν γραμμάτων, δικαίως μικρὸς κέκληται ὁ ἄχρι τῆς συντελείας καιρός, μεθ’ ὃν πάλιν δεθήσεται τὸν αἰώνιον καὶ ἀτελεύτητον δεσμόν. ἀλλὰ καὶ λυθέντος αὐτοῦ, δῆσον
20αὖθις, Κύριε, τὰς καθ’ ἡμῶν μεθοδείας αὐτοῦ· βασιλεύεις γὰρ ἡμῶν καὶ πρέπει σοι ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν Λόγος ἑνδέκατος
ἔτι τῆς αὐτῆς ἐννοίας ἔχεται ἡ ἀποκάλυψις. φησὶ γάρ·
καὶ εἶδον θρόνους, καὶ ἐκάθησαν ἐπ’ αὐτούς, καὶ κρῖμα
25ἐδόθη αὐτοῖς, καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν
μαρτυρίαν Ἰησοῦ καὶ διὰ τὸν λόγον τοῦ Θεοῦ, καὶ οἵτινες οὐ216

217

προσεκύνησαν τῷ θηρίῳ οὐδὲ τὴν εἰκόνα αὐτοῦ καὶ οὐκ ἔλα‐ βον τὸ χάραγμα ἐπὶ τὸ μέτωπον καὶ ἐπὶ τὴν χεῖρα αὐτῶν· καὶ ἔζησαν καὶ ἐβασίλευσαν μετὰ τοῦ Χριστοῦ χίλια ἔτη ... αὕτη ἡ ἀνάστασις ἡ πρώτη. μακάριος καὶ ἅγιος ὁ
5ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ. ἐπὶ τούτων ὁ δεύ‐ τερος θάνατος οὐκ ἔχει ἐξουσίαν, ἀλλὰ ἔσονται ἱερεῖς τοῦ Θεοῦ καὶ Χριστοῦ, καὶ βασιλεύσουσι μετ’ αὐτοῦ τὰ χίλια ἔτη. καὶ ὅταν τελεσθῇ τὰ χίλια ἔτη, λυθήσεται ὁ Σατα‐ νᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ, καὶ ἐξελεύσεται πλανῆσαι τὰ
10
ἔθνη ἐν ταῖς τέσσαρσι γωνίαις τῆς γῆς.
καὶ ἐν τῷ πρὸ τούτου εἴρηται λόγῳ ὅτι τοῦ Διαβόλου μνήμην ἅπαξ ποιησαμένη ἡ θεωρία, ὥσπερ εἱρμὸν ἕνα τῷ διηγήματι φυλάττουσα, οὐ μόνον ἃ πείσεται ὁ Διάβολος ἐν τῇ συντελείᾳ τοῦ παρόντος αἰῶνος, ἀλλὰ καὶ ἃ πέπονθεν
15νοητῶς ἐν τῇ τοῦ Κυρίου ἐνανθρωπήσει διηγήσατο. οὗπερ εἱρμοῦ λαβομένη, πλείονα περὶ τῆς τοῦ Κυρίου ἐνσάρκου ἐπιδημίας διέξεισιν, οἷον ὑπάρχει καὶ τὸ νῦν ἡμῖν εἰς θεω‐ ρίαν προκείμενον· φησὶ γὰρ καὶ εἶδον θρόνους, καὶ ἐπ’ αὐτοὺς ἐκάθησαν καὶ κρῖμα ἐδόθη αὐτοῖς. τοὺς ἁγίους ἀποστόλους
20θεωρεῖ κατὰ τὴν ἐπαγγελίαν τὴν πρὸς αὐτοὺς ἐπὶ δώδεκα θρόνων καθημένους καὶ κρίνοντας τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. ὅπερ εἰ καὶ ἐντελέστερον ἐν τῷ μέλλοντι αἰῶνι πληρωθήσε‐ ται, ἀλλὰ καὶ συμβέβηκε μετρίως ἐν τῷ τῆς ἐνανθρωπή‐
σεως καιρῷ· αὐτοὶ γὰρ εἰς τὸν Κύριον πεπιστευκότες καὶ217

218

μυρίων ἀγαθῶν ἐν μετουσίᾳ γενόμενοι, κατέκριναν τοὺς οὐκ ἐθελήσαντας τῇ πίστει προσδραμεῖν, οὐδὲ ἐκ τῆς τοῖς ἀπο‐ στόλοις δοθείσης χάριτος παιδαγωγηθέντας εἰς τὴν ὁμό‐ νοιαν ἀνελθεῖν θεοσέβειαν, ἀλλὰ καὶ σταυρὸν αὐτῷ καὶ
5θάνατον ὑφάναντας. καὶ τὰς ψυχάς φησι τῶν πεπελεκι‐ σμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ καὶ διὰ τὸν λόγον τοῦ Θεοῦ. ἀπὸ κοινοῦ τὸ εἶδον καθημένους ἐπὶ θρόνων καὶ κρίνοντας τοὺς λοιποὺς τῶν ἀνθρώπων. πεπελεκισμένους δέ φησι τοὺς ἀνηρημένους πελέκεσι. λέγει δὲ τροπικῶς περὶ τῶν νε‐
10κρωσάντων τὰ μέλη τὰ ἑαυτῶν διὰ τὴν εἰς Χριστὸν πίστιν, καὶ πλεῖστα δι’ αὐτὴν ὑπομεινάντων. καὶ γὰρ καὶ ἀποσυνα‐ γώγους αὐτοὺς ἐποίησαν καὶ μυρίαις ἔβαλλον λοιδορίαις καὶ δι’ ἁρπαγῆς ἴδια τὰ ὑπάρχοντα αὐτῶν ἐποιοῦντο, ὡς μαρτυρεῖ ὁ σοφὸς ἀπόστολος, ἐπειδὴ ὅλως εἰς Χριστὸν ἐπί‐
15στευσαν. περὶ ὧν καὶ ἔλεγεν ὁ Κύριος μακάριοί ἐστε ὅταν, ὀνειδίσωσι καὶ διώξωσιν ὑμᾶς καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. τοὺς δέ γε μὴ προσκυνοῦν‐ τας τὸ θηρίον μηδὲ λαβόντας αὐτοῦ τὸ χάραγμα καὶ τὴν εἰκόνα νοήσεις, ἑπόμενος τῇ συνεχείᾳ τοῦ λόγου καὶ αἰχμαλωτίζων
20πᾶν νόημα εἰς τὴν ὑπακόην τῆς θείας γραφῆς, τοὺς μὴ ὁμο‐ γνωμονήσαντας τοῖς λοιποῖς τῶν Ἰουδαίων εἰς τὰς κατὰ Κυρίου ἐπιβουλάς, μήτε ἐθελήσαντας ταῖς ὑποθήκαις τοῦ θεοστυγοῦς Διαβόλου πειθαρχῆσαι· τοῦτο γὰρ τὸ προσ‐ κυνῆσαι αὐτόν τε καὶ τὴν εἰκόνα αὐτοῦ. εἰκόνα γὰρ καλεῖ
25τὸ ἐνσεσημάνθαι τὸ αὐτοῦ θέλημα ἐν ταῖς τῶν Ἰουδαίων καρδίαις. ὅπερ καὶ χάραγμα λέγει περιλαβὸν αὐτῶν τὸ ἡγεμονικὸν καὶ πρακτικόν· τοῦ μὲν γὰρ ἡγεμονικοῦ τύπος
ἡ κεφαλή, ἧς μέρος τὸ μέτωπον, ἡ χεῖρ δὲ τοῦ πρακτικοῦ.218

219

καὶ ἔζησαν καὶ ἐβασίλευσαν μετὰ Χριστοῦ χίλια ἔτη. χίλια ἔτη πάλιν καλεῖ κατὰ τὰ πρόσθεν εἰρημένα τὴν τοῦ Κυρίου ἐπὶ γῆς ἀναστροφήν, δι’ ἧς ἔζων τὴν νοητὴν ζωήν, καὶ συνε‐ βασίλευον Χριστῷ, δαίμοσιν ἐπιτάσσοντες, πάθεσιν ἐπιτι‐
5μῶντες, καὶ μυρίας ἐνεργοῦντες δυνάμεις. μὴ ὅτι καὶ τὸ μόνον συνεῖναί τινα τῷ βασιλεῖ τῆς δόξης Χριστῷ συμβα‐ σιλεύειν ἐστὶ αὐτῷ. ὅθεν καὶ εἴρηται περὶ αὐτῶν τῷ προ‐ φήτῃ ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπ’ αὐτῆς χιονωθήσονται ἐν Σελμών. καὶ οἱ λοιποὶ τῶν νεκρῶν οὐκ
10ἔζησάν φησιν ἄχρι τελεσθῇ τὰ χίλια ἔτη. νεκροὺς καλεῖ τοὺς τῇ ἀπιστίᾳ παραμεμενηκότας, περὶ ὧν καὶ ὁ Κύριος ἔλεγεν ἄφετε τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. οἱ ἄπιστοι τοιγαροῦν οὐκ ἔζησαν τὴν νοητὴν ζωὴν ἄχρι τε‐ λεσθῇ ὁ τῆς ἐνανθρωπήσεως χρόνος, ὅς ἐστιν τὰ χίλια ἔτη·
15μετὰ γὰρ ταῦτα ἔζησαν. πῶς; τῇ τοῦ Ἁγίου Πνεύματος ἐπιφοιτήσει καὶ παρουσίᾳ. τότε γὰρ οἱ πλεῖστοι τῶν Ἰου‐ δαίων πεπιστεύκασι Χριστῷ, ὅσοι μὴ ἐπίστευσαν αὐτῷ σωματικῶς αὐτοῖς συναναστρεφομένῳ. καὶ γὰρ θειότατα τὸ πρᾶγμα ᾠκονομήθῃ, καὶ ὡς οὐκ ἂν ἤλπισε νοῦς ἀνθρώ‐
20πινος· ἐπειδὴ γὰρ ἐν τῇ παλαιᾷ ὁ Πατὴρ κεκήρυκτό τε καὶ ἔγνωστο, καὶ διὰ τῆς ἐνανθρωπήσεως καὶ τῶν μυρίων θεοσημειῶν τε καὶ δυνάμεων ὁ υἱός· τὸ δὲ Πνεῦμα τὸ Ἅγιον οὔπω τοῖς ἀνθρώποις σαφῶς ἦν ἀποκεκαλυμμένον. Λόγος δὲ μόνον ἦν περὶ αὐτοῦ ἐν τῇ παλαιᾷ, ἔργον δὲ ἐναργὲς καὶ
25αἰσθητὸν οὐδὲν ἦν, ὃ μάλιστα τοὺς ἀνθρώπους πρὸς πίστιν ἐνάγεται, ὥσπερ τοῦ υἱοῦ, εἰ καὶ τοῖς διαβεβηκόσιν εἰς βάθη θεωρίας ἐγινώσκετο. ὅτι δὴ πάντα ὅσα πέπρακται καὶ
δεδημιούργηται παρὰ τῆς Ἁγίας τετέλεσται Τριάδος, καὶ219

220

τοῦτο σαφῶς παρίστησιν ὁ Κύριος, πῆ μὲν λέγων ὁ πα‐ τὴρ ἔδωκέ μοι ἐντολὴν τί εἴπω καὶ τί λαλήσω· καὶ πάλιν· ἀπ’ ἐμαυτοῦ οὐδὲν δύναμαι ποιεῖν, εἰς τὴν τριάδα ἀνάγων τὰ γινόμενα· καὶ αὖθις παρὰ τῷ Ἰωάννῃ· οὐ δύναται ὁ
5υἱὸς τοῦ ἀνθρώπου ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδὲν ἐὰν μὴ βλέπῃ τὸν πατέρα αὐτοῦ ποιοῦντα· πῆ δὲ διαβεβαιούμενος εἰ δὲ ἐγὼ ἐν πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια. πλὴν ἐπειδὴ αἰσθητὸν ἔργον, ὡς εἴρηται, οὐδὲν ἦν τοῦ Ἁγίου Πνεύματος παρὰ τοῖς ἀνθρώποις, ᾠκονομήθῃ τοὺς ἅπαντας σχεδὸν ἀνθρώπους τῇ
10ἐπιφοιτήσει καὶ τῇ δυνάμει τοῦ Παρακλήτου καὶ τοῦ Θεοῦ καὶ Πατρὸς τὴν εἰς Χριστὸν δέξασθαι πίστιν, ἵνα δὴ καὶ αὐτοῦ τὸ πρὸς τὸν Πατέρα καὶ υἱὸν ὁμοούσιόν τε καὶ ἰσο‐ δύναμον πᾶσι κατάδηλον γένηται. ἀμέλει τοι πάντι τῷ τῆς ἐνανθρωπήσεως χρόνῳ οὐχ’ ἱστόρηνται πλείους τῶν ἑκατὸν
15εἴκοσι, πεπιστευκότες· τοσούτους γὰρ αἱ Πράξεις ἀπαριθ‐ μοῦνται τοὺς ἅμα συνειλεγμένους ἐν τῷ ὑπερώῳ. εἰ καὶ τῆς διδασκαλίας ἡ δύναμις τοῦ Χριστοῦ εἰς πολλοὺς διαβεβήκει, ἡ δέ γε πίστις αὐτῇ τῇ παρουσίᾳ πεφύλακτο τοῦ Πνεύ‐ ματος. ὅθεν εὕροι τις, ὥσπερ σπόρου διαβεβλημένου,
20ὅταν ὑετὸς ἐπέλθῃ καὶ ἥλιος ἐπιλάμψῃ πάντα τὰ τέως ἐν τῇ γῇ κεκρυμμένα καὶ λανθάνοντα σπέρματα, ἐξανατέλλοντα τότε σαφῆ γίνεται ὅτι ὅλως ἐναπέκειτο τῇ γῇ, οὕτω γεγένη‐ ται τῇ τοῦ Ἁγίου Πνεύματος ἐπιφοιτήσει. πάντες εἰς οὓς ἡ διδασκάλια τοῦ Κυρίου κατεσπάρη, ἐξανέτειλαν πρὸς τὴν
25πίστιν· διὸ ἀκριβέστερον εἴρηται τῇ ἀποκαλύψει ὅτι οἱ λοιποὶ τῶν νεκρῶν οὐκ ἔζησαν ἄχρι τελεσθῇ τὰ χίλια ἔτη.
αὕτη φησὶν ἡ ἀνάστασις ἡ πρώτη, ἡ τῆς πίστεως δηλονότι·220

221

ἡ γὰρ δεύτερα, ἡ καθολικὴ σωμάτων γενήσεται ἀνάστασις. μακάριος οὖν ὁ ἔχων μέρος ἐν τῇ πρώτῃ ἀναστάσει· τῆς γὰρ δευτέρας πάντες καὶ ἄκοντες μεθέξομεν. ἐπὶ δέ γέ φησι τοῖς τῆς πρώτης ἀναστάσεως μετόχοις, τουτέστι τοῖς πιστοῖς,
5οὐχ ἕξει ἐξουσίαν ὁ δεύτερος θάνατος. ποῖος; οὗτος ὁ τῆς ἁμαρτίας δηλαδὴ καὶ τῆς τότε κολάσεως· ὥσπερ γὰρ πρώ‐ την εἶπε καὶ δευτέραν ἀνάστασιν, οὕτω καὶ πρῶτον καὶ δεύτερον θάνατον. καὶ πρῶτος μέν ἐστιν ὁ αἰσθητός, ὁ χωρισμὸν ἔχων ψυχῆς καὶ σώματος, δεύτερος δὲ ὁ νοητὸς
10ὁ τῆς ἁμαρτίας, περὶ οὗ καὶ ὁ Κύριος ἔλεγεν μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα· φοβηθῆτε δὲ μᾶλλον τὸν καὶ ψυχὴν καὶ σῶμα ἀποκτεῖναι δυνάμενον ἐν Γεέννῃ. ἔσονται δέ φησιν οἱ πιστοὶ ἱερεῖς τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ· ἱερουργοὶ γὰρ τοῦ εὐαγγελικοῦ λόγου πάντες ἀπεδείχθησαν οἱ πιστοί,
15περὶ ὧν καὶ ὁ προφήτης τὴν προφητικὴν ἀνακρουόμενος λύραν ἔλεγε καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. καὶ βασιλεύσουσι μετ’ αὐτοῦ τὰ χίλια ἔτη, τὰ τῆς ἐνανθρωπή‐ σεως καθὼς πολλάκις εἴρηται. καὶ ὅταν φησὶ τελεσθῇ τὰ χίλια ἔτη. τουτέστιν ὅταν πληρώσας ὁ Κύριος τὴν μετὰ
20σαρκὸς οἰκονομίαν εἰς τοὺς οὐρανοὺς ἀναφοιτήσῃ, τῶν νοητῶν δεσμῶν ἀφεθήσεται ὁ Διάβολος, καὶ πάλιν πλανήσει τὰ ἔθνη· εἴρηται γὰρ ἐν τοῖς φθάσασιν ὅτι κατήργει τὴν ἐνέργειαν τοῦ Διαβόλου ἡ τοῦ Κυρίου μετὰ ἀνθρώπων ἀναστροφή. τοῦ δέ γε Κυρίου ἀνεληλυθότος εἰς τοὺς οὐ‐
25ρανούς, αὐτός τε ὁ Διάβολος τὰ οἰκεῖα καὶ εἰωθότα ἐνεργή‐
σει, καὶ οἱ ἐπὶ γῆς ἄνθρωποι τῷ αὐτεξουσίῳ, ὥσπερ221

222

ἐχρῶντο, χρήσονται· ὁ μὲν γὰρ Διάβολος πάντας ἐπι‐ χειρεῖ πλανᾶν. ἀλλ’ οἱ μὲν πείθονται, οἱ δὲ ἀπειθοῦντες καταγωνίζονται τὸν πονηρόν. ἀλλ’ ἴσως ἐρεῖ τις· καὶ τί δήποτε ἐπεχόμενος καὶ ἀνακοπτόμενος τῆς οἰκείας ὁρμῆς ὁ
5Διάβολος ἐν τῇ τοῦ Κυρίου σωματικῇ παρουσίᾳ, πρὸς ἡμᾶς πάλιν ἀφείθη πλανᾶν τοὺς ἐπὶ γῆς; οὐ γὰρ ἦν βέλτιον αὐ‐ τὸν δεδέσθαι, καὶ τοὺς ἀνθρώπους ἀπλανεῖς διαμένειν; πρὸς ὃν λεκτέον· τί γὰρ οὐ μᾶλλον λέγεις αὐτὸς τὴν ἀρχὴν διὰ τί γέγονεν ὁ Διάβολος, ἢ γενόμενος καὶ παραβὰς τί μὴ
10τέλεον ἐξηφανίσθη, ὡς μὴ γενέσθαι αὐτῷ πάραδον κατὰ τῶν ἀνθρώπων; καὶ πῶς ἄν, ὦ οὗτος, διεγυμνάσθησαν οἱ ἀγωνισταὶ μηδενὸς προσπαλαίοντος; πῶς δὲ καὶ διεδείχθη τῶν ἀθλητῶν ἡ ἰσχύς, μὴ ὄντος ἀνταγωνιστοῦ; οἱ μὲν γὰρ ῥάθυμοι τῶν ἀνθρώπων καὶ τῶν ἡδονῶν ἥττους, καὶ μὴ
15παρόντος μηδὲ προσερεθίζοντος τοῦ Διαβόλου, ἀφ’ ἑαυτῶν εἰσι σκαιοί· οἱ δέ γε τοῦ Θεοῦ ἄνθρωποι καὶ γενναῖοι ἀγω‐ νισταὶ ἠδικήθησαν ἂν τὴν κατὰ τῶν παθῶν ἀνδρείαν μὴ δημοσιεύοντες· ὡς συμβαίνειν, καὶ τοὺς ῥαθύμους μηδὲν ὠφελεῖσθαι μὴ ὄντος τοῦ Σατανᾶ, καὶ τοὺς σπουδαίους τὰ
20μέγιστα ἀδικεῖσθαι. ὁ γὰρ Σατανᾶς παιδοτρίβης τρό‐ πον τινὰ τῶν ἀνθρώπων ὑπάρχει, πρόφασιν παρέχων στε‐ φάνων τοῖς ἀγωνιζομένοις. οἱ γὰρ φιλαμαρτήμονες, οἱ καὶ μὴ παρόντος τοῦ Διαβόλου τῇ σφῶν αὐτῶν ῥαθυμίᾳ ἀντὶ Διαβόλου χρώμενοι, οὐδὲ ἠδίκηνται, καθὼς εἴρηται. ὥστε
25τοὺς μὲν ἄκων εὐεργετεῖ, τοὺς δὲ οὐδὲν ἀδικεῖ, ἢ λίαν βραχύ. σὺ δὲ ἐβούλου δι’ ἐμὲ καὶ σὲ τοὺς δούλους τῆς ἁμαρτίας καὶ ἀνειμένους καὶ ἀναπεπτωκότας, ἵνα μή τι μικρὸν ἢ παντελῶς
οὐδὲν προσαδικηθῶμεν τῇ ἐνεργείᾳ τοῦ Διαβόλου, ἀποστε‐222

223

ρηθῆναι τῆς δόξης πατριάρχας τε καὶ προφήτας, ἀποστό‐ λους καὶ εὐαγγελιστὰς καὶ τοὺς ἄχρις αἵματος τῇ μαρτυρίᾳ Χριστοῦ προσμεμενηκότας καὶ τὸ γνήσιον αὐτῷ φυλάξαν‐ τας, ἔτι δὲ ὁμολογητὰς καὶ τοὺς τῶν ἐκκλησιῶν καλῶς ἡγη‐
5σαμένους ποιμένας καὶ τοὺς καρτερικωτάτους ἀσκητὰς καὶ πάντα δίκαιον καὶ τῇ πίστει Χριστοῦ τετελειωμένον, ὧν οὐκ ἔστιν ἄξιος ὁ κόσμος οὗτος. ὥστε τῶν κομιδῆ βρα‐ χέα προσαδικουμένων ἁμαρτωλῶν τὴν ζημίαν παραμυ‐ θοῦνται οἱ γενναῖοι τῆς ἀρετῆς ἀγωνισταί· εἷς γὰρ κατορθῶν,
10προτιμητέος θεῷ, μυρίων ἀθετούντων. ἀμφότερα οὖν κάλ‐ λιστα καὶ ἐνθεώτατα πέπρακται, καὶ τὸ ἐν τῇ τοῦ Κυρίου παρουσίᾳ τὰς ἀνοσίους ὁρμὰς ἀνακόπτεσθαι τοῦ Διαβόλου, καὶ μετὰ τῆν εἰς οὐρανὸν ἄνοδον αὐτὸν λυθῆναι πρὸς πεῖ‐ ραν τῶν ἀνθρώπων. εἰ μὲν γὰρ συνεχωρήθη πᾶσαν ἐνδεί‐
15ξασθαι τὴν ἑαυτοῦ ἐνέργειαν ὁ Σατανᾶς, ἐπὶ γῆς ἀναστρε‐ φομένου τοῦ Κυρίου, οὐκ ἂν εἴασε τοὺς ἀνθρώπους οὐδὲ τῆς θείας αὐτοῦ διδασκαλίας ἀκροατὰς γενέσθαι οὔτε μαθεῖν τίς τε ὁ φύσει καὶ ἀληθῶς Θεός, καὶ τίς εἰς αὐτὸν εὐαγὴς θρη‐ σκεία, ποία τε ἡ κακία καὶ τίς ἡ ἀρετή· ἀλλὰ καὶ τὸν σταυ‐
20ρὸν αὐτῷ πρὸ καιροῦ κατεσκευάκει καὶ πρὶν τῆς διδασκαλίας ἄρξασθαι. οὗ γινομένου, ἀτελὴς ἂν ὑπῆρξε, μᾶλλον δὲ ἀνωφελής, ἡ τοῦ Κυρίου ἐνανθρώπησις καὶ τὸ τοσοῦτον καὶ οὕτως ἀξιάγαστον μυστήριον. μεθ’ ὃ δὲ τῷ δεσμῷ τοῦ Διαβόλου ταῦτα ἐδιδάχθησαν οἱ ἐπὶ γῆς, ἀφείθησαν λοιπὸν
25τῷ οἰκείῳ χρῆσθαι αὐτεξουσίῳ καὶ τῇ πρὸς τὸν ἀντίπαλον διαμάχῃ ἐπὶ ὡμολογημέναις καὶ ἀγνωσμέναις ὁδοῖς τῆς τε κακίας καὶ τῆς ἀρετῆς. ὁ μὲν γὰρ εἰδὼς τὸ καλὸν καὶ τὸ
οὐ τοιοῦτον, αὐτοκελεύστοις ὁρμαῖς ἢ τοῦτο ἢ ἐκεῖνο πάν‐223

224

τως ἐκλέγεται· ὁ δὲ ἀγνοῶν τί ἂν καὶ πράξειεν, ὡς ἐν νυ‐ κτομαχίᾳ τιτρωσκόμενος καὶ ὅτι οὐδὲ βέβληται αἰσθανό‐ μενος, οὐδὲ τὴν οἰκείαν γινώσκει ἀπώλειαν. ἐπὶ μὲν γὰρ τοῦ γνῶσιν ἔχοντος τῶν ἐναντίων χώρα τῷ αὐτοεξουσίῳ εἰς
5τὸ ἑλέσθαι ὃ βούλεται, ἐπὶ δέ γε τοῦ ἀγνοοῦντος οὐ χώρα. ὁ δὲ Θεὸς αὐτεξούσιον ἐξ ἀρχῆς πεποίηκε τὸν ἄνθρωπον καὶ αὐτοκρατορικοῖς λογισμοῖς διοικούμενον. ὅτι δὲ δεῖ γινώ‐ σκειν πρῶτον ἀρετὴν καὶ κακίαν, ἵνα οὕτω γένηται χώρα τῷ αὐτεξουσίῳ, ὅρα τί φησιν ὁ ἱεροφάντης Μωϋσῆς τῷ ἀπειθεῖ
10τῶν Ἰσραηλιτῶν λαῷ ἐν Δευτερονομίῳ ἰδοὺ δέδωκα πρὸ ὀφθαλ‐ μῶν σου σήμερον τὴν ζωὴν καὶ τὸν θάνατον, τὸ ἀγαθὸν καὶ τὸ κακόν, ἵνα πάντως ἐξ ἀμφοτέρων ἐπιλέξηται τὸ αἱρεθέν· καὶ πάλιν ὁ αὐτὸς ἐν Ἐξόδῳ ἐὰν ἀκοῇ ἀκούσῃ τῆς φωνῆς μου καὶ ποιήσῃς φησὶ πάντα ὅσα ἂν εἴπω σοι. τί δὲ καὶ ὁ
15Ἡσαΐας, οὗ τὸ αὐτὸ δόγμα παρατίθεται ἀμφὶ τὰς ἀρχὰς τῆς αὐτοῦ προφητείας, λέγων ἐκ προσώπου τοῦ Θεοῦ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα. τούτων μὲν οὖν ἅλις.
20ἐπειδὴ δὲ εἶπεν ἐν τοῖς φθάσασιν ὅτι ἐξελεύσεται ὁ Διάβολος πλανῆσαι τὰ ἔθνη, νῦν λέγει ποία ἔθνη καὶ τίνων ἀφηγου‐ μένων αὐτῶν· τὸν Γώγ φησι καὶ Μαγώγ, συναγαγεῖν αὐ‐ τοὺς εἰς τὸν πόλεμον· πόλεμον δὲ τὸν κατὰ τῶν ἁγίων. πληρώσας γὰρ τὸν περὶ τῆς σωτηρίου ἐνανθρωπήσεως λό‐
25γον, πάλιν ἐπανελήλυθεν ὅθεν ἐξελθὼν ἐκεῖνα ἡμῖν διηγή‐ σατο. ἐξεληλύθει δὲ ἐκ τῆς τοῦ Διαβόλου καὶ τοῦ ἀντι‐
χρίστου· καὶ τῆς τῶν συλλαβομένων αὐτοῖς ἐθνῶν ἥττης224

225

τε καὶ τιμωρίας. νῦν οὖν ἀναπληρῶ τὰ πρότερον ἐλλιπῶς εἰρημένα. συνάπτει τοῖς λοιποῖς ἔθνεσι τοῖς τῷ ἀντιχρί‐ στῳ συστρατεύσασι· καὶ τὸν Γώγ, οὕτω λέγων·
καὶ ἐξῆλθε πλανῆσαι πάντα τὰ ἔθνη ἐν ταῖς τέσσαρσι
5γωνίαις τῆς γῆς· μεθ’ ὧν φησι καὶ τὸν Γὼγ καὶ τὸν Μαγώγ, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον, ὧν ὁ ἀριθμὸς αὐτῶν ὥσει ἄμμος τῆς θαλάσσης. καὶ ἀνέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς, καὶ ἐκύκλωσαν τὴν παρεμβολὴν τῶν ἁγίων καὶ τὴν πόλιν τὴν ἠγαπημένην. καὶ κατέβη πῦρ ἀπὸ
10 τοῦ Θεοῦ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτούς· καὶ ὁ Διάβο‐ λος, ὁ πλανῶν αὐτοὺς, ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς τοῦ θείου, ὅπου τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης, καὶ βασανι‐ σθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων. περὶ τούτων τοῦ γὼγ καὶ τοῦ μαγὼγ καὶ ὁ θεσπέσιος
15προφήτης Ἱεζεκιὴλ παρέδωκε, διεξιὼν ὅπως κακοὶ κακῶς ἀπο‐ λοῦνται. οὗτοι δὲ ἔθνη τινὰ καὶ ἡγούμενοι ἐθνῶν ἔσονται ἀμφὶ τὴν συντελείαν· νῦν γὰρ οὐκ εἰσίν, ἤ τινά ἐστιν τῶν νῦν ὑπαρχόντων ἐθνῶν ἑτέροις ὀνόμασι παρὰ τῆς θείας κα‐ λούμενα γραφῆς. οὗτοι οὖν συναγωνίσονται τῷ θεοστυ‐
20γεῖ Σατανᾷ κατὰ τῶν τοῦ Χριστοῦ δούλων· καὶ κυκλώσουσι225

226

τὴν πόλιν τὴν ἠγαπημένην, τουτέστι τὴν ἐκκλησίαν. ἀλλὰ πῦρ ἐκ τοῦ οὐρανοῦ φερόμενον διαφθερεῖ πάντας, καὶ τῆς συντελείας λοιπὸν γενομένης, ἅμα τῷ Διαβόλῳ καὶ τῷ ἀντι‐ χρίστῳ βληθήσεται ὁ ἀρχέκακος Σατανὰς εἰς τὴν λίμνην
5τοῦ πυρός, τουτέστι τὴν Γέενναν. ἴστω γὰρ ὁ ἀναγνωσό‐ μενος ὅτι τρεῖς παρέδωκεν ἡμῖν ἐν τοῖς ἔμπροσθεν ἡ παροῦσα ἀποκάλυψις· ἕνα μὲν τὸν ἀρχέκακον δράκοντα ἐν τῷ οὐρανῷ δεικνύμενον, δεύτερον δὲ θηρίον ἐκ τῆς θαλάσ‐ σης ἀναβαῖνον, ὃν ἐνοήσαμεν δευτερεύειν μὲν τοῦ Σατανᾶ,
10προὔχειν δὲ τῶν λοιπῶν δαιμόνων, καὶ τρίτον τὸν ἀντίχρι‐ στον, ὃν καὶ ψευδοπροφήτην καλεῖ. ἀλλὰ περὶ μὲν τοῦ δευτέ‐ ρου τοῦ Διαβόλου καὶ τοῦ ἀντιχρίστου ἐν τοῖς μικρὸν ἔμ‐ προσθεν εἴρηται ὅτι ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυ‐ ρὸς τὴν καιομένην θείῳ. νῦν δέ γε περὶ τοῦ Σατανᾶ φησιν
15ἤτοι Διαβόλου, ὃν ἐν τοῖς φθάσασι δράκοντα ὠνόμασε. καὶ βασανισθήσονταί φησιν ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἔγνως ἄρα ὁ ἐντυχὼν τῷ πονήματι ὅτι λίαν ἀκριβῶς τὰ χίλια ἔτη, ἐν οἷς δεθεὶς ὁ Διάβολος ἐβλήθη εἰς τὴν ἄβυσσον καὶ αὖθις ἐλύθη, τὴν ἐνανθρώπησιν ἐνοήσα‐
20μεν τοῦ Κυρίου καὶ τὴν ἐπὶ γῆς ἀναστροφὴν αὐτοῦ, ἐν ᾗ πρὸς βραχὺ ἡ ἐνέργεια αὐτοῦ κατηργεῖτο. ἰδοὺ γὰρ νῦν ἔδειξεν ὡς οὐ χίλια ἔτη ἐστὶν ἡ κόλασις αὐτοῦ τε καὶ τῶν ὑπ’ αὐτοῦ ἀπατωμένων, καὶ λοιπὸν λύσις τοῦ κακοῦ ἀλλὰ εἰς αἰῶνα αἰώνων.
25καὶ εἶδον θρόνον μέγαν λευκὸν καὶ τὸν καθήμενον ἐπ’ αὐτοῦ,
οὗ ἀπὸ προσώπου αὐτοῦ ἔφυγεν ἡ γῆ καὶ ὁ οὐρανός, καὶ226

227

τόπος οὐχ εὑρέθη αὐτοῖς. καὶ εἶδον τοὺς νεκρούς, τοὺς με‐ γάλους καὶ τοὺς μικρούς, ἑστῶτας ἐνώπιον τοῦ θρόνου, καὶ βιβλία ἠνοίχθησαν· καὶ ἄλλο βιβλίον ἠνοίχθη, ὅ ἐστι τῆς ζωῆς· καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς
5
βιβλίοις κατὰ τὰ ἔργα αὐτῶν.
λευκὸν λέγει θρόνον, τὸν λαμπρὸν καὶ ἐξαστράπτοντα. τὴν δὲ φυγὴν τοῦ οὐρανοῦ καὶ τῆς γῆς τὴν ἐναλλαγὴν αὐ‐ τῶν καὶ τὴν μεταποίησιν ὁ λόγος αἰνίττεται. οἱ γὰρ οἱ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, κατὰ τὸν θεσπέσιον Πέτρον
10καὶ κατὰ τὸν προφήτην ὅς φησι καταρχὰς τὴν γῆν σου, Κύριε, ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλα‐ γήσονται, εἰκότως τὴν παρέλευσιν καὶ τὴν ἀπώλειαν. ἅτινα
15τὴν ἐναλλαγὴν αὐτῶν διασημαίνει, φυγὴν ἐκάλεσεν ἡ ἀπο‐ κάλυψις ὡς μὴ εὑρίσκεσθαι τόπον αὐτοῖς· ποῦ γὰρ καὶ εὑ‐ ρεθείη ἣν ἀπέβαλον φθοράν; νῦν μὲν οὖν τὴν ἐναλλαγὴν αὐτῶν εἴρηκε, μικρὸν δὲ προϊὼν ὅτι καὶ καινοὶ ἔσονται λέγει. καὶ εἶδόν φησι νεκρούς, τοὺς μεγάλους καὶ τοὺς μι‐
20κρούς, ἑστῶτας ἐνώπιον τοῦ θρόνου. μεγάλους μὲν τοὺς δικαίους φησίν, οὐ τῷ σωματικῷ μεγέθει μεγάλους αὐτοὺς καλέσας, ἀλλὰ τῇ δόξῃ καὶ τῇ λαμπρότητι τῆς ἀρετῆς, μικροὺς δέ γε τοὺς ἁμαρτωλοὺς ὡς οὐδαμινοὺς διὰ τὴν τα‐ πεινότητα καὶ τὸ εὐτελές. καὶ βίβλοι ἀνεῴχθησαν· καὶ ἄλλο
25βιβλίον ἀνεῴχθη, ὅ ἐστι τῆς ζωῆς. ὁ Κύριος ἐν Εὐαγγελίοις φησὶ πλατείαν εἶναι καὶ εὐρύχωρον τὴν ἀπάγουσαν ὁδὸν εἰς τὴν ἀπώλειαν, καὶ πολλοὺς πορεύεσθαι ἐν αὐτῇ· στενὴν δὲ καὶ
τεθλιμμένην τὴν ὁδὸν τὴν ἀπάγουσαν εἰς τὴν ζωήν, καὶ ὀλί‐227

228

γους εἶναι οὐ μόνον τοὺς περιπατοῦντας ἐν αὐτῇ, ἀλλὰ καὶ τοὺς εὑρίσκοντας αὐτήν. διὰ τοῦτο βίβλους εἶδε πολλὰς καὶ μίαν· πολλὰς μὲν ἐν αἷς εἰσι πάντες οἱ ἄνθρωποι γε‐ γραμμένοι διὰ τὸ πλῆθος τῶν ἐγκειμένων, μίαν δὲ τῆς ζωῆς,
5ἐν ᾗ εἰσιν οἱ τῶν ἄλλων ἐξειλεγμένοι καὶ οἷον ἄμωμοι τῇ ἀρετῇ καὶ πᾶσαν τὴν τραχείαν καὶ ἀνάντη τῆς ἀρετῆς ὁδὸν ὁδεύοντες. καὶ ἕκαστός φησι τῶν ἐν τοῖς βίβλοις ἐκρίθη τῶν οἰκείων πράξεων ἐπαξίως. ἐν δὲ τῇ ἀρχῇ τοῦ ἕκτου λόγου καὶ ἄλλου βιβλίου μέμνηται, ὅπερ βιβλιδάριον καλεῖ.
10νῦν δὲ βίβλον καὶ βιβλίον ζωῆς, ὡς εἶναι τρεῖς διαφοράς· βιβλιδάριον μέν φησιν, ἐν ᾧ εἰσιν οἱ λίαν ἀσεβεῖς κατὰ τὰ ἐκεῖ νενοημένα· βίβλον δὲ ζωῆς, ἐν ᾗ οἱ λίαν εὐσεβεῖς καὶ δίκαιοι· βίβλοι δέ, ἐν αἷς οἱ πάντες ἄνθρωποι μέσοι πως τυγχάνοντες κακίας καὶ ἀρετῆς, εἰπὼν δὲ τὰ περὶ τῆς ἀνα‐
15στάσεως· τὸ γὰρ εἰπεῖν καὶ εἶδον τοὺς νεκροὺς ἐνώπιον τοῦ θρόνου ἀπολαμβάνοντας καὶ κρινομένους κατὰ τὰ ἔργα αὐτῶν, τὴν ἀνάστασίν ἐστιν εἰπεῖν. ἀναστάντας γὰρ τοὺς νεκροὺς εἶδεν τὴν ἀντιμισθίαν ἀπολαμβάνοντας καὶ λοιπὸν ἐπι‐ διηγεῖται ποίῳ τρόπῳ ἡ ἀνάστασις γέγονε· ναί φησιν·
20ἔδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ, καὶ ὁ θάνατος καὶ ὁ Ἅδης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς, καὶ ἐκρίθη‐ σαν ἕκαστος κατὰ τὰ ἔργα αὐτῶν. καὶ ὁ θάνατος καὶ ὁ Ἅδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρὸς ... καὶ εἴ τις οὐχ εὑρέθη ἐν τῇ βίβλῳ τῆς ζωῆς γεγραμμένος, ἐβλήθη εἰς τὴν λί‐
25μνην τοῦ πυρός. καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν· ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ ἀπῆλθον, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι. καὶ τὴν πόλιν τὴν ἁγίαν Ἱερουσαλὴμ καινὴν εἶδον καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ ἡτοιμασ‐
μένην, ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς.228

229

ὅσοι τῇ τῶν σωμάτων ἀπιστοῦσιν ἀναστάσει, καταμειδι‐ ῶσιν ἡμῶν τε καὶ τοῦ ἡμετέρου δόγματος τοῦ λέγοντος, ταῦτα τὰ σώματα πάλιν ἀνίστασθαι, ὡς οὐ μόνον δυσχεροῦς τούτου τυγχάνοντος, ἀλλὰ καὶ παντάπασιν ἀδυνάτου. καί
5φασιν ἕκαστον τῶν ἐπὶ γῆς σωμάτων ἐκ τῶν τεσσάρων συνε‐ στάναι στοιχείων, πυρός, ὕδατος, γῆς, ἀέρος· τὰ δέ γε τῷ θανάτῳ διαλυθέντα σώματα εἰς ἐκεῖνα χωρεῖν ἐξ ὧν καὶ συνέστη τὴν ἀρχήν. οἷον τὸ μὲν πυρῶδες τὸ ἐν ἡμῖν εἰς τὸ συγγενὲς καὶ καθόλου πῦρ· τὸ δὲ ὑδατῶδες εἰς τὸ ὕδωρ· καὶ
10ἡ ἑτέρα συζυγία πρὸς τὰ οἰκεῖα. ἀνακραθέντων οὖν τούτων καὶ συγχυθέντων ταῖς οἰκείαις οὐσίαις, πῶς ἔνεστι τὸ τῇ συγκρίσει ἀδιάκριτον γεγονός, αὖθις ἑκάστῳ τῶν ὡς ὑμεῖς φατε σωμάτων ἀποδοθῆναι, πλὴν εἰ μὴ ἕτερα ἀνθ’ ἑτεροίων ἀνίσασθαι φαίητε; πρὸς οὓς ἄν τις εἴποι τὸ τῆς θείας γρα‐
15φῆς· πλανᾶσθε, ὦ ἄνθρωποι, μὴ εἰδότες τὴν δύναμιν τοῦ Θεοῦ, οὗ τῷ θελήματι οὐσιώθη τὸ πᾶν, οὗ τὸ βουληθῆναι μόνον ἔργον ἐστὶ συντετελεσμένον, καθὼς καὶ πρόσθεν εἴρηται. τί γάρ ἐστι ῥάδιον ἐκ τοῦ μὴ ὄντος παραγαγεῖν τὰς οὐσίας, ἢ παραχθείσας καὶ ἑαυταῖς ἢ ἑτέραις συγχυθείσας αὖθις
20ἀφελεῖν, καὶ ἑκάστῳ τὸ ἴδιον ἀπονεῖμαι; τὸ μὲν γὰρ τελευ‐ ταῖον καὶ ἡμεῖς ἐπιτελοῦμεν, πολλάκις χωρίζοντες τέχνῃ τινὶ τὸν οἶνον ἀνακραθέντα τῷ ὕδατι. ἀλλὰ καὶ ὁ ἥλιος τὸ μὲν πότιμον καὶ γλυκὺ διὰ τῶν ἀτμῶν καὶ τῶν ἀναθυμιάσεων ἐκ τῆς θαλάσσης ἕλκει, τὸ δὲ βαρὺ καὶ γεῶδες καὶ ἁλμυρὸν
25καὶ πικρὸν ἐᾶ. τὸ δέ γε πρῶτον Θεοῦ μόνου τοῦ τὰ πάντα δυναμένου ὅσα ἂν ἐθελήσῃ. εἰ οὖν τὰ μὴ ὄντα ὁ Θεὸς εἰς τὸ εἶναι παρήγαγε, πῶς οὐ ῥάδιον αὐτῷ τὰ τοῖς καθ’ ὅλου
στοιχείοις ἀνακραθέντα πάλιν διακρῖναι μόνῳ τῷ βουλη‐229

230

θῆναι καὶ τὸ ἴδιον ἑκάστῳ σώματι νεῖμαι, εἰ καὶ ἀνθρώ‐ ποις ἀδύνατον τοῦτο τυγχάνει; ὥσπερ γὰρ σοί τε καὶ ἐμοὶ ἀδύνατον διακόψαι τὸ φωτιστικὸν τοῦ πυρὸς ἀπὸ τοῦ καυστι‐ κοῦ, Θεῷ δὲ δυνατόν, εἴρηται γὰρ φωνὴ Κυρίου διακόπτοντος
5φλόγα πυρός, οὕτω καὶ τὰ συγχυθέντα σοὶ μὲν ἀδύνατον καὶ ἐμοί, Θεῷ δὲ ῥάδιον καὶ εὐχερές. τοῦτο νῦν ἡμῖν τὸ θαυμάσιον δόγμα παρατίθεται ὁ παρὼν τῆς ἀποκαλύψεως λόγος, εἰπὼν ἔδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ ἀπὸ τῆς θαλάσσης. στοιχεῖον δὲ αὕτη τοῦ ὕδατος πᾶσαν
10τὴν ὑγρὰν οὐσίαν ἐσήμανεν. ἔδωκε τοίνυν ἡ ὑγρά φησιν οὐσία ὅσον ἐν αὐτῇ ἀνεκράθη ἐκ τοῦ τῶν ἀνθρωπίνων σωμά‐ των ὑδατώδους. καὶ ὁ θάνατός φησι καὶ ὁ Ἅδης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς. θάνατον τὴν γῆν καλέσας παρὰ τὸ ἐν αὐτῇ διαλύεσθαι ἡμῶν τὰ σώματα· ὅθεν καὶ ὁ θεσ‐
15πέσιος προφήτης χοῦν θανάτου κατὰ περίφρασιν τὸν θάνα‐ τον καλεῖ, λέγων καὶ εἰς χοῦν θανάτου κατήγαγέ με. δέδωκε τοιγαροῦν καὶ ἡ γῆ ἅπαν τὸ ἐν αὐτῇ γεῶδες ἡμῶν. πρὸς τούτοις καὶ ὁ Ἅδης δέδωκε τοὺς ἐν αὐτῷ νεκρούς, Ἅδην λέγων τὸν ἀέρα καὶ τὸ πῦρ ἀπὸ τοῦ ἀειδοῦς καὶ ἀοράτου. καὶ
20γὰρ καὶ ὁ ἀὴρ τῇ λεπτότητι ἀόρατος τυγχάνει, πλὴν εἰ μὴ παχυνθείη. καὶ τὸ πῦρ τὸ τέως ἐμφωλεῦον ταῖς ὕλαις ἀόρα‐ τον, πλὴν εἰ μὴ ἐπὶ τὰ ἔξω παρ’ αὐτοῦ προσκληθείη. ἀλλὰ καὶ τὸ τοῦ πυρὸς στοιχεῖον, ὁ αἰθὴρ ἀόρατος ἡμῖν τυγχάνει τῇ ἐπιπροσθήσει τοῦ πολλοῦ ἀέρος σκοτιζόμενος. ἢ γοῦν
25καὶ Ἅδην λέγει τὸ πῦρ ἀπὸ τοῦ ἀφάνειαν καὶ ἀειδίαν ἐμ‐ ποιεῖν οἷς ἂν ἐπέλθῃ· ὅθεν καὶ ἄδηλον αὐτὸ προσαγο‐ ρεύουσιν πολλοὶ τῶν λογίων. ἑκάστου οὖν τῶν στοιχείων
ἀποδεδωκότος ὅσον ἦν ἐν αὐτοῖς τοῦ ἀνθρωπίνου συγκρί‐230

231

ματος, ἐνηργήθη ἡ ἀνάστασις. οὗ γενομένου, ἐκρίθησάν φησιν ἕκαστος κατὰ τὰ ἔργα αὐτῶν. καὶ ὁ θάνατος καὶ ὁ Ἅδης φησὶν ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός· τουτέστιν ἀνηρέθη ὁ θάνατος καὶ ἡ ἀειδὴς καὶ ἀσώματος τῶν ψυχῶν
5ἐν τῷ θανάτῳ διαγωγή, τῆς ἀναστάσεως ἅπαξ γεγενημένης καὶ ἑκάστης ψυχῆς τὸ ἴδιον σῶμα ἀπολαβούσης· ὅπερ τρο‐ πικώτερον ἐξηγησάμενος καὶ τὴν ἀπώλειαν αὐτῶν αἰνιξά‐ μενος, εἶπεν ἐμβεβλῆσθαι τὸν θάνατον καὶ τὸν Ἅδην εἰς τὴν λίμνην τοῦ πυρός. τοῦτο ποιεῖ καὶ ὁ προφήτης Ὠσηέ,
10εἰπὼν ποῦ ἡ δίκη σου, θάνατε; ποῦ τὸ κέντρον σου, Ἅδη; οὗτός φησιν ὁ θάνατος ὁ δεύτερός ἐστιν ἡ λίμνη τοῦ πυρός· εἴρηται γὰρ καὶ ἐν τοῖς ἔμπροσθεν ὡς πρῶτος μὲν θάνα‐ τός ἐστιν ὁ αἰσθητός, ἡ διάζευξις τῆς ψυχῆς καὶ τοῦ σώ‐ ματος, δεύτερος δὲ ὁ νοητός, ἡ κόλασις καὶ ἡ τιμωρία,
15ὅστις μητέρα ἔχει τὴν ἁμαρτίαν. ἀλλὰ καὶ ὅσοι φησὶ γεγόνασιν ἐν ἁμαρτίαις καὶ οὐκ ἠξίωνται τῆς ἐν τῇ ζωῇ γραφῆς, τὰ ἴσα πεπόνθασιν. εἰ δὲ καὶ τοὺς μέσως ἔχοντας τῶν ἁμαρτωλῶν εἶπε βεβλῆσθαι εἰς τὴν λίμνην τοῦ πυρὸς σὺν τῷ Διαβόλῳ καὶ τῷ ἀντιχρίστῳ, τοῦτο γὰρ ἐν τοῖς ἔμ‐
20προσθεν εἴρηκε, μὴ θαυμάσῃς· ἔνι γὰρ καὶ ἐκεῖ διάφορος κόλασις, ὥσπερ καὶ πυρετοῦ· ὁ μέν τις καῦσός ἐστι καὶ συνεχὴς ὁ δὲ μείων καὶ μαλθακός, εἰ καὶ πάντες καλοῦνται πυρετοί, οὕτω μοι κἀκεῖ νοήσεις. καὶ εἶδόν φησιν οὐρανοὺς καινοὺς καὶ γῆν καινήν· ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη
25γῆ ἀπῆλθον, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι. τούτου ὅμοιόν231

232

φησιν ὁ Πέτρος ἐν δευτέρᾳ τῶν αὐτοῦ ἐπιστολῶν, καινοὺς δὲ οὐρανοὺς λέγων καὶ γῆν κατὰ τὰ ἐπαγγέλματα αὐτοῦ προσ‐ δοκῶμεν. οὐ τοῦτο δέ φησιν ὡς εἰς ἀπώλειαν καὶ ἀνυ‐ παρξίαν χωρησάντων τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ τῆς
5θαλάσσης, ἄλλοι ἀντ’ αὐτῶν γεγένηνται, ἀλλ’ ὅτι ἀποβεβλή‐ κασιν αὐτῶν οἱ νῦν ὄντες τὴν φθορὰν καὶ καινοὶ γεγένηνται, ὥσπερ ἱμάτιον παλαιὸν καὶ πιναρὸν ἀπαμφιασάμενοι τὸν ἐν αὐτοῖς ῥύπον· καινὸν γὰρ ἅπαν καλεῖται τὸ μὴ ὂν μὲν τοιοῦτον πρότερον, νῦν δὲ γενόμενον. τότε δὲ γενήσεται ἡ
10κτίσις καθαρὰ φθορᾶς ἁπάσης, ἣν ἀνεμάξατο τῇ παραβάσει τῶν ἀνθρώπων. καὶ μάρτυς τούτων ἀξιοπιστότατος ὁ θεῖος ἀπόστολος Ῥωμαίοις ἐπιστέλλων καὶ τάδε γράφων περὶ τῆς κτίσεως ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυ‐ ψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται· τῇ γὰρ ματαιότητι ἡ
15κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ’ ἐλπίσιν ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. οὐ μόνον δὲ αὐτὸς ἀλλὰ καὶ ὁ θεσπέσιος προφή‐ της ψάλλων περὶ τοῦ οὐρανοῦ καὶ τῆς γῆς κατὰ τὴν ἀρτίως
20παρατεθεῖσαν μαρτυρίαν· καὶ πάντες ὡς ἱμάτιον παλαιω‐ θήσονται καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται. καὶ τὴν πόλιν φησὶ τὴν ἁγίαν Ἱερουσαλὴμ καινὴν εἶδον κατα‐ βαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ ἡτοιμασμένην, ὡς νύμ‐
φην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς. διὰ τῆς Ἱερουσαλὴμ τὴν232

233

μακαρίαν λῆξιν καὶ κατασκήνωσιν τῶν ἁγίων αἰνίττεται, ἥντινα καλέσας Ἱερουσαλὴμ τροπικῶς καὶ νῦν καὶ ἐπὶ τοῖς ἔπειτα, μεγαλοπρεπῶς καὶ εὐπρεπῶς κεκόσμηκεν, ἵνα ἐκ τῶν αἰσθητῶς λεγομένων εἰς τὴν νοητὴν τῶν ἁγίων μακαριό‐
5τητα καὶ διαγωγὴν τὸν νοῦν παραπέμψωμεν τὸν ἡμέτερον.
καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ λεγούσης· ἰδοὺ ἡ
σκηνὴ τοῦ Θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετ’ αὐ‐
τῶν, καὶ αὐτοὶ λαοὶ αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ Θεὸς μετ’
αὐτῶν ἔσται αὐτῶν ὁ Θεός, καὶ ἐξαλείψει πᾶν δάκρυον ἀπὸ
10τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ὁ θάνατος οὐκέτι ἔσται· οὔτε πένθος οὔτε κραυγὴ οὔτε πόνος οὐκ ἔσται ἔτι. τὰ πρῶτα ἀπῆλθε. καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ· ἰδοὺ καινὰ ποιῶ πάντα. καὶ λέγει· γράψον, ὅτι οὗτοι οἱ λόγοι πι‐ στοὶ καὶ ἀληθινοί εἰσιν.
15 οὐ καλῶς ἔλεγον ἐν τοῖς ἔμπροσθεν ὅτι τὴν τῶν ἁγίων λῆξιν καὶ τὴν ἐκεῖ κατοικίαν τροπικῶς νοητὴν Ἱερουσαλὴμ ἡ θεωρία καλεῖ; ἰδοὺ νῦν ἀπεκάλυψε τὸ αἴνιγμα, εἰποῦσα ἰδοὺ ἡ σκηνὴ τοῦ Θεοῦ μετὰ τῶν ἀνθρώπων καὶ σκηνώσει μετ’ αὐτῶν, καὶ αὐτοὶ λαὸς αὐτοῦ ἔσονται, καὶ αὐτὸς Θεὸς μετ’
20αὐτῶν ἔσται αὐτῶν Θεός. τοῦτο σαφέστερον ὁ ἀπόστολος δηλῶν ἔλεγεν ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἁρπα‐ γησόμεθα ἐν νεφέλαις εἰς ἁπάντησιν τοῦ Κυρίου εἰς ἀέρα· καὶ πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. καὶ ἐξαλείψει φησὶ πᾶν δάκρυον
ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. καὶ τούτου ὅμοιον ἔφη Ἡσαΐας ὁ233

234

προφήτης, εἰπὼν κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου. εἰ γὰρ κατὰ τὸν θεῖον ἀπόστολον ἐν τῇ μακαρίᾳ ἐκείνῃ Τῶν Ἁγίων Ζωῇ ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμὸς, ποῖον ἔσται
5λοιπὸν δάκρυον, τούτων ἀποδράντων; τὰ πρῶτά φησιν ἀπῆλ‐ θεν. πέρας φησὶν ἔσχεν ἡ τῶν ἁγίων κακοπάθεια. νῦν αἱ ἀμοιβαὶ τῶν πόνων παρέχονται. ἰδού φησι καινὰ ποιῶ πάντα. εἰ γὰρ ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ ἡ θάλασσα καινοί, ἔτι δὲ καὶ οἱ ἄνθρωποι καὶ καινὰ τὰ τῆς χαρᾶς αὐτῶν καὶ
10δόξης, δακρύοις ἢ πένθεσιν ἢ ἀδοξίαις οὐ διακοπτόμενα, ἄρα πάντα ἔσται καινά. μὴ νόμιζε δέ φησιν, ὦ Ἰωάννη, τῇ τοῦ μεγέθους ὑπερβολῇ φαντασίαν ἔχειν τινὰ ἢ ψεῦδος τὰ λεγόμενα καὶ δεικνύμενά σοι· πάντα πιστά ἐστιν καὶ ἀληθῆ· διὸ γράψον αὐτά·
15καὶ εἶπέ μοι γεγόνασιν· ἐγώ εἰμι τὸ α καὶ τὸ ω· ἀρχὴ καὶ τέλος. ἐγὼ διψῶντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν. ὁ νικῶν κληρονομήσει ταῦτα, καὶ ἔσομαι αὐτῷ Θεός, καὶ αὐτός μοι υἱός. τοῖς δὲ λοιποῖς καὶ ἀπί‐ στοις καὶ ἐβδελυγμένοις καὶ φονεῦσι καὶ πόρνοις καὶ φαρμα‐
20
κοῖς καὶ εἰδωλολάτραις καὶ πᾶσι τοῖς ψευδέσι· τὸ μέρος αὐτῶν
ἐν τῇ λίμνῃ τῇ καιομένῃ πυρὶ καὶ θείῳ, ὅ ἐστιν ὁ θάνατος ὁ
δεύτερος. γεγόνασί
φησι. τί γεγόνασιν; ταῦτα, τουτέστι τὰ εἰρη‐ μένα, καὶ οὐδὲν ἐπ’ αὐτοῖς ψευδές. τὸ γεγόνασιν ἀντὶ τοῦ
25γενήσονται τέθεικεν. ἐγώ εἰμί φησι τὸ α καὶ τὸ ω· ἡ ἀρχὴ234

235

καὶ τὸ τέλος. ἐπειδὴ τὰ πρότερον αὐτῷ εἰρημένα πάλιν ἀναλαμβάνει, καὶ ἡμεῖς κατ’ ἴχνος αὐτῷ ἑπόμενοι ἀναλάβω‐ μεν πάλιν ἃ πρότερον εἴπομεν. τὸ α καὶ τὸ ω, ἡ ἀρχὴ καὶ τὸ τέλος, τὸ ἄναρχον τοῦ Θεοῦ καὶ ἀτελεύτητον δηλοῖ· ἐπει‐
5δὴ γὰρ οὐδὲν ἄναρχον ἐν τῷδε τῷ βίῳ τῇ παρ’ ἡμῖν ἀρχῇ καὶ τῷ τέλει ἀντὶ ἀνάρχου ἐχρήσατο καὶ ἀτελευτήτου. ἐγώ φησι διψῶντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν. φησὶν ἐν Εὐαγγελίοις ὁ Κύριος μακάριοι οἱ πεινῶντες καὶ δι‐ ψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. τῷ τοίνυν
10τὴν τοιαύτην δίψαν διψῶντι δώσω τὴν ζωὴν δωρεάν. καὶ πῶς ἔφη δωρεάν, ὁπότε μετὰ μυρίων ἱδρώτων ἐπιτυγχανοῦ‐ σιν οἱ ἅγιοι τῆς μελλούσης ζωῆς; διὰ τί οὖν φησι διδόναι δωρεάν; τοῦτο λέγει σημαίνων ὅτι οὐδὲν ἀντάξιον τῶν τότε ἀγαθῶν εἰσενέγκοι ποτὲ ἄνθρωπος, κἂν μυρία ὅσα μοχθήσῃ,
15τοῦτο καὶ ὁ ἀπόστολος δηλῶν ἔλεγεν· λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. ὁ νικῶν φησι τά τε πάθη καὶ τὸ πονηρὸν θηρίον τὸν Διάβολον, ταῦτα κληρονομήσει. οὕτω μὲν οἱ νικῶντες· τοῖς δέ γε δειλοῖς καὶ ἀπίστοις καὶ τοῖσδε
20καὶ τοῖσδε ἔσται μερὶς ἐν τῇ τοῦ πυρὸς λίμνῃ. δειλοὺς καλεῖ τοὺς εἰς πᾶν ἔργον ἀγαθὸν ἀσθενεῖς διὰ ἑκουσίαν ταλαι‐ πωρίαν. καὶ πᾶσί φησι τοῖς ψευδέσιν. οὐκ εἶπε τοῖς ψεύ‐ σταις ἀλλὰ τοῖς ψευδέσι, τουτέστι τοῖς τὰ παρὰ φύσιν πράττουσι καὶ ψευδομένοις τὸ φυσικὸν κάλλος τῆς ἀρετῆς
25εἰς νόθα καὶ παρηλλαγμένα κακίας προσωπεῖα. ὅτι δὲ τὸ πῦρ ἐκεῖνο ἔσται ὁ δεύτερος θάνατος, καὶ ἐν τοῖς φθάσασιν
εἴρηται.235

236

καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας τῶν γεμόντων τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησε μετ’ ἐμοῦ λέγων· δεῦρο δείξω σοι τὴν γυναῖκα τοῦ ἀρνίου. καὶ ἀπήνεγκέ με ἐν πνεύματι ἐπὶ ὄρος μέγα καὶ
5ὑψηλόν, καὶ ἔδειξέ μοι τὴν πόλιν τὴν ἁγίαν Ἱερουσαλὴμ καταβαίνουσαν ἀπὸ τοῦ οὐρανοῦ ἐκ τοῦ Θεοῦ, ἔχουσαν τὴν δόξαν τοῦ Θεοῦ· ὁ φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιω‐ τάτῳ, ὡς λίθῳ ἰάσπιδι, κρυσταλίζοντι· ἔχουσα τεῖχος μέγα καὶ ὑψηλόν, ἔχουσα πυλῶνας δεκαπέντε, καὶ ἐπὶ τοῖς πυ‐
10λῶσιν ἀγγέλους δώδεκα, καὶ ὀνόματα ἐπιγεγραμμένα ἅ ἐστι τὰ ὀνόματα τῶν δώδεκα φυλῶν υἱῶν Ἰσραήλ· ἀπὸ ἀνατολῆς πυλῶνες τρεῖς, καὶ ἀπὸ βορρᾶ πυλῶνες τρεῖς, καὶ ἀπὸ νότου πυλῶνες τρεῖς· καὶ τὸ τεῖχος τῆς πόλεως ἔχον θεμελίους δώδεκα, καὶ ἐπ’ αὐτῶν δώδεκα ὀνόματα, τῶν δώδεκα
15
ἀποστόλων τοῦ ἀρνίου. καὶ ἦλθέ
φησιν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων, ποίων ἑπτά, περὶ ὧν πολὺς γέγονε λόγος ἐν τοῖς ἔμπροσθεν. δεῦρό φησι δείξω σοι τὴν γυναῖκα τοῦ ἀρνίου. τὴν ἐκκλησίαν δεῖξαι θέλει τῶν πρωτοτόκων τῶν ἀπογεγραμμένων ἐν οὐρα‐
20νοῖς, ἣν καὶ ἐπουράνιόν φησιν Ἱερουσαλήμ· περὶ ἧς ἔλεγεν236

237

ὁ Παῦλος Ἑβραίοις ἐπιστέλλων οὐ γὰρ προσεληλύθατε ψηλα‐ φωμένῳ ὄρει κεκαυμένῳ πυρὶ καὶ γνόφῳ καὶ σκότῳ καὶ θυέλλῃ καὶ σάλπιγγος ἠχῷ καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκού‐ σαντες παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον· οὐκ ἔφερον
5γὰρ τὸ διαστελλόμενον· κἂν θηρίον θήγῃ τοῦ ὄρους, λιθοβο‐ ληθήσεται· καὶ οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον, ὡς εἰπεῖν ἔμφοβός εἰμι καὶ ἔντρομος· ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει· καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων
10ἐν οὐρανοῖς, καὶ κριτῇ Θεῷ πάντων. διὰ δὲ τῆς τῶν ἁγίων πάν‐ των εἰς ἓν συναγωγῆς ἤτοι ἐκκλησίας καὶ διὰ τῆς ἐπουρανίου Ἱερουσαλὴμ τὴν μακαριότητα τῶν ἁγίων ὁ λόγος ζωγραφεῖ, καὶ τὴν ἐν Θεῷ καὶ μετὰ Θεοῦ ζωὴν αὐτῶν ἐσομένην, ὡς εἴρηται, σωματικῶς μὲν αὐτὴν καὶ μεγαλοφυῶς διακοσμῶν,
15εἰς νοητὴν δὲ δόξαν καὶ λαμπρότητα τὸν νοῦν ἡμῶν ἀνά‐ γων. τέως ἐκ τῆς θέσεως αὐτῆς. καὶ ἀπήνεγκέ μέ φησιν ἐν πνεύματι ἐπὶ ὄρος ὑψηλόν, καὶ ἔδειξέ μοι τὴν πόλιν τὴν ἁγίαν Ἱερουσαλὴμ καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ, ἔχου‐ σαν τὴν δόξαν τοῦ Θεοῦ. οὐ γὰρ ἄνευ πνευματικῆς χάριτος
20ὑψωθῆ ποτε νοῦς ἀνθρώπινος ὥστε ἐν περινοίᾳ γενέσθαι τῆς τῶν ἁγίων δόξης. εἰκότως δὲ ἡ ἐκκλησία καὶ οἷον ἡ ζωὴ τῶν δικαίων καὶ ἡ πολιτεία· ἐνταῦθά τε καὶ ἐκεῖ ὄρος μέγα καὶ ὑψηλὸν ὑπῆρχεν· οὐδὲν γὰρ χθαμαλὸν παρ’ αὐτοῖς καὶ χαμαιπετές, ἀλλὰ πάντα ὑψηλὰ καὶ ἐπηρμένα. γέγραπται
25γὰρ περὶ αὐτῶν ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν. ὁ φωστὴρ αὐτῆς φησι, τουτέστιν ὁ τῆς δικαιο‐ σύνης ἥλιος Χριστός, ὅμοιος λίθῳ ἰάσπιδι. ἡ ἴασπις, καθὼς καὶ πρόσθεν εἴρηται, χλοερά τις οὖσα, τὸ φερέσβιον καὶ
ζωοδοτικὸν ἐμφαίνει τοῦ Χριστοῦ, τοῦ ἀνοίγοντος τὴν χεῖρα237

238

αὐτοῦ καὶ ἐμπιπλῶντος πᾶν ζῶον εὐδοκίας· χλόη γὰρ ἡγεῖται πάσης ἐπιγείου τροφῆς. ἀλλὰ καὶ κρυσταλίζουσα ἦν ἡ ἴασπις, τὸ καθαρὸν καὶ ἅγιον ἐμφαινίζουσα τοῦ Χριστοῦ· οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, καὶ δόλος οὐχ εὑρέθη ἐν τῷ στόματι
5αὐτοῦ, κατὰ τὰς Ἡσαΐου προφητείας. τεῖχος δὲ τῶν ἁγίων ἤτοι τῆς ἐκκλησίας αὐτὸς πάλιν ὁ Χριστός, ὡς ἔρυμα ἡμῶν καὶ περίφραγμα καὶ βοήθεια τυγχάνων. ἔχουσά φησι πυ‐ λῶνας δώδεκα, τοὺς θείους ἀποστόλους αἰνίττεται, τοὺς τὴν εἴσοδον ἡμῖν τῆς εἰς Χριστὸν πίστεως καταγγείλαντας.
10καὶ ἐπὶ τοῖς πυλῶσιν ἀγγέλους δώδεκα· πείθομαι γὰρ συνερ‐ γάσασθαι τοῖς ἁγίοις ἀποστόλοις, καὶ θείους ἀγγέλους εἰς τὴν τοῦ κόσμου πίστιν· εἰ γὰρ ὁ διὰ Μωϋσέως νόμος δι’ ἀγγέλων ἐλαλήθη κατὰ τὸν ἀπόστολον λέγοντα· εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, πῶς οὐχὶ μᾶλλον τὸ
15εὐαγγελικὸν κήρυγμα συνεργοῦντας ἔσχεν ἀγγέλους; καὶ ὀνόματά φησιν ἐπιγεγραμμένα, ἅ ἐστι τὰ ὀνόματα τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ. Ἰσραήλ ἐστιν μὲν αἰσθητῶς οἱ ἐξ Ἰακὼβ τοῦ πατριάρχου γεννηθέντες· ἔστι δὲ νοητῶς οἱ στοιχοῦντες τῇ πίστει τοῦ πατρὸς ἡμῶν Ἁβραάμ. καὶ τού‐
20του μάρτυς ὁ λέγων ἀπόστολος καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον, ἀλλὰ καὶ τοῖς στοιχοῦσι τοῖς ἴχνεσι τῆς πίστεως τοῦ πατρὸς ἡμῶν Ἁβραάμ· Ἰσραὴλ γὰρ ἑρμηνεύεται νοῦς ὁρῶν Θεόν, ἤτοι διορατικός. τίνες δὲ μᾶλλον τῶν πιστῶν νῷ τὸν Θεὸν ἐθεώρησαν, ἢ διορατικοὶ γεγόνασι δα‐
25ψιλεῖ πνεύματος ἐνεργεία; τούτων τοιγαροῦν τὰ ὀνόματα ἐγγέγραπται ἐπὶ τῶν πυλῶν τῆς πόλεως. αἱ δέ γε δώδεκα φυλαὶ τὸ πλήρωμα τῶν πιστῶν ὑποφαίνουσιν· ἅπαξ γὰρ
τοὺς πιστοὺς καλέσας Ἰσραήλ, ἐπιμεμένηκε καὶ τῷ τοῦ238

239

πληρώματος αὐτῶν ἀριθμῷ, δώδεκα εἰπὼν φυλάς, καί φησιν ὅτι ἐκ τῶν τεσσάρων τοῦ κόσμου περάτων ἦσαν ἀνὰ πυ‐ λῶνες τρεῖς. ἅπαντα γὰρ διειλήφασι οἱ θεσπέσιοι ἀπό‐ στολοι τριάδα, τοῖς ἔθνεσιν ὁμοούσιον κηρύξαντες, καὶ
5βαπτίσαντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. καὶ τὸ τεῖχος τῆς πόλεώς φησιν εἶχε θεμελίους δώδεκα· ἐπαναπαύεται γὰρ Χριστός, ὃν τεῖχος νενοήκαμεν, τῷ τῶν ἀποστόλων κηρύγματι, καὶ ἐπ’ αὐτοῖς βέβηκεν ὡς λίθος ἀκρωγωνιαῖος ἔντιμος κατὰ τὸ γε‐
10γραμμένον. καὶ ἐπ’ αὐτῶν, τῶν θεμελίων τουτέστι, δώδεκα ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ ἀρνίου. μόλις ἐξεκάλυψεν τὸ αἴνιγμα, σαφῶς εἰπὼν ὅτι τοὺς ἀποστόλους πυλῶνας λέγει καὶ θεμελίους τῆς ἁγίας πόλεως τῆς ἐκκλησίας· ὧν τῇ διδασκαλίᾳ γένοιτο πάντας ἡμᾶς ἐμμένειν, τὰς βεβή‐
15λους κενοφωνίας τῆς ψευδωνύμου τῶν αἱρετικῶν γνώσεως ἐκτρεπομένους· χάριτι Χριστοῦ τοῦ ἡμετέρου καθηγητοῦ καὶ ἀρχιποίμενος· ὧ ἡ δόξα εἰς τοὺς αἰῶνας ἀμήνΛόγος δωδέκατος ἔτι περὶ τῆς πόλεως τῆς ἁγίας τῆς ἐπουρανίου Ἱερουσα‐
20λὴμ λόγος ἐστὶ τῷ θεσπεσίῳ εὐαγγελιστῇ, μεγέθους τε αὐτῆς καὶ μέτρου καὶ κόσμου καὶ τῆς ἄλλης θέσεως. καί φησι
καὶ ὁ λαλῶν μετ’ ἐμοῦ εἶχε μέτρον κάλαμον χρυσοῦν, ἵνα
μετρήσῃ τὴν πόλιν καὶ τοὺς πυλῶνας αὐτῆς καὶ τὸ τεῖχος239

240

αὐτῆς. καὶ ἡ πόλις τετράγωνος κεῖται, καὶ τὸ μῆκος αὐτῆς, ὅσον τὸ πλάτος, καὶ τὸ ὕψος αὐτῆς ἶσα ἐστίν. καὶ ἐμέ‐ τρησε τὴν πόλιν τῷ καλάμῳ ἐπὶ σταδίων δώδεκα χιλιάδων· τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ ὕψος αὐτῆς ἶσα ἐστίν. καὶ
5ἐμέτρησε τὸ τεῖχος αὐτῆς ἑκατὸν μδ πηχῶν ἀνθρώπου, ὅ ἐστιν ἀγγέλου. καὶ ἡ ἐνδόμησις τοῦ τείχους αὐτῆς ἴασπις· καὶ ἡ πόλις χρυσίον καθαρὸν ὅμοιον ὑάλῳ καθαρῷ· καὶ οἱ θεμέλιοι τοῦ τείχους αὐτῆς τῆς πόλεως παντὶ λίθῳ τιμίῳ κεκόσμηται· ὁ θεμέλιος ὁ πρῶτος ἴασπις, ὁ δεύτερος σάπ‐
10φειρος, ὁ τρίτος καρχηδών, ὁ τέταρτος σμάραγδος, ὁ πέμ‐ πτος σαρδόνυξ, ὁ ἔκτος σαρδίων, ὁ ἕβδομος χρυσόλιθος, ὁ ὄγδοος βήρυλλος, ὁ ἔνατος τοπάζιον, ὁ δέκατος χρυσόπρασος, ὁ ἑνδέκατος ὑάκινθος, ὁ δωδέκατος ἀμεθύστινος· καὶ οἱ δώδεκα πυλῶνες οἱ δώδεκα μαργαρῖται ἀνὰ εἷς ἕκαστος καὶ
15ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου· καὶ ἡ πλατεία τῆς πόλεως χρυσίον καθαρὸν ὡς ὕαλος δι’ αὐγής (sic). καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ, ὁ γὰρ Θεός, ὁ παντοκράτωρ,
ναός ἐστιν αὐτῆς καὶ τὸ ἀρνίον.240

241

ὁ μὲν κάλαμος, ᾧ διεμέτρει τὴν ἁγίαν πόλιν, γεωμετρι‐ κὸς ὑπῆρχε· χρυσοὺς δὲ διὰ τὸ τίμιον τοῦ τε μετροῦντος ἀγγέλου καὶ τῆς μετρουμένης πόλεως. καὶ ἡ πόλις φησὶ τετράγωνος κεῖται, καὶ τὸ μῆκος αὐτῆς, ὅσον τὸ πλάτος, καὶ τὸ
5ὕψος αὐτῆς, ἶσα ἐστίν. τὸ τετράγωνον σχῆμα καθὼς τοῖς περὶ ταῦτα δεινοῖς δοκεῖ, κύβος ἐστί τε καὶ ὀνομάζεται· ἔστι γὰρ καὶ τετράγωνον ἐπίπεδον· ἀλλ’ ὅταν εἴη συντετραγώνῳ καὶ ἰσόπλευρον ἐν πάσαις ταῖς διαστάσεσιν, τὸν δὲ κύβον ἑδραιότητα δηλοῦν λέγουσιν· μόνιμα γὰρ τοῖς ἁγίοις τὰ
10ἀγαθὰ καὶ ἀμετάθετα, οὐδεμίας μεταβολῆς διαφθειρούσης αὐτοῖς τὴν μακαριότητα. τὸ δέ γε μεγαλεῖον τῆς πόλεως ὁμοῦ τό τε μεγαλοπρεπὲς τῶν ἁγίων ἐμφανίζει καὶ ὅτι, εἰ καὶ τῶν ἁμαρτωλῶν ἡττῶνται παραπολὺ τῷ πλήθει, πλὴν οὔτε αὐτοὶ τῷ ἀριθμῷ τυγχάνουσι βραχεῖς, ἀλλ’ ὥστε
15πληρῶσαι πόλιν τοσαύτην. καὶ ἐμέτρησέν φησι τὸ τεῖχος αὐτῆς ρμδ πηχῶν μέτρον ἀνθρώπου ὅ ἐστιν ἀγγέλου. ἐν πολ‐ λοῖς παρὰ τῇ συνηθείᾳ τῆς θείας γραφῆς ἄνθρωποι οἱ ἄγγελοι λέγονται. καὶ τοῦτο δῆλον ἐξ ὧν ὁ Γαβριὴλ ὁ Ἀρχάγγελος, ἄνθρωπος Θεοῦ ἑρμηνεύεται. καὶ ὁ προφήτης
20ἔφη ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε, ἀνθρώπους μὲν καλῶν τοὺς ἀγγέλους, κτήνη δὲ τοὺς ἀνθρώπους· καὶ γὰρ παρὰ τὴν τῶν ἀγγέλων φρένα ἄλογα καὶ κτήνη τυγχάνομεν οἱ ἄνθρωποι. οὔτε γὰρ ἀνθρώπους εἶπε καὶ κτήνη ὡς ἂν οἰηθείη τις, τοὺς ἀληθεῖς ἀνθρώπους καὶ τὰ ὄντως κτήνη·
25εἴρηται γὰρ τῷ ἀποστόλῳ περὶ τῶν κτηνῶν μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; ἄρα τὰ παρὰ τῷ προφήτῃ κτήνη τοὺς
ἀνθρώπους νοητέον, ἀνθρώπους δὲ τοὺς ἀγγέλους. ἀλλὰ241

242

καὶ ὁ Κύριος παρὰ τῷ Λουκᾷ ἀνθρώπους τοὺς ἀγγέλους ἐκάλεσε, λέγων ἔστωσαν αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι, καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν Κύριον αὐτῶν, πότε ἀναλύσει ἐκ τῶν γάμων. ἐπεὶ οὖν ἐν
5πολλοῖς ἄνθρωποι οἱ ἄγγελοι κέκληνται παρὰ τὸ ἄνω· καὶ πρὸς Θεὸν ἔχειν τοὺς ὦπας. τούτου χάριν φησὶν ἐνταῦθα μέτρον ἀνθρώπου ὅ ἐστιν ἀγγέλου. αἰνίττεται δὲ τῷ εἰρημένῳ ὅτι πάντη μὲν ἀκατάληπτον τὸ θεῖον, τεῖχος γὰρ τῆς πόλεως τὸν Χριστὸν ἐν τοῖς ἔμπροσθεν νενοήκαμεν, μᾶλλον δὲ ἐν
10περινοίᾳ τῆς τοῦ Θεοῦ μεγαλειότητος ἄγγελοι γίνονται οἱ ἄνθρωποι. διὰ τοῦτο ἀγγελικῷ πήχει καὶ οὐκ ἀνθρωπίνῳ τὸ τεῖχος μεμέτρηται τῆς πόλεως. τὸ δὲ ρμδ πήχεις ἔχειν μυστικός τίς ἐστιν ἀριθμὸς τῇ ἀγγέλων σοφίᾳ, τῇ καὶ μετρούσῃ διεγνωσμένως. καὶ ἡ ἐνδόμησίς φησι τοῦ τείχους
15αὐτῆς ἴασπις. ἤδη τὴν ἴασπιν εἰς τὸ φερέσβιον καὶ ζωο‐ πόρον ἐδεξάμεθα τοῦ Χριστοῦ. καὶ ἡ πόλις φησὶ χρυσίον καθαρὸν ὅμοιον ὑάλῳ καθαρῷ. ὁ χρυσὸς μετὰ τοῦ λαμπροῦ καὶ διαυγοῦς τεταγμένος. τῶν ἁγίων τὸ τίμιον καὶ τὸ κα‐ θαρὸν ἐν ἔργοις καὶ λόγοις παρατίθεται. καὶ οἱ θεμέλιοί
20φησι τοῦ τείχους αὐτῆς τῆς πόλεως παντὶ τιμίῳ λίθῳ κεκό‐ σμηνται. καὶ ὁ θεμέλιος τοῦ τείχους. τεῖχος δὲ ὁ Κύριος, ὡς πόλλακις εἴρηται. τοὺς ἁγίους ἀποστόλους ἐν τοῖς εἰρημένοις εἴπομεν. ὡς ἐπαναπαυομένου Χριστοῦ τῇ αὐτῶν διδασκαλίᾳ καὶ ἐπιβεβηκότος ἐπ’ αὐτοῖς κατὰ τὴν δοθεῖσαν
25ὑπόσχεσιν, ἐν ᾗ φησι καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς242

243

ἡμέρας μέχρι τῆς συντελείας τοῦ αἰῶνος. οὗτοι τοιγαροῦν οἱ θεμέλιοι, τουτέστιν οἱ ἀπόστολοι, ἀρετῇ πάσῃ, τὴν γὰρ ἀρετὴν οἱ τίμιοι γράφουσιν λίθοι, κεκόσμηνται· ἔργῳ γὰρ γεγένηνται καὶ τῷ κηρύγματι καθαροὶ καὶ τοῖς ὑπὲρ Χριστοῦ
5ἀγωνίσμασιν καὶ τῷ μέχρις αἵματος πρὸς αὐτὸν εὐνοικῷ. εἰ δέ τις καὶ περὶ τῶν λίθων λεπτολογεῖν ἐθελήσειε, τοιαύτην ἔνεστι εὑρεῖν θεωρίαν, μικρὸν δὲ ἄνωθεν ἀρκτέον. οἱ κατὰ τὸν Μωϋσέως νόμον ἀρχιερεῖς ποικίλως ἦσαν ἠμφιεσμένοι ποδήρη τινὰ καὶ ἐπωμίδα καὶ μίτραν καὶ κίδαριν, ζώνην τε
10καὶ ἄλλα περικείμενοι, θάμβος ἅμα καὶ κατάπληξιν, ἔτι δὲ μυστικὴν τροπολογίαν ἐμφαίνοντες διὰ τοῦ σχήματος. ἦν δέ γε παρ’ αὐτοῖς καὶ τὸ λόγιον τῆς κρίσεως, ὅπερ τῇ ἐπωμίδι διὰ πλέγματος ποικίλου ἐπηορτεῖτο. ἦν δὲ τὸ σχῆμα τοῦ λογίου φᾶρος διπλοῦν, σπιθαμιαῖον τε καὶ
15τετράγωνον, ἐν ᾧ λίθοι δώδεκα τέτρασι στίχοις ἐξ ὀνό‐ ματος τῶν υἱῶν Ἰσραὴλ ἐνέκειντο· ὧν λίθων τινὲς μὲν καὶ ἐνταῦθα τέθεινται ἐν τοῖς τοῦ τείχους θεμελίοις, τινὲς δὲ γωνι‐ αῖοι καὶ οὐκ ἐν ἐκείνοις τεταγμένοι τέθεινται. κεῖνται μὲν γὰρ ἐν τῷ λογίῳ τῶν κρίσεων ἐμφερεῖς εἰς τοὺς ἐνταῦθα
20θεμελίους λίθοι ὀκτώ, ἴασπις· σάπφειρος· σμάραγδος· σαρδίον· χρυσόλιθος· βηρύλλιον· τοπάζιον· ἀμέθυσος· τέσσαρες δέ γε τῶν ἐν τοῖς θεμελίοις λίθων οὐ συνηρίθμην‐
ται τοῖς ἐν τῷ λογίῳ τῆς κρίσεως. εἰσὶ δὲ οἵδε, καρχηδών·243

244

σαρδόνυξ χρυσόπρασος· ὑάκινθος. ἦσαν δὲ καὶ οἱ πυ‐ λῶνες τῆς πόλεως, οὓς καὶ αὐτοὺς εἰς τοὺς ἀποστόλους ἐδεξάμεθα, ἕκαστος ἀπὸ μαργαρίτου ἑνός. ὥστε καὶ ὁ μαρ‐ γαρίτης νέος νῦν τέθειται, οὔτε αὐτὸς συνηριθμημένος τοῖς
5λίθοις τοῦ λογίου, ὁρᾶν δὲ ἔξεστι πολυτιμοτέρους μᾶλλον τοὺς νεωστὶ ὠνομασμένους παρὰ τοὺς ἐν τῇ παλαιᾷ ἐν τῷ λογίῳ κειμένους· δι’ ὧν σημαίνεται τοὺς ἁγίους ἀποστό‐ λους γνῶσίν τε ἔχειν τῆς παλαιᾶς διαθηκῆς καὶ εὐδοκιμεῖν τοῖς ἐν ἐκείνῃ νενομισμένοις προστάγμασι—διὸ καὶ ὁ
10σοφὸς ἔλεγεν ἀπόστολος κατὰ τὴν δικαιοσύνην τὴν ἐν τῷ νόμῳ γενόμενος ἄμεμπτος—ηὐδοκιμηκέναι δὲ καὶ ἐν ταῖς ἐντολαῖς τῆς νέας, καὶ τὴν γνῶσιν αὐτῆς πεπλουτηκέναι, ἥτις πολὺ σαφεστέρα καὶ οἷον τιμιωτέρα τῆς ἐν τῇ παλαιᾷ γνώσεως ὑπῆρξεν, εἴπερ τὰ μὲν ἐν νόμῳ σκιὰ τίς ἦν, ἀλήθεια
15δὲ τὰ ἐν τῇ νέᾳ, τοῦτο γὰρ αἰνίττονται ἀναμὶξ κείμεναι αἵ τε τῆς παλαιᾶς καὶ αἱ νέαι τίμιαι λίθοι ἐν τοῖς τῆς πόλεως θεμελίοις, οἵτινες, ὡς εἴρηται, τοῖς ἀποστόλοις γράφουσιν. καὶ τοῦτό ἐστι ὅπερ ἔλεγεν ἐν Εὐαγγελίοις ὁ Κύριος διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν
20ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυ‐ ροῦ αὐτοῦ καινὰ καὶ παλαιά. ἦσαν δέ φησι καὶ οἱ πυλῶνες τῆς πόλεως, οὓς πάλιν ἐν τοῖς φθάσασι τοὺς ἀποστόλους νενοήκαμεν, ἕκαστος ἀπὸ ἑνὸς μαργαρίτου, τὸ τίμιον αὐτῶν καὶ καθαρὸν καὶ λαμπρὸν αἰνιττόμενοι. καὶ ἡ πλατεία
25φησὶ τῆς πόλεως χρυσίον καθαρὸν ὡς ὕαλος καθαρός. εἴρηται ὅτι ὁ χρυσὸς καὶ τὸ τῆς ὑάλου καθαρὸν καὶ διαφανὲς τῆς τῶν ἁγίων ζωῆς παρεμφαίνουσι τὸ τίμιον καὶ διεσμηγμένον.
καὶ ναόν φησιν οὐκ εἶδον ἐν αὐτῇ· ὁ γὰρ Κύριος ὁ Θεός, ὁ244

245

παντοκράτωρ, ναός ἐστιν αὐτῆς καὶ τὸ ἀρνίον. τίς γὰρ χρεία ναοῦ συνόντος καὶ τρόπον τινὰ συμβιοτεύοντος τοῖς ἁγίοις τοῦ Θεοῦ καὶ πρόσωπον ὁρωμένου καθ’ ὅσον ἐφι‐ κτόν; τὴν μὲν γὰρ ἐν τῷ παρόντι γνῶσιν τοῦ Θεοῦ δι’
5ἐσόπτρου καὶ ἐν αἰνίγματι κέκληκεν ὁ θεῖος ἀπόστολος· τὴν δέ γε ἐν τῷ μέλλοντι πρόσωπον πρὸς πρόσωπον. εἰκότως δὲ ἄν τις ζητήσειεν, τί δήποτε; τοῦ μὲν Θεοῦ τοῦ παντοκρά‐ τορος ἐμνήσθη, τοῦ τε πατρὸς τοῦ Κυρίου καὶ τοῦ ἀρνίου, τοῦ υἱοῦ τοῦ Θεοῦ, οὐκέτι δὲ καὶ τοῦ Πνεύματος τοῦ Ἁγίου;
10πρὸς ὃν λεκτέον· εἰπών, ὦ οὗτος, ὁ Κύριος καὶ ὁ Θεὸς τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ Ἁγίον ὠνόμασε— ταῦτα γὰρ ὁ Θεός—καὶ ἔτι εἰπὼν ὁ Κύριος ὁ Θεὸς ὁ παντο‐ κράτωρ, τὴν Ἁγίαν ἐσήμανε Τριάδα ταῖς τρισὶν ὀνομασίαις. ἀλλὰ καὶ τοῦτο ἄν τις προσερωτήσειεν· διὰ τί οὖν τῆς σεβα‐
15σμίου μνησθεὶς τριάδος διὰ τοῦ εἰπεῖν ὁ γὰρ Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ναός ἐστιν αὐτῆς, ἔξωθεν ἡμῖν ἐπαριθμεῖ τὸ ἀρνίον, ὅ ἐστιν ὁ Χριστός, ὥστε ἡμᾶς μηκέτι τριάδα νοεῖν; μὴ γένοιτο, φαίην ἂν αὐτῷ. οὐ γὰρ οὕτω διδασκόμεθα, ἀλλὰ μνήμη φέρεται τῆς τε Ἁγίας Τριάδος καὶ τοῦ ἀρνίου,
20σημαίνοντος τοῦ λόγου, ὅτι τε εἷς τῆς Ἁγίας Τριάδος ἐστὶν ὁ σαρκωθείς, καὶ ὅτι μετὰ σαρκὸς ὁ υἱὸς τὴν Ἁγίαν πληροῖ Τριάδα καὶ οὐ δίχα σαρκός ἐστι νῦν ἐν οὐρανῷ. τὸν γὰρ υἱὸν σεσαρκωμένον περιφραστικῶς ἐσήμανε διά τε τοῦ Θεοῦ ὅς ἐστιν ὁ υἱός, καὶ διὰ τοῦ ἀρνίου ὅς ἐστιν πάλιν
25ὁ αὐτὸς Χριστὸς σεσαρκωμένος ἡμῖν ὁμοούσιος καὶ ἐμψυ‐ χωμένος νοερῶς· ᾗτινι σαρκὶ καθ’ ὑπόστασιν ὁ λόγος
ἥνωται.245

246

καὶ ἡ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου οὔτε τῆς σελήνης, ἵνα φωτίσωσιν αὐτήν, ἡ γὰρ δόξα τοῦ Θεοῦ ἐφώτισεν αὐτήν, καὶ ὁ λύχνος αὐτῆς τὸ ἀρνίον. καὶ περιπατήσουσι τὰ ἔθνη διὰ τοῦ φωτὸς αὐτῆς· καὶ οἱ βασιλεῖς τῆς γῆς
5
φέρουσι τὴν δόξαν καὶ τιμὴν αὐτῶν εἰς αὐτήν· καὶ οἱ πυ‐
λῶνες αὐτῆς οὐ μὴ κλεισθῶσιν ἡμέρας· νὺξ γὰρ οὐκ ἔσται
ἐκεῖ. καὶ ἡ πόλις φησὶν οὐ χρείαν ἔχει τοῦ ἡλίου. τοῖς γὰρ τοῦ θείου καὶ νοητοῦ φωτὸς ἀπολαύουσιν. ἐπαισθάνονται
10γὰρ ἐν τῇ τότε λήξει τῶν νοητῶν οἱ ἅγιοι οὐ χρεία αἰσθητοῦ φωτός. τὰ δὲ ἔθνη φησὶ περιπατήσουσι διὰ τοῦ φωτὸς αὐτῆς. οὐ τὰ ἔθνη μόνα, ἀλλὰ καὶ οἱ ἐξ Ἰσραὴλ πιστεύσαντες ἅγιοι. ἀλλ’ ἐπειδὴ πολλαπλασίους οἱ ἐξ ἐθνῶν, ἐκ τοῦ πλείονος τούτους τε κἀκείνους ἐδήλωσε. καὶ οἱ βασιλεῖς τῆς
15γῆς φέρουσι τὴν δόξαν καὶ τὴν τιμὴν αὐτῶν εἰς αὐτήν. βασι‐ λέας γῆς πάντας φησὶ τοὺς ἁγίους, περὶ ὧν γέγραπται ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπ’ αὐτῆς, χιονωθήσον‐ ται ἐν Σελμῶν, καθὼς καὶ πρόσθεν εἴρηται. οὗτοι οὖν ἔτι ἔνδοξον καὶ ἔντιμον ἔχουσι. λέγει δέ· τὰ ἐξ ἀρετῆς αὐχή‐
20ματα ἀναθήσουσιν εἰς τὴν ἁγίαν ἐκείνην πόλιν, ὡς εἶπε συμ‐ βιοτεύειν τοῖς ἁγίοις τὰ ἐξ ἀρετῆς ἀγαθά. καὶ οἱ πυλῶνές φησιν αὐτῆς οὐ μὴ κλεισθῶσιν ἡμέρας. δισσὸν τὸ νόημα· ἢ γὰρ τοῦτο λέγει ὅτι εἰρήνη ἔσται καὶ ἀφοβία, ὡς μὴ δεῖ‐ σθαι φυλακὴν ποιεῖσθαι τῆς πόλεως ἢ τὰς θύρας κλείειν
25ποτέ, ἢ μοχλοῖς ἀσφαλίζεσθαι, ἢ ὅτι τὰ ἀποστολικὰ διδάγ‐ ματα, πύλας γὰρ τοὺς ἀποστόλους εἰρήκαμεν, οὐδὲ γὰρ ἐκεῖ
σιωπήσουσιν, ἀλλ’ ἔσονται καὶ ἐκεῖ οἱ ἀπόστολοι, καινῶν246

247

δογμάτων καὶ θειοτέρων τοῖς ἁγίοις διδάσκαλοι· ἡμέρας γὰρ ὄντες καὶ φωτὸς υἱοὶ οἱ δίκαιοι, ταῖς θείαις καὶ φωτιστι‐ καῖς ἐντρυφήσουσιν αἰνέσεσι καὶ μυστηρίοις, ἡμέρας οὔσης ἀεὶ περὶ αὐτοὺς καὶ φωτὸς θείας ἐλλάμψεως. νὺξ γάρ
5φησιν οὐκ ἔσται ἐκεῖ. εἰ μὲν γὰρ διεκόπτετό ποτε ἡ θεία ἔλλαμψις, ἦν ἄρα καὶ νύξ· εἰ δὲ τοῦτο εἰπεῖν ἀσεβές, ἀδια‐ κόπως τοῦ θείου φωτὸς ἐνεργοῦντος, πῶς νὺξ τοῖς ἁγίοις γενήσεται;
καὶ οἴσουσι τὴν δόξαν καὶ τὴν τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν.
10καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινὸν καὶ ποιοῦν βδέ‐ λυγμα καὶ ψεῦδος, εἰ μὴ οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου. καὶ ἔδειξέ μοι ποταμὸν ὕδατος ζωῆς, λαμπρὸν ὡς κρύσταλλον, ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ Θεοῦ καὶ τοῦ ἀρνίου ἐν μέσῳ τῆς πλατείας αὐτῆς· καὶ τοῦ
15ποταμοῦ ἐντεῦθεν καὶ ἐκεῖθεν ξύλον ζωῆς ποιοῦν καρποὺς ιβ, κατὰ μῆνα ἕκαστον ἀποδιδοῦν τὸν καρπὸν αὐτοῦ· καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν ἐθνῶν. καὶ πᾶν κατά‐ θεμα οὐκ ἔσται ἔτι· καὶ ὁ θρόνος τοῦ Θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται, καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ· καὶ
20ὄψονται τὸ πρόσωπον αὐτοῦ καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτοῦ· καὶ νὺξ οὐκ ἔσται ἔτι, καὶ οὐχ ἕξουσι χρείαν φωτὸς λύχνου καὶ φωτὸς ἡλίου, ὅτι Κύριος ὁ Θεὸς φωτιεῖ αὐτούς, καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν
αἰώνων· ἀμήν.247

248

δόξαν καὶ τιμὴν τῶν ἐθνῶν, τὴν εἰσκομιζομένην εἰς τὴν ἁγίαν πόλιν κατὰ περίφρασιν εἶπε τοὺς ἐν τοῖς ἔθνεσιν εὐ‐ δοκιμηκότας καὶ ἄξια ζωῆς πεπραχότας· οὗτοι γὰρ εἰσενε‐ χθήσονται εἰς τὴν ἐπουράνιον Ἱερουσαλὴμ καὶ συμβιοτεύ‐
5σουσι τοῖς ἐν αὐτῇ ἁγίοις. καὶ οὐ μή φησιν εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινὸν καὶ ποιοῦν βδέλυγμα, εἰ μὴ οἱ ἐν τῷ βιβλίῳ τῆς ζωῆς γεγραμμένοι. τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος, ἢ ἁμαρτωλῷ μετὰ τῶν δικαίων τοῦ Θεοῦ; —οὓς καὶ διείργε‐ σθαι χάσματι μεγάλῳ ὁ Κύριος ἡμῖν ἐν Εὐαγγελίοις παρέδω‐
10κεν. καὶ ἔδειξέ μοί φησι ποταμὸν ὕδατος ζωῆς λαμπρὸν ὡς κρύσταλλον, ἐκ τοῦ θρόνου τοῦ Θεοῦ καὶ τοῦ ἀρνίου ἐκπορευό‐ μενον ἐν μέσῳ τῆς πλατείας τῆς πόλεως. ποταμὸς ζωῆς εἴη ἂν τὰ δαψιλῆ καὶ πλούσια τοῦ Χριστοῦ χαρίσματα, ἅτινα ἀεννάως εἰς τοὺς ἁγίους κέχυται, ὡς δίκην ποταμοῦ φέρε‐
15σθαι εἰς αὐτοὺς καὶ ἐπιρρεῖν. καὶ τοῦ ποταμοῦ φησιν ἐντεῦθεν καὶ ἐκεῖθεν ξύλον ζωῆς ἔγκαρπον, κατὰ μῆνα καρπο‐ τοκοῦν. ξύλον ζωῆς ὁ Κύριος κατὰ τὸ γεγραμμένον τῷ παροιμιαστῇ περὶ τῆς σοφίας· ξύλον φησὶ ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς. Χριστὸν δὲ Θεοῦ δύναμιν καὶ Θεοῦ
20σοφίαν ὁ σοφὸς ἡμῖν παρέδωκε Παῦλος. λέγει δὲ ὅτι οὐ μόνον οἱ ἅγιοι τοῖς Χριστοῦ πλουτοῦσι χαρίσμασιν, ἀλλὰ καὶ ἑαυτὸν ἐνοικοῦντα ἔχουσι καὶ συνοικοῦντα· ὅπερ τῆς ὑπερτάτης μακαριότητός ἐστι τὸ κεφάλαιον. συνεχεῖς δὲ τὸ ξύλον τῆς ζωῆς, ὁ Χριστὸς, καὶ ἀδιακόπους τελεσφορεῖ καρ‐
25ποὺς καὶ δωρεὰς τοῖς ἁγίοις, ὡς φιλοτιμίαν ἐπικαταλαμ‐248

249

βάνειν τῇ φιλοτιμίᾳ καὶ μήποτε αὐτοὺς λείπεσθαι θείας ἐπιρροῆς. καὶ τὰ φύλλα φησὶ τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν. φύλλα τῆς ζωῆς οἱ τοῦ Χριστοῦ ἀπηρτημένοι καὶ αὐτοῦ ἐχόμενοι πατριάρχαι, προφῆται, ἀπόστολοι, εὐ‐
5αγγελισταί, μάρτυρές τε καὶ ὁμολογηταί, καὶ οἱ κατὰ και‐ ροὺς ἱερουργοὶ τοῦ εὐαγγελίου καὶ τῆς ἐκκλησίας ποιμένες, καὶ πᾶσα ψυχὴ δικαία· οἵτινες καὶ νῦν ἰῶνται τὰς ψυχάς, καὶ τοῖς ἁγίοις ἔσονται τῶν ἀγαθῶν προσθήκη. καὶ κατά‐ θεμά φησι οὐκ ἔσται ἔτι. νῦν μὲν γὰρ κἂν σφόδρα
10φεύγῃ τὰ ἀναθέματα, ὅμως ἐν αὐτοῖς καλινδούμεθα, μυ‐ ρίων ἡμῖν προφάσεων ἀναφυομένων ἐν εἰδήσει τέ γε καὶ ἀγνοίᾳ· τότε δέ γε πάσης ἔσονται ψυχικῆς κηλίδος, ὥσπερ καὶ σωματικῆς, οἱ ἅγιοι καθαροί τε καὶ ἀμιγεῖς. καὶ ἔσται φησὶν ἐν τῇ πόλει ἡ βασιλεία τοῦ Θεοῦ. αὕτη γὰρ
15ὁ θρόνος. καὶ λατρεύσουσιν αὐτῷ φησιν οἱ ἅγιοι λατρείαν οὐκ ἐπίπονον, ἀλλὰ τὴν μεθ’ ἡδονῆς καὶ εὐφροσύνης πνευμα‐ τικῆς. τοῦτο δὲ ἔσται ἐκ τοῦ ὁρᾶν τὸ πρόσωπον αὐτοῦ· καὶ ὄψονται γάρ φησι τὸ πρόσωπον αὐτοῦ· ὄψονται δὲ καθ’ ὅσον ἐφικτὸν ἀνθρώπου φύσει καὶ τὸ ὄνομά φησιν αὐτοῦ
20ἐπὶ τῶν μετώπων αὐτῶν. τὴν ἀδιάλειπτον μνήμην καὶ συνου‐ σίαν τοῦ Θεοῦ τὸ παρὸν αἰνίττεται ῥητόν. ὡς γὰρ ἐπικεί‐ μενος καὶ ἐγγεγραμμένος αὐτοῖς ὁ Θεός, οὕτως ἀεὶ συμπαρέ‐ σται τοῖς ἁγίοις. καὶ δῆλον, καὶ ἐξ ὧν ὁ Παῦλος ἔφη· καὶ πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. νὺξ δέ φησιν, οὐκ ἔστιν,
25ὡς ἐν χρείᾳ γενέσθαι τοὺς ἁγίους φωτισμοῦ ἡλιακοῦ ἢ λυχ‐249

250

νιαίου, τοῦ θείου φωτὸς ἀδιάλειπτον ποιουμένου τὸν φωτισ‐ μόν. καὶ βασιλεύσουσιν οἱ ἅγιοι, δηλονότι εἰς τὸν αἰῶνα. ταῦτα δὴ ὁ σοφώτατος Δανιὴλ ἐπιμαρτύρεται, λέγων καὶ παραλήψονται τὴν βασιλείαν ἅγιοι ὑψίστου, καὶ καθέξουσιν
5αὐτὴν ἕως τοῦ αἰῶνος τῶν αἰώνων.
καὶ εἶπέ μοι· οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί, καὶ ὁ
Κύριος τῶν πνευμάτων τῶν προφητῶν, ἀπέστειλε τὸν ἄγγε‐
λον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει·
ἰδοὺ ἐρχόμεθα ταχύ· μακάριοι οἱ τηροῦντες τοὺς λόγους
10τῆς προφητείας τοῦ βιβλίου τούτου. καὶ Ἰωάννης ἀκούων καὶ βλέπων ταῦτα. καὶ ὅτε ἤκουσα καὶ ἔβλεπον, ἔπεσον προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνῦν‐ τός μοι ταῦτα. καὶ λέγει· ὅρα μή· σύνδουλός σου εἰμὶ καὶ τῶν ἀδελφῶν σου καὶ τῶν προφητῶν καὶ τῶν τηρούντων
15
τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ Θεῷ προσκύνησον. οὗτοί
φησιν οἱ λόγοι πιστοί, τουτέστιν ἀληθεῖς. καὶ ὁ Κύριος τῶν πνευμάτων τῶν προφητῶν. πνεύματά φησι προ‐ φητῶν τὰ προφητικὰ χαρίσματα κατὰ τὸ εἰρημένον τῷ σοφωτάτῳ Παύλῳ. καὶ πνεύματα προφητῶν προφήταις ὑπο‐
20τάσσεσθαι, καὶ τῷ θεσπεσίῳ προφήτῃ Ἡσαΐᾳ· διὰ τὸν φό‐ βον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν· καὶ ἐτέκο‐ μεν πνεῦμα σωτηρίας σου, ὃ ἐποίησας ἐπὶ τῆς γῆς. δεῖξαί φησι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει. διὰ γὰρ
μέσου τοῦ Ἰωάννου καὶ τῶν συγγραμμάτων αὐτοῦ πάντες τὰ250

251

ὀφθέντα αὐτῷ μεμαθήκασι. καλῶς δὲ ἔφη τό· ἐν τάχει· πᾶς γὰρ χρόνος μικρός, ὡς καὶ πρότερον εἴρηται, κἂν ὅτι μάλιστα μέγας τις εἶναι δοκῇ, συγκρινόμενος πρὸς τοὺς μέλλοντας ἀτελευτήτους αἰῶνας. διά τοι τοῦτο καὶ ἐπήγαγε
5ἰδοὺ ἐρχόμεθα (sic) ταχύ· μακάριοι οἱ τηροῦντες τούτους τῆς προ‐ φητείας ταύτης. οἱ γὰρ φυλάττοντες σπουδάζουσι μὴ περι‐ πεσεῖν ταῖς εἰρημέναις αὐτῇ κολάσεσι διὰ βίου θεοφιλοῦς. καὶ ὅτε φησὶν ἤκουσα καὶ ἔβλεπον, ἔπεσα προσκυνῆσαι ἔμπροσ‐ θεν τῶν ποδῶν τοῦ ἀγγέλου. ταῦτα ἐν τοῖς φθάσασιν
10ἡρμηνεύεται, ὅτε καὶ ἀπεδείξαμεν τῶν ἀθέων Ἑλλήνων τὰ δόγματα περὶ τῶν παρὰ σφίσιν ἐθνάρχων μηδὲν κοινὸν ἔχοντα τοῖς καθαρωτάτοις τῆς ἐκκλησίας δόγμασι.
καὶ λέγει μοι· μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ
βιβλίου τούτου, ὁ καιρὸς γὰρ ἐγγύς ἐστιν. ὁ ἀδικῶν ἀδικησάτω
15ἔτι, καὶ ὁ ῥυπαρὸς ῥυπαρευθήτω ἔτι, καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι, καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι. ἰδοὺ ἔρχομαι ταχὺ ταχύ, καὶ ὁ μισθός μου μετ’ ἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ἔσται αὐτοῦ. ἐγὼ τὸ α καὶ τὸ ω, πρῶτος καὶ ἔσχατος, ἀρχὴ καὶ τέλος. μακάριοι οἱ πλύνοντες τὰς στο‐
20 λὰς αὐτῶν, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν. μὴ σφραγίσῃς φησὶ τοὺς λόγους τούτους, τουτέστι, μὴ
σχοίης αὐτοὺς παρὰ σαυτῷ, μηδὲ ἀποκλείσας φυλάξῃς ἐν251

252

τῷ τῆς διανοίας ταμιείῳ, ἀλλὰ φανέρωσον ἅπασιν. ὁ γὰρ καιρός φησιν ἐγγύς ἐστι. τοιοῦτον τι λέγει· οὔτε πλεῖστον ὁ καιρὸς αὐτῶν ἀπέχει, ὡς τότε. ἀλλὰ μὴ νῦν χρείαν ἔχειν αὐτοὺς ἀκουσθῆναι· οὔτε γάρ ἐστιν ἴδιος, ὡς περίττην
5εἶναι τὴν ἐξ αὐτῶν παραίτησιν. τίς γὰρ χρεία παραινέ‐ σεως τοῖς λοιπὸν πειρωμένοις τῶν κακῶν ἤτοι τῶν ἀγα‐ θῶν; τοὺς γὰρ ἔργῳ μανθάνοντας ἄωρον λόγῳ παιδεύειν. ἀλλὰ τί ἐγγύς φησίν ἐστιν, οὔτε πολὺ μέλλει, οὔτε ἤδη πάρεστιν; ὁ ἀδικῶν φησιν ἀδικησάτω ἔτι καὶ ὁ ῥυπαρὸς ῥυπα‐
10ρευθήτω ἔτι. οὐ κεκελευσμένου καὶ προστάσσοντός ἐστι τὸ ἀδικεῖν ἢ ῥυπαρευθῆναι, ἀλλὰ τοῦτό φησιν· ἔτι μικρὸς ἐνδαψιλεύεται χρόνος τοῖς ἀνθρώποις· ἕκαστος τοινῦν τὸ αὐτῷ φίλον πραττέτω, καὶ τῷ οἰκείῳ αὐτεξουσίῳ ὡς βούλεται κεχρήσθω, εἴτε εἰς κακὸν εἴτε εἰς ἀγαθόν. διὸ ἐπάγει καὶ
15ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι, καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι. ἰδοὺ ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετ’ ἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ἔσται αὐτοῦ. ἔρχομαί φησιν ὁ Κύριος ἐν τῇ δευτέρᾳ παρουσίᾳ, ἄγων μεθ’ ἑαυτοῦ ἃ δεῖ ἑκάστῳ ἀποδοῦναι, εἴτε ἀγαθὸν εἴτε κακόν. ἐγώ φησι τὸ α καὶ τὸ
20ω, πρῶτος καὶ ἔσχατος, ἀρχὴ καὶ τέλος. ταῦτα ἐν τοῖς ἔμπροσθεν ἱκανῶς εἴρηται· διὸ νῦν ὑπέρβηθι. μακάριοί φησιν οἱ πλύνοντες τὰς στολὰς αὐτῶν, ἵνα ἔσται ἡ ἐξουσία αὐ‐ τῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς. στολὰς λέγει τὰ σώματα. μα‐ κάριοι οὖν οἱ εὖ βιοῦντες καὶ ἑαυτοὺς ἐκκαθαίροντες ἀπὸ
25παντὸς ἁμαρτίας ῥύπου· οἱ γὰρ οὕτως βιοτεύσαντες ἐξου‐252

253

σίαν σχήσουσιν ἐπὶ τὸ ξύλον ἐπερείδεσθαι τῆς ζωῆς καὶ ἐπ’ αὐτῷ ἐπαναπαύεσθαι, ξύλον δὲ ζωῆς ὁ Κύριος, ὡς πρόσ‐ θεν εἴρηται. καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν. καὶ διὰ τῶν πυλώνων, τουτέστι τῶν ἀποστολικῶν δογμάτων
5καὶ διδαγμάτων, μέτοχοι γίνονται τῆς τῶν ἁγίων διαγωγῆς καὶ μακαριότητος.
ἔξω οἱ κύνες καὶ οἱ φαρμακοὶ καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ
οἱ εἰδωλολάτραι, καὶ πᾶς φιλῶν καὶ ποιῶν ψεῦδος. ἐγὼ
Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ
10ταῖς ἐκκλησίαις. ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος Δαυίδ, ὁ ἀστὴρ ὁ λαμπρός, ὁ πρωϊνός. καὶ ἡ νύμφη λέγουσα· ἔρχου· καὶ ὁ ἀκούων εἰπάτω ἔρχου· καὶ ὁ διψῶν ἐρχέσθω· ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν. μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· ἐάν τις
15ἐπιθῇ ἐπ’ αὐτόν, ἐπιθήσει ὁ Θεὸς ἐπ’ αὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ· καὶ ἐάν τις ἀφέλῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης, ἀφελεῖ ὁ Θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ.
20 ἔξω φησὶν οἱ κύνες. κύνας καλεῖν ἔθος τῇ θείᾳ γραφῇ, τοὺς ἡταιρηκότας διὰ τὸ ἀναιδὲς αὐτῶν καὶ ἀκάθαρτον. καὶ γάρ φησιν ἐν Δευτερονομίῳ ὁ Μωϋσέως τοῦ ἱεροφάν‐ του νόμος οὐ προσοίσεις μίσθωμα πόρνης καὶ ἄλλαγμα κυνὸς
εἰς τὸν οἶκον Κυρίου τοῦ Θεοῦ σου πρὸς πᾶσαν εὐχήν σου.253

254

ὅτι δέ γε ὅμοιοι τοῖς κυσὶ κατὰ τὴν ἀναίδειαν οἱ τοιοῦτοι· μαρτυρεῖ τις καὶ τῶν ἔξω σοφῶν, οὕτως εἰπών, φεῦγε δὲ πάντα φόνον καὶ μοιχεία λέκτρα γυναικός· καὶ δ’ ὅρκους μα‐ κάρων καὶ ἀναιδέα δέμνια κούρων. ἔξω οὖν τῆς ἁγίας πόλεως
5καὶ τῆς μετὰ τῶν δικαίων διαγωγῆς οἱ κύνες, καὶ οἵδε καὶ οἵδε. τί γὰρ κοινὸν αὐτοῖς καὶ τοῖς δικαίοις τοῦ Θεοῦ; καὶ πᾶς φιλῶν καὶ ποιῶν ψεῦδος ἔξω φησὶν ἔσται. ψεῦδός ἐστιν ἅπαν τὸ παρὰ φύσιν· τῆς γὰρ ἀρετῆς κατὰ φύσιν οὔσης, ἐπεὶ καὶ καταβέβληκεν ἡμῶν τῷ πλάσματι σπέρμα
10ἀρετῆς ὁ δημιουργὸς ἐξ ἀρχῆς, ἡ κακία παρὰ φύσιν ἐστίν. ὥσπερ γὰρ ἐν τοῖς σώμασιν ἡ ὑγεία κατὰ φύσιν ἐστί, παρὰ φύσιν δὲ ἡ νόσος, καὶ τὸ βλέπειν καὶ ἀκούειν κατὰ φύσιν, ἡ δὲ πήρωσις καὶ ἡ κώφωσις παρὰ φύσιν, οὕτως καὶ ἐν ταῖς ψυχαῖς ἡ ἀρετὴ κατὰ φύσιν, παρὰ φύσιν δὲ ἡ κακία· ἀνάλο‐
15γος γάρ ἐστιν ὑγεία τῇ ἀρετῇ, τῇ δέ γε νόσῳ ἡ κακία· καὶ κατὰ τοῦτο δὲ ψεῦδος ἡ κακία, ὅτι καὶ ψεύδεται πολλά‐ κις εἶναι ἀρετή· πλάττεται γὰρ ἡ μὲν θρασύτης εἶναι ἀνδρία, ἡ δὲ κακουργία φρόνησις, ἡ δὲ ἀκινησία σωφρο‐ σύνη, ἡ δέ γε μειονεξία δικαιοσύνη. ταῦτα γὰρ ἅπαντα
20κακίαι ἐντυγχάνουσιν, ἀρετῆς προσωπεῖον περικείμεναι, καὶ τοὺς τὸ ψεῦδος οὖν τῆς κακίας ἐπιτηδεύοντας ἔξω βάλλει τῶν θείων περιβόλων. ἐγώ φησιν Ἰησοῦς ἔπεμψα τὸν ἄγγε‐ λόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. μαρτυ‐ ρῆσαί φησι τὸ διαμαρτύρασθαι οὐκ ἐν κρυφῇ οὔτε ἐν παρα‐
25βύστῳ, ἀλλὰ ἀκουουσῶν τῶν πανταχοῦ ἐκκλησιῶν, ἵνα μήτις ἄγνοιαν προφασισάμενος ἐθελοκακῶν εἴη πονηρός.
ἐγώ φησίν εἰμι ἡ ῥίζα καὶ τὸ γένος Δαυίδ, καίτοι ὡς πρὸς τὸ254

255

φαινόμενον ἀκολουθότερον ἦν εἰπεῖν, ἐγώ εἰμι ὁ ἐκ τῆς ῥίζης Δαυὶδ ἀναβλαστήσας κλάδος. νῦν δὲ τοὐναντίον ῥίζαν ἑαυτὸν τοῦ Δαυὶδ κέκληκεν, καὶ οὐ ῥίζαν μόνον ἀλλὰ καὶ γένος, καθὼς πρόσθεν εἴρηται. ῥίζα μὲν καὶ
5αἰτία τῶν ἁπάντων, μεθ’ ὧν καὶ τοῦ Δαυίδ, καθό ἐστι καὶ νοεῖται Θεός· γένος δέ γε τοῦ Δαυὶδ καὶ ἐξ αὐτοῦ ἀνατε‐ ταλκὼς κατὰ σάρκα, καθό ἐστι καὶ νοεῖται ἄνθρωπος· ὡς εἶναι αὐτόν, τὰ γὰρ αὐτὰ πολλάκις λέγειν ἐμοὶ μὲν οὐκ ὀκνηρόν, τοῖς δὲ ἐντυγχάνουσιν ἀσφαλές, ὥς πού φησι τῶν
10ἑαυτοῦ λόγων ὁ θεῖος ἀπόστολος—ὡς εἶναι οὖν τὸν Ἐμμα‐ νουὴλ ἐκ θεότητός τε καὶ ἀνθρωπότητος τελείως ἐχουσῶν ἑκάστῃ τῶν φύσεων κατὰ τὸν οἰκεῖον λόγον, ἀσυγχύτως, ἀτρέπτως, ἀναλλοιώτως, ἀφαντασιάστως. μετὰ δὲ τὴν ἄφρα‐ στον ἕνωσιν πεπείσμεθα ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν
15καὶ μίαν ἐνέργειαν, κἂν ἡ τῶν φύσεων μὴ ἀγνοῆται δια‐ φορά, ἐξ ὧν τὴν ἀπόρρητον ἕνωσιν πεπράχθαι φαμέν, μὴ δὲ ἡ κατὰ ποιότητα φυσικὴ ἰδιότης κατὰ τοὺς λόγους τοῦ θεσπεσίου πατρὸς ἡμῶν Κυρίλλου. ὁ ἀστήρ φησιν ὁ πρωϊ‐ νός· ἢ τὸν ἥλιον λέγει, ἐπεὶ καὶ ἥλιος δικαιοσύνης κέκληται
20τῷ Μαλαχίᾳ, ἔτι δὲ καὶ τῷ προφήτῃ ψάλλοντι ἔπεσε πῦρ ἐπ’ αὐτούς, —τουτέστι τοὺς Ἰουδαίων ἀρχιερέας—καὶ οὐκ εἶ‐ δον τὸν ἥλιον, —τοῦτον δὴ τὸν τῆς δικαιοσύνης ἥλιον Χρι‐ στόν—ἢ τὸν ἑωσφόρον ἀστέρα. καὶ γὰρ καὶ τοῦτο καλεῖ‐ ται τῷ Πέτρῳ ἐν δευτέρᾳ ἐπιστολῇ, λέγοντι ἕως οὗ ἡμέρα
25διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν. καὶ
τὸ πνεῦμά φησι, τουτέστι τὸ προφητικόν, καὶ ἡ νύμφη,255

256

ἡ καθόλου καὶ ἐν παντὶ τόπῳ ἐκκλησία, —λέγουσιν ἔρχου. τὴν γὰρ τοῦ Κυρίου δευτέραν παρουσίαν ζητεῖν προστε‐ τάγμεθα, ἀλλὰ καὶ ἐν εὐχῇ τίθεσθαι· ὁ γάρ τοι λέγων ἐλθέτω ἡ βασιλεία σου πρὸς τὸν Θεὸν τὴν Χριστοῦ βασιλείαν
5ἐξαιτεῖ, ἥτις καὶ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματός ἐστι βασι‐ λεία. καὶ ὁ ἀκούων φησὶν εἰπάτω ἔρχου. καὶ πᾶς φησιν ἀκούων τῶν παρόντων λόγων καὶ σὺ δὲ Ἰωάννης, εὐκτὴν ποιοῦ τὴν βασιλείαν τῆς Χριστοῦ παρουσίας. τοῦτο δὲ λέγει, προτρέπων ἅπαντας εἰς τὰ τῆς δικαιοσύνης ἔργα καὶ
10ἐπιτηδεύματα· οὐ γὰρ ἄν τις δικαιοσύνην ἑαυτῷ μὴ συνεπι‐ στάμενος, εὐκτὴν ποιήσοιτο τὴν Χριστοῦ παρουσίαν, ἐν ᾗ λόγους τῶν αὐτῷ βεβιωμένων ἀπαιτηθήσεται· καὶ ὁ διψῶν φησιν ἐρχέσθω, ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν, ἐν ὅσῳ δέ φησιν ἥξει τῆς ἐμῆς παρουσίας ὁ καιρός, φησὶν ὁ Κύριος
15τῇ πηγῇ τῆς ζωῆς, τῇ τῆς ἀρετῆς ἐπιτηδεύσει ὑπόθετε τὸ στόμα. καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε, καὶ πίετε ἄνευ ἀργυρίου καὶ τιμῆς. Ἡσαΐας ἡμῖν διακελεύε‐ ται, τὰ αὐτὰ τῷ Κυρίῳ προαναφωνῶν. εἴρηται δὲ καὶ ἐν τοῖς φθάσασιν ὅτι τὴν μεθ’ ἱδρώτων καὶ πόνων ἀντέκτισιν
20τῆς ἀρετῆς, δωρεὰν λαμβάνεσθαί φησιν, ἐπεὶ μὴ ἄξια τὰ παθή‐ ματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν ἀποκαλύπτεσθαι δόξαν εἰς ἡμᾶς, κατὰ τοὺς Παύλου τοῦ σοφωτάτου λόγους. μαρτυρῶ φησιν ἐγὼ πάντι τῷ ἀκούοντι τοὺς παρόντας λόγους· τουτέστι διαμαρτύρομαι μὴ προσθεῖναί τι, ἵνα μὴ ἑαυτῷ
25ἐπισπάσηται τὰς ἐνταῦθα εἰρημένας πληγάς, μήτε ἀφελεῖν,256

257

ὅπως μὴ ἀφαιρεθῇ τῆς μερίδος τοῦ τε ξύλου τῆς ζωῆς καὶ τῆς διαγεγραμμένης ἁγίας πόλεως· ἅπερ ἀμφότερα τῷδε τῷ βιβλίῳ περιέχεται. εἶτα ἀξιόπιστον καὶ αἰδέσιμον τὸν ἑαυτοῦ ποιῶν λόγον ὁ εὐαγγελιστής, ὅρα τί ἐπήγαγεν·
5
ὁ μαρτυρῶν ταῦτα ναὶ ἔρχομαι ταχύ. ὅπερ ὁ Παῦλος πεποίηκεν, εἰπὼν ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκε, τοῦτο καὶ νῦν αὐτὸς λέγει, ὁ ταῦτα διδάσκων ἐγώ φησι καὶ διαμαρτυ‐ ρόμενος ἐν αὐτοῖς εἰμι λοιπὸν τοῖς τοῦ παρόντος βίου τέρ‐
10μασιν, ὡς μηδενὶ τὸν λόγον ἐν ὑποψίᾳ καταλειφθῆναι. τίς γὰρ ἂν ἕλοιτο καὶ τῶν τυχόντων, εἰ μὴ τοίγε Ἰωάννης ὁ τοσοῦτος, πλάττεσθαι λόγους ὡς ἐκ Θεοῦ, ὡς ὅσον οὔπω μέλλων τὸν κοινὸν ὑπιέναι θάνατον, καὶ εἰς χεῖρας ἀπιέναι Θεοῦ ἐναργέστερον ἤπερ οἱ τέως ἐν ζῶσιν ὄντες; γράφω
15οὖν ταῦτά φησι μονονουχὶ λέγων τῷ καλοῦντι με Χριστῷ πρὸς μετάστασιν ναί· ἔρχομαι ταχύ.
ἀμήν· ἔρχου, Κύριε Ἰησοῦ.
ἐπειδὴ ἐν τοῖς φθάσασιν εἶπε τὸ προφητικὸν πρὸς αὐτὸν πνεῦμα, καὶ ὁ ἀκούων φησὶν εἰπάτω τῷ Κυρίῳ ἔρχου, πειθ‐
20αρχῶν τοῖς χρηματισθεῖσιν αὐτῷ, φησὶν ἀμήν· ἔρχου, Κύριε Ἰησοῦ· ὥσει ἔλεγε· ναὶ δέσποτα, Χριστέ, τάχυνον ἡμῖν
τὴν σωτηρίαν καὶ τὴν δευτέραν σου παρουσίαν.257

258

ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ μετὰ πάντων τῶν ἁγίων· ἀμήν. οἱ γὰρ βέβηλοι ἤδη προαπηλάθησαν τῆς τῶν ἁγίων δια‐ γωγῆς καὶ τῆς εἰσόδου τῆς νοητῆς Ἱερουσαλήμ. τοῖς δέ γε ἐκκηρύκτοις πῶς ἂν ἐπέλθοι ἡ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν
5χάρις; ἧς μετόχους ποίησον ἡμᾶς, Χριστέ, διὰ τὴν ἀγαθό‐ τητά σου μόνην· πρέπει γάρ σοι δοξάζεσθαι νῦν καὶ ἀεὶ καὶ εἰς τὸν αἰῶνα ἀμήν περὶ ταύτης τῆς θείας ἀποκαλύψεώς φασί τινες, θρασέως καὶ ἀμαθῶς τὰς γλῶσσας κινοῦντες, μὴ παρ’ αὐτοῦ τοῦ θεσ‐
10πεσίου Ἰωάννου καὶ εὐαγγελιστοῦ καὶ θεολόγου ταύτην συν‐ τετάχθαι· ἐξ οὗ δὴ καὶ ὡς ἐν παραβύστῳ τὴν παραδοχὴν ταύτην ἐπακροῶνται. τοῦτο δὲ οἶμαι οὐκ ἐξ ἀμαθίας οὐδ’ ἀποκαλύψεως, ἐξ ἁπλότητος δὲ μόνον, εἰ καὶ τολμηρὸν εἰπεῖν, καὶ φιλοζωίας καὶ τῆς πρὸς τὰ γήϊνα προσπαθείας, τὸ ἀπό‐
15τομον καὶ ἀναντίρρητον τῶν ἀποφάσεων δεδιότων· τῶν γὰρ θεσπεσίων καὶ ἁγίων πατέρων διαρρήδην ἐπιμαρτυρούντων, τίς ἱκανὸς πρὸς ταῦτα ἀποφθαλμεῖν ἢ εἰς νοῦν ὁπωσοῦν τοσοῦτον ἀφικέσθαι, ὡς οὐχὶ ταῦτα οὕτως ἔχει; καὶ γὰρ ὁ μέγας Βασίλειος ἐν τοῖς Κατὰ Εὐνόμιον αὐτοῦ συγγράμμασι
20τὴν ἀντίρρησιν τῶν ἀθεωτάτων αὐτοῦ βλασφημιῶν καὶ ληρη‐ μάτων ποιούμενος, περὶ ὧν ὁ θεῖος θεολόγος ἐμνημόνευσεν ἐν τῷ τετάρτῳ αὐτοῦ λόγῳ, ἐν ᾧ τάς τε ἀπορίας καὶ λύσεις ἐκ τῶν θεοπνεύστων γραφῶν εἰς τὰ ἀντιλεγόμενα περὶ τοῦ υἱοῦ διὰ τῆς καινῆς καὶ παλαιᾶς διαθήκης· οὗ ἡ ἀρχή· εἰ φύσει
25Θεὸς ὁ υἱός, Θεὸς δὲ φύσει καὶ ὁ πατήρ, οὐκ ἄλλος Θεὸς ὁ υἱός, ἕτερος δὲ ὁ πατήρ, ἀλλ’ ὅμοιος. καὶ μεθ’ ἕτερα· Μωϋσέως μὲν βοῶντος περὶ τοῦ υἱοῦ ὁ ὤν με ἀπέστειλε, τοῦ δὲ εὐαγγελιστοῦ Ἰωάννου· ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ οὐχ ἅπαξ τὸ ἦν, ἀλλὰ τέταρ‐
τον, καὶ πάλιν ἀλλαχοῦ ὁ ὢν ἐκ τοῦ Θεοῦ, καὶ ὁ ὢν ἐν τοῖς κόλ‐258

259

ποις τοῦ Πατρός, καὶ ἐν ἑτέροις· ὁ ὢν ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ ἀποκαλύψει· ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος. καὶ οὐ διέστειλεν, ἀλλ’ ἑπομένως τὴν τοῦ Παύλου πάλιν ἐπανελάβετο μαρτυ‐ ρίαν. εἰ οὖν ἑτέρου τινὸς Ἰωάννου, ὡς ἡ ληρωδία ἔχει τῶν
5πολλῶν, ἡ ἀποκάλυψις αὕτη συνετέθη, ἐπὶ τῷ τοῦ συγγρα‐ ψαμένου ὀνόματι ἔγραψεν ἂν καὶ ὁ μέγας Βασίλειος τοὺς ἐκ τῆς ἀποκαλύψεως λόγους· ἀλλὰ πρότερον μὲν ἐκθέμενος τὰ τοῦ Μωσέως, εἶτα τοῦ ἀποστόλου καὶ θεολόγου, καθὰ καὶ τὰ τοῦ ἀποστόλου Παύλου, οὐδενὸς ἑτέρου ἐδεήθη τούτοις ἐπι‐
10μαρτυρῆσαι. καὶ ταῦτα μὲν ἐκ τῶν ἀναντιρρήτων τοῦ μεγά‐ λου καὶ ἁγίου Βασιλείου. ὁ δὲ μέγας Γρηγόριος ὁ τῆς θεολόγου ἐπώνυμος, εἰς τὴν τῶν ἕκατον πεντήκοντα ἐπισκό‐ πων παρουσίαν ἀπολογούμενος, ὃν Συντακτήριον καλέουσι, φανερῶς ὄντως ἔγραψεν· μέχρι τίνος κληρονομήσετε τὸ ὄρος
15τὸ ἅγιόν μου, καὶ μεθ’ ἕτερα· πείθομαι γὰρ ἄλλους ἄλλης προ‐ στατεῖν ἐκκλησίας, ὡς Ἰωάννης διδάσκει με διὰ τῆς ἀποκαλύ‐ ψεως. ὁ δὲ Εὐσέβιος ὁ τοῦ Παμφίλου ἐν τῷ τρίτῳ αὐτοῦ λόγῳ τῆς Ἐκκλησιαστικῆς Ἱστορίας ὧδέ πως ἔφη τὰ μὲν δὴ κατὰ Ἰουδαίους, ἐν τούτοις ἦν, καὶ μεθ’ ἕτερα· ἐν τούτῳ κατέχει
20λόγος τὸν ἀπόστολον ἅμα καὶ εὐαγγελιστὴν Ἰωάννην ἔτι τῷ βίῳ ἐνδιατρίβοντα, τῆς εἰς τὸν θεῖον λόγον ἕνεκα μαρτυρίας Πάτμον οἰκεῖν καταδικασθῆναι τὴν νῆσον παρὰ Δομετιανοῦ τοῦ Οὐεσπα‐ σιανοῦ. γράφων γέ τοι ὁ Εἰρηναῖος περὶ τῆς ψήφου τῆς κατὰ τὸν ἀντίχριστον προσηγορίας λεγομένης ἐν τῇ Ἰωάννου λεγομένῃ
25Ἀποκαλύψει, αὐταῖς συλλαβαῖς ἐν πέμπτῳ τῶν Πρὸς Τὰς Αἱρέ‐ σεις ταῦτα περὶ τοῦ Ἰωάννου φησίν· εἰ δὲ δοκεῖ ἀναφανδὸν ἐν τῷ νῦν καιρῷ κηρύττεσθαι τὸ ὄνομα αὐτοῦ, δι’ ἐκείνου ἂν ἐρρέθη
τοῦ καὶ τὴν ἀποκάλυψιν ἑωρακότος.259

260

Ἰστέον ὡς ὁ τῆς παρούσης βίβλου συγγραφεὺς ταύτ[ην] αἰτήσασιν ἐντίμοις προσώποις πρὸς ἔντε[υξιν παρα]σχό‐ μενος, εἶτα τοῦ ἀναδοῦναι τὴν βίβλον ὀκνησά[ντων], αὐτός τινα τῶν σχεδαρίων οὐ φιλοπόνως φυλάξας [ἀλλὰ] παραρρί‐
5ψας ὡς ἔτυχε, πάλιν αἰτηθεὶς παρ’ ἑ[τέρου] τοῖς μὲν σεσωσ‐ μένοις τῶν σχεδαρίων εἰς τὴν συγ[γρα]φὴν συνεχρήσατο, τῶν ἀπολλυμένων δὲ τὴν διάνοιαν ἐν ὀλίγοις χωρίοις ὡς εἰκὸς ἐν ἑτέραις ἐξέφρασε λέξεσιν. εἰ τοίνυν διαφωνία τις μικρὰ ἐν ταῖς λέξεσι φαίνοιτο, μηδαμῶς ἐμποιήσει δισταγ‐
10μὸν τοῖς ἐντυγχάνουσι, τῆς διανοίας μενούσης τῆς αὐτῆς καὶ ἐν τῇ βραχύτητι τῶν λέξεων.
12tδόξα τῷ Θεῷ ἡμῶν πάντων ἕνεκα· ἀμήν.260